Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ
Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ (16)
εὖ πράττειν. Ἡ μὲν σὴ ἐπιστολὴ, διʼ ἧς ἐμάνθανον
ἐνέφηνας περὶ τῆς ἐν τῷ Δανιὴλ φερομένης ἐν ταῖς
Ἐκκλησίαις Σωσάννης, βραχεῖα μέν τις εἶναι δοκεῖ·
ἐν ὀλίγοις δὲ πολλὰ προβλήματα ἕχουσα, ὧν ἕκαστον
ἐδεῖτο οὐ τῆς τυχούσης ἐξεργασίας, ἀλλὰ τοσαύτης,
ὥστε ὑπερβαίνειν τὸν ἐπιστολικὸν χαρακτῆρα, καὶ
συγγράμματος ἔχειν (17) περιγραφήν. Ἐγὼ δὲ τὸ
ἐμαυτοῦ τῆς διανοίας μέτριον, ὅση δύναμις, κατανοῶν,
ἵνα μὴ ἀναισθητοίην ἐμαυτοῦ, θεωρῶ, ὅτι ἀπολείπομαι
τῆς ἀπαιτουμένης ἀκριβείας εἰς τὴν ἀντιγραφὴν
τῆς ἐπιστολῆς σου· ὡς καὶ οὐδʼ ὀλίγαι τῆς
ἐν Νικομηδείᾳ διατριβῆς ἡμέραι μοι διήρκουν πρὸς
 
 
 
 
 
 
 

 
τὸ κὰν κατὰ τὴν παροῦσαν λέξιν περὶ ὧν ἐξήτησας
καὶ ἁπῄτησάς με, ἐπιστεῖλαί σοι. Διόπερ συγγνώμην
ἀπονέμων τῇ τε μετριότητί μου καὶ τῇ ἀπὸ τοῦ καιροῦ
στενοχωρίᾳ, ἕντυχε τῇ ἐπιστολῇ μετὰ πάσης εὐνοίας
(.18), συνεισφέρων εἴ τι ὑφʼ ἡμῶν παραλέλειπται.

Καὶ πρῶτόν γε ἕφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ
ἑταίρῳ ἡμῶν Βάσσῳ (19), καὶ συνεχρώμην τῇ τοῦ
Δανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν
Σωσάνναν Γραφῇ, τοῦτο πεποίηκα, ὡς λανθάνοντός
με τοῦ μέρους τοῦ βιβλίου κεκιβδηλευμένου ὅντος.
Καὶ ἕλεγες τὴν περικοπὴν ταύτην ἐπαινεῖν μέν πως
ὥς τι χαρίεν· ἔφασκες δὲ ψέγειν ὡς οὖσαν σύγγραμμα
νεωτερικὸν καὶ πεπλασμένον· καὶ ὅτι, ὡς
οὐδὲ Φιλιστίων ὁ μῖμος, ἐχρήσατο ἀναπλάσας (20) τὸ
συγγραμμάτιον τῇ τῶν ὀνομάτων γειτνιάσει, πρίνου
πρὸς πρίσιν, καὶ σχίνου πρὸς σχίσιν· Ἅπερ κατὰ
μὲν τὴν Ἐλλήνων φωνὴντοιαῦτα εἶναι δοκεῖ (21), κατὰ
δὲ τὴν Ἑβραίων οὐδαμῶς. Ἴσθι τοίνυν πρὸς ταῦτα,
τί χρὴ ἡμᾶς πράττειν οὐ περὶ τῶν κατὰ Σωσάνναν
μόνον (22), ἐν μὲν τῷ καθʼ Ἕλληνας Ἑλληνικῷ φερομένων
ἐν πάσῃ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ δὲ
Ἑβραίοις μὴ κειμένων· οὐδὲ περὶ τῶν, ὡς ἔφασκες,
ἄλλων δύο περικοπῶν τῶν ἐπὶ τέλει τοῦ βιβλίου περί
τε τῶν κατὰ τὸν Βὴλ, καὶ τὸν δράκοντα ἀναγεγραμμένων,
οὐδ’ αὐτῶν ἐν τῷ Δανιὴλ τῶν Ἑβραίων γεγραμμένων·
ἀλλὰ καὶ περὶ ἄλλων μυρίων, ἃ κατὰ τὴν μετριότητα
ἡμῶν τοῖς Ἑβραῖκοῖς συγκρίναντες ἀντιγράφοις
τὰ ἡμέτερα (23). πολλαχοῦ εὕρομεν. Ἐν
μὲν γὰρ αὐτῷ τῷ Δανιὴλ περὶ τῆς καμίνου τῆς
καομένης, τὸ « πεπεδημένοι » εὕρομεν· ἐν δὲ τοῖς
 
 
 
 
 
 

 
ἡμετέροις ἀντιγράφοις περισσεύοντα παρὰ τὰ ἐν τοῖς
Ἑβραϊκοῖς ἕπη οὐκ ὀλίγα, ὥν ἀρχὴ κατὰ μέν τινα
τῶν φερομένων ἐν ταῖς ἐκκλησίαις ἦν οὕτως· « Προσηύξαντο
Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, καὶ
ὕμνησαν τὸν Κύριον· » ἕως τοῦ « Εὐλογεῖτε πάντες
οἱ σεβόμενοι Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε
καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἕλεος αὐτοῦ,
καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. Καὶ ἐγένετο ἐν τῷ
ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν, καὶ ἐθεώρει
αὐτοὺς ζῶντας. » Κατὰ δὲ ἕτερα· « Καὶ περιεπάτουν
ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες
τὸν Κύριον· » ἕως τοῦ· « Εὐλογεῖτε πάντες
οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε
καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ
ελεος αὐτοῦ.» Συνῆπτο δὲ ἐν τοῖς Ἑβραῖκοῖς τό· « Καὶ
οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς Σεδρὰχ, Μισὰχ, Ἀβδενεγὼ,
ἔπεσον εἰς μέσον τοῦ πυρὸς πεπεδημένοι· » τό τε
« Ὁ βασιλεὺς ὁ Nαβουχοδονόσορ ἐθαύμασε, καὶ ἀνέστη
ἐν σπουδῇ, καὶ ἀπεκρίθη, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ.»
Οὕτω γὰρ Ἀκύλας (24) δουλεύων τῇ Ἑβραῖκῇ
λέξει ἐκδέδωκεν εἰπών· φιλοτιμότερον πεπιστευμένος
παρὰ Ἰουδαίοις (25) ἡρμηνευκέναι τὴν Γραφήν· ᾧ
μάλιστα εἰώθασι οἱ ἀγνοοῦντες τὴν Ἑβραίων διάλεκτον
χρῆσθαι, ὡς πάντων μᾶλλον ἐπιτετευγμένῳ. Τὰ δὲ
παρʼ ἡμῖν ἀντίγραφα, ὧν καὶ τὰς λέξεις ἐξεθέμην, τὸ
μὲν ἦν κατὰ τοὺς Ο΄· τὸ δὲ ἕτερον καοτί
καὶ ὥσπερ παρʼ ἀμφοτέροις ἕκειτο (26) τὸ περὶ τὴν
Σωσάνναν, ὡς σὺ φὴς, πλάσμα, καὶ αἱ τελευταῖαι ἐν
τῷ Δανιὴλ περικοπαί (27)· οὕτω καὶ ταῦτα ἐν ἕπεσιν,ὡς τοχασμῷ εἰπεῖν, τυγχάνοντα διακοσίοις καὶ πρός.

γ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἀγίοις βιβλίοις εὕρομεν.
πὴ μὲν πλείονα παρʼ ἡμῖν κείμενα ἢ παρʼ Ἑβραίοις,
πὴ δὲ λείποντα. Παραδείγματος δὲ ἕνεκεν, ἐπεὶ μὴ
πάντα οἶόν τέ ἐστι περιλαβεῖν (28), ὀλίγα ἐκθησό

Καὶ δτε « ἧλΘον οἱ ἄγγελοι τοῦ Θεοῦ παρατῆναι
ἐνώπιον τοῦ Θεοῦ (33), καὶ ὁ διάβολος ἦλθε μετʼ
αὐτῶν, » τό· « Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας
ἐν αὐτῇ Ἔτι δὲ οὐκ ἦν παρʼ Ἑβραίοις μετὰ
τό· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· « Ὡς τῷ
Κυρίῳ ἕδοξεν, οὕτω καὶ ἐγένετο. » Πλείονα δὲ ἐν
τοῖς ἡμετέροις παρὰ τὰ Ἑβραῖκὰ, ὅτε εἶπε τῷ
Ἰὼβ (34) ἡ γυνὴ αὐτοῦ, ἀπὸ τοῦ· « Μέχρι τίνος καρτερήσεις;
λέγων· Ἰδοὺ, ἀναμενῶ χρόνον ἕτι μικρὸν
προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου, » ἕως
τοῦ· « ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν
ὀδυνῶν, αἵ με νῦν συνέχουσι» μόνον γὰρ τὰ ῥητὰ τῆς
γυναικὸς ἀναγέγραπται· τό· « Ἀλλʼ εἶπόν τι ῥῆμα
πρὸς Κύριον, καὶ τελεύτα. »

Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ
Τὼβ παρʼ Ἑβραίοις μὲν κεῖται, παρʼ ἡμῖν δὲ οὐχί·
καὶ πολλάκις μὲν ἔπη (35) τέσσαρα ἢ τρία, ἔσθʼ ὅτε
δὲ καὶ δεκατέσσαρα καὶ δεκαεννέα καὶ δεκαέξ. Καὶ τί
με δεῖ καταλέγειν ἃ μετὰ πολλοῦ καμάτου ἀνελεξάμεθα,
ὑπὲρ τοῦ μὴ λανθάνειν (36) ἡμᾶς τὴν διαφορὰν
τῶν παρὰ Ἰουδαίοις καὶ ἡμῖν ἀντιγράφων; Πολλὰ δὲ
τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ
πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν(37) τῆς λέξεως τῶν
προφητευομένων εὕρομεν. Καὶ ἐν τῇ Γενέσει δὲ τό·
« Εἶδεν ὁ Θεὸς, ὅτι καλὸν, » ἐπὶ τῷ γενέσθαι στερέωμα,
παρʼ Ἑβραίοις οὐχ εὑρίσκεται (38)· καὶ πρόβλημα
δέ ἐστι παρʼ αὐτοῖς οὐ τὸ τυχὸν τοῦτο. Καὶ
ἅλλα δὲ ἕστιν εὑρεῖν ἐν τῇ Γενέσει, οἷς σημεῖα παρε-

Γραφαῖς δεδωκυῖα πάσαις ταῖς (41) Χριστοῦ Ἐκκλησίαις
οἰκοδομὴν, οὐκ ἐφρόντισε « τῶν τιμῆς ἀγορασθέντων,
ὑπὲρ ὦν Χριστὸς ἀπέθανεν· » οὗ Υἱοῦ ὄντος
« οὐκ ἐφείσατο ὁ Θεὸς, » ἡ ἀγάπη, « ἀλλʼ ὑπὲρ ἡμῶν
πάντων παρέδωκεν αὐτὸν, ἵνα σὺν αὐτῷ τὰ πάντα
ἡμῖν χαρίσηται; »

Πρὸς ταῦτα δὲ σκόπει, εἰ μὴ καλὸν μεμνῆσθαι
τοῦ· « Οὐ μεταθήσεις ὅρια αἰώνια, ἃ ἔστησαν οἱ πρότεροί
σου; » Καὶ ταῦτα δὲ φημὶ οὐχὶ ὅκνῳ τοῦ ἐρευνᾷν
καὶ τὰς κατὰ Ἰουδαίους (42) Γραφὰς, καὶ πάσας
τὰς ἡμετέρας ταῖς ἐκείνων συγκρίνειν, καὶ ὁρᾷν τὰς
ἐν αὐταῖς διαφοράς. Εἰ μὴ φορτικὸν γοῦν εἰπεῖν, ἐπὶ
πολὺ τοῦτο, ὅση δύναμις, πεποιήκαμεν, γυμνάζοντες
αὑτῶν τὸν νοῦν ἐν πάσαις ταῖς ἐκδόσεσι καὶ ταῖς διαφοραῖς
αὐτῶν (43), μετὰ τοῦ ποσῶς μᾶλλον ἀσκεῖν
τὴν ἑρμηνείαν τῶν Ο΄· ἵνα μή τι παραχαράττειν δοκοίημεν
(44) ταῖς ὑπὸ τὸν οὐρανὸν Ἐκκλησίαις, καὶ
προφάσεις διδῶμεν τοῖς ζητοῦσιν ἀφορμὰς, ἐθέλουσι
τοὺς ἐν μέσῳ συκοφαντεῖν, καὶ τῶν διαφαινομένων
ἐν τῷ κοινῷ κατηγορεῖν. Ἀσκοῦμεν δὲ μὴ ἀγνοεῖν
καὶ τὰς παρʼ ἐκείνοις, ἵνα, πρὸς Ἰουδαίους διαλεγόμενοι
(45), μὴ προφέρωμεν αὐτοῖς τὰ μὴ κείμενα ἐν
 

 
τοῖς ἀντιγράφοις αὐτῶν, καὶ ἵνα συγχρησώμεθα τοῖς
φερομένοις παρʼ ἐκείνοις· εἰ καὶ ἐν τοῖς ἡμετέροις
οὐ κεῖται βιβλίοις· τοιαύτης γὰρ οὕσης ἡμῶν τῆς
πρὸς αὐτοὺς ἐν ταῖς ζητήσεσι παρασκευῆς, οὐ καταφρονήσουσιν,
οὐδ’ ὡς ἕθος αὐτοῖς, γελάσονται (46)τοὺς
ἀπὸ τῶν ἐθνῶν πιστεύοντας, ὡς τʼ ἀληθῆ καὶ παρʼ
αὐτοῖς ἀναγεγραμμένα ἀγνοοῦντας. Ταῦτα μὲν οὖν
εἰρήσθω πρὸς τὸ μὴ φέρεσθαι παρʼ Ἑβραίοις τὰ
περὶ Σωσάννης.

Ἴδωμεν δὲ καὶ ἃ προσφέρεις τῷ λόγῳ ἐγκλήματα.
Καὶ πρῶτόν γε ἀρξώμεθα ἀπὸ τοῦ δυνηθέντος ἂν
δυσωπῆσαι πρὸς τὸ μὴ παραδέξασθαι τὴν ἱστορίαν
(47)· ὅπερ ἐστὶ τὸ περὶ τὴν παρωνυμίαν πρίνου
μὲν πρὸς, πρίσιν, σχίνου δὲ πρὸς σχίσιν· περὶ οὗ σὺ
μὲν ἀπεφήνω, ὡς καταλαβὼν τίνα τρόπον ἐν μὲν ἑλληνικαῖς
φωναῖς τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, ἐν δὲ
τῇ Ἑβραΐδι τῷ παντὶ (48) διέστηκεν· ἐγὼ δὲ ἕτι
ἀμφιβάλλω· ἐπείπερ φροντίσας τῶν κατὰ τὸν τόπον,
τῷ καὶ αὐτὸς ἠπορηκέναι ἐν αὐτοῖς, οὐκ ὀλίγοις
Ἑβραίοις ἀνεθέμην πυνθανόμενος, πῶς παρ ʼαὐτοῖς
ὀνομάζεται πρῖνος, καὶ πῶς λέγουσι τὸ πρίζειν· ἕτι
δὲ εἰς τί μεταλαμβάνουσι (49) τὴν σχῖνον τὸ φυτὸν,
καὶ πῶς τὸ σχίζειν ὀνομάζουσιν. Οἱ δὲ τὴν Ἑλληνικὴν
ἔφασκον ἀγνοεῖν φωνὴν τὴν πρίνου καὶ τὴν
σχίνου· ἀπῄτουν δὲ αὐτοῖς δειχθῆναι τὰ δένδρα, ἵνʼ
εἵδειεν ποίας ἐπὶ τούτων αὐτοὶ (50) τάσσουσι φωνάς.
Καὶ (φίλη γὰρ ἡ ἀλήθεια), οὐκ ἠπόρησα αὐτοῖς ὅψει
παραστῆσαι τὰ ξύλα. Ἄλλος δὲ ἕφασκε τὰ μὴ ὀνομασθέντα
τῶν Γραφῶν ποὺ οὐκ ἕχειν διαβεβαιώσασθαι,
ὅπως Ἑβραῖστὶ λέγεται· προπετὲς δὲ εἶναι, τὸν
ἀπορήσαντα φωνῇ τῇ Συριακῇ χρήσασθαι ἀντὶ τῆς
Ἑβραΐδος (51)· καὶ ἕλεγε, καὶ παρὰ τοῖς πάνυ σοφοῖς
ἐνίοτε λέξεις τινὰς ζητεῖσθαι. Εἰ μὲν οὖν, φησὶ,
ἕχεις τι παραστῆσαι τὴν σχῖνον ὅπως ποτὲ ὀνομασθεῖσαν
ἔν τινι Γραφῇ, ἢ τὴν πρῖνον, ἐκεῖθεν ἂν εὕροιμεν
τὸ ζητούμενον, καὶ τὴν παρʼ αὐτὰ παρωνυμίαν· εἰ
δὲ μηδαμοῦ ὠνομάσθη, καὶ ἡμᾶς διαλανθάνει τὸ
τοιοῦτον. Τούτων οὖν ὅσον ἐπὶ μὴ ἱστορίᾳ ὑπὸ
Ἑβραίων, οἷς συνέμιξα, εἰρημένων, ἐγὼ μὲν εὐλαβῶς
ἕχω ἀποφήνασθαι, πότερον καὶ παρʼ Ἑβραίοις ἡ ἰσοδυναμία
τῶν κατὰ ταῦτα παρωνυμιῶν σώζεται, ἢ οὔ·
σὺ δὲ ὅπως διεβεβαιώσω, αὐτὸς σἶδας ἴσως.

Μέμνημαι μέν τοί γε φιλομαθεῖ Ἑβραίῳ, καὶ χρηματίχοντι
(52) παρ᾿ αὐτοῖς σοφοῦ υἱῷ, ἀνατραφέντι
 
 

 
ἐπὶ τὸ διαδέξασθκι τὸν πκτέρα,σθμμίξας πτρὶ πλειόνων·
ἀφʼ οὖ ὡς μὴ ἀθετουμένης τῆς περὶ Σωσάννης
ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνέματα,
ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα τοῦτον ἔχοντα
τὸν τρόπον· « Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε,
καὶ ὡς Ἀχιὰβ (53), οὕς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος
ἐν πυρὶ διʼ ἥν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ.»
Πῶς ὁ μὲν ὑπʼ ἀγγέλου πρίζεται, ὁ δὲ σχίζεται; λεκτέον,
οὐ κατὰ τὸν ἐνεστῶτα αἰῶνα ταῦτα αὐτοῖς προφητεύεσθαι,
ἀλλʼ εἰς τὴν ὑπὸ Θεοῦ μετὰ τὴν ἐντεῦθεν
ἕξοδον κρίσιν. Ὡς γὰρ τὸν πονηρὸν οἰκονόμον
λέγοντα· « Χρονίζει ὁ κύριός μου ἕρχεσθαι· » καὶ
διὰ τοῦτο μέθαις σχολάζοντα, καὶ ἐσθίοντα καὶ πί.,
νοντα μετὰ τῶν μεθυόντων. καὶ τύπτοντα τοὺς συνδούλους,
ὁ κύριος ἐλθὼν « διχοτομήσει, καὶ τὸ μέρος
αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει· » οὕτω καὶ τούτους
πρεσβυτέρους μὲν χρηματίσαντας, κακῶς δὲ τὴν οἰκο
νομίαν οἰκονομήσαντας, ἀναλόγως τῷ ἐκεῖ διχοτομεῖ
σθαι τὸν μοχθηρὸν οἰκονόμον,ἅγ ελοι ἐπὶ τῶν κολάσεων
τεταγμένοι τινὲς ταῦτα διαθήσουσι (54)· καὶ ὁ μὲν
σχίσει «πεπαλαιωμένον ἡμερῶν κακῶν, κρίναντα κρίσεις
ἀδίκους, καὶ τοὺς μὲν ἀθώους κατακρίναντα, ἀπολύοντα
δὲ τοὺς αἰτίους· » ὁ δὲ πρίσει ὡς « σπέρμα λαναὰν
ὑπάρχοντα, καὶ οὐκ Ἰούδα, τὸν ὑπὸ τοῦ κάλλους
ἐξηπατημένον, καὶ ὑπὸ τῆς ἐπιθυμίας διαστραφέντα
τὴν καρδίαν. »

Καὶ ἕτερον δὲ οἷδα Ἑβραῖον, περὶ τῶν πρεσβυτέρων
τούτων τοιαύτας παραδόσεις φέροντα (55), ὅτι
τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσιν διὰ τῆς Χριστοῦ
ἐπιδημίας ἐλευθερωθήσεσθαι ἀπὸ τῆς ὑπὸ τοῖς
ἐχθροῖς δουλείας προσεποιοῦντο οἱ πρεσβύτεροι οὗτοι
ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν· καὶ ἑκάτερος
αὐτῶν ἀνὰ μέρος ᾗ περιετύγχανε γυναικὶ, καὶ
ἥν διαφθεῖραι ἐβούλετο, ἐν ἀποῤῥήτῳ δῆθεν ἔφασκεν,
ὡς ἅρα δέδοται αὐτῷ ἀπὸ Θεοῦ σπεῖραι τὸν Χριστόν·
εἶτ᾿ ἀπατωμένη (56) τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν
 
 

 
Χριστὸν ἡ γυνὴ, ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι· καὶ 
οὕτως ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν οἱ πρεσβύτεροι
Ἀχιὰβ καὶ Σεδεκίας. Διὸ καλῶς ὑπὸ τοῦ
Δανιὴλ ὁ μὲν εἴρηται « πεπαλαιωμένος ἡμερῶν κακῶν· »
ὁ δὲ ἤκουσε τό· « Οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν
Ἰσραὴλ, κἀκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν·
ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν. »
Τάχα γὰρ ἀπάτη καὶ φόβος δυνάμενα ἐν ταῖς γυναιξὶν,
ἐποἰει αὐτὰς παρέχειν ἑαυτῶν τὰ σώματα τοῖς
λεγομένοις τοὐτοις πρεσβυτέροις.

Ἀλλʼ εἰκὸς πρὸς ταῦτά σε ζητήσειν (57) τί δήποτε
οὐ φέρεται παρʼ αὐτοῖς ἐν τῷ Δανιὴλ ἡ ἱστορία,
εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι.
Λεκτέον δὲ πρὸς ταῦτα, ὅτι ὅσα δεδύνηνται
τῶν περιεχόντων κατηγορίαν πρεσβυτέρων, καὶ ἀρχόντων,
καὶ κριτῶν, περιεῖλον ἀπὸ τῆς γνώσεως τοῦ
λαοῦ, ὧν τινὰ σώζεται ἐν ἀποκρύφοις. Καὶ τούτου
παράδειγμα δώσομεν τὰ περὶ τὸν Ἡσαΐαν ἱστορούμενα.
καὶ ὑπὸ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς μαρτυρούμενα,
ἐν οὐδενὶ τῶν φανερῶν βιβλίων γεγραμμένα·
περὶ γὰρ τῶν προφητῶν διεξερχόμενος, καὶ
ὧν πεπόνθασιν, ὁ τὴν πρὸς Ἑβραίους γράψας φησίν·
« Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας
ἀπέθανον. » Πευσόμεθα (58) γὰρ ἐπὶ τίνα ἀναφέρηται
τὸ, « ἐπρίσθησαν, » κατὰ τι ἕθος ἀρχαῖον οὐ
μόνον Ἑβραῖκὸν, ἀλλὰ καὶ Ἑλληνικὸν, πληθυντικῶς
λεγόμενον περὶ ἑνός. Σαφὲς δʼ ὅτι (59) αἱ παραδόσεις
λέγουσι πεπρίσθαι Ἡσαΐαν (60) τὸν προφήτην·
καὶ ἕν τινι ἀποκρύφῳ τοῦτο φέρεται· ὅπερ τάχα
ἐπίτηδες ὑπὸ Ἰουδαίων ῥερᾳδιούργηται, λέξεις τινὰς
τὰς μὴ πρεπούσας παρεμβεβληκότων τῇ γραφῇ, ἵνʼ
ἡ ὅλη ἀπιστηθῇ (61) ἀλλʼ εἰκός τινα, θλιβόμενον
ἀπὸ τῆς εἰς ταῦτα ἀποδείξεως, συγχρήσασθαι τῷ
βουλήματι (62) τῶν ἀθετούντων τὴν Ἐπιστολὴν, ὡς οὺ
 
 
 
 
 

 
Παύλῳ γεγραμμένην· πρὸς ὅν ἅλλων λόγων κατʼ
ἰδίαν χρῄζομεν εἰς ἀπόδειξιν τοῦ εἷναι Παύλου τὴν
ἐπιστολήν. Παραθήσομαι οὖν ἐπὶ τοῦ παρόντος ἀπὸ
τοῦ Εὐαγγελίου τὰ ὑπὸ Ἰησοῦ Χριστοῦ περὶ τῶν
προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπʼ αὐτοῦ
μὲν λεγομένην, ἐν δὲ ταῖς παλαιαῖς Γραφαῖς μὴ φερομένην,
ἐπεὶ καὶ αὐτὴ κατηγορίαν περιέχει τῶν
ἀνόμων ἐν τῷ Ἰσραὴλ κριτῶν ἕχει δὲ οὕτως ἡ ὑπὸ
τοῦ Σωτῆρος εἰρημένη λέξις. « Οὐαὶ ὑμῖν, γραμματεῖς
καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς
τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα (63)
τῶν δικαίων, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις
τῶν πατέρων ἡμῶν, οὐκ ἄν ἧμεν κοινωνοὶ αὐτῶν
ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ἑαυτοῖς,
ὅτι υἱοὶ ἐστὲ τῶν φονευσάντων τοὺς προφήτας.
Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς
κρίσεως τῆς γεἐννης; Διὰ τοῦτο ἰδοὺ ἀποστέλλω
πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς.
Ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ
αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ
διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφʼ
ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ
τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου
υἱοῦ Βαραχίου, ὅν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ
καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει
ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. » Καὶ τὸ ἐξῆς
δὲ τούτων, οὐκ ἀπᾴδει τῶν προκειμένων οὕτως ἕχον·
Ἰερουσαλὴμ, Ἰερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας,
καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς
αὑτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα
σου, ὅν τρόπον ὄρνις συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ
τὰς πτέρυγας, καὶ οὐκ ἐθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν
ὁ οἶκος ὑμῶν ἕρημος. » Καὶ ἵδωμέν γε εἰ μὴ λεκτέον,
ἐν τούτοις, τὸν μὲν Σωτῆρα ἀληθεύειν, οὐχ εὑρίσκεσθαι
δὲ τὰς Γραφὰς, ὅσαι δηλοῦσι τὰ ὑπὸ τοῦ Σωτῆρος
ἱστορούμενα· οἱ γὰρ οἰκοδομοῦντες τοὺς τάφους
τῶν προφητῶν, καὶ κοσμοῦντες τὰ μνημεῖα τῶν δικαίων,
καταγνόντες τῶν ὑπὸ τῶν πρεσβυτέρων εἰς
 
 

 
ἐπὶ πολλοῖς (67), καὶ ταῦτα λέγει· « Τίνα τῶν προφητῶν
οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν, καὶ ἀπέκτειναν
τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου,
οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε; »
Ἀληθεύειν μὲν γὰρ τὸν Στέφανον πᾶς ὁστισοῦν τῶν
προσιεμένων τὰς Πράξεις τῶν ἀποστόλων ὁμολογήσει
ἀποδεῖξαι δὲ καὶ ἀπὸ τῆς παλαιᾶς Διαθήκης, πῶς
εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν
ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν,
οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς
Καινῆς (68) Διαθήκης· καὶ ὁ Παῦλος ἐν τῇ προτέρᾳ
τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς ταῦτα περὶ Ἰουδαίων
μαρτυρῶν φησίν· « ῾ Υμεῖς γὰρ μιμηταὶ ἐγενήθητε
τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶνὲν τῇ Ἰουδαίᾳ
ἐν Χριστῷ Ἰησοῦ· ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε
ὑπὸ τῶν ἰδίων (69) συμφυλετῶν, καθὼς καὶ αὐτοὶ
ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων,
καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων
(70), καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις
ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσι. » Καὶ οἶμαι δὲ ἀποδεδειχέναι ἐν τοῖς
προκειμένοις, ὅτι οὐδὲν ἄτοπόν (71) ἐστι, γεγονέναι μὲν τὴν ἱστορίαν, καὶ τὴν μετὰ πολλῆς ἀκολασίας
ὠμότητα τετολμῆσθαι τοῖς τότε πρεσβυτέροις κατὰ τῆς Σωσάννης, καὶ γεγράφθαι μὲν προνοίᾳ τοῦ Πνεύματος,
ὑπεξαιρεῖσθαι δὲ, ὡς ἂν εἵποι τὸ Πνεῦμα, ὑπὸ τῶν ἀρχόντων Σοδόμων.

Πρὸς τούτοις ἕφασκες, ὅτι ὁ Δανιὴλ ὑπὸ μὲν τῆς
Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέναι,
ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι (72), ἡ δὲ φερομένη
ὁμολογουμένως ὑπʼ αὐτοῦ Γραφὴ ἄλλῳ τρόπῳ περιέχει
αὐτὸν προφητεύοντα, τουτέστιν ὁράμασι, καὶ
ὀνείροις, καὶ ἀγγέλου ἐπιφανείᾳ· οὐδαμοῦ δὲ ἐπιπνοίᾳ
προφητικῇ. Σὺ δέ μοι ἔοικας μὴ πάνυ τετηρηκέναι
τὸ, « Πολυμερῶς καὶ πολυτρόπως πάλαι τὸν
Θεὸν λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,»
οὐ μόνον ἐν τοῖς πᾶσιν, ἀλλὰ καὶ ἐν τοῖς καθʼ ἕνα.
Παρατηρήσας δὲ εὑρήσεις τοῖς αὐτοῖς ἁγίοις καὶ ἐνύπνια
γενόμενα θεῖα καὶ ἐπιφανείας ἀγγελικὰς, καὶ
ἐπιπνοίας. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος μαρτυρίαις
χρήσασθαι τοῖς περὶ τοῦ Ἰακὼβ (73) γεγραμμένοις·
ὅς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται·
« Καὶ ἐγένετο, ἡνίκα ἐνεκίσσων τὰ πρόβατα (74),
καὶ εἶδον ἐν τοῖς ὀφθαλμοῖς μου αὐτὰ ἐν ὕπνῳ, καὶ
ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ
πρόβατα καὶ τὰς αἶγας, διάλευκοι, καὶ ποικίλοι, καὶ
σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἅνγελος τοῦ Θεοῦ
καθʼ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; καὶ εἶπεν·
Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἵδε τοὺς τράγους
καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα
καὶ τὰς αἶγας, διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς
ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ.
Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ οὗ ἤλειψάς
μοι ἐκεῖ στήλην, καὶ ηὕξω μοι ἐκεῖ εὐχήν. Νῦν
 
 
 
 
 
 
 
 

 
οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ
ἄπελθε εἰς τὴν γῆν τῆς γεννήσεώς σου. » Περὶ δὲ ἐπιφανείας
ὕπαρ κρείττονος, ταῦτα περὶ αὐτοῦ εἵρηται·
«῾Υπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἅνθρωπος
μετʼ αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται
πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ,
καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ
παλαίειν αὐτὸν μετʼ αὐτοῦ , καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν
με· ἀνέβη γὰρ ὁ ὅρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή
σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ·
Τί τὸ ὅνομά σου; Ὁ δὲ εἶπεν· Ἰακώβ· εἶπε δὲ αὐτῷ·
Οὐ κληθήσεται ἔτι τὸ ὅνομά σου Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ
ἕσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ
μετὰ ἀνθρώπων δυνατός Ἠρώτησε δὲ Ἰακὼβ, καὶ
εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὅνομά σου· καὶ εἶπεν· Ἵνα
τί τοῦτο ἐρωτᾶς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν
ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὅνομα τοῦ τόπου ἐκείνου
Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον,
καὶ ἕσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ ὁ ἥλιος,
ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Ὅτι δὲ καὶ
ἐξ ἐπιπνοίας προφητεύει, δῆλον ἐκ τούτων· « Ἐκάλεσε
δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε,
ἵνα ἀπαγγείλω ὑμῖν τί ἀποβήσεται ὑμῖν ἐπʼ ἐσχάτων
τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ,
ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν· Ῥουβὶμ πρωτότοκός
μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς
φέρεσθαι καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς
ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ
πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέδης.
» Ὁμοίως δὲ καὶ πρὸς τοὺς λοιποὺς αἱ εὐλογίαι
προφητεῖαι οὖσαι ἐξ ἐπιπνοίας εἵρηνται. Οὐδὲν τοίνυν
θαυμαστὸν καὶ τὸν Δανιὴλ, ὁτὲ μὲν ἐξ ἐπιπνοίας λελαληκέναι
(75) τὸν κατὰ τῶν πρεσβυτέρων ἕλεγχον,
ὁτὲ δὲ ἐνυπνίοις, ὡς καὶ σὺ φὴς, ἢ ὁράσει τε, καὶ ἅλλοτε
γεγονέναι αὐτῷ ἀγγέλου ἐπιφάνειαν.

Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμνότερον
εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι
εὐλαβείας· οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ
σοῦ γεγραμμένον οὕτως· « Ἔπειτα μετὰ (76) τὸ θαυμασίως
πως οὕτως ἀποφθέγξασθαι, καὶ παραδοξότατά
πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ Φιλιστίων ὁ μἴμος· οὐ
γὰρ ἐξήρκει ἡ διὰ τοῦ Πνεύματος ἐπίπληξις, ἀλλʼ
ἰδίᾳ διαστήσας ἑκάτερον αὐτῶν, ἐρωτᾷ ποῦ θεάσαιτο
αὐτὴν μοιχωμένην. Ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἕφασκεν,
ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἅγγελον· τῷ δὲ ὑπὸ
σχῖνον εἰρηκότι, σχισθῆναι παραπλησίως ἀπειλεῖ. »
Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρημένον
ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς
ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος
μίμῳ. Ἔχει δὲ οὕτως ἡ ἀπὸ τῶν Βασιλειῶν λέξις·
« Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ
ἔστησαν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ἡ γυνὴ μία· Ἐν
ἐμοὶ, κύριέ μου. Ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν
οἵκῳ ἑνὶ, καὶ ἐτέκομεν ἐν τῷ οἵκῳ. Καὶ ἐγενήθη ἐν
τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, καὶ ἔτεκε καὶ ἡ
γυνὴ αὕτη. Καὶ ἡμεῖς κατὰ τὸ αὐτό. Οὐκ ἔστιν οὐδὲ
 
 
 

 
εἷς ἐν τῷ οἴκῳ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ
οἵκῳ. Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν
νύκτα, ὡς ἐπεκοιμήθη ἐπʼ αὐτόν. Καὶ ἀνέστη μέσης
τῆς νυκτός· καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν
μου· καὶ ἡ δούλη σου ὕπνουν. Καὶ ἐκοίμισεν αὐτὸν ἐν
τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνεῶτα
ἐκοίμισεν ἐν τῷ κόλπῳʼ μου. Καὶ ἀνέστην τὸ πρωῒ
θηλάσαι τὸν υἱόν μου· κἀκεῖνος ἦν τεθνηκώς. Καὶ
ἰδοὺ κατενόησα αὐτὸν τὸ πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός
μου ὅν ἕτεκον. Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· Οὐχί· ἀλλ᾿
ὁ υἱός σου ἐστὶν ὁ νεκρὸς, ὁ υἱὸς δὲ ὁ ἐμὸς ὁ ζῶν. Ἡ
δὲ .ἄλλη καὶ αὐτὴ ἔλεγεν· Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ
ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ ἐλάλησαν ἐνώπιον
τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· Σὺ λέγεις·
Οὗτός μου ὁ υἱὸς ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς.
Καὶ σὺ λέγεις Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ ζῶν· ὁ
δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ
μοι μάχαιραν. Καὶ προσήνεγκαν τὴν μάχαιραν
ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασιλεύς· Διέλετε
τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ
ταύτῃ, τὸ ἥμισυ αὐτοῦ ταύτῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ
ἦς ὁ υἱὸς ἦν ὁ ζῶν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ
μήτρα αὐτῆς ἐν τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· Ἐν ἐμοὶ,
Κύριε· δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ θανάτῳ μὴ
θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμοὶ, μήτε
κὺτῇ ἕστω· διέλετε. Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, κσὶ
εἶπε· Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ τοῦτο,
καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη γὰρ μήτηρ
αὐτοῦ. Καὶ ἤκουσε πᾶς Ἰσραὴλ τὸ κρῖμα ὅ ἔκρινεν
ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως,
ὅτι εἶδον, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν
δικαίωμα. » Εἵπερ γὰρ χρὴ περὶ τῶν φερομένων ἐν
ταῖς Ἐκκλησίαις ἀποφαίνεσθαι χλευαστικῶς, μᾶλλον
τὴν περὶ τῶν δύο ἑταιρῶν ἱστορίαν τῷ Φιλιστίωνος
μίμῳ, ἢ τὴν περὶ τῆς σεμνῆς Σωσάννης ὁμοιῶσαι
ἐχρῆν. Καὶ ὥσπερ οὐκ ἤρκει πρὸς πειθὼ τοῦ λαοῦ τὸ
εἰπεῖν Σολομῶντα· « Δότε τῇδε τὸ ζῶν παιδίον· αὕτη
γάρ ἐστιν ἡ μήτηρ αὐτοῦ· » οὕτως οὐκ ἤρκει ἡ πρὸς
τοὺς πρεσβυτέρους ἐπίπληξις τοῦ Δανιὴλ, μὴ προσπαραλαμβανομένου
τοῦ ἐκ στόματος αὐτῶν ἐλέγχου·
εἰπόντων μὲν ὑπό τι δένδρον αὐτὴν ἑωρακέναι
κοιμωμένην μετὰ τοῦ νεανίσκου, μὴ μὴν συμφωνησάντων
περὶ τοῦ τί δένδρον ἦν. Καὶ ἐπείπερ ὡς καταλαβὼν
ἔφασκες ἐξ ἐπιπνοίας (77) τὸν Δανιὴλ κεκρικέναι
τὰ περὶ τοὺς πρεσβυτέρους, τάχα μὲν οὕτως
ἐλέγχοντα, τάχα δὲ ἑτέρως, πρόσχες καὶ ταῦτα παραπλήσια
δοκεῖ μοι εἶναι τὰ κατὰ τὸν Δανιὴλ τῇ κρίσει
τοῦ Σολομῶντος· περὶ οὗ μαρτυρεῖ ἡ Γραφὴ, ὅτι εἶδεν
ὁ λαὸς, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
Τοῦτο ἄν δύναιτο λέγεσθαι καὶ περὶ τοῦ Δανιήῦλ·
ὅτι φρονήσεως οὕσης ἐν αὐτῷ τοῦ ποιεῖν (78) δικαίωμα, τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων.

Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον
παρατεθῆναι περὶ τοῦ πρῖνον-πρίσειν καὶ σχῖνονσχίσειν·
ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί
τινες οἱονεὶ ἐτυμολογίαι (79) αἵτινες παρὰ μὲν

Πρὸς τούτοις παπορεῖς αὐταῖς λέξεσι· « Πῶς αἰχμάλωτοι
ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι (87),
καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν
τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστόρηται, τῶν
παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν, καὶ
τῶν θυγατέρων εἰς παλλακὰς, ὡς (88) προπεφήτευτο,
οἵδε περὶ θανάτου ἔκρινον, καὶ ταῦτα τῇ τοῦ βασιλέως
αὐτῶν γενομένῃ γυναικὶ Ἰωακεὶμ, ὅν σύνθρονον
πεποίητο ὁ Βαβυλώνιος βασιλεύς; Εἰ δὲ οὐχ οὗτος (89),
ἄλλος δὲ τοῦ λαοῦ Ἰωακείμ· πόθεν τοιαύτη κατάλυσις
αἰχμαλώτῳ περιῆν, καὶ παράδεισος ἀμφιλαφὴς
ἦν; πόθεν δὲ λαβὼν ἔλεγες τό· Ἠστρογαλωμένοι(90)
καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι· ἢ, ὅσον
ἐπʼ ἐμῇ γνώσει, ἀπὸ τοῦ Τωβία; περὶ οὗ ἡμᾶς
ἐχρῆν ἐγνωκέναι, ὅτι Ἑβραῖοι τῷ Τωβίᾳ οὐ χρῶνται,
οὐδὲ τῇ Ἰουδήθ· οὐδὲ γὰρ ἔχουσιν αὐτὰ καὶ ἐν ἀποκρύφοις
ἑβραϊστί (9I)· ὡς ἀπʼ αὐτῶν μαθόντες ἐγνώκαμεν.
Ἀλλʼ ἐπεὶ χρῶνται τῷ Τωβᾳ αἱ Ἐκκλησίαι,
ἰστέον, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ τινὲς τῶν αἰχμαλώτων
ἐπλούτουν, καὶ εὖ ἔπραττον. Αὐτὸς δὲ ὁ Τωβίας
φησί· « Καθότι ἐμεμνήμην τοῦ Θεου ἐν ὅλῃ
τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ
μορφὴν ἐνώπιον Νεμεσσάρου (92), καὶ ἤμην αὐτοῦ
ἀγοραστής· καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην
Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥἄγοις (93)
τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.» Καὶ ἐπιφέρει
ὡς πλούσιος τό· « Ἐν ταῖς ἡμέραις Νεμεσσάρου
ἐλεημοσύνας πολλὰς ἐποίησα (94) τοῖς ἀδελ·
φοῖς μου. Τοὺς ἄρτους μου ἐδίδουν πεινῶσι καὶ ἱμάτια
τοῖς γυμνοῖς· καὶ εἵ τινα ἐκ τοῦ γένους ἑώρων
(95) τεθνηκότα καὶ ἐῤῥιμμένον ὀπίσω τοῦ τείχους
Νινευῒ, ἔθαπτον αὐτόν· καὶ εἴ τινα ἀπέκτεινε Σεναχηρεὶμ
βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας,
ἕθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἐπέκτεινεν (96)
ἐν τῷ θυμῷ αὐτοῦ.» Καὶ κατανόει εἴ γε μὴ (97) πολὺν
πλοῦτον ἐμφαίνει καὶ πολλὴν περιουσίαν ὁ κατάλογος
ὁ τοσοῦτος τῶν εὐποιῶν τοῦ Τωβία· καὶ μάλιστα,
ὅτι ἐπιφέρει λέγων τό· « Ἐπιγνοὺς, ὅτι ζη
 
 
 
 
 
 
 
 
 

 
τοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα, καὶ διηρπάγη
πάντα τὰ ὑπάρχοντά μου. » Ἀλλὰ καὶ ἕτερος
αἰχμάλωτος Δαχιάχαρος (98) ὁ τοῦ Ἀνανιὴλ υἱὸς
ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν
τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶσαν
τὴν διοίκησιν· καὶ λέγεται, « ὅτι ἦν ὁ Δαχιάχαρος
οἰνοχόος, καὶ ἐπὶ τοῦ δακτυλίου, καὶ διοικητὴς,
καὶ ἐκλογιστής. » Καὶ ὁ Μαρδοχαῖος δὲ περὶ τὴν
αὐλὴν διέτριβε τοῦ βασιλέως, καὶ τοσαύτην εἶχε παῤρησίαν
πρὸς αὐτὸν, ὥστε καὶ ἐν εὐεργέταις ἀναγεγράφθαι
τοῦ Ἀρταξέρξου. Ἔτι δὲ καὶ ἐν τῷ Ἔσδρᾳ·
Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ
(99), Ἐβραῖος τῷ γένει, ἠτήσατο τὰ περὶ τῆς οἰκοδομῆς
τοῦ ναοῦ, καὶ ἔτυχεν· ὥστε μετὰ πλειόνων
ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν. Τί οὖν θαυμαστὸν τὸ, παράδεισον, καὶ οἰκίαν, καὶ κτῆμα γεγονέναι
τινὸς Ἰωακεὶμ, εἴτε πολυτελὴς(99*) εἴτε καὶ μετρία ἦν; Οὐ γὰρ σαφῶς δηλοῦται ἀπὸ τῆς Γραφῆς
τὸ τοιοῦτον.

Ἀλλὰ φῄς· « Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμαλωσίᾳ
τυγχάνοντες;» οὐκ οἶδα πόθεν ἀμφιβάλλων τὸ
βσιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωτυμίαν τοῦ Ἰωακεὶμ,
τὴν Σωσάνναν. Λεκτέον δ᾿ , ὅτι οὐδὲν παράδοξον,
μεγάλων ἐθνῶν ὑποχειρίων γενομένων, πρὸς βασιλέως
συγκεχωρῆσθαι τοῖς οἰκείοις νόμοις χρῆσθαι (1)
τοὺς αἰχμαλώτους καὶ τοῖς δικαστηρίοις. Καὶ νῦν
γοῦν Ῥωμαίων βασιλευόντων, καὶ Ἰουδαίωντὸδίδραχμον
αὐτοῖς τελούντων, ὅσα συγχωροῦντος Καίσαρος
 
 
 
 
 

 
ὁ ἐθνάρχης (2) παρʼ αὐτοῖς δύναται, ὡς μηδὲν διαφέρειν
βασιλεύοντος τοῦ ἔθνους, ἵσμεν οἱ πεπειραμένοι.
Γίνεται δὲ καὶ κριτήρια λεληθότως κατὰ τὸν νόμον,
καὶ καταδικάζονταί τινες τὴν ἐπὶ τῷ θανάτῳ (3)·οὕτε
μετὰ τῆς πάντη εἰς τοῦτο παῤῥησίας, οὕτε μετὰ τοῦ
λανθάνειν τὸν βασιλεύοντα· καὶ τοῦτο ἐν τῇ χώρᾳ τοῦ
ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν καὶ
πεπληροφορήμεθα. Καί τοι γε ὑπὸ Ῥωμαίοις (4) δύο
φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενιαμίν·
ἔστω δὲ καὶ Λευῖτική. Ὁ δὲ (5), παρὰ τὸν λαὸν
Ἰούδα, Ἰσραὴλ, δέκα ἦσαν φυλαί· καὶ εἰκὸς, ἀρκεσθέντας
τοὺς Ἀσσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἕχειν.
ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια.

Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι
τό· « Ἐπὶ δὲ πᾶσι, τοσούτων προωδοιπορηκότων προφητῶν,
τῶν τε ἐξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται
ῥητῷ (6) νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν
ἀληθὴς ὤν· οὑτοσὶ δὲ, ἐκείνων θατέρῳ ἐπαπειλῶν
ὑπομιμνήσκει σε (7) λέγοντος τοῦ Κυρίου· Ἀθῶον
καὶ δίκαιον οὐκ ἀποκτενεῖς· » καὶ ἐθαύμασα, πῶς
πολλὰς διατριβὰς ἕχων ἐν ταῖς ἐξετάσεσι καὶ μελέταις
τῆς Γραφῆς, οὐ τετήρηκας συγχρωμένους προφήτας
προφητῶν λόγοις σχεδὸν αὐταῖς λέξεσι. Τίς
γὰρ οὐκ οἶδε καὶ τῶν πολλῶν πιστῶν κείμενον ἐν τῷ
Ἡσσΐᾳ τό· « Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς
τὸ ὅρος Κυρίου· καὶ ὁ οἶκος τοῦ Θεοῦ (8) ἐπ᾿
ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν
βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἕθνη· καὶ
πορεύσονται ἕθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀνα
εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἷκον
βῶμεντοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν
αὐτοῦ, καὶ πορευσόμσθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν
ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐν Ἱερουσαλήμ
(9). Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ κρινεῖ
λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν
εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ
οὐ λήψεται ἕθνος ἐπʼ ἕθνος μάχαιραν· καὶ οὐ μὴ
μάθωσιν ἕτι πολεμεῖν. » Τὸ δὲ παραπλήσιον τούτοις
lὅλοις, καὶ τῇ αὐτῇ λέξει, ἐν τῷ Μιχαίᾳ οὕτως ἐστὶ
 
 
 
 
 
 
 

 
γεγραμμένον· « Καὶ ἕσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν
ἐμφανὲς τὸ ὅρος τοῦ Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς
τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω
τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπʼ αὐτῷ λαοὶ, καὶ
πορεύσονται ἕθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν
εἰς τὸ ὅρος (10) τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον
τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὀδὸν αὐτοῦ·
καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν
ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἐπὶ
ἕθνη (11) ἰσχυρὰ ἕως εἰς μακρὰν, καὶ κατακόψουσι
τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας
αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι μὴ ἄρῃ ἕθνος ἐπʼ
ἕθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.»
Ἔτι δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ὁ τεταγμένος
ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ ψαλμὸς,
τοῦ αἰνεῖν τὸν Κύριον, οὗ ἡ ἀρχή· « Ἐξομολογεῖσθε
καὶ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, »
ἐν μὲν τοῖς πλείστοις κατὰ τὴν ἀρχὴν ἰσοδυναμεῖ
τῷ ρδ΄ ψαλμῷ, ἕως τοῦ· « Καὶ ἐν τοῖς προφήταις
μου μὴ πονηρεύεσθε· » μετὰ δὲ τοῦτο τῷ Ϟε΄ ἀπὸ
τῆς ἀρχῆς αὐτοῦ ἐγγύς πως ἐχούσης τό· « Ἄσατε
τῷ Κυρίῳ πᾶσα ἡ γῆ » ἕως τοῦ· « Ὅτι ἕρχεται κρῖναι
τὴν γῆν. » Ἐπεὶ δὲ ἦν τὸ παραθέσθαι αὐτὰς τὰς
λέξεις πολὺ, διὰ βραχέων πρὸς τὸ προκείμενον ταῦτα
εἰρήκαμεν. Εὑρήσεις δὲ καὶ περὶ τοῦ μὴ αἵρειν
βάσταγμα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων οὐ μόνον
παρὰ Μωϋσεῖ γεγραμμένον, ἀλλὰ καὶ ἐν Ἱερεμίᾳ.
Καὶ περὶ τοῦ Πάσχα καὶ νόμων ἱερατικῶν εὑρήσεις
παρά τε Μωῦσεῖ καὶ ἐν τοῖς τελευταίοις τοῦ Ἰεζεκιήλ.
Καὶ αὐτὰς δʼ ἂν παρεθέμην τὰς λέξεις, καὶ
ἅλλας πλείονας, εἰ μὴ ἑώρων ὑπὸ τῆς ὀλιγότητος τῶν ἐν Νικομηδείᾳ ἡμερῶν ἡμῶν ἀποκλειόμενον τὸνχρόνον
τῆς πρὸς σὲ γραφῆς.

Πρὸς τούτοις ἕφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα
διαλλάσσειν· ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη. Καὶ
ταῦτα μὲν ἀπελογησάμην· ἦν δʼ ἃν προηγουμένως
μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σωσάνναν
Γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δεικνύντα
τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις
τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα
συντάξαι δυνήσεται. Ταῦτα πρὸς τὰ, ὡς φὴς, κρούματα
ἀπεκρινάμην, καὶ ἀντιγράφω· εἵθε καὶ παιδεύειν
δυναίμην! νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δίδωμι.
Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπαγορεύσει
τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ,
ἐν οἷς βεβούληται διορθωσάμενος, κύριός μου καὶ
ἀδελφὸς ἱερὸς Ἀμβρόσιος (12). Ἀσπάζεται δέ σε
καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμα τοῖς
τέκνοις, καὶ Ἀνίκητος (13). Σὺ τὸν καλὸν ἡμῶν πάπαν
Ἀπολλινάριον (14) ἅσπασαι, καὶ τοὺς ἀγαπῶντας
ἠμᾶς.