τοῦ λεγομένου Συντίπα τοῦ φιλοσόφου, μετα- 
βληθεὶς ἐκ τῆς Συριακῆς βίβλου ὡς εἶχεν αὐταῖς
λέξεσιν εἰς τὴν Ἑλλάδα γλῶτταν.

Διήγησις ἐμφιλόσοφος, συγγραφεῖσα παῤ ἡμῶν
περὶ τοῦ τῶν Περσῶν βασιλέως Κύρου καὶ τοῦ γνη-
σίου τούτου παιδὸς καὶ τοῦ διδασκάλου αὐτοῦ Συν- 
τίπα, καὶ περὶ τῶν τοῦ βασιλέως ἑπτὰ φιλοσόφων
καὶ τῆς μιᾶς αὐτοῦ πονηρᾶς καὶ ἀναιδοῦς γυναικός,
καὶ πῶς τὴν κατὰ τοῦ υἱοῦ τοῦ βασιλέως διαβολὴν
κατεσκεύασεν ἡ μητρυιὰ αὐτοῦ. ταύτην οὖν τὴν
διήγησιν προϊστόρησε Μοῦσος ὁ Πέρσης πρὸς τὴν 
τῶν ἀναγινωσκόντων ὠφέλειαν.

Βασιλεύς τις ἦν Κῦρος ὀνόματι, ᾧ καὶ ησαν
γυναῖκες ἑπτά· ἦν δὲ ἄπαις· ὅθεν καὶ παίδων ὀρε-
γόμενος θερμοτάτως παρεκάλει τὸ θεῖον τοῦ τῆς
ἀπαιδείας λυθῆναι δεσμοῦ. ἐπὶ πολὺ γοῦν περὶ τού-
 του δεόμενος ἔτυχε τῆς ἐφέσεως, καὶ γεννᾷ οὗτος
υἱὸν, ὃν καὶ ἀνατρέφων βασιλικῶς ἐξεπαίδευε· καὶ
ὡς δένδρον ἄριστον ηὔξηνε τῇ ἡλικίᾳ. τοῦτον τοί-
νυν τὸν υἱὸν ὁ βασιλεὺς ἤδη τῆς πρώτης ἡλικίας
κἂν τῷ τέλει ἁψάμενον, τῷ διδασκαλείῳ παρέδωκε,
 ἵνα τοῖς σοφιστικοῖς μαθήμασιν ἄριστος γένηται ἐν-
διατρίψας. τρία δὲ ἔτη διανύσας ἐν τοῖς μαθήμασιν
οὐδὲν ἐκαρπώσατο. καὶ ὁ βασιλεύς· „εἰ καὶ πολλοὺς
χρόνους παρὰ τῷ διδασκάλῳ ὁ υἱός μου ἐσχόλασε
καὶ τὸ παράπαν οὐδὲν ἐπαιδεύθη, ἀλλʼ οὖν ἐπά-
 ναγκες δοῦναι αὐτὸν Συντίπᾳ τῷ φιλοσόφῳ, ὃν
ἀκήκοα μάλα σοφὸν ἄνδρα ὑπάρχειν.“ καὶ ταῦτα
εἰπὼν ὁ βασιλεὺς εὐθὺς Συντίπαν μετεκαλέσατο καί
φησι πρὸς αὐτὸν· ,,πῶς δοκεῖ σοι τὸν ἐμὸν υἱὸν
ἐκπαιδεῦσαι, φιλόσοφε, φιλοσόφως;“ ὁ δὲ Συντί-
 πας ἔφη ὡς „ἑτοίμως ἔχω, βασιλεῦ· ἐπὶ μησὶν ἓξ
τοῦτον ἐκπαιδεύσας, πάσης ἐμπλήσω φιλοσοφίας,
ὡς μὴ τοῦ παιδὸς εὑρεθῆναί τινα φιλοσοφώτερον
εἰ δὲ ἐντὸς τοῦ τοιούτου χρόνου τὸν σὸν υἱὸν οὐ
φιλόσοφον ἄριστον παραδώσω σοι, σὺ, βασιλεῦ, χώ-
 ρει κατὰ τῆς ἐμῆς ζωῆς, καὶ πᾶς ὁ βίος μου τῷ
 

 
ταμιείῳ σου προςκληρούσθω. ἄτοπον γὰρ ἂν εἴη τοιοῦ-
τον εὐτυχῆ βασιλέα καὶ τοιαύτην ἐπʼ αὐτῷ ἐπαρχίαν,
πάσης συνέσεως γέμουσαν καὶ νοημάτων, μὴ φιλό-
σοφον (νέον) βασιλέα κεκτῆσθαι, ἀλλʼ οὐδὲ τὴν ἰατρι-
κὴν ἐπιστήμην μὴ εἰδότα. εἰ γὰρ μὴ τοιούτου βασι- 
λέως ἐπιστατοῦντος τοῖς πράγμασιν ἐν ἐκείνῳ τῷ
τόπῳ, οὐ δεῖ τινα τῶν ἁπάντων διατρίβειν ἐν ἐκείνῳ
τῷ τόπῳ. ἔμαθον γὰρ, ἔμαθον ὡς οὐδὲν οἱ βασι-
λεύοντες τῷ θυμῷ τοῦ καυστικοῦ πυρὸς διαφέρουσι·
καὶ δεῖ γε τούτους καὶ φιλοσόφους εἶναι ὅσον δυνα- 
τόν, καὶ φιλοσόφους ἄνδρας προσομιλεῖν καὶ τούτων
ἀκούειν, ὥσπερ Ἀλέξανδρος, ἵνα μή τινων ὑποβολαῖς
περὶ τὸ ὑπήκοον ὠμότεροι τῶν ἰδιωτῶν ἀναδειχθῶ-
σιν. εἰ τοίνυν, ὦ βασιλεῦ, καθώς σοι ἐπαγγέλλομαι, 
τέλειον τὸν υἱόν σου ἀποκαταστήσω φιλόσοφον, καὶ 
τὴν σὴν βασιλείαν ἐπάναγκες φιλοτιμήσασθαι ἐπʼ ἐμὲ
φιλοτίμως καὶ βασιλικῶς.“ ὁ δὲ βασιλεὺς ἔφη πρὸς
ταῦτα· „ὅτι ἂν ᾖ σοι τὸ ποθούμενον, καὶ εἴπερ ὑπάρ-
χει μοι ῥᾴδιον, τοῦτό σοι δώσω· εἰ δὲ ἀδύνατόν ἐστι
τὸ ζητούμενον, οὐκ ἔχω σοι δοῦναι.“ ὁ δὲ Συντί- 
 
 
 
 

 
πας ἀκούσας ἀπεκρίνατο τῷ βασιλεῖ ὡς „ἐν παρα-
δείγματι ἄκουσον, ὦ βασιλεῦ· ὅπερ σὺ παρά τινος
οὐ ῥᾳδίως ἔχεις λαβεῖν, μηδʼ αὖ πάλιν σὺ ἑτέρῳ
δοῦναι θελήσεις.“ τότε ὁ βασιλεὺς τῷ λόγῳ τούτῳ
 συγκαταβὰς ἦν καὶ μεγάλαις ἐλπίσι καὶ χρησταῖς
τὸν φιλόσοφον ἐπληροφόρει. „ὅ τι ἂν“ φησίν ,,αἰ-
τήσῃς παῤ ἐμοῦ, ἕξεις δοθησόμενον.“ καὶ τούτων
οὕτως παῤ ἀμφοτέρων λεχθέντων, συμβόλαιον βε-
βαιώσεως ὁ φιλόσοφος τῷ Κύρῳ ἐξέθετο, ἐν ᾧ δὴ
 καὶ ἐγέγραπτο, ὡς μετὰ μῆνας ἓξ καὶ ὥρας ἓξ εἰς
τέλος δεδιδαγμένος ὁ παῖς τῷ βασιλεῖ παῤ αὐτοῦ
ἀποδοθήσεται· εἰ δὲ παρελθόντος τοῦ συμπεφωνη-
 μένου καιροῦ οὐ τὸν υἱὸν τοῦ βασιλέως ἀποδώσει
φιλόσοφον, κεφαλικῇ τιμωρίᾳ ὁ Συντίπας ἔσται
 ὑπεύθυνος.

Ἐπὶ τούτοις ὁ βασιλεὺς τὸν ἑαυτοῦ υἱὸν εἰς
χεῖρας τοῦ φιλοσόφου παρέθετο. καὶ εἰς τὴν ἑαυ-
τοῦ οἰκίαν εἰςήγαγεν· ἀνοικοδόμησε δὲ τῷ παιδὶ τοῦ
βασιλέως νέον οἶκον εὐρύχωρον, καὶ τὰ ἐντὸς τοῦ
 οἴκου καταλαμπρύνας, ἱστόρησεν ἐν τοῖς τοίχοις
 

 
τοῦ οἴκου ὅσα διδάξαι τὸν παῖδα ἔμελλε. καὶ ἐντὸς
τοῦ οἴκου τὸν νέον καθίσας, φησὶν ὁ διδάσκαλος
τῷ νέῳ βασιλεῖ· „πᾶσά σου ἡ ἀναστροφὴ καὶ ἡ
δίαιτα ἐν τούτῳ ἔστω σοι τῷ οἰκήματι, ἕως ἂν κα-
λῶς ἐκμάθῃς ὅσα ἱστόρηται ἐν τοῖς τοίχοις.“ ἔκτοτε 
γοῦν ὁ φιλόσοφος τῷ παιδὶ παρεκάθητο καὶ διʼ ὅλου
μετʼ αὐτοῦ συναναστρεφόμενος, ἐδίδασκεν αὐτῷ τὰ
ἱστορηθέντα, ἔχων πᾶσαν χρείαν καὶ ἐπιμέλειαν ἐκ
τοῦ βασιλέως. ἐπιμεληθεὶς οὖν τοῦ νέου μετὰ μεγά-
λης σπουδῆς ὁ φιλόσσφος, ἐντὸς τῆς διωρίας τὰ τῆς 
διδασκαλίας ἀπήρτισε. καὶ δὴ μεμάθηκεν ὁ παῖς
ἅπερ οὐδεὶς τῶν παίδων ἕτερος ἠδυνήθη μαθεῖν.
πρὸ γοῦν μιᾶς ἡμέρας τῆς προθεσμίας ὁ φιλόσοφος 
ἐμηνύθη παρὰ βασιλέως ὡς „τὰ τῆς ὑποσχέσεως
ἐτέλεσας;“ ὃ δὲ ἀντέφησε τῷ βασιλεῖ ὡς „εἴ τί σοι 
ποθητόν, ὦ βασιλεῦ κράτιστε, γέγονεν· αὔριον γὰρ
ὁ σὸς υἱὸς ἔρχεταί σοι ἐν ὥρᾳ τρίτῃ τῆς ἡμέρας, καὶ
ὄψει αὐτὸν καὶ χαρήσῃ.“ ὁ δὲ βασιλεὺς ἐπὶ τῇ ἀγ-
γελίᾳ γενόμενος περιχαρὴς καὶ ἰδὼν τὸν υἱόν, λέγει
αὐτῷ· „ἥκεις, ὦ παῖ, γεγονὼς καθὼς ὁ διδάσκαλος 
εἶπεν;“ ὅτε καὶ ὁ νέος ἀπεκρίνατο· „ἅμα τῷ διδα-
σκάλῳ προσελθόντες τῷ κράτει σου ἀναγγελοῦμεν.“
ὅτε καὶ ὁ φιλόσοφος ἰδίᾳ λέγει τῷ νέῳ· „ἔδοξέ μοι
ταύτῃ τῇ νυκτὶ ποιῆσαι ζήτησιν περὶ τῆς ἀποκειμέ-
 
 

 
νῆς τῇ γεννήσει σου τύχης καὶ περὶ ταύτης ἀκριβῶς
ἀστρολογῆσαι, ὡς ἄν, εἰ ἔστι σοι συμφέρον, οὕτω
πέμψω σε τῷ πατρί σου.“ τὴν γοῦν τοιαύτην ἀστρο-
λογικὴν συζήτησιν ποιησάμενος ὁ φιλόσοφος εὗρεν
 ὅτι οὐκ ἔστι συμφέρον προσαχθῆναι τῷ βασιλεῖ τὸν
υἱὸν αὐτοῦ, εἰ μὴ ἄλλαι ἑπτὰ ἡμέραι μετὰ τὸν ὁρι-
σθέντα καιρὸν παρὰ τοῦ φιλοσόφου διέλθωσιν· εἰ
 γὰρ μὴ οὕτω γένηται, κίνδυνος τῇ ζωῇ τοῦ παιδίου
γενήσεται. ταῦτα τοίνυν ὁ φιλόσοφος καταμαθὼν
 ἀπὸ τῆς ἀστρολογικῆς μεθόδσυ, διεταράχθη. καὶ
ἰδὼν αὐτὸν ὁ τοῦ βασιλέως υἱὸς δεινῶς λυπούμε-
νον, ἐπηρώτα λέγων· „διδάσκαλε, τί οὕτω σκυθρω-
πὸς ἐγένου καὶ κατηφής;“ ὁ δὲ φιλόσοφος τὴν αἰ-
τίαν δεδήλωκε τῷ παιδί· καὶ ὁ παῖς πρὸς αὐτόν·
 „εἰ ἄρα τοῦτο ἀρέσκει σοι, ὦ διδάσκαλε, οὐδʼ εἰς
ὁλόκληρον μῆνα τῷ ἐμῷ πατρί τε καὶ βασιλεῖ ἀπο-
λογήσομαι ὅλως, ἀλλʼ εἰς ὅσον θέλεις καιρὸν ἔσομαι
σιωπῶν.“ ὁ δὲ φιλόσοφος εἶπεν· „ἀλλʼ ὑπεσχέθην
τῷ πατρί σου, καὶ οὐ δύναμαι παραβῆναι τὰς ὑπο-
 σχέσεις· καὶ γὰρ τῇ αὔριον ἐπηγγειλάμην εἰς ὄψιν
αὐτῷ παραστῆσαί σε περὶ ὥραν δευτέραν τῆς ἡμέ
ρας, καὶ οὐ δύναμαι ψεύσασθαι τούτῳ. διὸ καὶ ἀπὸ
τὴν αὔριον ἐγὼ κατακρύψω ἐμαυτὸν ἔν τινι τόπῳ,
καὶ σὺ κατὰ τὴν δευτέραν ὥραν τῆς αὔριον ἄπιθι
 πρὸς τὸν πατέρα σου τὸν βασιλέα καὶ ἔμπροσθεν
αὐτοῦ στῆθι, καὶ ἔσο σιωπῶν καὶ παντελῶς ἄφω-
 

 
νος, ἕως οὗ ἄλλαι ἑπτὰ ἡμέραι παρέλθωσιν.“ ὅθεν 
καὶ πρωΐας ὁ παῖς κατὰ δευτέραν ὥραν παραγίνεται
καὶ ἐπὶ γῆς αὐτῷ προσκυνεῖ. ὁ δὲ βασιλεὺς πλη-
σιέστερον καλέσας αὐτὸν, ἀσμένως ἠσπάζετο καὶ μετὰ
χαρᾶς ἤρξατο προςλαλεῖν. ὁ δὲ υἱὸς οὐκ ἐλάλει τῷ 
βασιλεῖ, ἀλλʼ ἵστατο σιωπῶν, ἀτενίζων μόνον εἰς
τὸν πατέρα. καὶ ὁ μὲν πατὴρ πάλιν ἠρώτα τὸν παῖδα·
ὁ δὲ παῖς πάλιν ἄφωνος ἵστατο. τότε ὁ βασιλεὺς,
ὑπὸ περιχαρίας ἐφʼ ὑψηλοῦ καθίσας τοῦ βήματος
καὶ πᾶσον τὴν σύγκλητον πρὸς ἀκρόασιν τῶν μαθη- 
μάτων τοῦ παιδὸς συγκαλέσας, ἐκπληττόμενος ἦν
καὶ θαυμάζων ἐπὶ τῇ τοῦ παιδὸς ἀφωνίᾳ καὶ σιωπῇ,
καί φησι πρὸς τοὺς μεγιστάνους αὐτοῦ· „κἂν ὑμεῖς
τὸν υἱόν μου λαλήσατε· αὐτὸς γὰρ, ὡς ἔοικε, φο-
βούμενος ἐμὲ σιωπᾷ.“ τῶν δὲ ἀρχόντων λόγους λα- 
λησάντων τῷ νέῳ γλυκεῖς καὶ τοῦτον πρὸς ἀπό-
κρισιν ἑλκόντων, ἐκεῖνος ὡς τὸ πρότερον σιωπῶν
ἦν. ὅθεν ὁ βασιλεὺς περιαλγὴς γενόμενος, στρα-
τιώτας κελεύει εἰς τὴν τοῦ διδασκάλου ἀναζήτησιν.
οἳ δὲ ἐπιμελῶς αὐτὸν ἀναζητήσαντες οὐχ εὗρον. πά- 
λιν οὖν ὁ βασιλεὺς λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· „τί
ἄρα ὑμῖν φαίνεται τὸ αἴτιον τῆς σιωπῆς ταύτης;
εἷς δὲ τούτων ἀπεκρίθη τῷ βασιλεῖ λέγων „δοκεῖ
μοι, ὦ βασιλεῦ, ὡς τῷ υἱῷ σου βότανόν τι δέδωκεν
ὁ διδάσκαλος, ὥστε διὰ τοῦ βοτάνου στερεώτερον 
 
 

 
διαβῆναι τὴν διδασκαλίαν ἐν αὐτῷ. καὶ στοχαζόμεθα
ὅτι ἀπὸ τοῦ βοτάνου ἐκείνου ἐδεσμεύθη· ἢ καὶ ἀπὸ
πολλῆς καὶ σκληρᾶς παιδεύσεως τοῦ διδασκάλου
τοῦτο ἐγένετο.“ ἐπὶ τούτοις οὖν τοῦ βασιλέως ἀθυ-
 μοῦντος καὶ λυπουμένου, μία τῶν αὐτοῦ γυναικῶν
οὕτω λυπούμενον τὸν βασιλέα ἰδοῦσα, φησὶ πρὸς
αὐτὸν· „ὦ βασιλεῦ, ἐπίτρεψον ἐμὲ καὶ τὸν υἱόν σου
κατὰ μόνας γενέσθαι, καὶ ἐμοὶ τὴν αἰτίαν τῆς σιω-
πῆς ἀναγγελεῖ, ὅτι καὶ πρὸ ταύτης τῆς αἰτίας συνή-
 θειαν εἶχεν ἀνακαλύπτειν ἐμοὶ πάντα ὅσα εἶχεν αὐ-
τός, ἅπερ οὐδὲ τῇ αὐτοῦ μητρὶ ἐδήλου.“ ἡ μέντοι
μήτηρ τοῦ παιδὸς καὶ αὐτὴ σφοδρότερον ἐτιτρώσκετο
 τὴν καρδίαν. λέγει οὖν ὁ βασιλεὺς τῇ παμπονήρῳ
τοῦ υἱοῦ μητρυιᾷ· „λάβε οὖν σὺ τὸν υἱόν μου πρὸς
 ἑαυτὴν καὶ ὡς δύνασαι κολακευτικῶς αὐτῷ προσομί-
λησον, ἵνα κἂν διὰ σοῦ, ὡς εἶπας, κινηθείη πρὸς
τὸ λαλῆσαι. καὶ τότε νοήσεις αὐτὴ σὺ τί τὸ τῆς
σιωπῆς ταύτης αἴτιον.“ ἡ δὲ γυνὴ τὸν παῖδα τῆς
χειρὸς λαβοῦσα, πρὸς τὴν ἑαυτῆς οἰκίαν ἀπήγαγε
 καὶ συνομιλεῖν αὐτῷ λόγους πραεῖς καὶ ἡμέρους
ἀπήρξατο. ὁ δὲ παῖς ὡς καὶ πρότερον ὁμοίως
ἐκράτει τὴν σιωπήν, μηδʼ ὅλως τοῖς γλυκέσι λόγοις
τῆς γυναικὸς ὑποχαυνούμενος καὶ ἀκούων. εἶτα λέ-
γει πάλιν πρὸς αὐτὸν ἡ γυνή· „ὦ φίδτατε, νῦν
 ἀληθῶς ἔγνων ὡς ὑπὸ αἰτίαν τινὰ ὑπάρχεις. ἵνα τί
 

 
λοιπὸν ἐπὶ τοσοῦτον καιρὸν σιωπᾶς; ὅμως, εἰ φό-
βον ἔχεις εἰς ἑαυτὸν μή τι τῶν ἀδοκήτων ἐπέλθοι
σοι, συμβουλεύω σοί τι πρᾶγμα ὠφέλιμον, καὶ οὐ
χωρισθήσομαί σου πρότερον, ἕως οὗ τὸ ἔργον ὃ
λέξω σοι ἐπʼ ὠφελείᾳ τῇ σῇ ἐκπληρώσεις. ὃ δέ σοι 
λέγω, τοῦτό ἐστι· γινώσκεις καλῶς ὅτι ὁ σὸς πατὴρ
ἤδη γέρων ἐστὶ καὶ ἀδύνατος, σὺ δὲ ἰσχύεις τῇ δυ-
νάμει καὶ αὐξάνεις τῇ νεότητι. ἐὰν φαίνηταί σοι οὖν 
καλὸν, ἐπιβουλήν τινα κατὰ τοῦ πατρός σου μελε-
τήσω, καὶ ἐκεῖνον μὲν εἰς φόνον ἐκδώσω, σὺ δὲ 
λαβὼν τὴν βασιλείαν, λήψῃ κἀμὲ εἰς γυναῖκα.“
ταῦτα τῆς πονηρᾶς γυναικὸς τῷ παιδὶ λαλησάσης,
σφόδρα ὁ παῖς ἐπὶ τούτοις ὠργίζετο, καὶ τοσοῦτον
καθʼ ἑαυτὸν τῷ θυμῷ ἐταράχθη, ὡς καὶ τῆς τοῦ
διδασκάλου αὐτῆς ἐντολῆς ἐπιλαθέσθαι καὶ πρὸ συμ- 
πληρώσεως τῶν ἑπτὰ ἡμερῶν λαλῆσαι. καί φησι
πρὸς αὐτὴν· „γίνωσκε, ὦ γύναι, ὡς τὸ νῦν λαλη-
θὲν παρὰ σοῦ οὐχ ἕξει ἀπόκρισιν παῤ ἐμοῦ ἕως
συμπληρώσεως ἑπτὰ ἡμερῶν.“ οὕτω τοῦ παιδὸς εἰ-
πόντος, ἡ γυνὴ περίφοβος γενομένη καὶ ἔντρομος, 
βουλὴν κακίστην καὶ ὀλεθρίαν κατὰ τοῦ νέου ἐσκέ-
ψατο· καὶ ἅμα διέρρηξε τὰ ἱμάτια αὐτῆς καὶ τὸ
πρόσωπον τύπτουσα, μεγάλως ἐβόησεν. ὁ δὲ βασι-
λεὺς ἀκούσας τῆς φωνῆς καὶ ταραχθείς, τὴν γυναῖκα
προσκαλεῖται καὶ λέγει· „τίς ἡ αἰτία τῆς τοσαύτης 
σου ἀτάκτου βοῆς;“ καὶ ἡ γυνὴ ἀπεκρίθη· „ἐγὼ, 
βασιλεῦ, μετὰ ἀγάπης πολλῆς κοπιῶσα καὶ προσομι-
λοῦσα τὸν σὸν υἱὸν, παρεκίνουν αὐτὸν τοῦ λαλῆ-
 
 

 
σαί σοι· οὗτος δὲ αἰφνιδίως ἐπιπεσών μοι, ἐνυ-
βρίσαι μου τῷ σώματι ἐπειρᾶτο, ὥστε τῇ πολλῇ βίᾳ
τὴν στολήν μου ἐσπάραξεν, ὡς ὁρᾷς, καὶ τὸ πρόσω
πον τοῖς ἰδίοις κατετραυμάτισεν ὄνυξι. καὶ ἐγὼ μὲν
 ἐνόμιζον ὡς ἄλλοις τισὶν ἐλαττώμασι νεωτερικοῖς ὁ
σὸς παῖς ἐκρατεῖτο· τοσαύτην δὲ ἀναίδειαν μυσαρὰν
ἔχειν αὐτὸν οὐδʼ ὅλως ἐστοχαζόμην.“ ὁ δὲ βασιλεὺς
τούτων τῶν λόγων ἀνελπίστως καὶ παρὰ πᾶσαν
προσδοκίαν ἀκούσας, καὶ καταπλαγεὶς ἐπὶ τῷ παρα-
 δόξῳ τῆς διηγήσεως, κακῶς κατὰ τοῦ υἱοῦ διετέθη
καὶ καθόλου αὐτὸν τῆς υἱότητος ἀπεξένωσεν. ἐπὶ
πολὺ δὲ τῇ καρδίᾳ νυττόμενος καὶ πικρῶς τῇ λύπῃ
βαλλόμενος, πολυτρόπους καὶ ξένους λογισμοὺς καθʼ
ἑαυτὸν ἀνεπόλει κατὰ τοῦ υἱοῦ· τέλος (δὲ) τῇ πολλῇ
 λύπῃ κατατρωθεὶς θάνατον κατὰ τοῦ παιδὸς ἀπε-
φήνατο.

Ὑπῆρχον οὖν τότε τῷ βασιλεῖ σύμβουλοι φιλό-
σοφοι ἑπτά, οὓς καὶ συνήθειαν εἶχεν ἐπὶ πᾶσι τοῖς
ὑπ᾿ αὐτοῦ γινομένοις συμβούλους καὶ συμπράκτο-
 ρας ἔχειν. τοιγαροῦν καὶ οὗτοι ἀκούσαντες τὴν ἐξε-
νεχθεῖσαν ἀπόφασιν βασιλικὴν κατὰ τοῦ υἱοῦ αὐ-
τοῦ χωρὶς τῆς αὐτῶν συμβουλῆς, συνελογίσαντο
καθʼ ἑαυτούς, καταλαβόντες ὡς τὸ πολὺ τῆς ὀργῆς
καὶ ὑπερβάλλον τῆς πράξεως ἡττηθεὶς ὁ βασιλεύς,
 
 
 

 
τὴν τῆς γυναικὸς κατηγορίαν πιστεύσας εἶναι ἀληθῆ,
τὸν υἱὸν ἀνεξετάστως ἀποθανεῖν ἐκέλευσε· διὸ οὐ
δεῖ γε ἡμᾶς σιωπῆσαι τὸ τοιοῦτον δρᾶμα οὐδὲ τὸν
βασιλέα ἐᾶσαι σφάξαι τὸν υἱὸν αὐτοῦ ἀνεξετάστως
καὶ ἁπλῶς. διὰ τοῦτο (γὰρ), ἐὰν μὴ σπουδάσωμεν 
ἐμποδίσαι αὐτόν, ὕστερον μεταμεληθεὶς ἡμᾶς αἰτιά-
σεται, καὶ εἰκότως, καὶ ὡς ἐχθροὺς ἀποστραφήσε-
ται, ὅτι οὐκ ἐκωλύσαμεν αὐτὸν ἀπὸ τοῦ τοιούτου
φόνου. ἄγε δή τινα πρᾶξιν ἁρμόζουσαν πρὸς τὸν
βασιλέα ἐπινοήσωμεν, ἵνα τὸν υἱὸν αὐτοῦ τῆς τοῦ 
ἀδίκου θανάτου καταδίκης ἐλευθερώσωμεν.“ εἶτα 
ἐβουλεύσαντο εἷς ἕκαστος αὐτῶν ἐφʼ ἑκάστης ἡμέ-
ρας μέχρι καὶ τῶν ἑπτὰ περὶ τοῦ υἱοῦ προσομιλεῖν
τῷ βασιλεῖ. καὶ δῆτα εἷς τῶν ἑπτά, ὁ καὶ πρῶτος
τῶν ἄλλων, φησίν· „ἐγὼ σήμερον τῷ βασιλεῖ παρα- 
στάς, τοῦ θανάτου ἐλευθερώσω τὸν υἱὸν αὐτοῦ.“
εὐθὺς οὖν ὁ ἀνὴρ ἀπέρχεται πρὸς τὸν βασιλέα καὶ
μέχρις ἐδάφους προσκυνήσας εἶπεν· „ὦ βασιλεῦ, οὐ
δίκαιόν ἐστι τοὺς βασιλέας πρὸ ἐξετάσεως τῆς ἀλη-
θείας ποιεῖν τι.“ ἤρξατο δὲ καὶ τοιοῦτόν τι διήγημα 
πρὸς τὸν βασιλέα λέγων· „ἦν τις βασιλεύς, ὃς ἐπὶ
τοσοῦτον ἠγάπα τὰς γυναῖκας, ὡς οὐδεὶς ἕτερος
τῶν πάντων ἀνθρώπων· δαιμονιώδης γὰρ ἦν εἰς
αὐτάς, ὥστε μὴ νομίζειν ἄλλο τι τῶν ἐν κόσμῳ ἠγα-
πημενώτερον ἢ γλυκύτερον. οὗτος τοίνυν ὁ βασι- 
 
 

 
λεὺς ἔτυχε μιᾷ τῶν ἡμερῶν παρακύψαι ἐκ τῶν τοῦ
παλατίου καγκέλλων, ἀφʼ ὧν ὁρᾷ γυναῖκα μίαν
σφόδρα ὡραίαν καὶ περικαλλῆ· καὶ ταύτης ἥλω τῷ
 κάλλει, καὶ πολὺς ἔρως κατεδαπάνα καὶ ἔθλιβε τὴν
 καρδίαν αὐτοῦ. ὅθεν καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἐκ-
πληρῶσαι βουλόμενος, τὸν αὐτῆς ἄνδρα καλέσας
ἐπί τινα βασιλικὴν ὑπηρεσίαν ἐκπέμπει. αὐτὸς δὲ
νυκτὸς πρὸς τὴν γυναῖκα παραγενόμενος, πρὸς
συνουσίαν ταύτην ἠρέθιζεν. ἡ δὲ γυνὴ φρονήσεως
 καὶ νοῦ ὀξυτάτου πλήρης τυγχάνουσα καὶ τῇ σω-
φροσύνῃ μᾶλλον σεμνυνομένη, „δούλη μὲν ἐγὼ τοῦ
κράτους σου“ ἔφη „ὦ βασιλεῦ, καὶ πρὸς τὸ σὸν
„πρόςταγμα ἐκπληρῶσαι ἑτοιμοτάτη· ἀλλʼ ἐν πρώ-
„τοις δέομαι μίαν κἀμοῦ τῆς δούλης σου γενέσθαι
 „παρὰ τοῦ κράτους σου αἴτησιν.“ καὶ τοῦτο εἰ-
ποῦσα, δείκνυσι τῷ βασιλεῖ βίβλον τινὰ τοῦ ἀνδρὸς
αὐτῆς, ἐν ᾗ περὶ σωφροσύνης ἐγέγραπτο καὶ τῆς τῶν
αἰσχρῶν καὶ ἀλόγων ὀρέξεων ἀποφυγῆς· καὶ ταύτην
ἀνοίξασα, „ἀνάγνωθι, δέομαι, βασιλεῦ,“ ἔφη „καὶ
 „ἐξ αὐτῆς κατανόησον πῶς δεῖ τοὺς κατὰ σὲ βασιλέας
„κρατεῖν τῶν ἡδονῶν· οὕτω γὰρ δικαίως ἂν βασι-
 „λεῖς εἶναι καὶ ὀνομάζεσθαι ἔχοιεν.“ ὁ δὲ βασιλεὺς
ἀφεὶς τὰ ἐν τῇ βίβλῳ, παίζειν ἀσχημόνως ἐπεχείρει
τῇ γυναικὶ καὶ ταύτης ἅπτεσθαι ἀτάκτως. οὐδὲν
 (δὲ) τῆς τοιαύτης ἀναισχυντίας ἀπέλαυεν· ἀλλὰ
 
 

 
πολλὰ καμὼν ἐκεῖσε καὶ κεκοπιακὼς ἀνεχώρησε, μη-
δὲν τῇ γυναικὶ διαπραξάμενος ἄτοπον. τὸ δὲ τού-
του βασιλικὸν δακτύλιον τῆς χειρὸς ὀλισθῆσαν ὅτε
τῇ γυναικὶ ἐρωτικῶς περιΐπτατο, μὴ εἰδυίας ὅλως
αὐτῆς ὑπὸ τὴν κλίνην ἐκείνης λαθὸν ἀποπέπτωκεν. 
ὅτε δὲ ὁ αὐτῆς ἀνὴρ ἦλθε, [καὶ] καθεσθεὶς ὡς ἔθος
ἐπὶ τῆς κλίνης, ὁρᾷ τὸν [βασιλικὸν] δακτύλιον ἐπὶ
τῇ κλίνῃ κείμενον, καὶ περιεργότερον τούτῳ τοὺς
ὀφθαλμούς βαλών, ἔγνω γε ἅμα τοῦτον ὄντα βασι-
λικόν. τοῖς λογισμοῖς οὖν ταραττόμενος ὁ ἀνὴρ καθʼ 
ἑαυτὸν ἔλεγεν ὡς „ὁ βασιλεὺς τῆς γυναικός μου
κατεξανέστη καὶ αὐτῇ συνεφθάρη.“ καὶ ἀπὸ τότε
φόβος εἰς αὐτὸν τοῦ βασιλέως εἰσῆλθε, καὶ οὐκ ἔτι
συγκοιμηθῆναι τῇ γυναικὶ ἐπεχείρησεν· ἀλλʼ οὐδέ
τινα λόγον περὶ τούτου τῇ γυναικὶ λελάληκεν. ἐπὶ 15 
πολὺ δὲ ὁ ἀνὴρ τῆς γυναικὸς μὴ ἁψάμενος, ἔγνω
δεῖν σιγῇ φέρειν τὸ πρᾶγμα· τῆς δὲ γυναικὸς πρὸς
τὸν ἴδιον πατέρα καὶ τοὺς ἀδελφοὺς ἐξειπούσης τὴν
τοῦ ἀνδρὸς ἀποστροφήν, ὁ πατὴρ καὶ οἱ αὐτάδελφοι
παρευθὺς πρὸς τὸν βασιλέα παραγενόμενοι, τοῦ 
γαμβροῦ αὐτῶν κατεβόων οὑτωσὶ λέγοντες· „ὦ βα-
„σιλεῦ, ἀγρὸν ἡμέτερον τῷ ἀνδρὶ τούτῳ ἐκδεδώ-
„καμεν· ὃν καὶ ἐπὶ πολύν ἐργασάμενος καιρόν, νυνὶ
„τοῦτον κατέλιπεν, ὥστε ὑπὸ τῆς αὐτοῦ ἀμελείας
 
 
 

 
„ἀποχερσωθῆναι πάλιν τὸν ἀγρὸν πεποίηκεν ὡς τὸ
„πρότερον. διὸ καὶ τοῦ σοῦ κράτους δεόμεθα, ἵνα
„ἢ τὸν ἀγρὸν ἐργάζηται ὡς τὸ πρότερον, ἢ ἀποκα-
„ταστῆσαι τοῦτον εἰς ἡμᾶς.“ ὁ δὲ βασιλεὺς τὴν ἔγ-
 κλησιν ταύτην ἀκηκοώς, „τί οὗτοι λέγουσι;“ πρὸς
τὸν ἄνδρα ἔφησε τῆς γυναικός. ὁ δὲ ἀνὴρ τῷ βασι-
λεῖ ἀπεκρίνατο· „ὅσα τῷ κράτει σου παῤ αὐτῶν
„ἀνηνέχθη, ἀληθῆ εἰσι· τὸν γὰρ ἀγρόν, ὅν μοι δε-
„δώκασιν, ὅση μοι δύναμις καλλιέργουν καὶ οὐδʼ
 „ὅλως παρημέλουν· ἀλλʼ ἐν μιᾷ τῶν ἡμερῶν ἐν αὐτῷ
„ἐργαζόμενος ἴχνη λέοντος ἐντυχεῖν με συμβέβηκεν,
„ἃ καὶ θεασάμενος οὐκ ἔτι τὸ ἀπʼ ἐκείνου πλησιά-
„σαι τετόλμηκα τῷ ἀγρῷ.“ ὁ δὲ βασιλεύς ἐκεῖνος
τῶν τοιούτων ῥημάτων ἀκούσας, τῷ ἀνδρὶ τῆς γυ-
 ναικὸς ἔφη· „ἀληθῶς λέγεις, ὦ ἄνθρωπε· ὁ γὰρ
„λέων ἐν τῷ ἀγρῷ πάντως εἰσελήλυθεν, ἀλλʼ οὐ
„κατά τι τὸν ἀγρὸν ἐλυμήνατο· ἀλλʼ οὐδὲ πάλιν
„ἐκεῖσε εἰσελθεῖν ἐπιχειρήσει· λοιπὸν ὡς τὸ πρότε-
„ρον τὸν ἐκδοθέντα σοι ἀγρὸν κράτει καὶ ἀφόβως
 „ἐργάζου.“

Ταύτην τὴν διήγησιν ὁ πρῶτος φιλόσοφος ἀνε-
νεγκὼν τῷ βασιλεῖ λέγει· „ταῦτα διηγησάμην, ὦ
βασιλεῦ, ἵνα γνῷς ἐξ αὐτῆς τῆς διηγήσεως, πῶς οὐ
πάντα δεῖ τὰ κατηγορούμενα κατά τινος ἢ ὑποπτευ-
 όμενα πιστεύειν ὡς ἀληθῆ, ἀλλʼ οὐδὲ τὰς διαβολὰς
εὐκόλως ἀκούειν καὶ ἀνεξετάστως δικάζειν καὶ ἀπο-
 

 
φύνασθαι. καὶ ἄλλην πρὸς τούτοις, ὦ βασιλεῦ, διή-
γησιν ἀκουσθεῖσάν μοι διηγήσομαι τῷ σῷ κράτει.
„ἀνήρ τις φυλῆς ἦν τῶν Ἀγαρηνῶν· οὗτος περιέρ- 
γως τὰ ἐν τῇ οἰκίᾳ τούτου καὶ ποικίλως ἀκριβολο-
γῶν, ὄρνεόν τε ὠνήσατο ἐνάρθρως φθεγγόμενον, 
ὅπερ ἡ κοινὴ συνήθεια ψιττακὸν οἶδε καλεῖν. καὶ τὸ
ὄρνεον ἐν κλωβῷ βαλών, ἐν τῷ οἰκήματι φέρων
ἐφύλαττε, καὶ παρήγγειλε τῷ ὀρνέῳ προσεκτικῶς
αὐτοῦ τὴν γυναῖκα ὁρᾶν· „καὶ εἴ τι δʼ ἂν ἀπόντος
μου τῆς οἰκίας ἡ γυνὴ διαπράξηται, παρατήρει τοῦ 
ἀπαγγεῖλαί μοι.“ οὕτως οὖν ὁ ἀνὴρ τῷ ψιττακῷ
παραγγείλας, ἐπί τινα ὁδοιπορίαν ἀπῆλθε. τότε τοί-
νυν τις ἄνθρωπος εἰσερχόμενος εἰς τὴν οἰκίαν, μοι-
χεύων ἦν τὴν γυναῖκα, συνειδυίας τοῦτο καὶ τῆς
δούλης. ὅτε δὲ ὁ ἀνὴρ ἧκεν ἐκ τοῦ ταξειδίου, ἠρώτα 
τὸν ψιττακόν, τι ἄρα τὴν γυναῖκα ποιοῦσαν ἐθεά-
σατο. ὁ δὲ ψιττακὸς πάντα τὰ τῇ γυναικὶ ἀκολάστως
πραχθέντα τῷ κυρίῳ ἐξεφώνησε. καὶ ὁ ἀνὴρ δεινῶς
τὴν καρδίαν δηχθείς, οὐκ ἔτι αὐτὴν συνεμίγνυτο.
καὶ ἡ γυνὴ τὴν ἑαυτῆς δούλην ὑπέλαβε τῷ ἀνδρὶ 
ἀναγγεῖλαι τὰ κατʼ αὐτήν, καὶ προσκαλεσαμένη αὐ-
 
 
 

 
 τήν, ὀργίλως καὶ πικρῶς ἔλεγεν „εἰ ἀληθῶς σὺ τῷ
„ἀνδρί μου τὰ πραχθέντα μοι πάντα ἀνήγγειλας;“
ἡ δὲ δούλη μεγάλως ὤμνυεν, ὡς οὐδʼ ὁπωσοῦν περὶ
αὐτῆς τῷ κυρίῳ λελάληκεν· „ἀλλʼ ὁ ψιττακός, ἴσθι,
 „κυρία, τὰ περὶ σοῦ ἅπαντα τῷ κυρίῳ ἐλάλησεν.“
ἡ δὲ γυνὴ ταύτης ἀκούσασα τὴν παρὰ τοῦ ὀρνέου
κατηγορίαν, ἐτεχνάσατο πῶς ψευδῆ τὸν ψιττακὸν
ἀποδείξαι τῷ ἀνδρὶ αὐτῆς. καὶ τῇ ἐπιούσῃ νυκτὶ
λαβοῦσα τὸν ψιττακὸν μετὰ τοῦ κλωβοῦ ἔνθα κοι-
 μωμένη ἐτύγχανε, χειρόμυλον πλησίον τοῦ ψίττα
κοῦ θεῖσα συνέστρεφεν, ἐξ οὗ κτύπος ἠκούετο ὡς
βροντή· ἔμπροσθεν δὲ τούτου καθρέπτην περιεκύ-
κλου τοῖς ὀφθαλμοῖς τοῦ ὀρνέου, ὡς δοκεῖν ἀστρα
πὰς ἀποπέμπειν· σὺν τούτοις καὶ σπόγγον βεβρεγμέ-
 νον ἄνωθεν τοῦ ψιττακοῦ κρεμάσασα, σταλαγμοὺς
ὕδατος ἐπάνω τούτου ῥέειν πεποίηκεν. ὁ δὲ ψιττα-
κὸς τούτων οὕτω γινομένων, τῇ γωνίᾳ τοῦ κλωβοῦ
ὑπεκρύπτετο, (καὶ) αὐτῷ τῷ ὀρνέῳ ἐδόκει διʼ ὅλης
τῆς νυκτὸς ἐκείνης βρέχειν, καὶ ἀστραπὰς καὶ βρον-
 

 
τὰς ἀπηχεῖσθαι καὶ ἀπαυγάζεσθαι. πρωΐας οὖν ὁ
ἀνὴρ τῆς γυναικὸς τῷ ψιττακῷ προσελθών, φησὶ 
πρὸς αὐτὸν· „τί δή ποτε τῇ νυκτὶ ταύτῃ ἑώρακας;“
ὁ δὲ ψιττακὸς ἀντέφησε· „τῆς νυκτὸς ἡ βροχὴ καὶ
„αἱ βρονταὶ καὶ ἀστραπαὶ οὐκ ἀφείκασί με τὸ καθʼ 
„ὅλου ἰδεῖν τί ἄρα ταύτῃ τῇ νυκτὶ ἐγεγόνει.“ ὁ δὲ
ἀνὴρ τούτους τοὺς λόγους τοῦ ὀρνέου ἀκούσας,
καθʼ ἑαυτὸν ἔλεγεν· „ὄντως οὐδέν ἐστιν ἀληθὲς ὅσα
„ἀνήγγειλέ μοι τὸ ὄρνεον, ἀλλὰ πάντα ὅσα μοι ἐλά-
„λησε ψευδῆ πεφύκασι καὶ ἀπατηλά, καθὼς ἔστι 
„φανερὸν ἐξ ὧν τὰ νῦν μοι ἀποφθέγγεται· οὐδὲν
„γὰρ τῇ νυκτὶ ταύτῃ συμβέβηκεν, οὔτε ὑετὸς κατη-
„νέχθη οὔτε βρονταὶ ἀπηχήθησαν οὔτε ἀστραπαὶ
„ἀπηύγασαν· ὅθεν“ φησί „καὶ ὅσα μοι περὶ τῆς συ-
„ζύγου ὁ ψιττακὸς εἴρηκε ψεῦδος ἦσαν ἀληθῶς καὶ 
„ἀπάτη.“ ταῦτα ἡ πονηρὰ ἐκείνη γυνὴ πονηρῶς
τεχνευσαμένη, ἤδη, βασιλεῦ, ἀκούεις πῶς τὸν ἄνδρα
ἠπάτησε καὶ τὴν ἐκείνου φρόνησιν ἐνίκησε τελείως
καὶ τὸ ὄρνεον ψευδὲς ἀπέδειξε. καὶ οὕτως αὐτῇ ὁ
ἀνὴρ διηλλάγη καὶ ὡς τὸ πρότερον ἐφίλει. γίνωσκε 
γάρ, ὦ βασιλεῦ, ὡς οὐδεὶς δεδύνηται κατά τι τῶν 
πονηρῶν γυναικῶν περιγενέσθαι τὸ σύνολον καὶ
ταύτας νικῆσαι.“

Τούτων ὁ βασιλεὺς Κῦρος παρὰ τοῦ ἑνὸς φιλο-
σόφου ἀκούσας, εὐθὺς ἀνεβάλλετο τὴν ἀπόφασιν,
μᾶλλον δὲ αὐτὴν ἀνατρέπει καὶ κελεύει μὴ ἀναιρεῖν
τὸν υἱὸν αὐτοῦ. ἡ μέντοι τοῦ βασιλέως πονηροτάτη
 παλλακὴ τῇ ἐπαύριον πάλιν πρὸς αὐτὸν παραγενο-
μένη καὶ παραστᾶσα τούτῳ σὺν δάκρυσιν ἡ κατά-
ρατος ἔλεγεν· „οὐ δίκαιόν ἐστιν, ὦ βασιλεῦ, τὸν
ἅπαξ γεγονότα κατάδικον καὶ τοῦ θανάτου ἔνοχον
μὴ εὐθὺς ἀπολέσαι· εἰ γὰρ μὴ τὸν τοιοῦτον ἀναι-
 ρεῖσθαι προστάττεις, οὐδεὶς ἔσται πεποιθὼς καὶ
θαρρῶν εἰς τὴν τοῦ κράτους σου δικαιοσύνην. ἦν
γάρ τις ἀνήρ, ὦ βασιλεῦ, πλύνων δέρματα· ὃς ἔν
τινι ποταμῷ πλύνων, εἶχε σὺν αὐτῷ τὸν υἱὸν αὐ-
τοῦ. ὁ δὲ τούτου υἱὸς ἐν τοῖς ὕδασι παίζων τοῦ
 ποταμοῦ καὶ κολυμβῶν, εὐθὺς τὸν παῖδα ὁ ποταμὸς
 κατέκλυζε καὶ ἀπέπνιγεν. εἰσελθὼν δὲ ὁ πατὴρ ὥστε
τὸν παῖδα τοῦ κινδύνου ἐλευθερῶσαι, σπουδὴν εἶχε
τὴν πρὸς αὐτόν· σφοδρῶς δὲ τῷ ῥεύματι φερόμενος
ὁ ποταμὸς ἀμφοτέρους κατακλύσας ἀπέπνιξεν. οὕτω
 καὶ σὺ, βασιλεῦ, ἀπολῇ, εἰ μὴ προαπολέσεις τὸν
υἱόν σου θανάτῳ. εἰ γὰρ ὑπερτίθεσαι τὴν ἐκείνου
ἀναίρεσιν, μικρὸν ὅσον κατεπαρθεὶς σοῦ πάντως ἐξ-
αναστήσεται, καὶ μετά γε τῆς βασιλείας καὶ τῆς ζωῆς
ἀποστερήσει.“

Τούτων ἀκούσας τῶν λόγων ὁ Κῦρος πάλιν τὸν
 
 

 
υἱὸν ἀποκτανθῆναι διακελεύεται. ὁ δὲ δεύτερος φι-
λόσοφος παραστὰς τῷ βασιλεῖ καὶ ἐπὶ τῆς γῆς συνή-
θως προσκυνήσας, ἔφη· „βασιλεῦ, εἰς τὸν αἰῶνα
ζῆθι. ἀκήκοα πάλιν σὲ κατὰ τοῦ σοῦ υἱοῦ θάνατον
ἀποφήνασθαι· διὸ καὶ δουλικῶς ἀναφέρω τῷ κρά- 
τει σου ὡς, εἰ καὶ ἑκατόν, εἰ δυνατόν, προϋπῆρχόν
σοι παῖδες, οὐκ ἔδει σε ἕνα τούτων θανάτῳ ὑποβα-
λεῖν, καὶ τὸ μεῖζον ἀναιτίως· πολλῷ μᾶλλον ἕνα
ἔχοντά σε παῖδα, πῶς σε χρὴ φιλοστόργως τῆς ζωῆς
αὐτοῦ περιέχεσθαι; σὺ δὲ τοὐναντίον ἅπαν, ὦ βα- 
σιλεῦ, κελεύεις ἀναιρεθῆναι αὐτόν· ὅπου γε μᾶλλον 
πρέπει ἐρευνῆσαι πρότερον εἰ ἀληθὴς ἄρα καὶ οὐ
ψευδὴς καὶ πανοῦργος ὑπάρχει ἡ κατʼ αὐτοῦ προ-
τεθεῖσα διαβολή. σκέψαι τοιγαροῦν, δέσποτα, μή
πως ἀδίκως τὸν υἱόν σου φονεύσεις, καὶ πικρῶς ἐς 
ὕστερον μεταμεληθείς, σεαυτὸν ἀνωφελῶς αἰτιάσῃ
καὶ μέμψῃ, καὶ πολλὰ ζητήσας τὸν υἱὸν μετὰ δα-
κρύων καὶ πόνου οὐχ εὑρήσεις, καὶ συμβήσεταί σοι
ὥσπερ τινὶ ἐμπόρῳ συμβεβηκέναι λέγεται τοῦτο.

Φασὶ γὰρ περὶ ἐκείνου, ὡς ἐάν τι ῥυπῶδες ἑώρα 
εἴς τι τῶν ἐσθιομένων ἢ εἴς τι τῶν πινομένων εἰδῶν,
οὐδʼ ὅλως αὐτοῦ μετελάμβανεν. ἐν μιᾷ γοῦν τῶν ἡμε-
ρῶν ἐπὶ πραγματείαν ἐξεπορεύετο καὶ εἴς τινα πόλιν
καταλαβών, ἐν αὐτῇ κατέλυσεν. εἶτα τὸν αὐτῷ ὑπηρε-
τοῦντα νεανίσκον ἐπὶ τὴν ἀγορὰν ἐκπέμπει τὰ πρὸς 
τροφὴν αὐτοῦ ἐξωνήσασθαι. ὃ δὲ ἐντυγχάνειτινὶ νεά-
 

 
νιδι ἐν χερσὶ φερούσῃ δύο καθαροὺς ἄρτους καὶ τού-
τους εἰς ἀγορὰν προκαλουμένῃ τῷ βουλομένῳ παντί.
τῇ γοῦν τῶν ἄρτων καθαρότητι καὶ τῷ τῆς θεωρίας
 κάλλει εὐφρανθεὶς ὁ ὑπηρέτης τοὺς ἄρτους ἠγό-
 ρασε καὶ τῷ κυρίῳ προσήνεγκεν. ὁ δὲ ἔμπορος τοὺς
ἄρτους φαγών, ηὐφράνθη πολλὰ τῇ αὐτῶν τροφῇ
καὶ λέγει τῷ νεανίσκῳ „καθʼ ἡμέραν ἀπὸ τούτων
„ἀγόραζέ μοι τῶν ἄρτων εἰς ἡμετέραν τροφήν.“ ο
δὲ ὑπηρέτης οὕτως ἐποίει καθὼς παρηγγέλθη, ἀγο-
 ράζων ἀπὸ τῆς γυναικὸς ἐκείνης καὶ κομίζων τῷ
κυρίῳ αὐτοῦ. μιᾷ δὲ τῶν ἡμερῶν ἀπελθών ὁ ὑπη-
ρέτης εἰς τὴν ἀγοράν, εὑρίσκει τὴν νεάνιδα μὴ ἔχου-
σαν τοὺς συνήθεις ἄρτους, (καὶ) ἐπαναστρέψας πρὸς
τὸν κύριον αὐτοῦ, λέγει αὐτῷ· „γνωστὸν ἔστω σοι,
 „κάριέ μου, ὡς ἐξ ἐκείνου τοῦ ἄρτου οὐκ ἠδυνήθην
„εὑρεῖν· μία γὰρ νεᾶνις ἐπώλει, καὶ νῦν οὐκ ἔχει
„πωλήσαι.“ ὁ δὲ ἔμπορός φησι τῷ ὑπηρέτῃ· „λάλη-
„σόν μοι τὸ λοιπὸν ἐκείνην τὴν νεάνιδα, ὅπως ἡμῖν
„εἴπῃ πῶς τὸν τοιοῦτον καλὸν ἄρτον οὕτως ἡδύτα-
 „τον κατεσκεύαζεν.“ ὅθεν καὶ ὁ ὑπηρέτης φέρει τὴν
κόρην πρὸς τὸν ἔμπορον· ὅτε καὶ λέγει πρὸς τὴν
κόρην ὁ ἄρχων· „λέγε, ὦ νεᾶνις, μετὰ ἀληθείας πῶς
 „τὸν ἄρτον, ὃν ἐπώλεις τῷ ἐμῷ ὑπηρέτῃ, οὕτως
 

 
„ἡδὺν κατεσκεύαζες· ἐπιθυμοῦμεν γὰρ καὶ ἡμεῖς
„ὅμοιον ἄρτον ποιῆσοι καθὼς σὺ ἐποίεις.“ ἡ δὲ γυνὴ
πρὸς αὐτὸν ἔλεγεν ὡς „ἐν τοῖς ὤμοις τῆς κυρίας
„μου τραῦμά τι ἀνεφάνη, καὶ περὶ τοῦ τραύματος
„ἐκείνης ὁ ἰατρὸς εἶπέ μοι· „καθαρώτατον ἄλευρον, 
„ὦ γύναι, φέρουσα καὶ τοῦτο βουτύρῳ καὶ μέλιτι
„φύρουσα καὶ μιγνύουσα, ἐπιτίθει τῷ τραύματι,
„μέχρις ἂν αὐτῷ [τῷ τραύματι] ἡ παντελὴς ὑγεία
„προσγένηται.“ ἡ δέ γε κυρία μου λοιπὸν κατὰ
„τὴν τοῦ ἰατροῦ ἐποίει διάταξιν. ὁσάκις δὲ τὸ ζυ- 
„μάριον τῆς πληγῆς ἀφῃρεῖτο, αὐτίκα ἔρριπτεν αὐτό,
„κἀγὼ ὕστερον τοῦτο ἐκ τῆς γῆς λαμβάνουσα εἰς
„ἄρτους μετεσκεύαζον· καὶ ὁ σὸς ὑπηρέτης τούτους
„εὑρίσκων ἠγόραζε. νῦν δὲ τοῦ τραύματος τῆς κυ-
„ρίας μου παντελῶς ὑγιάναντος, οὐκ ἔτι χρεία ἐστὶν 
„ἐκεῖνον τὸν ἄρτον κατασκευάζειν.“ τούτων ἀκού-
σας τῶν λόγων, ὁ ἔμπορος πικρότατα βδελυξάμενος,
ἀποθανεῖν παρεκάλει καὶ καθʼ ἑαυτὸν διαπορούμε-
νος τίνα θεραπείαν ἐπιθήσει τῷ πράγματι, ἔλεγε 
πρὸς ἑαυτόν· „τὸ μὲν στόμα καὶ τὰς χεῖρας εὐκόλως 
„ἀπονίψασθαι ἔχω, τὴν δὲ κοιλίαν ἔνδοθεν ἐκκαθᾶ-
„ραι οὐκ ἔχω.“ οὕτως οὖν, ὦ βασιλεῦ, πεφόβημαι
μή πως ὅμοιόν τι τῷ ἐμπόρῳ τὸ σὸν πάθῃ κράτος,
καὶ ζητήσεις τὸν υἱόν σου ὡς ἐκεῖνος τοὺς ἄρτους
καὶ οὐχ εὑρήσεις.“

Ταῦτα ὁ δεύτερος σύμβουλος τῷ βασιλεῖ γε εἰ-
 
 

 
πών, προσέθηκε τοῖς αὐτοῦ λόγοις καὶ τοῦτο, ὡς
„τῶν γυναικῶν τοὺς δόλους, ὦ βασιλεῦ, πολλοὺς
καὶ ποικίλους εἶναι ἀκήκοα, ἐξ ὧν ἕνα τρόπον κα-
κίας γυναικὸς παρατίθημι εἰς διήγησιν. γυνή τις
 ἦν, ἔχουσα φίλον κατʼ ἔρωτα, ὃς καὶ ὑπῆρχεν εἶς
τῶν τοῦ βασιλέως στρατιωτῶν. ἔτυχε γοῦν τὸ κατʼ
ἐκεῖνο καιροῦ τὸν στρατιώτην πέμψαι τὸν δοῦλον
αὐτοῦ πρὸς τὴν ἐρωμένην καὶ πυθέσθαι αὐτῇ [ἤτοι
ἐρωτῆσαι] εἰ καιρὸς ἁρμόδιός ἐστιν, ἀπόντος τοῦ
 ἀνδρὸς αὐτῆς, τὸν κύριον τούτου παραγενέσθαι. ὅτε
καὶ ἡ ἀσελγὴς γυνὴ ἐρασθεῖσα τοῦ δούλου εἰς μῖξιν
τοῦτον ἐλθεῖν κατηνάγκασε. τούτου οὖν γενομένο
καὶ τοῦ δούλου χρονίζοντος ἀπελθεῖν πρὸς τὸν κύ-
ριον αὐτοῦ καὶ ἀπαγγεῖλαι τί γέγονεν, ὁ κύριος
 παρεγένετο πρὸς ζήτησιν τοῦ δούλου. ἡ δὲ γυνὴ αἰ-
σθομένη τοῦτο, λέγει τῷ δούλῳ· „εἴσελθε σὺ εἰς τὸ
ἐσώτερον οἴκημα.“ καὶ τούτου γενομένου, ὁ κύριος
τοῦ δούλου ἐλθὼν πρὸς αὐτὴν συνεμίγνυτο. οὕτως
οὖν ἐκείνων συμφθειρομένων καὶ τοῦ δούλου ἔσω
 προσκαρτεροῦντος, ἐξαίφνης ὁ τῆς γυναικὸς ἀνὴρ
παρεγένετο. ἡ δὲ μοιχαλὶς φοβουμένη τὸν μοιχὸν
εἰσάξαι εἰς τὸ ἐνδότερον καὶ αὐτόν, μή πως θεάσαιτο
τὸν ἑαυτοῦ δοῦλον, ἀλλοτρόπως ἐνόησε τὰ καθʼ
ἑαυτὴν ἐξοικονομῆσαι, καὶ λέγει πρὸς τὸν μοιχόν·
 „γύμνωσόν σου τὴν σπάθην καὶ μετὰ θυμοῦ, „φέρων
 

 
„ἐν χερσὶ τὴν μάχαιραν γυμνήν, προσποιητῶς ὕβριζε
„κἀμὲ καὶ τοῦ οἰκήματος ἐξέρχου, τὸν δὲ ἄνδρα μου
„μηδέν τι ὅλως λαλήσῃς.“ καὶ ὁ μοιχὸς αὐτίκα τοῦτο 
ἐποίησε, καὶ ξιφηφόρος τῆς οἰκίας ἐξερχόμενος τὴν
γυναῖκα καθύβριζεν. ὁ δὲ κύριος τοῦ οἴκὸυ εἰσελ- 
θὼν ἔνθα καὶ ἡ γυνὴ διέτριβεν, ἐπηρώτα αὐτὴν λέ-
γων· ,,τίς ἡ τοῦ ξένου τούτου ἔλευσις πρὸς τὴν
„οἰκίαν ἡμῶν, ὦ γύναι, καὶ αἱ ὕβρεις πρὸς σὲ αἱ
„μετὰ ξίφους;“ ὅτε καὶ ἡ γυνὴ „τούτου τοῦ ξένου
„ὁ δοῦλος“ ἔφη ,,φεύγων κατέφυγεν εἰς τὴν οἰκίαν 
„ἡμῶν σύντρομος, φονευθῆναι δειλιῶν· καὶ παρʼ
„ἐμοῦ τοῦ δούλου κρυφθέντος, ὁ κύριος τούτου
„χειρὶ βιαίᾳ ἐπειρᾶτο τοῦτον λαβεῖν καὶ φονεῦσαι.
,,ἐμοῦ δὲ τοῦτον ἐμποδιζούσης ἐνδότερον εἰσελθεῖν,
„ἵστατο, ὡς οἶδας, μετὰ θράσους καθυβρίζων με, 
„ἀνῃρημένος τὴν σπάθην.“ ὁ δὲ ἀνὴρ λέγει· „ποῦ
„ἐστιν ὁ δοῦλος ;“ ἡ δὲ γυνὴ „ἔσω“ ἔφη „τοῦ ἐν-
„δοτέρου οἰκήματος.“ τοῦ δὲ οἰκοδεσπότου ἐξελ-
θόντος θεάσασθαι εἰ ὁ δεσπότης τοῦ δούλου ὑπανε-
χώρησε, καὶ ἄνω καὶ κάτω συστρέψας οὐκ εἶδεν 
αὐτόν· τότε στραφεὶς βλέπει τὸν δοῦλον καὶ λέγει 
αὐτῷ· „ἄπελθε τὸ λοιπὸν ἐν εἰρήνῃ· ὁ γὰρ κύριός
„σου μακρὰν ἀπὸ τῶν ὧδε ἐγένετο.· καὶ στραφεὶς
 
 

 
πρὸς τὴν γυναῖκα λέγει „μεγάλην εὐεργεσίαν ὑπο-
„λαμβάνω τῷ δούλῳ τούτῳ ποιῆσοι σε.“ καὶ ἰδού,
ὦ βασιλεῦ, ἀπεδείχθη τῷ κράτει σου ὡς οὐ πρέπει
καθόλου τοῖς τῶν γυναικῶν ἀπατηλοῖς λόγοις ἀκο-
 λουθεῖν.

Τούτων πάλιν ὁ βασιλεὺς παρὰ τοῦ δευτέρου
ἀκούσας (φιλοσόφου τῶν) λόγων, κελεύει τὸν υἱὸν
αὐτοῦ μὴ ἀναιρεθῆναι. ἡ δὲ πονηρὰ γυνὴ πάλιν
τὴν ἀναβολὴν μαθοῦσα τῆς ἀναιρέσεως, παρέστη
 αὖθις τῷ βασιλεῖ κατὰ τὴν τρίτην ἡμέραν καὶ λέγει
αὐτῷ· ,,ὦ βασιλεῦ, οἱ σοφώτατοί σου σύμβουλοι
μᾶλλόν εἰσι μωροὶ καὶ κακότροποι, καὶ πολλήν σοι
τὴν βλάβην ποιῆσαι δοκιμάζουσιν.“ καὶ ὁ βασιλεὺς
ἔφη πρὸς αὐτήν· „πῶς, ὦ γύναι;“ ἣ δὲ ἔφη· „ἦν
 γάρ τις, ὡς λέγεται, βασιλεύς, [ὅς] ἔχων υἱὸν κατὰ
πολὺ τὰ κυνηγέσια ὀρεγόμενον· καὶ μιᾷ τῶν ἡμερῶν
 ἔφη ὁ υἱὸς τὸν τοῦ πατρὸς αὐτοῦ σοφώτατον σύμ-
βουλον· „ζήτησον τὸν βασιλέα τὸν πατέρα μου, ἵνα
μοι ὁρίσῃ ἐξελθεῖν εἰς κυνήγιον.· ὁ δὲ σύμβουλος
 ζητεῖ τοῦτο παρὰ τοῦ βασιλέως· καὶ ὁ βασιλεὺς ἀπε-
κρίνατο· „ἐὰν καὶ σὺ μετὰ τοῦ υἱοῦ μου ἐξέλθῃς,
„γενέσθω τὸ αἴτημά σου.“ ἐξέρχεται οὖν μετὰ τοῦ
υἱοῦ τοῦ βασιλέως ὁ τοῦ πατρὸς σύμβουλος, καὶ
ἀμφότεροι ἐπορεύοντο. καὶ ὁρῶσί τινα ὄναγρον ἐν
 τῷ ὄρει, καὶ λέγει ὁ σύμβουλος τῷ παιδί· „ „κατα-
„δίωξον ὀπίσω τοῦ ὀνάγρου, καὶ σὺ μόνος αὐτὸν
 
 

 
„κυνήγησον.“ ὁ δὲ παῖς ἐδίωκε τὸν ὄναγρον. καὶ
οὕτως, δρομαίως διώκων, μόνος ἐγένετο τῶν συν
τρόφῶν, καὶ μὴ εἰδὼς τὴν ὀδὸν ἐν πορεύεται, μίαν
ὀδὸν εὑρών, ταύτην ἐβάδιζεν. εἶτα εὑρίσκει κατὰ
τὴν ὀδὸν γυναῖκα θρηνοῦσαν νεάνιδα καί φησι πρὸς 
αὐτήν· ,,ὦ γύναι, τί κλαίεις; πόθεν εἴ σύ;“ ἡ δὲ
νεᾶνις λέγει αὐτῷ· ,,βασιλέως εἰμὶ θυγάτηρ. καὶ
„ἐπὶ ἐλέφαντος ἐκαθήμην καὶ τούτου ἐξολισθήσασα
„ἔπεσον, μηδαμῶς ἐννοήσασα πῶς ἔπεσον. καὶ μό- 
„λις τοῦ πτώματος ἀνένευσα καὶ ἀναβλέψασα ἰδεῖν 
„τινα τῶν ἐμῶν οἰκετῶν, οὐδένα ἑώρακα. ἔκτοτε
πλανηθεῖσα, οὐκ οἶδα ποῦ καὶ πόθεν πορεύομαι,
καὶ ἔτρεχόν γε σφοδρῶς, ἕως οὐ τὰ νῦν ἠγανά-
„κτησα.“ ταῦτα τῆς κόρης εἰπούσης, ὁ τοῦ βασι-
λέως υἱὸς ἐλεήσας αὐτήν, ὄπισθεν τοῦ ἑαυτοῦ ἀνε- 
βίβασεν ἵππου. ἡ δὲ κόρη τούτοις τοῖς λόγοις αὐτὸν
ἀπατήσασα, παρεσκεύασε διαφθεῖραι αὐτὸν ἐπί τινι
ἀοίκῳ καταλύματι. καὶ λέγει τῷ νεανίσκῳ· „χρεία
μοι ἐστὶν ἐν τῷδε εἰσελθεῖν.· καὶ καταγαγόντος
αὐτὴν τοῦ ἵππου καὶ εἰσελθούσης ἐκείνης, ἀκούει ὁ 
παῖς θόρυβον ἐντὸς καὶ ἀλαλαγμόν. καὶ ἀπελθὼν
παρέκυψε τοῦ ἔδειν τίς ὁ θόρυβος· καὶ ὀρᾷ τὴν κό-
ρην ἐκείνην ὡς λάμιαν προσομιλοῦσαν ταῖς ἑτέραις
λαμίαις καὶ λέγουσαν· „ἰδοὺ ἢγαγον ὑμῖν νεανίσκον
„ἔφιππον.“ αἱ δὲ λάμιαι αὐτῇ ἔλεγον· „ἀπάγαγε 
„τοῦτον εἰς τὸ ἄλλο κατάλυμα.· καὶ τούτων οὕτω
 

 
λεγομένων, ὁ νέος στραφεὶς ἅμα ἐπὶ τὸν τόπον ἔνθα
 τὴν κόρην ἐκ τοῦ ἵππου κατήγαγεν, ὥρμησεν ἀπελ-
θεῖν. καὶ ἐκείνη ταχέως πρὸς αὐτὸν ἦλθε καὶ ἐπέβη
τοῦ ἵπου ὡς τὸ πρότερον. ὁ δὲ νέος σφόδρα ἐδε-
 δίει καὶ ἔτρεμε ταύτην. καὶ λέγει αὐτῷ ἐκείνη· „τι
„οὕτως, ὦ νεανία, τρέμεις καὶ δέδοικας ;“ ὁ δὲ τοῦ
βασιλέως υἱὸς πρὸς αὐτὴν ἀντέφησεν· „ἐνθυμηθείς
„τινος τῶν ὁμηλίκων καὶ ἐκεῖνον φοβούμενος ὑπο-
„τρέμω.“ δὲ πρὸς αὐτὸν· „διὰ τί σὺ μὴ δωρεαῖς
 „μκαὶ χαρίσμασι τὸν ἐκείνου θυμὸν καταπραΰνεις;
„λέγεις γὰρ εἶναί σε βασιλέως υἱὸν, καὶ πολλοῦ
„ρυσίου εὐπορεῖς.· καὶ ὁ νέος πάλιν φησίν· „ἀλλʼ
„oὐ διὰ χαρισμάτων ἐκεῖνος ἐμοὶ φιλίαν ποιεῖ.“
καὶ ἡ λάμια πρὸς αὐτόν· ,,παρακάλεσον τὸν πα-
 „τέρα σου, καὶ αὐτός σε τῆς κακίας ἐλευθερώσει.·“
καὶ ὁ νέος· ,,οὐδὲ ὁ πατήρ μου, νομίζω, δύναται·
„ὅμως καλῶς εἶπας καὶ πρεπόντως ἔφησας.· κᾳὶ
εὐθὺς εἰς οὐρανὸν ὁ νέος τοὺς ὀφθαλμοὺς ἀνατεί-
νας καὶ τὰς χεῖρας, ,,δέσποτα Χριστέ,“ παρεκάλει
 λέγων, „δός μοι τῷ δούλῳ σου κατισχύσοι τοῦ δαι
„μονίοῦ τούτου, καὶ τῶν αὐτοῦ με μηχανημάτων
„ἐξάρπασον.“ καὶ ταῦτα τούτου εὐξαμένου, ἐκείνη
ἑαυτὴν κάτω ῥίπτει ἐπὶ τοῦ ἐδάφους καὶ τῷ χοῒ
ἐνεκυλίετο, καὶ δοκιμάζουσα ἀναστῆναι οὐδʼ ὅλως
 ἴσχυεν. ὁ δὲ νέος ἅπαντα χαλινὸν χαλάσας, ἀκρα-
 
 

 
τῶς ἐκεῖθεν τὸν ἵππον ἤλαυνε, καὶ τὸ κάκιστον δαι-
μόνιον διαδρὰς μέχρι τῆς πατρῴας οἰκίας διασώζε-
ται, ἔτι σύντρομος τυγχάνων ἀπὸ τῆς λαμίας.—
Ἐκ ταύτης τῆς προτεθείσης σοι παρʼ ἐμοῦ διηγή-
σεως γνῶθι ἀκριβῶς οἷόν ἐστι τὸ τῶν συμβούλων 
ἀπατηλὸν καὶ ψευδὲς ἔργον. καὶ αὐτὸν σὲ φενακί-
ζοντες καὶ ἀπατῶντες λέγουσι ταῦτα τῷ κράτει σου.
ὅθεν κἀγὼ διὰ τὴν εἰς ἐμὲ γενομένην ἀτοπίαν παρὰ
τοῦ υἱοῦ σου γνωρίζω τῇ σκηπτουχίᾳ σου· οἱ σύμ-
βουλοι ψεύδονται, (καὶ τὸ ἑαυτῶν μόνον κέρδος 
σκοποῦσι) κἂν μεγάλως φυλάττειν τὸν (σὸν) υἱὸν
προσποιῶνται.

Τούτων πάλιν τῶν λόγων τῆς μαινάδος ἀκούσας
ὁ βασιλεὺς κελεύει πάλιν τὸν υἱὸν σφαγῆναι. κατʼ 
αὐτὴν οὖν τὴν ἡμέραν καὶ ὁ τρίτος σύμβουλος τῷ 
βασιλεῖ παραστάς, προσεκύνησε κατὰ τὸ ἔθος, αἰ-
τῶν τοῦτον τῷ παραδείγματι προσέχειν καὶ ἀκούειν
προσηνῶς. ὅτε καί φησιν· ,,ὦ βασιλεῦ, ζῆθι εἰς τὸν
αἰῶνα. ἕν σε αἰτῶ, προσέχειν τοῖς ἐμοῖς λόγοις καὶ
τούτων μὴ καταφρονεῖν ὡς ἐλαχίστων· οὕτω γὰρ 
 
 

 
ἐμάθομεν πολλάκις παρʼ ἀνθρώποις γίνεσθαι· οἱ
γὰρ ἄνθρωποι, ὅπερ οὐδαμινὸν τυγχάνει, πολλάκις
ἐπὶ μέγα αἴρουσι καὶ ὑψοῦσι καὶ ὡς ἐξαίσιον δια-
τρανοῦσιν. ἄκουσον οὖν διηγήσεως συμμαρτυρούσης
 τῷ λόγῳ μου.

,,Δύο χωρία ὑπῆρχον περιφανῆ, ἅτινα διὰ μό-
νου μελισσείου κηρίου ὑπ’ ἀλλήλων διώλοντο· τοῦ
δὲ βασιλέως ,,πῶς καὶ τίνι“ φήσαντος „τρόπῳ;“ ὁ
φιλόσοφος πρὸς αὐτόν· „ἦν τις ἀνὴρ κυνηγός, καὶ
 ἐγένετο αὐτὸν μελίσσειον ἐφευρεῖν μετὰ κοφίνου.
 ὅπερ λαβών ὁ ἀνὴρ ἔφερε τοῦ πωλῆσαι αὐτό. ἔτυχε
δὲ ἕνα τῶν αὐτοῦ κυνηγετικῶν κυνῶν συμπορεύ-
εσθαι αὐτῷ. μετὰ δὲ τὸ διακομισθῆναι παρὰ τοῦ
κυνηγοῦ τὸ μελίσσειον ἐκεῖνο βαράδιον, ἐνέτυχέν
 τινι τῶν ἐν τοῖς τροφίμοις κατὰ τὴν ἀγορὰν συνή-
θειαν ἐχόντων καθῆσθαι· καὶ ἐθὼν οὗτος ὀρεκτικὸς
ἐγένετο τοῦ ἀγοράσαι τὸ μελίσσειον σὺν κηρίῳ, καὶ
ἐντὸς τοῦ μέλιτος τὴν χεῖρα βαλών ἕνεκα θεωρίας
καὶ γεύσεως, τὶ ἐκπεσὸν ἐκ τῆς χειρὸς τοῦ κατέχον-
 

 
τος, εὐθὺς μέλισσά τις ἐλθοῦσα καὶ τοῦ μελισσείου
σταλάγματος ἐπικαθίσασα ἤσθιεν. ἦν δέ τις γυνὴ ἐκ
τοῦ (αὐτοῦ ) ἐκείνου χωρίου, οὗ ὁ ἀγοράζων τότε
κἀκεῖνος ἐτύγχανεν, ἐν τῇ ἀγορᾶ· ἥτις κρλῶς θεα-
σαμένη ἔδραμεν ἐπʼ αὐτὸ καὶ ἔλεγεν ἐγνωκέναι τὸ 
μέλι καὶ τὸ βαράδιον (ὡς) ἐκ τοῦ χωρίου αὐτῶν ἐστι.
καὶ δραμὼν ὁ κυνηγὸς ἐκεῖνος βίᾳ κατέσχε βουλο-
μένην ἁρπάσαι τὸ μέλι. καὶ πολλῆς φιλονεικίας γε-
νομένης, ὁ κυνηγετικὸς ἐκεῖνος κύων, ἰδών τὴν τοῦ
κυρίου αὐτοῦ μάχην, πρός τε τὴν γυναῖκα καὶ τὸν 10 
ἀγοραστὴν ἢρξατο ὑλακτεῖν. ὅθεν ὁ κυνηγὸς σπα-
σάμενος καὶ τὴν μάχαιραν, ἐβούλετο τὸν ἀγοραστὴν
ἀνελεῖν ὡς ἐκ τοῦ χωρίου αὐτῶν λέγοντα κλέψαι
αὐτό. καὶ γέγονε μεταξὺ τῶν δύο τούτων μάχη με-
γίστη, τοῦ μὲν λέγοντος κεκλοφέναι, τοῦ δὲ εὑρεῖν. 
[ἦσαν γὰρ καὶ οἱ δύο κάτοικοι τῶν δύο χωρίων
ἐκείνων τῶν περιφανῶν.] καὶ μεγάλως ἑκάτεροι
παρακινηθέντες, θυμοῦ ἐπλήσθησαν, ὡς ἐκ τούτου
καὶ τοὺς ὁμοχώρους παρακινηθῆναι, ὅτι ὁ μὲν θη-
ρευτὴς ἐκ τοῦ ἑνὸς ὑπῆρχε χωρίου, ὁ δὲ ἀγοράζων 
τὸ μέλι ἐκ τοῦ ἑτέρου. ἐπαναστάντες δὲ ἀλλήλοις,
 

 
μαχαίρας ἔργον ἐγένοντο. θέασαι γοῦν, ὦ βασιλεῦ,
ἐκ ποταπῆς ἀφορμῆς ἡλίκα δεινὰ ἐτελέσθησαν. καὶ
νῦν ἐπάκουσόν μου, παρακαλῶ, καὶ μὴ ἀπὸ ψιλῆς
καὶ ἀπατηλῆς συσκευῆς τὸν σὸν υἱὸν καὶ διάδοχον
 ἀνεξετάστως ἀποκτεῖναι θελήσῃς· ἀλλʼ ἐπίσχες ἕως
οὗ τὸ ἀληθὲς περὶ αὐτοῦ σοι βεβαιωθείη. ὅμως καὶ
ἄλλην διήγησιν ἀκουτισθεῖσάν μοι παρατίθημι.

„Ἀνὴρ γάρ τις τὴν ἑαυτοῦ σύζυγον ἐπὶ τὴν
ἀγορὰν ἔπεμψεν ἀγοράσαι ἑνὸς ἀργυρίου ὀρύζιον.
 ἣ δὲ ἀπῆλθεν ἔν τινι τῶν κατὰ τὴν ἀγορὰν ἐργα-
στηρίων καὶ δοῦσα τὸ ἀργύριον, ἐξωνεῖτο τὸ ὀρύ-
ζιον χωρὶς τοῦ καλουμένου σαχάρεως, μεθʼ οὗ
ἐσθίειν τοῦτο συνήθειαν ἔχομεν οἱ ἄνθρωποι. ὁ δὲ
πωλῶν τὸ ὀρύζιον ἔφη πρὸς τὴν γυναῖκα· „οὐδα-
 μῶς, ὦ γύναι, τὸ ὀρύζιον ἄνευ σαχάρεως ἐσθίεται·
τί σοι γοῦν ὄφελος ἀγοράσαι τοῦτο μόνον;“ ἡ δὲ
πρὸς αὐτὸν· „ἡμεῖ τοῦτο ἄρτυμα οὐκ ἔχομεν.“ ὃ
δὲ πρὸς αὐτὴν· „ἐὰν εἰς τὸ ἐνδότερον ἐργαστήριον
„συνεισέλθῃς μοι, καὶ ἐκ τῆς σαχάρεως δώσω σοι.“
 ἣ δὲ ἀντέφησε· „δός μοι πρῶτον, καὶ τότε συνεισε-
„λεύσομαί σοι· γινώσκω γὰρ καὶ ἐγὼ τὰς τῶν ἀν-
„δρῶν πανουργίας.“ ὃ δὲ σταθμήσας δέδωκεν αὐτῇ
 
 

 
ἐκ τῆς σαχάρεως. ἐκείνη δὲ τό τε σάχαρ καὶ τὸ ὀρύ-
ζιον ἐν τῷ μανδυλίῳ κατέδησε καὶ τὸ μανδύλιον
παρέθετο πρὸς τῷ παιδίῳ τῷ ὑπηρετοῦντι τὸ ἐργα-
στήριον, καὶ αὐτίκα συνεισῆλθε τῷ ἀνδρὶ ἐπὶ τὸ 
ἐνδότερον οἴκημα, τοῦ πληρῶσαι τὸ ποθούμενον τοῦ 
ἐργαστηριακοῦ. ὁ δὲ παῖς λύσας ἀπὸ τοῦ μανδυ-
λίου τὸ ὀρύζιον καὶ τὸ σάχαρ, χοῦν ἀντʼ αὐτῶν εἰσ
βαλὼν εἰς τὸ μανδύλιον ἐνέδησεν. ἡ δὲ γυνὴ θᾶτ-
τον ἐκεῖθεν ἐξελθοῦσα σύντρομος καὶ φοβουμένη
ὑπὸ τῆς ἐντροπῆς, ἄρασα τὸ μανδύλιον, εἰς τὴν 
ἑαυτῆς οἰκίαν ἀπήρχετο. (καὶ) εἰσελθοῦσα παρὰ τὸν
ἄνδρα, ἔγγιστα τούτου τὸ μανδύλιον ἔθηκε, καὶ
εἰσῆλθεν εἰς τὸ ἐνδότερον τοῦ οἰκήματος τοῦ ἀγα-
γεῖν χύτραν. ὁ δὲ ἀνὴρ αὐτῆς λύσας τὸ μανδύλιον,
ὁρᾷ χοῦν ἐντὸς καί φησι πρὸς αὐτήν· „ὦ γύναι, τί 
„ἔστι τοῦτο; χοῦν μοι ἐκόμισας μᾶλλον ἢ ὀρύζιον.“
γνοῦσα δὲ καθʼ ἑαυτὴν ἡ γυνὴ ὡς ὁ παῖς τοῦ μυ-
ρεψοῦ τοῦτο εἰργάσατο, σινίατρον [ἤτοι κόσκινον]
ἀντὶ τζουκαλίου ἐκόμισε καὶ λέγει τῷ ἀνδρί· „ἐν τῇ
„ἀγορᾷ, ὦ ἄνερ, πορευομένης μου, ἵππος μοι ἐλά- 
„κτισε, καὶ πέπτωκα καὶ τὸ ἀργύριον ἀπώλεσα· 
„διόπερ τὸν χοῦν τοῦτον ἐκλεξαμένη ἤγαγον, ὅπως
„αὐτὸν κοσκινίσω, εἰ ἴσως τὸ ἀργύριον εὕροιμι.“
 
 
 

 
ταῦτα αὐτῆς τῷ ἀνδρὶ λαλησάσης, ἐκεῖνος πεπί-
στευκε καὶ αὐτοχείρως τὸν χοῦν ἐκοσκίνιζεν, ὡς καὶ
τὸ γένειον κονιορτοῦσθαι. Ταῦτα τοῦ μιαροῦ γυ-
ναίου τὰ κατορθώματα· καὶ ἀπὸ τούτου γνῶθι, βα-
 σιλεῦ, ὡς τῶν γυναικείων μηχανημάτων καὶ τῶν
οἰκείων αὐτῶν βουλευμάτων οὐδεὶς περιγενέσθαι
δύναται, ἂν μὴ γνώσει καὶ ἀρετῇ ἐμπεφραγμένος
ὑπάρχῃ.“

Τούτοις τοῖς λόγοις μαλακισθεὶς ὁ βασιλεὺς τὴν
 ἀναίρεσιν τοῦ υἱοῦ αὐτοῦ διεκώλυσεν. ἡ δέ γε
πονηρὰ γυνὴ κατὰ τὴν τρίτην ἡμέραν παρέστη τῷ
βασιλεῖ μάχαιραν κατέχουσα τῇ χειρὶ καί φησι πρὸς
αὐτόν· „εἰ μὴ ἀπὸ τοῦ παιδός σου θᾶττόν με ἐκ-
δικήσεις, ὦ βασιλεῦ, ταύτῃ τῇ μαχαίρᾳ φονεύσω
 ἐμαυτήν· πέποιθα δὲ ἐπὶ τὸν θεόν, ὅτι κατὰ τῶνδε
τῶν ἐχθρῶν σου μᾶλλον ἢ συμβούλων σου, τῶν
 

 
φιλοσόφων, νίκην τοιάνδε δῴη μοι, ὁποίαν δὴ καί
τινι βασιλέως υἱῷ κατὰ τοῦ φιλοσόφου καὶ συμβού-
λου λέγεται τοῦ πατρὸς αὐτοῦ γεγενῆσθαι.“ ὁ δὲ 
βασιλεὺς λέγει τῇ γυναικί· „καὶ τίς ἦν ἐκείνου τοῦ
σοφοῦ συμβούλου (ἡ) ὑπόθεσις;“ ἣ δὲ φησίν· „ἦν 
τις βασιλεὺς ἔχων υἱόν, καὶ ἐμνηστεύετο αὐτῷ θυ-
γατέρα βασιλέως ἑτέρου, ἧς ὁ πατὴρ ἐμήνυσε τῷ
τοῦ γαμβροῦ πατρὶ εἰπών· „πέμψον πρός με τὸν
„ἐμὸν γαμβρόν, ὡς ἂν ἐνταῦθα ἐκτελέσω τοὺς γά-
„μους· καὶ μετὰ ταῦτα, ὅτε θελήσει ὁ υἱός σου, 
„μετὰ τῆς ὁμοζύγου αὐτοῦ αὐτόθι ἐπανήξει.“ ὁ δὲ
πατὴρ τοῦ γαμβροῦ ἅμα τὸν υἱὸν κελεύει πρὸς τὸν
πενθερὸν ἀπιέναι. εἶχε δέ τινα σοφώτατον σύμβου-
λον ὁ βασιλεὺς ἐκεῖνος, (ὃν) καὶ μετὰ τοῦ υἱοῦ αὐ-
τοῦ ἀπελθεῖν ἐκέλευσε. καὶ δὴ ἀμφοτέρων τῆς ὁδοῦ 
ἐχομένων, ὁ ἀκολουθῶν αὐτοῖς ὄχλος ἦν ἔμπροσθεν
πορευόμενος. καὶ ὁδοιποροῦντες δίψῃ μεγίστῃ ἐκρα-
τήθησαν ὁ φιλόσοφος ἅμα τῷ γαμβρῷ· καὶ δὴ ὧδε
κἀκεῖσε διερχόμενοι ἐντυγχάνουσί τινι πηγῇ, ἥτις
εἶχε τοιαύτην φύσιν, ὅτι ὁποῖος ἀνὴρ ἐξ αὐτῆς ἔπιεν, 
εἰς γυναικείαν εὐθὺς ὄψιν μετεμορφοῦτο. ὁ μέντοι
σοφώτατος ἐκεῖνος τοῦ βασιλέως σύμβουλος ἐγίνωσκε 
πρὸ τούτου τῆς πηγῆς ἐκείνης τὴν συνήθειαν, καὶ
οὐδὲν περὶ τούτου τῷ νέῳ βασιλεῖ διεσάφησε· τοὐ-
ναντίον δὲ λέγει αὐτῷ· „καρτέρησον παρὰ τῇδε τῇ 
 

 
„πηγῇ, ἄχρις ἐγὼ μόνος μακρότερον προελθὼν γνώ-
„σομαι εἴπερ ἄρα τὴν ὀρθὴν ὁδὸν πορευόμεθα.“ καὶ
καταλιπὼν ἐκεῖσε τὸν τοῦ βασιλέως υἱόν, πρὸς τὸν
αὐτοῦ πατέρα ὑπέστρεψε, καί τινα ἀγγελίαν πλασά-
 μενος λυπηρὰν ἀπήγγειλε τῷ πατρὶ λέγων· „βασι-
„λεῦ, οἴμοι· ὁ υἱός σου ὑπὸ λέοντος κατεβρώθη.“
ὁ μέντοι παῖς παρὰ τῇ πηγῇ καρτερῶν ὑπὴρχε τὸν
σύμβουλον· τῇ δὲ δίψῃ καταφλεχθεὶς αὐτίκα ἐξ
ἐκείνης τῆς πηγῆς ἔπιε, καὶ ἅμα τῷ πιεῖν εἰς γυναι-
 κείαν ὄψιν μετεποιήθη, καὶ διηπορεῖτο τί ἄρα ποιή-
σειε. κηπωρὸς δέ τις ἀνὴρ ἐκεῖσε παραγενόμενος,
ἐπηρώτησε τὸν παῖδα λέγων· „πόθεν εἶ σὺ καὶ τί-
„νος υἱὸς τυγχάνεις; καὶ τίς ἐνταῦθά σε ἤγαγεν;“
ὁ δὲ παῖς ἀπεκρίνατο· „ἐγὼ βασιλέως τοῦ δεῖνος
 „τυγχάνω υἱὸς καὶ ἀπερχόμην καθʼ ὁρισμὸν τοῦ
„πατρός μου πρὸς βασιλέα ἕτερον τὸν δεῖνα χάριν
„τοῦ τελέσαι μου τοὺς γάμους, καὶ ἔμπροσθεν
„πορευόμενος, τοῦ ἀκολουθοῦντός μοι ὄχλου μα-
„κρὰν γεγονώς, ἀπεπλανήθην καὶ δίψῃ μεγάλῃ
 „συνεχόμενος, τῇ πηγῇ τῇδε προσπελάσας, ἔπιον
„ἀπʼ αὐτῆς, καὶ ἅμα εἰς γυναικείαν ὄψιν μετεβλή-
„θην.“ ὁ δὲ ἀνὴρ ἐκεῖνος τῶν ῥημάτων τοῦ νέου
ἀκούσας, κατοίκτειρε τοῦτον τῆς συμφορᾶς καὶ λέ-
γει αὐτῷ· „ἐγὼ ἀντὶ σοῦ εἰς γύναιον μεταμορφω-
 „θήσομαι καὶ ἐπὶ μῆνας τέσσαρας τῇ γυναικείᾳ
„μορφῇ ἐγκαρτερήσω, ἄχρις ἂν σὺ τοὺς σοὺς γάμους
 

 
„ἐκτελέσῃς. πλὴν ὄμοσόν μοι ὡς μετὰ τὴν τελείω-
„σιν τῶν τεσσάρων μηνῶν πάλιν ἐλεύσῃ πρός με.“
ὁ δὲ τοῦ βασιλέως υἱὸς ὤμοσε τῷ κηπωρῷ ἐκείνῳ
ὡς ἐκ παντρόπου πρὸς αὐτὸν ἐλεύσεται. ὁ δὲ κη-
πωρὸς παραχρῆμα εἰς γυναῖκα μετεβλήθη, καὶ ὑπί- 
δειξεν αὐτῷ καὶ τὴν πρὸς τὸν πενθερὸν αὐτοῦ ὁδὸν
τὴν εὐθεῖαν. μετὰ δὲ ταῦτα τῶν τεσσάρων μηνῶν
περαιωθέντων, ἐμνήσθη ὁ τοῦ βασιλέως υἱὸς τῶν 
μεθʼ ὅρκου αὐτοῦ ὑποσχέσεων ὧν ὑπέσχετο τῷ κη-
πωρῷ, καὶ πρὸς αὐτὸν εὐθὺς παραγίνεται τὴν γυ- 
ναικείαν ἔτι μορφὴν περικείμενον· εὑρίσκει δὲ αὐτὸν
καὶ κατὰ τὴν φύσιν τῶν γυναικῶν ἐν γαστρὶ ἔχοντα.
καὶ τῆς γαστρὸς αὐτοῦ ἐξογκουμένης οὔσης, φησὶ
πρὸς αὐτὸν ὁ τοῦ βασιλέως υἱὸς ἐξ εὐλόγου προ-
φάσεως· „πῶς ἄρα γε νῦν ἀντὶ σοῦ εἰς γυναῖκα 
„μεταβληθῶ; καὶ γὰρ ὅτε με πλησίον τῆς πηγῆς ἐν
„γυναικείᾳ μορφῇ εὕρηκας, παρθένος ἐγὼ τὸ σῶμα
„ἐτύγχανον, καὶ σὺ γοῦν ἄρτι ἐν γαστρὶ ἔχεις·
„πῶς ἐγὼ ἐγγαστρωμένος γενήσομαι;“ οὕτως οὖν
διαλεχθεὶς ὁ τοῦ βασιλέως υἱὸς νενίκηκεν ἅμα τὸν 
κηπωρὸν τῇ τοῦ λόγου πιθανότητι, καὶ πρὸς τὸν
ἴδιον πατέρα καὶ βασιλέα μετὰ χαρᾶς ὑπέστρεψε.
καὶ τῷ πατρὶ διηγήσατο ὅσα παρὰ τοῦ κακοῦ συμ-
βούλου τοῦ σοφωτάτου ἐκείνου ἐν τῇ ὁδῷ πέπον-
θεν. ὁ δὲ βασιλεὺς ἐκεῖνος μεγάλως ὀργισθεὶς ἐπὶ 
τῇ συμβουλῇ καὶ πονηρίᾳ τοῦ κακοῦ συμβούλου
ἐκείνου, ἀναιρεθῆναι προσέταξε τὸν φιλόσοφον. Οὕ-
τως οὖν κἀγώ, βασιλεῦ, ἐπὶ τῇ θείᾳ θαρρῶ κρίσει, 
 
 

 
ὅτι δῴη μοι ἐκδικηθῆναι ἀπὸ τούτων τῶν ἀναισχύν-
των καὶ σοφῶν σου τῇ κακίᾳ συμβούλων. εἰ δʼ οὖν,
ὡς προεῖπόν σοι, ἐμαυτὴν διαχειρίσομαι, καὶ ἔσται
ἡ τοῦ ἁμαρτήματός μου αἰτία ἐπὶ σέ, ὅτι με ἀπὸ τοῦ
 υἱοῦ σου οὐκ ἐκδικησας ὡς ἔδει κατὰ τὸ δίκαιον καὶ
ἀληθές, ὅστις κατʼ ἐμοῦ ἐχώρησεν εἰς τοσοῦτον μω-
ρίας καὶ ἀναισχυντίας καὶ παρανομίας.“

Τότε ὁ βασιλεὺς τοῖς τῆς γυναικὸς λόγοις ὑπα-
χθείς, κελεύει τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι. μετὰ
 δὲ τὴν ἀπόφασιν πάλιν, κατὰ τὴν τετάρτην ἡμέραν
ὁ τῶν φιλοσόφων αὐτοῦ καὶ συμβούλων τέταρτος
ἔρχεται. καὶ συνήθως αὐτὸν προσκυνήσας, „ζῆθι,
βασιλεῦ,“ εἶπεν „εἰς τὸν αἰῶνα. γνωρίζω τῷ κρά-
τει σου, ὡς οὐ χρή τινα τῶν κατὰ σὲ βασιλέων κατὰ
 συναρπαγήν τι τὸ σύνολον διαπράξασθαι, ἕως οὗ
καθαρῶς ἐρευνήσῃς καὶ τὴν ἀλήθειαν στήσῃς, καὶ
ὅπερ ἀκούσῃς ἀκριβῶς ἐξετάσῃς, ὅπως μὴ συμβήωε-
 ται ὡς ἔν τινι τῶν βασιλέων λέγεται προγενέσθαι.“
ὁ δὲ βασιλεὺς ἔφη· „καὶ πῶς γε, σαφήνισόν με.“ (ὃ
 δὲ ἐφη·) ἦν γάρ τις υἱὸς βασιλέως· καὶ ἐγένετο ἐν
μιᾷ ἡμέρᾳ τοῦτον ἀπελθεῖν εἰς τὸ λουτρὸν τοῦ
ἀπολοῦσαι τὸ ἑαυτοῦ σῶμα. ἦν δὲ αὐτὸς παχὺς ἅμα
 
 

 
καὶ εὐμεγέθης, ὡς ἐκ τοῦ πάχους μὴ καθορᾶσθαι
τὰ τούτου αἰδοῖα. τοῦτον θεασάμενος ὁ λουτράρης
ὡς κακοῦ ὄντος τοῦ πάθους ἔκλαιεν. ὁ δὲ τοῦ βα-
σιλέως υἱὸς πρὸς αὐτὸν εἶπεν· „ἵνα τί οὕτως δα-
κρύεις ἐλεεινῶς“ ὃ δὲ ἀντέφησεν ὅτι „κλαίω, διότι 
„ὁρῶ σε, βασιλέως ὄντα σε υἱόν, σὺ δὲ υἱὸν οὐ
„δυνήσῃ κτήσασθαι. ὁρῶ γάρ σε μὴ ἔχοντα τὰ τῶν
„ἀνδρῶν αἰδοῖα· καὶ πῶς δυνήσῃ γυναικὶ συγγε-
„νέσθαι;“ ὁ δὲ νέος τὰ ῥήματα τοῦ λουτραρίου
εὐφροσύνως δεξάμενος, δέδωκεν αὐτῷ χρυσίον, λέ- 
ξας πρὸς αὐτόν· „θέλω γινώσκειν σε ὡς ὁ βασιλεὺς
„ὁ πατήρ μου γυναῖκά μοι ἀγαγέσθαι βούλεται· καὶ
„τοῦτο ὅπερ μοι εἶπας καὶ ἐγὼ γινώσκων, ἀπορῶ
„τὰ μέγιστα, πῶς ἔσται μοι ἐκείνῃ τῇ γυναικὶ κατὰ 
„τὴν τάξιν τῶν ἀνδρῶν συναφθῆναι. ἀλλὰ νῦν λάβε 
„τουτονὶ τὸν χρυσὸν καὶ ἀπελθὺν φέρε μοί τινα
„γυναῖκα περικαλλῆ, ὡς ἂν ἐπʼ αὐτῇ δοκιμάσω
„ἐμαυτόν.“ ὁ δὲ λουτράριος τὸν χρυσὸν λαβών,
ἔλεγεν ἐν ἑαυτῷ· „ἐνέγκω ἐνθάδε τῷ νέῳ βασιλεῖ
„τὴν ἐμὴν γυναῖκα, ἐπεί, ὡς ὁρῶ, οὐκ ἔχει μόριον 
„πρὸς συνουσίαν.“ καὶ ταῦτα συλλογισάμενος,
ἀπελθὼν ὁ μάταιος ἤνεγκεν αὐτῷ τὴν ἑαυτοῦ σύ-
ζυγον. ὁ δὲ τοῦ βασιλέως υἱὸς εἰσήγαγε τὴν γυ-
ναῖκα ἔνθα ἡ στρωμνὴ ἐν τῷ λοετρῷ ἡτοίμασται,
καὶ ὅλην τὴν νύκτα ὡς συνήθεια τοῖς ἀνδράσι τῇ 
γυναικὶ συνεμίγνυτο. εἶτα περὶ τὴν αὐγὴν παρα-
κύψας ὁ λουτράριος ἀπό τινος ὀπῆς, ὁρᾷ τοῦτον
 
 

 
γαυριῶντα μεγάλως καὶ ὥσπερ ἵππον μετὰ χρεμε-
τισμοῦ τῇ γυναικὶ μιγνύμενον· καὶ πικρῶς ὁ βαλα-
νεὺς ἀνοιμώξας ὠδύρετο λέγων· „οἴμοι, τίς γένω-
„μαι; τί πέπονθα ὁ τάλας; τί εἴπω τῇ γυναικί μου,
 „ἢ αὐτὴ τί εἴπῃ πρός με; ἆρα θελήσει ἐμοὶ συνοι-
„κεῖν ἣ τὸν νέον ἀγαπήσασα, ἐμὲ καταλείφει;“ οὕ-
 τως οὖν τοῦ ἀνδρὸς τῇ ἀθυμίᾳ τρυχομένου, ὡς ὁ
νέος ἐπαύσατο, ὁρᾷ τὴν γυναῖκα ἐκεῖθεν ἐξερχομέ-
νην καί φησι πρὸς αὐτὴν ὁ ματαιόφρων ἀνήρ·
 „ἄπιθι τὸ λοιπόν, γύναι, πρὸς τὴν οἰκίαν ἡμῶν.“
ἣ δὲ πρὸς αὐτὸν ἀντέφησε· „πῶς ἄρα προθύμως
„ἐπὶ τὴν οἰκίαν πορεύσομαι, οὕτως παρὰ σοῦ ὑβρι-
„σθεῖσα ὁλόκληρον νύκτα, ὅς με τὴν σὴν γυναῖκα
„οὐκ ἐνετράπης τῷ τοῦ βασιλέως υἱῷ συγκοιτάσαι;“
 τούτοις τοῖς λόγοις ὁ ἀνὴρ τρωθείς, τῇ λύπῃ καὶ
τῇ πολλῇ ἀθυμίᾳ λιποψυχήσας τὴν ζωὴν κατέστρεψε.
Διὸ καὶ σύ, βασιλεῦ, μακροθύμησον καὶ μὴ σπεύ-
σῃς οὕτως ἀνερευνήτως ἀπολέσαι σου τὸν υἱόν, μή
πως καὶ σὺ κατʼ ἐκεῖνον τὸν μὴ ἐξετάσαντα βαλα-
 νέα πικρότατα μεταμεληθεὶς τὸ ζῆν ἐκμετρήσῃς. πῶς
γὰρ ἕνα σε παῖδα καὶ μόνον κεκτημένον οὕτω συν-
αρπάζεσθαι πρέπον εἰς τὴν ἐκείνου ἀναίρεσιν; καὶ
ταῦτα μὴ γινώσκοντά σε καθαρῶς εἴτε ἀληθὲς εἴτε
ψευδὲς τὸ κατʼ ἐκείνου λαλούμενον. καὶ δὴ πρὸς
 τούτοις ἕτερόν τί σε βούλομαι διηγήσασθαι.

Γυνή τις ἀνδρὶ ωομίμῳ συζῶσα, ἄνδρα τὸν ἑαυτῆς 
εἴς τινα ὁδοιπορίαν βουλόμενον ἀπελθεῖν καὶ τῆς αὐ-
τοῦ ἐξιέναι οἰκίας, συνθήκας καὶ ὑποσχέσεις τοῦτον
ἐξήτησεν, ὁμοίως δὲ καὶ αὐτὸς αὐτήν. καὶ ἄμφω
συνετάξαντο πρὸς ἀλλήλους ὡς τὴν κοίτην αὐτῶν 
ἀμίαντον διαφυλάξουσι καὶ σωφρονοῦντες ἔσονται
ἄχρι τὴς τοῦ ἀνδρὸς ἐπαναστροφῆς. εἶτα καὶ ἀριθμὸν
ἡμερῶν δέδωκεν ὁ ἀνὴρ τῇ γυναικί, ὅτι „μετὰ τὰς
„ἡμέρας ταύτας εἰς τὴν οἰκίαν ἐπανελεύσομαι.“ διὸ
καὶ τῆς διωρίας τῶν ἡμερῶν τελεσθείσης, ἡ γυνὴ 
τῇ ὀδῷ ἐπλησίαζε. (καὶ) ὁρῶσα εἴπερ ὁ ἀνὴρ αὐτῆς
καθορᾶται ἐρχόμενος, οὐχ ἑώρα· ὅτε καὶ νέος τις
αὐτὴν θεασάμενος, ἥλω τῷ ταύτης ἔρωτι καὶ ἤρξατο
περὶ τούτου αὐτῇ διαλέγεσθαι. ἣ δὲ οὐδαμὴ οὐδα-
μῶς τούς περὶ ἔρωτος λόγους ἐδέχετο. ὁ δὲ νεα- 
νίας τῷ τῆς γυναικὸς ἔρωτι μάλα δηχθείς, πρός
τινα γραῦν ἀπῄει πλησίον τῆς ἐρωμένης οἰκοῦσαν
καὶ λέγει τῇ γραΐδι ὡς „ἐξαίφνης ἰδών τὴν σὴν γει-
„τόνισσαν, ἠράσθην αὐτὴν καὶ πρὸς ὁμιλίαν ἐβια- 
„σάμην· ἡ δὲ οὐδαμῶς εἰς τὸ παντελὲς ὑπακούει 
μου, ἀλλὰ καὶ βαρέως τοὺς ἐμούς δέχεται λόγους.
„εἰ οὖν σύ, ὦ μὴτερ, ταύτην καταπείσεις τοῖς ἐμοῖς
„εἶξαι λόγοις, ὃ ἂν αἰτήσῃς με δώσω σοι.“ ἡ δὲ
 

 
γραῦς τῶν λόγων ἀκούσασα, λέγει τῷ νέῳ ὡς „ἐγὼ
„τὴν κόρην εἰς θέλημα σὸν καταστήσω.“ καὶ τοῦτο
εἰποῦσα, εὐθύς ἐγείρεται, καὶ τεχνικῶς τὰ τοῦ
πράγματος κατορθοῖ· ἄλευρον γὰρ ἀγαγοῦσα καὶ
 τοῦτο μεθʼ ὕδατος ὡς ζύμην σμίξασα, πεπέρεως
ὕστερον πολλοῦ γεμίζει τὸ ζυμάριιον καὶ οὕτως αὐτὸ
εἰς ψωμὸν κατασκευάζει. εἶτα ἑψήσασα καὶ τὸν ἄρ-
τον λαβοῦσα, ἔτι δὲ καὶ ἣν εἶχε σκύλαν μεθʼ ἑαυ-
τῆς, πρὸς τὴν κόρην πορεύεται. ἦν δὲ ἡ κύων
 ὄπισθεν τῆς γραὸς ἀκολουθοῦσα. ὅτε δὲ τῷ οἰκή-
ματι τῆς ἐρωμένης ἐπλησίασε, ῥίπτει τῷ κυναρίῳ ἐκ
τοῦ ἄρτου ἐκείνου· ἡ δὲ κύων φαγοῦσα τούς ὀφθαλ-
μούς αὐτῆς δακρύων ἐγεμίσθη ἐκ τοῦ πεπέρεως, καὶ
 σφοδρῶς δακρύουσα ἠκολούθει τῇ γραΐδι. ταύτης
 εἰσελθούσης πρὸς τὴν ἐρωμένην, ὁρᾷ αὕτη ἡ γυνὴ
τὴν κύνα κλαίουσαν καὶ δάκρυα ἐκ τῶν ὀφθαλμῶν
ἀφιεῖσαν· λέγει τῇ γραΐδι· „τίς ἡ αἰτία τῶν δακρύων
τῆς κυνός;“ ἡ δὲ γραῦς τῇ ἐρωτομωραιοπλοκοσυν-
θέτῳ καὶ ποθαγαπημενοπλουμισμισμένῃ κόρῃ ἀπεκρί-
 
 
 

 
νατο μετὰ δακρύων· „αὕτη ἡ χύων, ἣν ὁρᾷς, γλαυκο-
„φθαλμοφρυδοβαπτόχειλε, θυγάτηρ μου, φεῦ, ἐτύγ-
„χάνέ ποτε, καί τις νεανίας ἀγαπήσας αὐτὴν πρὸς
„συνουσίαν ἠνάγκασεν· αὕτη δὲ οὐδʼ ὅλως ἐκείνῳ
„ἤκουσε. καὶ ὁ νέος ὑπὸ τῆς πολλῆς ἀθυμίας κατη- 
„ράσατο ταύτην ἐκ πολυπόνου καρδίας, καὶ εὐθύς
„εἰς κύνα, οἴμοι, μετεβλήθη. καὶ ὁσάκις βουληθῶ
„ἐξελθεῖν τῆς οἰκίας, οὕτω πικρῶς κλαίουσα ὀπίσω
μου ἀκολουθεῖ.“ ταῦτα τῆς μαστροποῦ μετὰ δα-
κρύων εἰπούσης, ἡ κόρη καταπλαγεῖσα ἐφʼ οἷς 
ἥκουσε καὶ ἑώρακε, φόβῳ συλληφθεῖσα τὴν καρδίαν
εἶχε πηδῶσαν καὶ πρὸς τὴν γραῦν ἔλεγε· „φόβος
„μοι πολύς προσεγένετο ἀπὸ τῆς σῆς διηγήσεως·
„νεανίας γάρ τις ἰδών με παρακύψασαν ἐκ τοῦ πα- 
„ραθυρίου, ἐκρατήθη τῷ ἐμῷ ἔρωτι, καὶ πρὸς 
„συνουσίαν ἀναγκασθεῖσα οὐκ ἤκουσα· διὸ φοβοῦ-
μαι μή ποτε πάθω, καθὼς πέπονθεν ἡ θυγάτηρ
„σου, ἀπὸ κατάρας ἐκείνου. καὶ τὸ λοιπὸν ἀνα-
„στᾶσα πορεύου καὶ εἑροῦσα τοῦτον ὡς ἐμὲ ὁδή-
„γησον, καὶ ἐγώ σε φιλοτίμως ἀμείψομαι. ἡ δὲ 
γραῦς ἀπεκρίνατο· „ἐγὼ κατὰ τὸ σὸν θέλημα τοῦ-
„τον εὑροῦσα πρὸς σὲ φέρω. σὺ δʼ ἀναστᾶσα κατα-
„μκόσμησον τὴν οἰκίαν σου καὶ τὸ πρόσωπόν σου ἅμα
 

 
„τῷ σώματι μύροις νίψον.“ καὶ ἡ κόρη ἀναστᾶσα
ἐν τῇ ἑαυτῆς στρωμνῇ κοσμίως διετέθη, καὶ δεῖ-
πνον πολυτελῆ προητοίμασεν. ἡ δέ γε μαστροπὸς
τὸν νέον ἐκεῖνον ζητήσασα οὐχ εὗρεν· ἕτερον δὲ νέον
 ἀντʼ ἐκείνου εὑροῦσα, „ἀκολούθει μοι“ ἔφη· τού-
του δὲ ἐρωτήσαντος ,,ποῦ ἀπάγεις με;“ ἡ γραῦς
ἔφη· „φέρω σε, ὦ νεανία, εἰς οἶκον κοσμιώτατον
,,πάνυ, ἐν ᾧ καὶ ὡραιοτάτη καὶ περικαλλής (τις)
„κάθηται, δρόσον ἀποστάζουσα τῇ ὀσηῇ, καὶ κατὰ
 „ἀλήθειαν σοι ἁρμοδία πρὸς συνουσίαν.“ ὁ δὲ ἀνὴρ
τοῖς λόγοις τῆς γραὸς καταθελχθείς· „πορεύου ἔμ-
,,προσθέν μου.“ κἀκείνης ἔμπροσθεν (πορευομένης)
καὶ τούτου ὄπισθεν, εἰσῆλθον εἰς τὴν οἰκίαν. ὁ δὲ
ἀνὴρ τὸν ἑαυτοῦ οἶκον ἑωρακώς, συνεταράχθη τῇ
 λύπῃ καὶ καθʼ ἑαυτὸν ἔλεγεν ὡς „ἔοικε κατὰ ἀλή-
„θειαν ὅτι τοιαῦτα διέπραττεν ἡ σύζυγός μου, ἀφʼ
„οὐ ἐγώ τῶν ὧδε ἐξῆλθον.“ εἰσαγαγοῦσα δὲ αὐτὸν
ἡ προαγωγὸς ἐπὶ τῆς συνήθους κλίνης καθεσθῆναι
πεποίηκεν. θεασαμένη δὲ ἡ γυνὴ ὅτι ὁ ἀνὴρ αὐτῆς
 ἐστιν, εὐτέχνῳ τινὶ πανουργίᾳ ἐνήργησε, καὶ εὐθύς
ἀναστᾶσα, χεῖρας ἐπέβαλε τῷ ἀνδρὶ καὶ τῆς αὐτοῦ
γενειάδος ἀναιδῶς ἁψαμένη, πλήττει αὐτοῦ τὴν ὄψιν,
καὶ σύν δάκρυσιν ἐβόησε λέγουσα· ,,ὦ ἀκόλαστε καὶ
„διεφθαρμένε, αὗται ἡμῶν αἱ πρὸς ἀλλήλους συν-
 
 
 

 
„θῆκαι τυγχάνουσιν; οὗτοι οἱ μεθ᾿ ὅρκου δεσμοί;
,,οὑ σωφρονεῖν ἐπηγγείλω μοι μέχρι τοῦ ἐπαναστρέ-
„ψαι σε εἰς τὸν οἶκον; ἵνα τί λοιπὸν εἰς οὐδὲν ταῦτα 
„θέμενος, εἰς θέλημα καὶ λόγους ἦλθες τῆς γραὸς
„ταύτης;“ ὁ δὲ ἀνὴρ ἐκπλαγεὶς σφόδρα ἐπὶ τῇ τοῦ 
γυναίου τοσαύτῃ διανοίᾳ καὶ αἰφνιδίῳ ἀναισχυντίᾳ,
καὶ τί ἦν τὸ ζήτημα ὃ σήμερον συνέβη σοι,“ ἔφη
„γύναι; “ αὕτη ἀπεκρίνατο· „ἐγὼ σήμερον ἠκηκόειν
„καταλαβεῖν σε τὰς θύρας τοῦ κάστρου, καὶ δοκι-
μὴν βουληθεῖσα ποιήσασθαι τῆς πρὸς ἐμέ σου ἀγὰ- 
„πης καὶ ὑποσχέσεως, τὴν οἰκίαν σκοπίσασα καὶ
„ἐμαυτὴν κοσμήσασα, προσποιητῶς ταύτην τὴν
„γραῦν πρὸς σὲ ἔπεμψα, ἵνα διʼ αὐτῆς δοκιμάσω
,,[σου] τὴν τῆς γνώμης σου βούλησιν καὶ ἐάνπερ
„σωφροσύνην ἐτήρησας· καὶ ἰδού ἐν γνώσει κακὰ 
„ἔχοντα εἶδόν σε καὶ τῶν ἐνόρκων συνθηκῶν κατα-
„ψρονητήν. λοιπὸν οὐκ ἔτι ἔσομαι μετὰ σοῦ εἰς γυ-
„ναῖκα· ἀλλʼ οὐδέποτε φιλίαν ἢ ἀγάπην ἔξω πρὸς
„σὲ καθαράν.“ ὁ δὲ ἀνὴρ ὁ μάταιος ἔφη πρὸς αὐ-
τήν· „ὡ γύναι, ἐγὼ μᾶλλον κατὰ σοῦ ὑποψίαν εἶ- 
„χον καὶ τὰ ἐναντία ὑπενόουν, καὶ ὡς εἶδόν σε
,,οὕτως κεκαλλωπισμένην καὶ πρὸς μῖξιν ἕτοιμον,
,,τοιαῦτα ἐνόμισα καὶ μετὰ ἑτέρων ἀνδρῶν ἐνεργεῖν 
„σε. ἐπεὶ δέ, ὡς λέγεις, χάριν δοκιμῆς ἐπʼ ἐμὲ ταῦτα
,ἐποίησας, φανεράν σοι πποιήσω καὶ τὴν ἐμὴν γνώ- 
 

 
„μην. ἐγὼ τούτου χάριν ἠκολούθησα τῇ γραΐδι, τοῦ
„ἰδεῖν εἰ πρὸς τὴν ἐμὴν προσκαλεῖται οἰκίαν· εἰ γὰρ
„εἰς ἅλλην τινὰ οἰκίαν ἢ γυναῖκα ἔλεγέ μοι ἀπιέναι,
,,οὑκ ἂν ὑπέμενον κἂν ἀκοῇ τὸν λόγον ἀκοῦσαι.“
 ἡ δὲ γυνὴ σχηματοποιήσασα ὡς μὴ τοῖς λεγομένοις
δῆθεν πιστεύουσα, καὶ ἰσχυροτέρως τῇ λύπῃ κατα-
φερομένη, ἤρξατο τύπτειν τὸ πρόσωπον καὶ τὰ ἱμά-
τια σχίζειν καὶ βοᾶν ὡς ,,οὐκ ἔτι τοῖς ὅρκοις πι-
„στεύσω, ἐπεὶ μηδεμία ἐστὶν ἐν αὐτοῖς ἀλήθεια.“
 ταῦτα πρὸς τὸν ἅνδρα ποιήσασα, ἀρκετὸν καιρὸν
προσποιητῶς τοῦτον ἐμνησικάκει μὴ λαλήσασα αὐ-
τόν, καὶ οὐ πρότερον ἀγάπην τούτῳ πεποίηκεν ἄχρις
οὐ ἐκεῖνος πολλὴν ἔξοδον καλλωπισμοῦ ἐκ χρυσοῦ
 ταύτῃ ἐχαρίσατο, ἅμα δὲ καὶ ἱμάτια. Καὶ νῦν, ὦ
 βασιλεῦ, ἀπὸ ταύτης γνῶθι τῆς διηγήσεως, ὡς οὐ-
δὲν τῶν ἀνθρώπων πρὸς τὰς τῶν γυναικῶν μηχα-
νουργίας δύναται μαχέσασθαι.

Οὕτω παρὰ τοῦ τετάρτου συμβούλου ὁ βασιλεὺς
ἀκροασάμενος, κελεύει τὸν υἱὸν αὐτοῦ μὴ ἀποκταν-
 θὴναι. ἡ δὲ μαινὰς ἐκείνη τοῦ βασιλέως παλλακὴ
νοήσασα τὴν τοῦ βασιλέως ἀναβολήν, ἣν περὶ τὸν
ἄδικον φόνον τοῦ υἱοῦ αὐτοῦ ἀναβάλλεται, κατὰ
 
 
 

 
τὴν τετάρτην ἡμέραν παρέστη τῷ βασιλεῖ κρατοῦσα
ἐν ταῖν χεροῖν δεσμόν τινα βοτανῶν καὶ λέγει αὐτῷ·
„ἰδού, βασιλεῦ, φάρμακον δηλητήριον ἐπιφέρομαι,
καί σοι τὸν ζῶντα θεὸν ἐπόμνυμι ὡς (εἰ) μὴ ἀπὸ τοῦ
σοῦ παιδὸς ἐκδικήσεις με καὶ ξίφει αὐτὸν ἀναλώ- 
σεις ὅτι ἐνύβρισεν ἀναισχύντως σώφρονι οὔσῃ κἀκ
σωφρόνων γονέων, ἐξ αὐτοῦ τοῦ βλαπτικοῦ καὶ θα-
νατηφόρου φαρμάκου πίομαι καὶ βιαίως τῆς ψυχῆς
ἀποχωρισθήσομαι· καὶ ἔσται σοι θεόθεν τῆς ἀπω-
λείας μου ἕνεκα ἀσυγχώρητος ἡ κατάκρισις. πόθεν 
δὲ οὗτοι οἱ σοφοί σου σύμβουλοι ὠφελῆσαί σε δυ- 
νήσονται; ἀλλὰ μᾶλλον νομίζω, συμβήσεταί σοι ὑπ᾿
αὐτῶν ὥσπερ καί τινι τῶν χοίρων ἐγένετο. Συνή-
θως γὰρ εἶχεν ἐκεῖνος ὁ χοῖρος ἐπί τινα συκῆν
δένδρον] πορεύεσθαι καὶ τὰ ἀποπίπτοντα ἐκ τοῦ 
δένδρου σῦκα ἐσθίειν. καὶ μιᾷ τῶν ἡμερῶν κατὰ τὸ
εἰθισμένον πορευθεὶς πρὸς τὴν συκῆν, ὁρᾷ τινα
πίθηκα [κατὰ] τῆς συκῆς ἐπαναβάντα καὶ τὰ σῦκα
ἐσθίοντα. ὁ δέ γε πίθηξ τὸν χοῖρον θεασάμενος,
ῥίπτει αὐτὸν κάτω ἓν σῦκον, ὅπερ φαγών ὁ χοῖρος, 
γλυκύτερον τῶν ἄλλων τῶν κάτω πιπτόντων σύκων
κατεφάνη. καὶ πάλιν ἄλλο σῦκον ἐκ τοῦ πίθηκος
 
 

 
καταλαβεῖν ἤλπιζεν. ὡς δ᾿ ὁ πίθηξ ἄλλο σῦκον οὐκ
ἔρριψεν, ἵστατο κάτωθεν ὁ χοῖρος ἐκτεταμένον ἔχων
ἄνω τὸν τράχηλον καὶ βλέπων ἀδιαλείπτως τὸν πί-
θηκα. ἐπὶ πολύ δὲ τοῦ χοίρου ἄνω τούς ὀφθαλμούς
 ἔχοντος, αἱ τοῦ τραχήλου αὐτοῦ φλέβες ἀπεψύγη-
σαν· καὶ παρευθύς ὁ χοῖρος τῆς ζωῆς ἀπερράγη.“

Τούτων ὁ Κῦρος παρὰ τῆς γυναικὸς ἀκούσας
καὶ φοβηθεὶς μή πως ἑαυτὴν τῷ βλαβερῷ ἐκείνῳ
κτείνῃ φαρμάκῳ, καὶ αὐτὸς αἰτία φανήσεται τοῦ
 θανάτου αὐτῆς, κελεύει πάλιν τὸν υἱὸν ἀναιρεθῆ-
ναι. Τότε ὁ πέμπτος σύμβουλος καὶ φιλόσοφος κατὰ
τὴν πέμπτην ἡμέραν εἴσεισι πρὸς τὸν βασιλέα, καὶ
συνήθως αὐτὸν προσκυνήσας, φησί· „ζώοις εἰς τὸν
αἰῶνα, βασιλεῦ. ἀκριβῶς γινώσκω σε, βασιλεῦ, ὡς
 ἄκρος τῇ γνώσει καὶ τῇ σοφίᾳ καὶ τῇ παιδεύσει γε-
γένησαι· ἵνα τί τοίνυν ὁ οὕτω συνέσεως ἔχων ἀσυλ-
λόγιστον ἀποφαίνῃ τὴν καταδίκην, εἰ μὴ πρότερον
συζητεῖς καὶ ἐρευνᾷς τὴν ἀλήθειαν; ὅθεν καὶ ἄκου-
σόν μου τῆς διηγήσεως.

Ἦν γάρ τις στρατιώτης ἀνήρ, ὅστις τῷ βασιλεῖ
καὶ τοῖς ὑπ᾿ αὐτὸν ἄρχουσιν ᾠκείωτο καὶ ἠγαπᾶτο
 
 
 

 
(τῆς) γενναιότητος καὶ ἀνδρείας. ὁ δὲ τοιοῦτος
στρατιώτης σκύλον ἀνέθρεφε μικρόθεν, καὶ ὅσα ἐνε-
τείλατο τῷ σκυλακίῳ, ἐποίει, ὡς λόγον ἔχον· ὅθεν
καὶ μετὰ πολλῆς ἀγάπης ἔτρεφεν ὁ στρατιώτης τὸν 
κύνα. ἐν μιᾷ γοῦν τῶν ἡμερῶν ἡ τοῦ ἀνδρὸς σύζυ- 
γος πρὸς τοὺς ἑαυτῆς ἀπῆλθε γονεῖς καὶ τὸ αὐτῆς
νηπιάζον παιδίον ἀφῆκε τῷ πατρὶ αὐτοῦ, παραγγεί-
λασα αὐτῷ πολλὰ περὶ τοῦ παιδίου, ὥστε βλέπειν
καὶ προσέχειν αὐτό. εἶπε γὰρ τῷ ἀνδρὶ ὅτι „οὐκ
„ἀργήσω, ἀλλὰ συντόμως ἐλεύσομαι,“ καὶ οὕτως 
εἰποῦσα, τὸ παιδίον ἐκοίμησε καὶ ἀπῆλθε. τοῦ δὲ
ἀνδρὸς (ἐν) τῇ οἰκίᾳ καθημένου καὶ τοῦ παιδίου
κοιμωμένου, ἐξαίφνης τις τῶν τοῦ βασιλέως εἰσῆλθε
στρατιωτῶν· καὶ τὴν θύραν κρούσαντος, ἐξελθὼν ὁ
ἀνήρ, ἰδὼν τὸν παρὰ τοῦ βασιλέως πεμφθέντα, λέ- 
γει αὐτῷ· „τί σὺ θέλεις;“ ὃ δὲ λέγει· „ὁ βασιλεὺς
καλεῖ σε.“ καὶ ὁ στρατιώτης ἅμα τῷ λόγῳ τὰ στρα-
τιωτικὰ ἐνεδύσατο ἄρματα καὶ τὴν σπάθην ἀράμε-
νος, προσκαλεῖται τὸν σκύλον καὶ παραγγέλλει αὐτῷ
φυλάσσειν τὸν οἶκον καὶ τὸ παιδίον, μηδένα ἐάσας 
εἰσελθεῖν εἰς τὸν οἶκον. ὁ μὲν οὖν στρατιώτης τὸν
κύνα παραγγείλας, ἀπῆλθε πρὸς τὸ παλάτιον· τοῦ
δὲ σκύλου τῷ παιδὶ παρακαθημένου καὶ τοῦ παιδὸς 
 
 

 
κοιμωμένου, ὁρᾷ ὁ κύων ὄφιν τινὰ παμμεγέθη ἐρ-
χόμενον κατὰ τοῦ παιδὸς καὶ αὐτοῦ ἐκροξῆσαι τὸ
αἷμα σπουδάζοντα. καὶ παρευθύς ὁ κύων ἐγερθεὶς
πόλεμον πρὸς τὸν ὄφιν ἐποίησε καὶ καταδακὼν αὐ-
 τόν, νεκρὸν αὐτὸν ἀπειργάσατο. κατʼ αὐτὴν δὲ τὴν
ὥραν ἦλθε καὶ ὁ στρατιώτης, καὶ ὁ κύων μετὰ χαρᾶς
τούτῳ ἀπήντησεν. ἰδών δὲ ὁ στρατιώτης τὸ στόμα
τοῦ σκύλου ᾑμαγμένον, ἔδοξεν αὐτῷ ὡς ὁ κύων τὸ
παιδίον ἔφαγε, καὶ κρούσας αὐτὸν τῷ ξίφει ἀπέκτει-
 νεν. εἶτα ἐντὸς τοῦ οἴκου γενόμενος, ὁρᾷ τὸν παῖδα
κοιμώμενον ἀβλαβῆ, θεωρεῖ δὲ καὶ τὸν ὄφιν σκοτω-
μένον καὶ πρὸς τῇ κεφαλῇ τοῦ παιδίου κείμενον
καὶ ἅμα ἔγνω ὡς ὁ κύων τὸν ὄφιν ἐφόνευσε, καὶ
πικρῶς ὡλοφύρετο ὅτι χωρὶς ἀφορμῆς τὸ τοιοῦτον
 ἀπέκτεινε κυνάριον. οὐδὲν δὲ ὁ κύων ἐκ τῆς τοῦ
αὐθεντὸς αὐτοῦ μεταμελείας ὠξεληθῆναι ἠδυνήθη,
οὐδὲ ὁ στρατιώτης ἠδυνήθη ἀπὸ τῆς λύπης καὶ τῆς
μεταμελείας ἐγεῖραι τὸν κύνα. Διὸ καὶ σύ, βασι-
 λεῦ, μὴ οὕτως ἀσκέπτως τὸν υἱὸν σου φονεύσῃς,
 μή πως καὶ τῷ σῷ κράτει μετάμελος γενήσεται ὕστε-
ρον ὡς τῷ στρατιώτῃ. καὶ ἴσως ἐκεῖνος περί τινος
 
 

 
ζώου καὶ ταῦτα κυν[ος ὄντος φιλοδεσπότου· σὺ δὲ
περὶ υἱοῦ τίνα ἕξεις ἀπολογίαν, ἀδίκως καὶ ἐξ ἀκοῆς
μόνης τοιαῦτα ἐπιχειρήσας; ὅμως μέντοι γε, ὦ βα-
σιλεῦ, καὶ ἄλλης διηγήσεως ἐπισχών ἄκουσον, παρα-
καλῶ.

Ἀνήρ τις ἦν τῇ γνώμῃ σαθρός, ἀκόλαστος τῇ
φύσει καὶ πορνοκόπος· ὃς ὁπόταν περί τινος ὡραίας
γυναικὸς τι ἤκουε, πᾶν πρᾶγμα δευτέρου λόγου
ἐποιεῖτο, καὶ ἐν πρώτοις ὅσον ἠδύνετο ἐσπούδαζεν
ἕως οὐ αὐτὴν ἐκ παντὸς τρόπου συμμιγῇ. τούτῳ 
γοῦν τοιούτῳ τὴν φύσιν ὄντι περί τινος ἤκουσται
γυναικὸς λίαν ὡραιοτάτης, τις καὶ ἔν τινι χώρᾳ
τὴν οἴκησιν ἐποιεῖτο· ἐν ᾦ χωρίῳ ἀπέστειλεν ὁ ἐρα-
στὴς ἐκεῖνος, καὶ παρακαλῶν καὶ βιαζόμενος πρὸς
συνάφειαν. ἡ δὲ γυνὴ σωφρονεστάτη οὖσα, οὐ 
προσεδέξατο τὴν τοῦ ἀνδρὸς παράκλησιν ἢ ἀπειλήν.
ὁ δέ γε θηλυμανὴς ἐκεῖνος ἀνὴρ μὴ οὕτως ἀποδιω-
χθεὶς παρὰ γυναικὸς παρῃτήσατο, ἀλλʼ ἐπʼ ἐκείνῳ 
τῷ χωρίῳ παραγενόμενος, ἀναισχύντως ὡς εἰς ξενο-
δοχεῖον καταλύει ἐν τῷ οἰκήματι τῆς ἐρωμένης. εἶτα 
ὡς τὸ πρότερον ἐπεχείρει ταύτην βιάζεσθαι. ἣ δὲ
οὐδαμῶς εἶξε τοῖς λόγοις αὐτοῦ. οὗτος οὖν ὁ ἀνὴρ
τῷ ἔρωτι τῆς γυναικὸς τρωθείς, ἀπέρχεται πρός τινα
γραῖαν καὶ διηγεῖται τὰ περὶ τοῦ πράγματος. καὶ
 

 
ἡ γραῦς τούτῳ ἀπελογήσατο εἰποῦσα·„ ὦ ἄνθρωπε,
„ἀκαίρως ζητεῖς καὶ κοπιᾷς εἰς μάτην περὶ αὐτῆς·
„αὕτη γὰρ τῶν πάνυ σωφρόνων ἐστι, καὶ οὐ τῶν
πορνῶν ὡς σύ ἐνόμισας.“ καὶ ὁ ἀνήρ· ,,ὦ μῆτερ,
 „ἐὰν καταπείσῃς αὐτὴν τῷ ἐμῷ θελήματι, εὐθύς εἴ
„τι ζητήσεις παρʼ ἐμοῦ, εὐκόλως σοι ἀποδώσω.“ ἡ
δὲ γραῦς τὴν δόσιν τοῦ χρυσίου ἀκούσασα, „ἐγώ“
φησὶ τῷ ἀνδρὶ „τὴν ἐπιθυμίαν σου ἐκτελέσω. τὸ
λοιπὸν ἄπελθε πρὸς τὸν ἄνδρα ἐκείνης, καὶ εὑρή-
 „σεις αὐτὸν σκεπασμένον μετὰ ῥούχου [ἢ σινδόνην
„ἢ ἐφάπλωμα]. ζήτησον οὖν τοῦ πωλῆσαί σοι αὐτό·
καὶ λαβών τὸ ῥοῦχον φέρε μοι ἐδώ.“ ὁ δὲ νέος ἄμα
 τῷ λόγῳ πορεύεται εἰς τὴν ἀγορὰν καὶ τὸ σχῆμα
τοῦ ἀνδρὸς μαθών παρʼ αὐτῆς καὶ τὸ ἐργαστήριον.
 ἦλθε πρὸς αὐτὸν καὶ λέγει· „πώλησόν μοι τόδε σου
„τὸ ἱμάτιον.“ δὲ διεπώλησεν αὐτῷ. καὶ λαβών ὁ
νέος τὸ ἔπιπλον διεκόμισε τῇ γραΐδι. ἡ δὲ γραῦς
μετὰ χαρὰς τοῦτο δεξαμένη, εὐθύς τρία μέρη τοῦ
σκεπάσματος ἐκείνου κατέκαυσε καὶ τῷ ἐραστῇ ἔφησε·
 καθοῦ ὧδε ἐν τῷ ἐμῷ ὁσπητίῳ, καὶ μηδεὶς ἔξω ἄν-
„θρωπος ἴδῃ σε.“ τὸ δὲ ἔπιπλον λαβοῦσα ἐπορεύθη
ἐπὶ τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξαίφνης εἰς τὴν
οἰκίαν εἰσελθοῦσα καὶ τὸ βλέμμα ὑποκλέψασα τῆς
κόρης, ἔθηκεν ὑποκάτω τοῦ προσκεφαλαίου τῆς κλί-
 νης τοῦ ἀνδρός· καὶ ὀλίγην ὥραν τῇ γυναικὶ ὁμι-
 

 
λήσασα, ἀπῆλθε, τῆς γυναικὸς μηδ᾿ Ὅλως γινωσκού-
σης τὸ πραχθὲν παρὰ τῆς γραός. περὶ δὲ τὴν ὥραν
τῆς τροφῆς ὁ ἀνὴρ ἐλθών ὁ τῆς γυναικὸς ἀνέπεσεν
ἐπὶ τῆς κλίνης αὐτοῦ. τοῦ δὲ προσκεφαλαίου ὑψη-
λοῦ ὄντος, ἀνασηκώσας τοῦ τιθέναι καλῶς, βλέπει 
ὑπ᾿ αὐτῷ κείμενον τὸ ῥοῦχον, ὅπερ ἐπώλησε τὸν
νεανίσκον· καὶ πρὸς μὲν τὴν ὁμόζυγον οὐδὲν περὶ
τοῦ ῥούχου ἐφθέγξατο, ἀλλʼ εὐθύς ἐγερθείς, τὰς 
χεῖρας ἐπέβαλε τῇ γυναικὶ καὶ πολλὰς πληγὰς αὐτῇ
περιέθηκεν. ἡ δὲ γυνὴ δεινοπαθήσασα τὴν καρδίαν, 
τῆς οἰκίας ἐξῆλθε καὶ πρὸς τούς ἑαυτῆς γονεῖς πα-
ραγίνεται. καὶ διηπόρει καθʼ ἑαυτὴν καὶ ἐστέναζε,
διʼ ἣν αἰτίαν ἔδειρεν αὐτὴν ὁ ἀνὴρ αὐτῆς. ταῦτα δὲ
μαθοῦσα ἡ γραῦς παρὰ τινων, πορεύεται καὶ αὐτὴ
ὅπου ἦν ἡ κόρη πρὸς τούς γονεῖς αὐτῆς]. καὶ εἰσ- 
ελθοῦσα πρὸς τὴν κόρην, περιπαθῶς λυπουμένη
ἔλεγε πρὸς αὐτήν· ,,ἤκουσα πῶς ἀνήρ σου σφοδρῶς
„σε ἔδειρε, καὶ γίνωσκε ὅτι τὴν σὴν χολὴν καὶ [τὴν]
λύπην ἐμὴν ἐλογισάμην.“ ἡ δὲ γυνὴ τῇ γραΐδι
ἀντέφησεν· ,,ὁ μὲν ἀνήρ μου χαλεπῶς με ἔτυψεν· 
„ἐγώ δὲ οὐ γινώσκω διὰ ποίαν αἰτίαν τοῦτο πεποί-
ηκε.“ καὶ ἡ γραῦς ἀπεκρίνατο· „γίνωσκε καλῶς ὡς
„ἐκ μάγων τινῶν καὶ χαιρεκάκων ἀνδρῶν ταῦτα
συμβέβηκε· πλὴν ἐάν σοι καλὸν φαίνηται, ἐλθὲ
ἐπὶ τὴν ἐμὴν οἰκίαν· ὑπάρχει γὰρ ἐν ἡμῖν ἰατρός 
„τις ἀνήρ. καὶ καλλίων ἰατρὸς τούτου οὐκ ἔνι, καὶ
 
 

 
,,ἐκεῖνος παντοίαν θεραπείαν ποιήσει σε· μᾶλλον δὲ
 „καὶ ἀπὸ τῆς δοκιμῆς καὶ σύ νοήσεις τὸν ἄνθρω-
„πον ὁποῖος ὑπάρχει εἰς τὴν τέχνην, ἣν ζητήσεις
„αὐτόν.“ ἡ δὲ γυνὴ τοῖς τῆς γραὸς στέρξασα λόγοις,
 „ἐγὼ μέν“ ἔφη „ἑτοίμως ἀκολουθήσω σοι· σύ δὲ
,,ἐάν μοι ποιήσῃς τρόπον εἰρήνης μετὰ τοῦ ἀνδρός
μου διὰ τούτου δὴ τοῦ ἰατροῦ, φιλοτίμως ἀμεί-
„ψομαί σοι.“ ἑσπέρας δὲ γενομένης, προλαβοῦσα ἡ
γραῦς ἐπὶ τὴν οἰκίαν αὐτῆς (ἀπῄει), καὶ τῷ ἐραστῇ
 λέγει· „ἰδού τὸ κυνήγιον ἐν τοῖς δικτύοις.“ καὶ
τῆς γυναικὸς εισελθούσης, ὀ δῆθεν ἰατρὸς ἐκρά-
τησε τὴν γυναῖκα καὶ συνεμίγη. ἐκείνη δὲ ὑβριζο-
μένη ἠνιᾶτο καὶ ἤσχαλλεν, ὅμως δὲ λαλῆσαι ἐδειλία·
ὕστερον δὲ μετὰ τὴν συνουσίαν ἐξελθοῦσα, συντό-
 μως [ἀπῄει] πρὸς τούς γεννήτορας ἐπανῆκε. πρωΐας
δὲ γενομένης ὁ ἀνὴρ πορευθεὶς πρὸς τὴν γραῦν
εἶπε· „διὰ μὲν τοῦ ἔργου, οὐ μοι ἐποίησας, πολλά
„σοι χρεωστῶ· ἐπὶ δὲ τῇ γενομένῃ ταραχῇ μέσον
„τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς μεγάλως λελύπημαι,
 

 
„ὅτι αἴτιος έγὼ ὑπάρχω τῆς ὀχλήσεως.“ ἡ δὲ γραῦς
λέγει· „μή λυποῦ, νεανία· ἐγὼ γὰρ διά τινος τεχνι-
„κῆς μηχανουργίας ποιήσω ἐκείνους φιλιωθῆναι. σὺ 
„δὲ λοιπὸν ἄπελθε εἰς τὴν ἀγορὰν πρὸς τὸν ἄνδρα
„τῆς γυναικὸς καὶ μικρὸν ἐκεῖ ἀκαρτέρησον. καὶ 
„ἐκεῖνος ἅμα ἐξετάσει σε περὶ τοῦ ῥούχου ὅπερ σοι
„ἐπώλησε· σὺ δὲ εἰπὲ αὐτῷ ὅτι „τὸ ῥοῦχὸν σου φο-
ρέσας ἐκάθισα ἐπάνω κλιβάνου, καὶ ἐμοῦ μὴ εἰ-
δότος, εἰς τρία μέρη ἐκαύθη· ἐγὼ δὲ πολλὰ λυπη
„θεὶς ἐπὶ τῷ γεγονότι, δέδωκα τὸ ῥοῦχον πρός τινα 
γραῦν ἣν ἐγνώριζον, ὅπως δώσει αὐτό τινα ὑφαν-
„τήν, καὶ τὰ καυθέντα μέρη ποιήσει ὑγιῆ· ἐξ ὅτου
γοῦν ἡ γραῦς ἐκείνη τὸ ῥοῦχον ἔλαβεν, οὐκ ἔτι
ἄτην εἶδον, ἀλλʼ οὐδὲ (οἶδα) τὸ ῥοῦχον ἐκεῖνο τί
„γέγονεν.“ ταῦτα τῷ ἀνδρὶ τῆς γυναικὸς εἰπέ· καὶ 
„μετὰ ταῦτα,“ εἶπεν ἡ γραῦς, „ἐγὼ ἐμαυτὴν φανε-
ρώσω ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν, καὶ προς
„ποιήσομαι διὰ δουλείαν μου πορεύεσθαι. καὶ ευθὺς
„ὡς ἂν ἴδῃς με, φανέρωσον τῷ ἀνδρὶ εἰπὼν ὅτι
ἰδού ἡ γραῦς ἢν εἶπόν σοι· αὕτη ἐστὶν ἥτις καὶ τὸ 
„ῥοῦχον ἔλαβε.“ καὶ ἄμα λάλησόν με καὶ ἐρώτησον·
,,ὦ γύναι, τί τὸ ῥοῦχον ἐκεῖνο γέγονεν; ἐγώ δὲ
„τότε ἅμ᾿ εὐθύς καλῶς μάλα ἀπολογήσομαι καὶ ὡς 
„δεῖ.“ ἀναστὰς οὖν ὁ ἄνθρωπος ἐποίησε καθὼς
ἐδιδάχθη παρʼ αὐτῆς· καὶ ἐντυχών τῷ ἀνδρὶ εἶπεν 
ἅπαντα· καὶ τῆς γραὸς ἐνώπιον αὐτῶν διερχομένης,
 

 
ὁ τῆς μοιχείας ἐργάτης αὐτὴν ἐκάλεσε καὶ περὶ τοῦ
ῥούχου ἀνηρώτα. ἡ δὲ γραῦς ἀπιδοῦσα πρὸς τὸν
ἄνδρα τῆς γυναικός, ἐποιεῖτο τούς λόγους λέγουσα
αὐτῷ· „ἐλευθέρωσόν με ἀπὸ τὰς ἀδίκους ὀχλήσεις
 τοῦ ἀνδρὸς τοῦδε. καὶ γὰρ σκέπασμά τι ῥούχου μοι
ἔδωκεν, ἵνα φέρω τοῦτο πρός τινα τῶν τεχνιτῶν,
ἵνα τὰ διακαυθέντα τοῦ ῥούχου μέρη ὡς δυνατὸν
ὑγιᾶ κατασκευάσῃ· ἐγώ δέ, οὐκ οἶδα διὰ τί, παρὰ
τὴν σὴν εἰσῆλθον ὁμόζυγον, καὶ παντελῶς ἐπελαθό-
 „μην ἡ ταλαίπωρος ποῦ τὸ ῥοῦχον ἐκεῖνο ἀφῆκα,
„ἢ ἐν τῷ σῷ οἴκῳ, ἢ ἐν ἑτέρῳ τόπῳ· οὐδαμῶς γὰρ
δύναμαι ἐνθυμηθῆναι τί γε ἄρα γέγονεν· οὕτως
τῆς γραὸς εἰπούσης τῷ ἀνδρὶ τῆς γυναικός, ἐκεῖνος
ἀντέφησε πρὸς αὐτήν· ἀλλά σοι γνωστὸν ἔστω, ὅτι
 „δι᾿ ἐκεῖνο τὸ ἔπιπλον μεγάλη ταραχὴ ἐν τῷ οἴκῳ
μου γέγονε“· καὶ ἄμα δέδωκε καὶ τούς δύο τὸ
 ἔπιπλον ἐκεῖνο· καὶ ἀπελθών ἐν τῷ οἴκῳ αὐτοῦ,
μετὰ τῆς γυναικὸς φιλίαν ἐποίησε· καὶ ὁ τάλας
χαρίσμασι καὶ δωρεαῖς μεγάλαις αὐτὴν ἐτίμησε, δέο-
 μενος ἵνα μετʼ αὐτοῦ διαλλαγὴν καὶ ἀγάπην ποιήσῃ.
ἡ δὲ μόλις ἐποίησεν ἀγάπην μετʼ αὐτοῦ.
Καὶ νῦν γίνωσκε λοιπόν, ὦ βασιλεῦ, ὅτι οὐκ
ἔχει τέλος ἡ τῶν αἰσχρῶν καὶ φαύλων γυναικῶν
 

 
πονηρία· ἀλλʼ οὐδὲ χεῖρον κακὸν γυναικὸς πονηρᾶς
ἐστιν, ὥσπερ οὐδὲ καλῆς καὶ ἀνδρείας γυναικὸς οὐ-
δέν τι κρεῖττόν ἐστι· κατὰ διάμετρον γὰρ καλῆς γυ-
ναικὸς καὶ χείρονος μέγα χάσμα ἐστί, κἂν καὶ ἴσην
ἔχουσι τὴν ἐπωνυμίαν· ἀμφότεραι γὰρ γυναῖκες κα 
λοῦνται καὶ εἰσίν· ἀλλʼ ἣ μὲν θηρίῳ ἔοικε πολυ-
μόρφῳ καὶ πολυκεφάλῳ, οἷον εἰπεῖν τῷ τῆς ὕδρας,
ἡ δὲ λίθῳ πολυτελεῖ καὶ ἀσυγκρίτῳ. ὅθεν καὶ ἀπὸ
τῆς πονηρίας αὐτῶν πολλοὶ ἀδίκως ἐφθάρησαν.
ὥσπερ δὴ συνέβη γενέσθαι καὶ εἰς τὴν τοῦ ἀνδρὸς 
ἐκείνου γυναῖκα διὰ τὴν τῆς γραὸς πονηρίαν. πρόσ-
εχε οὖν σεαυτῷ, ὦ βασιλεῦ·

Τούτων ἀκούσας ὁ Κῦρος διεκώλυσε τὸν τοῦ
παιδὸς φόνον. ἡ δὲ τοῦ βασιλέως ἐκείνη παλλακὴ 
ταῦτα μαθοῦσα, πάλιν εἰσέρχεται πρὸς αὐτὸν κατὰ 
τὴν πέμπτην ἡμέραν καὶ μετὰ δακρύων πολλῶν αὐτῷ
ἔλεγεν ὅτι „θαρρῶ, ὦ βασιλεῦ, ὡς τοιαύτην μοι δί-
κην κατὰ τῶνδέ σου τῶν φιλοσόφων καὶ τάχα συμ-
βούλων [ὡς] ὁ θεὸς ποιήσει, ὥσπερ κατά τινος
λέοντος καὶ πίθηκος πεποιηκέναι λέγεται.“ καὶ ὁ 
βασιλεύς· „`καὶ πῶς ἐγένετο κατʼ ἐκεῖνα τὰ ζῶα;“
ἣ δὲ ἀπεκρίνατο·

„Ἦν τις λαὸς καὶ πλῆθος πραγματευτῶν ἀπερχό-
μενον ἐπί τινα πραγματείαν. ἦσαν δὲ ἐν ἐκείνοις
καὶ μουλάρια πολλά. νυκτὸς δὲ καταλαβούσης ἔφθα- 
 
 
 

 
σαν εἰς ξενοδοχεῖον κκἀκεὶ ἀνέπεσον κοιμηθῆναι· καὶ
τὴν θύραν τοῦ οἴκου ἐπελάθοντο σφαλίσαι. καὶ κατὰ
τὴν νύκτα ἰσῆλθε λέων εἰς τὸ παυδοχεῖον καὶ μέσον
τῶν μουλαρίων ἀνέπεσε, μηδεμίαν ταραχὴν ποιησά-
 μενος· καὶ οὐδεὶς τῶν πραγματευτῶν κατενόησε.
μετὰ δέ τινα ὥραν εἰσῆλθέ πις κλέπτης εἰς τὸ παν-
 δοχεῖον κλέψαι ἐκ τῶν μουλαρίων· καὶ δὴ σκοτίας
οὔσης μὴ βλέπων, ἐψηλάφα τὸ πατερὸν τῶν ὑπο-
ζυγίων καὶ λεληθότως τοῦ λέοντος ἥψατο. καὶ παχύν
 τοῦτον κατανοήσας ὡς μουλάριον, ἐκάθισεν ἐπάνω
αὐτοῦ. ἐξερχομένου δὲ τοῦ κλέπτου ἐπάνω τοῦ
λέοντος, ὁ λέων καθʼ ἑαυτὸν ἔλεγεν· „ἀληθῶς οὐ
„τός ἐστιν ὁ δαίμων, ὃν λέγουσι τῆς νυκτὸς εἶναι
„φύλακα· διὸ καὶ ἐπάνω μου καθέσθη.“ καὶ ταῦτα
 λέγων ὁ λέων καθʼ ἑαυτὸν ἐφοβεῖτο τὸν κλέπτην.
καὶ διʼ ὅλης τῆς νυκτὸς τὸν κλέπτην βαστάζων ἐπο-
ρεύετο. ὁ δὲ κλέπτης ἐπιγνούς ἐπικαθέζεσθαι λέοντι,
ἐφοβήθη, μή πως αὐτὸν διασχίσει καὶ τροφὴν ἰδίαν
ποιήσεται. πρωΐας δὲ γενομένης ἔτυχεν ὁ λέων ὑπο-
 κάτω δένδρου διέρχεσθαι, καὶ διὰ συντόμων ὁ κλέ-
πτης ἐκτείνας τὴν δεξιάν, τοῖς τοῦ δένδρου κλάδοις
ἑαυτὸν ἐκρέμασε καὶ ἀναβὰς εἰς τὸ δένδρον τὸν τοῦ
λέοντος κίνδυνον διέφυγε. καὶ ὁ λέων πάλιν, ὡς
τὸν φύλακα τῆς νυκτὸς φοβούμενος, συναπῆλθε
 σπουδῇ· ὅπου καὶ ὁ πίθηξ αὐτῷ συναντᾷ, καὶ ἡρώ-
τησε τὸν λέοντα· ,,τί οὕτως ὑπάρχεις φοβούμενος
 
 

 
„καὶ τρέμων;“ ὁ δὲ λέων ἀπεκρίνατο· „ὁ τῆς νυ- 
„κιὸς φύλαξ λεγόμενος ἐμὲ πιάσας, ὅλην τὴν νύκτα
„ἐπάνω μου φερόμενος ἔσυρέ με.“ καὶ ὁ πίθηξ ,,ποῦ
„ἐστιν ἐκεῖνος;“ ἔφη. καὶ ὁ λέων· „ἐπάνω τοῦ
„δένδρου ἐκάθισεν τοῦ ἡμῶν ἔμπροσθεν ὄντος.“ ὁ 
δὲ πίθηξ εὐθὺς ἐπʼ ἐκεῖνο τὸ δένδρον ἀπῆλθε· καὶ
ὁ λέων μακρὰν ἵστατο βλέπων τί ἄρα γένηται. τοῦ
μέντοι πίθηκος τοῦ δένδρου ἐπαναβάντος, ὁ κλέ-
πτης ὁμοῦ ἐφοβήθη τοὺς δύο, καὶ ὑπὸ τοῦ φόβου
τῶν δύο ζώων ἀγωνιζόμενος, εἰς τὴν σχισμάδα τοῦ 
δένδρου εἰσῆλθεν. ὁ δὲ πίθηξ τῇ χειρὶ τὸν λέοντα
ἔνευε τοῦ ἐλθεῖν καὶ ἀποκτεῖναι τὸν ἄνδρα. ἐλθὼν
τοίνυν ὁ λέων ἐκεῖσε, ἵστατο κάτω τοῦ δένδρου. ὁ
δὲ πίθηξ ὑπῆρχεν ἔχων ὄρχεις λίαν μεγάλους. καὶ
ὁ ἀνὴρ ὡς εἶδεν αὐτούς, ὀλίγον θάρσος ἀνέλαβε· 
καὶ ἐξαίφνης φρικτῶς πιάσας τοὺς ὄρχεις τοῦ πίθη-
κος ἔδησε. καὶ ἅμα ὁ πίθηξ ἀπέθανε πεσὼν κάτω.
καὶ ὁ λέων ἰδὼν αὐτὸν πεσόντα νεκρόν, ἔλεγε καθʼ
ἑαυτόν· „ἀληθῶς ὡς ὁ τῇ νυκτὶ ἐμὲ σύρων φύλαξ
„αὐτὸς καὶ τοῦτον ἀπέκτεινε.“ καὶ συντόμως ἔφυ- 
γεν. οὕτως ὁ ἀνὴρ τὰ δύο ζῶα νικήσας ἠλευθερώθη.
Κατὰ τοῦτον τὸν τρόπον θαρρῶ κἀγώ, βασιλεῦ,
εἰς τὴν δύναμιν τοῦ θεοῦ, ὅτι δώσει κἀμοὶ νικῆσαι
τοὺς φιλοσόφους, ὅτι περ μέσον σοῦ καὶ ἐμοῦ τοσαύ-
την ἔθηκαν σύγχυσιν. τοῦτο δὲ ἐγὼ ἀπὸ θεοῦ δέο- 
 

 
μαι δοθῆναί μοι, ἐὰν μὴ σύγε, ὦ βασιλεῦ, ἐκδική-
σῃς ἐφʼ οἷς ἔργοις ἠναγκάσθην ὑβρισθῆναι παρὰ
τοῦ υἱοῦ σου.

Τούτοις πάλιν τοῖς λόγοις ὁ βασιλεύς τρωθεὶς
 τὴν καρδίαν, ὥρισε τὸν υἱὸν αὐτοῦ ἀποκτανθῆναι
πάλιν. καὶ ὁ τοῦ βασιλέως ἕκτος σύμβουλος καὶ
φιλόσοφος τὴν τοιαύτην μαθών ἀπόφασιν, πρὸς τὸν
βασιλέα εἰσέρχεται ἡμέρᾳ ἕκτῃ καὶ προσκυνήσας,
„ζῆθι, βασιλεῦ,“ ἔφη εἰς τὸν αἰῶνα, καὶ ἐπὶ μα-
 κρούς χρόνους ἡ ἐξουσία σου διαμένοιε. γινώσκειν
δέ σου τὸ κράτος δουλοπρεπῶς ἀξιῶ, ὅτι ἐὰν μηδʼ
ὅλως ἔτυχεν υἱὸν ἔχειν σε, ἔδει μετὰ πολλῆς ἀγά-
πης καὶ θερμῆς καρδίας καὶ ἐπιμόνου παρακλήσεως
 παρακαλεῖν τὸν θεὸν τοῦ δοῦναί σοι παιδίον, ὡς
 ἔχειν τοῦτο κληρονόμον καὶ διάδοχον τοῦ κράτους
σου· νῦν δὲ παῖδα ἔχων, πειρᾶσαι τοῦτον φονεῦσαι
συμβουλῇ κακογνώμου γυναικός, καὶ ταῦτα μὴ γι
νώσκων εἴτε αἴτιός ἐστιν ὁ παῖς θανάτου, εἴτε καὶ
μή. καὶ ἐὰν τοῦτο ὃ λέγεις ἀνεξετάστως γένηται, ἐς
 ὕστερον σύ θανατηφόρον ἐπιλήψῃ τὴν λύπην, ὥστε
σχεδὸν ὑπὸ τῆς λύπης ἑαυτὸν διαχειρίσεις· ἀλλὰ καὶ
 
 

 
γενήσεταί σοι ὥσπερ δή τινι συνέβη περιστερὰ. Λέ-
γεται γὰρ περὶ ἐκείνης ὅτιπερ κατῴκει πλησίον
τινῶν χωραφίων· καὶ κατὰ τὸν καιρὸν τοῦ θέρους
ἐκείνων τῶν χωραφίων ὑπῆρχεν ἡ περιστερὰ ἀκο-
λουθοῦσα ὄπισθεν τῶν θεριστῶν, συνάγουσα τὸν 
σῖτον καὶ ἐσθίουσα. ὡς δὲ ἐχόρτανε, τὸ περισσὸν
σιτάριον ἐσύναξεν εἰς τινα τρύπαν τοῦ τοίχου. μιᾷ
γοῦν τῶν ἡμερῶν φέρουσα ἡ περιστερὰ κατὰ τὴν
συνήθειαν σιτάριον, ἵνα θήσῃ καὶ αὐτὸ εἰς τὴν ὀπὴν
ἐκείνην τοῦ τοίχου, ἐγένετο γεμίσαι τὴν τρύπαν· 
καὶ λέγει τὸ ἀρσενικὸν περιστέριν πρὸς τὸ θηλυκόν·
„προσέξον· μηδεὶς ἀφʼ ἡμῶν προσεγγίσῃ τῷδε τῷ 
„σίτῳ, ἕως ὁ τοῦ χειμῶνος ἔλθῃ καιρός, ὅταν οὐκ
„ἔστι ποσῶς σιτάριν εὑρεῖν. τότε καὶ αἰ δύο ἀμφό-
„τεραι διατραφῶμεν ἐκ τοῦδε τοὺ σιταρίου.“ ἡ δὲ 
θήλεια πρὸς τὸ ἀρσενικὸν εἶπε· „καλῶς τοῦτο καὶ
„συμφερόντως μέσον ἡμῶν φυλάξαι ἔταξας, ὦ οὗ-
ος, καὶ οὕτω ποιήσομεν ὡς εἶπας.“ καὶ ἔκτοτε αἱ
περιστεραὶ ἔξω βόσκοντο. τοῦ δὲ ἡλίου λάμποντος
τῇ ὀπῇ ἐκείνῃ, ἐξηράνθη σφοδρῶς ὁ σῖτος, διότι 
 
 
 
 

 
χλωρὸς ἦν ὅτε συνήγετο. καὶ δὴ ἐν μιᾷ τῶν ἡμερῶν
ἐλθοῦσα ἡ περιστερά, ἥτις ἔθηκε τὸν σἴτον, βλέπει
τοὺς κόκκους ὀλίγους ὑπὸ τῆς ξηρότητος καὶ λέγει
πρὸς τὴν θήλειαν· ,,τί ἔνι τοῦτο ὅ θεωρῶ ; οὐκ εἶ-
 πόν σοι ἵνα μηδεὶς ἡμῶν ἅψηται τούτου τοῦ σίτου ;“
καὶ ἡ ὁμόζυγος ἔφη ,,οὐχ ἡψάμην αὐτῶν οὐδʼὅλως.“
ὁ δὲ ἄρρην μηδαμῶς πιστεύσας τὴν θήλειαν, περισσο-
τέρως ἄγριος ἦν, καὶ ἰσχυρῶς κρούει ταύτην καὶ τῆς
ζωῆς διακόπτει. καὶ ἀπέμεινε μοναχὸς ὁ ἀρσενικός.
 τοῦ δὲ χειμῶνος ἐλθόντος καὶ πολλῶν βροχῶν γενο-
 μένων καὶ χιόνος κατενεχθείσης, πάλιν ὁ κεκρυμμέ-
νος σῖτος τῇ τοῦ ἀέρος ὑγρότητι διανοτισθεὶς ὅλην
ἐκείνην τὴν θυρίδα ἐγέμωσεν ὡς τὸ πρότερον. καὶ
τοῦτο ἰδοῦσα ἡ περιστερὰ ἐνόησε τὴν αἰτίαν τῆς
 ἐλλείψεως καὶ τῆς ὕστερον τοῦ σίτου ἀναπληρώ-
σεως, καὶ πικρῶς ἔκλαιε μεταμελόμενος ἐπὶ τῷ θα-
νάτῳ τῆς ὁμοζύγου· οὐδὲν δὲ ἀπὸ τῆς μεταμελείας
ὠφελήθηκεν. Τὸν ἴσον τρόπον οὖν οἶδα, ὦ βασι-
λεῦ, ὅτι καὶ σὺ ἐὰν τὸν υἱόν σου φονεύσῃς ἐκ μό-
 νης διαβολῆς τοῦ καταράτου γυναίου, καὶ ταῦτα μὴ
γινώσκοντός σου εἰ ἐκεῖνος ταῖς ἀληθείαις κατάκρι
τος ὑπάρχει καὶ ἔνοχος θανάτου ἐστί, συμβήσεται
καὶ τῷ σῷ κράτει ὡς ἐκείνῃ τῇ περιστερᾷ συμβέβηκε,
 

 
καὶ τοῖς κέντροις τῆς μεταμελείας χαλεπῶς ἔσῃ κεν-
τούμενος, καὶ οὐδεμία σοι ἀπὸ τούτου ὠφέλεια
προσγενήσεται, ἀλλὰ μᾶλλον βλάβη πρὸς θάνατον.
καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον, ὦ∾βασιλεῦ,
δηλοποιούσης σαφέστατα περὶ τῶν γυναικείων πρα- 
γμάτων, ἤγουν τῶν πανουργιῶν.

Ἀνήρ τις ἦν γεωργός. οὗτος οὖν μιᾷ τῶν ἡμε- 
ρῶν ἐξῆλθε τοῦ σπεῖραι τὸ χωράφιον αὐτοῦ. ἡ δὲ
γυνὴ αὐτοῦ ἑτοιμάσασα ἑψητὰ μαγειρεύματα καὶ ὄρ-
νιθα καὶ μελίπηκτον ἔδεσμα, ἐν σπυρίδι ἐνθεῖσα 
πρὸς τὸν ἄνδρα ἐκόμιζε. συνέβη δὲ αὐτὴν πορευο-
μένην διαβῆναι ἀπό τινος ξενοδοχείου, ἐν ᾧ ἦσαν
ἄνθρωποι ὁδοιπόροι ἀναπαυόμενοι· καὶ ὡς εἶδον τὴν
γυναῖκα, ἐκράτησαν αὐτὴν καὶ ἔσω τοῦ ξενοδοχείου
εἰσάξαντες, ἅπαντες συνεμίγησαν καὶ τὰ βρώματα 
ἅπαντα ἔφαγον. ὀλίγον δὲ ἀπὸ τὸ μελίπηκτον [ἤγουν
τὴν μουστόπιτα,] ἀφέντες, κατεσκεύασαν αὐτὸ εἰς
εἶδος καὶ μορφὴν ἐλέφαντος, καὶ ἔθηκαν αὐτὸ ἐν
τῇ σπυρίδι, μὴ εἰδυίας ὅλως τῆς γυναικὸς περὶ
τούτου, καὶ τὴν σπυρίδα σκεπάσαντες, ἀφῆκαν αὐ- 
τὴν ἀπελθεῖν. ἥ δὲ λαβοῦσα τὴν σπυρίδα ὡς τὸ
πρότερον σκεπασμένην, μὴ εἰδυῖα ὅτι κατέφαγον
ἅπαντα, ἀπῆλθε πρὸς τὸν ἄνδρα φέρουσα ταῦτα. ὅ
δὲ ἀποσκεπάσας τὴν σπυρίδα, οὐδὲν ἄλλο ἐν αὐτῇ
 

 
 βλέπει ἢ τὴν μουστόπιτα καὶ πρὸς τὴν γυναῖκά φη-
σιν· ,,ὦ γύναι, τί τοῦτο; “ ἣ δὲ θεασαμένη τοῦτο,
εὐθὺς τὸ ἐπʼ αὐτῇ γεγονὸς πανούργως διαμηχανᾶ-
ται καὶ ψευδοποιεῖ, καὶ φησὶ πρὸς τὸν ἄνδρα· ,,ἔδοξέ
 ,,μοι ἐν ὕπνοις καθῆσθαί με ἐπάνω ἐλέφαντος, καὶ
,,πεσοῦσα ἐκ τοῦ ἐλέφαντος συμπατηθῆναι τοῖς
,,ποσὶν αὐτοῦ. ἐξυπνίσασα δὲ πολλῷ τῷ φόβῳ συν-
,,εκρατούμην, καὶ αὐτίκα ἀπῆλθον πρὸς ὀνειροκρί-
,,την καὶ τὰ ὁραθέντα διηγησάμην. καὶ ἐκεῖνος εὐ-
 ,,θὺς τὸ ὄναρ διέλυσε καὶ παρήγγειλέ μοι εἰπών·
,,πρέπει σε ποιήσαι ὡς ἐλέφαντος μορφὴν ἐκ μέλιτος
,,ἐζυμωμένην, καὶ τῷ ἀνδρί σου ἀπόδος φαγεῖν, ἵνα
,,τὸ ὄναρ ἀκινδύνως διαλυθείη.“ καὶ ἰδοὺ κατὰ τοὺς
,,λόγους τοῦ ὀνειροκρίτου, ὡς βλέπεις, τοῦτο πε-
 ,,ποίηκα. σύ δέ, ὦ ἄνερ, λοιπὸν προθυμότατα λάβε
,,καὶ φάγε, ὡς ἄν μηδεὶς ἐμοὶ γενήσεται κίνδυνος.“
ὁ δὲ ἀνὴρ αὐτίκα τὴν μουστόπιταν ἔφαγε. καὶ οὕ-
τως ἡ γυνὴ τοιαύτην πρόφασιν ποιησαμένη, τὸ ἀνύ -
 ποπτον ἑαυτῇ, ὅσα ἔπαθε τῷ ἀνδρὶ κατασκεπάσασα,
 
 
 

 
περιεποιήσατο· ὅλα γὰρ ὅσα ἔλεγεν ἡ γυνὴ χωρίς
τινος ἀντιλογίας ἐπίστευεν ὁ ἀνήρ. Λοιπὸν οὖν, ὦ
βασιλεῦ, καὶ αὐτὸς γίνωσκε τὸ ποικίλον τῶν παν-
ουργιῶν τῶν φαύλων καὶ πονηρῶν γυναικῶν, καὶ
ὅτι γε, εἴ τι ἂν βουληθῶσιν, ἑτοίμως ἔχουσι πονη- 
ρεύεσθαι καὶ κατασκευάζειν περ θελήσουσι.“

Τούτων πάλιν τῶν λόγων ἀκηκοὼς ὁ Κῦρος
προσέταξε μὴ φονευθῆναι τὸν υἱὸν αὐτοῦ. κατʼ
αὐτὴν δὲ τὴν ἕκτην ἡμέραν σφόδρα καὶ μεγάλως ἡ
γυνή, ὡς πολὺ κακὸν παθοῦσα, λελύπηται ἐπὶ τῷ 
τοῦ βασιλέως προστάγματι καὶ καθʼ ἑαυτὴν ἔλεγεν
ὡς ,, εἰ μὴ τὴν σήμερον ὁ τοῦ βασιλέως υἱὸς φονευθῇ,
τῇ αὕριον πάντως τῷ αὐτοῦ πατρὶ λαλήσει, καὶ
εὐθὺς διὰ τῆς πρὸς τὸν πατέρα αὐτοῦ συντυχίας τὰ
τῆς ἐμῆς κατασκευῆς πονηρὰ ἔργα φανερωθήσονται, 
καὶ τῷ θανάτῳ παραδοθήσομαι. πρέπει λοιπὸν ἐμαυ-
τὴν αὐτοχείρως φονεῦσαι· οὐδʼ ὅλως γάρ τι ἄλλο
τολμήσω εἰπεῖν τῷ βασιλεῖ·“ ταῦτα ἐν ἑαυτῇ ἡ πο- 
νηρὰ γυνὴ βουλευσαμένη καὶ τῷ φόβῳ δεινῶς ταρατ-
τομένη, πρῶτα μὲν συνέλεξε πάντα τὰ πράγματα 
αὐτῆς καὶ τοῖς συγγενέσι καὶ γείτοσι διεμοίρασεν·
εἶτα παρακαλεῖ αὐτοῦς συνάξαι ξύλα ξηρὰ καὶ φρύ-
γανα. οἱ δέ γε συγγενεῖς καὶ γείτονες διὰ συντό-
μων ἐσώρευσαν τὴν ὕλην καὶ μεγάλην ἀνῆψαν πυρ-
καϊάν. ταύτης δὲ καιομένης, ὥρμησεν ἡ γυνὴ ἑαυ- 
 

 
τὴν ἐμβαλεῖν τῇ καμίνῳ, ὅτι ὑπώπτευε τῇ ἐπαύριον
ὃ μέλλει πείσεσθαι. καὶ ἐπειδήπερ ἡ ἑβδόμη ἦλθεν
ἡμέρα, ἐν ἡ ὁ παῖς λαλῆσαι τῷ βασιλεῖ ἔμελλε, διὰ
τοῦτο ἡ γυνὴ ἠγωνίζετο καὶ πολλαῖς μερίμναις τὴν
 καρδίαν ἐβάλλετο· ἐγίνωσκε γὰρ ἀκριβῶς ἡ παμπό-
νηρος ὅτι ὁπότε ὁ παῖς λαλήσει τῷ πατρί, οὐ μόνον
ἐντροπὴν λάβῃ, ἀλλὰ καὶ θανάτῳ κακῷ παραδοθή-
σεται διὰ τούς λόγους οὓς εἶπε πρὸς τὸν παῖδα
αἰσχύνης γέμοντας καὶ ἐπιβουλῆς. τοῦ γοῦν τοιού-
 του παραδόξου τῆς γυναικὸς [κακοῦ] βουλεύματος
 εἰς πολλὰ μέρη τοῦ κάστρου λεγομένου καὶ ὑπὸ
πολλῶν ἀνθρώπων βοωμένου, φθάνει ποτὲ καὶ εἰς
τὰς τοῦ βασιλέως ἀκοάς· καὶ συντόμως διαμηνύσας
τὴν γυναῖκα, φησὶ πρὸς αὐτήν· „διὰ ποίαν ἀφορ-
 μήν, ὦ γύναι, παραδίδεις σεαυτὴν τῷ πυρί;“ ἣ δὲ
εἶπεν ὅτι ,,οὐκ ἤκουσάς μου, μὴ ἐκδικήσας με ἀπὸ
τοῦ παιδός σου, καὶ οὐκ ἐφόνευσας αὐτὸν ὡς ἔπρεπε.“
 
 
 

 
καὶ ὁ βασιλεύς τοῖς λόγοις ὑπαχθείς, ὅρκους στε-
ρεούς αὐτῇ δέδωκεν, ὅτι χωρίς τινος ἀμφιβολίας τὸν
υἱὸν φονεύσει. ἡ δὲ μιαρὰ παλλακὴ καὶ πόρνη ἀπο-
δεξαμένη τὸν λόγον, ἐκράτησεν ἑαυτὴν τοῦ τοιούτου
ἐγχειρήματος τοῦ πυρός]. καὶ ὁ βασιλεύς αὐτίκα, 
δέδωκε τὴν ἀπόφασιν μετʼ ὀργῆς φονευθῆναι ἀν-
υπερθέτως τὸν υἱὸν αὐτοῦ. τῆς οὖν ἀναισχύντου
καὶ ἀπανθρώπου καὶ ὠμοτάτης καὶ θηριώδους ἀπο-
φάσεως ἐξελθούσης, ὁ τοῦ βασιλέως ἕβδομος καὶ
φιλοσοφώτατος σύμβουλος ἀκούσας καὶ οἱ λοιποὶ 
[ἕτεροι] ἓξ σφόδρα ἠγανάκτησαν ἀνιαθέντες ἐπὶ τῷ
τοῦ βασιλέως υἱῷ, ὁρῶντες ἀναίτιον [καὶ] ὡς κακοῦρ-
γον κινδυνεύοντα. καὶ ὁμοῦ ἐφίστανται τῷ τοῦ
βασιλέως σπεκουλάτωρι ἤδη τὴν σπάθην πρὸς τὴν 
σφαγὴν τοῦ παιδὸς ἑτοίμην φέροντι, παρακαλοῦντες 
ὀλίγον ἀκαρτερῆσαι τὸν τοῦ παιδὸς φόνον, ἕως ἄν
ὁ τῶν συμβούλων καὶ φιλοσόφων ἕβδομος πρὸς τὸν
βασιλέα εἰσέλθῃ καὶ ἐξέλθῃ. οὐ μόνον δὲ τὸν σπε-
κουλάτωρα παρεκάλουν, ἀλλὰ καὶ δῶρα δεδώκασιν·
ὅστις καὶ τοὺς τοιούτους ἐντραπεὶς ἄνδρας, ἤκουσε 
τὴν αὐτῶν παράκλησιν καὶ ἀνέμεινεν. ὁ δὲ τῶν
συμβούλων καὶ φιλοσόφων ἕβδομος πρὸς τὸν βασι-
λέα ἐλθών καὶ κατὰ τὸ ἔθος προσκυνήσας, „ζῆθι“
ἔφη „ὡ βασιλεῦ, εἰς τὸν αἰῶνα.“ καί φησι· „γι-
νώσκειν σου τὸ κράτος παρακαλῶ, ὅτι ἐξαίσιον 
 

 
πρᾶγμα καὶ ἔξω φύσεως καὶ ἀδικώτατον δοκιμάζεις
ποιῆσαι, ὅτι σου τὸν υἱὸν μαχαίρας ἔργον γενέσθαι
προσέταξας διὰ μικρὰν γυναικὸς ὑπόσχεσιν καὶ ὅρ-
κον οὕτως ἀνεξετάστως κρατηθεὶς καὶ ἀκούσας τῶν
 λόγων αὐτῆς, καὶ ταῦτα μὴ γινώσκοντός σου κἂν
ἀληθῆ κἂν ψευδῆ τὰ λεγόμενα κατʼ αὐτοῦ. ἤκουσα
 δὲ καὶ τοῦτο, ὡς διὰ πολλῶν εὐχῶν καὶ νηστειῶν
ἔτι γε μὴν καὶ ἐλεημοσυνῶν ἀπὸ θεοῦ ἡ τούτου μή-
τηρ τὸν παῖδα ἐξαιτήσατο· ὃν γοῦν ὁ θεὸς διπλῶς
 σοι δέδωκε, κατὰ τὴν φύσιν καὶ τὰς τῆς δεσποίνης
ἱκεσίας, διὰ ῥῆμα γυναικὸς ἀνεξέταστον θανάτῳ
αὐτὸν παραδίδως; ἀλλʼ ὅμως νῦν ἱκετεύω ἀκοῦσαί
μου τῶν ῥημάτων τουτωνί·

Ἀνήρ τις δαιμόνιον εἶχε, μαντευόμενος καὶ
 λέγων ὅσα ἐρωτοῦσαν αὐτὸν οἱ ἄνθρωποι· ὅστις
δαίμων ἐκαλεῖτο πνεῦμα πύθωνος· τάχα δὲ λέγων
οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ δαίμονος συνῆγε κέρδη
πολλά. οὐ μόνον δὲ προέλεγεν, ἀλλʼ ὑπὸ τῆς μαν-
τείας καὶ ἰατρικὴν ἐγνώριζε. λοιπὸν εἴ τις ἄνθρω-
 πος ἠρώτα αὐτὸν περὶ ἀφανῶν πραγμάτων, τὰς
 

 
ἀπολογίας ἑτοίμως ἀπέδιδεν. οὗτος οὖν ὁ ἀνὴρ ἀπὸ
τῆς τοιαύτης μεταχειρίσεως ἐπεσώρευε χρὴματα πολλά.
μιᾷ γοῦν τῶν ἡμερῶν τὸ κατοικοῦν ἐν τῷ ἀνθρώπῳ
πνεῦμα εἶπεν ὡς ,ἐγὼ ἀπὸ τοῦ νῦν ἀπέρχομαι ἀπὸ
„σοῦ, καὶ πλέον οὐκ ἔχεις με. πλὴν πρὸ τοῦ ἐξελ- 
„θεῖν με ἀπὸ σοῦ, λόγους τρεῖς παραγγέλλω σοι· καὶ
„οἷον ἂν (διὰ) τῶν τριῶν λόγων ζητήσῃς παρὰ θεοῦ,
„εὐθὺς δοθήσεται.“ ταῦτα εἰπών ὁ δαίμων τῷ ἀν-
δρὶ ἐφανέρωσε καὶ τούς τρεῖς λόγους. εἶτα μακρὰν
διέβη τοῦ ἀνδρός. καὶ ὁ ἄνθρωπος, τοῦ μαντικοῦ 
δαίμονος ἀπʼ αὐτοῦ ἐξελθόντος, μετὰ λύπης ἦλθεν
καὶ εἰς τὴν οἰκίαν αὐτοῦ εἰσέδυ. ἰδοῦσα δὲ αὐτὸν
ἡ γυνή, ,τί οὕτως· ἔφησε „σκυθρωπὸς καὶ ὠχρο-
„τατος γέγονας;“ καὶ ὁ ἀνὴρ ἀπεκρίνατο· „ὦ γύ-
„ναι, τὸ τοῦ πύθωνος ἐκεῖνο πνεῦμα, διʼ οὐ ἐμαν- 
„τευόμην καὶ τὰς ἰατρείας ἐποίουν, ἐξῆλθεν ἀπʼ
ἐμοῦ τελείως· καὶ διὰ τοῦτο πῶς δύναμαι ζῆν;
„παῥ ἐκείνου γὰρ τούς λόγους ἐδιδασκόμην καὶ
„προέλεγον καὶ εἶχον τὰ κέρδη· ἡ δὲ γυνὴ τῶν
λόγων ἀκούσασα, κἀκείνη ἐλυπήθη. ὁρῶν δὲ αὐτὴν 
ὁ ἀνὴρ πικρῶς κλαίουσαν, ἐπεχείρει παραμυθεῖσθαι
αὐτὴν καὶ λέγει πρὸς αὐτήν· „μὴ λυποῦ, ὦ γύναι·
„τὸ γὰρ πνεῦμα ἐκεῖνο τρεῖς λόγους με παρήγγειλεν,
„ὥστε διʼ ἐκείνων τῶν τριῶν λόγων ὅπερ ἂν ἀπὸ 
 
 

 
„τοῦ θεοῦ ζητήσω, ἔξω ἀπὸ τοῦ θεοῦ. καὶ ἐφανέ-
ρωσέ μοι ὅτι ἄμα τοῦ ζητῆσαι ἐμὲ γενήσεται.“ τού-
τοις τοῖς λόγοις ἡ γυνὴ καλοκαρδίσασα, „ὦ ἄνερ,
ἀρκετά σοι“ ἔφη ,τὰ τρία λόγια εἰς τὸ ἔμπροσθεν.“
 ὁ δὲ ἀνὴρ πάλιν λέγει· „τί οὖν συμβουλεύεις μοι
αἰτήσασθαι ἐκ θεοῦ;“ ἡ δὲ γυνὴ πονηροτάτη ὑπ-
άρχουσα καὶ πρὸς ἀπρεπεῖς ὀρέξεις καὶ παραλό-
γους δεδουλωμένη καὶ τὴν συνουσίαν ἀγαπῶσα,
φησίν· „οἶδα, ὦ ἄνερ, ὡς καὶ σύ τοῦτο γνωρίζεις·
 „οὐδὲν ἄλλο ἀγαπητικώτερον εἰς τούς ἀνθρώπους
„ἐστὶν ἢ μόνον τὸ κοιμᾶσθαι ἄνδρα μετὰ γυναικός·
„ζήτησαον οὖν τὸν θεὸν πολλούς ὄρχεις γενέσθαι ἐν
„τῷ σώματί σου.“ ὁ δὲ ἄφρων ἐκεῖνος ἀνὴρ τὴν
τοιαύτην ἄμα δέησιν ἐποιεῖτο, καὶ ἅμα τῇ εὐχῇ αὐ-
 τοῦ ὅλον τὸ σῶμα γέγονε μεστὸν καὶ νεφρῶν καὶ
ὄρχεων· ἅπερ ἰδών ὁ ἄθλιος ἑαυτὸν ἐβδελύττετο,
καὶ τὴν γυναῖκα ἰσχυρῶς τύπτει καὶ καθυβρίζει. καὶ
 τοσοῦτον ἠγριώθη κατʼ ἐκείνης, ὡς βουληθῆναι καὶ
αὐτὴν ἀποκτεῖναι, λέγων πρὸς αὐτήν· „αὕτη σου
 „ἐστὶν ἡ καλὴ συμβουλή, ὦ κατάρατον γύναιον, ἡ
„φέρουσα ἡμῖν κέρδος; οὐκ ἐνετράπης αὐτὴν τὴν
„πονηρὰν βουλὴν καὶ αἰσχύνης γέμουσαν βουλεύ-
σασθαί με;“ ἢ δὲ πρὸς αὐτὸν ἀντέφησε· „τί
„τοσοῦτον ὀργίζεσαι, ἄνθρωπε; μηδὲν ταραχθῇς ἢ
 
 

 
λυπηθῇς περὶ τούτου· ἕτεροι γὰρ δύο λόγοι ἀπέ-
„μεινάν σοι. καὶ παρακάλεσον τὸν θεὸν διὰ τοῦ
„ἑνὸς ῥήματος τούς ἰθυφάλλους τούςδε ἀπὸ σοῦ
„διαβῆναι.“ καὶ ἄμα, τῇ συζύγῳ πεισθείς, αἰτεῖται
παρὰ θεοῦ καὶ ἠλευθερώθη τῶν ὄρχεων· ἔχασε δὲ 
μετὰ τούτων καὶ ἅσπερ εἶχεν ἀπὸ γενέσεως. εὐθὺς
οὖν ὁ ἀνὴρ πάλιν ἀπὸ τῆς λύπης ἐπὶ πλέον κατὰ
τῆς γυναικὸς ἀγριοῦται καὶ δοκιμὴν ποιεῖται τοῦ
θανατῶσαι αὐτήν. ἣ δέ φησι· „διὰ τί ὁρμᾷς θανα-
„τῶσαί με; μηδὲν γὰρ ἐπὶ τῷ γενομένῳ νῦν λυποῦ· 
„εἷςὶς γὰρ ἔτι λόγος σοι ἀπέμεινε. καὶ ζήτησον τὸν
„θεὸν τούς ἀπὸ γεννήσεώς σου ὄρχεις ἀπολαβεῖν.“
ὃ δὲ τοῦτο ζητήσας μόλις ἔτυχε τοῦ ζητήματος.

Βλέπε οὖν, βασιλεῦ, ὁποῖα ἔργα τῷ ἀνδρὶ 
ἐκείνῳ συμβέβηκε, διότι ἀσυλλογίστως τῇ πονηρᾷ 
βουλῇ τῆς γυναικὸς ὁ μάταιος ἐπίστευε. καὶ νῦν
λοιπὸν μακροθύμησον, παρακαλῶ, καὶ μὴ σπούδαζε
πρὸς τὸν ἄδικον τοῦ υἱοῦ σου φόνον, μηδὲ συναρ-
παγῇς τῇ τῆς γυναικὸς πονηρὰ καὶ ἀναισχύντῳ συμ-
βουλῇ· μᾶλλον γὰρ ὅταν ὑπάρχῃ ἡ διαβάλλουσα 
γυνὴ κατὰ πολὺ κακότροπος καὶ πρὸς φόνον ἐρε-
θίζουσα, φαίνεται ὅτι οὐ διὰ δίκαιόν τι συμβουλεύει
 

 
καὶ ἐπαινετόν, ἀλλὰ διʼ ὄρεξιν καὶ μανίαν. καὶ διὰ
τοῦτο οὐδαμῶς οὐδαμὴ πρέπει πιστεύειν αὐτήν.
ὅμως καὶ ἄλλης διηγήσεώς μου ἀκοῦσαι παρακαλῶ.

Ἀνήρ τις ὑπῆρχεν, ὂς ὤμοσεν εἰς ἑαυτὸν τοῦ μὴ
 καθίσαι εἰς ἕνα τόπον ἢ εἰς παραδιαβασμοὺς ὡς νέος
περιπατῆσαι μηδὲ γυναῖκα λαβεῖν, ἕως ὅτου νᾷ μάθῃ
τὰς πονηρίας ὅλας καὶ τὰ τεχνάσματα τῶν κακῶν
γυναικῶν. καὶ τὸν λογισμὸν τοῦτον ἔχων ἐν ἑαυτῷ,
 ἐξῆλθε τῆς ἰδίας πατρίδος, καὶ περιεπάτει κατὰ πό-
 λιν καὶ χώραν, μαθεῖν σπουδάζων ἅπερ ἠβούλετο.
ἄλλος δέ τις ἄνθρωπος ἐν τῇ ὁδοιπορίᾳ συναντήσας,
ἠρώτησεν αὐτόν· καὶ ὡς ἤκουσεν αὐτοῦ, ὅτι διὰ
τῶν πονηριῶν τῶν γυναικῶν περιπατεῖ, μαθεῖν βου-
λόμενος τὰς πονηρίας], ,,ὦ ἄνθρωπε, μάτην κο-
 πιᾷς·“ φησίν „οὐ γὰρ δυνήσῃ τὰς τῶν γυναικῶν
γνώμας καὶ πονηρίας εὑρεῖν ἢ μαθεῖν. εἰ δὲ θέ-
„λεις μαθεῖν ὀλίγα τινὰ ὡς ἀμετρήτων οὐσῶν, εὑρὲ
„τόπον τινὰ μοναξόν, καὶ σύναξε στάκτην ἢ κονι-
„ορτὸν τῆς γῆς πολύν καὶ κάθισον ἐπάνω αὐτοῦ
 „τεσσαράκοντα ἡμέρας καὶ νύκτας ὁμοίας, ἐσθίων
 
 

 
,,καὶ πίνων ὀλίγον· καὶ τότε θέλεις δυνηθῆν εὑρεῖν
„τὰς πανουργίας τῶν γυναικῶν.“ δὲ νέος τῶν
λόγων τούτων ἀκούσας, ἐποίησε καθὼς ἐκεῖνος ἐδί-
δαξε, καὶ ἦν καθήμενος ἐπὶ σποδοῦ τρώγων ὀλίγα·
καὶ ἐφʼ ὅλαις τεσσαράκοντα ἡμέραις καὶ τεσσαρά- 
κοντα νύκταις ἀπεγράφετο τὰς τῶν γυναικῶν πα-
νουργίας. καὶ ὡς ἐτελέσθησαν αἱ ἡμέραι καὶ νύκται, 
ὡς ὕστερον ἐφάνη αὐτῷ ὅτι οὐδεμίαν πονηρίαν τῶν
γυναικῶν ἀφῆκεν ἄγραφον, ἔλαβε τὰς πονηρίας ἃς
ἔγραψε καὶ ἐστράφη εἰς τὸ ὁσπήτιον αὐτοῦ. καὶ 
ἐπανερχόμενος εὑρὼν χωρίον, ἔμεινεν ἐκεῖ ἀναπαυ-
θὴναι μικρόν. ἐν τῷ χωρίῳ γοῦν ἐποίησέ τις τρα-
πέζιν μέγα, καὶ ἐκάλεσε πολλούς· μετὰ πάντων δὲ
ἐκάλεσε καὶ τὸν ξένον· ὅς καὶ ἐλθών ἐκαθέσθη μετὰ
τῶν λοιπῶν, μὴ ἐσθίων ὁμοίως ἐκείνοις τὰ ἐν τῇ 
τραπέζῃ. ὅτε καὶ λέγει πρὸς αὐτὸν ὁ ἔχων τὴν τρά-
πεζαν· „πόθεν εἶσαι καὶ τίς εἶσαι, φίλε;· ὃ δὲ
εἶπε· „στρατοκόπος ὑπάρχω, καθὼς ὁρᾷς, καὶ ἀπὸ
„μακροῦ τόπου ἦλθον ἐνταῦθα. καὶ γὰρ ἐξῆλθον
„ἀπὸ τὴν πατρίδα μου, ὅπως νᾷ μάθω φρόνησιν 
„καὶ νὰ ἐγνωρίσω τὰ τῶν πονηρῶν γυναικῶν πονη-
ρεύματα.“ τότε λέγει ὁ οἰκοδεσπότης πρὸς τὴν
ἑαυτοῦ γυναῖκα· ,,ὁ ἄνθρωπος οὗτος ξένος ἐστὶ τοῦ
„χωρίου ἡμῶν καὶ οὐδʼ ὅλως ἤκουσε φαγεῖν εἰς τὴν
 

 
„τράπεζαν ἡμῶν· ἐξέβη γὰρ ἀπὸ τῆς πατρίδος αὐ-
 „τοῦ καὶ ὅλας τὰς χώρας περιεπάτησε καὶ πάσας τὰς
„πονηρίας τῶν γυναικῶν ἔμαθε καὶ ἔγραψεν. ἀλλʼ
„ἀναστᾶσα, γύναι, οἰκονόμησον αὐτῷ ἰδίως τὰ πρὸς
 „τροφὴν αὐτοῦ, ὡς ἂν παῤ ἡμῖν οὗτος ὁ ξένος
„μετὰ καλῆς φιλίας τραφῇ.“ ἡ δὲ γυνὴ πάντα
ἐποίησε καθὼς ὁ ἀνὴρ ἐνετείλατο, καὶ τὸν ξένον
εἰσήγαγεν εἰς τὸ ἐνδότερον οἴκημα καὶ παρέθηκε
τράπεζαν μεστὴν τροφῶν. εἶτα ἐπηρώτησεν αὐτὸν
 λέγουσα· „τί ἐποίησας, ὦ ἄνθρωπε; γέγραφας πά-
„σας τὰς τῶν γυναικῶν πονηρίας;“ ὃ δὲ „ναί·“
φησίν „οὐδεμίαν πονηρίαν τῶν γυναικῶν ἢ ἐπιβου-
„λὴν ἢ κατασκευὴν κακὴν ἄγραφον ἀφῆκα.“ ἡ δὲ
γυνὴ τῶν λόγων τούτων ἀκούσασα, κατέλαβεν αὐ-
 τὸν εἶναι ἄγνωστον καὶ ματαιόφρονα, καὶ πρὸς αὐ-
τὸν εἰρωνευομένη ἔλεγεν· „ἐπειδή, ὡς λέγεις, ὦ
„ξένε, πάντα τὰ πονηρεύματα ἔγραψες, ἀδύνατόν
„ἐστι γυναῖκα, ἐὰν καὶ ἐγώ εἰμι, τεχνάσασθαί τι
 „πρὸς σὲ πονηρὸν ἢ διὰ λόγου ἢ ἔργου; πλήν, ὡς
 ,,ἂν λέγω σοι μιᾶς γυναικὸς ἔργον, ἄκουσον ἐὰν
„ἔχῃς γραμμένον τοῦτο.“ ὃ δὲ εἶπεν· „εἰπέ.“ ἡ δὲ
γυνὴ ἔφη·

„ἦν τις ἀνὴρ ἔχων γυναῖκα τιμίαν καὶ φρόνι-
μον, ὅστις ἀεὶ περισύρων τὰς γυναῖκας ὅλας ἐτύγ-
 χανεν. ἡ δὲ γυνὴ ἀντέλεγε τῷ ἀνδρί· „μὴ ὕβριζε
 
 

 
„πάσας, ἀλλὰ τὰς κακάς.“ ὁ δὲ ἀντέφησεν· „ὅλας.“
ἣ δὲ „μὴ οὕτως λέγε,“ φησίν, „ἐπείτοι γε οὐκ ἐτυ-
„χες ἐμπλακῆναι ἐν μιᾷ τούτων.“ ὃ δὲ λέγει· „εἰ
ἐτύγχανον ἐν μιᾷ τούτων κακῇ, ἔμελλον αὐτὴν
„ῥινοτομῆσαι.“ πλησίον γὰρ τῷ οἰκήματι αὐτοῦ 
φιλονεικοῦσαι ἐτύγχανον αἱ γειττόνισσαι, καὶ οὗτος
καθʼ ἑαυτὸν ὕβριζεν αὐτάς. ἡ δὲ γυνὴ λέγει τῷ ἀν-
δρί· „σήμερον τί ποιεῖς;“ ὃ δὲ λέγει· „ἀπέρχομαι
„εἰς τὸ χωράφιον· καὶ σύ ἀργὰ μαγείρευσὸν τι καὶ
φέρε μοι ἔξω νὰ φάγω.“ ἣ δὲ ἀπελθοῦσα εὗρεν 
ὀψάρια κατὰ τὴν ὀδὸν καὶ ἠγόρασε. καὶ τὸ μὲν μα-
γέρευμα μετὰ τοῦ τζουκαλίου ἐκόμισε τῷ ἀνδρὶ αὐ-
τῆς φαγεῖν. αὕτη στρεφομένη πρὸς τὸ ὁσπήτιον
ῥίπτει κατὰ τὴν τοῦ ἀρότρου σκαφὴν ἓν γυλλάριον, 
ἀλλαχοῦ δὲ δύο, ἕως ὅτου ἔρριψεν ὅλα. καὶ ὁ ἀνήρ, 
τῆς γυναικὸς διαβάσης, ἐρχόμενος μετὰ τῶν βοῶν
ἀροτριᾶν, εὑρίσκει τὰ ὀψάρια ἐρριμμένα, ποὺ μὲν
δύο, ποῦ δὲ τρία, καὶ ἐσύναξεν αὐτά. καὶ ἀργὰ
σχολάσας ἄπεισιν εἰς τὴν οἰκίαν, καὶ λέγει τῇ γυ-
ναικί· ,οὐκ ἐποίησάς τι, ὥστε φαγεῖν ἡμᾶς ὀψέ· 
ἣ δὲ „μὴ ἔχουσά τι“ εἶπέν ,ἢ κρέας ἢ ὀφάριον ἢ
„ἄλλο τι, οὐκ ἐμαγείρευσα.“ καὶ ὅς φησιν· „ἰδοὺ
 
 

 
„ὀψάρια, ἃ εὗρον ἐν τῷ χωραψίῳ, καὶ ἕφησον αὐτά.“
ἣ δὲ ἀκούσασα, τὰ μὲν ὁψάρια λαβοῦσα ἔκρυφε·
τράπεζαν δὲ θεῖσα, λέγει ὁ ἀνήρ· „τὰ ὀψάρια ποῦ;“
ἣ δέ, „ποῖα ὀψάρια;“ φησίν. ὃ δὲ λέγει· „μωρή,
 „οὐκ ἔψερά σοι ἀρτίως ὀψάρια, ἃ εὗρον εἰς τὸ χω-
ράφιν;“ δὲ ἄμα ταῖς ὄνυξι σπαράξασα τὰς πα-
ρειὰς ἐβόησε· ἀκούσατε, γείτονες.“ καὶ τῶν γει-
τόνων συναχθέντων λέγει ἡ γυνή· „ἀκούσατε, ἄρ-
χοντες· ὀψάρια [γυλλάρια] λέγει μοι ἑψῆσαι ἃ ἔφερεν
 „ἀπὸ τὸ χωράφιον.“ καὶ οἱ ἄνθρωποι συναχθέντες
 λέγουσι τῷ ἀνθρώπῳ· „τί λέγεις; ἐν τῷ ἀγρῷ ὀψάρια
„εὑρίσκονται;“ ὃ δὲ λέγει· „αὐθέντες καὶ ἀδελφοί,
„ἐγὼ εὗρον αὐτὰ ἐκεῖσε· πῶς δὲ εὑρέθησαν οὐκ
„οἶδα.“ τότε τῆς γυναικὸς βοώσης ὅτι ,δαιμόνιον
 „ἔχει οὗτος,“ οἱ δὲ γείτονες ἐν ποσὶ καὶ χερσὶ πέ-
δαις σιδηραῖς ἔβαλον· καὶ ὅλην τὴν νύκτα ὁ δείλαιος
ἔλεγε· „καὶ οὐχ εὗρον τὰ γυλλάρια καὶ κομίσας δέ-
„δωκα τῇ κυνὶ ταύτῃ, εἰπών Ἕψησον αὐτά; κατὰ τί
δὲ ἐσιδέρωσάν με;“ τῆς δὲ πάλιν βοώσης, καὶ ἡμέρας
 ἐπιγενομένης, παραγίνονται οἱ γείτονες ἐρωτῶντες·
„τί γέγονας;“ ὅτε καὶ αὖθις τὴν ἀλήθειαν ὁ ἄτυχος
 

 
ἔλεγε. τῆς δὲ γυναικὸς βοώσης ὅτι ,δαιμόνιον ἔχει,
οἱ ἄνθρωποι ῥᾳδίως ἐπίστευον τὴν γυναῖκα, καὶ
ἔλεγον· „ἀληθῶς ὁ ἄνθρωπος ἔπαθέ τι.“ μετὰ δὲ
τρίτην ἡμέραν λέγει ἡ γυνὴ τῷ ἀνδρί· „πεινᾷς; ἵνα
„σοι δώσω τι φαγεῖν.“ ὃ δὲ λέγει· „ναί· καὶ τί 
„ἔχεις δοῦναι μοι φαγεῖν;“ δέ· „ὀψάρια τηγάνου.“
ὃ δέ· „καλῶς εἶπας, ὦ γύναι· ἅ σοι ἐκόμισα ὀψάρια
„ἀπὸ τὸ χωράφιν, ταῦτά εἰσι;“ καὶ ἄμα ἡ γυνή·
„ἄρχοντες χριστιανοί, ἀκόμη τὸ δαιμόνιον κατέχει 
„τοῦτον, καὶ πάλιν ὀψάρια λέγει.“ τοῦ δὲ εἰπόντος 
„οὐκ ἔτι τὸν λόγον εἴπω τοῦτον,“ ἡ γυνὴ ἔδωκεν
αὐτῷ καὶ ἔφαγεν ἀπὸ τῶν ὀψαρίων ἐκείνων, μὴ εἰ-
πὼν ἔτι λόγον περὶ τούτου. ὕστερον δὲ λέγει τῇ
γυναικί „λῦσον με.“ ἢ δὲ λέγει· μὴ ὀψαρίων μέ-
μνησαι;“ ὃ δὲ λέγει· „οὐκ οἶδα τί λέγεις.“ τότε 
ἔλυσεν αὐτόν, καὶ λέγει· „ὦ ἄνερ, ὅσα εἶπας, καλῶς
„εἶπας· ἀλλὰ διότι ὕβριζες οὐχὶ τὰς κακὰς γυναῖκας
„μόνον ἀλλὰ καὶ τὰς καλάς, κἀγώ σοι εἶπον „Σιώπα,“
„σὺ δὲ εἶπας „Ἄν εἶχον ἐγώ τοιαύτην πονηρὰν γυ-
„ναῖκα, ἔμελλον αὐτὴν ἀνελεῖν,“ διὰ τοῦτό σοι 
„ἐποίησα ὅσα εἶδες· καὶ μηκέτι καυχᾶσαι περιγενέ-
„σθαι τῶν γυναικῶν. τούτοις οὖν τοῖς λόγοις
 

 
προσέθηκε τῷ ξένῳ καὶ λέγει αὐτῷ· „τὸν ἐμὸν ἄν-
„δρα βλέπεις, ὦ ξένε, κατὰ πολύ γηραιὸν ὄντα κἀμὲ
„πάλιν νέαν καὶ εὔμορψον καὶ τὴν τῶν ἀνδρῶν
„ὁμιλίαν ἀγαπῶσαν πολλά, σὲ δὲ νέον ὄντα καὶ δυ-
 „νάμενον τὴν ἐπιθυμίαν μου χορτάσαι. ὁ ἀνήρ μου
 „ἐστὶν ἔξω μετὰ τῶν φίλων· καὶ σύ ἀναστὰς πλή-
„ρωσον τὴν ἐπιθυμίαν μου. ὁ δὲ ξένος ἐκεῖνος
ἀπατηθεὶς ἔλυε τὴν ζώνην τοῦ βρακίου τοῦ ἀναβῆ-
ναι τῇ κλίνῃ. ὡς γοῦν εἶδεν ἡ γυνὴ τὸ πρὸς συνου-
 σίαν σύντομον τοῦ ξένου, ἅμα βαλοῦσα τὰς χεῖρας
ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, τὴν κόμην ἐσπάραττε βο-
ῶσα· „βαβαί ὁττοτί!“ καὶ τότε οἱ ἐν τῷ χωρίῳ
οἰκοῦντες προσέδραμον καὶ οἱ καλεσμένοι. ὁ δὲ ξέ-
νος αὐτὴν βοῶσαν ἰδών καὶ τὸ πλῆθος εἰσρέον εἰς
 τὸν οἶκον, πάλιν ἐκάθισεν ἐμπροσθεν τῆς κειμένης
αὐτῷ τραπέζης, φόβῳ συνεχόμενος πολλῷ καὶ μὴ
ἔχων τι διαπράξασθαι. οἱ δὲ γεωργοὶ εἰσελθόντες
λέγουσι τῇ γυναικί· „πῶς ἔπαθες; καὶ τίς ἡ αἰτία
„τῆς τοσαύτης σου βοῆς; ἣ δὲ πρὸς αὐτούς εἶπεν·
 „οὗτος ὁ ξένος, ὁ παρʼ ἡμῶν φιλοφρονούμενος, ἀπὸ
„τῆς τραπέζης ἐσθίων, ὑπό τινος θρύμματος [ψίχας]
 
 

 
„τὸν λαιμὸν ἐκρατήθη κακῶς, καὶ παρὰ μικρὸν
„ἐκινδύνευε πνιγῆναι. ἐγώ δὲ ἐξαίφνης ἰδοῦσα τὸ
„συμβὰν καὶ δειλιάσασα τὸν θάνατον τοῦ ξένου, 
„οὕτως ὡς ἠκούσατέ μου ἐβόησα. νῦν δὲ ἡ τοῦ θεοῦ
„βοήθεια προφθάσασα ἠλευθέρωσεν αὐτὸν τῆς ἀνάγ- 
„εκης τοῦ πνιγμοῦ, αὐτῷ τὴν ὑγείαν χαρισαμένη.“
ταῦτα τῆς γυναικὸς εἰπούσης, ἅπαντες διέβησαν. ἡ
δὲ γυνὴ ἐκείνη πλησιάσασα τῷ ξένῳ, λέγει πρὸς
αὐτόν· „ἆρα ὅσον σοι διηγησάμην καὶ ὅσον ἄρτι
„ἐποίησα ἔχεις γεγραμμένον· ὁ δὲ ξένος „οὐδα- 
„μῶς,“ ἔφη. ἢ δὲ πρὸς αὐτόν· „μάτην λοιπόν, ὦ
„ἄνθρωπε, τούς τοσούτους κόπους καὶ τὰς ἐξόδους
„ἐποίησας· πολλὰ γὰρ σπουδάσας οὐδὲν ἐποίησας,
„καὶ τὰς τῶν γυναικῶν μηχανουργίας οὔπω κατε-
νόησας.“ ὃ δὲ ἄμα τῷ λόγῳ ἐκείνης ἀναστὰς καὶ 
τὰ γεγραμμένα παρʼ αὐτοῦ (περὶ) τῶν γυναικῶν
λαβών, τῷ πυρὶ ἐνέβαλε καὶ θαυμάζων ἔλεγεν· „,ὡς
„οὐδεὶς ἀνθρώπων γνωρίσαι δύναται τὰ τῶν γυ-
„ναικῶν πανουργεύματα.“ μετὰ δὲ ταῦτα διαπο-
ρήσας καὶ μὴ ἔχων τι διαπράξασθαι, οὐ προσέθηκε 
ζητῆσαι πλέον τὰ γυναικεῖα κακά. καὶ οὕτως εἰς τὴν
ἑαυτοῦ πατρίδα ὑπέστρεψε καὶ ἀπλῶς γυναῖκα ἔγημεν.

Ἀπὸ τούτων γοῦν, ὦ βασιλεῦ, τῶν ἐξηγηθέν- 
των τῷ κράτει σου παρὰ τῆς ἐμῆς οὐθενότητος καὶ
εὐτελείας γνῶθι ἀκριβῷς ὡς ἀτελείωτός ἐστιν ἡ τῶν 
 

 
γυναικῶν πονηρία, καὶ μὴ οὕτως ἀπλῶς καὶ ἀνεξε-
τάστως ὑπακούσῃς πρὸς τὸν τοῦ υἱοῦ σου φόνον
διὰ μόνην ἄκαιρον καὶ μανιώδη γυναικὸς κατηγορίαν.
εἰ γὰρ τὸν σὸν παῖδα φονεύσεις, τίς ἄρα ἐστὶν ὁ
 τῆς σῆς βασιλείας διάδοχος καὶ κληρονόμος τοῦ γέ-
νους σου καὶ τῆς ἀρχῆς; μὴ ἡ κακοσύμβουλος γυνὴ
τὴν σὴν ἀρχὴν καὶ βασιλείαν διαδέξεται; καὶ τίς
ἐστιν ὁ θαρρήσας ἐπὶ τὸ σὸν κράτος ὥστε δουλεῦ-
σαί σοι; καὶ εἰ οὐ φθάσει ἀμοιβὰς παρὰ σοῦ λαβεῖν
 ἕνεκα ὧν σοι δεδούλευκε, παρὰ τίνος ἔξει τὰς ἀμοι-
βάς, τοῦ υἱοῦ σου ἀδίκως παρὰ σοῦ φονευθέντος;
ὅπερ καὶ εἰς ὅλην τὴν οἰκουμένην ὄνειδος ἔσται σοι
αἰώνιον.“

Τούτων ὁ Κῦρος τῶν λόγων καὶ παραδειγμάτων
 καὶ διηγήσεων παρὰ τοῦ ἑβδόμου συμβούλου καὶ φι-
λοσόφου ἀκροασάμενος, τὰ σπλάγχνα μειλιχθείς, ἕνα
 τῶν αὐτοῦ δορυφόρων οἰκειότατον [δορυφόρον] προ-
καλεσάμενος, πρὸς τὸν σπεκουλάτωρα ἔπεμψε, κε-
λεύων μηδαμῶς ἀποκτεῖναι τὸν ἑαυτοῦ υἱόν.

Εἶτα τῆς ὀγδόης ἐπιστάσης ἡμέρας λύεται μὲν
τοῦ τῆς σιωπῆς δεσμοῦ ἡ τοῦ παιδὸς γλῶσσα. καὶ
 

 
ἀρξάμενος λαλεῖν, λέγει πρός τινα γυναῖκα ἱσταμέ-
νην ἔμπροσθεν αὐτοῦ· ,,συντόμως ἀπελθοῦσα, ὧ
„γύναι, κάλεσόν μοι τὸν πρῶτον τοῦ πατρός μου
„σύμβουλον καὶ φιλόσοφον.“ δὲ πρὸς τὸν φιλό-
σοφον [ἄνδρα] τῶν ἄλλων διαφορώτατον ἀπελθοῦσα, 
λέγει τῷ ἀνδρὶ ὡς ,,ὁ τοῦ βασιλέως υἱὸς μηνύει σε
„πρὸς αὐτὸν παραγενέσθαι.“ ὁ δὲ φιλόσοφος δρο-
μαίως πρὸς αὐτὸν παραγίνεται καὶ τοῦτον ἀσμένως
ἐναγκαλισάμενος ἠσπάσατο. καὶ ὁ παῖς ἄμα τῷ φι-
λοσόφῳ ἐφανέρωσε τὴν αἰτίαν, διʼ ἢν τὰς ἑπτὰ 
ἡμέρας ἦν σιωπῶν, ἀλλὰ καὶ ὅσα ἡ παλλακὴ τοῦ
βασιλέως εἶπε πρὸς αὐτόν, καὶ προσέθηκε λέγων καὶ
τοῦτο ὅτι ,μεγάλας καὶ πολλὰς (ἔχω) χάριτας τῷ
θεῷ καὶ ὑμῖν, ὅτι με ἀδίκου θανάτου τὸν ἀναίτιον
ἐλυτρώσασθε καὶ τῶν κατασκευῶν τῆς μιαρὰς γυ- 
ναικός, ἃς ἐποιεῖτο πρὸς τὸν πατέρα μου, ἐξηρπά- 
σατε. ἀλλὰ νῦν, φίλων πιστῶν ἀληθέστατε, πορεύ-
θητι πρὸς τὸν πατέρα μου τὸν βασιλέα, καὶ ὅσα σοι
εἶπον φανέρωσον πρὸ τοῦ τὸ μιαρὸν γύναιον εἰσελ-
θεῖν καὶ τὰς ἀκοὰς τούτου διαφθεῖραι.“ καὶ ὁ φι- 
λόσοφος „γίνωσκε, ὦ δέσποτα καὶ νεανία, ὡς καὶ
ὁ σὸς διδάσκαλος εὐθύς (μετὰ) τὸ ἀκοῦσαί σε φθέγ-
ξασθαι, πρὸς τὸν βασιλέα πορεύσεται.“ ἅμα τοίνυν
τῷ λόγῳ μετὰ σπουδῆς ὁ φιλόσοφος ἧκε πρὸς βασι-
 
 

 
λέα καὶ συνήθως προσκυνήσας, „ζῆθι, βασιλεῦ,“'
ἔφη, „εἰς τὸν αἰῶνα μετὰ τοῦ διαδόχου σου. χαρὰς
,,ἥκω εὐαγγέλια κομίζων σοι σήμερον· ὁ γὰρ υἱός
„σου, τῶν (τῆς) σιωπῆς δεσμῶν λυθείς, ἄρτι ὡς
 „ἀηδών λαλεῖν ἤρξατο κἀμὲ πρὸς τὸ σὸν κράτος διέ-
„πεμψε ταῦτα διασαφῆσαι. ὁ δὲ βασιλεύς τούτων
ἀκούσας τῶν λόγων, χαρᾶς ἀπείρου πλησθεὶς καὶ
ὥσπερ ἄλλος ἐξ ἄλλου ὑφ᾿ ἡδονῆς γενόμενος, πρῶτα
μὲν δώροις ἐδεξιώσατο τὸν φιλόσοφον, εἶτα καὶ δο-
 ρυφόρους στείλας μετεκαλεῖτο τὸν παῖδα. ὁ δὲ παῖς
παραγενόμενος τῷ πατρὶ προσεκύνησεν. ὁ δὲ βασι-
λεύς καὶ πατὴρ τοῦ θρόνου ἀναστὰς ὑπὸ περιχαρίας,
τῷ υἱῷ χαριέντως προσυπήντησε καὶ τοῦτον ἀγκαλι-
σάμενος ποθεινότατα ἠσπάζετο. ὁ δὲ παῖς ἀνοίξας
 τὸ στόμα χαίρειν τῷ πατρί τε καὶ βασιλεῖ προσεφθέγ-
ξατο. ὁ δὲ πατὴρ τῆς χειρὸς κρατήσας, συνεδριάζειν
αὐτῷ ἐπὶ τῆς βασιλικῆς καθέδρας ἐκέλευσεν. εἶτά
φησι πρὸς τὸν φίλτατον υἱόν· „τίς ἐτύγχανεν, ὦ
παιδίον ἐρασμιώτατον, ἡ αἰτία τῆς τοσαύτης σοῦ σιω-
 πῆς καὶ ἀφωνίας ἐπὶ ταῖς παρελθούσαις ἑπτὰ ἡμέ-
ραις: καὶ διὰ τί οὐδʼ ὅλως ἐν αὐταῖς μοι λελάληκας,
ὡς καὶ ἐμὲ ὑπο τῶν τῆς γυναικὸς ῥημάτων διὰ τὴν
σιωπὴν ὑπαχθῆναί σε ἀνελεῖν· ὅ δὲ νέος τῷ βα-
σιλεῖ καὶ πατρὶ ἀπεκρίνατο· ,,ὁ θεός, ὦ βασιλεῦ,
 ὅστις ἐστὶ βοηθὸς ἀεὶ τῷ ἀνθρωπίνῳ γένει, οὗτός
με τῆς ἀδίκου σφαγῆς διεφύλαξεν. ὅτι δὲ οὐκ ἐφθεγ-
 

 
γόμην τῷ κράτει σου ἐπὶ ταῖς ῥηθείσαις ἡμέραις,
γίνωσκε, δέσποτα, ὡς ὑπὸ τοῦ διδασκάλου μου Συν-
τίπα παρηγγελμένος ἤμην τοῦ μηδʼ ὅλως ἐντὸς ἑπτὰ 
ἡμερῶν λόγον λαλῆσαί τινα. ὅτι δὲ καὶ ἡ γυνὴ αὕτη
πρὸς τὴν σφαγήν μου τὸ κράτος σου παρεκίνει, γνω- 
ρίζω σοι, βασιλεῦ, καὶ περὶ τούτου ὡς ὅταν ὁ και-
ρὸς τοῦ μαθήματός μου ἐπλήρωσε καὶ ὁ διδάσκαλος
ἔπεμψέ με πρὸς σὲ καὶ ἐλθὼν οὐκ ἐλάλουν σοι.
παρέδωκάς με δὲ αὐτῇ· ἢ καὶ ἀπήγαγέ με εἰς τὴν
οἰκίαν αὐτῆς καὶ ἀρξαμένη λαλεῖν με, ἐφάνη ἀκό- 
λαστος καὶ πόρνη, πρὸς συνουσίαν καὶ μῖξιν ἑαυ-
τῆς παρακινοῦσα· προῃρεῖτο γὰρ συγγενέσθαι με
αὐτῇ· ἐγώ γοῦν τὸ ἀναιδὲς ἰδὼν τῆς γυναικὸς καὶ
τὸ ἄπρεπον τοῦ λόγου ἀκούσας, καὶ κατʼ αὐτῆς με-
γάλως θυμωθείς, ἐπελαθόμην καὶ τῆς τοῦ διδασκά- 
λου μου παραγγελίας διὰ τὴν ἄτακτον ὀρμὴν αὐτῆς,
καὶ λύσας τὴν σιωπὴν εἶπον πρὸς αὐτὴν ἡμέρως καὶ
προσηνῶς ὅτι ,οὐκ ἀπολογήσομαι ὅσα μοι λέγεις, ὦ
γύναι, πρὸς σέ, ἕως οὐ ἑπτὰ ἡμέραι παρέλθωσιν
„ἀπὸ τῆς σήμερον, καὶ τῶν ἡμερῶν παρελθουσῶν 
„ἀπολογήσομαί σοι τότε καθὼς πρέπει σοι περὶ ὧν
 

 
 „ἐλάλησας πρὸς ἐμέ.“ ταῦτα οὖν, ὦ βασιλεῦ, τῇ
γυναικὶ ἀπεκρίθηκα, μηδὲν ἕτερον πρὸς αὐτὴν εἰ-
πὼν ἢ λαλήσας· ἀλλʼ οὐδὲ ἄλλῳ τινὶ λελάληκα ἕως
τῆς παρούσης ἡμέρας. διότι γοῦν ἔγωγε οὐκ ἐποίησα
 ἅπερ ἡ γυνὴ ἠγάπα, ἐκείνη φοβηθεῖσα καὶ ὑπολα-
βοῦσα ὅτι δι᾿ ἅ μοι εἶπεν, ἐὰν ἄρξωμαι λαλεῖν, κιν-
δυνεῦσαι μέλλει, ἠγωνίζετο ἐντὸς τῶν ἑπτὰ ἡμερῶν
ἀπολέσαι με, καὶ τὸ σὸν κράτος πρὸς τὴν σφαγήν
μου ἡ κακὴ καὶ δολία γυνὴ παρεκίνει. αὕτη ἡ αἰτία
 τῆς σιωπῆς, δέσποτα, ἣν ἐδήλωσα τῇ σκηπτουχίᾳ
σου. τὸ λοιπόν, ὦ βασιλεῦ, εἰ θέλει τὸ κράτος σου,
ὁρισάτω ἐλθεῖν ἀρκετὸν ὄχλον καὶ λαὸν καὶ πάντας
τοὺς φιλοσόφους, ὅπως ἀκουόντων αὐτῶν ἐγὼ φα-
νερώσω ἐπὶ τοῦ βασιλικοῦ βήματος ὅσα διδασκαλι
 κῶς ὁ φιλόσοφος Συντίπας ἐδίδαξέ με.“ τούτων
τῶν ἐκ τοῦ υἱοῦ λόγων ἀκούσας ὁ βασιλεὺς ἐπὶ
πολὺ ἔχαιρε καὶ ἠγαλλιᾶτο. καὶ προστάττει πάντας
τοὺς φιλοσόφους καὶ ἁπλῶς τοὺς λόγου μετέχοντας
καὶ τοὺς αὐτοῦ μεγιστάνους καὶ ἄρχοντας παραγε-
 νέσθαι. καὶ δὴ πάντων συνελθόντων καθὼς ὁ βα-
σιλεὺς διωρίσατο, ἦλθε καὶ ὁ τοῦ παιδὸς διδάσκαλος
καὶ μέχρις ἐδάφους προσκυνήσας, ἐκάθισεν. ὅτε καὶ
ὁ βασιλεὺς ἔφη αὐτῷ· ,,ποῦ ἤσουν μέχρι τοῦ νῦν,
ὦ σοφώτατε Συντίπα; ὅτι καὶ διὰ τὸ σὲ μὴ φαίνε-
 σθαι παρὰ μικρὸν ἀπέκτεινον ἂν τὸν υἱόν μου.“ ὁ
δὲ Συντίπας τῷ βασιλεῖ ἀπεκρίνατο· „ἐγώ, βασι-
λεῦ, τῷ υἱῷ σου παρήγγειλα ἐν ἡμέραις ἑπτὰ σιω-
 

 
πᾶν, διότι τὰ τῆς αὐτοῦ τύχης διʼ ἀστρολογικῆς
ἐρευνήσας μεθόδου, ἐγνώρισα εὑ ρὼν ὡς εἰ ἐντὸς
ἑπτὰ ἡμερῶν λαλήσει, θανάτῳ ὐποβληθείη. διὰ τοῦτο
κἀγὼ μακρὰν ἀπὸ τῆς βασιλείας σου ἐκρύβην, ἕως
οὗ παρέλθῃ ἡ διωρία αὕτη. ὅθεν καὶ καλῶς πε- 
ποίηκε μηδʼ ὅλως λαλήσας σοι ἐν αὐταῖς ταῖς ἡμέ-
ραις.“ ὁ δὲ βασιλεύς ἔφη χάρις μεγίστη λοιπὸν
τῷ θεῷ, ὅτι μου τὸν υἱὸν ἐκ τῆς ἀδίκου σφαγῆς
διεφύλαξεν· εἰ γὰρ ὁ υἱός μου ἐφονεύετο παρʼ ἐμοῦ,
ἐκινδύνευεν ἐξαλειφθῆναι ἐκ γῆς τὸ ἐμὸν ὄνομα.“ 
ταῦτα εἰπών ὁ βασιλεύς προσκαλεῖται τούς φιλοσό- 
φους αὐτοῦ καὶ πλησιέστερον αὐτοῦ μετὰ τοῦ Συν-
τίπα παραστησάμενος, τοῦ παιδὸς ἐκ δεξιῶν συγ-
καθέδρου ὑπάρχοντος, ἠρώτα τούς φιλοσόφους λέ-
γων· „εἴπατέ μοι νῦν, ὦ ἄνδρες· ἐὰν τὸν υἱὸν μου 
ἐφόνευον ἐντὸς τῶν ἑπτὰ ἡμερῶν, τίνι τὸ αἴτιον τοῦ
φόνου ἐπεγέγραπτο, ἐμοί, τῷ θἱῷ μου, ἢ τῇ γυ-
ναικί;“

Τότε δὴ τῶν φιλοσόφων τέσσαρες ἐγγίζουσι πλη-
σίον τῷ βασιλεῖ. καὶ ὁ εἷς ἀπʼ αὐτῶν εἶπεν· ,,ὧ 
βασιλεῦ, ἐγὼ νομίζω ὅτι ἡ αἰτία τοῦ φόνου τοῦ
 
 
 

 
Συντίπα ἦν· ἐπειδὴ γὰρ ἐκεῖνος ἐγίνωσκεν ὡς ἐὰν
λαλήσῃ ὁ παῖς ἐντὸς τῶν ἑπτὰ ἡμερῶν, θανάτῳ
ὑποπεσεῖται, διὰ τί οὐκ ἐκράτει μετʼ αὐτοῦ τὸν υἱόν
σου, ἀλλʼ ἔπεμψέ σοι αὐτὸν;“ καὶ ὁ δεύτερος ἐπε-
 κρίνατο· „οὐκ ἔστι τοῦτο εὐάρμοστον. διότι οὐκ
ἡδύνατο ὀλιγῶσαι ἢ πλεονάσαι τὸν καιρὸν ὄν συνε-
φώνησε τῷ βασιλεῖ καὶ διὸ οὐκ ἦν δυνατὸν ψεύσα-
 σθαι αὐτόν, ἔπεμψε τὸν παῖδα πρὸς τὸν πατέρα κατὰ
τὴν συμφωνίαν, ἑαυτὸν δὲ μακράν που ἀπέκρυψε.
 λοιπὸν ἡ αἰτία οὐκ ἔστι τοῦ Συντίπα, ἀλλὰ μᾶλλον,
ὅσον μοι δοκεῖ, τοῦ βασιλέως ἐστὶν ἡ αἰτία τοῦ τὸν
φόνον ὁρίσαντος φονευθῆναι.“ καὶ ἀποκριθεὶς ὁ
τρίτος ἔφη· „οὐχ οὕτω μοι δοκεῖ, τὸν βασιλέα αἴτιον
εἶναι τοῦ φόνου· οὐδὲ γὰρ ὁ βασιλεὺς τοῦ πράγμα-
 τος αἵτιος· ἀλλʼ ὥσπερ οὐκ ἔστι λίθου ψυχρότερον
ἄλλο οὐδʼ ἐλαφρότερον ἴσχας τῆς ἐκ ξύλου γενομέ-
νης, πυρεκβολουμένου δὲ τοῦ λίθου μετὰ σιδήρου
καὶ ἴσχας φλόγα γεννῶσιν, οὕτω καὶ ἄνθρωπος μετὰ
γυναικὸς πεσών, κἂν πολλά ἐστι νοῶν κἂν πολλὰ
 φρόνιμος, ἄμα τοῦ συμμιγῆναι ὁ τοιοῦτος ἢ τῇ γυ-
 

 
ναικὶ ἢ τῇ ἐρωμένῃ ἕλκεται πρὸς τὸν σκοπὸν τῆς
γυναικὸς καὶ τὸ θέλημα· διὰ τοῦτο καὶ νῦν ἡ γυνή
ἐστιν [ἡ] αἰτία τοῦ φόνου· ψευδῶς γὰρ κατηγοροῦσα
τοῦ παιδός, ὡς μὴ αὐτῆς ἀκούσαντος, παρεκίνει τὸν 
βασιλέα πρὸς φόνον διὰ τὸ ἀγαπᾶν αὐτὴν καὶ διὰ 
τὸ μὴ φθάσαι τὸν υἱὸν συντυχεῖν τῷ πατρὶ καὶ εἰ-
πεῖν τὴν τῆς γυναικὸς ἀναισχυντίαν καὶ τἄλλα·
τότε ὁ τέταρτος ἐλθών εἰς τὸ μέσον, ἔφη· ,,οὐδʼ
οὕτως μοι δοκεῖ ἔχειν ὡς λέγετε· οὐδὲ γὰρ ἡ γυνὴ
αἰτία ἐγένετο, ἐπεὶ συνήθειά ἐστιν ὡς ἐπὶ τὸ πλεῖ- 
στον κινεῖσθαι τὰς γυναῖκας καὶ κομπόνεσθαι ὁπό-
ταν ἴδωσι νεανίσκον εὐπρεπῆ· ἡ γὰρ ὡραιότης τοῦ
νέου ἀγρεύει τὴν φύσιν τῶν γυναικῶν ὡς ἀσθενε-
στέραν· καὶ μάλιστα γίνεται τοῦτο, ὅταν τύχωσιν οἱ
δύο μόνοι λαλεῖν· τότε γὰρ πλέον ἐν μοναζίᾳ γαρ- 
γαλίζεται ἡ γυνὴ πρὸς συνουσίαν καὶ παρακινεῖ τὸν
νέον εἰς ἐκπλήρωσιν τῆς ἐπιθυμίας αὐτῆς. λοιπὸν
καὶ ἡ πονηρὰ αὕτη γυνὴ τοιαύτῃ ἀγάπῃ ἐκρατήθη
τῷ κάλλει τοῦ νέου. ἐπεὶ δὲ οὐκ ὔκουσεν αὐτὴν ὁ
τοῦ βασιλέως υἱός, ἀλλὰ μᾶλλον ἐφάνη αὐτὴν ἀπει- 
λῶν καὶ φοβερίζων περισσοτέρως, ἐφοβεῖτο καὶ
ἔτρεμεν αὐτὸν ἡ γυνή, καὶ ἐσπούδαζεν ἐλευθερῶσαι
αὐτὴν καὶ φυλάξαι ἀπὸ φόβον καὶ κίνδυνον ὃν προσ- 
 

 
εδόκα παθεῖν διὰ τούς λόγους αὐτῆς τοὺς κακούς,
καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἠναγκάζετο μετὰ τέχνης
θανατῶσαι τὸν παῖδα. τὸ λοιπὸν ἡ αἰτία τοῦ νέου
ἐστίν, ὅτι μὴ τὴν ἐντολὴν τοῦ διδασκάλου ἐτήρησεν
 ἵνα σιωπήσῃ, ἀλλʼ ἐλάλησε πρὸς τὴν γυναῖκα λόγον
σκληρὸν καὶ φόβου γέμοντα.“ τότε ἀποκριθεὶς καὶ
ὁ Συντίπας λέγει· „οὐκ ἔστι, καθὼς νομίζω, οὕτως
ὡς ὑμεῖς λέγετε· οὐδὲ γὰρ ὁ παῖς αἰτία ἐγένετο.
ἀλλʼ οὐδὲ τῆς ἀληθείας ἐστί τι μεῖζον ἢ ἀληθέστε-
 ρον]· καὶ γὰρ πᾶς ἄνθρωπος, ὅστις λέγει ἑαυτὸν
σοφιστὴν ἢ ῥήτορα ἢ διδάσκαλον εἶναι ἢ φιλόσοφον,
εἶτα ψεύδεται πλεῖστα, κατὰ ἀλήθειαν ὁ τοιοῦτος
ἔξω γίνεται τῆς ἑαυτοῦ γνώσεως ἀπάσης, καὶ οὔτε
σοφός ἐστιν οὕτε ῥήτωρ ἢ σοφιστής, ἀλλʼ οὐδὲ τοῦ
 μέρους τῶν λογίων ἀριθμεῖται, ἀλλὰ μᾶλλον τῆς
τῶν ψευδολόγων καὶ ὑποκριτῶν συνοδίας καὶ ξυν-
αυλίας.“

Ὑπολαβὼν δὲ τὸν λόγον καὶ ὁ τοῦ βασιλέως υἱὸς
 λέγει τῷ πατρί· „δέσποτα, ὅρισον κἀμὲ ἀπολογίαν
 τινὰ πρὸς ταῦτα δοῦναι καὶ ὑμῖν ἐμφανίσαι.“ ὅτε
καὶ ὁ βασιλεύς προέτρεψε τοῦτο. κἀκεῖνος εὐθύς
τοῖς φιλοσόφοις φησίν· „ἡ ἐμὴ γνῶσις πρὸς τὴν
ὑμετέραν σοφίαν ὡς μυῖα πρὸς ἐλέφαντα παραβάλ-
λεται· ἀλλʼ ὅμως τῶν ῥημάτων μου ἀκούσατε.

Ἄνθρωπός τις τράπεζαν πολυτελῆ οἰκονομήσας,
 
 
 

 
πολλούς διὰ φιλίαν φαγεῖν προκαλέσατο. εἶτα τῶν
κεκλημένων καθεσθέντων καὶ ἐσθιόντων, ᾠκονόμη-
σεν αὐτοῖς πιεῖν γάλα. καὶ πέψωας (τὴν δούλην)
εἰς τὸν φόρον τοῦ ἀγοράσαι γάλα τοῖς κεκλημένοις,
ἀνέμενεν αὐτήν. αὕτη δὲ ἀγοράσασα τὸ γάλα καὶ 
ἐπιθήσασα τὸ γάλα] ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, ὡς
ἔθος τισὶ γυναιξὶ ποιεῖν, εἰς τὴν οἰκίαν τοῦ δεσπό-
του αὐτῆς ἐπανήρχετο. ταύτης δὲ ἐρχομένης, ἄνω-
θεν λοῦπος καταβὰς ὄφιν τινὰ ἥρπασε κρατῶν αὐ-
τὸν ἐν τοῖς αὐτοῦ ὄνυξι. πετόμενος δὲ ἴσα κατέπτη 
τοῦ τζουκαλίου· καὶ ὁ ὄφις σφιγγόμενος σφόδρα
ὑπὸ τῶν ὀνύχων τοῦ λούπου, ὑπὸ τῆς ἀνάγκης
ἐξήμεσε τὸ φάρμακον· κἀκεῖνο χυθὲν κατέβη ἴσα εἰς
τὸ στόμα τοῦ τζουκαλίου. καὶ οὕτω γενομένου, οὐδʼ
ὅλως ἐνόησε τοῦτο ἡ δούλη, φέρουσα ἐπὶ κεφαλῆς 
τὸ τζουκάλιον. εἰσελθοῦσα δὲ εἰς τὸν οἶκον καὶ τὸ
γάλα κομίσασα τοῖς ἐσθίουσιν, ἅπαντες ἔπιον ἐξ
αὐτοῦ καὶ εὐθέως ἀπέθανον. εἴπατε οὖν μοι, φι-
λόσοφοι, τίς τούτου τοῦ θανάτου γέγονεν αἴτιος.“

Εἷς δέ τις τῶν φιλοσόφων ἀποκριθεὶς ἔφη· „ὁ 
τὴν τράπεζαν ποιήσας· ἔπρεπε γὰρ αὐτόν, πρὸ τοῦ
πιεῖν τούς ἐν τῇ τραπέζῃ καθημένους ἐκ τοῦ γάλα-
κτος ἐκείνου, πρότερον εἰπεῖν τῇ δούλῃ γεύσασθαι
 

 
ἐξ αὐτοῦ, εἶτα μεταδοῦναι τοῖς φίλοις.“ ἀποκριθεὶς
δὲ ὁ ἄλλος φιλόσοφος ἔφη· „οὐχ οὕτως ἔχει τὰ τοῦ
πράγματος· οὐ γὰρ ὁ ποιήσας τὴν τράπεζαν ἐγένετο
 αἴτιος, ἀλλὰ τοῦ ὄφεως ἦν ἡ αἰτία·“ Ὑπολαβὼν δὲ
 ὁ ἕτερος ἔφη· „οὐδὲ οὕτως ἔχει ὡς ὑμεῖς λέγετε·
οὐδὲ γὰρ ὁ ὄφις τῆς μέμψεως ἄξιος, ἐπειδήπερ τῇ
ἀνάγκῃ τιμωρούμενος καὶ βιαζόμενος σφόδρα, μέλ-
λων φουρκισθῆναι, τὸ φάρμακον αὐτοῦ ἐξέμεσεν.“
εἶτα καὶ ὁ ἄλλος τῶν φιλοσόφων ἀπεκρίνατο· ,,ἡ
 ἀφορμὴ αὕτη τοῦ θανάτου τῶν ἀνθρώπων μᾶλλον
τῶν ἄλλων τῷ λούπῳ ἁρμόζει, διόπερ ἐκείνου τὸν
ὄφιν ἰσχυρῶς κρατοῦντος καὶ πνίγοντος, ἐπὶ τοσοῦ-
τον ἠναγκάσθη ὁ ὄφις ὥστε τὸ φάρμακον ἐκβαλεῖν·
εἰσελθὼν δὲ ὁ Συντίπας εἶπε· ,,γνωστὸν πάντως
 ἔστω τῷ κράτει σου, βασιλεῦ, ὡς οὐδὲν τῆς σοφι-
στικῆς τέχνης καὶ λογιότητος τὸ καθόλου ἀφῆκα, ὅπερ
μὴ ὅλον τῷ υἱῷ σου ἐδίδαξα, καὶ τοιοῦτον (ἀπέ-
δειξα ὡς) ἀπὸ τῆς ἐμῆς ἐπιμελείας καὶ προαιρέσεως
θεοῦ χάριτι τῶν ὑπὸ τὴν βασιλείαν σου φιλοσόφων
 εἰ μὴ πρῶτον ἀλλʼ οὐδὲ δεύτερον αὐτὸν καθεστά-
ναι.“ ὁ δὲ βασιλεὺς ὑπολαβὼν τὸν λόγον τοῦ Συν-
 
 

 
τίπα, πρὸς τοὺς μεγιστάνους ἔφη ὅτι ,,πάλιν ἀκού- 
σωμεν τοῦ Συντίπα.“ καὶ ὃς ἀπεκρίνατο ὅτι „γνωστὸν
καὶ ὑμῖν ἔστω, ὅτι πᾶν ζῶον ἐκ θεοῦ δημιουργηθὲν
καὶ ἐν ἑαυτῷ ἔχον δύναμιν ζωτικὴν οὐδὲν ἄλλο
τρώγει, εἰ μὴ ὅπερ προσέταξεν αὐτῷ ὁ θεός. λοι- 
πὸν καὶ ὁ λοῦπος ἐκ τῶν τῆς γῆς ζώων τρέφεσθαι
ταχθείς, ἀναίτιός ἐστιν ἐπὶ τῷ συμβάντι.“ καὶ ὁ
βασιλεύς, ταῦτα εἰπόντων τῶν φιλοσόφων καὶ ὕστε-
ρον τοῦ Συντίπα, ἐνατενίσας τῷ υίῷ αὐτοῦ ἔφη·
„ὑπολαμβάνω, υἱέ, ὡς οἱ παρόντες οὗτοι φιλόσο- 
φοι οὐ γινώσκουσι τίνι πάντων ἁρμόζει ἡ τοῦ συμ-
βάντος αἰτία. πλὴν εἶπέ μοι σύ, τίς ὁ αἴτιος τοῦ
τοιούτου θανάτου τῶν ἀναιτίων.“ ὁ δὲ παῖς τῷ
βασιλεῖ ἀπεκρίνατο· ,εἰς οὐδέν, ὦ δέσποτα βασιλεῦ,
οἱ φιλόσοφοι σφάλλουσιν, οὐδὲ ὡς τῇ ἀληθείᾳ προσ- 
κρούοντες, ἄλλος ἄλλο τι σφάλλονται. πλὴν ὁ τοῖς
τὸ γάλα πεπωκόσι (συμβεβηκὼς) κίνδυνος ἐπέκειτο
αὐτοῖς γενέσθαι ὑπὸ τῆς τύχης αὐτῶν, καὶ ἔμελλον
ἐκεῖνοι τοιῷδε τρόπῳ τῆς ζωῆς ἐξελθεῖν.“ ὁ δὲ βασι- 
λεὺς τὸν λόγον τοῦ παιδὸς ὡς πολλὰ εὐάρμοστον ἀπο- 
δεξάμενος, λίαν ηὐφράνθη ἐπὶ τῇ τοῦ υἱοῦ συννοίᾳ
καὶ φρονήσει· καὶ τάχα ἐπὶ τῇ συλλογιστικῇ καὶ
 

 
σοφιστικῇ αὐτοῦ φρονήσει καὶ ἀποκρίσει φησὶ πρὸς
τὸν Συντίπαν· „ζήτησον ὅπερ ἂν ἐθέλῃς παρὰ τῆς
ἐμῆς βασιλείας καὶ δοθήσεταί σοι. ἀλλὰ καὶ εἴ τις
ἑτέρα διδασκαλία τινῶν πρόσεστι μαθημάτων, (τὸν
 υἱόν μου) ἐκδίδαξον.“ „γνωστόν σοι ἔστω, ὦ βα-
σιλεῦ,“ ὁ Συντίπας ἔφη, „ὡς καὶ πρὸ ὀλίγου σοι
ἐδήλωσα, ὡς οὐδὲν τῆς σοφιστικῆς τέχνης καὶ λο-
γιότητος ἀφῆκα καθόλου ὅπερ οὐκ ἐδίδαξα τὸν υἱέα
σου, ὡς καὶ πάντων, θαρρῶ λέγειν, τῶν ὑπὸ τὴν
 βασιλείαν σου φιλοσόφων εἰ μὴ πρῶτον ἀλλʼ οὐδὲ
δεύτερον καταστῆσαι.“ ὁ δὲ βασιλεύς τὸν λόγον
ὑπολαβών, τοῖς μεγιστᾶσιν ἔφη καὶ φιλοσόφοις·
„ἆρά γε ταῦτα ἡμῖν φιλαλήθως ὁ Συντίπας λαλεῖ;“
οἳ δὲ ἀπεκρίθησαν ὅτι „καὶ μάλα πολλὰ ἀληθεύει,
 ὦ δέσποτα.“ καὶ ὁ βασιλεύς ἀναβλέψας πρὸς τὸν
 υἱὸν αὐτοῦ λέγει· ,,σὺ δέ, ὦ υἱέ, τί λέγεις ; ἐν ἀλη-
θείᾳ περὶ σοῦ ὁ σὸς διδάσκαλος καλῶς] φθέγγεται;“
καὶ οἱ φιλόσοφοι ἅμα εἶπον ἀποκριθέντες ἀντὶ τοῦ
παιδός· „οὐδείς, ὦ βασιλεῦ, ὡς ὁ υἱός σου ἐστίν,
 ὁ ὑπερέχων τῇ τῶν μαθημάτων καὶ τῶν λόγων ἐπι-
στήμῃ, ῥητορικῇ τε φαμὲν καὶ τῇ ἄλλῃ σοφίᾳ.“ τότε
καὶ ὁ παῖς λέγει τῷ πατρί τε καὶ βασιλεῖ· „γνωρίζω
σου τῷ κράτει, δέσποτα, ὡς ἐάν τις τῶν ἀνθρώ-
 
 

 
πων οὐ τελείαν λάβῃ τὴν φρόνησιν καὶ τὴν μάθη-
σιν, οὐκ ἀποδίδωσιν ἀγαθὰ τοῖς εὐεργέταις αὐτοῦ
σιν, καὶ διδασκάλοις· τὸν δὲ ἀμαθῆ καὶ ἀπαίδευτον ἄν-
θρωπον ἄγνωστον καὶ ἄφρονα παντελῶς ὃνομάζειν
πρέπει, ἀλλʼ οὐδαμῶς καλόνουν καὶ γνωστικόν. ὁ 
δὲ διδάσκαλός μου Συντίπας σπουδαίως καὶ ἀκρι-
βῶς ἐπιμελησάμενός μου, δοκιμώτατόν με τῇ φιλο-
σοφίᾳ, δυνάμει θεοῦ, καὶ τῇ γνώσει κατέστησε· καὶ
πρέπει τοῦτον παρὰ τοῦ σοῦ κράτους ἀξίαν τῆς
σπουδῆς καὶ ἐπιμελείας λαβεῖν καὶ τὴν ἀμοιβήν. 
ἐπειδὴ δέ, ὦ βασιλεῦ, καὶ οὗτοί σου οἱ φιλόσοφοι
συμμαρτυροῦσί μοι, ὅτι ὑπερβάλλω τούτους τοῖς 
λόγοις, δέομαί σου ἀκριβῶς ἀκροάσασθαι τῆς διη-
γήσεως ταύτης·

δύο παιδία ἦσαν ἔν τινι τόπῳ, τὸ μὲν ἓν χρό- 
νων πέντε, τὸ δὲ ἕτερον τριῶν. ἦν δὲ καί τις ἀνὴρ
γηραιὸς καὶ καμπούρης, ἅμα δὲ καὶ παράλυτος, ὅστις
ἦτον γεμάτος τῇ φρονήσει καὶ νοήμασι, σὺν τοῖς
παισὶν ἐκείνοις.“

ὁ δὲ βασιλεύς ἀνακόψας τὸν λόγον τῆς διηγή- 
σεως λέγει τῷ υἱῷ· ,καὶ τίς ἦν, τέκνον, ἡ ἐκείνων
ὑπόθεσις;“ ἀναλαβών δὲ πάλιν ὁ παῖς ἀρχῆθεν
τὸν λόγον λέγει·

„ἀνήρ τις ἦν πανοῦργος λίαν καὶ πόρνος· ὅταν
δὲ ἤκουε περὶ γυναικὸς εὐμόρφου, πρὸς ἐκείνην εὐ-
θὺς ἐπορεύετο ἕνεκεν ὁμιλίας. ἐδηλώθη οὖν αὐτῷ
μιᾷ τῶν ἡμερῶν περί τινος γυναικὸς κατὰ πολὺ
 ὡραίας· καὶ ἅμα πρὸς ἐκείνην ἀπῆλθε τοῦ συμμι-
γῆναι αὐτῇ. εἶχε δὲ ἡ γυνὴ παῖδα τριετῆ ὄντα. ἔτυχε
δὲ τῇ ὥρᾳ ἐκείνῃ λέγειν τὸν παῖδα τῇ μητρί· „ποί-
ησόν μοι μαγέρευμά τι φαγεῖν.“ ἡ δὲ γυνὴ ὁρῶσα
 τὸν ἄνδρα σπουδάζοντα πρὸς μῖξιν, λέγει αὐτῷ·
 „ὀλίγον μοι ἀκαρτέρησον, ἄνθρωπε, ἕως οὗ τὸ παι-
„δάριον ἀναπαύσω.“ ὃ δὲ λέγει τῇ γυναικί· „κατὰ
„τὸ παρὸν τὴν τοῦ παιδός σου φροντίδα ἔασον καὶ
„τὰ τῆς ἐπιθυμίας μου πλήρωσον, μή πως ἀργήσω.“
ἣ δὲ ἀντέφησεν· „ἐὰν ἐγίνωσκες, ὦ ἄνθρωπε, τὴν
 „γνῶσιν τούτου μου τοῦ παιδός, οὐκ ἄν μοι τοιαῦτα
„ἔλεγες ῥήματα.“ καὶ ταῦτα εἰποῦσα, διὰ συντόμων
ἐγείρεται καὶ ὀρύζιον ἑψήσασα τῷ παιδὶ παρέθηκέν.
ὁ δὲ παῖς, εἰ καὶ πολλὰ μικρὸς οὐκ ἦτον , ἀλλʼ οὖν
ὑπῆρχε κλαίων καὶ τὴν μητέρα ἠνάγκαζε παραθεῖ-
 ναι αὐτῷ πλεῖον ὀρύζιον· ἔλεγε γὰρ ὅτι ,ἀκμὴν οὐκ
„ἐχόρτανα, ἀλλʼ ὀρέγομαι περισσότερον.“ καὶ ἡ μή-
 
 

 
τηρ ἐποίησε τὸ θέλημα τοῦ παιδίου. ὁ δὲ παῖς πά-
λιν θέλων καὶ ἕτερον παράθεμα, πρὸς τὴν μητέρα
ἐθρήνει. ὁ μέντοι ἀκόλαστος ἐκεῖνος λυπούμενος
ἐπὶ τῇ τοῦ παιδὸς ἀνάγκῃ καὶ τῷ κλαυθμῷ, λέγει
πρὸς αὐτόν· ,,πολλὰ εἶσαι, ὦ παῖ, ἀναίσχυντος καὶ 
„ἀχόρταστος καί, ὡς ὁρῶ, γνῶσιν ὅλως οὐκ ἔχεις. 
„εἰ γὰρ τὸ τοσοῦτον ἕψημα παρετίθετο πέντε ἀν-
„δράσι, καὶ ἀρκετὸν ἦν αὐτοῖς ὥστε κορέσαι.“ ὁ δὲ
παῖς αὐτῷ εἶπεν· „ἐκεῖνος μᾶλλον ἐστέρηται φρο-
„νήσεως, ὅστις ἑαυτῷ ἐπιζητεῖ, καθάπερ σύ νῦν τῇ 
„ἐμῇ μητρί· λέγεις γὰρ ἀπρεπῶς [καὶ ἐπιζητεῖς] καὶ
„πρᾶξιν μεταδιώκεις ἣν ὁ θεὸς μεμισημένην ἔχει καὶ
„βδελύττεται. ἐν ἐμοὶ δὲ τί ὁρᾶς φρονήσεως ἐστε-
„ρημένον; ἀλλὰ καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ,
„ὅπερ ἀναισχυντίαν καλεῖς, τίνα ὅλως νομίζεις ζη- 
„μίαν πανθάνειν με; μᾶλλον μὲν (οὖν) καὶ οἱ
„ὀφθαλμοί μου διὰ τῶν δακρύων καθαρθέντες ἐπὶ
 

 
,,πλεῖον διεφωτίσθησαν, καὶ οἱ μυκτῆρές μου τῆς ἐν
,,αὐτοῖς ἀκαθαρσίας ἐκαθαρίσθησαν, καὶ τὸ παρα-
„τεθέν μοι ἑψητὸν πρὸς τροφὴν διὰ τοῦ κλαυθμοῦ
„μου, εἴ τι καὶ ἤθελον, εὐκόλως μοι ἦλθε.“ τούτων
 τῶν λόγων τοῦ παιδὸς ἀκούσας ὁ ἀνὴρ ἐνόησεν ὡς
τὸ παιδίον μεῖζόν ἐστι τῇ γνώσει ἢ αὐτός, καὶ ἀνα-
 στὰς αὐτίκα προσεκύνησεν αὐτό, εἰπὼν πρὸς αὐτύ·
„ἀξιῶ, μὴ κατηγορήσῃς με περὶ ὧν ἐλάλησα πρὸς
„σέ· οὐ γὰρ ἐγίνωσκον ὅτι τοσαύτην ἔχεις τὴν φρό-
 „νησιν.“ καὶ ταῦτα εἰπών ἀπῆλθε, μηδὲν ἀπρεπὲς
ἐπὶ τῇ μητρὶ αὐτοῦ ἐργασάμενος.

Ἄκουσον (δέ), ὦ βασιλεῦ, καὶ περὶ τοῦ πενταετοῦς
παιδὸς τῆς διηγήσεως. ἄνδρες πραγματευταὶ ὑπῆρ-
χον τρεῖς, οἵτινες καὶ πρὸς ἀλλήλους εἶχον συντρο-
 φίαν. καὶ ἀπῆλθον εἰς χώραν τινὰ διὰ πραγματείαν.
τῆς ὁδοιπορίας οὖν ἀρξάμενοι κατῆλθον εἰς χωρίον,
ὥστε ἐν αὐτῷ μεῖναι, εὑρόντες οἰκίαν γραΐδος τινός.
μετὰ δὲ τὸ ἀναπαύσασθαι αὐτούς, ἔδοξεν ἀπελθεῖν
εἰς βαλανεῖον καὶ λουθῆναι· καὶ λέγουσι τῇ γραΐδι·
 „ἑτοίμασον ἡμῖν, ὦ γύναι, τὰ πρὸς τὸ λοετρὸν
χρειώδη, σκεύη τε καὶ ίμάτια. μόνου δὲ τοῦ κτενὸς
 
 
 

 
ἐπελάθοντο. εἶτα οἱ πραγματευταὶ βαλόντες ἅπερ
εἶχον, χρυσίον καὶ ἀργύριον, εἰς βαλάντια τρία, δε-
δώκασι τῇ γραΐδι εἰπόντες αὐτῇ· ,,ὦ γύναι, λάβε 
„ταῦτα τὰ τρία βαλάντια τοῦ χρυσοῦ καὶ. φύλαττε
„καλῶς ἐν ἑαυτῇ, καὶ μηδὲν ἀπὸ τούτων δώσῃς τινὶ 
„ἀφʼ ἡμῶν, εἰ μὴ νὰ ἴδῃς καὶ τοὺς τρεῖς ἡμᾶς.“
ταῦτα εἰπόντες, ἀπῆλθον εἰς τὸ βαλανεῖον, καὶ ἐν
τῇ ὀδῷ ἰδόντες ὅτι κτένιον οὐ κρατοῦσι, στέλλουσιν
ἕνα ἀπʼ αὐτούς πρὸς τὴν γραῖαν τοῦ λαβεῖν τὸ κτέ-
νιον. ὁ δὲ πεμφθεὶς εἰς τὴν γραῦν λέγει αὐτήν· 
„οἱ σύντροφοί μου μηνοῦσί σε διʼ ἐμοῦ· Πέμψον
„ἡμῖν τὸ χρυσίον τό σε ἐδώκαμεν.“ ἡ δὲ γυνὴ λέ-
γει τῷ ἀνδρί· ,,οὐδαμῶς δώσω σοι, ἕως οὐ ἔλθετε
„καὶ οἱ τρεῖς ὁμοῦ.“ καὶ ὁ ἀνήρ „ἰδού,“\ λέγει ,,οἱ
,,σύντροφοί μου μακρόθεν κατʼ ὄψιν σου ἵστανται, 
„καὶ ἐκεῖνοι λέγουσί σοι δοῦναί μοι τὸ χρυσίον.“
καὶ ταῦτα εἰπών τῇ γραΐδι, στρέφεται πρὸς τοὺς
συντρόφους αὐτοῦ καὶ λέγει αὐτοῖς ἀνωνύμως „οὐ
δίδει μοι ἡ γραῦς,“ μήτε κτένιον εἰπών μήτε χρυ-
σίον. ἐκεῖνοι δὲ νομίσαντες τὸ κτένιον ζητεῖν αὐτόν, 
 

 
 λέγουσι τῇ γραΐδι μετὰ νεύματος „δός, γύναι, αὐτό.“
ἣ δὲ ἐκβαλοῦσα τὸ χρυσίον δέδωκεν αὐτῷ. ὃ δὲ
τοῦτο λαβών εὐθέως ἀπʼ ἐκεῖσε ἔφυγεν. οἱ δὲ σύν-
τροφοι αὐτοῦ περιμένοντες αὐτόν, οὐκ ἦλθε· καὶ
 μεγάλῃ φωνῇ λέγουσι τῇ γραΐδι· ,,ποῦ ἐστιν ὁ σύν-
„τροφος ἡμῶν, ὃν ἀπεστείλαμεν εἰς σέ, καὶ οὐδʼ
„ὅλως εἰς ἡμᾶς ἀνεφάνη;“ ἡ δὲ γραῦς εἶπε τοῖς
ἀνθρώποις ἐκείνοις ὡς ,,τὸν θησαυρὸν παρʼ ἐμοῦ
„λαβὼν κατὰ τὴν ἰδικήν σας φωνὴν καὶ τὸν λόγον,
 „διέβη ἀπὸ τὸ ὁσπίτι μου· ἐμοῦ γὰρ τὸ χρυσίον
„αὑτῷ μὴ διδούσης, ὑμεῖς προσεφωνήσατέ μοι· ‘Δὸς
,,αὐτῷ τὸ ζητούμενον παῤ αὐτοῦ.’ καὶ ἐγὼ κατὰ
„τὸν λόγον ὑμῶν δέδωκα τὸ βαλάντιον.“ οἳ δὲ ἀντεῖ-
πον τῇ γυναικί· „ἡμεῖς τοῦ λαβεῖν ἀπὸ σοῦ κτένιον
 „ἐπέμψαμεν.“ ἡ δὲ γραῦς, ,,οὐ κτένιον ἐζήτει,“
φησίν „ἀλλὰ τὸ χρυσίον ὑμῶν ἀπʼ ἐμοῦ ἐζήτησεν
,,ὡς ἀπὸ ἰδικοῦ σας θελήματος· ἐμοῦ δὲ μὴ πιστευ-
„σάσης ἐκεῖνον ἀληθῆ λέγειν, ὑμεῖς διὰ νεύματος
„προετρέψασθέ με ὕστερον δοῦναι αὐτῷ, κἀγὼ ἐκ-
 „βαλοῦσα δέδωκα.“ ταῦτα οἱ πραγματευταὶ παρὰ
 τῆς γυναικὸς ἀνελπίστως ἀκούσαντες καὶ πικρῶς τῇ
λύπῃ κρατηθέντες, λαβόντες εὐθὺς ἀνάρπαστον τὴν
γραΐδα, πορεύονται πρὸς τὸν τῆς χώρας ἐκείνης ἄρ-
 

 
χοντα καὶ αὐτῷ τὰ τοῦ πράγματος διηγοῦνται μετὰ
λύπης. ὁ δὲ ἄρχων ἔφη τῇ γυναικί· „δὸς τοῖς ἀν-
„θρώποις τὸ χρυσίον, ὅπερ σοι ἐναπέθεντο.“ ἡ δὲ
γυνή· „αὐθέντη, ἐγὼ τὸ χρυσίον αὐτοῖς δέδωκα.“
οἱ δὲ ἄνθρωποι ἀντέλεγον πάντη πρὸς τὸν λόγον 
τῆς γυναικὸς ἀληθῆ εἶναι δοκοῦντα· [οἳ δὲ λέγουσι
τῷ ἄρχοντι] „ἡμεῖς, ὦ κύριε, [οἱ] τρεῖς ὑπάρχοντες,
,,ὅτε τὸν θησαυρὸν ἐνεθέμεθα, τοιαύτην αὐτῇ παραγ-
„γελίαν δεδώκαμεν, ὡς μηδένα ἀφʼ ἡμῶν διδόναι
„ποτέ, εἰ μὴ καὶ τοὺς τρεῖς ἡμᾶς αὐτοψεὶ θεάσηται 
,,τὴν παρακαταθήκην ζητοῦντας.“ ὁ δὲ ἄρχων πάλιν
τῇ γυναικί φησιν· „ἀπόδος τοῖς ἀνθρώποις τὸ χρυ-
„σίον, ὦ γύναι, καὶ μηδαμῶς ἔχῃς ἄλλον τινὰ λο-
„γισμὸν περὶ τούτου.“ τότε ἡ γραῦς μετὰ δακρύων
ἀπῆλθεν ἐκ προσώπου τοῦ ἄρχοντος μετὰ κλαυθμοῦ 
πικρῶς ἀλαλάζουσα. ταύτης οὖν ἀπερχομένης καὶ
ὀδυρομένης, συναντᾷ ταύτῃ παιδίον χρόνων πέντε
ὑπάρχον. καὶ τὸ παιδίον αὐτὴν ὁρῶν κλαίουσαν
μετʼ ὀδύνης πολλῆς, ἠλέησε τῆς πικροτάτης οἰμω-
γῆς. καὶ λέγει πρὸς τὴν γυναῖκα τὸ παιδίον· „τί 
„οὕτως, γύναι, κλαίεις ἐλεεινῶς;“ ἣ δὲ εἶπεν·
„ἄφες με, τέκνον, τὴν ἀθλίαν, τοῦ κλαίειν με ἀθλίως
,,τὴν ἐμὴν πενίαν καὶ συμφοράν.“ τὸ δὲ παιδίον
 
 

 
ἐπὶ πλέον ἵστατο ἀναγκάζον αὐτὴν καὶ τὴν αἰτίαν
τῆς λύπης αὐτῆς ἠρώτα ἐπιμόνως· καὶ οὐ πρότερον
ἀφῆκεν αὐτὴν ὁ παῖς, ἄχρις οὗ τὰ τοῦ πράγματος
ὡς ἐγένοντο κατὰ μέρος ἡ γυνὴ τῷ παιδαρίῳ διεσά-
 φησεν. ὁ δὲ παῖς ἀκούσας κατὰ μέρος, τῇ γραίᾳ
διηρμήνευσεν εἰπών· „ἐγὼ τῆς κρατούσης σε συμ-
φορᾶς ἐλευθερώσω. καὶ ἐὰν θέλῃς ἵνα σοι ποιήσω
ὅπερ λέγω, δός μοι ἀργύριον ὅπως ἀγοράσω κάρυα.“
ἡ δὲ γυνὴ ἔφη· „ἐὰν ταύτης ἐλευθερώσῃς με τῆς
 συμφορὰς καὶ ἀνελπίστου ζημίας, δώσω σοι τὸ ἀρ-
 γύριον.“ τότε λέγει ὁ παῖς τῇ γραΐδι· „ὑπόστρε-
„ψον εἰς τὸν ἄρχοντα [τὸν ἡγεμόνα] καὶ εἰπὲ αὐτῷ
„οὕτως· „γνωρίζω σοι, κύριέ μου, ὡς τρεῖς σύν-
„τροφοι ἦσαν οἱ δεδωκότες μοι τὸ ἀργύριον καὶ τὸ
 „χρυσίον, παραγγείλαντές μοι μηδενὶ ἀπὸ τούτων
„τῶν τριῶν συντρόφων δοῦναι τὸ χρυσίον, εἰ μὴ
„καὶ οἱ τρεῖς παρῶσι· καὶ νῦν τὸ χρυσίον ἐστὶ παρʼ
„ἐμοί, καὶ τὴν ἐνδοξότητά σου ἱκετεύω, ἵνα ὁρίσῃς
„καὶ παραγίνωνται καὶ οἱ τρεῖς ὁμοῦ· καὶ οὕτως
 „ἐγὼ αὐτοῖς τὸν συντροφικὸν θησαυρόν, ὃν ἔθηκαν
„εἰς ἐμέ, ἀποδώσω.“ λοιπὸν ἡ γυνὴ ἐπὶ ταύταις
ταῖς τοῦ παιδὸς παραγγελίαις πολλὰ εὐφρανθεῖσα,
εὐθὺς εἰς τὸν ἡγεμόνα ὑπέστρεψε καὶ τὰ τοῦ παιδὸς
ῥήματα, ὀλίγα καὶ φρόνιμα ὄντα, εἶπε τῷ ἡγεμόνι.
 ὃ δὲ ἰδὼν αὐτὴν εὐλόγως λέγουσαν καὶ δικαίως,
διαμηνύσας τοὺς ἐμπόρους λέγει· ,,δικαίως νῦν
„ἔγνωκα ὅτι ἡ γραῦς ὑμῖν ἀνθίσταται καὶ τὸν θη-
 
 

 
„σαυρὸν οὐκ ἀποδίδει. λοιπὸν ἔλθετε καὶ οἱ τρεῖς,
„καθὼς εἴπατε τὸ κατʼ ἀρχάς, καὶ οὕτως ὁμοῦ καὶ
„οἱ τρεῖς τὸ χρυσίον λήψεσθε.“ τῆς γοῦν τοιαύτης 
ἀποφάσεως παρὰ τοῦ δικαστοῦ ἐξελθούσης δικαίας
ὁμοῦ καὶ ἀναμφιβόλου, καὶ τῆς γυναικὸς μηκέτι παρὰ 
τῶν δύο συρομένης, ἐνόησεν ὁ δικάζων ὅτι ἡ γυνὴ
παρά τινος φρονίμου τὴν τοιαύτην ἤκουσεν ἀπολο-
γίαν, καὶ πρὸς ἑαυτὸν καλέσας τὴν γυναῖκα ἠρώτα·
,,ὦ γύναι, τίς εἶπά σοι τὸν τοιοῦτον ἄριστον καὶ πι-
„θανώτατον λόγον ;“ δὲ ἀπεκρίνατο· ,,ὦ κύριέ 
„μου, παιδίον πενταετὲς συνήντησέ με καὶ κλαίου-
„σάν με ἰδὸν καὶ ἀκοῦσαν παρʼ ἐμοῦ τὴν αἰτίαν,
„ταύτην εἶπέ μοι τὴν ἀπολογίαν ἀποκριθῆναι εἰς τὸ
„βῆμά σου· ὁ δὲ ἡγεμὼν αὐτίκα πρὸς ἑαυτὸν τὸν
παῖδα ἐκάλεσε καὶ αὐτὸν ἐπηρώτα λέγων· „σύ, ὦ 
παιδάριον, τῇ γραΐδι τὸν λόγοντοῦτον παρήγγειλας;“
„ναί,“ φησὶν ὁ παῖς, κύριέ μου.“ καὶ ὀ δικαστὴς
ἐκπλαγεὶς ἐπὶ τῇ τοῦ παιδὸς φρονήσει καὶ ὀξύτητι
τοῦ νοὸς εὐθύς αὐτὸν διδάσκαλον προεβάλετο ῥητό-
ρων καὶ φιλοσόφων.

Ἄκουσον δέ, ὦ θειότατε βασιλεῦ, καὶ τῆς περὶ
τοῦ γηραιοῦ ἀνδρὸς διηγήσεως. ἄνθρωπός τις ἦν, 
ὃς εἶχε συνήθειαν πραγματεύεσθαι ξύλα μυριστικά·
ὃς καὶ ἤκουσε παρὰ ἀνθρώπων ὅτι τὰ μυριστικὰ
 

 
ξύλα εἰς τόδε τὸ κάστρον ἀκριβῶς εὑρίσκονται. καὶ
εὐθύς ὁ ἔμπορος ἅπερ εἶχεν ἀρωματικὰ ξύλα ἀγο-
ρασμένα λαβών, ἀπῆλθεν εἰς τὴν πόλιν ἐκείνην. ὡς
δὲ ἐπεσώθη ἐκεῖ, κατεσκήνωσεν ἔξω τῆς πόλεως
 ἐκείνης, ἵνα μάθῃ πῶς ἡ τιμὴ τῶν ξύλων ἐκείνων
ἐν τῇ πόλει ἐστι. διὰ μέσου δὲ τῆς ἡμέρας ἐκείνης
ἰδοῦσα αὐτὸν μία δούλη τινὸς τῶν ἀρχόντων τῶν
ἐγχωρίων ἠρώτησεν αὐτόν· ,,σὺ τίς εἶ; καὶ τί τὰ
„ἐπιφερόμενα πράγματα;“ ὃ δὲ ἔφη· ,ἔμπορός εἰμι,
 „καὶ ταῦτα τὰ ξύλα μυριστικά.“ ἡ δὲ δούλη ἐκείνη
τῷ ἰδίῳ δεσπότῃ ὅσα λελάληκεν αὐτῇ ὁ ἔμπορος
ἐφανέρωσεν. ὁ δὲ κύριος τῆς δούλης πολύξευρος ὢν
εὐθέως συνῆξεν ὅσα ἀρωματικὰ εἶχε ξύλα καὶ εἰς τὸ
πῦρ ἔβαλε· καὶ ἀνάψαντος τοῦ πυρός, πολλὴ εὐθὺς
 ἐξῆλθεν εὐωδία ἐκεῖθεν. ἐκεῖ γοῦν πλησίον ὁ ἔμπο-
ρος ὑπάρχων καὶ τῆς ὀσμῆς ἐκείνης πλησθείς, εἶπε
 τοῖς ἐκεῖ οὖσιν ἀνθρώποις· ,,πολλῆς εὐωδίας ξύλων
„μυριστικῶν ἐμπίπλαμαι καί, παρακαλῶ, θεάσασθε
„μήπως τις εἰς τὰ ἐμὰ ξύλα πυρκαϊὰν ἀνῆψε καὶ
 „καίονται τὰ ἡμέτερα.“ οἳ δὲ πρὸς αὐτὸν εἶπον
 

 
„οὐδαμῶς ἐν τῷ σῷ φόρτῳ ἀνῆψέ τις πυρκαϊὰν ἢ
„σπινθῆρα.“ καὶ πρωΐας γενομένης, εἰσῆλθεν εἰς
τὴν πόλιν ἐκείνην ὁ ἔμπορος, καὶ συναντᾷ αὐτῷ ὁ
τῆς δούλης ἐκείνης δεσπότης καὶ ἐρωτᾷ αὐτόν· „τί
ἄρα εἰσὶ τὰ ἐν τῷ φόρτῳ φερόμενα;“ ὁ δὲ ἔμπο- 
ρος ἔφη· ,,ἀρωματικὰ ξύλα ἔφερον.“ ὁ δὲ ἐγχώ-
ριος πρὸς τὸν ἔμπορον εἶπε· „τίς σε, ὦ ἄνθρωπε,
,,κατηνάγκασε τὰ τοιαῦτα ξύλα πρὸς ταύτην τὴν
,,πόλιν κομίσαι, παραιτησάμενος ἄλλα εἴδη ἀφʼ ὧν
ἔμελλες κερδανοι; γίνωσκε γὰρ ὅτι ταῦτα τὰ ξύλα 
ἐνθάδε χρείαν οὐκ ἔχουσιν· οἱ γὰρ κατοικοῦντες
„ἄνθρωποι ὧδε ὡς καύσιμα ἔχουσι καὶ τούτοις χρῶν-
„ται εἰς κλίβανον καὶ φοῦρνον.“ καὶ ὁ ἔμπορος·
„καὶ πῶς ἔστι τοῦτο, ὅτι ἐγὼ ἤκουσα ὅτι πλέον ἡ
„πόλις αὕτη χρῄζει τῶν τοιούτων ξύλων ἢ ἄλλαι 
,,πόλεις;“ ὅτε καὶ πρὸς τὸν ἔμπορον ἀπεκρίνατο· 
„οἱ ταῦτα εἰπόντες σε, μεγάλως σε ἠπάτησαν.“ τού-
τοις τοῖς λόγοις ὁ ἔμπορος τὴν καρδίαν πληγείς,
ἔμεινε λυπούμενος. ὁ δὲ ἀνὴρ ἐκεῖνος ἰδών τὸν ἔμ-
πορον σφόδρα λελυπημένον, λέγει πρὸς αὐτόν· ,,βλέ- 
„πω σε, φίλε, σφόδρα γεγονότα περίλυπον, καὶ
,,ἐλεῶ σε πολλὰ διὰ τὴν λύπην σου ταύτην. διὰ
„τοῦτο τοίνυν, ἂν χρῄζῃς, ἐλθὲ καὶ πώλησόν με
„τὴν πραγματείαν σου ὅλην, καὶ εἴ τι θέλεις, δώσω
„σοι εἰς πινάκιν γεμάτον.“ ὁ δὲ ἔμπορος ἀνελογί- 
 

 
ζετο καθʼ ἑαυτὸν λέγων· ,,στοχάζομαι ὅτι κάλλιόν
„ἐστι τοῦ δοῦναι τὴν πραγματείαν μου ὅλην τῷ ἀν-
„δρὶ τούτῳ ἢ ἀπομεῖναι τὰ πράγματα ἀπούλητα·
„καὶ ὅσα βούλεται δοῦναί μοι λήψομαι· τοῦτο γὰρ
 „κρεῖττόν ἐστιν ἢ ἀπομεῖναι τὰ πράγματα ἀπώλητα.“
καὶ τοῦτο ἐν τῷ νοῒ βουλευσάμενος, ἐπώλησε τὴν
πραγματείαν πᾶσαν αὐτοῦ ὁ ἔμπορος πρὸς τὸν ἐγ-
χώριον, συμβιβασθεὶς λαβεῖν, εἴ τι ἄρα καὶ ζητήσει,
ἕνα πίνακα γεμισμένον. λαβὼν οὗν ὁ ἀγοράσας τὴν
 πραγματείαν τοῦ ἐμπόρου ἤγαγεν εἰς τὴν οἰκίαν
 αὐτοῦ, μηδενὸς τὸ καθʼ ὅλου γινώσκοντος περὶ τού-
του. ὁ μὲν οὖν ἔμπορος ἐκεῖνος περιπατῶν ἐν τῇ
πόλει, εἰσῆλθεν εἰς οἰκίαν γραΐδος τινὸς μετὰ τῶν
συντρόφων αὐτοῦ τοῦ κατακλιθῆναι ἐκεῖ, καὶ ἐπη-
 ρώτα τὴν γραῦν ὁ ἔμπορος λέγων· ,,πῶς ἄρα, ὦ
γύναι, τὰ ἀρωματικὰ ξύλα ὧδε πωλῶνται;“ ἣ δὲ
ἔφη· „ἰσόσταθμα τῷ χρυσῷ ταῦτα πωλῶνται. πλὴν
„λέγω σοι, ἔμπορε, πρόσεχε καλῶς ἀπὸ τῶν πολιτῶν
„τῆςδε τῆς πόλεως· πανοῦργοι γὰρ καὶ δόλιοι εἰσιν
 „ἅπαντες καὶ ποικίλοι ταῖς πράξεσι, καὶ οὐκ ἔστι
„δυνατὸν τὸν ἐνταῦθα ἐλθόντα ξένον μὴ παρὰ τού-
„των φθοράν, εἰ δυναόν, (καὶ) τῆς ἑαυτοῦ ζωῆς ὑπο-
 
 

 
„μεῖναι.“ ταῦτα εἰπούσης τῆς γραΐδος ἐκείνης,
ἐξῆλθε τῆς οἰκίας αὐτῆς ὁ ἔμπορος θεάσασθαι τὰ ἐν
τῇ πόλει, καὶ ὁρᾷ τρεῖς ἄνδρας ὁμοῦ ἐπὶ τὸ ἔργον
καθεζομένους καὶ ἱστάμενος συχνῶς ἐνατενίζων
ἔβλεπε τούτους. ἐκεῖνοι δὲ πάλιν ἑωρακότες τὸν 
ἔμπορον, εἶς ἀπὸ τούτων τῶν τριῶν λέγει πρὸς αὐ-
τόν· „ἐλθέ, ὦ πάτερ, καὶ διαλεχθῶμεν ἐγώ καὶ σύ 
„πρὸς ἀλλήλους· καὶ ὅστις ἀφʼ ἡμῶν νικήσει ἐπὶ τῇ
„τῶν λόγων στροφῇ καὶ πιθανότητι, ἐπιταξάτω τῷ
„νενικημένῳ ποιῆσαι ὅ τι καὶ βούλεται ὁ νενικηκώς.“ 
ὁ δὲ ἔμπορος ἀπεριέργῳ τῇ γνώμῃ καὶ ἁπλοϊκῇ τῇ
ψυχῇ· „ναί,“ φησί, ,,στέργω, καὶ γενέσθω ὡς ἐκέ-
„λευσας.“ εἶτα ἐκάθισαν πρὸς ἀλλήλους διαλεγόμε-
νοι. καὶ νενίκηκε τὸν ἔμπορον ὁ μῖμος ἐκεῖνος καὶ
πανοῦργος ἀνὴρ καί φησι πρὸς αὐτόν· „ἰδού, ὡς 
„ὁρᾷς, ἐνίκησά σε τοῖς λόγοις μου, καὶ κατὰ τὴν
„συμφωνίαν ἡμῶν ἐπιτρέπω σε πιεῖν πάντα τὰ τῆς
„θαλάττης ὕδατα.“ ἐπὶ τούτοις οὖν ὁ ἔμπορος ἐν
ἀπορίᾳ γέγονε, μὴ δυνάμενός τινα μηχανὴν εὑρη-
κέναι εὐλογοφανῆ καὶ προβαλέσθαι τῷ μίμῳ εἰς ἀν- 
τίθεσιν, καὶ τοὺς αὐτοῦ βρόχους διαφυγεῖν. ἦν δὲ ὁ
ἔμπορος τὴν ὅρασιν γλαυκόφθαλμος, ἔτυχε δὲ εἶναι
καὶ τὸν ἕνα ἀπὸ τῶν τριῶν μίμων ἐκείνων μονόφθαλ-
μον, γλαυκὸν δὲ τὸν ἕνα αὐτοῦ κεκτημένον ὀφθαλ-
μόν. κἀκεῖνος δὲ ἀναστὰς ἐπελάβετο ἰσχυρῶς τοῦ 
 
 
 

 
ἐμπόρου λέγων· ,,σὺ τὸν ἕνα μου ἔκλεψας ὀφθαλμόν·
„διὸ ἀπέλθωμεν πρὸς τὸν κριτὴν τῆς πόλεως, ὅπως
„αὐτὸς ὁρίσῃ καὶ ἀποδώσῃς μοι τὸν ὀφθαλμὸν ὃν
„ἔκλεψας.“ ἤκουσεν ἡ γραῦς ἡ ὑποδεξαμένη τὸν
 ἔμπορον, ὅτι πρὸς τὸν τῆς χώρας ἄρχοντα ἔσυρεν ὁ
μῖμος τὸν ἔμπορον. καὶ συναντήσασα τούτοις, εἶπε
πρὸς τὸν μῖμον ἡ γραῦς· „ἄφες, ἀξιῶ, σήμερον ἐγ-
„γυητικῶς τὸν ἔμπορον, καὶ ἐγὼ αὐτὸν αὔριον πρωΐ,
„ἐὰν ζητήσῃς, παραστήσω σοι.“ ὁ δὲ μῖμος ὑπα-
 κούσας τῇ αἰτήσει, κατέλιπε τὸν ἔμπορον. κἀκείνη
μετʼ αὐτοῦ πρὸς τὸν ἴδιον οἶκον ἦλθε καὶ λέγει πρὸς
αὐτόν· „ἐγὼ πάντως πρότερον παρήγγειλά σοι προσ-
„έχειν ἀπὸ τῶν ἀνθρώπων τῆς πόλεως, ὅτι ἐπὶ πᾶσι
„τοῖς ξένοις κακοὶ λίαν φαίνονται καὶ ἄγαν πονηροί,
 „καὶ μηδαμῶς φανερῶς ἐξέλθῃς ποτέ· σὺ δὲ ἐπεὶ
„οὐκ ἤκουσάς μου τῆς συμβουλῆς, εὗρες καὶ τῆς
„παρακοῆς τὰς ἀντιμισθίας. καὶ νῦν ἄκουσόν μου
„ἀρτίως περὶ ὧν συμβουλεῦσαί σοι θέλω, ἐπεὶ τὰ
 ,,πρῶτα ἐσφάλης. γνωρίζω γάρ σοι ὡς οἱ τοιοῦτοι
 „μῖμοι ἔχουσί τινα καθηγητὴν καὶ διδάσκαλον, ὅστις
„τῇ πονηρίᾳ τῶν ἄλλων πάντων ὑπερέχει καὶ νικᾷ
„ἅπαντας. πρὸς αὐτὸν γοῦν ὡς διδάσκαλον πάντες
„οἱ μῖμοι καθʼ ἑκάστην ἑσπέραν πορεύονται, καὶ
„ἀπαγγέλλουσιν ἅπερ ἕκαστος διʼ ὅλης τῆς ἡμέρας
 

 
„εἶπε καὶ ἔπραξε. νῦν οὖν ἐάσας πάντα, ἐπάκουσόν
„μου τῆς ὠφελίμου ταύτης συμβουλῆς· ἐγερθεὶς
„ἄλλαξόν σου τὸ σχῆμα, καὶ τὸν ἑαυτόν σου ποίη-
„σον ὡς ἕνα τῶν μίμων, φορέσας καὶ ἱμάτια ὅμοια·
„εἶτα κρυφίως ἀπελθών, συίξον σαυτὸν τῇ ἐκείνων 
„συντροφίᾳ· πλὴν πρόσεχε ἵνα μὴ γνωσθῆς ὑπ᾿ αὐ-
„τῶν. συμπορεύθητι γοῦν πρὸς τὸν διδάσκαλον
„αὐτῶν καὶ στῆθι ἐκεῖ πλησίον που, ὡς εἷς τῶν τυ-
„χόντων καὶ κοινῶν τῆς πόλεως, καὶ ἄκουσον ὅσα
„ἀπαγγελοῦσιν αὐτῷ οἱ μετὰ σοῦ ὁμιλήσαντες καὶ 
„ὅσα ἐκεῖνος πάλιν αὐτοῖς ἀποκριθήσεται, καὶ πᾶν
,,ὅ τι αὐτοῖς παρὰ τοῦ διδασκάλου λαληθήσεται ἐν
„τῇ διανοίᾳ σου σημείωσον, ἵνα ἔχῃς ὅσα ἐκεῖνος 
„ἀποκριθῇ πρὸς αὐτούς εἰς ἀντίθεσιν τῶν ἐχθρῶν
„τῶν πολεμούντων σε, καὶ μετὰ δυνάμεως πολλῆς 
„νικήσῃς τὴν πονηρίαν αὐτῶν· καὶ δὴ ἀπὸ τούτου
„τοῦ τρόπου μέγα σοι προσγενήσεται κέρδος.“ ὁ δὲ
ἔμπορος ἐποίησεν ὡς παρὰ τῆς γραὸς ἐδιδάχθηκεν.
ὅθεν καὶ μετήλλαξε το ἑαυτου σχῆμα καὶ ἀπελθὼν
ἔστη ἔγγιστα τοῦ γηραιοῦ ἐκείνου. καὶ πρῶτα μὲν 
ἑωράκει ἐλθόντα πρὸς αὐτὸν ἐκεῖνον τὸν ἀγοράσαντα
 
 

 
τὰ ξύλα τῶν ἀρωμάτων, ὅστις ἀπήγγειλε τῷ καθη-
γητῇ λέγων· ,,ἐγὼ συνήντησά τινι ἐμπόρῳ, ξύλα
„πωλοῦντι τῶν ἀρωμάτων, καὶ τὸν φόρτον αὐτοῦ
„ἅπόντα ἠγόρασα, συμφωνήσας δοῦναι αὐτῷ διὰ
 „τὴν τιμὴν τῶν ξύλων πίνακα γεμάτον ἐκ τῶν εἰ-
„δῶν τῶν παρʼ ἡμῖν, ὧν ἂν ἐπιζητήσῃ.“ ὁ δὲ διδά;
σκαλος ἠρώτησε· „τίνα γέ εἰσι τὰ παρὰ σοῦ συμ-
„φωνηθέντα; ἆρά γε χρυσὸς ἢ ἄργυρος;“ ὁ δὲ
μῖμος „οὐχί,“ φησί ,κύριέ μου, ἀλλὰ εἴδη ἀνώνυμα,
 „ἅπερ ἐκεῖνος ἐθελήσει ζητῆσαι, πίνακα πεπληρω-
 „μένον.“ ἔφη πρὸς αὐτὸν ὁ διδάσκαλος· „μεγάλως
„ἔσφαλες τὸν ἑαυτόν σου· ἔστω γὰρ τυχόν· ἐὰν δόξῃ
„τῷ ἐμπόρῳ ζητῆσαι ἀπὸ σοῦ ψύλλας ὅσας ἂν ὁ πί-
„ναξ χωρῇ, εἶτα τὸ μὲν ἥμισυ πλῆθος τῶν ψύλλων
 „ἔστω θῆλυ, τὸ δὲ ἕτερον ἥμισυ ἄρσεν, καὶ μὴ μό-
„νον ξανθοὺς εἶναι τούς ψύλλους καὶ ὑπομαύρους,
„ἀλλὰ καὶ γλαυκοειδεῖς, ἆρα δύνασαι τοιαύτην δό-
,,σιν δοῦναι αὐτῷ ; πῶς γενήσεταί σοι ἐλευθερωθῆ-
„ναι τῆς ὀχλήσεως αὐτοῦ ;“ καὶ ὁ μῖμος· „οὐ το-
 „σοῦτον, ὦ κύριέ μου, ὁ ἔμπορος σεσόφισται οὐδὲ
„τοιαῦτα πονηρεύεσθαι ὁ αὐτοῦ νοῦς ἱκανός ἐστιν·
„ἀλλʼ ὡς ὑπολαμβάνω, χρυσὸν ἢ ἄργυρον ὁ τοιοῦ-
„τος ζητήσει παρʼ ἐμοῦ, καὶ οὐκ ἄλλο (τι).“ προσελ-
θὼν οὖν καὶ ὁ ἐν τῇ διαλέξει νενικηκώς μῖμος τὸν
 

 
ἔμπορον, ἀπήγγειλε τῷ καθηγητῇ ὡς „ἐγώ τῷ ἐμ-
„πόρῳ τούτῳ συναγωνισάμενος εἰς πόλεμον λόγων,
„ὅτι οἷος τὸν ἕτερον νικήσει, (ἐπιταξάτω τῷ νενικη-
„μένῳ ὅτι ἂν βούληται, καὶ τοῦτον δεῖ) ἐκπληρώ-
„νειν ἅπαντα τὰ ἐπιταχθέντα παρὰ τοῦ νενικηκότος 
„αὐτῷ· λοιπὸν ἐγώ νικήσας ἐν πάσῃ τῇ διαλέξει, 
„εὐθὺς ἐπέτρεψα αὐτῷ ἐκπιεῖν τὰ τῆς θαλάττης
„ὕδατα.“ ὅτε καὶ ὁ καθηγητὴς πρὸς ἐκεῖνον ἀπεκρί
νατο· ,,οὐδὲ σὺ καλῶς ἐποίησας· ἔστω γὰρ ἴσως
„ἐκεῖνον εἰπεῖν πρὸς σέ· ἀπελθών πρότερον κράτη- 
„σον τοὺς ἐν τῇ θαλάσσῃ ῥέοντας ποταμούς καὶ τὰς
„πηγάς, εἶτα ἐγὼ τὰ τῆς θαλάττης ἐκροφήσω ὕδατα,
„ἅπερ καὶ μόνα ὑπεσχέθην σοι πεπωκέναι. εἰ οὖν
„ταῦτα ὁ ἔμπορος ἀντιλέξει σοι, δύναμις ἔστι σοι
„τοῦ εὐκόλως ἐμποδίσαι τούς ἐν τῇ θαλάσσῃ εἰσ- 
„ρέοντας ποταμούς καὶ πηγάς;“ ὁ δὲ μῖμος ἔφη·
„γίνωσκε, κύριέ μου, ὡς οὐκ ἔστι δυνατὴ ἡ τοῦ ἐμ-
„πύρου φρόνησις τὴν τοιαύτην ἀπολογίαν δοῦναι.“
εἶτα προσελθὼν καὶ ὁ μονόφθαλμος μῖμός φησι τῷ
καθηγητῇ· „σήμερον, κύριέ μου, ἑώρακα ἐν τῇ ἀγορᾷ 
,,ἄνδρα τινὰ ἔμπορον ξένον γλαυκοειδεῖς ἔχοντα
„ὀφθαλμούς, καὶ τοῦτον ἐκράτησα ἰσχυρῶς λέγων·
 
 

 
„σύ τε κἀγὼ γλαυκοὶ ὑπάρχομεν, καὶ σύ μου τὸν
 ,,ἕνα ἔκλεψας ὀφθαλμόν· λοιπὸν οὖν οὐδαμῶς ἀφήσω
„σε, εἰ μὴ τὸν ἔνα σου ἐκβάλω ὀφθαλμὸν ἢ σὺ τὸν
„ἐμὸν ὀφθαλμὸν ἰατρεύσῃς, κἂν πάντα σου τὸν
 „πλοῦτον ἐξοδιάσῃς.“ τότε εἶπεν αὐτῷ ὁ καθηγητής·
„οὐδέ σύ τι κατώρθωσας· ἐὰν γὰρ φανῇ τῷ ἐμπόρῳ
„εἰπεῖν σοι ὅτι ,,τοῦτο πρῶτον σημεῖόν ἐστι τῆς
„προτάσεώς σου, ἵνα καὶ τὸν ὀφθαλμὸν ὃν ἔχεις ἐκ-
„βάλῃς κἀγὼ τὸν ἕνα μου ὀφθαλμόν, καὶ ἐν ζυγίῳ
 „σταθμίσωμεν, καὶ οὕτως ἡ ἀλήθεια εὑρεθήσεται·
„εἰ μὲν (οὖν) ἴσος εὑρεθῇ ὁ ἐμὸς ὀφθαλμὸς τῷ σῷ,
„ἔχε αὐτόν, εἰ δὲ κατά τι ἄνισος, ἢ βαρύτερος ἢ
„ἐλαφρότερος, τότε ὡς ψευδῆ μου κατηγορήσας καὶ
„τὸν ἐμὸν ὀφθαλμὸν ἐκβαλὼν εὐθύνας καὶ τιμωρίας
 „καὶ ζημίαν (μεγίστην) ὀφλήσεις.“ τί ποιήσεις τότε,
,,ἐὰν οὕτως ὁ ἔμπορος ἀπολογηθήσεται; καὶ τὸ δὴ
„χεῖρον, ὅτι εἰ τοῦτο ἐπὶ σοὶ γένηται, σὺ μὲν τε-
„λείως ἔσῃ τυφλὸς καὶ πάντη ἀόμματος, ἐκεῖνος δὲ
„τὸν ἕνα ὀφθαλμὸν ἔχων, πάλιν τὸ φῶς βλέπων
 
 

 
„ἔσται.“ πρὸς ταῦτα ὁ μονόφθαλμος μῖμος ἀπε- 
„κρίθη τῷ καθηγητῇ· „ἀλλʼ οὐκ ἐπὶ τοσοῦτόν ἐστιν
,,ὁ ἔμπορος πονηρός, ὥστε τοιαῦτα λόγια ἀντιπαρα-
,,θεῖναι.“ ταῦτα οὕτω παρὰ τοῦ καθηγητοῦ καὶ τῶν
μίμων λαληθέντων, ὁ ἔμπορος ἠκροᾶτο παρʼ ὅλην 
τὴν νύκτα, φυλάττων αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.
πρωίας δὲ γενομένης παραγίνεται ὁ ἔμπορος πρὸς
τὸν ἀγοράσαντα τὰ ξύλα τῶν ἀρωμάτων καί φησι
πρὸς αὐτόν· ἀπόδος μοι, φίλε, εἴ τι συνεβιβάσθη-
„μεν περὶ τοῦ φόρτου, οὗ σε ἐπώλησα.“ ὁ δὲ μῖμος 
ἔφη· „ζήτησον, εἴ τι βούλει, κἀγώ ἑτοίμως ἀποδώσω
,,σοι.“ ὁ δὲ ἔμπορος ἀποκριθεὶς λέγει· „θέλω ἵνα
„μοι δώσῃς ἐν τῷδε τῷ πίνακι ψύλλας ὅσας χωρεῖ,
„ἀπʼ αὐτῶν δὲ τῶν ψύλλων τὸ ἥμισυ ἄρσεν, τὸ δὲ
„λοιπὸν ἥμισυ θῆλυ, καὶ μὴ μόνον καὶ ὑπομαύρους 
„εἶναι τὰς ψύλλας, ἀλλὰ καὶ γλαυκοειδεῖς.“ οὕτως
εἰπών ὁ ἔμπορος τῷ μίμῳ ἰσχυρῶς ὑπῆρχεν ἀναγ-
κάζων αὐτὸν καὶ βιαζόμενος κατὰ πολύ, ἕως οὗ ὁ
μῖμος ἔδωκε τῷ ἐμπόρῳ πλείονα τιμὴν τῆς δικαίας
τιμῆς τῶν ἀρωματικῶν ξύλων· καὶ τότε μόλις ἀφῆκεν 
αὐτὸν τῆς ὀχλήσεως. εὑρὼν δὲ καὶ τοὺς ἄλλους δύο 
μίμους, τῷ τὸν ὀφθαλμὸν αὐτοῦ ζητοῦντι καὶ τῷ
τὴν θάλασσαν ἐκπιεῖν ἐπιτρέψαντι αὐτῷ, ἔπνιγε
γοῦν αὐτούς ἀναγκάζων ποιῆσαι ὅσα κρυφίως τοῦ
διδασκάλου αὐτῶν λέγοντος αὐτοῖς (ἠκηκόει), καὶ 
 

 
τοσοῦτον αὐτοὺς ἔσυρε βιαίως, ἕως οὗ ἔλαβεν ἀπὸ
τούτων ὡς νικήσας ὅσα ἠθέλησεν ὁ ἔμπορος· καὶ
τότε ἀφῆκεν αὐτούς. Καὶ νῦν, ὦ δέσποτα βασιλεῦ,
ἐξ ὧν σοι διηγησάμην γίνωσκε ὡς ἐκεῖνοι οἱ δύο
 παῖδες, ὁ τριετής, φημί, καὶ ὁ πενταετής, περὶ ὧν
πρῴην εἶπον τῷ κράτει σου, καὶ οὗτος ὁ γηραιὸς
καθηγητὴς πολλῇ τῇ γνώσει καὶ τῇ συνέσει κεκό-
σμηντο. καὶ ἐμέ, ὡς νομίζω, κατʼ ἐκείνους ὁ ἐμὸς
διδάσκαλος ἀπετέλεσεν.“

Ὁ δὲ βασιλεύς ἔφη πρὸς τὸν υἱόν· „γνώρισόν
μοι λοιπόν, ὦ υἱέ, πῶς ἐν τοῖς προλαβοῦσι τρισὶν
ἔτεσιν οὐ μεμάθηκας τὴν νῦν προσγενομένην σοι
λογιότητα, νῦν δὲ ἐν μόνοις τοῖς ἕξ μησὶν ἐπὶ τοσοῦ-
 τον σοφίας ἤρθης;“ καὶ ὁ παῖς ἀπεκρίνατο· „τότε,
 ὦ βασιλεῦ, νηπίου ὄντος μου, οὐ συνήργουν ἀλλή-
λαις αἱ ὑπάρχουσαί μου τῆς ψυχῆς καὶ τοῦ σώματος
αἰσθήσεις. ἐν ἡλικίᾳ γὰρ παιδὸς ὄντος μου τότε οὔτε
οἱ ὀφθαλμοὶ ἢ ἡ γλῶττα, οὔτε ὁ νοῦς ἢ ἡ καρδία
ἀλλήλοις ἠδύναντο βοηθῆσαι πρὸς τὴν τῶν μαθημά-
 των διδασκαλίαν· οὐδὲ δυνατόν ἐστιν ἔτι νηπιό-
φρονα ὄντα εὐκόλως γνῶσιν ἐκδιδάσκεσθαι, καθότι
ἅπαν παιδίον, τοῖς παιγνίοις καὶ τῇ ἀργίᾳ εὐφραι-
νόμενον, οὐ προσέχει τὸν νοῦν ἐν τοῖς μαθήμασι.
κἀγώ, ὦ βασιλεῦ, τὸν ὅμοιον τρόπον τότε τῇ ἡλικίᾳ
 καὶ τῇ γνώσει τυγχάνων, οὐδὲν ὅλως τῶν διδασκο-
 

 
μένων ἠδυνάμην καρπώσασθαι, ἅτε μοι τούτοις τοῖς
παιγνίοις τὸν νοῦν μου στερεοῦσιν· ἀλλʼ, ὡς νη-
πιώδης, τὸν νοῦν εἶχον διακεχωρισμένον. νῦν δὲ ὁ
διδάσκαλός μου Συντίπας θεωρῶν τὸ νέον τῆς ἡλι-
κίας μου, οὐ βαρέως καὶ ἀναγκαστῶς με ἐδίδασκεν 
οὐδὲ τοῖς βαρυτέροις ἐξ ἀρχῆς ἤρξατο πρός με μαθή- 
μασιν, ἵνα μὴ νέος ὥν ἐγώ ἀγανακτήσω καὶ βαρυνθῶ
διὰ τὸ μὴ κατανοεῖν με τὰ λεγόμενα καὶ ἅπαντα τὰ
διδασκόμενα πόρρω τῆς ἐμῆς ἀπορρίψω διανοίας,
καὶ ὅτι ἐγίνωσκεν ὁ διδάσκαλός μου ὡς ἐὰν ἐξ ἀρ- 
χῆς εἰς μεγάλα καὶ μακρὰ μαθήματα βάλῃ με, εὐκό-
λως εἶχον ἀλαζονεύσασθαι καὶ ἐκφυγεῖν ἀπʼ αὐτοῦ,
ἅτε βασιλέως ὑπάρχων υἱός· ἀλλὰ κατὰ μικρὸν προ-
οδοποιῶν ἐν τοῖς λόγοις, οὕτω με πρὸς τὸ τέλειον
τῆς ἐπιστήμης τῶν λόγων ἀνέφερε. καὶ ἐγὼ πάλιν 
τελεωτέρας (μέτοχος) γεγονὼς τῆς φρονήσεως, ἐφύ-
λαττον ἐν τῇ καρδίᾳ πάντα τὰ παρʼ αὐτοῦ διδασκό-
μενα, καὶ συνάξας τὸν πρώην διεσπαρμένον μου
νοῦν καὶ (τώ ὦτε) ἀνοίξας πρὸς τὸ ἀκούειν, καὶ τὴν
γλῶτταν εὔστροφον καταστήσας πρὸς τὴν τῶν λόγων 
πλοκὴν τῶν μεμελετημένων, καὶ τὰς χεῖρας πρὸς τὸν
 

 
λογισμὸν τῶν λέξεων μεμαθηκὼς ἐξυπηρετεῖν. οὕ-
τως οὖν, ὦ βασιλεῦ θειότατε πάτερ, ἐπὶ τῶν ἓξ μη-
νῶν τὸν καιρὸν πάντα τὰ διδαχθέντα κατέλαβον
ἀκριβέστατα, συμμαχούσης καὶ τῆς θείας δυνάμεως
 ἡμῖν, (καὶ) μετέλαβον τὴν εἴδησιν ἁπάσης φιλοσοφίας,
ὅσον δυνατόν ἐστιν ἀνθρώποις ἡμῖν οὖσι καὶ ἐξ
ἀνθρώπων.“

Τούτοις τοῖς λόγοις τοῦ παιδὸς ὁ βασιλεὺς πολλὰ
τὴν καρδίαν εὐφρανθείς, εὐχαριστηρίους λόγους
 ἀνέπεμπε τῷ θεῷ καὶ τὴν τοῦ παιδὸς σύνεσιν καὶ
φιλοσοφίαν δοξάζων καὶ ἐπαινῶν ὑπῆρχε τὰ μέγιστα
καὶ τῷ φιλοσόφῳ καὶ διδασκάλῳ μεγάλως εὐχαρι-
στῶν ἦν. μετὰ δὲ ταῦτα πάντα κελεύει τὴν πονηρὰν
ἐκείνην παραστῆναι γυναῖκα, ἥτις τὸν υἱὸν αὐτοῦ,
 τοιοῦτον ὄντα, ἐτεχνεύετο φονευθῆναι. ἧς καὶ πα-
ραστάσης, ὁ βασιλεὺς λέγει αὐτῇ· „φανέρωσόν μοι,
ὦ γύναι, καὶ μηδὲν διὰ φόβον ὑποκρύψῃς, διὰ
ποίαν αἰτίαν τὸν υἱόν μου ἐσπούδαζες φονευθῆναι
καὶ τίς ἦν ἡ ἀφορμὴ τῆς τοιαύτης σου κατασκευῆς
 καὶ μανίας;“ ἣ δὲ ἀποκριθεῖσα ἔφη „γινώσκεις, ὦ
κράτιστε βασιλεῦ, ὡς οὐδέν ἐστί (τινι) τῶν ἐν κόσμῳ
βιούντων ἀγαπητικώτερον ὡς ἡ ζωή [τοῦ ἀνθρώπου].
 

 
κἂν γάρ τίς ἐστι πένης ἐπὶ χρόνοις πολλοῖς, ἢ δι᾿ 
ἀνάγκην τινὰ ἔχασε τὰ πράγματα αὐτοῦ, ἢ καὶ ἀδί-
κως ἀναγκάζεται παρά τινος, ἀλλʼ ὅμως τῆς ἰδίας
ζωῆς φροντίζει. καὶ ἐγὼ λοιπὸν τὸν παῖδά σου διὰ
τοῦτο ἔλαβον αὐτὴ κατὰ μόνας μετʼ ἐμοῦ, διὰ τὴν 
τοῦ κράτους σου θεραπείαν, ὅπως κατὰ μόνας δυ-
νηθῶ ἐγνωρίσαι διὰ ποίαν αἰτίαν οὐ λαλεῖ. καὶ μετὰ
ἐρωτήσεων καὶ κολακειῶν ἤμην συντυγχάνουσα αὐτῷ
καὶ λόγους πραεῖς τούτῳ προέτεινα καὶ ἠγαπημέ-
νους. ἐμαλάκισα δὲ τὸ στερρὸν αὐτοῦ τῆς σιωπῆς 
μετὰ τοιούτων λόγων, ἕως οὗ οἰκονόμησα αὐτὸν
ἀποκριθῆναί μοι κἂν ἕνα λόγον. καὶ ἀπεκρίθη εἰπών
μοι· „νῦν οὐκ ἀποκρίνομαι, ἕως οὗ ἀπὸ τῆς σήμε-
„ρον ἑπτὰ ἡμέραι παρέλθωσι, καὶ ὕστερον ὡς ἔνι
„δίκαιον ἀπολογήσομαι.“ ἐγὼ τοίνυν, τῷ λόγῳ 
τούτῳ διαταραχθεῖσα καὶ περίφοβος λίαν ὅτι μάλι-
στα γενομένη, ὅτι εἰ ὁ παῖς λαλήσει, ἀπαγγελεῖ σου
τῷ κράτει ὅσα ὑπὸ σατανικῆς ἐνεργείας παρακινη-
θεῖσα κατεῖπον καὶ παρεκίνησα τοῦτον, καὶ πανούρ- 
 
 

 
γως ἐπὶ τοῦ κράτους σου κατηγόρησα. καὶ τὸ σφάλμα
μου γινώσκω καὶ φανερῶς τὸ πταῖσμά μου καθομο-
λογῶ καὶ εἰς οὐδένα λόγον ἀρνούμαι τοῦτο. λοιπόν,
ὦ μέγιστε βασιλεῦ, ὅ σοι φαίνεται ποίησον εἰς ἐμέ,
 ὡς ἂν ὁρίσῃ τὸ εὔσπλαγχνον καὶ θεοπρόβλητον
κράτος σου.“ ἐπὶ τούτοις ὁ βασιλεὺς ἀναβλέψας καὶ
ἰδὼν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ χιλιάρχοις, εἶπεν
αὐτοῖς· „τίνα βουλὴν δίδετε ὑμεῖς ἐμοὶ περὶ τῆς
γυναικὸς ταύτης, ὅπερ ἐποίησε πονηρὸν ἔργον, καὶ
 ποίαν τιμωρίαν ἐστὶν ἄξιον αὐτῇ διδόναι;“ εἷς δέ
τις τῶν μεγιστάνων λέγει αὐτῷ· δίκαιόν ἐστιν, ὦ
βασιλεῦ, χεῖρας καὶ πόδας τῆς γυναικὸς ἀποτμηθῆ-
ναι.“ ἕτερος δὲ ἀπεκρίνατο· „οὐχ οὕτως ἔχει τὸ δί-
καιον, ἀλλὰ ζώσης αὐτῆς ἐξορυχθῆναι τὴν καρδίαν.“
 ἄλλος δὲ τῶν μεγιστάνων ἔφη· „τὴν γλῶτταν αὐτῆς
ἐκκοπῆναι πρέπον ἐστί.“ καὶ ἡ γυνὴ τῶν τοιούτων
ἀκούσασα ἀποφάσεων καὶ οἵας τιμωρίας ἀξίαν ἀπο-
φαίνονται ταύτην, τοιοῦτόν τινα μῦθον πρὸς ἐκεί-
νους ἀπεφθέγξατο·

„Ὦ μεγιστᾶνες, φαίνονται τὰ παρʼ ὑμῶν λεγό-
 μενα κατʼ ἐμοῦ πρὸς παράδειγμά τινος ἀλώπεκος,
ἥτις διὰ πάσης νυκτὸς εἰς τινα πόλιν εἰσήρχετο. καὶ
ἦν ἡ ταύτης εἰσέλευσις διὰ θυρίδος τινὸς ἀνθρώπου
δέρματα ἐργαζομένου· καὶ ὅσας φορὰς εἰσήρχετο εἰς
 τὸν οἶκον τοῦ ἀνδρὸς ἐκείνου, ἔτρωγε τὰ ἐκείνου
δέρματα. εἶτα ὁ ἐργαστὴς ἐκεῖνος ἰδών ὅσα σχίσματα
 

 
ἐποίει, [ὁ ἐργαστὴς ἐκεῖνος] ἐξετάσας (γίνεσθαι) διὰ
τῆς ἀλώπεκος, εὐθύς κατʼ αὐτῆς παγίδα στερεὰν
ἔστησε. καὶ ἡ ἀλώπηξ κατὰ τὴν συνήθειαν βουλη-
θεῖσα εἰσελθεῖν διὰ τῆς θυρίδος, ἐκρατήθη εἰς τὴν
παγίδα. πονηρὰ δὲ οὖσα ἡ ἀλώπηξ καὶ πολύτροπος, 
διά τινος εὐτέχνου μηχανῆς τὴν κρατήσασαν αὐτὴν
παγίδα διέφυγε καὶ περιεπάτει κύκλῳ ἐκείνην τὴν
πόλιν τοῦ εὑρεῖν ἄλλην τινὰ θυρίδα, ὅπως δυνηθῇ
ἐξελθεῖν τῆς πόλεως. ὡς δὲ διʼ ὅλης τῆς νυκτὸς
περιπατοῦσα, οὐχ εὗρε τόπον τοῦ ἐκβῆναι, ἐπεὶ 
κύκλῳ τετειχισμένη ἡ πόλις ἦν, καὶ τῆς ἡμέρας ἐγγι-
ζούσης, ἔλεγεν ἐν ἑαυτῇ· „ἐὰν ἡμέρα γένηται, πάν- 
„τως ὑπὸ τῶν σκύλων κρατηθήσομαι, καὶ οὐκ
„ἐάσουσί με πρότερον, εἰ μὴ τὰς σάρκας μου διαρ-
„ρήξουσιν. ἀλλʼ ἐγὼ γινώσκω τί με δεῖ ποιῆσαι.“ 
καὶ δὴ πορεύεται ἐπὶ τὴν πύλην τῆς πόλεως καὶ
ἑαυτὴν πλησίον που τῆς φλιᾶς [τοῦ κατωφλίου]
κατέκλινεν, προσποιουμένη νεκρὰν καὶ ἄπνουν ἑαυ-
τὴν εἶναι. οὕτω δὲ αὐτῆς κειμένης ὡς νεκρᾶς καὶ
τῆς πύλης τὸ πρωῒ ἀνοιχθείσης ὡς ἔθος παρὰ τοῦ 
πορταρίου, εἶδέ τις αὐτὴν κειμένην καὶ λέγει πρὸς
 
 

 
τὸν πορτάρην· κατὰ ἀλήθειαν ἡ οὐρὰ τῆς ἀλεποῦς
„ταύτης πολλά ἐστι καλὴ εἰς τὸ σπογγίζειν τὸν μυ-
„λῶνα.“ καὶ εὐθύς ὁ τοῦτο εἰπών λαβόμενος μά-
χαιραν, ἔκοψε τὴν οὐρὰν αὐτῆς. ἡ δὲ ἀλώπηξ ἀν-
 δρείως ὑπέμεινε τὸν πόνον τῆς οὐρᾶς. εἶτά τις ἕτε-
ρος αὐτὴν ἰδών, ἔφη· „ἐὰν ἔχῃ τις παιδίον μικρὸν
„κλαῖον πολλά, οὐδὲν ἄλλο ἐστὶν εἰς θεραπείαν
„καλόν, εἰ μὴ τὰ ὦτα τῆς ἀλεποῦς, τοῦ κρατεῖν αὐτὰ
 „πάντοτε ἐπάνω τοῦ παιδός.“ καὶ εὐθὺς ἐκοψε καὶ
 αὐτὸς τὰ ὦτα αὐτῆς. καὶ ἡ ἀλώπηξ καὶ τοῦτον τὸν
πόνον γενναίως ὑπέμεινεν. ἄλλος τις πάλιν παρερ-
χόμενος τὴν ὀδὸν ἐκείνην καὶ ταύτην ἰδὼν ὡς νε-
κράν, εἶπεν· „ἀκήκοά τινος λέγοντος ὡς ἐάν τις τοὺς
„ὀδόντας πονῇ, καὶ θήσῃ ἐπάνω ὀδόντα ἀλεποῦς,
 „εὐθὺς τοῦ πόνου ἐλευθεροῦται.“ καὶ ἅμα τῷ λόγῳ
λίθον λαβών, ἅπαντας τούς ὀδόντας ἐκείνης συνέ-
τριψε. καὶ ἡ ἀλώπηξ πάντα τὰ δεινὰ ταῦτα ὑπέμει-
νεν ἀνδρικῶς, ἕως οὗ ἄλλος ἄνθρωπος περιπατῶν
εἶπεν· „ἐγὼ ἀκήκοα εἰς πᾶσαν ὀδύνην ὠφελεῖν τῆς
 „ἀλώπεκος τὴν καρδίαν, καὶ (ὡς) εἰς ἅπαν νόσημά
„ἐστι θεραπευτική.“ οὕτως εἰπόντος τοῦ ἀνθρώπου
ἐκείνου καὶ μάχαιραν λαβόντος πρὸς τὸ τὴν καρδίαν
 

 
αὐτῆς ἐκβαλεῖν, ἡ ἀλώπηξ εὐθέως ἐκπηδήσασα,
σπουδαίως διὰ τῆς θύρας τοῦ κάστρου ἐξέφυγεν
― ἔτυχε γὰρ τὴν πύλην τότε ἠνεῳγμένην εὑρεθῆναι
― καὶ τοῦ φόνου οὐ ἔμελλε παθεῖν ἠλευθερώθη. Καὶ 
ἐγώ νῦν ἡ ἀθλία, ὦ βασιλεῦ, πάντα ὅσα οἱ ἄρχοντές 
σου συμβουλεύονταί σοι ἑτοίμη εἰμὶ ὑπομεῖναι, τὴν
δὲ καρδίαν μου ἐκβαλεῖν βιαίως οὐ δύναμαι ὑπο-
μεῖναι· θάνατος γάρ ἐστι τοῦτο πικρὸς καὶ ὀδυνη-
ρός.“

Ἐπὶ τούτοις ἀποκριθεὶς ὁ τοῦ βασιλέως υἱὸς 
λέγει τῷ πατρὶ καὶ τοῖς παρεστῶσιν ἄρχουσιν· ,,ἀλη-
θῶς ἡ γυνὴ λέγει καὶ πρεπόντως· οὐδὲ γὰρ πρέπει
τούς φρονίμους καὶ συνετοὺς τῶν ἀνθρώπων τὰ
τῶν γυναικῶν σφάλματα εἰς ἀφορμὴν καὶ μέμψιν
καὶ κατηγορίαν μεγάλην ἔχειν· καὶ οὐδὲ αὐτὴν τὴν 
γυναῖκα πρέπει μεγάλης τιμωρίας καὶ παιδεύσεως
ἀπόφασις. ἀλλὰ τοῦτο μόνον ἐστὶ δίκαιον αὐτῇ γε-
νέσθαι, ἵνα ἡ κεφαλὴ αὐτῆς ξυρισθῇ καὶ τὸ πρόσ-
ωπον αὐτῆς μουτζωθῇ, καὶ ἐπάνω ὄνου ἐξόπισθεν
 
 

 
καθίσῃ καὶ εἰς πᾶσαν ἐκπομπευθῇ τὴν πόλιν, δύο
δὲ κήρυκες [ἤτοι πλατζάριοι] πορεύωνται μετʼ αὐτῆς
ἔμπροσθέν τε καὶ ὄπισθεν, καὶ (δεῖ) λέγειν αὐτοὺς
φωνῇ μεγάλῃ ὥστε πάντας ἀκούειν, εἴ τι ἄρα κακὸν
 αὕτη εἴργασται.“ οὕτως εἰπόντος τοῦ υἱοῦ τοῦ βα-
 σιλέως, ηὐφράνθη ὁ βασιλεύς καὶ πάντες οἱ ἄρχον-
τες ἐστερέωσαν τὰ λαληθέντα, ἀποδεξάμενοι τὴν
τοιαύτην βουλήν. ὁ δὲ βασιλεύς φησι πρὸς τὸν υἱὸν
αὐτοῦ· „ὦ τέκνον, καλῶς λελάληκας καὶ φρονίμως
 ἡμῖν συνεβούλευσας. λοιπὸν γενέσθω ἐπʼαὐτῇ καθὼς
ὁ υἱός μου ἡμῖν συνεβουλεύσατο.“ καὶ ἅμα πάντα
ἐγένετο ἐπʼ ἐκείνῃ τῇ πονηρᾷ γυναικὶ ὅσα ὁ νέος
τοῦ βασιλέως υἱὸς συνεβουλεύσατο.

Εἶτά φησιν ὁ βασιλεύς τῷ φιλοσόφῳ Συντίπᾳ·
 „φανέρωσόν μοι, ὦ φιλόσοφε, καὶ ἀληθῶς ἀπόδειξον
πόθεν ἡ τοσαύτη γνῶσις καὶ φιλοσοφία προσεγένετο
τῷ υἱῷ μου ; μὴ ἐξ αὐτῆς τῆς γεννήσεως φυσικὴν
ἔλαβε τὴν λογιότητα; ἢ μᾶλλον διὰ τῆς σῆς ἐπιμε-
λείας σεσόφισται;· ἀποκριθεὶς δὲ ὁ Συντίπας λέγει
 τῷ βασιλεῖ· „ἡ τοῦ υἱοῦ σου, δέσποτα, σύνεσις ἅμα
καὶ γνῶσις ἐκ θεοῦ ἐν πρώτοις κεχάρισται· ἀλλὰ
καὶ αὐτὴ ἡ τύχη τῆς γεννήσεως αὐτοῦ τὸ τῆς γνώ-
σεως προτέρημα ἔχει· ἐπειδὴ καὶ ἡ ἐμὴ ἐπιμέλεια καὶ
 σπουδὴ ἐσμίχθη τούτοις τοῖς δύο, καὶ διὰ τοῦτο
 ἔλαβεν ὁ υἱός σου τὸ ὑπερβάλλειν πάντας ἐν γνώσει.
 

 
πλὴν περὶ τούτου καί τινός μου διηγήσεως ἄκουσον.“
ὁ βασιλεύς ἔφη· εἰπὲ ὃ βούλει, Συντίπα, τῇ ἀλη-
θείᾳ φιλοσοφώτατε· δὲ τοιαύτης πρὸς αὐτὸν ἐξ-
ηγήσεως ἀπήρξατο·

„Βασιλεύς τις ἦν ἐν τοῖς ἄνωθεν χρόνοις, ὅστις 
εἶχε μετʼ αὐτοῦ πολλούς φιλοσόφους, ἐξ ὧν εἶς
ὑπῆρχε τῶν ἄλλων μειζότερος λίαν. ἦν δὲ παρʼ
ἐκείνῳ τῷ βασιλεῖ ἄνθρωπός τις τὴν ἀστρολογικὴν
τέχνην μεγάλως γινώσκων καὶ μετερχόμενος. τῷ γοῦν
πρώτῳ φιλοσόφῳ ἐκείνῳ τοῦ βασιλέως γεννᾶται τότε 
υἱός. καὶ εἶπον τοῦτο τῷ βασιλεῖ ὡς „ὁ δεῖνα φιλό-
σοφος ἐγέννησεν υἱὸν σήμερον.“ ὁ δὲ βασιλεύς εὐ-
θὺς τὸν ἀστρολόγον προσεκαλέσατο. καὶ ὁ ἀστρο-
λόγος πρότερον, τὴν γέννησιν τοῦ παιδὸς ἀκούσας,
ἐξέτασεν ἐν τοῖς ἄστροις περὶ τῆς τύχης τοῦ παιδός· 
καὶ ὡς ὁ βασιλεύς αὐτὸν ἐλάλησε τοῦ ἐρωτῆσαι αὐ-
τὸν περὶ τοῦ παιδός, αὐτὸς ἅμα λέγει τῷ βασιλεῖ· 
„ὁ παῖς οὗτος, ὧ δέσποτα, ὁ νῦν γεννηθείς, ἐξ ὧν
„με διδάσκουσιν οἱ τῶν ἀστέρων δρόμοι, τὴν τῶν
„λῃστῶν καὶ κακούργων κακὴν τύχην ἔχει, καὶ πολ- 
„λοὺς ἐπιζήσει χρόνους, καὶ τῷ τρισκαιδεκάτῳ ἔτει
 
 

 
„τῆς ζωῆς αὐτοῦ μέγα κακὸν καὶ κλεψίαν ποιήσει.“
τούτων οὕτως λαληθέντων παρὰ τοῦ ἀστρολόγου,
λέγει πρὸς αὐτὸν ὁ πατὴρ τοῦ τεχθέντος παιδός·
„νῦν λοιπὸν ὅλα κατὰ ἀλήθειαν ἐφανέρωσας τῷ βα-
 „σιλεῖ τὰ περὶ τοῦ γεννηθέντος μοι παιδός ;“ ὃ δέ
„ναί,“ φησίν, „ὦ φιλόσοφε· καὶ γὰρ ἀκριβῶς ἐξέ-
„τασα τὰ περὶ τῆς τύχης τοῦ παιδός, καὶ εὗρον ὅτι-
„περ λῃστὴς γενήσεται καὶ λῃστῶν ὁ χαλεπώτατος.·
ἀποκριθεὶς δὲ ὀ φιλόσοφος λέγει ἐκείνῳ τῷ βασιλεῖ·
 „ἐγὼ λοιπὸν τὸν ἐμὸν παῖδα παιδεύσω οὕτως ἐντάξει
„τοιαύτῃ, τοὺ μὴ ποιῆσαι αὐτὸν τοιαύτην ποτὲ πρᾶ-
„ξιν· ἀλλὰ μᾶλλον ποιήσω αὐτὸν φεύγειν ἐκ τῶν
„ἀπηγορευμένων [καὶ κακῶν] πράξεων.“ ὁ μὲν οὖν
γεννηθεὶς παῖς ὀκτώ μηνῶν γεγονώς, διέκοψεν αὐ-
 τὸν τοῦ βυζάνειν τὸ γάλα τῆς μητρός· ὕστερον δὲ ὁ
 πατὴρ αὐτοῦ ἐγκατακλείει αὐτὸν ἐν ὁσπητίῳ τινὶ
καὶ τρέφει αὐτὸν μὲ τρυφερὰ καὶ μαλακὰ βρώσιμα
καὶ πᾶσαν παίδευσιν αὐτὸν ἐκδιδάσκει καὶ ἐντιμό-
τητα. καὶ οὕτως τὸν υἱὸν μετὰ πάσης ἀκριβείας παι-
 δεύων, οὐκ ἀφῆκεν ὅλως τινά ποτε τοῦ ἐλθεῖν πρὸς
αὐτόν, οὐδὲ τὸ παιδίον ἔξω τοῦ ὁσπητίου περιπατεῖν.
ἀλλʼ οὐδέ τι κακὸν τῶν τοῦ κόσμου ἀφῆκε τὸν παῖδα
μαθεῖν ἢ ἀκοῦσαι. καὶ οὕτως ἀνατρεφόμενος ἤρξατο
 
 
 

 
τὸν πεντεκαιδέκατον χρόνον. καὶ λέγει ὁ πατὴρ πρὸς
τὸν παῖδα· „αὔριον, ὦ παῖ, βουλόμενος ἀπελθεῖν
„πρὸς τὸν βασιλέα, βούλομαι καί σέ γε λαβεῖν· καὶ
„γίνωσκε πῶς μετὰ τὴν συνήθη προσκύνησιν χαιρε-
„τήσεις τὸν βασιλέα καὶ ὡς πρέπει χαιρετήσεις αὐ- 
„τόν.“ οὕτω μὲν οὖν ὁ φιλόσοφος ἔλεγε τῷ υἱῷ· ὁ
δὲ νέος ἀκούσας τὴν πρὸς τὸν βασιλέα παρουσίαν
αὐτοῦ, ἠγωνίζετο μᾶλλον ἐπὶ τῷ λόγῳ τοῦ πατρὸς
καὶ καθʼ ἑαυτὸν ἔλεγεν ὅτι „ἐγὼ οὐδέποτε βασιλέα
„τινὰ εἶδον, καὶ ἐπειδὴ ὁ πατήρ μου ἀρτίως λέγει μοι 
„προςκυνῆσαι τούτῳ, πρέπει με ἀρωματικὰ εἴδη 
,,προσαγαγεῖν τῷ βασιλεῖ, ὅπως διὰ τῆς ὀσμῆς τού-
„των καὶ εὐωδίας ἐγκωμιάσαι τὸν βασιλέα. ἀλλὰ
„ἐντρέπομαι ζητῆσαι ταῦτα τῷ πατρί μου· ἀλλʼ ὅμως
„πρέπει ποιῆσαί με τοῦτο.“ ὅτε καὶ τῇ ἐπελθούσῃ 
νυκτὶ ἐξέρχεται κρυφίως ἀπὸ τοῦ πατρὸς αὐτοῦ καὶ
ἀπέρχεται εἰς τὸ παλάτιον καὶ τρυπήσας τὸν τοῖχον
τοῦ παλατίου, εἰσῆλθεν ἐντὸς εἰς τὸ βασιλικὸν κραβ-
βάτιον. καὶ ὁ βασιλεύς, ἅμα γενόμενος ἔξυπνος, εἶ-
δεν αὐτὸν καὶ ἐταράχθη, καὶ δειλιάσας καὶ πολλὰ 
φοβηθεὶς ἔλεγε πρὸς ἑαυτὸν ὅτι, „ἐὰν μὴ οὗτος ὁ
„κλέπτης εἶχε πολλὴν δύναμιν, οὐκ ἂν οὕτως περὶ
 
 
 

 
„τὸ μέσον τῆς νυκτὸς ἐτόλμησεν εἰσελθεῖν· καὶ ἐὰν
„ἀντιπαραστῶ αὐτῷ, ἐπιχειρήσει ἀνελεῖν με.“ ταῦτα
καθʼ ἑαυτὸν βουλευσάμενος καὶ σιωπήσας, ἀφῆκεν
ἄδειαν τῷ κλέπτῃ· τότε ὁ νέος ἀδείας ἐπιλαβόμενος,
 ἁπλώσας εἰς τὰ ῥοῦχα τοῦ βασιλέως, ἔλαβε μίαν
σινδόνα πολλῆς τιμῆς ἀξίαν. ἐκείνην γοῦν μόνην
 τὴν σινδόνα λαβών, ἐξῆλθε τοῦ παλατίου. καὶ εὐ-
θὺς ταύτην διαπωλήσας, ἀπὸ τῆς τιμῆς τῆς σινδό-
νος μυρσίνας καὶ ἄλλα μυριστικὰ ἠγόρασε πολλά. ὁ
 μὲν οὖν βασιλεύς οὐκ ἐγνώρισε τὸν κλέπτην τῇ νυκτὶ
ἐκείνῃ· τῇ δʼ ἐπαύριον λαβών ὁ πατὴρ τὸν παῖδα
πρὸς τὸν βασιλέα ἐπορεύετο. καὶ εἰσελθόντες προσ-
εκύνησαν αὐτὸν μέχρις ἐδάφους· καὶ ὁ παῖς ἅμα τὰ
εἴδη ἅπερ ἠγόρασε μυριστικὰ καὶ λίαν εὔμορφα τῷ
 βασιλεῖ προσήνεγκε, καὶ χωρὶς τῶν μυριστικῶν ἐκεί-
νων ἤρξατο ἐγκωμιάζειν καὶ ἐπαινεῖν τὸν βασιλέα.
εἶπε δὲ ὁ φιλόσοφος πρὸς αὐτόν· ,,ὦ βασιλεῦ, ζῆθι
„εἰς τὸν αἰῶνα. ἰδού, καθὼς ὁρᾷς, τῇ βασιλείᾳ σου
„προσέφερον τὸν παῖδά μου, ὑπὲρ οὗ ὁ ἀστρολόγος
 ,,σου εἶπεν· ‘ἐν τῷ τρισκαιδεκάτῳ ἔτει τῆς ἡλικίας
„αὐτοῦ μέλλει ἄρξασθαι τοῦ γενέσθαι λῃστής’· καὶ
,,νῦν ἰδοὺ πεντεκαίδεκα ἐτῶν γεγονὼς οὐδὲ κἂν
 

 
„κλεψίαν ἐποίησε. καὶ λοιπὸν ὁ ἀστρολόγος σου
„ψευδὴς φαίνεται· καὶ ἀπὸ τούτου ὅσα φαίνεται
„προλέγων φλυαρίαι ἀπεδείχθησαν νῦν.“ ὁ δὲ βα-
σιλεύς ἐπὶ τούτοις τοῖς λόγοις ἀκριβῶς καὶ μετὰ 
περιεργείας ἀτενίσας τῷ προσώπῳ τοῦ παιδὸς καὶ 
τῷ σχήματι, ἐγνώρισεν ὡς αὐτός ἐστιν ὁ τὸν τοῖχον
τρυπήσας καὶ ὡς τολμηρὸς κλέπτης καὶ ἀναίσχυντος
τὴν ἐν τῇ στρωμνῇ τοῦ βασιλέως σινδόνα οὗτος
ἔκλεψε. καὶ ἀποκριθεὶς ὁ βασιλεύς εἶπε τῷ φιλο-
σόφῳ· „οὗτός ἐστιν ὁ κατὰ τῆς βασιλείας εἰσελθών 
κλέπτης.“ καὶ ἀπὸ τούτου μᾶλλον ἐπιστεύθη ἡ τοῦ
ἀστρολόγου πρόγνωσις ἀληθὴς εἶναι. Ἀπὸ ταύτης
οὖν τῆς διηγήσεως λοιπὸν γίνωσκε, ὦ κράτιστε βα-
σιλεῦ, ὅτι ἑκάστου ἀνθρώπου τῇ γεννήσει χωρισμένη
τις ἀπὸ θεοῦ κεῖται τελείωσις ἐγνωσμένη, οὐχ ὁρισ- 
μένη ἡμῖν, ἢ εὐτυχίας ἢ ἀτυχίας, ἀλλʼ οὐδὲ προ-
 

 
τρεπομένη παρὰ θεοῦ· καθὼς καὶ ἐπὶ τῇ γεννήσει
τοῦ σοῦ υἱοῦ γέγονεν, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἡλικίας
παιδίον ὢν ἔμαθεν, ἀλλʼ ὕστερον εἰς ἀνδρὸς ἡλικίαν
ἐλθών· συνῆλθον οὖν αὐτῷ τὰ καλὰ καὶ ἐπαινετὰ
 καὶ εὐτυχίας γέμοντα ἔργα. ἐν δὲ τῇ γεννήσει τοῦ
 παιδὸς τοῦ φιλοσόφου ἐκείνου, οὗ εἶχεν ἐκεῖνος ὁ
βασιλεύς, συνῆλθε τῇ τύχῃ αὐτοῦ τὰ μυσαρὰ καὶ
ἀτυχίας μεστά.“

Ταῦτα τῷ βασιλεῖ Κύρῳ τοῦ Συντίπα διηγησα-
 μένου, φησὶν ὁ βασιλεύς πρὸς τὸν ἑαυτοῦ παῖδα·
„εἰπέ μοι, περιπόθητόν μου παιδίον, πῶς ἄρα καὶ
ποίῳ τρόπῳ ὁ διδάσκαλός σου Συντίπας τὴν τοσαύ-
την (σε) φιλοσοφίαν ἐδίδαξεν.“ ὁ δὲ παῖς τῷ πατρὶ
ἀπεκρίνατο· „ἐπειδήπερ νῦν ἀπὸ τὴν ἀρχὴν ζητεῖς
 μαθεῖν, ὦ βασιλεῦ, γνωρίζω πάλιν τῷ κράτει σου,
ὡς παραλαβών με ἀπὸ σοῦ ὁ διδάσκαλος καὶ ἀγαγών
με εἰς τὴν οἰκίαν αὐτοῦ, εὐθὺς ἔκτισε νέον οἶκον,
καὶ χρίσας αὐτὸν μετὰ λευκοῦ [ἀσβέστου δηλονότι]
 
 

 
κατελάμπρυνε τοῦτον. εἶτα ὅσα ἔμελλε τοῦ διδάξαι
με, ἱστόρησεν αὐτὰ ἐν τοῖς τοίχοις τοῦ οἴκου καὶ
πᾶσον τὴν ἱστορίαν ἐχώρισε διὰ γραμμάτων καὶ μετὰ
ἀκριβείας ἅπαντα συνετάξατο καὶ τὸν ἥλιον δὲ καὶ
τὴν σελήνην καὶ τοὺς ἀστέρας ἐκεῖ ἐζωγράφησεν. 
ἔγραψε δὲ καὶ τὰ δέκα κεφάλαια τῆς σοφίας καὶ τῆς
γνώσεως καὶ τῆς διδασκαλίας. ὧν (τὸ) πρῶτον κε- 
φάλαιον περὶ ἀπαιδεύτου καὶ ὑβριστοῦ ἀνδρός· ὁ
γὰρ τοιοῦτος ἄνθρωπος μέσον ἀδελφῶν καὶ φίλων
φιλονεικίας καὶ μάχας ἐγείρει. τὸ δεύτερον κεφά- 
λαιον περὶ φιλοσόφου ἐδίδαξεν ἀνδρός· ὁ γὰρ τοι-
οῦτος ἄνθρωπος μεγάλην ὠφέλειαν ποιεῖ τῷ φίλῳ
αὐτοῦ. τὸ τρίτον κεφάλαιον περὶ δολιόφρονος ἀν-
δρὸς καὶ πονηροῦ, καὶ ὅτι ὁ τοιοῦτος ἅνθρωπος
οὐδέποτε ἀγανακτεῖ (εἰ) δόλους κατασκευάζει καὶ 
κακοῖς κακὰ συρράπτει κατὰ τοῦ πλησίον, ἐκείνου
μὴ γινώσκοντος. τὸ τέταρτον κεφάλαιον ἦν περὶ ἀν-
θρώπου ὀνειδίζοντος ἀπρεπῶς ἑτέρῳ ἀνθρώπῳ πῶς
ἢ ἀπὸ ἀρρωστίας ἢ ἀπὸ ἀσθενείας ἐπισυμβάσης λε-
πρὸς γέγονεν ἢ ἀφʼ ἑτέρου συμβάματος ἀνθρωπίνου 
ἐν τῷ ἰδίῳ σώματι περιφέρει ἀσχημοσύνην. τὸ πέμ-
πτον, ὡς οὐ πρέπει τινὰ κριτὴν ἢ ἄρχοντα ἢ βασιλέα
ἀπόφασιν ποιεῖν περὶ παντὸς πράγματος, πρὶν κα-
λῶς ἀκούσῃ καὶ ἐξετάσῃ τὴν τοῦ πράγματος ἀλή-
 

 
θειαν. τὸ ἕκιον κεφάλαιον, ὅτι οὐ πρέπει τινὰ ἐλπί-
ζειν εἰς ἄνθρωπον ἄφρονα καὶ παντελῶς ἰδιώτην.
 τὸ ἕβδομον ἑρμήνευε περὶ ἀνδρὸς φθονεροῦ, ζηλο-
τυποῦντος ἄλλους ἀνθρώπους καλώς πράττοντας καὶ
 εὐτυχοῦντας, ἢ διότι ἔχουσι προτέρημα ἀξιέπαινον
καὶ διὰ τοῦτο πλουτοῦσιν ἢ διότι ἀγωνίζονται περιτ-
τὸν βίον ἢ διότι ἀπὸ πατέρων ἐκληρονόμησαν· καὶ
ὁ ἄνθρωπος ὀρῶν αὐτούς φθονεῖ καὶ λυπεῖται καὶ
μαραίνεται, διότι μᾶλλον οὐ δύναται βλάψαι αὐτούς.
 τὸ ὄγδοον κεφάλαιον διδάσκον ἔλεγε· „δίκαιόν ἐστι
„καὶ πρέπον πάντας ἀνθρώπους ἀγαπᾶν, καὶ μὴ τῷ
„κακῶς ποιήσαντι ἀνταποδοῦναι κακόν.“ τὸ ἒννατον,
ὅτι πρέπει ὡς θέλει τις ἵνα ποιῇ ἄνθρωπος εἰς αὐ-
τόν, (ἵνα) καὶ αὐτὸς ποιῇ ἄλλους ὁμοίως. τὸ δέκα-
 τον κεφάλαιον συνεβούλευε καὶ μετὰ τῶν ἐργαζομέ-
νων τὰ ἀσεβῆ ἔργα καὶ πράξεις κακάς, καὶ δυνα
στευόντων τοὺς πτωχούς μὴ φιλίαν ὅλως ποιεῖν, μηδὲ
 
 

 
τὰ ἴσα πράττειν τοῖς ἀδίκοις καὶ πλεονεξίαις καὶ
ἁρπαγαῖς χρωμένοις καὶ χαίρουσι.“

Ταῦτα ὁ βασιλεὺς ἀκούσας παρὰ τοῦ υἱοῦ εὐ-
χαριστηρίους λόγους ἀνέπεμπε τῷ θεῷ καὶ τὸν αὐ-
τοῦ διδάσκαλον ἐκάθητο ἐγκωμιάζων καὶ δώροις 
πολυτελέσι καὶ φιλοτίμοις ἐδεξιοῦτο τὸν ἄνδρα. εἶτα
λέγει ὁ βασιλεὺς τῷ παιδὶ οὑτωσί· „γνώρισόν μοι,
ἐρασμιώτατόν μου παιδίον· ἆρά γε τὰ συμβαίνοντι
τινι ἐξ εἱμαρμένης καὶ τύχης τινὸς συμβαίνειν εἴ-
ωθεν;“ ὁ δὲ παῖς ἔφη τῷ βασιλεῖ· „πολλοὶ τῶν 
ἀνθρώπων, ὦ δέσποτα, ὑπολαμβάνουσιν οὕτως ἔχειν·
πλὴν πλανώμενοί εἰσιν οἱ οὕτω δοξάζοντες. ἀλλʼ
ἐμοί γε δοκεῖ ὡς ἡ ἀφορμὴ τῶν λυπηρῶν τῶν ἐπερ-
χομένων τοῖς ἀνθρώποις γίνεται ἐκ τῆς τῶν ἀνθρώ-
πων πλεονεξίας· οὐδὲ γὰρ δικαίως ποιοῦσι τὰς 
πράξεις αὐτῶν οἱ ἄνθρωποι ἀλλʼ ἀδίκως καὶ πονη-
ρῶς. συνήθεια γάρ ἐστι τοῖς ἀνθρώποις, ὅταν τινὰ
τῶν φιλοσόφων καὶ δικαίων ἀνδρῶν εὕρωσι, κἂν τὰ
χρηστὰ καὶ ὠφέλιμα συμβουλεύῃ αὐτοῖς, ἔστι δὲ
πτωχὸς καὶ (οὐ τιμαῖς διαπρέπων,) οὐ τιμῶσιν αὐτὸν 
οἱ πλούσιοι, οὐδὲ ὁ κοινὸς λαὸς δοξάζει ἢ ἀκούει ἢ
 
 
 

 
τιμὰ αὐτόν, οὐδὲ ὡς φιλόσοφον λέγουσι καὶ τιμῶ
σιν, ἀλλʼ ὡς ἰδιώτην παραβλέπουσιν [ὡς πτωχόν].
 ἐὰν δέ τις ἄνθρωπος εἰς τὴν ζωὴν αὐτοῦ εὐτυχὴς ᾖ,
[τιμῶσιν αὐτὸν πάντες πλούσιοι καὶ μέσοι,] ἔνι δʼ
 ἐστερημένος πάσης σοφίας καὶ γνώσεως καὶ παιδεύ-
σεως παντελῶς, ἐκείνῳ μάλιστα οἱ ἄνθρωποι προσ-
ἑρχονται καὶ θαρροῦσι, καὶ ἀκούουσι καὶ τιμῶσι,
καὶ μέγαν ἄνθρωπον καλοῦσι καὶ σοφὸν διὰ τὸν
πλοῦτον· πλανώμενοι γοῦν ὄντες καὶ ἀπαίδευτοι καὶ
 μωροί, οὐ ποιοῦσι τοῦτο καλῶς, ἀλλὰ κακοτρόπως
καὶ ἀπατηλῶς, καὶ μετὰ φενακισμοῦ καὶ ἀναισθη-
σίας. ἀφʼ οὐ συμβαίνει τὰς πολλὰς πόλεις ἀσθενεῖν
καὶ κινδυνεύειν· οὐδὲ γὰρ συνιστῶσιν οἱ πλούσιοι
ἀπαίδευτοι καὶ ἄλογοι καὶ μωροὶ διὰ τοῦ πλούτου,
 ἀλλʼ οἱ σοφοὶ καὶ φρόνιμοι ἀπὸ τῆς διαταγῆς αὐτῶν.“
Ὁ οὖν βασιλεύς ἐπηρώτα τῷ υἱῷ· „ποῖα ἄρα τὸν
βασιλέα προσήκει ποιεῖν ;“ ὁ δὲ υἱὸς λέγει· „τὸ εἷ-
ναι συνετὸν καὶ φρόνιμον, καὶ ἐμπειρίαν ἐν τοῖς
 

 
πράγμασιν ἔχοντα καὶ ἐλεημοσύνην, πρὸς τῷ καὶ
δίκαιος εἶναι· ἀφʼ ὧν καὶ ὁ λαὸς ὁ ὑπ᾿ αὐτὸν κυ-
βερνώμενος ἐλεεῖται καὶ οὐκ ἀδικεῖται, οὐχ ὡς ἄρ-
χοντα ἔχων τὸν βασιλέα, ἀλλʼ ἐν τάξει πατρός, ὃς 
καὶ οὐ προσάξει ἀδίκως καὶ ἀνεξετάστως τινὶ τιμω- 
ρίαν, ἀλλὰ τοῖς ἀγαθοῖς ἀγαθὰ δώσει, τοῖς δὲ κα-
κοῖς μετʼ ἐξετάσεως κακά, καὶ πρὸ πάντων τὸν τοῦ
θεοῦ φόβον ἔχει διὰ παντὸς πρὸ ὀφθαλμῶν καὶ μη-
δὲν ἄλλο τι τούτου τιμιώτερον ἡγεῖται.“ Εἶπε δὲ
αὐτῷ πάλιν ὁ βασιλεύς· „ποία βασιλεία ἀσφαλεστέρα 
ἐγένετο;“ ὁ παῖς εἶπεν· ,,ἡ τὸ δίκαιον καὶ φιλάν-
θρωπον ζητοῦσα. καὶ τοὺς πένητας ἐλεεῖ καὶ τοὺς
δουλεύοντας καὶ ὑποτασσομένους αὐτῷ· καὶ ὑπὸ
πειρασμῶν τοῦ κόσμου στενοχωρούμενοι εὑρίσκουσι
βοήθειαν καὶ κουφισμὸν διʼ εὐεργεσιῶν αὐτοῦ. οὐδὲ 
γὰρ κατά τι ἄλλο διαφέρει παντὸς ἀνθρώπου ἢ μό-
νον διὰ τὸ ἐλεεῖν τοὺς δεομένους.“ Ὁ βασιλεύς·
„ἐν ποίᾳ βασιλείᾳ οἱ ἄνθρωποι χαίρουσι;“ καὶ ὁ
 
 
 

 
παῖς „τῇ ἐκ θείας προνοίας πρῶτον γενομένῃ καὶ
τῇ δικαίως πολιτευομένῃ καὶ τούς ἐχθρούς, ὅση δύ-
ναμις, ἀμυνομένῃ καὶ τούς ἀγαθούς προνοουμένῃ.“

Αὖθις ὁ βασιλεύς ἠρώτησε τὸν υἱόν· ,,ἆρα, ὦ
 παῖ, ἡ σοφία τῶν φιλοσόφων καὶ ἡ γνῶσις σφόδρα
τῆς πανουργίας νικᾷ ;“ ὁ υἱὸς ἔφη· „καὶ εἰς ὅλα
αὕτη ἡ σοφία τὸ νῖκος ἔχει, διότι γινώσκει καλῶς
τὰς τῶν πράξεων διαφορὰς καὶ χωρίζει τὰ φύσει
καλὰ ἀπὸ τῶν ἐναντίων. ἡ δὲ πανουργία καὶ πονη-
 ρία, ἣν ἔχουσιν οἱ ἄνθρωποι, οὐ φρονήσεως καὶ
σοφίας ἐστίν, ἀλλὰ ψιλῆς διανοίας καὶ λογισμοῦ
κακοῦ καὶ κακῆς προαιρέσεως, ἀπὸ τοῦ διαβόλου
ἐρχομένη.“ Καὶ ὁ βασιλεύς ἔφη· ςτίνος ἕνεκεν οἱ
γραμματικοὶ οὐκ ἐντρέπονταί τινα, ἀλλὰ μέσον πάν-
 των ἁπλώνουσι τὴν διδασκαλίαν αὐτῶν καὶ ἀφόβως
παρρησιάζονται;“ καὶ ὁ παῖς· „τούτου ἕνεκα, ὦ βα-
σιλεῦ, τὸ πεπαρρησιασμένον ἔχουσιν, ὅπερ τινὲς
ἰδιῶται ἀναίσχυντον εἰώθασι καλεῖν, διότι ἀγαποῦσι
διδάσκειν πάντας, καὶ μάλιστα τοὺς φρονιμωτέρους
 καὶ τοὺς τὴν σοφίαν ἀγαπῶντας· εἰ γὰρ ἐφθονοῦ-
 σαν, οὐκ ἂν ἐδίδασκόν τινι·“ Καὶ ὁ βασιλεύς· „τί-
 
 

 
νες εἰσὶν οἱ παρὰ τῶν φιλοσόφων μισούμενοι;“ καὶ
ὁ υἱὸς ἀπεκρίνατο· „ὅσους ὁρῶσι μὴ μετὰ ἀγαθῆς
καὶ καθαρᾶς γνώμης προσερχομένους τῇ διδασκαλίᾳ
αὐτῶν, ἐπιθυμητῇ οὔσῃ τοῖς νοῦν ἔχουσιν· ἀλλὰ
τοὺς τῶν γραμματικῶν ἐλέγχους βαρέως ὑπομένουσι, 
καὶ ὡς τῇ ἀληθείᾳ ἐναντιούμενοι δικαίως μισοῦνται
παρὰ τῶν σοφῶν.“ Καὶ ὁ βασιλεύς πάλιν ἔφη·
„ποῖος θησαυρὸς τῶν ἄλλων ἐστὶ μεγαλώτερος ;“ ὁ
υἱὸν ἀπεκρίνατο· „ὁ τῶν ἀγαθῶν ἔργων καὶ πρά-
ξεων.“ Ὁ βασιλεύς ἔφη· „τίνος χρείαν ἔχει τις κατὰ 
τῶν ἐχθρῶν αὐτοῦ;“ καὶ ὁ παῖς εἶπε· „τοῦ θαρρεῖν
ἐπὶ τὸν θεόν.“ Ὁ βασιλεύς ἔφη „τίς κατὰ ἀλή-
θειαν ἐγένετο πλούσιος ;“ ὁ υἱὸς ἔφη· „ὁ τῶν κα-
λῶν ἔργων ἐπιμελούμενος καὶ ἐπὶ τὸν θεὸν ἠλπικώς.
Ὁ βασιλεὺς ἔφη· „τίς ἐστιν ὁ τὴν καλλιωτέραν ἔχων 
ἀνάπαυσιν ;“ ὁ παῖς εἶπεν· „ὁ μὴ φθονῶν τινα, καὶ 
ἑαυτὸν μὲν κατακρίνων, ἕτερον δὲ μήτε μέμφεται,
μηδὲ κρίνει τί πράττει· Ὁ βασιλεὺς εἶπε· „τίς κατὰ
ἀλήθειαν μωρὸς καὶ ἄφρων ὑπάρχει;“ ὁ παῖς ἔφη·
 

 
„ὁ μὴ γινώσκων τὸ ἑαυτοῦ πταῖσμα, καὶ μὴ ἀκούων
τοῦ συμβουλεύοντος αὐτῷ ἀγαθά·“ ὁ βασιλεύς
ἠρώτησε· „τίς τῶν ἀνθρώπων ἔχει καλὴν καὶ φιλι-
κὴν τὴν διάθεσιν τῆς ἀγάπης;“ ὁ παῖς ἀπεκρίνατο·
 „ὁ μή τινα ποσῶς λυπήσας, μηδὲ εἰς τινα ἔχων ζη-
λοτυπίαν.“ Ὁ βασιλεύς ἔφη ποῖος λογισμὸς ὑπάρ-
χει τῷ θεῷ μεμιασμένος;“ ὁ υἱὸς ἔφη· „ὅστις ἔχει
ἔργα μυσαρὰ καὶ πράξεις, πρὸς τούτοις δὲ ὡς μέγα
τι δεινὸν ἔχει καὶ τὴν ὑπερηφανίαν καὶ ἀλαζονείαν·

Ὁ βασιλεύς ἔφη· ,,ποία τῶν αἰσχρῶν πράξεων
πλέον εἰς ἁμαρτίαν βάλλει τὸν πράττοντα ;“ ὁ δὲ
υἱὸς ἔφη ,,ὁ φθόνος καὶ ἡ ψευδομαρτθρία, ἡ πλεο-
 νεξία καὶ τὸ πορεύεσθαι εἰς τὸ ἴδιον θέλημα, διὰ τὸ
μὴ φοβεῖσθαι θεόν, εἰς ὅσα παραλόγως ὡς ἄλογον
 ζῶον ἁμαρτάνει καὶ οὐκ ἐντρέπεται. αὗται οὖν αἱ
πράξεις τοῦ τάλανος ἀνθρώπου τοῦ ζῶντος ἐν ἁμαρ-
τίαις.“ Ὁ βασιλεύς ἔφη· ,,καὶ τίς ἐστιν ὁ μὴ γι-
νώσκων ταῦτα [καὶ φοβούμενος τὸν θεόν];“ ὁ υἱός·
„ὅστις ἐστὶν ἀχόρταστος ἐν πᾶσι πράγμασιν, εἴτε
 τροφαῖς εἴτε ἱματίοις εἴτε χρήμασιν εἴτε δόξῃ εἴτε
κτήμασιν εἴτε θεραπείᾳ δούλων.“ Ὁ βασιλεύς εἶπε·
„τίνα πρέπει φοβεῖσθαι καὶ τρέμειν ;“ ὁ νέος εἶπε·
 
 

 
„τὸν μὴ φοβούμενον τὸν θεὸν μηδὲ τὴν μεγαλωτέραν
ἀρχήν, μηδὲ χωρίζοντα τὸ δίκαιον ἀπὸ τοῦ ἀδίκου.
ἀλλὰ λέγω σοι, βασιλεῦ, οὐ πρέπει ποιεῖν φίλον
ἄνθρωπον δολιόφρονα, πονηρὸν καὶ ὑποκρτήν, ὅστις
ἄλλα μὲν τῷ στόματι λέγει, ἄλλα δὲ τῇ καρδίᾳ πο- 
νηρῶς συλλογίζεται·“ Ὁ βασιλεύς ἔφη· „πῶς ἄρα
οἱ ἄνθρωποι τὴν φιλίαν ἀγαπῶντες, ἐν καιρῷ πολὺ
ἐπὶ πλέον τὴν ἔχθραν ποιοῦσιν.“ ὁ νέος εἶπε· „διὰ 
τοῦτο· τὸ ζημιῶσαί τινα εὔκολόν ἐστι, τὸ δὲ ποιή-
σοι τινα καλῶς, δύσκολον.“ Καὶ πάλιν ὁ βασιλεύς· 
„πῶς οἱ ἄρρωστοι τούς λόγους τῶν ἰατρῶν δέχονται
καὶ ὑπομ ένουσι, κἂν βαρέσι εἰσίν, οἱ δὲ ἄνθρωποι,
ὅταν ἀκού ωσι τὴν ἀλήθειαν, βαροῦνται ἐπʼ αὐτῇ καὶ
δυσχεραίνουσιν;“ ὁ δὲ υἱὸς ἔφη· „ὅτι ὁ ἄρρωστος
τὰ βότανα καὶ τὰ ζουλάπια τὰ φερόμενα πρὸς αὐτὸν 
ὑπομένει καὶ δέχεται, κἂν δριμέα κἂν πικρὰ ὑπάρχωσι,
διὰ τὴν ἀνάγκην τοῦ σώματος αὐτοῦ καὶ ὅτι ἐλπίζει
διὰ τῶν βοτανῶν ὑγείαν, καὶ τὰς φωνὰς τῶν ἰατρῶν
ὑπομένει νομίζων ὅτι διʼ ὑγείαν φασὶ ταῦτα πρὸς
αὐτόν· ὁ δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος, ὅταν ἀκούῃ 
τἀληθῆ καὶ τὰ πρέποντα, βαρεῖται καὶ δυσχεραίνει
πρὸς τὰ λόγια, ὅτι οὐκ ἀναγκάζεται ὑπό τινος, ὡς
ὀ ἄρρωστος ὑπὸ τῆς νόσου. διὰ τοῦτο καὶ γέγρα-
 

 
πται· „ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε, καὶ μὴ ἔλεγχε
 „ἄφρονας [ἤτοι κακούς] ἵνα μὴ μισήσωσί σε.“ Πά-
λιν ὁ βασιλεύς ἔφη τῷ υίῷ· ,,πῶς ἄρα ὁ μὲν πλού-
σιος ἐν τροφαῖς εὐθὺς τρώγων εὐκόλως χορταίνει,
 ὁ δὲ ἀχόρταστος τῶν χρημάτων καὶ ἀγαπῶν αὐτὰ
ἀχόρταστον ἔχει τὴν ὄρεξιν αὐτῶν;“ ὁ νέος εἶπεν·
„ἡ μὲν τῶν πλουσίων γαστήρ, ἡ δεχομένη τὰς τρο-
φάς, μετὰ τὸ λαβεῖν τὰς πολλὰς ἐκείνας τροφὰς
χορταίνει, κἂν οὐ θέλει· ὁ δὲ ὀφθαλμός, λαίμαργος
 ὑπάρχων καὶ ἀχόρταστος, καθʼ ὅσον ὁρᾷ τὰ χρή-
ματα, ἐπὶ τοσοῦτον ὀρέγεται αὐτά, καὶ θεὸν οὐκ
ἐνθυμεῖται, ἕως ὅτου διὰ θανάτου καλύψει ἡ γῆ
τοὺς ὀφθαλμούς αὐτοῦ.“ Πάλιν ἐρωτᾷ ὁ βασιλεύς·
„ποῖος ἄρα γίνεται ὁ θάνατος τοῦ βασκάνου ἀνδρός;“
 ὁ υἱὸς ἀπεκρίνατο· ,,ὁ θάνατος τοῦ τοιούτου ἀν-
θρώπου χαρὰ τοῖς ἄλλοις ἀνθρώποις γίνεται· οὐδὲ
γὰρ ἔνι ἄλλο χεῖρον τῶν βαρυτέρων ἁμαρτιῶν, ὡς
ἡ τῆς βασκανίας καὶ τοῦ φθόνου ἁμαρτία. καὶ πρέ-
πει πάντα ἅνθρωπον θερμῶς παρακαλεῖν τὸν θεόν,
 
 

 
ὅπως ἐκ τῶν τοιούτων τελείως ἐξέλθῃ ὁ φθόνος ἐκ
τῆς καρδίας αὐτοῦ. γίνωσκε οὖν, ὦ πάτερ καὶ βα-
σιλεῦ, ὅτι πᾶς ἄνθρωπος ὁ μὴ βασκαίνων καὶ φθο- 
νῶν γλυκέως ἐσθίει, γλυκέως πίνει, ἡδέως κοιμᾶ-
ται· αἱ πράξεις αὐτοῦ φροντίδα οὐκ ἔχουσιν· εὐκό- 
λως γὰρ ὃ βούλεται πράττει, καὶ ἡ ζωὴ αὐτοῦ χωρὶς
ἀνάγκης γίνεται· καθήμενός ἐστιν ἀμέριμνος, ἱστά-
μενος οὐ κοπιᾷ. ταύτας οὖν, κράτιστε βασιλεῦ, ἅσπερ
παρʼ ἐμοῦ ἀκήκοας ἀποκρίσεις ἀρκετὰς εἶναι νόμιζε
περὶ πάντων.“