Ποικίλως ὁ ἐχθρὸς τῷν ἀνθρώπων διάβολος εἰωθε ταράτειν καὶ τὰ 
 ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν
πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. ·ὁ μέντοι
σωρεὸς θεμέλιος« κατὰ τὸ γεγραμμένον »ἕστηκεν ἔχων τὴν σφραγῖδα
ταὐτην· ἔγνω γὰρ κύριος τοὺς ὄντα αὐτοῦ.«

οἱ Τε πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν
 ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν »γλῶσσαν μεγαλύνοντες« καὶ
»ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες«.

ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες
τῆς ὀρθῆς καὶ ὁγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων
ἀπατᾶσθαι ἐπανερρώσθησαν Χάριτι κυρίου, διὰ τε γραμμάτων τοῦ μνήμης
 ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτυουργοῦ
σου Προκλιανοῦ.

ἐπειδὴ Τε λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι’ ὑμῶν τῶν ἐμπείρων γεωργῶν
εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τελεονκ ἐκκοπῆναι, τούτου χάριν γράφοντες
τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα
 πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος
τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς
ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν
ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν
 
 


 
ἀγίων προσευχῶν σου καταισχυνθῆναι. ἐρρῶσθαί σε πολλοῖς χρόνοις καὶ
μεμνῆσθαι ἐν εὐχαῖς θεῷ εὐχόμεθα.

Οἱ τὴν μεγάλην καὶ ευρύχωρον διαπλέοντες θάλασσαν, ἕως με)
 γαληνὸν πνεῦμα τὴν ναῦν εὐθύνῃ, μικρὰ τῶν παρακειμένων ταῖς ὄχθαις
λιμνῶν φροντίζουσιν, οἰόμενοι ἀβοητὶ περαιῶσαι τὸ σκάφος·

ἐπειδὰν δὲ ἐναντίον καὶ σφοδὸς ἐμπέσῃ πνεῦμα, τὰς τρικυμίας εἰς ὕψος ἐπαῖρον
πάντοθεν καὶ περικλύζον τὴν ναῦν, τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες
λιμένα καὶ πᾶμα τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ
 ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἄν οὕτω τὐχῃ
νῆσον ἀπαίρουσι, , παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι· ταύτῇ
τε πλησιάσαντας καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑιιπεισελθόντες
ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνηνται.

καὶ ἡμεῖς αὐτοὶ τανῦν, ὦ δέσποτα, τὸν σωτήριον τοῦ θεοῦ λόγον κτηχούμενοι τοῦ τε κοσμικοῦ σάλου ἑαυτοὺς ἀπαλλάξαι σπουδάζοντες
καὶ εἰς τὸν ἀσάλευτον τοῦ Χριστοῦ λιμένα τὸ σκάφος ἡμῶν εἰσελάσαι
βουλόμενοι, ἐπειδὴ κενάς τινας καὶ ἀλόγους ὥς Τὲ μοι δοκεῖ περὶ τοῦ
ἁγίου πόματος κινουμένας ζητήσεις παρὰ τινων ἔγνωμεν, φασκόντων μὴ
 
 

 
δεῖν τοῦτο τῇ θεότητι καὶ τῇ κυριότητι συνδοξάζεσθαι, ἀλλ’ ἐν ὑπηρέτου
καὶ ἀποστόλου τετάχθαι σχήματι καὶ ἔτι φαυλοτέρας καὶ ταπεινοτέρας
τὰς περὶ αὐτοῦ δόξας διαλαμβανόντων,

διὰ τοῦτο ὥσπερ ἐν ἀστάτῳ σάλῳ καὶ χαλεπῷ συσχεθέντες μηδένα > τῶν παρ’ ἡμῖν ἱκανὸν εὑρεῖν
 δυνηθέντες τὸν διαλύσοντα τὰ ζητούμενα καὶ τὴν ὑγιῆ πίστιν ἡμῖν ἐκθέσθαι
δυνάμενον, ἐπὶ τὴν σὴν θεοσέβειαν ἀνενέγκαι τὸ πρᾶγμα | ἠπείχθη- 
μεν, τὴν φωνὴν ταύτην εἰκότως καὶ αὐτοὶ ἀφιέντες· »ἐπιστάτα, σῶσον «.

δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἥν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μέρτυρες ἀξιόπιστοι μαρτυποῦσι καὶ ἀνακηρύττουσι· καταζίωσον,
 εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν
ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου
καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος τριάδος ἐκθέσθαι πίστιν καὶ
ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν
τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαζλλιαθῆναι
 καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ »τὸν θεὸν ἐν πασι δοξασθῆναι«.