XXI. Τελευταῖον δὴ τρόπον εἰς προτροπὴν τίθεμεν τὸν ἀπὸ τῶν συμβόλων, τὸν
 μὲν ἴδιον ὄντα τῆς αἱρέσεως 
 
 σεως καὶ ἀπόρρητον πρὸς τὰς ἄλλας ἀγωγάς, τὸν δὲ δημώδη
 καὶ κοινὸν πρὸς ἐκείνας, τρίτον δὲ παρʼ ἀμφότερα μέσον ἀμφοῖν οὔτε
 παντάπασι δημώδη οὔτε μὴν ἄντικρυς Πυθαγορικόν, ἀλλʼ οὐδὲ ἀπηλλαγμένον
 ὁλοσχερῶς ἑκατέρου. τῶν γὰρ λεγομένων Πυθαγορικῶν συμβόλων
 ὅσα ἂν ἀξιομνημόνευτα ἡμῖν φαίνηται καὶ τὸ προτρεπτικὸν εἶδος
 παραδεικνύῃ ἐκθέμενοι, διεγνώκαμεν ἐξήγησιν ποιήσασθαι τὴν πρέπουσαν
 αὐτῶν εἰς παράκλησιν, ἐκ τοῦ τοιούτου νομίζοντες πλήρη καὶ ἐντελεστέραν
 προτροπὴν εἰς φιλοσοφίαν ἐνήσειν τοῖς 
 ἐντευξομένοις μᾶλλον ἢ εἰ διὰ
 πλειόνων στίχων ποιοίμεθα τὴν
 προτροπήν. καθὸ μὲν οὖν ἐξωτερικάς τινας ἐπιλύσεις καὶ κοινὰς πάσης
 φιλοσοφίας ἐντάξομεν αὐτῷ, κατὰ τοῦτο ἡγητέον αὐτὸ κεχωρίσθαι
 Πυθαγορικοῦ βουλήματος, καθὸ δὲ καὶ τὰς τῶν ἀνδρῶν τούτων
 κυριωτάτας περὶ ἑκάστου δόξας ἐγκαταμίξομεν, κατὰ τοῦτο πάλιν οἰκεῖον
 μὲν Πυθαγορικῶν, ἀλλότριον δὲ τῶν ἄλλων φιλοσόφων καλῶς ἔχει τίθεσθαι
 αὐτό. λεληθότως δέ, ὡς εἰκός, ἀποπαιδαγωγήσει μὲν τοῦτο ἡμᾶς ἀπὸ τῶν
 ἐξωτερικῶν ἐννοιῶν, προσάξει δὲ καὶ οἰκειώσει μάλιστα ταῖς
 προκειμέναις καὶ κατὰ τήνδε τὴν αἵρεσιν τεχνολογουμέναις παρακλήσεσιν,
 οἷά τις γέφυρα ἢ κλῖμαξ κάτωθεν ἄνω καὶ εἰς ὕψος ἐκ βάθους ἀνιμῶσα
 πολλοῦ καὶ ἀνάγουσα τὴν ἑκάστου τῶν γνησίως προσεξόντων διάνοιαν· εἰς
 γὰρ τὸ τοιοῦτο καὶ ἐμηχανήθη κατὰ μίμησιν καὶ ἀπόμαξιν τῶν
 προλεχθέντων. οἱ γὰρ παλαιότατοι καὶ αὐτῷ συγχρονήσαντες καὶ 
 
 μαθητεύσαντες τῷ Πυθαγόρᾳ οὐ τῇ κοινῇ καὶ δημώδει καὶ τοῖς
 ἄλλοις ἅπασιν εἰωθυίᾳ λέξει τε καὶ ἑρμηνείᾳ ἐποιοῦντο συνετὰ καὶ εὐνόητα
 τοῖς ἀπλῶς ἀκούουσιν ἐξ ἐπιδρομῆς τε
 ἐντυγχάνουσιν, εὐπαρακολούθητα πειρώμενοι 
 τίθεσθαι τὰ φραζόμενα ὑπʼ αὐτῶν, ἀλλὰ κατὰ τὴν
 νενομοθετημένην αὐτοῖς ὑπὸ Πυθαγόρου ἐχεμυθίαν μυστηρίων καὶ πρὸς τοὺς
 ἀτελεστέρους τρόπων ἀπορ- ρήτων ἥπτοντο καὶ διὰ συμβόλων ἐπέσκεπον τὰς
 πρὸς ἀλλήλους διαλέξεις ἢ συγγραφάς. καὶ εἰ μή τις αὐτὰ τὰ
 σύμβολα ἐκλέξας διαπτύξειε καὶ ἀμώκῳ ἐξηγήσει περιλάβοι, γελοῖα ἂν καὶ
 γραώδη δόξειε τοῖς ἐντυγχάνουσι τὰ λεγόμενα λήρου μεστὰ καὶ ἀδολεσχίας.
 ἵνʼ οὖν τὰ ῥήματʼ ἐκφανῆ καὶ τὸ εἰς προτροπὴν
 αὐτῶν ὄφελος κατάδηλον γένηται, κατὰ τὸ ἐξωτερικόν τε ἅμα 
 καὶ κατὰ τὸ ἀκροατικὸν ἀποδώσομεν ἑκάστου συμβόλου τὰς ἐπιλύσεις, μηδὲ
 τὰ παρʼ αὐτοῖς ἀπόρρητα καὶ ἐχεμυθούμενα πρὸς τοὺς ἀνεισάκτους
 παραλιπόντες ἀνεξέταστα. ἔστω δὲ τὰ φρασθησόμενα σύμβολα ταῦτα·

α΄. Εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν
 μήτε λέγε μήτε πράττε. 
 βʹ. Ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε 312K προσκυνητέον
 τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις 132 A αὐταῖς παριὼν γένοιο. 
 γʹ. Ἀνυπόδητος θῦε καὶ προσκύνει. 
 
 

 
 δʹ. Τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. 
 εʹ. Μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. 
 ϛʹ. Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος. 
 
 ζ΄. Ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει. 
 η΄. Πῦρ μαχαίρῃ μὴ σκάλευε. 
 θʹ, Ὀξίδα ἀπὸ σεαυτοῦ ἀπόστρεφε πᾶσαν. 
 ι΄. Ἀνδρὶ ἐπανατιθεμένῳ μὲν φορτίον συνέπαιρε, μὴ συγκαθαίρει δὲ
 ἀποτιθεμένῳ. 
 ια΄. Εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα προπάρεχε, εἰς δὲ
 ποδόνιπτρον τὸν εὐώνυμον. 
 ιβ΄. Περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει. 
 ιγʹ. Ζυγὸν μὴ ὑπέρβαινε. 
 ιδ΄. Ἀποδημῶν τῆς οἰκίας μὴ ἐπιστρέφου Ἐρινύες γὰρ μετέρχονται. 
 
 ιεʹ. Πρὸς ἥλιον τετραμμένος μὴ οὔρει. 
 
 ις΄. Δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. 
 ιζ΄. Ἀλεκτρυόνα τρέφε μὲν μὴ θῦε δέ· μήνῃ γὰρ καὶ ἡλίῳ καθιέρωται. 
 
 ιη΄. Ἐπὶ χοίνικι μὴ καθέζου. 
 
 ιθʹ. Γαμψώνυχον μηδὲν παράτρεφε. 
 κ΄. Ἐν ὁδῷ μὴ σχίζε. 
 κα΄. Χελιδόνα οἰκίᾳ μὴ δέχου. 
 κβ΄. Δακτύλιον μὴ φόρει. 
 κγ΄. Θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ. 
 
 κδ΄. Παρὰ λύχνον μὴ ἐσοπτρίζου. 
 κε΄. Περὶ θεῶν μηθὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων. 
 κϛ΄. Ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι. 
 

 
 κζ΄. Παρὰ θυσίᾳ μὴ ὀνυχίζου. 
 κη΄. Δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε. 
 κθ΄. Στρωμάτων ἀναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε. 
 
 λ΄. Καρδίαν μή τρῶγε. 
 λα΄. Ἐγκέφαλον μὴ ἔσθιε. 
 λβʹ, Ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε. 
 
 λγ΄. Ἐρυθῖνον μὴ προσλαμβάνου. 
 λδ΄. Χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε. 
 
 λε΄. Χρυσὸν ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ. 
 λϚ΄. Προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον. 
 λζ΄. Κυάμων ἀπέχου. 
 λη΄. Μολόχην ἐπιφύτευε μέν, μὴ ἔσθιε δέ. 
 
 λθ΄. Ἐμψύχων ἀπέχου. 
 Ταῦτα δὴ πάντα κοινῶς μὲν προτρεπτικά ἐστι πρὸς πᾶσαν ἀρετήν, κατʼ ἰδίαν δὲ ἕκαστα πρὸς ἑκάστην
 ἀρετήν· πρὸς μέρη τε φιλοσοφίας καὶ μαθήσεως ἄλλα ἄλλως προσοικειοῖ,
 οἷον εὐθὺς τὰ πρῶτα εἰς εὐσέβειαν καὶ τὴν θείαν ἐπιστήμην
 ἐστὶ παρακλητικά.

αʹ Τὸ γὰρ εἰς ἱερὸν ἀπιόντα προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε
 λέγειν μήτε πράττειν τηρεῖ τὸ θεῖον ᾗπέρ ἐστι καθʼ αὐτὸ ἀμιγὲς ἄχραντον,
 τῷ τε καθαρῷ τὸ καθαρὸν ἐθίζει συνάπτειν 
 καὶ ποιεῖ μηδὲν ἐφέλκεσθαι ἀπὸ τῶν ἀνθρωπίνων εἰς 
 τὴν θείαν θρησκείαν· πάντα γὰρ ἀλλότριά ἐστι καὶ ἐναντίως
 πρὸς αὐτὴν ἔχει. τὸ δʼ αὐτὸ καὶ πρὸς ἐπιστήμην μεγάλα συμβάλλεται· οὐδὲν γὰρ δεῖ πρὸς τὴν θείαν ἐπιστήμην
 προσφέρειν τοιοῦτον, οἷόν ἐστιν ἀνθρώπινον διανόημα ἢ βιωτικῆς φροντίδος
 ἐχόμενον. οὐδὲν οὖν ἄλλο παρακελεύεται ἐν τούτοις ἢ τοὺς
 λόγους τοὺς ἱεροὺς καὶ τὰς θείας πράξεις μὴ συμμιγνύναι τοῖς ἀνθρωπίνοις
 ἀστάτοις ἤθεσι.

β΄ Τούτῳ δὲ συνῳδόν ἐστι καὶ τὸ ἑξῆς τὸ ὁδοῦ πάρεργον οὐκ εἰσιτέον εἰς
 ἱερὸν οὐδὲ προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις
 αυταῖς παριὼν γένοιο. εἰ γὰρ ὁμοίῳ τὸ ὅμοιον φίλον τέ ἐστι καὶ
 προσήγορον, δῆλον ὅτι καὶ ἀρχηγικωτάτην οὐσίαν ἐχόντων τῶν θεῶν ἐν τοῖς
 ὅλοις, προηγουμένην αὐτῶν δεῖ
 ποιεῖσθαι τὴν θεραπείαν· εἰ δʼ ἄλλου τις ἕνεκα αὐτὴν
 ποιοῖτο, δεύτερον οὕτω θήσεται τὸ πάντων προηγούμενον καὶ ἀναστρέψει τὴν
 ὅλην τάξιν τῆς ὅλης θεραπείας τε καὶ γνώσεως. ἔτι γὰρ τὰ τίμια ἀγαθὰ οὐ
 δεῖ τῶν ἀνθρωπίνων χρησίμων ἐν ὑστέρᾳ μοίρᾳ τίθεσθαι, οὐδὲ ἐν τέλους μὲν
 τάξει τὰ ἡμέτερα, ἐν προσθήκης δὲ μέρει τὰ κρείττονα
 οὔτε ἔργα οὔτε διανοήματα.

γʹ Ἡ δʼ ἐπὶ τὸ αὐτὸ προτροπὴ καὶ ἀπὸ τοῦ ἑξῆς γένοιτο ἄν· τὸ γὰρ
 ἀνυπόδητος θῦε καὶ προσκύνει ἓν μὲν σημαίνει τὸ δεῖν κοσμίως καὶ μετρίως
 καὶ μὴ ὑπερέχοντας τῆς ἐν τῇ γῇ τάξεως τοὺς θεοὺς
 θεραπεύειν καὶ τὴν ὑπὲρ αὐτῶν γνῶσιν ποιεῖσθαι, ἕτερον δὲ τὸ δεῖν δεσμῶν
 χωρὶς καὶ εὔλυτον ὄντα τὴν θεραπείαν
 καὶ γνῶσιν τῶν θεῶν ποιεῖσθαι. ταῦτα δὲ οὐκ ἐπὶ τοῦ σώματος μόνου
 παραγγέλλει τὸ σύμβολον 
 
 διαπράττεσθαι, ἀλλὰ καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν, ὡς
 μήτε ὑπὸ παθῶν αὐτὰς κατέχεσθαι μήτε ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας μήτε
 ὑπὸ τῆς περιπεφυκυίας ἔξωθεν ἡμῖν γενέσεως, εὔλυτα δὲ πάντα 
 ἔχειν καὶ ἕτοιμα πρὸς τὴν μετουσίαν τῶν θεῶν.

κε΄ Καὶ ἄλλο δέ τι τούτοις ὅμοιον εἰς τὴν αὐτήν τε ἀρετὴν προτρέπον ἐστὶ
 τὸ τοιοῦτον σύμβολον· περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων
 δογμάτων. ἱκανῶς γὰρ τὸ δόγμα τοῦτο σεβαστικὸν ὑπάρχει καὶ
 ἐμφαντικὸν τῆς τῶν θεῶν ὑπεροχῆς, ἐφοδιάζον ἡμᾶς καὶ ὑπομιμνῇσκον ὅτι
 οὐκ ἀπὸ τῆς ἡμῶν αὐτῶν συγκρίσεως χρὴ τεκμαίρεσθαι καὶ τὴν θείαν δύναμιν, ἀλλʼ ἡμῖν μὲν ἄτε
 σωματικοῖς ὑπάρχουσι γενητοῖς τε καὶ φθαρτοῖς καὶ προσκαίροις,
 ὑποκειμένοις τε νόσων ποικιλίᾳ καὶ ὄγκου μικρότητι καὶ τῆς
 ἐπὶ τὸ μέσον φορᾶς τῇ βαρήσει καὶ ὑπνωδίᾳ καὶ ἐνδείᾳ καὶ πλεονασμῷ ἀβουλίᾳ τε καὶ ἀσθενείᾳ καὶ ψυχῆς
 παραποδισμῷ καὶ τοῖς ἄλλοις, εἰκὸς ἀμήχανά τινα καὶ ἀδύνατα ὑπάρχειν.
 καίτοι πολλὰ οὕτω παρὰ τῆς φύσεως ἔχομεν ἐξαίρετα, ἀλλʼ
 ὅμως πάντῃ τῶν θεῶν ἀπολειπόμεθα, καὶ οὔτε δύναμιν τὴν αὐτὴν οὔτε ἀρετὴν
 ἴσην πρὸς αὐτοὺς ἔχομεν. γνῶσιν οὖν θεῶν διαφερόντως τοῦτο εἰσηγεῖται,
 ὡς πάντα δυναμένων αὐτῶν. διὰ τοῦτο δὴ οὖν περὶ θεῶν μηδὲν ἀπιστεῖν παραγγέλλει. πρόσκειται δὲ μηδὲ περὶ θείων δογμάτων, τῶν τῇ
 Πυθαγορικῇ φιλοσοφίᾳ δοκούντων· ταῦτα γὰρ ὑπὸ μαθημάτων καὶ ἐπιστήμονος
 θεωρίας ἠσφαλισμένα ἀληθῆ καὶ ἀδιάψευστα μόνα ὑπάρχει, 
 ἀποδείξει παντοίᾳ καὶ συναναγκασμῷ ὠχυρωμένα. τὰ δὲ αὐτὰ
 ταῦτα δύναται καὶ πρὸς τὴν ἐπιστήμην τὴν περὶ θεῶν προτρέπειν·
 παραγγέλλει γὰρ ἐπιστήμην τοιαύτην κτήσασθαι, διʼ ἧς οὐδενὶ ἀπιστήσομεν
 τῶν λεγομένων περὶ θεῶν καὶ περὶ
 θείων δογμάτων. δύναται παραινεῖν τὰ αὐτὰ καὶ τὸ διὰ
 μαθημάτων χωρεῖν· ὀμματουργὰ γὰρ
 ταῦτα μόνα καὶ φωτοποιὰ περὶ τῶν ὄντων ἁπάντων τῷ μέλλοντι σκέψεσθαι καὶ
 κατόψεσθαι αὐτά. ἐκ γὰρ τοῦ μαθημάτων μετασχεῖν ἓν πρὸ πάντων
 συνίσταται, τὸ μὴ ἀπιστεῖν μήτε περὶ φύσεως θεῶν μήτε περὶ
 οὐσίας μήτε περὶ δυνάμεως, μηδὲ μὴν περὶ τῶν Πυθαγορικῶν δογμάτων
 τερατολογεῖσθαι δοκούντων τοῖς ἀνεισάκτοις καὶ μαθημάτων ἀμυήτοις· ὥστε
 τὸ ῾ μὴ ἀπίστειʼ ἴσον ἐστὶ τῷ μετέρχου καὶ κτῶ ἐκεῖνα διʼ οὐκ
 ἀπιστήσεις, τουτέστι μαθήματα καὶ ἐπιστημονικὰς
 ἀποδείξεις.

δ΄ Οἶμαι δʼ ὅτι καὶ τὸ ἐπὶ τούτοις εἰς τὸ αὐτὸ συντείνει· τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν
 ἀτραπῶν βάδιζε. καὶ γὰρ τοῦτο τὴν μὲν δημώδη καὶ ἀνθρωπίνην ζωὴν ἀφιέναι
 παραγγέλλει, τὴν δὲ χωριστὴν καὶ θείαν μεταδιώκειν ἀξιοῖ,
 καὶ τὰ μὲν δοξάσματα τὰ κοινά φησι δεῖν ὑπερορᾶν, τὰ δὲ ἴδια καὶ ἀπόρρητα περὶ πολλοῦ ποιεῖσθαι,
 καὶ τὴν μὲν πρὸς ἀνθρώπους φέρουσαν τέρψιν ἀτιμάζειν, τὴν δὲ τῆς θείας
 βουλήσεως ἐχομένην εὐπραγίαν περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὰ
 μὲν ἀνθρώπινα ἔθη ἐᾶν ὡς δημώδη, τὰς δὲ τῶν θεῶν θρησκείας ὡς
 ὑπερεχούσας τὴν δημώδη ζωὴν ἀνταλλάττεσθαι.

ε΄ Συγγενὲς δʼ ἐστὶ τούτῳ καὶ τὸ ἐφεξῆς· μελανούρου 
 ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. τὰ μὲν οὖν ἄλλα περὶ αὐτοῦ
 ἐν τῷ Περὶ συμβόλων ἐροῦμεν, ὅσα δὲ εἰς προτροπὴν ἁρμόζει, παραγγέλλει
 τῆς οὐρανίας πορείας ἀντέχεσθαι καὶ τοῖς νοεροῖς θεοῖς 
 συνάπτεσθαι, τῆς τε ἐνύλου φύσεως χωρίζεσθαι καὶ περιάγεσθαι πρὸς τὴν ἄυλον καὶ καθαρὰν ζωήν, θεῶν τε
 θεραπείᾳ χρῆσθαι τῇ ἀρίστῃ καὶ μάλιστα τοῖς πρωτίστοις θεοῖς
 προσηκούσῃ. 
 Ταῦτα μὲν οὖν εἰς θεῶν γνῶσιν καὶ θρησκείαν ποιεῖται τὴν
 παράκλησιν, εἰς δὲ σοφίαν τὰ τοιαῦτα·

ϛʹ Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος. πρῶτον γάρ ἐστι σοφίας
 ἔργον τὸ τὸν λόγον ἐπιστρέφειν εἰς ἑαυτὸν καὶ ἐθίζειν μὴ ἔξω προϊέναι,
 τελεοῦσθαί τε καθʼ ἑαυτὸν καὶ ἐν τῇ πρὸς ἑαυτὸν 
 ἐπιστροφῇ καὶ μετὰ τοῦτο ἐν τῷ τοῖς θεοῖς ἕπεσθαι· οὐδὲν
 γὰρ ἄλλο οὕτω τελειοῖ τὸν νοῦν ἢ ὅταν ἐπιστρεφόμενος εἰς ἑαυτὸν τοῖς
 θεοῖς συνακολουθῇ.

ζʹ Τὸ δὲ ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει καὶ αὐτὸ τῆς θείας σοφίας ἐστὶ
 γνώρισμα· αἰνίττεται γὰρ ὡς δεῖ τῶν θείων οὐσιῶν καὶ
 δυνάμεων τὴν ὁμοιότητα ἀγαπᾶν, καὶ ὅταν ἐνεργῶσι, τὸν σύμφωνον πρὸς τὰς ἐνεργείας αὐτῶν
 λόγον μετὰ μεγάλης σπουδῆς τιμᾶν τε καὶ σέβειν.

η΄ Τὸ δὲ μαχαίρῃ πῦρ μὴ σκάλευε φρονήσεώς ἐστι παρακλητικόν·
 ἐγείρει γὰρ ἡμῖν τὴν ἔννοιαν τὴν προσήκουσαν περὶ τοῦ μὴ δεῖν πυρὸς
 πλήρει καὶ θυμοῦ ἀνθρώπῳ μήτε ἀντιτιθέναι λόγον τεθηγμένον μήτε ἐρίζειν.
 πολλάκις γὰρ κινήσεις τῷ λόγῳ τὸν ἀμαθῆ καὶ ταράξεις καὶ πείσῃ δεινὰ καὶ
 ἀηδῆ. μάρτυς τοῖς 
 λεχθεῖσιν Ἡράκλειτος· θυμῷ γάρ φησι μάχεσθαι χαλεπόν· ὅ τι
 γὰρ ἂν χρηίζῃ γίγνεσθαι, ψυχῆς ὠνέεται. καὶ τοῦτο ἀληθῶς εἶπε· πολλοὶ
 γὰρ χαριζόμενοι θυμῷ ἀντηλλάξαντο
 τὴν ἑαυτῶν ψυχὴν καὶ θάνατον φίλτερον ἐποιήσαντο. ἐκ δὲ τοῦ γλώσσης
 κρατεῖν καὶ εἶναι ἠρεμαῖον ἐκ μὲν νείκους γίγνεται φιλία
 σβεννυμένου πυρὸς θυμικοῦ, καὶ αὐτὸς οὐκ ἄφρων εἶναι δόξεις.

θ΄ Τούτῳ δὲ συμμαρτυρεῖ καὶ τὸ ἑξῆς· τὴν ὀξίδα ἀποστρέφειν ἀπὸ σαυτοῦ· πρὸς ὃν γὰρ ἂν τύχῃ ἐπεστραμμένη,
 ἐπίληπτος ἔσται. καὶ τοῦτο φρονήσει χρῆσθαι παρακελεύεται
 καὶ μὴ θυμῷ. τὸ μὲν γὰρ ὀξὺ τῆς ψυχῆς, ὅπερ θυμὸν καλοῦμεν, λογισμοῦ καὶ
 φρονήσεως ἐστέρηται (ζεῖ γὰρ ὁ θυμὸς ὥσπερ λέβης πυρὶ θαλπόμενος), οὐθὲν
 εἰς τὸ πρόσθεν γιγνόμενον μερίζων γνώμη. χρὴ οὖν ἐν νηνεμίᾳ
 καθιστάναι τὴν ψυχὴν ἀποστρέφοντα τὴν ψυχὴν τοῦ
 θυμοῦ, ἐπιλαμβανόμενον ἑαυτοῦ πολλάκις· ὥσπερ γὰρ 
 ἠχοῦντα χαλκὸν ἁφῇ, καὶ τὸ πάθος οὖν τοῦτο τῷ λογισμῷ πιέζειν χρή.

ι΄ Τὸ δὲ φορτίον συνανατιθέναι, συγκαθαιρεῖν δὲ μή, εἰς ἀνδρείαν
 προτρέπει. πᾶς μὲν γὰρ ἀνατιθέμενος φορτίον πόνου καὶ
 ἐνεργείας σημαίνεται πρᾶξιν, ὁ δὲ καθαιρούμενος ἀναπαύσεως καὶ ἀνέσεως,
 ὥστε καὶ τὸ σύμβολον τοιόνδε
 ἔχει ἐπιλογισμόν· μὴ γίγνου μήτε
 αὑτῷ μήτε ἄλλῳ ῥαθυμίας καὶ μαλθακῆς διαίτης αἴτιος· πόνῳ γὰρ πᾶν χρῆμα
 ἁλώσιμον. Ἡράκλειον δὲ οἱ Πυθαγόρειοι ἐφήμιζον τόδε τὸ
 σύμβολον 
 
 εἶναι αὐτοῖς, ἐπισφραγιζόμενοι ἀπὸ τῶν ἐκείνου ἔργων. ὅτε
 γὰρ ὡμίλει κατʼ ἀνθρώπους, πολλάκις ἐκ πυρὸς καὶ πάντων τῶν δεινοτάτων
 ἀπενόστει ὄκνον παραιτούμενος· ἐκ γὰρ τοῦ πράττειν καὶ ἐργάζεσθαι τὸ
 κατορθοῦν παραγίγνεται, ἀλλʼ οὐκ ἐκ τοῦ ἀποκνεῖν.

ιαʹ Τὸ δὲ εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα πάρ εχε, εἰς δὲ ποδόνιπτρον
 τὸν εὐώνυμον εἰς τὴν πρακτικὴν φρόνησιν παρακαλεῖ, τὰς μὲν σπουδαίας
 πράξεις ὡς δεξιὰς περιτίθεσθαι παραγγέλλον τὸ 
 σύμβολον , τὰς δὲ φαύλας ὡς ἀριστερὰς ἀποτίθεσθαι παντάπασι καὶ
 ἀπορρύπτεσθαι.

ιβʹ Μάλιστα δὲ τὸ περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει παρακλητικόν ἐστιν
 εἰς τὸν κατὰ φρόνησιν νοῦν. οὗτος
 γὰρ τῷ φωτὶ ἔοικε τῆς ψυχῆς καὶ ἀόριστον οὖσαν αὐτὴν
 ὁρίζει, περιάγει τε ὥσπερ ἐκ σκότου εἰς φῶς. περὶ πάντων μὲν οὖν τῶν ἐν
 τῇ ζωῇ καλῶν ἡγεμόνα νοῦν
 προΐστασθαι προσήκει, μάλιστα μὲν οὖν περὶ τῶν Πυθαγορείων δογμάτων·
 ταῦτα γὰρ ἄνευ φωτὸς οὐχ οἷόν τέ ἐστι γνῶναι.

ιγ΄ Τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν δικαιοπραγεῖν παρακελεύεται
 καὶ προτιμᾶν ἰσότητα καὶ μετριότητα θαυμαστῶς καὶ τὴν τελειοτάτην ἀρετὴν
 γιγνώσκειν δικαιοσύνην, ἧς συμπληρωτικαὶ αἱ λοιπαὶ καὶ ἧς ἄνευ τῶν ἄλλων
 οὐδὲν ὄφελος· καὶ οὐ παρέργως αὐτὴν εἰδέναι χρή, ἀλλὰ διὰ
 θεωρημάτων καὶ ἐπιστημονικῆς ἀποδείξεως. τοῦτο δὲ οὐδεμιᾶς ἄλλης ἔργον
 ἐστὶ τέχνης εἰδέναι καὶ ἐπιστήμης πλὴν μόνης φιλοσοφίας τῆς κατὰ
 Πυθαγόραν, ἥτις ἐξαιρέτως τῶν ἄλλων τὰ μαθήματα προτιμᾷ.

ιδ΄ Εἰς ταὐτὸ δὲ φέρει καὶ τὸ ἀποδημῶν τῆς οἰκίας 
 
 μὴ ἐπιστρέφου· Ἐρινύες γὰρ
 μετέρχονται. καὶ γὰρ τοῦτο εἰς φιλοσοφίαν προτρέπει καὶ τὴν κατὰ νοῦν
 αὐτοπραγίαν. δηλοῖ τε καὶ προλέγει τὸ σύμβολον ἐναργῶς ὅτι φιλοσοφεῖν
 ἐπιβαλλόμενος χώριζε σαυτὸν πάντων
 σωματικῶν καὶ αἰσθητῶν, καὶ ὄντως θανάτου μελέτην ποιοῦ ἐπὶ
 τὰ νοητὰ καὶ ἄυλα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀμεταστρεπτὶ
 χωρῶν διὰ τῶν προσηκόντων μαθημάτων. ἀποδημία μὲν γὰρ μετάστασις τόπου,
 θάνατος δὲ ὁ τῆς ψυχῆς χωρισμὸς ἀπὸ τοῦ σώματος, οὗτος δὲ τὸ φιλοσοφεῖν
 ὡς ἀληθῶς καὶ ἄνευ αἰσθητηρίων καὶ σωματικῶν ἐνεργειῶν
 καθαρῷ τῷ νῷ χρῆσθαι εἰς κατάληψιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας, ἥπερ
 ἐπέγνωσται σοφία οὖσα. φιλοσοφεῖν δὴ ἐπιβαλλόμενος μὴ ἐπιστρέφου μηδὲ
 καθέλκου πρὸς τὰ πρότερα καὶ ἐν συντροφίᾳ σοι διατελέσαντα σωματικά· μετάνοια γὰρ ἐκ τούτου πολλή σοι παρέψεται ἐμποδιζομένῳ εἰς
 τὰς ὑγιεῖς καταλήψεις ὑπὸ τῆς περὶ τὰ σωματικὰ ἀχλύος. τὴν δὲ μετάνοιαν
 Ἐρινὺν μετωνόμασε.

ιε΄ Τὸ δὲ πρὸς ἥλιον τετραμμένος μὴ οὔρει ἐκεῖνο προτρέπει· μηδὲν ζῳῶδες
 ἐπιβάλλου ποιεῖν, φιλοσόφει δὲ τὸν οὐρανὸν ὁρῶν καὶ τὸν
 ἥλιον, φῶς τέ σοι τῆς ἀληθείας ἡγείσθω, καὶ μηδέποτε μέμνησο ταπεινόφρων
 εἶναι ἐν φιλοσοφίᾳ, ἐπὶ θεοὺς δὲ καὶ 
 σοφίαν διὰ τῆς τῶν οὐρανίων ἐπισκέψεως ἀνέρχου, καὶ φιλοσοφίᾳ
 ἐπιβαλλόμενος καὶ τῷ ἐν αὐτῇ φωτὶ τῆς ἀληθείας καθαίρων
 σεαυτὸν καὶ τραπεὶς ἐπὶ τὴν τοιαύτην ἐπιτήδευσιν θεολογίαν τε καὶ
 φυσιολογίαν καὶ σφαιρικῶν ἐπίγνωσιν αἰτιολογίαν τε τὴν ὑπὲρ πάντα ταῦτα
 μηκέτι ζῳῶδές τι ποίει μηδὲ βοσκηματῶδες.

ιϚ΄ Τὸ δὲ αὐτὸ παραγγέλλει καὶ τὸ δᾳδίῳ θᾶκον μὴ
 ἀπόμασσε. οὐ γὰρ μόνον ἐπεὶ καθαρτικὸν τὸ δᾳδίον τῷ ταχίστου καὶ
 πλείστου μεθεκτικὸν εἶναι πυρός,
 ὥσπερ τὸ λεγόμενον θεῖον, παραινεῖ μὴ μιαίνειν αὐτὸ φύσει
 μιασμῶν ἀποσοβητικὸν ὑπάρχον, μηδʼ ἀντιμάχεσθαι τῇ φυσικῇ ἐπιτηδειότητι
 αὐτοῦ μολύνοντα τὸ μολυσμῶν κωλυτικόν, ἀλλὰ μᾶλλον μὴ μίσγειν μηδὲ
 κατακιρνᾶν τὰ σοφίας ἴδια τοῖς τῆς ζῳωδίας· δᾳδίον μὲν γὰρ διὰ τὴν
 εὐφέγγειαν φιλοσοφίᾳ παρα βέβληται, θᾶκος δὲ διὰ τὴν
 χαμαιπέτειαν ζῳωδίᾳ.

ιζ΄ Τὸ δὲ ἀλεκτρυόνα τρέφε μέν, μὴ θῦε δέ· μήνῃ, γὰρ καὶ ἡλίῳ καθιέρωται συμβουλεύει ἡμῖν ὑποτρέφειν
 καὶ σωματοποιεῖν καὶ μὴ παρορᾶν ἀπολλύμενα καὶ διαφθειρόμενα τὰ τῆς τοῦ
 κόσμου ἑνώσεως καὶ ἀλληλουχίας συμπαθείας τε καὶ συμπνοίας
 μεγάλα τεκμήρια. ὥστε προτρέπει τῆς τοῦ παντὸς θεωρίας καὶ φιλοσοφίας
 ἀντιλαμβάνεσθαι. ἐπεὶ γὰρ ἀπόκρυφος φύσει ἡ περὶ τοῦ παντὸς ἀλήθεια, καὶ
 δυσθήρατος ἱκανῶς· ζητητέα δὲ ὅμως ἀνθρώπῳ καὶ ἐξιχνευτέα μάλιστα διὰ φιλοσοφίας. διὰ γὰρ ἄλλου τινὸς ἐπιτηδεύματος οὕτως
 ἀδύνατον· αὕτη δὲ μικρά τινα ἐναύσματα παρὰ τῆς φύσεως λαμβάνουσα καὶ ὡσανεὶ ἐφοδιαζομένη ζωπυρεῖ τε
 αὐτὰ καὶ μεγεθύνει καὶ ἐνεργέστερα διὰ τῶν παρʼ αὐτῆς μαθημάτων
 ἀπεργάζεται. φιλοσοφητέον 
 ἄρα ἂν εἴη.

ιη΄ Τὸ δὲ ἐπὶ χοίνικι μὴ καθέζου Πυθαγορικώτερον ἐκδέξαιτʼ ἄν τις ἐκ τῶν
 αὐτῶν τοῖς ἄνωθεν ὁρμώμενος. 
 
 ἐπεὶ γὰρ σωματότητι καὶ ζῳωδίᾳ καὶ
 οὐ χοίνικι μετρητή ἐστιν ἡ τροφή, μὴ ἠρέμει μηδʼ ἀμύητος φιλοσοφίας
 διατέλει, ἀλλʼ εἰς ταύτην σαυτὸν δοὺς ἐκείνου μᾶλλον προνοοῦ τοῦ ἐν σοὶ
 θεοειδεστέρου, ὅ ἐστι ψυχή, καὶ πολὺ πρότερον τοῦ ἐν ταύτῃ νοῦ, ὧν τροφὴ
 οὐ χοίνικι ἀλλὰ θεωρίᾳ καὶ μαθήσει μετρεῖται.

ιθ΄ Τὸ δὲ γαμψώνυχον μηδὲν παράτρεφε Πυθαγορικώτερον συμβουλεύει·
 κοινωνικὸς ἴσθι, μεταδοτικός, καὶ
 τοὺς ἄλλους τοιούτους εἶναι παρασκεύαζε, διδόναι τι καὶ δέχεσθαι
 ἀκακοήθως καὶ ἀφθόνως ἐθίτικός, ἀλλὰ μὴ πάντα μὲν λαμβάνειν
 ἀπλήστως, διδόναι δὲ μηδέν. ἡ γὰρ τῶν γαμψωνύχων φυσικὴ διοργάνωσις
 λαβεῖν μὲν τάχιστα καὶ ῥᾳδίως δεδημιούργηται, ἀφεῖναι δὲ ἢ μεταδοῦναι
 οὐκέτι διὰ τὴν ἔνστασιν ἀγκύλων ὄντων τῶν ὀνύχων, ὃν τρόπον καὶ αἰ
 κρεάγραι πεφύκασιν ἐπισπᾶσθαι μὲν τάχιστα, ἀφιέναι δὲ
 δυσχερῶς, εἰ μή τις ἄρα ὑπερεπικλίνῃ αὐτὰς ἀναστρέφων. προσαρτηθεισῶν δὴ
 ἡμῖν ὑπὸ τῆς φύσεως τῶν χειρῶν, ἵνα διʼ αὐτῶν διδῶμέν τε καὶ δεχώμεθα
 κατὰ τὸν κοινωνικὸν λόγον, καὶ τῶν
 δακτύλων ἁπλῶν πως καὶ οὐκ ἀγκύλων αὐταῖς προσπεφυκότων, οὐ
 μιμητέον ἐν τοῖς τοιούτοις τὰ γαμψώνυχα ἑτέρῳ τρόπῳ δημιουργηθέντα ὑπὸ
 τοῦ πλάσαντος, ἀλλὰ μᾶλλον κοινωνητέον ἀλλήλοις καὶ μεταληπτέον,
 προτρεπομένους εἰς τὸ τοιοῦτον ὑπʼ αὐτῶν τῶν τὰ ὀνόματα τιθεμένων, οἳ
 τὴν δεξιὰν τῶν χειρῶν ἐντιμοτέραν ὠνόμασαν οὐ μόνον ἀπὸ τοῦ
 δέχεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ δεκτὴν ὑπάρχειν ἐν τῷ μεταδιδόναι.
 δικαιοπραγητέον ἄρα, διὰ δὲ τοῦτο 
 φιλοσοφητέον· ἀμοιβὴ γάρ τις καὶ ἀνταπόδοσις ἡ δικαιοσύνη,
 τὸ πλεονάζον καὶ ἐλλιπὲς ἀνταποδιδοῦσα διʼ ἀντισώσεως.

κ΄ Τὸ δὲ ἐν ὁδῷ μὴ σχίζε δηλοῖ ὅτι ἕν μὲν τὸ 
 ἀληθές, πολυσχιδὲς δὲ τὸ ψεῦδος· δῆλον δὲ ἐκ τοῦ τὸ μέν τι
 ἕκαστον μοναχῶς λέγεσθαι εἴπερ ὑγιῶς λέγοιτο, τὸ δέ τι οὐχὶ ἕκαστον
 ἀπείροις τρόποις. ὁδὸς δὴ ἡ φιλοσοφία δοκεῖ εἶναι. λέγει οὖν ὅτι αἱροῦ
 φιλοσοφίαν ἐκείνην καὶ τὴν ἐπὶ σοφίαν ὁδόν, ἐν ᾗ οὐ σχίσεις
 οὐδὲ ἀντιλεγόμενα δογματίσεις, ἀλλὰ ἑστῶτα καὶ τὰ αὐτὰ ἑαυτοῖς ἀποδείξει
 ἐπιστημονικῇ βεβαιωθέντα διὰ μαθημάτων καὶ θεωρίας, ὅ ἐστι Πυθαγορικῶς
 φιλοσόφει. δύναται δὲ καί, — ἐπειδὴ ἡ διὰ τῶν σωματικῶν καὶ αἰσθητῶν χωροῦσα φιλοσοφία, ᾗ οἱ νεώτεροι κατακόρως χρῶνται καὶ τὸν θεὸν καὶ τὰς ποιότητας καὶ τὴν
 ψυχὴν καὶ τὰς ἀρετὰς καὶ ἀπλῶς πάντα τὰ ἐν τοῖς οὖσιν αἴτια κυριώτατα
 νομίζοντες σῶμα εἶναι, εὐολίσθητός ἐστι καὶ εὐανάτρεπτος, ὡς δηλοῦσιν αἰ
 τῶν δοκούντων τι λέγειν περὶ αὐτῆς ποικιλώταται 
 ἐπιχειρήσεις· ἡ δὲ διὰ τῶν ἀσωμάτων καὶ νοητῶν
 ἀύλων τε καὶ ἀιδίων τὴν προχώρησιν ποιουμένη, τῶν τε ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων καὶ οὐδέποτε
 ὅσον ἐπʼ αὐτοῖς φθορὰν ἢ μεταβολὴν ἐπιδεχομένων, ὁμοία τοῖς ὑποκειμένοις
 ἀδιάπτωτός ἐστι καὶ εὐσταθής, ἑδραίας καὶ ἀκλινοῦς
 ἀποδείξεως δημιουργός, — συμβουλεύει τοίνυν ἡμῖν τὸ παράγγελμα, ἐπειδὰν
 φιλοσοφῶμεν καὶ τὴν δηλουμένην ὁδὸν ἀνύωμεν, ψεύγειν μὲν τὴν τῶν
 σωματικῶν καὶ πολυσχιδῶν ἐπιβολὴν καὶ ἀποδοχήν, προσοικειοῦσθαι δὲ τῇ
 τῶν 
 ἀσωμάτων οὐσίᾳ τῇ οὐκ ἔστιν ὅτε οὐχὶ ἑαυτοῖς ὁμοίων
 διατελούντων διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς φύσει ἀλήθειαν καὶ
 ἀδιαπτωσίαν.

κα΄ Τὸ δὲ χελιδόνα οἰκίᾳ μὴ δέχου συμβουλεύει· ῥᾴθυμον καὶ μὴ διηνεκῶς
 φιλοπονοῦντα μηδὲ ἐπίμονον αἱρετιστὴν καὶ γνώριμον εἰς τὰ σὰ
 δόγματα μὴ ἐπιδέχου, δεόμενα συνεχοῦς καὶ εὐτονωτάτης προσοχῆς καὶ
 φερεπονίας διὰ τὴν τῶν ἐν αὐτοῖς ποικίλων μαθημάτων ἐξαλλαγὴν καὶ περιπλέκειαν. εἰκόνι δὲ
 ῥᾳθυμίας καὶ ἐγκοπῆς χρόνων χελιδόνι κέχρηται, ὅτι μέρος τι
 τοῦ ἐνιαυτοῦ αὕτη ἐπιφοιτᾷ ἡμῖν καὶ ὡσανεὶ ἐπιξενοῦται πρὸς βραχὺν
 καιρόν, τὸ δὲ πλεῖον ἀφίσταται καὶ ἀφανὴς ἡμῖν ὑπάρχει.

κβʹ Τὸ δὲ δακτύλιον μὴ φόρει ἀκολούθως τῷ Πυθαγορικῷ ἀρέσκοντι ἕλκομεν
 εἰς τὴν παράκλησιν οὕτως· ἐπεὶ δεσμοῦ τρόπῳ περίκειται τοῖς
 φοροῦσιν ὁ δακτύλιος, ἴδιον ἔχων τὸ μὴ ἄγχειν μηδὲ κακουχεῖν ἀλλά πως
 ἁρμόζειν καὶ προσφυῶς ἔχειν, δεσμὸς δὲ τοιοῦτός τις καὶ τὸ σῶμα τῇ ψυχῇ
 ὑπάρχει, τὸ οὖν δακτύλιον μὴ φόρει φιλοσόφει φησὶν ὡς ἀληθῶς 
 καὶ χώριζε τοῦ περικειμένου δεσμοῦ
 τὴν ψυχήν· μελέτη γὰρ θανάτου καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος ἡ
 φιλοσοφία. τὴν ἄρα Πυθαγορικὴν μέτιθι σπουδῇ μεγάλῃ, τὴν ἀφιστᾶσαν
 ἑαυτὴν διὰ τοῦ νοῦ ἀπὸ σωματικῶν πάντων καὶ περὶ τὰ νοητὰ καὶ ἄυλα διὰ
 τῶν θεωρητικῶν μαθημάτων καταγιγνομένην· ἀλλὰ καὶ ἀπόλυε
 σαυτοῦ τὰ ἁμαρτήματα καὶ ἀνθολκὰ καὶ κωλυσιεργὰ τοῦ φιλοσοφεῖν σαρκὸς ἀσχολήματα τροφάς τε
 ὑπερβαλλούσας καὶ πληθώρας ἀκαίρους, δεσμοῦ τρόπον τὸ 
 σῶμα καταλαμβανούσας νοσοκομίας τε καὶ ἀσχολίας
 ἀδιαλείπτους ἐμποιούσας.

κγ΄ Τὸ δὲ θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ κατὰ τὴν προλεχθεῖσαν ἔννοιαν
 προτροπῇ χρῆται τοιᾷδε· φιλοσόφει καὶ ἀσωμάτους πρὸ παντὸς
 ἡγοῦ θεοὺς ὑπάρχειν· τὸ γὰρ κυριώτατον ῥίζωμα τῶν Πυθαγορικῶν δογμάτων
 τοῦτʼ ἐστίν, ἐξ οὐ τὰ πάντα σχεδὸν ἤρτηται καὶ ὑφʼ οὗ μέχρι τέλους
 κρατύνεται· μὴ νόμιζε δὲ μορφαῖς αὐτοὺς κεχρῆσθαι ὅσαι εἰσὶ σωματικαί,
 μηδὲ προσδεδέσθαι ὑποστάσει ὑλικῇ καὶ οἷον δεσμῷ ὑλικῷ
 σώματι, ὥσπερ τὰ ἄλλα ζῷα. αἱ δὲ ἐπὶ δακτυλίοις γλυφαὶ τόν τε δεσμὸν διʼ
 αὐτοῦ τοῦ δακτυλίου ἐμφαίνουσι καὶ τὴν σωματότητα τό τε αἰσθητὸν εἶδος
 καὶ ὡσανεί τινος τῶν ἐπὶ μέρους
 ζῴων διὰ τῆς γλυπτῆς προσόψεως, ἧς χωριστέον μάλιστα τὸ τῶν
 θεῶν γένος ὡς ἀίδιόν τε καὶ νοητὸν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ
 ἔχον, ὡς ἐν τῷ Περὶ θεοῦ ἰδίως καὶ 360 Κ πληρέστατα τεχνολογεῖται.

κδ΄ Τὸ δὲ παρὰ λύχνον μὴ ἐσοπτρίζου Πυθαγορικώτερον 
 συμβουλεύει τὸ φιλοσόφει μὴ προστρέχων μὴ ταῖς κατʼ αἴσθησιν φαντασίαις,
 αἵτινες φῶς μέν τι περὶ τὰς καταλήψεις ποιοῦσι, λυχνοειδὲς μέντοι καὶ
 οὐχὶ φυσικὸν οὐδὲ ἀληθές, ἀλλὰ μᾶλλον ταῖς κατὰ τὸ νοητικὸν
 ἐπιστημονικαῖς, ἀφʼ ὧν λαμπροτάτη τις εὐαυγία καὶ
 ἀδιάπταιστος περὶ τὸ τῆς ψυχῆς ὄμμα συνίσταται 
 ἐξ ἁπάντων τῶν νοημάτων καὶ τῆς περὶ ταῦτα θεωρίας, ἀλλʼ οὐκ ἐκ τῶν
 σωματικῶν καὶ αἰσθητῶν· ἐν συνεχεῖ γὰρ ταῦτα ῥύσει καὶ μεταβολῇ πολλάκις
 
 ἐδηλώθη κατʼ οὐδένα τρόπον μόνιμα καὶ τὰ αὐτὰ ἑαυτοῖς
 ὑπάρχοντα, ἵνα καὶ βεβαίαν
 ἐπιστημονικήν τε ὑπομείνῃ κατάληψιν καὶ ἐπίγνωσιν ὡς ἐκεῖνα.

κε΄ Τὸ δὲ περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει μηδὲ περὶ θείων δογμάτων προτρέπει μετιέναι καὶ κτᾶσθαι ἐκεῖνα τὰ μαθήματα, διʼ ἃ οὐκ ἀπιστήσεις οὐκέτι περὶ θεῶν καὶ
 περὶ θείων δογμάτων ἔχων τὰ μαθήματα καὶ τὰς ἐπιστημονικὰς
 ἀποδείξεις.

κϚ΄ Τὸ δὲ ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι δηλοῖ κρατεῖν τῶν παθῶν διὰ λόγου
 φιλοσόφου ἐπέχειν τε τὸ εὐμετάβλητον καὶ οὐ μόνιμον τῶν
 ἀνθρωπίνων παθῶν· ὑπομίμνῃσκε δὲ σαυτὸν τοῦ ὀρθοῦ λόγου, μήτε ἄρα
 εὐτυχίαις ἐπιχαυνοῦ μήτε συμφοραῖς συνταπεινοῦ ἐν οὐθετέρῳ μεταβολῆς
 ἔννοιαν ὑπολογιζόμενος. τὸν δὲ γέλωτα ὑπὲρ πάντων τῶν παθῶν ὠνόμασεν,
 ὅτι μόνος μάλιστα ἐκφανῶς μηνύεται, ὥσπερ τι ἐπάνθημα
 ὑπάρχων καὶ ἐπίφλεγμα μέχρι προσώπου τῆς διαθέσεως. ἴσως δὲ
 παραγγέλλει , ἐπειδὴ ἀνθρώπου ἴδιον παρὰ τὰ ἄλλα ζῷα οὗτος
 (ὁρίζονται γοῦν τινες ζῷον αὐτὸ γελαστικὸ εἶναι), δηλοῦται ὑπὸ τοῦ
 παραγγέλματος τὸ μὴ 
 ἐπιμόνως καὶ ἀμεταβλήτως τῇ
 ἀνθρωπότητι ἔμμενε, ἀλλὰ μίμησιν
 θεοῦ κατὰ τὸ δυνατὸν κτῶ φιλοσοφῶν καὶ τοῦ ἰδιώματος τούτου τῶν ἀνθρώπων
 ὑπεκχωρῶν προκρίνων τε τὸ λογικὸν τοῦ γελαστικοῦ εἰς διάκρισιν καὶ
 διαφορὰν πρὸς τὰ λοιπὰ ζῷα.

κζ΄ Τὸ δὲ παρὰ θυσίᾳ μὴ ὁνυχίζου περὶ φιλίας ἐστὶ προτρεπτικόν· τῶν γὰρ
 οἰκείων καὶ προσηκόντων 
 ἡμῖν ἐξ αἵματος οἱ μὲν ἔγγιστα γένους εἰσὶν ἀδελφοὶ καὶ
 τέκνα καὶ γονεῖς, ἐοικότες τοῖς μέρεσιν ἡμῶν ἅπερ ἀφαιρεθέντα ἄλγημα οὐ
 τὸ τυχὸν παρέχει καὶ κολούρωσιν, οἷον δάκτυλοι χεῖρες ὦτα ῥὶν καὶ τὰ
 ὅμοια· οἱ δʼ ἐξ ἀποστήματος πολλοῦ προσῳκειωμένοι, οἷον
 ἀνεψιάδαι ἢ πατραδέλφων γαμβροντιδεῖς ἢ τοιοῦτοί τινες, ἐοίκασιν ἑκάστου
 ἡμῶν τοῖς μέρεσιν ὧν τεμνομένων ἄλγησις οὐδεμία παραγίνεται, οἷον θριξὶ
 καὶ ὄνυξι καὶ τοῖς ὁμοίοις. βουλόμενος οὖν ἐκείνους τοὺς συγγενεῖς δηλῶσαι τοὺς παρὰ τὸν ἄλλον χρόνον ἠμελημένους διὰ τὴν
 ἀπόστασιν, τοῖς ὄνυξιν ἐχρήσατο καὶ εἶπε· μὴ ἀποτίθεσο παντάπασι
 τούτους, ἀλλʼ ἔν γε θυσίαις, εἰ καὶ τῷ ἄλλῳ χρόνῳ παρημελήθησαν, πρόσαγε
 αὐτοὺς σαυτῷ καὶ ἀνανέου τὴν
 οἰκειότητα.

κηʹ Τὸ δὲ δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε μὴ 
 ὄρεγε ῥᾳδίως φησὶ δεξιάν, τουτέστι μὴ ἀνάσπα μηδὲ ἀνιμᾶν
 ἐπιχείρει δεξιὰν ὀρέγων τοῖς ἀνεπιτηδείοις καὶ ἀνοργιάστοις, ἔτι δὲ διὰ
 παιδευμάτων τε καὶ διδαγμάτων, ἃ πολλῷ χρόνῳ δοκιμασθεῖσιν ἀξίοις εἶναι
 τοῦ μεταλαβεῖν ἐγκρατείας τε καὶ πενταετοῦς σιωπῆς καὶ τῆς
 ἄλλης βασάνου μόγις δίδοται.

κθ΄ Τὸ δὲ στρωμάτων ἐξαναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε
 τοῦτο παραγγέλλει, ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος νοητοῖς λοιπὸν καὶ ἀσωμάτοις προσοικείου σεαυτόν. ἐκ τοῦ οὖν τῆς ἀμαθίας ὕπνου
 καὶ νυκτοειδοῦς σκότους ἐξανιστάμενος μηδὲν συνεπισπῶ σεαυτῷ σωματικὸν
 εἰς τὸ τῆς φιλοσοφίας 
 ἡμεροειδές, ἀλλὰ πάντα τὰ τοῦ ὕπνου ἐκείνου ἴχνη τῆς
 μνήμης τῆς σεαυτοῦ ἐκκάθαιρε καὶ ἐξαφάνιζε.

λ΄ Τὸ δὲ καρδίαν μὴ τρῶγε σημαίνει τὸ μὴ δεῖν τὴν ἕνωσιν τοῦ παντὸς καὶ
 τὴν σύμπνοιαν διασπᾶν, καὶ ἔτι
 μᾶλλον τὸ μὴ ἴσθι βάσκανος, ἀλλὰ φιλάνθρωπος καὶ κοινωνικός.
 ἐκ δὲ τούτου φιλοσοφεῖν παραινεῖ· μόνη γὰρ αὕτη ἐπιστημῶν καὶ τεχνῶν
 οὔτε ἐπιλυπεῖται ἀγαθοῖς ἀλλοτρίοις οὔτε ἐπιχαίρει κακοῖς τοῖς πέλας,
 ἄτε φύσει συγγενεῖς καὶ οἰκείους ὁμοιοπαθεῖς τε καὶ κοινῇ ὑποκειμένους
 τύχῃ ἀπροόρατόν τε τὸ μέλλον ἔχοντας τοὺς ἀνθρώπους πάντας
 ὁμαλῶς ἀποφαίνουσα· διόπερ συμπαθεῖς τε καὶ φιλαλλήλους παραγγέλλει
 εἶναι, κοινωνικόν τε ὡς ἀληθῶς καὶ λογικὸν ζῷον.

λαʹ Τούτῳ δὲ ἔοικε καὶ τὸ ἐγκέφαλον μὴ ἔσθιε· καὶ γὰρ αὐτὸς οὗτος
 ἡγεμονικόν ἐστι τοῦ φρονεῖν ὄργανον. αἰνίττεται οὖν ὡς οὐ
 δεῖ καλῶς βεβουλευμένα πράγματα καὶ δόγματα διασιλλαίνειν μηδὲ
 διαδάκνειν, καλῶς δʼ ἂν εἴη βεβουλευμένα τὰ διὰ φρενῶν καὶ τοῦ κατʼ αὐτὸ τὸ νοεῖν ἡγεμονικοῦ
 συνεσκεμμένα, ἴσον τῷ ἐπιστημονικά. οὐ γὰρ διὰ τῶν τοῦ ἀλόγου τῆς ψυχῆς εἴδους ὀργάνων, καρδίας καὶ ἥπατος, ἀλλὰ διὰ τοῦ καθαροῦ
 τοῦ λογιστικοῦ τὰ τοιαῦτα ἐθεωρήθη· 
 διόπερ ἀβουλία τὸ ἀντικόπτειν αὐτοῖς. σέβεσθαι δὲ μᾶλλον κελεύει τὸ
 σύμβολον τὴν τῶν φρενῶν πηγὴν καὶ τὸ τῷ νοεῖν προσεχέστατον ὄργανον, διʼ
 οὗ θεωρίαν τε καὶ ἐπιστήμην καὶ τὸ σύνολον σοφίαν κτώμεθα
 καὶ ὡς ἀληθῶς φιλοσοφοῦμεν, καὶ μὴ συγχεῖν μηδὲ ἀφανίζειν τὰ διʼ αὐτοῦ
 ἴχνη.

λβ΄ Τὸ δὲ ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε λέγει τοῦτο·
 εὐκαταφρόνητα τὰ σύμφυτα μέν σοι, ἀψυχότερα δέ πως, ὥσπερ τιμιώτερα τὰ
 ψυχικώτερα· οὕτως δὴ καὶ ἐπειδὰν φιλοσοφεῖν ἐπιβάλῃ, προτίμα
 μὲν τὰ διὰ ψυχῆς καὶ νοῦ ἄνευ αἰσθητηρίων ἀποδεικνύμενα διὰ θεωρηματικῆς
 ἐπιστήμης, καταφρόνει δὲ καὶ κατάπτυε τῶν ἄνευ νοητικοῦ φωτὸς
 δοξαζομένων διὰ τῶν συμφύτων ψιλῶς αἰσθητηρίων, ἃ μηκέτι εὐτονεῖ τῇ τοῦ
 νοῦ ἀιδιότητι παρομαρτεῖν.

λγ΄ Τὸ δὲ ἐρυθῖνον μὴ προσλαμβάνου φαίνεται 
 πρὸς τὴν τοῦ ὀνόματος ἐτυμολογίαν ψιλὴν συμβεβλῆσθαι. ἀπηρυθριακότα γὰρ καὶ ἀναίσχυντον μὴ
 ἐπιδέχου ἄνθρωπον, ἢ ἐκ τοῦ ἐναντίου καταπλῆγα καὶ ἐν παντὶ καθʼ
 ὑπερβολὴν ἐρυθριῶντα καὶ ταπεινούμενον ὑπό τε νοῦ καὶ
 ἀσθενοῦς διανοίας. διὰ δὲ τούτου νοεῖται τὸ μὴ αὐτὸς τοιοῦτος ἴσθι.

λδ΄ Τὸ δὲ χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε σημαίνει συγχύσεως καὶ
 παχυτῆτος, ὅπερ ἐστὶ σωματικῶν καὶ αἰσθητῶν ἀποδείξεων, ἐκλανθάνεσθαι
 φιλοσοφεῖν ἐπιβαλλόμενον, νοηταῖς δὲ χρῆσθαι μᾶλλον
 ἀποδείξεσιν. ἡ δὲ σποδὸς ἀντὶ τῆς κόνεως τῆς ἐπὶ τοῖς ἄβαξι παρελήφθη,
 ἐφʼ ἧς αἱ ἀποδείξεις συμπεραίνονται.

λε΄ Χρυσὸν δὲ ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ, οὐ γυναικὶ λέγει, ἀλλʼ
 αἱρέσει καὶ φιλοσοφίᾳ, ᾗπέρ ἐστι πολὺ τὸ σωματικὸν καὶ
 κατάφορον εἰς βαρύτητα. πάντων γὰρ
 τῶν ἐπὶ γῆς βαρύτατον χρυσὸς καὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς διωκτικόν, ὅπερ
 βάρους σωματικοῦ ἴδιον. τὸ δὲ πλησιάζειν οὐ μόνον συγγίνεσθαι, ἀλλὰ καὶ συνεγγίζειν ἐστὶ καὶ πλησίον
 καθίστασθαι.

λϛʹ Τὸ δὲ προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον παραγγέλλει
 τοῦτο· φιλοσόφει καὶ μαθήματα μέτιθι μὴ παρέργως, καὶ διʼ αὐτῶν ὥσπερ
 διαβάθρας ἐπὶ τὸ προκείμενον χώρει· κατάπτυε δὲ τῶν προτιμωμένων καὶ
 πρεσβευομένων τοῖς πολλοῖς, καὶ προτίμα τὴν Ἰταλικὴν
 φιλοσοφίαν τὴν τὰ ἀσώματα καθʼ αὑτὰ θεωροῦσαν τῆς Ἰωνικῆς τῆς τὰ σώματα
 προηγουμένως ἐπισκοπουμένης.

λζ΄ Τὸ δὲ κυάμων ἀπέχου συμβουλεύει φυλάττεσθαι πᾶν ὅσον ἐστὶ φθαρτικὸν
 τῆς πρὸς θεοὺς ὁμιλίας καὶ τῆς θείας μαντικῆς.

ληʹ Τὸ δὲ μολόχην μεταφύτευε μέν, μὴ ἔσθιε δέ, αἰνίττεται μὲν ὅτι
 συντρέπεται τῷ ἡλίῳ τὰ τοιαῦτα φυτὰ καὶ παρατηρεῖν ἀξιοῖ τοῦτο,
 πρόσκειται δὲ τὸ μεταφύτευε, τουτέστιν ἐπιστὰς τῇ αὐτοῦ φύσει καὶ τῇ πρὸς τὸν ἥλιον διατάσει καὶ συμπαθείᾳ μὴ ἀρκοῦ μηδὲ ἐπίμενε μόνῳ τούτῳ, ἀλλὰ τὴν
 διάνοιαν μεταβίβαζε καὶ ὡσανεὶ μεταφύτευε καὶ ἐπὶ τὰ ὁμογενῆ φυτὰ καὶ
 λάχανα καὶ ἐπὶ τὰ μὴ ὁμογενῆ δὲ ζῷα ἤδη καὶ λίθους καὶ
 ποταμοὺς καὶ πάσας ἁπλῶς φύσεις· πολύχουν γὰρ εὑρήσεις καὶ
 πολύτροπον θαυμασίως δὲ δαψιλὲς τὸ τῆς τοῦ κόσμου ἑνώσεως καὶ συμπνοίας
 σημαντικόν, ὥσπερ ἀπὸ ῥίζης καὶ ἀφετῆρος τῆς μολόχης ὡρμημένος οὐ μόνον οὖν μὴ ἔσθιε μηδὲ
 ἀφάνιζε τὰς τοιαύτας παρατηρήσεις, ἀλλὰ καὶ αὖξε καὶ πληθοποίει δίκην μεταφυτεύοντος.

λθʹ Τὸ δὲ ἐμψύχων ἀπέχου ἐπὶ δικαιοσύνην προτρέπει καὶ πᾶσαν τὴν τοῦ
 συγγενοῦς τιμὴν καὶ τὴν τῆς ὁμοίας ζωῆς ἀποδοχὴν καὶ πρὸς ἕτερα τοιαῦτα
 πλείονα. 
 

 
 Διὰ πάντων δὴ οὖν τούτων φανερὸς γέγονε καὶ ὁ διὰ τῶν συμβόλων
 προτρεπτικὸς τύπος ἔχων πολὺ τὸ ἀρχαιότροπον καὶ Πυθαγορικόν. ἀλλʼ ἐπεὶ
 διὰ πάντων διεξεληλύθαμεν τῶν προτρεπτικῶν τρόπων, ἐνταῦθα 
 καταπαύομεν τοὺς εἰς παράκλησιν τείνοντας λόγους.