CERTAMEN HOMERI ET HESIODI 
 A 
 Papyrus s. iii. Α. c. Flinders Petrie Papyri ed. J. P. Mahaffy, 
 Dublini 1891, p. 70, no. XXV. 
 
 τρο[πον θ[ωσι τραπεζαι σιτου και κρειων με] 
 αποντων θυ δ [εκ ]οιν[οχο] 
 των κριτων ος φορεη[σι κ]αι εκχε]ιηι δεπαεσσιν 
 π]ανηδου προε τουτο μοι καλλιστ[ον ειδ] 
 παρελθον εται ειναι ρηθεν[των δε του] 
 [τα ] ησιοδον ερω των των επων[ 
 ταιν κατα τοιαδε υιε φασιν θαυμασθην[αι τους στι] 
 μελητος ομηρε θεων απο] μηδεα χοὑ υπο των ελλην[ων ωστε χρυ] 
 ειδως ειπ αγε μοι αμπρω ]τα τι σους αυτους προσα[γορευθηναι 
 [φερτατον εστι βροτοισι]ν τον προ των δειπνων και[ 
 σοιπ δων προκατευχοντ[ αι παντες ] 
 επ]η αρ[χην αχθεσθεις δε ο ησιοδος ε 
 ε]πιχθονιοισι πι την αποριαν της [ερωτησεως] 
 φυντα δ] οπως ωκισ ωρμησεν και λεγει τ[ους στιχους] 
 τα πυλας αιδαο περησ]αι επιβα τουσδε μουσα γε μοι[τα τ εοντα] 
 [λομενος δ ο ησιοδ ]ος ερωται το τα τ εσσομενα προ τ εοντα 
 [ειπ αγε μοι και το]υτο θε[οις των μεν μηθεν αειδ[ε συ δ αλλης] 
 επιεικελ ομηρε τι θν]ητοις καλ[λι μνησαι αοιδης ο δ ομ[ηρος βουλο] 
 στον ε]ιναι ο δ ομη μενος λυσοι την απο]ριαν της ε] 
 [ρος στιχους ρωτησεως αποφε[ τους] 
 στιχους τουσδε] αμφι] 
 δαιτ]υ[μονες δ διος τυμβον καν[αχηποδες ιπ] 
 ανα δωματ ακουαζ]ων[τ]αι ποι αρμα[τα ερι] 
 ζοντες [περι νικης 
 ομηρου [ 
 
 Β 
 Ὅμηρον καὶ Ἡσίοδον τοὺς θειοτάτους ποιητὰς πάντες
ἄνθρωποι πολίτας ἰδίους εὔχονται λέγεσθαι. ἀλλʼ Ἡσίοδος
μὲν τὴν ἰδίαν ὀνομάσας πατρίδα πάντας τῆς φιλονεικίας
ἀπήλλαξεν εἰπὼν ὡς ὁ πατὴρ αὐτοῦ
 
 εἴσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ 
 Ἄσκρῃ. χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ. 
 
 
 

 
 Ὅμηρον δὲ πᾶσαι ὡς εἰπεῖν αἱ πόλεις καὶ οἱ ἔποικοι
αὐτῶν παρʼ ἑαυτοῖς γεγενῆσθαι λέγουσιν. καὶ πρῶτοί γε
Σμυρναῖοι Μέλητος ὄντα τοῦ παρʼ αὐτοῖς ποταμοῦ καὶ
 Κρηθηίδος νύμφης κεκλῆσθαί φασι πρότερον Mελησιγένη,
ὕστερον μέντοι τυφλωθέντα Ὅμηρον μετονομασθῆναι διὰ
τὴν παρʼ αὐτοῖς ἐπὶ τῶν τοιούτων συνήθη προσηγορίαν.
Χῖοι δὲ πάλιν τεκμήρια φέρουσιν ἴδιον εἶναι πολίτην
λέγοντες καὶ περισῴζεσθαί τινας ἐκ τοῦ γένους αὐτοῦ παρʼ
 αὑτοῖς Ὁμηρίδας καλουμένους. Κολοφώνιοι δὲ καὶ τόπον
δεικνύουσιν, ἐν ᾧ φασιν αὐτὸν γράμματα διδάσκοντα τῆς
ποιήσεως ἄρξασθαι καὶ ποιῆσαι πρῶτον τὸν Μαργίτην. 
 περὶ δὲ τῶν γονέων αὐτοῦ πάλιν πολλὴ διαφωνία παρὰ
πᾶσίν ἐστιν. Ἑλλάνικος μὲν γὰρ καὶ Κλεάνθης
 Μαίονα λέγουσιν, Εὐγαίων
δὲ Μέλητα, Καλλικλῆς δὲ Δμασαγόραν, Δημόκριτος δὲ ὁ
Τροιζήνιος Δαήμονα ἔμπορον, ἔνιοι δὲ Θαμύραν, Αἰγύπτιοι
δὲ Μενέμαχον ἱερογραμματέα, εἰσὶ δὲ οἳ Τηλέμαχον τὸν
Ὀδυσσέως· μητέρα δὲ οἱ μὲν Μῆτιν, οἱ δὲ Κρηθηίδα,
 οἱ δὲ Θεμίστην, οἱ δὲ Ὑρνηθώ, ἔνιοι δὲ Ἰθακησίαν τινὰ
ὑπὸ Φοινίκων ἀπεμποληθεῖσαν, οἱ δὲ Καλλιόπην τὴν Μοῦ.
σαν, τινὲς δὲ Πολυκάστην τὴν Νέστορος. ἐκαλεῖτο δὲ
Μέλης, ὡς δέ τινές φασι Μελησιγένης, ὡς δὲ ἔνιοι
Ἄλτης. ὀνομασθῆναι δὲ αὐτόν φασί τινες Ὅμηρον διὰ τὸ
 

 
τὸν πατέρα αὐτοῦ ὅμηρον δοθῆναι ὑπὸ Κυπρίων Πέρσαις, οἱ 
δὲ διὰ τὴν πήρωσιν τῶν ὀμμάτων· παρὰ γὰρ τοῖς Aἰολεῦσιν
οὕτως οἱ πηροὶ καλοῦνται. ὅπερ δὲ ἀκηκόαμεν ἐπὶ τοῦ
θειοτάτου αὐτοκράτορος Ἀδριανοῦ εἰρημένον ὑπὸ τῆς Πυθίας
περὶ Ὁμήρου, ἐκθησόμεθα. τοῦ γὰρ βασιλέως πυθομένου
πόθεν Ὅμηρος καὶ τίνος, ἀπεφοίβασε διʼ ἑξαμέτρου τόνδε 
τὸν τρόπον·
 
 ἄγνωστόν μʼ ἔρεαι γενεὴν καὶ πατρίδα γαῖαν 
 ἀμβροσίου σειρῆνος. ἕδος δʼ Ἰθακήσιός ἐστιν, 
 Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Ἐπικάστη 
 μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολὺ πάνσοφον ἄνδρα. 
 
οἷς μάλιστα δεῖ πιστεύειν διά τε τὸν πυθόμενον καὶ τὸν
ἀποκρινάμενον, ἄλλως τε οὕτως τοῦ ποιητοῦ μεγαλοφυῶς
τὸν προπάτορα διὰ τῶν ἐπῶν δεδοξακότος. 
 ἔνιοι μὲν οὖν αὐτὸν προγενέστερον Ἡσιόδου φασὶν
εἶναι, τινὲς δὲ νεώτερον καὶ συγγενῆ. γενεαλογοῦσι δὲ 
οὕτως· Ἀπόλλωνός φασι καὶ Θοώσης τῆς Ποσειδῶνος
γενέσθαι Λίνον, Λίνου δὲ Πίερον, Πιέρου δὲ καὶ νύμφης
Μεθώνης Οἴαγρον, Οἰάγρου δὲ καὶ Καλλιόπης Ὀρφέα,
Ὀρφέως δὲ Ὄρτην, τοῦ δὲ Ἁρμονίδην, τοῦ δὲ Φιλοτέρπην,
τοῦ δὲ Εὔφημον, τοῦ δὲ Ἐπιφράδην, τοῦ δὲ Μελάνωπον, 
τούτου δὲ Δῖον καὶ Ἀπέλλαιον, Δίου δὲ καὶ Πυκιμήδης τῆς
Ἀπόλλωνος θυγατρὸς Ἡσίοδον καὶ Πέρσην· Πέρσου δὲ Μαίο-
να, Μαίονος δὲ θυγατρὸς καὶ Μέλητος τοῦ ποταμοῦ Ὅμηρον. 
 τινὲς δὲ συνακμάσαι φασὶν αὐτοὺς ὥστε καὶ ἀγωνίσασθαι
ὁμόσε ἐν Αὐλίδι τῆς Βοιωτίας, ποιήσαντα γὰρ τὸν Μαργίτην 
Ὅμηρον περιέρχεσθαι κατὰ πόλιν ῥαψῳδοῦντα, ἐλθόντα δὲ
καὶ εἰς Δελφοὺς περὶ τῆς πατρίδος αὐτοῦ πυνθάνεσθαι τίς
εἴη, τὴν δὲ Πυθίαν εἰπεῖν·
 

 
 
 ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα 
 δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι. 
 
τὸν δὲ ἀκούσαντα περιίστασθαι μὲν τὴν εἰς Ἴον ἄφιξιν,
διατρίβειν δὲ περὶ τὴν ἐκεῖ χώραν. κατὰ δὲ τὸν αὐτὸν
χρόνον Γανύκτωρ ἐπιτάφιον τοῦ πατρὸς Ἀμφιδάμαντος
βασιλέως Εὐβοίας ἐπιτελῶν πάντας τοὺς ἐπισήμους ἄνδρας
 οὐ μόνον ῥώμῃ καὶ τάχει, ἀλλὰ καὶ σοφίᾳ ἐπὶ τὸν ἀγῶνα
μεγάλαις δωρεαῖς τιμῶν συνεκάλεσεν. καὶ οὗτοι οὖν ἐκ
τύχης, ὥς φασι, συμβαλόντες ἀλλήλοις ἦλθον εἰς τὴν
Χαλκίδα. τοῦ δὲ ἀγῶνος ἄλλοι τέ τινες τῶν ἐπισήμων
Χαλκιδέων ἐκαθέζοντο κριταὶ καὶ μετʼ αὐτῶν Πανήδης,
 ἀδελφὸς ὢν τοῦ τετελευτηκότος. ἀμφοτέρων δὲ τῶν ποιη-
τῶν θαυμαστῶς ἀγωνισαμένων νικῆσαί φασι τὸν Ἡσίοδον
τὸν τρόπον τοῦτον· προελθόντα γὰρ εἰς τὸ μέσον πυνθάνε-
σθαι τοῦ Ὁμήρου καθʼ ἓν ἕκαστον, τὸν δὲ Ὅμηρον ἀποκρί-
νασθαι. φησὶν οὖν Ἡσίοδος·
 
 υἱὲ Μέλητος Ὅμηρε θεῶν ἄπο μήδεα εἰδὼς 
 εἴπʼ ἄγε μοι πάμπρωτα τί φέρτατόν ἐστι βροτοῖσιν; 
 
Ὅμηρος·
 ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, 
 φύντα δʼ ὅμως ὤκιστα πύλας Ἀίδαο περῆσαι. 
 Ἡσίοδος τὸ δεύτερον· 
 
 εἴπʼ ἄγε μοι καὶ τοῦτο θεοῖς ἐπιείκελʼ Ὅμηρε, 
 τί θνητοῖς κάλλιστον ὀίεαι ἐν φρεσὶν εἶναι; 
 
ὁ δέ.
 
 ὁππότ’ ἂν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅποντα, 
 δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ 
 
 

 
 
 ἥμενοι ἐξείης, παρὰ δὲ πλήθωσι τράπεζαι 
 σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων 
 οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν. 
 τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. 
 
ῥηθέντων δὲ τούτων τῶν ἐπῶν, οὕτω σφοδρῶς φασι θαυ- 
μασθῆναι τοὺς στίχους ὑπὸ τῶν Ἑλλήνων ὥστε χρυσοῦς
αὐτοὺς προσαγορευθῆναι, καὶ ἔτι καὶ νῦν ἐν ταῖς κοιναῖς
θυσίαις πρὸ τῶν δείπνων καὶ σπονδῶν προκατεύχεσθαι
πάντας. ὁ δὲ Ἡσίοδος ἀχθεσθεὶς ἐπὶ τῇ Ὁμήρου εὐημερίᾳ
ἐπὶ τὴν τῶν ἀπόρων ὥρμησεν ἐπερώτησιν καί φησι τούσδε 
τοὺς στίχους·
 
 Μοῦσ’ ἄγε μοι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα 
 τῶν μὲν μηδὲν ἄειδε, σὺ δʼ ἄλλης μνῆσαι ἀοιδῆς. 
 
δὲ Ὅμηρος βουλόμενος ἀκολούθως τὸ ἄπορον λῦσαι φησίν·
 
 οὐδέ ποτʼ ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι 
 ἅρματα συντρίψουσιν ἐρίζοντες περὶ νίκης. 
 
καλῶς δὲ καὶ ἐν τούτοις ἀπαντήσαντος ἐπὶ τὰς ἀμφιβόλους
γνώμας ὥρμησεν ὁ Ἡτσίοδος, καὶ πλείονας στίχους λέγων
ἠξίου καθʼ ἕνα ἕκαστον συμφώνως ἀποκρίνασθαι τὸν Ὅμηρον.
ἔστιν οὖν ὁ μὲν πρῶτος Ἡσιόδου, ὁ δὲ ἑξῆς Ὁμήρου, ἐνίοτε δὲ 
καὶ διὰ δύο στίχων τὴν ἐπερώτησιν ποιουμένου τοῦ Ἡσιόδου·
 
 δεῖπνον ἔπειθʼ εἵλοντο βοῶν κρέα καὐχένας ἵππων 
 ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμοιο κορέσθην. 
 
 

 
 
 καὶ Φρύγες, οἳ πάντων ἀνδρῶν ἐπὶ νηυσὶν ἄριστοι 
 ἀνδράσι ληιστῆρσιν ἐπʼ ἀκτῆς δόρπον ἑλέσθαι. 
 Ἡρακλέης ἀπέλυσεν ἀπʼ ὤμων καμπύλα τόξα 
 χερσὶ βαλὼν ἰοῖσιν ὅλων κατὰ φῦλα γιγάντων. 
 οὗτος ἀνὴρ ἀνδρός τʼ ἀγαθοῦ καὶ ἀνάλκιδός ἐστι 
 μητρός, ἐπεὶ πόλεμος χαλεπὸς πάσῃσι γυναιξίν. 
 οὔτʼ ἂρ σοί γε πατὴρ ἐμίγη καὶ πότνια μήτηρ· 
 σῶμα τό γʼ ἐσπείραντο διὰ χρυσέην Ἀφροδίτην. 
 αὐτὰρ ἐπεὶ δμήθη γάμῳ Ἄρτεμις ἰοχέαιρα 
 Καλλιστὼ κατέπεφνεν ἀπʼ ἀργυρέοιο βιοῖο. 
 ὣς οἳ μὲν δαίνυντο πανήμεροι, οὐδὲν ἔχοντες 
 οἴκοθεν, ἀλλὰ παρεῖχεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. 
 δεῖπνον δειπνήσαντες ἐνὶ σποδῷ αἰθαλοέσσῃ 
 σύλλεγον ὀστέα λευκὰ Διὸς κατατεθνηῶτος 
 παιδὸς ὑπερθύμου Σαρπηδόνος ἀντιθέοιο. 
 ἡμεῖς δʼ ἂμ πεδίον Σιμοέντιον ἥμενοι αὔτως 
 ἴομεν ἐκ νηῶν ὁδὸν ἀμφʼ ὤμοισιν ἔχοντες 
 φάσγανα κωπήεντα καὶ αἰγανέας δολιχαύλους. 
 δὴ τότʼ ἀριστῆες κοῦροι χείρεσσι θαλάσσης 
 ἄσμενοι ἐσσυμένως τε ἀπείρυσαν ὠκύαλον ναῦν. 
 Κολχίδʼ ἔπειθ’ ἵκοντο καὶ Αἰήτην βασιλῆα 
 φεῦγον, ἐπεὶ γίγνωσκον ἀνέστιον ἠδʼ ἀθέμιστον. 
 αὐτὰρ ἐπεὶ σπεῖσάν τε καὶ ἔκπιον οἶδμα θαλάσσης 
 ποντοπορεῖν ἤμελλον ἐυσσέλμων ἐπὶ νηῶν. 
 τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο πᾶσιν ὀλέσθαι 
 μηδέ ποτʼ ἐν πόντῳ, καὶ φωνήσας ἔπος ηὔδα· 
 ἐσθίετʼ ὦ ξεῖνοι, καὶ πίνετε· μηδέ τις ὑμῶν 
 
 

 
 
 οἴκαδε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν 
 πημανθείς, ἀλλʼ αὖτις ἀπήμονες οἴκαδʼ ἵκοισθε. 
 
πρὸς πάντα δὲ τοῦ Ὁμήρου καλῶς ἀπαντήσαντος πάλιν
φησὶν ὁ Ἡσίοδος·
 
 τοῦτό τι δή μοι μοῦνον ἐειρομένῳ κατάλεξον, 
 πόσσοι ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον ἦλθον Ἀχαιοί; 
 
ὁ δὲ διὰ λογιστικοῦ προβλήματος ἀποκρίνεται οὕτως·
 
 πεντήκοντʼ ἦσαν πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ 
 πεντήκοντʼ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα· 
 τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί. 
 
τοῦτο δὲ εὑρίσκεται πλῆθος ἄπιστον· τῶν γὰρ ἐσχαρῶν
οὐσῶν πεντήκοντα ὀβελίσκοι γίνονται πεντακόσιοι καὶ
χιλιάδες β΄, κρεῶν δὲ δεκαδύο μυριάδες, ε . . . κατὰ
πάντα δὴ τοῦ Ὁμήρου ὑπερτεροῦντος φθονῶν ὁ Ἡσίοδος
ἄρχεται πάλιν·
 
 υἱὲ Μέλητος Ὅμηρ’ εἴ περ τιμῶσί σε Μοῦσαι, 
 ὡς λόγος, ὑψίστοιο Διὸς μεγάλοιο θύγατρες, 
 λέξον μέτρον ἐναρμόζων ὅ τι δὴ θνητοῖσι 
 κάλλιστόν τε καὶ ἔχθιστον· ποθέω γὰρ ἀκοῦσαι. 
 
ὁ δέ φησι·
 
 Ἡσίοδʼ ἔκγονε Δίου ἑκόντα με ταῦτα κελεύεις 
 εἰπεῖν· αὐτὰρ ἐγὼ μάλα τοι πρόφρων ἀγορεύσω. 
 κάλλιστον μὲν τῶν ἀγαθῶν ἔσται μέτρον εἶναι 
 αὐτὸν ἑαυτῷ, τῶν δὲ κακῶν ἔχθιστον ἀπάντων. 
 ἄλλο δὲ πᾶν ὅ τι σῷ θυμῷ φίλον ἐστὶν ἐρώτα. 
 πῶς ἂν ἄριστʼ οἰκοῖντο πόλεις καὶ ἐν ἤθεσι ποίοις; 
 
 

 
 
 εἰ μὴ κερδαίνειν ἀπὸ τῶν αἰσχρῶν ἐθέλοιεν, 
 οἱ δʼ ἀγαθοὶ τιμῷντο, δίκη δʼ ἀδίκοισιν ἐπείη. 
 εὔχεσθαι δὲ θεοῖς ὅ τι πάντων ἐστὶν ἄμεινον; 
 εὔνουν εἶναι ἑαυτῷ χρόνον ἐς τὸν ἅπαντα. 
 ἐν δʼ ἐλαχίστῳ ἄριστον ἔχεις ὅ τι φύεται εἰπεῖν; 
 ὡς μὲν ἐμῇ γνώμῃ φρένες ἐσθλαὶ σώμασιν ἀνδρῶν. 
 ἡ δὲ δικαιοσύνη τε καὶ ἀνδρείη δύναται τί; 
 κοινὰς ὠφελίας ἰδίοις μόχθοισι πορίζειν. 
 τῆς σοφίης δὲ τί τέκμαρ ἐπʼ ἀνθρώποισι πέφυκεν; 
 γιγνώσκειν τὰ παρόντʼ ὀρθῶς, καιρῷ δʼ ἅμʼ ἕπεσθαι. 
 πιστεῦσαι δὲ βροτοῖς ποῖον χρέος ἄξιόν ἐστιν; 
 οἷς αὐτὸς κίνδυνος ἐπὶ πραχθεῖσιν ἕπηται. 
 ἡ δʼ εὐδαιμονίη τί ποτʼ ἀνθρώποισι καλεῖται; 
 λυπηθέντʼ ἐλάχιστα θανεῖν ἡσθέντα τε πλεῖστα. 
 
ῥηθέντων δὲ καὶ τούτων, οἱ μὲν Ἕλληνες πάντες τὸν
Ὅμηρον ἐκέλευον στεφανοῦν, ὁ δὲ βασιλεὺς Πανήδης
ἐκέλευσεν ἕκαστον τὸ κάλλιστον ἐκ τῶν ἰδίων ποιημάτων
εἰπεῖν. Ἡσίοδος οὖν ἔφη πρῶτος·
 
 Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων 
 ἄρχεσθʼ ἀμήτου, ἀρότοιό τε δυσομενάων· 
 αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα 
 κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ 
 φαίνονται, τὰ πρῶτα χαρασσομένοιο σιδήρου. 
 οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης 
 ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα 
 πόντου κυμαίνοντος ἀπόπροθι πίονα χῶρον 
 
 

 
 
 ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, 
 γυμνόν τʼ ἀμάειν, ὅτʼ ἂν ὥρια πάντα πέλωνται. 
 μεθʼ ὃν Ὅμηρος· 
 ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες 
 καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν 
 οὔτε κʼ Ἀθηναίη λαοσσόος. οἱ γὰρ ἄριστοι 
 κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον 
 φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· 
 ἀσπὶς δʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ, 
 ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι 
 νευόντων· ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν. 
 ἔφριξεν δὲ μάχη φθεισίμβροτος ἐγχείῃσι 
 μακραῖς, ἃς εἶχον ταμεσίχροας. ὄσσε δʼ ἄμερδεν 
 αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων 
 θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν 
 ἐρχομένων ἄμυδις. μάλα κεν θρασυκάρδιος εἴη 
 ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο. 
 
θαυμάσαντες δὲ καὶ ἐν τούτῳ τὸν Ὅμηρον οἱ Ἕλληνες 
ἐπήνουν, ὡς παρὰ τὸ προσῆκον γεγονότων τῶν ἐπῶν, καὶ
ἐκέλευον διδόναι τὴν νίκην. ὁ δὲ βασιλεὺς τὸν Ἡσίοδον
ἐστεφάνωσεν εἰπὼν δίκαιον εἶναι τὸν ἐπὶ γεωργίαν καὶ
εἰρήνην προκαλούμενον νικᾶν, οὐ τὸν πολέμους καὶ σφαγὰς
διεξιόντα. τῆς μὲν οὖν νίκης οὕτω φασὶ τυχεῖν τὸν 
Ἡσίοδον καὶ λαβόντα τρίποδα χαλκοῦν ἀναθεῖναι ταῖς
Μούσαις ἐπιγράψαντα·
 
 σίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν 
 ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον. 
 τοῦ δὲ ἀγῶνος διαλυθέντος διέπλευσεν ὁ Ἡσίοδος εἰς 
 
Δελφοὺς χρησόμενος καὶ τῆς νίκης ἀπαρχὰς τῷ θεῷ ἀναθή-
 

 
σων. προσερχομένου δὲ αὐτοῦ τῷ ναῷ ἔνθεον γενομένην
τὴν προφῆτίν φασιν εἰπεῖν·
 
 ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἀμφιπολεύει, 
 Ἡσίοδος Μούσῃσι τετιμένος ἀθανάτῃσιν· 
 τοῦ δʼ ἦ τοι κλέος ἔσται ὅσην τʼ ἐπικίδναται ἠώς. 
 ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος· 
 κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν. 
 
ὁ δὲ Ἡσίοδος ἀκούσας τοῦ χρησμοῦ, τῆς Πελοποννήσου
 μὲν ἀνεχώρει νομίσας τὴν ἐκεῖ Νεμέαν τὸν θεὸν λέγειν,
εἰς δὲ Οἰνόην τῆς Λοκρίδος ἐλθὼν καταλύει παρʼ Ἀμφι-
φάνει καὶ Γανύκτορι, τοῖς Φηγέως παισίν, ἀγνοήσας τὸ
μαντεῖον. ὁ γὰρ τόπος οὗτος ἅπας ἐκαλεῖτο Διὸς Νεμείου
ἱερόν. διατριβῆς δὲ αὐτῷ πλείονος γενομένης ἐν τοῖς
 Οἰνοεῦσιν ὑπονοήσαντες οἱ νεανίσκοι τὴν ἀδελφὴν αὐτῶν
μοιχεύειν τὸν Ἡσίοδον, ἀποκτείναντες εἰς τὸ μεταξὺ τῆς
Εὐβοίας καὶ τῆς Λοκρίδος πέλαγος κατεπόντισαν. τοῦ δὲ
νεκροῦ τριταίου πρὸς τὴν γῆν ὑπὸ δελφίνων προσενεχ-
θέντος ἑορτῆς τινος ἐπιχωρίου παρʼ αὐτοῖς οὔσης Ἀριαδνείας
 πάντες ἐπὶ τὸν αἰγιαλὸν ἔδραμον καὶ τὸ σῶμα γνωρίσαντες
ἐκεῖνο μὲν πενθήσαντες ἔθαψαν, τοὺς δὲ φονεῖς ἀνεζήτουν.
οἱ δὲ φοβηθέντες τὴν τῶν πολιτῶν ὀργὴν κατασπάσαντες
ἁλιευτικὸν σκάφος διέπλευσαν εἰς Κρήτην. οὓς κατὰ
μέσον τὸν πλοῦν ὁ Ζεὺς κεραυνώσας κατεπόντωσεν, ὥς
 φησιν Ἀλκιδάμας ἐν Μουσείῳ. Ἐρατοσθένης δέ φησιν
ἐν †ἐνηπόδω† Κτίμενον καὶ Ἄντιφον τοὺς Γανύκτορος ἐπὶ τῇ
προειρημένῃ αἰτίᾳ ἀνελόντας σφαγιασθῆναι θεοῖς τοῖς
 

 
ξενίοις ὑπʼ Εὐρυκλέους τοῦ μάντεως. τὴν μέντοι παρθένον
τὴν ἀδελφὴν τῶν προειρημένων μετὰ τὴν φθορὰν ἑαυτὴν
ἀναρτῆσαι, φθαρῆναι δὲ ὑπό τινος ξένου συνόδου τοῦ 
Ἡσίοδου Δημώδους ὄνομα· ὃν καὶ αὐτὸν ἀναιρεθῆναι ὑπὸ
τῶν αὐτῶν φησιν. ὕστερον δὲ Ὀρχομένιοι κατὰ χρησμὸν
μετενέγκαντες αὐτὸν παρʼ αὑτοῖς ἔθαψαν καὶ ἐπέγραψαν
ἐπὶ τῷ τάφῳ·
 
 Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος 
 ὀστέα πληξίππων γῆ Μινυὰς κατέχει 
 Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν 
 ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. 
 
καὶ περὶ μὲν Ἡσιόδου τοσαῦτα· ὁ δὲ Ὅμηρος ἀποτυχὼν
τῆς νίκης περιςρχόμενος ἔλεγε τὰ ποιήματα, πρῶτον μὲν 
τὴν Θηβαίδα ἔπη ,ζ ἧς ἡ ἀρχή·
 
 Ἄργος ἄειδε θεὰ πολυδίψιον ἔνθεν ἄνακτες· 
 
εἶτα Ἐπιγόνους ἔπη ,ζ ὧν ἡ ἀρχή·
 
 νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα Μοῦσαι. 
 
φασὶ γάρ τινες καὶ ταῦτα Ὁμήρου εἷναι. ἀκούσαντες 
δὲ τῶν ἐπῶν οἱ Μίδου τοῦ βασιλέως παῖδες Ξάνθος καὶ
Γόργος παρακαλοῦσιν αὐτὸν ἐπίγραμμα ποιῆσαι ἐπὶ τοῦ
τάφου τοῦ πατρὸς αὐτῶν, ἐφʼ οὗ ἦν παρθένος χαλκῆ τὸν
Μίδου θάνατον οἰκτιζομένη. καὶ ποιεῖ οὕτως·
 
 χαλκῆ παρθένος εἰμί, Μίδον δʼ ἐπὶ σήματος ἧμαι. 
 ἔς τʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ 
 καὶ ποταμοὶ πλήθωσι, περικλύζῃ δὲ θάλασσα, 
 ἠέλιος δʼ ἀνιὼν φαίνῃ λαμπρά τε σελήνη, 
 
 

 
 
 αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ 
 σημανέω παριοῦσι Μίδης ὅτι τῇδε τέθαπται. 
 
λαβὼν δὲ παρʼ αὐτῶν φιάλην ἀργυρᾶν ἀνατίθησιν ἐν
Δελφοῖς τῷ Ἀπόλλωνι, ἐπιγράψας
 
 Φοῖβε ἄναξ δῶρόν τοι Ὅμηρος καλὸν ἔδωκα 
 σῇσιν ἐπιφροσύναις· σὺ δέ μοι κλέος αἰὲν ὀπάζοις. 
 μετὰ δὲ ταῦτα ποιεῖ τὴν Ὀδύσσειαν ἔπη μ,β΄, πεποιηκὼς 
 
ἤδη τὴν Ἰλιάδα ἐπῶν μ,εφ΄. παραγενόμενον δὲ ἐκεῖθεν
εἰς Ἀθήνας αὐτὸν ξενισθῆναί φασι παρὰ Μέδοντι τῷ
βασιλεῖ τῶν Ἀθηναίων. ἐν δὲ τῷ βουλευτηρίῳ ψύχους
ὄντος καὶ πυρὸς καιομένου σχεδιάσαι λέγεται τούσδε τοὺς
 στίχους·
 
 ἀνδρὸς μὲν στέφανοι παῖδες, πύργοι δὲ πόληος, 
 ἵπποι δʼ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης, 
 λαὸς δʼ εἰν ἀγορῇσι καθήμενος εἰσοράασθαι. 
 αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι 
 ἤματι χειμερίῳ ὁπότʼ ἂν νείφῃσι Κρονίων. 
 ἐκεῖθεν δὲ παραγενόμενος εἰς Κόρινθον ἐρραψῴδει τὰ 
 
ποιήματα. τιμηθεὶς δὲ μεγάλως παραγίνεται εἰς Ἄργος.
καὶ λέγει ἐκ τῆς Ἰλιάδος τὰ ἔπη τάδε·
 
 οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν 
 Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, 
 Τροιζῆνʼ Ἠιόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον 
 νῆσόν τʼ Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, 
 τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης 
 Τυδεΐδης οὗ πατρὸς ἔχων μένος Οἰνεΐδαο, 
 
 

 
 
 καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· 
 τοῖσι δʼ ἅμʼ Εὐρύπυλος τρίτατος κίεν ἰσόθεος φώς, 
 Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος. 
 ἐκ πάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης. 
 τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο· 
 ἐν δʼ ἄνδρες πολέμοιο δαήμονες ἐστιχόωντο 
 Ἀργέιοι λινοθώρηκες, κέντρα πτολέμοιο. 
 
τῶν δὲ Ἀργείων οἱ προεστηκότες ὑπερβολῇ χαρέντες
ἐπὶ τῷ ἐγκωμιάζεσθαι τὸ γένος αὐτῶν ὑπὸ τοῦ ἐνδο-
ξοτάτου τῶν ποιητῶν, αὐτὸν μὲν πολυτελέσι δωρεαῖς
ἐτίμησαν, εἰκόνα δὲ χαλκῆν ἀναστήσαντες ἐψηφίσαντο 
θυσίαν ἐπιτελεῖν Ὁμήρῳ καθʼ ἡμέραν καὶ κατὰ μῆνα καὶ
κατʼ ἐνιαυτὸν 〈καὶ〉 ἄλλην θυσίαν πενταετηρίδα εἰς Χίον
ἀποστέλλειν. ἐπιγράφουσι δὲ ἐπὶ τῆς εἰκόνος αὐτοῦ
 
 θεῖος Ὅμηρος ὅδʼ ἐστὶν ὃς Ἑλλάδα τὴν μεγάλαυχον 
 πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ, 
 ἔξοχα δʼ Ἀργεΐους, οἳ τὴν θεοτείχεα Τροίην 
 ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης. 
 οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν 
 ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων. 
 
ἐνδιατρίψας δὲ τῇ πόλει χρόνον τινὰ διέπλευσεν εἰς Δῆλον 
εἰς τὴν πανήγυριν. καὶ σταθεὶς ἐπὶ τὸν κεράτινον βωμὸν
λέγει ὕμνον εἰς Ἀπόλλωνα οὗ ἡ ἀρχή
 
 μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο. 
 
ῥηθέντος δὲ τοῦ ὕμνου οἱ μὲν Ἴωνες πολίτην αὐτὸν κοινὸν
ἐποιήσαντο, Δήλιοι δὲ γράψαντες τὰ ἔπη εἰς λεύκωμα ἀνέ- 
θηκαν ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ. τῆς δὲ πανηγύρεως
λυθείσης ὁ ποιητὴς εἰς Ἴον ἔπλευσε πρὸς Κρεώφυλον κἀκεῖ
 

 
χρόνον διέτριβε πρεσβύτης ὢν ἤδη. ἐπὶ δὲ τῆς θαλάσσης
καθήμενος παίδων τινῶν ἀφʼ ἁλείας ἐρχομένων ὥς φασι
 πυθόμενος
 
 ἄνδρες ἀπʼ Ἀρκαδίης θηρήτορες ἦ ῥʼ ἔχομέν τι; 
 
εἰπόντων δὲ ἐκείνων
 
 ὅσσʼ ἕλομεν λιπόμεσθα, ὅσʼ οὐχ ἕλομεν φερόμεσθα, 
 
οὐ νοήσας τὸ λεχθὲν ἤρετο αὐτοὺς ὅ τι λέγοιεν. οἱ δέ φασιν
 ἐν ἀλείᾳ μὲν ἀγρεῦσαι μηδέν, ἐφθειρίσθαι δέ, καὶ τῶν
φθειρῶν οὓς ἔλαβον καταλιπεῖν, οὓς δὲ οὐκ ἔλαβον ἐν τοῖς
ἱματίοις φέρειν. ἀναμνησθεὶς δὲ τοῦ μαντείου ὅτι τὸ τέλος
αὐτοῦ ἥκοι τοῦ βίου, ποιεῖ τὸ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα.
ἀναχωρῶν δὲ ἐκεῖθεν, ὄντος πηλοῦ ὀλισθὼν καὶ πεσὼν ἐπὶ
 τὴν πλευράν, τριταῖος ὥς φασι τελευτᾷ· καὶ ἐτάφη ἐν Ἴῳ.
ἔστι δὲ τὸ ἐπίγραμμα τόδε·
 
 ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει, 
 ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.