Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἄν εἴη 
σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος ὡς μὲν οὖν συντόμως 
εἰπτεῖν, δόξειεν 〈ἂν〉 οὐκ ἄλλης ἢ τῆς πολιτικῆς εἶναι μέρος. ἔστι
γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν
τινα εἶναι, λέγω δʼ οἷον σπουδαῖον· τὸ δὲ σπουδαῖον εἶναί
 ἐστι τὸ τὰς ἀρετὰς ἔχειν·

δεῖ ἄρα, εἴ τις μέλλει ἐν τοῖς 
 πολιτικοῖς πρακτικὸς εἶναι, τὸ ἦθος εἶναι σπουδαῖος·

μέρος 
ἐστὶν ἄρα, ὡς ἔοικε, καὶ ἀρχὴ ἡ περὶ τὰ ἤθη πραγματεία
τῆς πολιτικῆς, τὸ δʼ ὅλον καὶ τὴν ἐπωνυμίαν δικαίως δο-
κεῖ ἄν μοι ἔχειν ἡ πραγματεία οὐκ ἠθικὴν ἀλλὰ πολιτι-
 κήν.

— δεῖ ἄρα, ὡς ἔοικε, πρῶτον ὑπὲρ ἀρετῆς εἰπεῖν, τί τέ 
ἐστι καὶ ἐκ τίνων γίνεται. σὐθὲν γὰρ ἴσως ὄφελος εἰδέναι
μὲν τὴν ἀρετήν, πῶς δὲ ἔσται καὶ ἐκ τίνων μὴ ἐπαΐειν. οὐ
γὰρ μόνον ὅπως εἰδήσομεν τί ἐστι σκοπεῖσθαι δεῖ, ἀλλὰ
 
 

 
 καὶ ἐκ τίνων ἔσται σκέψασθαι. ἅμα γὰρ εἰδῆσαι βουλό-
μεθα καὶ αὐτοὶ εἶναι τοιοῦτοι· τοῦτο δʼ οὐ δυνησόμεθα, ἐὰν
μή εἰδῶμεν καὶ ἐκ τίνων καὶ πῶς ἔσται.

— ἀναγκαῖον μὲν
οὖν εἰδῆσαι τί ἐστιν ἀρετή (οὐ γὰρ ῥᾴδιον εἰδέναι τὸ ἐκ 
τίνων ἔσται καὶ πῶς ἔσται, ἀγνοοῦντα τὸ τί ἐστίν, ὥσπερ οὐδʼ
 ἐπὶ τῶν ἐπιστημῶν)· οὐ δεῖ δὲ λανθάνειν οὐδʼ εἴ τινες πρότε-
ρον ὑπὲρ τούτων εἰρήκασιν.

πρῶτος μὲν οὗν ἐνεχείρησεν Πυ-
θαγόρας περὶ ἀρετῆς εἰπεῖν, οὐκ ὀρθῶς δέ· τὰς γὰρ ἀρετὰς
εἰς τοὺς ἀριθμοὺς ἀνάγων οὐκ οἰκείαν τῶν ἀρετῶν τὴν θεω-
ρίαν ἐποιεῖο· οὐ γάρ ἔστιν δικαιοσύνη ἀριθμὸς ἰσάκις ἴσος.

μετὰ τοῦτον Σωκράτης ἐπιγενόμενος βέλτιον καὶ ἐπὶ πλεῖον 
εἶπτεν ὑπὲρ τούτων, οὐκ δρθῶς δὲ οὐδʼ οὗτος. τὰς γὰρ ἀρετὰς
ἐπιστήμας ἐποίει· τοῦτο δʼ ἐστὶν εἶναι ἀδύνατον. αἱ γὰρ ἐπι-
στῆμοι πᾶσαι μετὰ λόγου, λόγος δὲ ἐν τῷ δανοητικῷ τῆς
ψυχῆς ἐγγίνεται μορίῳ· γίνονται οὗν αἱ ἀρεταὶ πᾶσαι κατ᾿
 αὖτὸν ἐν τῷ λογιστικῷ τῆς ψυχῆς μορἱῳ· συμβαίνει οὖν
αὐτῷ ἐπιστήμας ποιοῦντι τὰς ἀρετὰς ἀναιρεῖν τὸ ἄλογον
μέρος τῆς ψυχῆς, τοῦτο δὲ ποιῶν ἀναιρεῖ καὶ πάθος καὶ
ἦθος.

διὸ οὐκ ὀρθῶς ἥψατο ταύτῃ τῶν ἀρετῶν. μετὰ ταῦτα
δὲ Πλάτων δείλετο τὴν ψυχὴν εἴς τε τὸ λόγον ἔχον καὶ
 εἰς τὸ ἄλογον ὀρθῶς, καὶ ἀπέδωκεν ἑκάστῳ [τὰς] ἀρετὰς προση-
 

 
κούσας. μέχρι κὲν οὖν τούτου καλῶς· μετὰ μέντοι τοῦτο οὐκέτι
ἐρθῶρ. τὴν γὰρ ἀρετὴν κατέμιξεν [καὶ συνέζευξεν] εἰς τὴν πρα-
χματείαν τὴν ὑπὴρ τἀγαθοῦ, οὐ δὴ ὀρθῶς· οὐ γὰρ οἰκεῖον· ὑαὲρ
γὰρ νῶν ὅντν καὶ ἀληθείας λέγυντα οὐκ ἔδει ὑπὲρ ἀρετῆς
 φράζειν· οὐδὲν γὰρ τούτῳ κἐικείνῳ κ??ιν??ν.

— ??ὗτοι μὲν οὖν ἐπὶ 
τ??σοῦτον ἐφήψαντο καὶ οὕτως· ἐχ??μενον δʼ ἂν εἴη μετὰ
υαῦτα σκώψασθαι τί δεῖ αὐτοὺς λέγειν ὑπὲρ τούτων. πρῶτον
μὰν ??ὖν ἰδε??ν δεῖ ὅτι πάσης ἐπιστήκης καὶ δυνάμεως ἐσπί τι
τώλ??ς, καὶ τ??ῦτʼ ἀγαθόν· οὐδεμία γὰρ οὔτʼ ἐπιστήμη οὔτε δύνα-
 μες ἕνκεν κ??ῦ ἐστίν.

εἰ οὖν πασῶν τῶν δυνάμεων ἀγαθὸν 
τ?? τέλος, δῆλον ὡς καὶ τῆς βελσίστης βέλτιστον ἂν εἴη.
ὠλλὰ μ??ν γε π??λισικὴ βελείστη δύναμις, ὥστε τὸ τέλ??ς 
αὐτῇς ἂν εἴη ** ἀγαθόν. ὑπὲρ ἀγαθοῦ ἄρα, ὡς ἔικεν, ἡμῖν
λεκτέον, καὶ ὑπὲρ ἀγαθοῦ οὐ τοῦ ἁπλῶς, ἀλλὰ τοῦ ἡμῖν· οὐ
γὰρ κ??ῦ θεῶν ἀγωθοῦ· ἀλλʼ ὑπὲρ μὲν τ??ύτου καὶ ἄλλος λό-
 γος κα ἀλλοτρία ἡ σκέψις.

ὑπὲρ τοῦ πολιτικοῦ ἄρα ἡμῖν λε- 
πτέον ὡγαθοῦ. — πάλιν δὲ καὶ τρῦτο διελεῖν δεῖ. ὑπὲρ ἀγαθοῦ
τοῦ πῶς λεγεμένου; οὐ γάρ ἐστιν ἁπαλεῦν. λέχεται γὰρ ἀγα-
θ??ν ἢ τὸ ἄριστον ἐν ἑκάστῳ τῶν ὄντων, τοῦτο δʼ ἐστὶ τὸ διὰ
?? αὐσ?? φύσιν αἱρετόν· ἢ οὗ τἆλλο μεκασχόντα ἀγαθὰ
 ἐστίν, το??το δέ ἐστιν ἡ ίδέα τὰγαθοῦ.

—τότερον οὖν ὑπὲρ τῆς ἰδέας 
τοῦ ἀγαθοῦ δεἴ, ἢ οὔ, ἀλλʼ ὡς τὸ κοινὸν ἐν ἅπασιν ὑπάρχον
ἀγακθόν; ἕτέρον γὰρ τῆς ἰδέας τοῦτο δόξειεν ἂν εἶναι. ἡ μὲν
 
 

 
γὰρ ἰδέα χωριστὸν καὶ αὐτὸ καθʼ αὐτό· τὸ δὲ κοινὸν ἐν
ἅπεασιν ὑπάρχει, οὐκ ἔστιν δὴ ταὐτὸν τῷ χωριστῷ. οὐ γὰρ ἄν
 ποτε τὸ χωριστὸν καὶ τὸ πεφυκὸς αὐτὸ καθʼ αὐτὸ εἶναι ἐν
πᾶσιν ὑπάρχοι.

πότερον οὖν ὑπὲρ τούτου δεῖ λέγειν τἀγαθοῦ
τοῦ ἐνυπάρχοντος ἢ οὔ; διὰ τί; ὅτι τοῦτο ἐστὶ μὲν τὸ κοινόν,
ὡς ὁ ὁρισμὸς καὶ ἡ ἐπαγωγή· ὁ δὲ ὁρισμὸς βούλεται τὴν
ἑκάστου οὐσίαν λέγειν, ἤτοι ὅτι ἀγαθὸν ἢ ὅτι κακὸν ἢ ὅ τι
 ἂν ἄλλο ᾖ λέγει δὲ ὁ ὅρος ὅτι τὸ τοιόνδʼ ἀγαθὸν καθόλου,
ὃ ἂν ᾖ αὐτὸ διʼ αὑτὸ αἱρετόν· τὸ δὲ ἐν ἅποσιν ἐνυπάρχον
ὅμοιον τῷ ὅρῳ ἐστίν·

ὁ δὲ ὅρος λέγει ὅτι ἀγαθόν, ἐπιστήμη 
δέ γε οὐδὲ δύναμις οὐδεμία λέγει ὑπὲρ τοῦ τέλους τοῦ αὐτῆς
ὅτι ἀγαθόν, ἀλλὰ τοῦτο μὲν ἄλλης δυνάμεώς ἐστι θεωρῆσαι
 (οὔτε γὰρ ὁ ἰατρὸς οὔτε ὁ οἰκοδόμος λέγει ὅτι ἀγαθὸν ἡ ὑγίεια
οὐδὲ ἡ οἰκία, ἀλλʼ ὅτι ὃ μὲν ὑγίειαν ποιεῖ, καὶ ὡς ποιεῖ, ὃ
δʼ οἰκίαν)·

δῆλον τοίνυν ὅτι οὐδὲ τῇ πολιτικῇ ὑπὲρ τοῦ ἀμαθοῦ 
λεκτέον τοῦ κοινοῦ. μία γάρ ἐστιν καὶ αὐτὴ τῶν λοιπῶν ἐπι-
στημῶν· τοῦτο δὲ οὐδεμιᾶς ἦν λέγειν οὔτε δυνάμεως οὔτʼ ἔπι-
 στήμης ὡς τέλος· οὐδʼ ἄρα τῆς πολιτικῆς ἐστιν τὸ ὑπὲρ τοῦ
κοινοῦ ἀγαθοῦ λέγειν τοῦ κατὰ τὸν ὁρισμόν.

ἀλλὰ μὴν οὐδὲ
τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ. διὰ τί; ὅτι ὅταν βουλώμεθα
δεῖξαί [καί] τι τῶν μέρος ἀγαθῶν, ἢ τῷ ὁρισμῷ δείκνυμεν
ὅτι ὁ αὐτὸς λόγος ἐφαρμόττει ἐπί τε τἀγαθὸν καὶ ἐπὶ τοῦτο
 ὃ ἂν βουλώμεθα δεῖξαι ὅτι ἀγαθόν, ἢ τῇ ἐπαγωγῇ, οἷον
 
 

 
ὅταν θέλωμεν δεῖαι ὅτι ἡ μεγαλνψυχία ἐστὶν ἀγαθόν,
φαμὲν ὅτι ἡ δικαιοσύνη ἀγαθὸν καὶ ἡ ἀνδρεία καὶ ἀπλῶς 
αἱ ἀρεταί, ἡ δὲ μεγαλοψυχία ἀρετή, ὥστε καὶ ἡ μεγαλο-
 ψυγία ἀγαθόν

οὐδὲ δὴ ὑπὲρ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ
ἀγαθοῦ λεπτέον τῇ πολιτικῇ, ὅτι τὰ αὐτὰ ἀδύνατα συμβή-
σεται τούτῳ καὶ τ κατὰ τὸν ὅρον κοινῷ ἀγαθῷ. ὅτι γὰρ 
ἀγαθόν, καὶ ἐνταῦθʼ ἐρεῖ. — δῆλον τοίνυν ὅτι ὑπὲρ τοῦ ἀρίστου
 ἀγαθοῦ λεκτέον ἐστὶν καὶ ἀρίστου τοῦ ἡμῖν ἀρίστου

τὸ δʼ ὅλον
ἴδοι ἄν τις ὅτι οὐκ ἔστιν μιᾶς οὔτʼ ἐπιστήμης οὔτε δυνάμεως τὸ
ὑπὲρ παντὸς ἀγαθοῦ σκοπεῖν. διὰ τί; ὅτι τἀγαθὸν ἐν πά-
σαις ταῖς κατηγορίαις ἐστίν· καὶ γάρ ἐν τῷ τί καὶ ἐν τῷ 
ποιῷ καὶ ἐν τῷ ποσῷ καὶ πότε καὶ πρός τι [καὶ τινὶ] καὶ
 ἁπλῶς ἐν ἀπάσαις.

ἀλλὰ μὴν τὸ πότε ἀγαθὸν ἐν μὲν.
ἰατρικῇ ὁ ἰατρὸς οἶδεν, ἐν δὲ κυβερνητικῇ ὁ κυβερνήτης, ἐν
ἑκάστῃ δʼ ἕκαστος. πότε μὲν γὰρ δεῖ τεμεῖν ὁ ἰατρὸς οἶδεν,
πότε δὲ δεῖ πλεῖν ὁ κυβερνήτης. ἐν ἑκάστῃ δὲ τὸ πότε ἀγαθὸν 
ἕκιαστος τὸ καθʼ ἑαυτὸν εἰδήσει· οὔτε γὰρ ὁ ἰατρὸς τὸ ἐν τῇ
κυβερνητικῇ ἀγαθὸν πότε εἰδήσει, οὔτε ὁ κυβερνήτης τὸ ἐν
ἰατρικῇ. οὐκ ἄρα οὐδʼ οὕτως ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λεκτέον· τὸ
 γὰρ πότε ἐν πάσαις κοινόν.

ὁμοίως δὲ καὶ τὸ πρός τι ἀγα-
θὸν καὶ τὸ κατὰ τὰς ἄλλας κατηγορίας κοινὸν μὲν ἀπά- 
σαις, οὐδεμιᾶς δʼ ἐστὶν οὔτε δυνάμεως οὔτʼ ἐπιστήμης εἰπεῖν
ὑπὲρ τοῦ ἐν ἑκάστῃ πότε ἀγαθοῦ, οὐδʼ αὗ τῆς πολιτικῆς ὑπὲρ
τοῦ κοινοῦ ἀγαθοῦ λέγειν. ὑπὲρ τοῦ ἀγαθοῦ ἄρα, καὶ ὑπὲρ τοῦ
 ἀρίστου, καὶ ὑπὲρ τοῦ ἡμῖν ἀρίστου.

—ἔσωος δὲ οὐδὲ δεῖ βουλόμε-
νόν τι δεικνύναι, τοῖς μὴ φανεροῖς παραδείγμασι χρῆσθαι, ἀλλʼ 
ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς, καὶ ὑπὲρ τῶν νοητῶν τοῖς
 
 

 
αἰσῦητ??ῖς. [καὶ] ταῦτα γὼρ φανερώτερα. ὅταν οὖν ὑπὲρ τὰγαθοδ
τις ἐγχειρ λέγων, οὐ λε??τέ??ν ἐστὶν ὑπὲρ τῆς ἰδέας.

καίτ
οἴσνταί γε δεῖν, ὅταν ??τὲρ τοῦ ἀγαθ??ῦ λέγωσιν, ὑπὲρ τῆς 
 ἰδέας δεῖν λέγειν· ὑπὲρ γὰρ τοῦ μάλεστα ἀγαθοῦ φασι ??ν
λέγειν, αὐτὸ δὲ ἕκαστον μάλιστʼἐστὶν [τὸ] τ??ιοῦτον, ὥστεμάλιστ’
?? ἀμαθὸν ἣ ἰδέα, ὡ σἴονται.

ὁ δη τοιεῦτος λόγος ἀληθὴς
μέν ἐστιν ἴσως· δλλʼ οὐχ ἡ πωολιτικὴ ἐπιστήμη ἢ δύνκρπς,
ὑπὲρ ἧς νῦν ἐστιν ὁ λόγος, οὐχ ὑπὲρ τούωτου σκοπεῖ τἀγ??θ??,
 ἀλλὰ τοῦ ἡμῖν ἀγαθοῦ, [οὐδεμία γὰρ οὔτʼἐπιφκήμη οὔτε δύνα-
μις ὑπὲρ τοῦ τέλους λέγει ὅτι ἀγαθόν, ὥστε οὐδʼ ἡ πολιτεή.]
διὸ οὐχ ὑπὲρ τοῦ κατὰ νὴν ἰδέαν ὠγαθοῦ τὸν λόγον ποιεπεῖται.

ἀλλʼ ἴσας [φησὶ] τούτῳ τὰγαθ ἀρχῇ χρησάμsνος ὑπὲρ τῶν 
καθʼ ἕκαστα, ἐκ τούτου πρ??βάς, ἐρεῖ οὐδʼ οὕτ??ς ὀρθῶς. δεῖ γὰρ
 τὰς ἀρχὰς οἰκείας λαμβάνειν. ἄοπον γάρ, εἴ πις βονλόμ??ν??ς
τὸ τρίγωνον ὡς δυσῖν ὀρθαῖς ἴας ἔχον δεῖξαι, λάβοι ὡφχὴν
ὅτι ἡ ψυγὴ ἀθάναως.

οὐ γὰρ οἰκεία, δεῖ δὲ τὴν ἀργὴν
οἰκείαν εἶναι καὶ συνημμένην· ν??ν δὲ καὶ ἄνευ τοῦ τὴν ψυ-
 χὴν εἶναι ἀθάνατον δείξει τας δυσὶν ὀρθαῖς ἴσκς ἔχ??ν τὺ
τρίγωνον.

ὁμ??ίως δὲ καὶ ἐπὶ τῶν ἀγαθῶν ἐστα θεάσασθαι
τὰ ἄλλα ἄνευ τοῦ κατὰ τὴν ἰδέαν ἀγαθρῦ δα οὐκ οἰκείαν
ἀρχὴν εἶναι τούτου τὰγαθσῦ. — * οὐκ ὀρθῶς δὲ οὐδʼ ὁ
 
 

 
ἐποίει τὰς ἀρενάς. ἐκεῖνας γὰρ οὐὰὲν ᾤετρ δεῖν
μάτ??ν εἶναι, ἐκ δὲ τοῦ τὰς ἀρετὰς ἐπιστήμας εἶν??ι συνέβαι- 
νεν αὐτ τὰς ἀρετὰς μάτην εἶναι. διὰ τί; ὅτι ?? τῶν ἐνα-
στημῶν συμβαίνει ἅμα εἰδέναι τὴν ἐπιστήμην τί ἐστι καὶ
εἶναι ἐπισνήμονα (εἰ γὰρ ἐατριπήν πις οἶδεν ?? ἐστέν, καὶ ??ς
οὗτος εὐθέως ἐστίν, ??μ??ίως δὲ καὶ τῶν ἄλλων ἐπισ??ημῶν)
 ἀλλʼ οὐπ ἐπὶ τῶν ἀρετῶν τοῦτ?? σ υμιβαίνει οὖ γὰρ εἴ τις ??ἶδεν 
?? δικαιοσύνην τέ ἐκτ??ν, εὐθέως δίκαιος ἐστίν, ὡς δʼ αὕτως
κἀπὶ υῶν ἄλλων. σημβαίνει οὖν καὶ μάπην τὰς ἀρεκὰς εἶναι
κε μὴ εἶναι ἐπ??στήκας.

ἐπεὲ δʼ ὑπὲρ τούτορν διώρισται, πειραθῶμςν
ποσαχῶς λέγ??αι. ἔστι γὰρ τῶν ἀμκθῶν τὰ μὲν 
τέμια, τὰ δʼ ἐπαινι??ά, τὰ δὲ δ??νάμες. τὸ δὲ τίμιον λέγα
?? τοοιῦτον, τὸ θεῖον, τὸ βέλτι??ν, οἷον ψυχή, νοῦς, τὸ ἀρχ??-
τ??ρον, ἡ ἀρχή, τὰ τοιωῦτα· τίμια γὰρ ἐφʼ οἷς ἡ τιμή, τοῖς
δὲ τοιούτοις πᾶσιν τιμὴ ἀκολουθεῖ οὐκοᾶν καὶ ἡ ἀρευ άμιεν,
ὅταν γε δὴ ἀπʼ αὐτῆς σπ??υδαῖός τις γένητεα· ἤδή γὰρ οὗτος εἰς 
 τ τῆς ὡρετῆς σχῆμα ἥκει.

τὰ δʼ ἐπαινετά, εἷεν ὡρπαί·
ὡπὸ γὰρ τῶν ποτ’ αὐτὰς πράξεων ἑ ἔπαινος γίνεται. τὰ
δὲ δ??νάμεος, οἷον ἀρχὴ πλοῦτος ἰσχὺς κάλλος· τούτοις γὰρ
καὶ ?? σπονδαῖος εὖ ἂν δύνηται χήσασθαι καὶ ὁ φαῦλος
κακῶς·

διὸ δονώμεις τὰ τοιαῦτα καλοῦνται ἀγαθν ἀγαθὰ 
μὲν δὴ εἰσύν (δοκιμάζεται γὰρ τ τοῦ σπουδαίου αὐτῶν ἕκα-
 .
 

 
στον χρήσει, οὐ τῇ τοῦ φαύλου)· τοῖς δʼ αὐτοῖς ταύτοις συμβέ-
βηκεν ἀγαθοῖς καὶ τὴν τύχην τῆς γενέσεως αὐτῶν αἰτέαν
εἶναι. ἀπὸ τύχης γὰρ καὶ πλοῦτος γίνεται καὶ ἀρχὴ
 καὶ ὅλως ὅσα εἰς δυνάμεως τάξιν ἥκει.

λοιπὸν δὲ καὶ τέ-
ταρτον τῶν ἀγαθῶν τὸ σωστικὸν καὶ ποιηικὸν ἀγαθοῦ, οἷον
γυμνάσια ὑγιείας καὶ εἴ τι ἄλλο τοιοῦτον.

θῶντὰ μὲν πάντῃ καὶ πάντως αἱρετά, τὰ δʼ οὔ. οἷον ἡ μὲν δικαι-
 οσύνη καὶ αἱ ἄλλαι ἀρεταὶ καὶ πάντῃ καὶ πάντως αἴρεταί, ἰσχὺς δὲ
καὶ πλοῦτος καὶ δύναμις καὶ τὰ τοιαῦτα οὔτε πάντῃ οὔτε πάντως.
ἔτι καὶ ἄλλως·

τῶν γὰρ ἀγαθῶν τὰ μέν ἐστιν τέλη
τὰ δʼ οὐ τέλη, οἷον ἡ μὲν ὑγίεια τέλος, τὰ δὲ τῆς ὑγιείας
 ἕνεκεν οὐ τέλη. καὶ ὅσα οὕτως ἔχει, τούτων ἀεὶ τὸ τέλος βέλ-
τιον, οἷον ἡ ὑγίεια βέλτιον ἢ τὰ ὑγιεινά, καὶ ἀπλῶς ἀεὶ
καθόλου τοῦτο βέλτιον οὗ ἕνεκεν καὶ τὰ ἄλλα. — πάλιν αὐτῶν
τῶν τελῶν βέλτιον ἀεὶ τὸ τέλειον τοῦ ἀτελοῦς.

τέλειον δέ
ἐστιν οὗ παραγενομένου μηθενὸς ἔτι προσδεόμεθα, ἀτελὲς δέ οὗ
 παραγενομένου προσδεόμεθα τινός, οἷον τῆς δικαιοσύνης μὲν [μό-
νον] παραγενομένης πολλῶν προσδεόμεθα, τῆς δὲ εὐδαιμονί-
ας παραγενομένης οὐδενὸς ἔτι προσδεόμεθα. τοῦτο ἄρα ἐστὶν τὸ
ἄριστον ἡμῖν ὃ ζητοῦμεν, ὅ ἐστι τέλος τέλειον· τὸ δὲ δὴ τέ-
λειον τέλος τἀγαθόν ἐστι καὶ τέλος τῶν ἀγαθῶν.

ὡς καὶ αὐτοῦ συναριθμουμένου; ἀλλʼ ἄτοπον. τὸ γὰρ ἄριστον
ἐπειδή ἐστι τέλος τέλειον, τὸ δὲ τέλειον τέλος ὡς ἀπλῶς
 
 

 
εἰπεῖν οὐθὲν ἂν ἄλλο δόξειεν εἶναι ἢ εὐδαιμονία, τὴν δʼ
εὐδαιμονίαν ἐκ πολλῶν ἀγαθῶν συντίθεμεν· ἐὰν δὴ τὸ
βέλτεστον σκοπῶν καὶ αὐτὸ συναριθμῇς, αὐτὸ αὐτοῦ ἔσται 
βέλτιον. αὐτὸ γὰρ βέλτιστον ἐστίν. οἷον τὰ ὑγιεινὰ θεὶς καὶ
τὴν ὑγίειαν, σκόπει τί τούτων πάντων βέλτιστον· βέλτιστον
δέ ἐστιν ὑγίεια· εἰ δὴ τοῦτο πάντων βέλτιστον, καὶ αὐτὸ αὐτοῦ
 βέλπιστον.

ἄτοπον δὴ συμβαίνει. οὐ δὴ ἴσως οὕτω γε σκεπτέον
τὸ βέλτιστον. — ἀλλὰ ἆρά γε οὕτω πως, οἷον χωρὶς αὐτοῦ; ἢ 
καὶ τοῦτο ἄτοπον; ἡ γὰρ εὐδαιμονία ἐστὶν ἔκ τινων ἀγαθῶν
ένηή· τὸ δʼ ἐξ ὦν ἀγαθῶν σύγκειται, σκοπεῖν εἰ τοῦτʼ
ἐστὶν βέλτιον, ἄτοπον· οὐ γάρ ἐστιν ἄλλο τι χωρὶς τούτων ἡ
 εὐδαιμονία, ἀλλὰ ταῦτα.

— ἀλλʼ ἆρά γε οὑτωσί πως ἄν τις
ὀρθῶς σκοποῖτο συγκρίνων τὸ ἄριστον; οἷον αὐτὴν τὴν εὐδαι- 
μονίαν τὴν ἐκ τούτων τῶν ἀγαθῶν οὖσαν συγκρίνων πρὸς ἄλλα
ἃ μή ἐστιν ἐν αὐτῇ ἐνόντα, οὕτω τὸ ἄριστον σκοπῶν ὀρθῶς
ἂν σκοποῖτο; ἀλλʼ οὐκ ἔστιν ἀπλοῦν τὸ ἄριστον ὃ ζητοῦμεν νῦν.
οἷον λέγοι ἄν τις εἶναι ἄριστον τὴν φρόνησιν ἀπάντων τῶν
 ἀγαθῶν καθʼ ἓν συγκρινομένων.

ἀλλʼ ἴσως οὐχ οὕτως ζητητέον 
ἐστὶν τὸ ἄριστον ἀγαθόν. τὸ γὰρ τέλειον ζητοῦμεν ἀγαθόν, ἡ
δὲ φρόνησις μόνη οὖσα οὐ τέλειον· οὐκ ἄρα τοῦτο τὸ ἄριστον ὃ
ζητοῦμεν, οὐδὲ τὸ οὕτως ἄριστον.

μκετὰ τοίνυν τοῦτο ἔχει τὰ ἀγαθὰ ἄλλην διαίρεσια.
ἕστι γὰρ τῶν ἀγαθῶν τὰ κὲν ἐν ψυχῇ, οἷον αἱ ἀρεταί, νὰ
δὲ ἐν τῷ σώματι, οἷον ὑμίεια κάλλος, τὰ δʼ ἐκώς, πλοῦτος
ἀρχὴ τιμὴ εἴ τι ἄλλο τῶν τοιούτων τούτων δὲ τὰ ἐν ψθχ
 βέλτιστα.

τὰ δʼ ἐν ψυχ διώρισται ἀγεαθὰ εἰς τρία, εἰς
φρόνησιν εἰς ἀρετὴν καὶ ἡδονήν. 
 ἤδη τοίνυν τὸ μετὰ τοῦτο κα λέγομεν πάντες καὶ δοαεῖ
καὶ τέλος τῶν ἀγαθῶν καὶ τλειότατον εἶναι, ἡ εὐδ??,πμόα,
καὶ τοῦτο ταὐτό φακεν εἶναι τὸ εὖ πράττειν κκὶ εὖ ζῆν.

τὸ δὲ
 τέλος ἐστὶν οὐχ ἀπλοῦν ἀλλὰ διττ??ν· ἐνίων μὲν γάρ ἐτι τὸ τέλος
αὐτὴ ἡἐνέργεια καὶ ἡ χρῆσς, οἷο νῆς ὄψεως [ἐστιν ἡ ὅρκως]· καὶ
ἔστιν γε ἡ χρῆσις αἱρετωτέρα τῆς ἕξεως· τέλος γὰρ ἡ χρῆσις·
οὐδεὶς γὰρ ἂν βούλοιτο ἔχειν τὴν ἂψιν μὴ μέλλων ὁρᾶν ἀλλὰ
μύτιν.

ὁμοίως δὲ καὶ ἐπʼ ἀκοῆς καὶ τῶν τοιούτων. ὧν ἄρα
 καὶ [ἡ] χρῆσις καὶ ἕξις ἐστίν, ἀεὶ βέλτι??ν καὶ αἱρετώτερον ἡ χρῆ-
σις τῆς ἕξεως· ἡ γὰρ χρῆσις καὶ ἡ ἐνέργοια τέλος, ἡ δʼ ἕξις
τῆς χρήσεως ἕνεκεν.

— μετὰ τοῦτο τοίνυν τοῦτʼ ἐάν τις σκοπῇ
ἐπὶ τῶν ἐπισημῶν πασῶν, ὄψεται οὐκ ἄλλην μὲν
οἰκίαν, ἄλλην δὲ σπουδαίαν ??ἰκίαν, ἀλλὰ τὴν οἰ
 καὶ οὗ ποιητικὸς ὁ οἰκοδόκος, ἡ τούτου ἀρετὴ τοῦ αὐτοῦ τούτου
 εὖ ποιητική. ὁμοίως [καὶ] ἐπὶ τῶν ἄλλων ἁπάντων.

μετὰ τοίνυν τοῦτο ὁρῶμεν ὅτι οὐθενὶ ἄλλῳ ἢ ψυχῇ 
ζῶμεν· ἐν ψνχῇ δέ ἐστιν ἀρετή· τὸ αὐτό γέ τοί φαμεν
 
 

 
τή τε ψυχὴν πειεῖν καὶ τὴν τῆς ψαχῆς ἀρετήν. ἀλλ’ ἡ μὲν
ἀριτὴ ἐν ἑκώστῳ τοῦτο ποιεῖ 〈εὖ〉 οὗ ἐστιν ἀρετή, ἡ δὲ ψυχὴ 
παὲ τἆλλα μέν, ψμνχῇ δὲ ξῶμεν· λιὰ τὴν τῆς ψυχῆς
 ἀρετὴν ἄρα εὖ ζήσ??μεν.

τὸ δέ γε εὗ ζῆν καὶ εὗ πράττειν
οὐθὲν ἄλλο ἢ τὸ εὐδαιμονεῖν λέγομεν. τὸ ἄρα εὐδαιμονεῖν
καὶ ἡ εὐδαιμονία ἐν νῷ ?? ζῆν ἐστίν, τὸ δʼ εὖ ζῆν ἐν τὸ
κακὰ τὰς ἀρετὰς ζῆν. τοῦτʼ ἄρʼ ἐστὶν τέλος κα ἡ εὐδαμονία 
 καὶ τὸ ἄμσστονν.

ἐν χρώσει τοίνυν τινὶ ἂν εἴη καὶ ἐνεργείῳ
ἡ εὐδαιμονία. ὧν γὰρ ἦν ἕξις καὶ χρῆσις, ἡ χρῆτις καὶ
ἡ ἐνέργεια τέλος· τῆς δὲ ψυχῆς ἡ ἀρετὴ ἕξις ἐστίν· ἔστιν
δὲ καὶ ἐνέργνα καὶ [ἡ] χρῆσις αὐτῆς τῶν ἀρετῶν· ὥστς τέλος
ἂν εἴη ἡ ἐνέργεια καὶ ἡ χρῆσις αὐτῆς· ἡ εὐδαιμονία ἄρʼ 
 ἂν εἴη ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν.

ἐπαδήπερ οὖν τὸ ἄρι-
στον ἀγαθόν ἐστιν ἡ εὐδαιμονία, καὶ αὕτη τέλος καὶ τέλειον
τέλος ἐνεργείᾳ, ζῶντες ἂν κατὰ τὰς ἀρετὰς εὐδαίμονες εἴ-
ημεν καὶ ἔχοιμεν τὸ ὥριστον ἀγαθόν,

—ἐπεὶ δʼ οὖν ἐστιν ἡ εὐδευι- 
μ??νία τέλειεν ἀγαθὸν καὶ τέλος, οὐδὲ τοῦτο δεῖ λανθάνειν ὅτι καὶ
ἐν τελείῳ ἔστε. οὐ γὰρ ἔσται ἐν παιδί (οὐ γάρ ἐσα παῖς
ὐδαίμων), ἀλλʼ ἐν ἀνδρί· οὗτος γὰρ τέλειρς. — οὐδʼ ἐν χρύνῳ
γε ἀιελεῖ, ἀλλʼ ἐν τελείῳ. τέλιος δʼ ἂν εἴη χρόνος, ὅσον 
ἄνθρωπος βιοῖ. καὶ γὰρ λέγεται ὁρθῶς παρὰ τοῖς πολλοῖς
ὅτι δεῖ τὸν εὐδαίμιονα ἐν τῷ κεγίστῳ χρένῳ τοῦ βίον κρίνεν,
ὡς δέον τὸ τέλειον εἶναι καὶ ἐν χρένῳ τελείῳ καὶ ἐν ἀν-
 
 

 
θρώπῳ.

— ὅτι δὲ ἐνέργεια ἐστίν, ἔδοι ἄν τις καὶ ἐντεῦθεν. ἐν
 γὰρ τοῖς ὕπνοις, οἷον εἴ τις καθεύδοι διὰ βίου, τὸν τοιοῦτον
οὐ πάνυ βουλόμεθα λέγειν εὐδαίμονα εἶναι· τὸ μὲν γὰρ ζῆν
αὐτῷ ὑπάρχει, ἀλλὰ τὸ ζῆν αὐτῷ κατὰ τὰς ἀρετὰς οὐχ
ὑπάρχει, ὃ ἦν κατὰ τὴν ἐνέργειαν.

ναι τούτων οὔτε μακρὰν ἀπέχον. οἷον ἐπειδήπερ ἔστιν, ὡς δοκεῖ,
μόριόν τι τῆς ψυχῆς ᾧ τρεφόμεθα, ὃ καλοῦμεν θρεπτικόν (τοῦ-
το γὰρ εὔλογόν ἐστιν εἶναι· τοὺς γοῦν λίθους ὁρῶμεν ἀδυνάτους
τρέφεσθαι ὄντας, ὥστε δῆλον ὅτι τῶν ἐμψύχων ἐστὶ τὸ τρέφε-
θαι·

εἰ δὲ τῶν ἐνψύχων, ἡ ψυχὴ ἂν εἴη αἰτία· τῆς δὲ
 ψυχῆς τούτων μὲν τῶν μορίων οὐθὲν αἴτιον ἂν εἴη τοῦ τρέ-
φεσθαι, οἷον τὸ λογιστικὸν ἢ τὸ θυμικὸν ἢ τὸ ἐπιθυμητικόν,
ἄλλο δέ τι παρὰ ταῦτα, ᾧ οὐθὲν ἔχομεν οἰκειότερον ὄνομα
ἐπιθεῖναι ἢ θρεπτικόν)·

τί οὖν, ἂν τις εἴποι, πότερον καὶ τούτου
τοῦ μορίου τῆς ψυχῆς ἔστιν ἀρετή; εἰ γὰρ ἔστι, δῆλον ὅτι
 καὶ ταύτῃ δεήσει ἐνεργεῖν· τῆς γὰρ τελείας ἀρετῆς ἡ ἐνέρ-
γεια εὐδαιμονία. εἰ μὲν οὖν ἔστιν ἀρετὴ τούτου ἢ μὴ ἔστιν,
ἄλλος λόγος· εἰ δʼ ἄρα ἔστιν, οὐκ ἔστιν ταύτης ἐνέργεια. ὧν
γὰρ μὴ ἔστιν ὁρμή, οὐδʼ ἐνέργεια τούτων ἔσται· οὐκ ἔοικεν δὲ
εἶναι ὁρμὴ ἐν τῷ μορίῳ τούτῳ, ἀλλʼ ὅμοιον ἔοικεν εἶναι τῷ
 πυρί. καὶ γὰρ ἐκεῖνο ὅ τι ἂν ἐμιβάλῃς καταναλώσει, κἂν
μὴ ἐμβάλῃς, οὐκ ἔχει ὁρμὴν πρὸς τὸ λαβεῖν. οὕτω καὶ
τοῦτο τὸ μόριον τῆς ψυχῆς ἔχει· ἂν μὲν γὰρ ἐμβάλῃς
τροφήν, τρέφει, ἂν δὲ μὴ ἐμβάλῃς τροφήν, οὐκ ἔχει ὁρ-
 
 

 
μὴν τοῦ τρέφειν. διὸ οὐδὲ ἐνέργεια οὗ μηδὲ ὁρμή. ὥστʼ οὐδὲν
συνεργεῖ τὸ μόριον τοῦτο πρὸς τὴν εὐδαιμονίαν.

μετὰ ταῦτα τοίνυν λεκτέον ἂν εἴη τί ἐστιν ἡ ἀρετή,
ἐπείπερ ἡ ταύτης ἐνέργειά ἐστιν ἡ εὐδαιμονία. ὡς μὲν οὖν
ἀπλῶς εἰπεῖν, ἐστὶν ἡ ἀρετὴ ἕξις ἡ βελτίστη· ἀλλʼ ἴσως
οὐχ ἱκανὸν οὕτως ἀπλῶς εἰπεῖν, ἀλλὰ σαφέστερον διορίσαι δεῖ.

πρῶτον μὲν οὖν λεκτέον ὑπὲρ τῆς ψυχῆς ἐν ἐγγί- 
νετκι, οὐ τί ἐσπτιν ἡ ψυχὴ (ὑπὲρ μὲν γὰρ τούτου ἄλλος λόγος),
ἀλλʼ ὡς τύπῳ. διελέσθαι. ἔστιν δʼ ἡ ψυχή, ὡς φαμέν, εἰς
δύρ μέρη διῃρημένη, εἴς τε τὸ λόγον ἔχον καὶ τὸ ἄλογον.
ἐν μὲν δὴ τῷ λόγον ἔχοντι ἐγγίνεται φρόνησις ἀγχίνοια 
σοφία εὐμάθεια μνήμη καὶ τὰ τοιοῦτα, ἐν δὲ τῷ ἀλόγῳ αὗ-
ται αἱ ἀρεταὶ λεγόμεναι, σωφροσύνη δικαιοσύνη ἀνδρεία ὅσαι
 ἄλλαατοῦἤθους δοκοῦσιν ἐππαινεταὶ εἶναι.

κατὰ γὰρ ταύτας ἐπαινε-
τοὶ λεγόμεθα· κατὰ δὲ τὰς τοῦ [τὸν] λόγον ἔχοντος οὐδεὶς ἐπαινεῖ-
ται. οὔτε γὰρ ὅτι σοφός, οὐδεὶς ἐπαινεῖται, οὔτε ὅτι φρόνιμος, 
οὐδʼ ὅλως κατά τι τῶν τοιούτων οὐθέν. οὐδὲ δὴ τὸ ἄλογον, εἰ μὴ
ὑπηρετικόν ἔστιν καὶ ὑπηρετεῖ τῷ λόγον ἔχοντι μορίῳ.

ἔστιν δʼ ἡ ἀρετὴ ἡ ἠθικὴ ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθει-
ρομένη. ὅτι δὲ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ φθείρει, τοῦτʼ
ἰδεῖν ἔστιν ἐκ τῶν ἠθικῶν (δεῖ δʼ ὑπὲρ τῶν ἀφανῶν τοῖς 
φανεραῖς μαρτυρίοις χρῆσθαι). εὐθέως γὰρ ἐπὶ γυμνασίων
ἴδοι ἄν τις· πολλῶν γὰρ γινομένων φθείρεται ἡ ἰσχύς,
 
 

 
ὀλίγων τε ὡσαύτως. ἐπὶ τε ποτῶν καὶ σιτίων ὡσ??ύ-
τως· πολλῶν τε γὰρ δὴ γιν??μένων φθείρεται ἡ ὑγίε??,
 ἀλέγων τε ὡσαύτως, συμμέτρων δὲ γινομένων σῴζε-
ται ἡ ἰσχὺς καὶ ἡ ὑγί??α.

ὁμοίως δὲ τούτοις συμβαί-
νει καὶ ἐπὶ σωφροσύνης καὶ ἐπὶ ἀνδρείας καὶ τῶν ἄλλων
ἀρετῶν. ἐὰν μὲν γάρ τινα λέαν ποιήσῃς ἄφοβον ὥστε
μηδὲ τοὺ θεοὺς φοβεῖσθαι, σὐκ ἀνδρεῖος ἀλλὰ μαινόμε-
 νος, ἂν δὲ φαβούμενον πάντα, δειλός· ἀνδρεῖος ἄρα ἔσται
οὔτε ὁ φοβούμενος πάντα οὔτε ὁ μηθέν. ταὔτ᾿ ἄρα καὶ αὔξει καὶ
φθείρει τὴν ἀρετήν.

καὶ γὰρ οἱ λίαν φέβοι καὶ πάν-
τες φθείρου??, καὶ οἱ περὶ μηθὲν δὲ ὁμοίως. ἔστιν δ᾿ ἡ ἀν-
δρεία περὶ φόβ:??υς, ὥσν οἱ μέτριοι φ?? αὔξουσι τὴν ἀν-
 δρείαν. ὑπὸ τῶν αὐτῶν ὤρα καὶ αὔξεται καὶ φθείρεται ἡ
ἀνδρεία· ὑπὸ φέβων γὰρ τοῦτο πάσχ??. ὁμείως δὲ καὶ
αἱ ἄλλαι ὠρεταί.

ἔτε σὐ μόνον τοῖς τοιούτοις τὴν ἀρετήν ἀφορίσειεν ὤν 
τις, ἀλλὰ καὶ λύπῃ καὶ ἡδονῇ διὰ μὲν γὰρ τὴν ἡδονὴν
 τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπε-
χόμεθα· ὅλως τε οὐκ ἔστιν λαβεῖν ἀρετὴν καὶ κακίαν ἄνευ
λύπης καὶ ἡδονῆς.

ἔστιν οὖν ἡ ἀρετὴ περῖ ἡδονὰς καὶ λύπας. 
 ἡ δ᾿ ἠθικὴ ἀρετὴ ἐντεῦθεν τὰς ἐπωνυμίας ἔχει, εἰ
δεῖ παρὰ γράμμα λέγοντα τὴν ??λήθει?? ὡς ἔχει- σκε-
 πεῖν (δεῖ δ᾿ ἴσως). τὸ γὰρ ἦθος ἀπὸ τοῦ ἔθους ἔχει τῆν
ἐπωνυμίαν·

ἠθικὴ γὰρ καλεῖται διὰ τὸ ἐθίζεσθαι. ᾧ καὶ
δῇλον ὅτι οὐδεμία ἡμῖν τῶν ἀρετῶν τῶν τοῦ ἀλόγον μέρους
φύσει ἐγγίνεται· οὐθὲν γὰρ τῶν ὄντων φύσει ἔθει ἄλλως
 γίνεται. οἷον ὁ λίθος καὶ ὅλως τὰ βαρέα πέφυκε κάτω
 
 

 
φέρεσθαι· ἄν τις οὖν· ἄνω ῥίπτῃ πολλάκις καὶ ἐθίζῃ ἄνω
φέρεσθαι, ὅμως οὐκ ἄν ποτε ἄνω ἐνεχθείη, ἀλλ᾿ ἀεὶ κάτω-
· ὁμ??ίως [καὶ] ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.

μετὰ τοίνυν τοῦτο δεῖ βουλομένους εἰπεῖν τὸ τέ ἐστιν ἡ
ὠριτή, εἰδῆσαι τίνα ἐστὶν τὰ ἐν τῇ ψυχῇ γικόμενα. ἔστιν δ᾿ ἃ 
γίκεται ταῦτα, πάθη δυνάμεις ἕξεις· ὥστε δῆλον ὅτε τού-
 των ἄν τι εἴη ἀρετή.

πάθη μὲν οὖν ἐστιν ὀργὴ φόβος μῖσος
πόθος ζῆ λος ἔλεος τὰ τοιαῦτα, οἷς εἴωθεν παρακολουθεῖν
λύπη καὶ ἡδονή· δυνάμεις δὲ καθ᾿ ἂ παθητικοὶ τούτων
λεγόμεθα, οἷον καθ᾿ ἃς δυναταί ἐσμεν ὁργισθῆναι λυπηθῆ- 
 ναι ἐλεῆσαι, [καὶ]τὰ τοιαῦτα·

ἕξεις δ᾿ εἰσὶν καθ᾿ ἃς πρὸς ταῦτα
ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν λίαν
ἀργίλως, κακῶς ἔχομεν πρὸς ὀργήν, εἰ δ᾿ ὅλως μὴ ὀργι-
ζόμεθα ἐφ᾿ οἷς δεῖ, καὶ σὕτως κακῶς ἔχομεν πρὸς ὁργήν.
τὸ ἄρα μέσως ἔχειν τὸ μήτε λίαν ὑπεραλγεῖν μήτε παν- 
 τελῶς ἀναλγήτως ἔχειν.

ὅταν οὖν οὕτως ἔχωμεν, εὖ δια-
κείμεθα. ὁμείως δὲ [καὶ] πρὸς τὰ ἄλλα τὰ ὅμοια. τὸ γὰρ
εὐόργητον καὶ τὸ πρᾶον ἐν μεσότητί ἐστιν ἀργῆς καὶ ἀναλ-
γησέως τῆς πρὸς ὀργήν. ὁμοίως [καὶ] ἐπ᾿ ἀλαζονείως καὶ
κς. τὸ μὲν γὰρ πλείω προσποιεῖσθαι τῶν 
των ἔχειν ἀλαζονείας, τὸ δὲ ἐλάττω εἰρωνείας· ἡ ἄρα
μεσότης ἡ τούτων ἡ ἀλήθεια ἐστίν.

ὁμοίως καὶ ἐπὶ τῶν ἄλ
λων πάντων. τοῦτο γάρ ἐστι τῆς ἕξεως, τὸ εὖ ἢ κακῶς
πρὸς ταῦτα ἔχειν, τὸ δ᾿ εὖ ἔχειν πρὸς ταῦτ᾿ ἐστὶν τὸ μήτε πρὸς
τὴν ὑπερβολἦν ἔχειν μήτε πρὸς τὴν ἔνδειαν·

πρὸς μεσότη- 
 
 

 
τα ἄρα τῶν τοιούτων καθ᾿ ἃ ἐπαινετοὶ λεγόμεθα ἡ ἕξις ἐστὶ τοῦ 
εὖ ἔχειν, τοῦ δὲ κακῶς πρὸς ὑπερβολὴν καὶ ἔνδειαν. ἐπεὶ τοί-
νυν ἐστὶν ἡ ἀρετὴ τῶν παθῶν τούτων μεσότης, τὰ δὲ πάθη
ἤτοι λῦπαί εἰσιν ἢ ἡδοναὶ ἢ οὐκ ἄνευ λύπης ἢ ἡδονῆς· ἡ
 ἄρα ἀρετή ἐστιν περὶ λύπας καὶ ἡδονάς, καὶ ἐντεῦθέν ἐστι δῆλον.

κία οὐκ ἔστιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει τινί, οἷον μοιχεία
καὶ ὁ μοιχός· οὐκ ἔστιν οὗτος ὁ μᾶλλον τὰς ἐλευθέ-
 ρας διαφθείρων. ἀλλὰ καὶ τοῦτο, καὶ εἴ τι ἄλλο τοιοῦτόν
ἐστίν, ὃ περιέχεται ἡδονῇ τῇ κατ᾿ ἀκολασίαν, ἢ καὶ ὃ ἐν
ἐλλείψει καὶ ὃ ἐν ὑπερβολῇ τὸ ψεκτὸν ἔχει.

μετὰ τοίνυν τοῦτο. ἀναγκαῖόν ἐστιν ἴσως ῥηθῆναι τί τῇ 
 μεσότητι ἀντίκειται, πότερον ἡ ὑπερβολὴ ἡ ἔνδεια. ἐνίαις
μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή,
οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾿
δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολα-
σίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον
 εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾿ ἡ ἀκολασία οὖσα
ὑπερβολή.

ἔστι δ᾿ ἀμφότερα ἐναντία τῇ μεσότητι, καὶ ἡ
ὑπερβολὴ καὶ ἡ ἔνδεια· ἡ γὰρ μεσότης τῆς μὲν ὑπερβο-
λῆς ἐνδεέστερον, τῆς δ᾿ ἐνδείας ὑπερβάλλον. διὸ καὶ οἱ μὲν
ἄσωτοι τοὺς ἐλευθερίους ἀνελευθέρους φασὶν εἶναι, οἱ δ᾿ ἀνε-
 
 

 
λεύθεροι τοὺς ἐλευθερίους ἀσώτους, καὶ οἱ μὲν θρασεῖς καὶ 
προπετεῖς τοὺς ἀνδρείους καλοῦσι δειλούς, οἱ δὲ δειλοὶ τοὺς ἀν-
 δρείους προπετεῖς καὶ μαινομένους.

διὰ δὴ δύο αἰτίας δό-
ζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν
ἔνδειαν. ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον
ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι 
πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον. μᾶλλον γὰρ
ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορ-
 ρώτερον ἄρα ἡ ἀνελευθερία.

τὰ δὲ πλεῖον ἀπέχοντα τοῦ
μέσου ἐναντιώτερα δόξειεν ἂν εἶναι. ἐκ μὲν ἄρα αὐτοῦ τοῦ
πράγματος ἡ ἔνδεια ἐναντιώτερον φαίνεται· ἔστι δὲ καὶ 
ἄλλως, οἷον πρὸς ἃ μᾶλλον πεφύκαμεν, ταῦτα μᾶλλον
ἐναντία τῷ μέσῳ. οἷον πεφύκαμεν μᾶλλον ἀκόλαστοι ἢ κόσμι-
οι εἶναι· ἡ οὖν ἐπίδοσις γίνεται μᾶλλον πρὸς ἃ πεφύ-
καμεν· πρὸς ἃ δὲ μᾶλλον ἐπιδίδομεν, ταῦτα καὶ μᾶλλον
ἐναντία· ἐπιδίδομεν δὲ πρὸς ἀκολασίαν μᾶλλον ἢ πρὸς κοσμιό- 
τητα· ὥστ᾿ ἐναντιώτερον ἂν εἴη ὑπερβολὴ μεσότητος·
ἡ γὰρ ἀκολασία ὑπερβολὴ σωφροσύνης.

ὅ τι μὲν οὖν ἐστιν ἡ ἀρετή, ἐπέσκεπται ( μεσότης γὰρ δοκεῖ τις
εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος
εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν· διὸ καὶ 
 ἔργον ἐστὶν σπουδαῖον εἶναι·

ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν
ἔργον, οἷον κύκλον μὲν γράψαι παντὸς ἐστί, τὸ δὲ μέσον
τὸ ἐν αὐτῷ ἤδη λαβεῖν χαλεπόν, ὁμοίως δὲ καὶ ὀργισθῆ-
ναι μὲν ῥᾴδιον, καὶ τὸ ἐναντίον δὲ τούτῷ, τὸ δὲ μέσως 
ἔχειν χαλεπόν· ἁπλῶς δὲ ἐν ἑκάστῳ τῶν παθῶν ἔστιν ἰδεῖν
 
 

 
ὅτι τὸ ἐμπεριέχον τὸ μέσον ῥᾴδιον ἐστί, τὸ δὲ μέσον χα-
λεπόν, καθ᾿ ὃ ἐπαινούμεθα· διὸ καὶ σπάνιον τὸ σπουδαῖον)·

ἐπεὶ δ᾿ οὖν ὑπὲρ ἀρετῆς εἴρηται**, μετὰ τοῦτ᾿ ἂν εἴη 
σκεπτέον πότερον δυνατὴ παραγενέσθαι ἢ οὔ, ἀλλ᾿ ὥσπερ
Σωκράτης ἔφη, οὐκ ἐφ᾿ ἡμῖν τὸ σπουδαίους εἶναι ἢ
φαύλους. εἰ γάρ τις, φησίν, ἐρωτήσειεν ὁντιναοῦν πότερον
ἂν βούλοιτο δίκαιος εἶναι ἢ ἄδικος, οὐθεὶς ἂν ἕλοιτο τὴν
 ἀδικίαν.

ὁμοίως δ᾿ ἐπ᾿ ἀνδρείας καὶ δειλίας καὶ τῶν ἄλ-
λων ἀρετῶν ἀεὶ ὡσαύτως. δῆλον δ᾿ ὡς εἰ φαῦλοί τινες
εἰσίν, οὐκ ἂν ἑκόντες εἴησαν φαῦλοι· ὥστε δῆλον ὅτι οὐδὲ
σπουδαῖοι.

— ὁ δὴ τοιοῦτος λόγος οὐκ ἔστιν ἀληθής. διὰ τί γὰρ
ὁ νομοθέτης οὐκ ἐᾷ τὰ φαῦλα πράττειν, τὰ δὲ καλὰ καὶ
 σπουδαῖα κελεύει; καὶ ἐπὶ μὲν τοῖς φαύλοις ζημίαν τάτ-
τει, ἂν πράττῃ, ἐπὶ δὲ τοῖς καλοῖς, ἂν μὴ πράττῃ; καί-
τοι ἄτοπος ἂν εἴη ταῦτα νομοθετῶν, ἃ μὴ ἐφ᾿ ἡμῖν ἐστι
πράττειν.

ἀλλ᾿ ὡς ἔοικεν, ἐφ᾿ ἡμῖν τὸ σπουδαίοις εἶναι καὶ
τὸ φαύλοις. — ἔτι δὲ μαρτυροῦσιν οἵ τ᾿ ἔπαινοι καὶ οἱ ψόγοι
 γινόμενοι. ἐπὶ μὲν γὰρ τῇ ἀρετῇ ἔπαινος, ἐπὶ δὲ τῇ κα-
κίᾳ ψόγος· ἔπαινος δὲ καὶ ψόγος οὐκ ἐπὶ τοῖς ἀκουσίοις·
ὥστε δῆλον ὅτι ὡσαύτως ἐφ᾿ ἡμῖν καὶ τὰ σπουδαῖά ἐστι
πράττειν καὶ τὰ φαῦλα.

— ἔλεγον δὲ καὶ τοιαύτην τινὰ πα-
ραβολὴν, βουλόμενοι δεικνύναι ὅτι οὐχ ἑκούσιον. διὰ τί γάρ,
 φασίν, ὅταν νοσῶμεν ἢ αἰσχροὶ ὦμεν, οὐδεὶς ψέγει τοὺς
τοιούτους; τὸ δ᾿ οὐκ ἀληθές· ψέγομεν γὰρ καὶ τοὺς τοιούτους,
ὅταν αὐτοὺς οἰηθῶμεν αἰτίους εἶναι τοῦ νοσεῖν ἢ τοῦ κακῶς
 
 

 
ἔχειν τὸ σῶμα, ὡς ὃν καὶ ἐνταῦθα τὸ ἑκούσιον. ἔοικεν οὖν
ἐν τῷ κατ᾿ ἀρετὴν καὶ κακίαν εἶναι τὸ ἑκούσιον.

— ἔτι δ᾿ ἄν
τις τοῦτο ἐναργέστερον καὶ ἐντεῦθεν ἴδοι. πᾶσα γὰρ φύσις 
γεννητική ἐστιν οὐσίας τοιαύτης οἵα ἐστίν, οἷον τὰ φυτὰ καὶ
τὰ ζῷα· ἀμφότερα γὰρ γεννητικά. γεννητικὰ δὲ ἐκ τῶν
ἀρχῶν, οἷον τὸ δένδρον ἐκ τοῦ σπέρματος· αὕτη γάρ τις
ἀρχή. τὸ δὲ μετὰ τὰς ἀρχὰς οὕτως ἔχει· ὡς γὰρ ἂν
ἔχωσιν αἱ ἀρχαί, οὕτως καὶ τὰ ἐκ τῶν ἀρχῶν ἔχει. ἐναρ- 
 γέστερον δ᾿ ἔστι κατιδεῖν τοῦτο ἐν τοῖς κατὰ γεωμετρίαν.

καὶ
γὰρ ἐκεῖ ἐπειδή τινες λαμβάνονται ἀρχαί, ὡς ἂν αἱ ἀρ-
χαὶ ἔχωσιν, οὕτω καὶ τὰ μετὰ τὰς ἀρχάς, οἷον εἰ τὸ τρί-
γωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ δὲ τετράγωνον τένταρσιν,
καὶ ὡς ἂν μεταβάλῃ τὸ τρίγωνον, οὕτωρ καὶ τὸ τετράγωνον 
συμμεταβάλλει (ἀντιστρέφει γὰρ), καὶ ἐὰν τὸ τετράγωνον
μὴ ἔχῃ τέτταρον ὀρθαῖς ἴσας, οὐδὲ τὸ τρίγωνον ἕξει δυσὶν
ὀρθαῖς ἴσας.

οὕτω τοίνυν καὶ ὁμοίως τούτοις καὶ ἐπε᾿ ἀνθρώπου.
ἐπειδὴ γὰρ γεννητικόν ἐστιν ἄνθρωπος οὐσίας, ἔκ τινων ἀρ-
χῶν καὶ τῶν πράξεων ὧν πράττει ἄνθρωπος γεννητικὸν
ἔστίν. τί γὰρ ἂν ἄλλο; οὔτε γὰρ ἀψύχων οὐθὲν λέγομεν
πράττειν οὔτε τῶν ἐμψύχων τῶν ἄλλων ἔξω ἀνθρώπων.
 δῆλον οὖν ὅτι ὁ ἄνθρωπος τῶν πράξεών ἐστι γεννητικός.

ἐπεὶ
οὖν ὁρῶμεν μεταβαλλούσας τὰς πράξεις καὶ οὐδέποτε τὰ 
αὐτὰ πράττομεν εἰσὶν δὲ αἱ πράξεις γεγενημέναι ἔκ τινων
ἀρχῶν, δῆλον ὅτι, ἐπειδὴ αἱ πράξεις μεταβάλλουσιν, καὶ
αἱ ἀρχαὶ τῶν πράξεων, ἀφ᾿ ὧν εἰσί, μεταβάλλουσιν, ὥσ-
 περ ἔφαμεν παραβάλλοντες ἐπὶ τῶν ἐν γεωμετρίᾳ.

ἀρχὴ
δ᾿ ἐστὶ πράξεως καὶ σπουδαίας καὶ φαύλης προαίρεσις καὶ 
βούλησις καὶ τὸ κατὰ λόγον πᾶν. δῆλον τοίνυν ὅτι καὶ
 

 
αὗται μεταβάλλουσιν. μεταβάλλομεν δὲ καὶ ταῖς πρά-
ξεσιν ἑκόντες· ὥστε καὶ ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις μετα-
βάλλει [γὰρ] ἑκουσίως. ὥστε δῆλον ὅτι ἐφ᾿ ἡμῖν ἂν εἴη καὶ
 σπουδαίοις εἶναι καὶ φαύλοις.

— ἴσως οὖν λέγοι ἄν τις, ἐπει-
δήπερ ἐπʼ ἐμοί ἐστιν τὸ δικαίῳ εἶναι καὶ σπουδαίῳ, ἐὰν βού-
λωμαι, ἔσομαι πάντων σπουδαιότατος. οὐ δὴ δυνατὸν τοῦτο.
διὰ τί; ὅτι οὐδʼ ἐπὶ τοῦ σώματος γίγνεται τοῦτο. οὐ γὰρ ἄν
τις βούληται ἐπιμελεῖσθαι τοῦ σώματος, καὶ δὴ πάντων ἄρι-
 στον ἕξει τὸ σῶμα. δεῖ γὰρ μὴ μόνον τὴν ἐπιμέλειαν ὑπάρ-
χειν, ἀλλὰ καὶ τῇ φύσει γίνεσθαι τὸ σῶμα καλὸν κἀγαθόν.
βέλτιον μὲν οὖν ἕξει τὸ σῶμα, ἄριστα μέντοι πάν-
των οὔ.

ὁμοίως δὲ δεῖ ὑπολαμβάνειν καὶ ἐπὶ ψυχῆς· οὐ
γὰρ ἔσται ὁ προαιρούμενος εἶναι σπουδαιότατος, ἂν μὴ καὶ
 ἡ φύσις ὑπάρξῃ, βελτίων μέντοι ἔσται.

ἐπεὶ οὖν φαίνεται ἐφʼ ἡμῖν ὂν τὸ σπουδαῖον εἶναι, 
ἀναγκαῖον τὸ μετὰ ταῦτα εἰπεῖν ὑπὲρ ἑκουσίου, τί ἐστι τὸ
ἑκούσιον· τοῦτο γάρ ἐστι τὸ κυριώτατον πρὸς τὴν ἀρετήν, τὸ
ἑκούσιον. ἔκούσιον δὲ ἁπλῶς μὲν οὕτως ῥηθῆναί ἐστιν ὃ πράτ-
 τομεν μὴ ἀναγκαζόμενοι· ἀλλʼ ἴσως σαφέστερον λεκτέον
ἐστὶν ὑπὲρ αὐτοῦ.

ἔστιν οὖν καθ᾿ ὃ πράττομεν ὄρεξις· ὀρέξεως
δʼ ἐστὶν εἴδη τρία, ἐπιθυμία θυμὸς βούλησις. 
 πρῶτον μὲν οὖν τὴν κατʼ ἐπιθυμίαν πρᾶξιν ἐπισκεπτέον, πό-
τερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. [οἷον]τὸ μὲν οὖν ἀκούσιον οὐκ ἂν
 δόξειεν. διὰ τί καὶ πόθεν; ?ὅτι ὅσα μή ἑκόντες πράττομεν, ἀναγκαζό-
μενοι πράττομεν, ἐπὶ δὲ τοῖς ἐξ ἀνάγκης πραττομένοις πᾶσιν
 
 

 
ἕπεται λύπη, τοῖς δὲ διʼ ἐπιθυμίαν πραττομένοις ἡδονὴ
ἀκολουθεῖ, ὥστε οὑτωσί γε οὐκ ἂν εἴη τὰ διʼ ἐπιθυμίαν πρατ-
 τόμενα ἀκούσια, ἀλλʼ ἑκούσια.

— ἀλλὰ πάλιν ἄλλος λόγος 
τις τούτῳ ἐναντιοῦται, ὁ ἐπὶ τῇ ἀκρασίᾳ. οὐθεὶς γάρ, φησί,
πράττει ἑκὼν τὰ κακά, εἰδὼς ὅτι κακὰ ἐστίν· ἀλλὰ μήν,
φησίν, ὅ γε ἀκρατὴς εἰδὼς ὅτι ταῦτα φαῦλά ἐστιν ὅμως
πράπττει, καὶ κατʼ ἐπιθυμίαν γε πράττει· οὐκ ἄρα ἑκών·
 ἀναγκαζόμενος ἄρα.

ἐνταῦθα πάλιν ὁ αὐτὸς λόγος ἀπαν- 
τήσεται. καὶ γὰρ εἰ κατʼ ἐπιθυμίαν, οὐκ ἐξ ἀνάγκης· τῇ
γὰρ ἐπιθυμίᾳ ἡδονὴ ἀκολουθεῖ, τὰ δὲ δι᾿ ἡδονὴν οὐκ ἐξ
ἀνάγκης. — καὶ ἄλλως τοῦτ᾿ ἂν γένοιτο δῆλον, ὅτι ὁ ἀκρα-
τὴς ἑκὼν πράττει. οἱ μὲν γὰρ ἀδικοῦντες ἑκόντες ἀδικοῦσιν,
οἱ δὲ ἀκρατεῖς ἄδικοι καὶ ἀδικοῦσιν· ὥστε ὁ ἀκρατὴς ἑκὼν 
 ἂν πράττοι τὰ κατὰ τὴν ἀκρασίαν.

— ἀλλὰ πάλιν ἄλλος
λόγος ἐναντιοῦται, ὅς φησιν οὐχ ἑκούσιον εἶναι. ὁ γὰρ ἐγ-
κρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν· ἐπαινεῖται
γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις. εἰ δ᾿ ἐστὶν τὸ κατὰ
τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον· ὁ 
δ᾿ ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει· ὥστε ὁ ἐγκρατὴς
οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής. ἀλλ᾿ οὐ δοκεῖ οὐδ᾿ ἄρα τὸ κατʼ
ἐπιθυμίαν ἑκούσιον ἐστίν.

πάλιν ἐπὶ τῶν κατὰ τὸν θυμὸν ὁμοίως· οἱ γὰρ αὐτοὶ λό-
γοι οἵπερ καὶ κατὰ τῆς ἐπιθυμίας ἁρμόττουσιν, ὥστε τὴν ἀπορί- 
αν ποιήσουσιν· ἔστι γὰρ ἀκρατῆ καὶ ἐγκρατῆ ὀργῆς εἶναι.

ἔτι λοιπή ἐστιν τῶν ὀρέξεων ὧν διειλόμεθα ἡ βούλησις, πρὸς
τὸ ἐπισκέπτεσθαι εἴ ἐστιν ἑκούσιον. ἀλλὰ μὴν οἵ γε ἀκρατεῖς ἐφ᾿
ἃ ὁρμῶσιν, ταῦτα τέως βούλονται· πράττουσιν ἄρα οἱ ἀκρατεῖς
τὰ φαῦλα βουλόμενοι. ἑκὼν δέ γε οὐθεὶς τὰ κακὰ εἰδὼς πράτ- 
τει ὅτι κακὰ ἐστίν· ὁ δὲ ἀκρατής, εἰδὼς τὰ κακὰ ὅτι κακά, πράτ-
 

 
τει βουλόμενος. οὐκ ἄρα ἑκών, οὐδ᾿ ἡ βούλησις ἑκούσιον ἄρα
ἐστέν.

— ἀλλ᾿ οὗτος ὁ λόγος ἀναιρεῖ ἀκρασίαν καὶ τὸν ἀκρατῆ.
εἰ γὰρ μὴ ἑκών, οὐκ ἔστιν ψεκτός· ἀλλ᾿ ἔστιν ὁ ἀκρατὴς
 ψεκτός· ἑκὼν ἄρα· ἡ ἄρα βούλησις ἑκούσιον. 
 ἐπεὶ οὖν λόγοι τινὲς ἐναντίοι φαίνονται, σαφέστερον λεκτέ-
 ον ὑπὲρ τοῦ ἑκουσίου.

πρότερον τοίνυν ἂν εἴη λεκτέον ὑπὲρ βίας καὶ ὑπὲρ 
 ἀνάγκης. ἡ μὲν γὰρ βία ἐστὶν καὶ ἐν τοῖς ἀψύχοις. ἑκά-
στοις γάρ ἐστι τῶν ἀψύχων οἰκεῖος τόπος ἀποδεδομένος,
μὲν πυρὶ ὁ ἄνω, τῇ δὲ γῇ ὁ κάτω· ἔστι μέντοι γε βιά-
σασθαι καὶ τὸν λίθον ἄνω φέρεσθαι καὶ τὸ πῦρ κάτω.

ἔστι δε καὶ τὸ ζῷον βιάσασθαι, οἷον ἵππον ἐπ᾿ ὀρθὸν θέοντα 
ἀντιλαμβανόμενον ἀποστρέψαι. ὅσοις μὲν οὖν ἐστιν ἐκτὸς ἡ
αἰτία τοῦ παρὰ φύσιν τι ἢ παρ βούλονται ποιεῖν, ἐροῦμεν
βιαζομένοις ἂν ποιῶσι ποιεῖν· ἐν οἷ δ᾿ ἐν αὐτοῖς ἐστιν
ἡ αἰτία, οὐκέτι τούτους βιάζεσθαι ἐροῦμεν.

εἰ δὲ μή, ὁ ἀκρα-
 τὴς ἀντερεῖ, οὐ φάσκων φαῦλος εἶναι· βιαζόμενος γάρ φή-
 σει ὑπὸ τῆς ἐπιθυμίας τὰ φαῦλα πράττειν.

τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν 
ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν
αὐτοῖς ἡ αἰτία, οὐ βία)· πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ 
 τοῦ ἀναγκαίου λεκτέον. τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿
ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττο-
μεν. εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖ-
κα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη.

τὸ γὰρ
ἀναγκαῖον οὐκ ἐν παντί, ἀλλ᾿ ἤδη ἐν τοῖς ἐκτός, οἷον ὃς
 
 

 
ἂν καταβλάπτηται ἀντικαταλλαττόμενός τι ἄλλο μεῖζον 
ἀναγκαζόμενος ὑπὸ τῶν πραγμάτων. οἷον ἠναγκάσθην
συντονώτερον βαδίσαι εἰς ἀγρόν· εἰ γὰρ μή, ἀπολωλότʼ
ἂν εὗρον τὰ ἐν ἀγρῷ. ἐν τοῖς τοιούτοις ἄρα τὸ ἀναγ-
καῖον.

ἐπεὶ δὲ τὸ ἑκούστον ἐν οὐδεμιᾷ ὁρμῇ ἐστίν, λοιπὸν ἂν 
εἴη τὸ ἐκ διανοίας γιγνόμενον. τὸ γὰρ ἀκούσιόν ἐστι τό τε
κατʼ ἀνάγκην καὶ κατὰ βίαν γιγνόμενον, καὶ τρίτον ὃ μὴ
μετὰ διανοίας γίγνεται. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν γιγνο-
μένων. ὅταν γάρ τις πατάξῃ τινὰ ἢ ἀποκτείνῃ ἢ τι τῶν
τοιούτων ποιήσῃ μηδὲν προδιανοηθείς, ἄκοντά φαμεν ποιῆ- 
 σαι, ὡς τοῦ ἑκουσίου ὄντος ἐν τῷ διανοηθῆναι.

οἷόν φασί ποτέ
τινα γυναῖκα φίλτρον τινὶ δοῦναι πιεῖν, εἶτα τὸν ἄνθρωπον
ἀποθανεῖν ὑπὸ τοῦ φίλτρου, τὴν δʼ ἄνθρωπον ἐν Ἀρείῳ πάγῳ
ἀποφυγεῖν· οὗ παροῦσαν διʼ οὐθὲν ἄλλο ἀπέλυσαν ἢ διότι
οὐκ ἐκ προνοίας. ἔδωκε μὲν γὰρ φιλίᾳ, διήμαρτεν δὲ τούτου· 
διὸ οὐχ ἑκούσιον ἐδόκει εἶναι, ὅτι τὴν δόσιν τοῦ φίλτρου οὐ
μετὰ διανοίας τοῦ ἀπρλέσθαι αὐτὸν ἐδίδου. ἐνταῦθα ἄρα
τὸ ἑκούσιον πίπτει εἰς τὸ μετὰ διανοίας.

ἔτι δὲ λοιπόν ἐστιν ἐπισκέψασθαι τὴν προαίρεσιν, πό- 
τερόν ἐστιν ὄρεξις, ἢ οὔ. ὄρεξις μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις
ζῴοις ἐγγίγνεται, προαίρεσις δὲ οὔ· ἡ γὰρ προαίρεσις μετὰ
λόγου, λόγος δὲ ἐν οὐδενὶ τῶν ἄλλων ζῴων ἐστίν. ὄρεξις μὲν δὴ
 οὐκ ἂν εἔη·

ἀλλʼ ἆρά γε βούλησις; ἢ οὐδὲ τοῦτο; βούλη- 
σις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν
 
 

 
ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ. ἔτι δὲ προαίρεσις μὲν
οὐκ ἔστιν τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος, οἷον οὐθεὶς
προαιρεῖται ὑγιαίνειν, ἀλλὰ τὸ πρὸς τὴν ὑγίειαν προαιρού-
 μεθα, περιπατεῖν, τροχάζειν· βουλόμεθα δὲ τὰ τέλη.

ὑγιαί-
νειν γὰρ βουλόμεθα. ὥστε δῆλον καὶ οὕτως ὅτι οὐ ταὐτὸν ἡ
βούλησις καὶ ἡ προαίρεσις· ἀλλὰ ἡ προαίρεσις ἔοικεν οὕτως
ἔχειν, ὥσπερ καὶ τοὔνομαι αὐτῆς ἔχει, οἷον προαιρούμεθα τόδε
ἀντὶ τοῦδε, οἷον τὸ βέλτιον ἀντὶ τοῦ χείρονος. ὅταν οὖν ἀντικα-
 ταλλαττώμεθα τὸ βέλτιον ἀντὶ τοῦ χείρονος ἐν αἱρέσει ὄντος,
ἐνταῦθα τὸ προαιρεῖσθαι δόξειεν ἂν οἰκεῖον εἶναι.

— ἐπεὶ οὖν ἡ
προαίρεσις οὐθὲν τούτων ἐστίν, ἆρά γέ ἐστιν τὸ κατὰ διάνοιαν ἐν
προαιρέσει; ἢ οὐδὲ τοῦτο; πολλὰ γὰρ διανοούμεθα καὶ δοξά-
ζομεν κατὰ διάνοιαν· ἆρʼ οὖν ἃ διανοούμεθα, ταῦτα καὶ προαν-
 ρούμεθα; ἢ οὔ; πολλάκις γὰρ διανοούμεθα ὑπὲρ τῶν ἐν Ἰνδοῖς,
ἀλλʼ οὔτι καὶ προαιρούμεθα.

οὐκ ἄρα οὐδὲ διάνοιά ἐστιν ἡ
προαίρεσις.— ἐπεὶ οὖν καθʼ ἕκαστον τούτων οὐθέν ἐστιν ἡ προαί-
ρεσις, ταῦτα δέ ἐστιν τὰ ἐν τῇ ψυχῇ γινόμενα, ἀναγκαῖον [δὴ]
συνδυαζομένων τινῶν τούτων εἶναι τὴν προαίρεσιν. ἐπεὶ οὖν
 ἐστίν, ὥσπερ ἔμπροσθεν ἐλέχθη, ἡ προαίρεσις τῶν πρὸς τὸ
τέλος ἀγαθῶν καὶ οὐ τοῦ τέλους, καὶ τῶν δυνατῶν ἡμῖν, καὶ
τῶν ἀντιλογίαν παραδιδόντων πότερον τοῦτο ἢ τοῦτο αἱρετόν,
δῆλον ὅτι δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ
βουλεύσασθαι, εἶθʼ ὅταν ἡμῖν φανῇ κρεῖττον διανοηθεῖσιν,
 οὕτως ὁρμή τις τοῦ πράττειν ἐστίν, καὶ τοῦτο δὴ πράττοντες
 κατὰ προαίρεσιν δοκοῦμεν πράττειν,

εἰ τοίνυν ἡ προαίρεσις 
ὄρεξίς τις βουλευτικὴ μετὰ διανοίας, οὐκ ἔστιν τὸ ἑκούσιον
προαιρετόν. ἑκόντες γὰρ πολλὰ πράττομεν πρὸ τοῦ διανοη-
 

 
θῆναι καὶ βουλεύσασθαι, οἷον καθίζομεν καὶ ἀνιστάμεθα
καὶ ἄλλα πολλὰ τοιαῦτα ἑκόντες μὲν ἄνευ δὲ τοῦ δια- 
 νοηθῆναι, τὸ δὲ κατὰ προαίρεσιν πᾶν ἦν μετὰ διανοίας.

οὐκ ἄρα τὸ ἑκούσιον προαιρετόν, ἀλλὰ τὸ προαιρετὸν ἑκούσιον· 
ἄν τι γὰρ προαιρώμεθα πράττειν βουλευσάμενοι, ἑκόντες
πράττομεν. φαίνονται δέ τινες ὀλίγοι καὶ τῶν νομοθετῶν
διορίζειν τό τε ἑκούσιον καὶ τὸ ἐκ προαιρέσεως ἕτερον ὄν,
ἐλάττους τὰς ζημίας ἐπὶ τοῖς ἑκουσίοις ἢ τοῖς κατὰ προαί- 
 ρεσιν τάττοντες.

— ἔστιν οὖν ἡ προαίρεσις ἐν τοῖς πρακτοῖς,
καὶ τούτοις ἐν οἷς ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι,
καὶ οὕτως ἢ μὴ οὕτως, καὶ ἐν οἷς ἔστι λαβεῖν τὸ διὰ τί.
 τὸ δὲ διὰ τί οὐχ ἀπλοῦν ἐστίν.

ἐν μὲν γὰρ γεωμετρίρ,
ὅταν φῇ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς ἴσας ἔχειν, καὶ 
ἐρωτᾷ διὰ τί, ὅτι, φησίν, καὶ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας
ἔχει. ἐν μὲν οὖν τοῖς τοιούτοις ἐκ τῆς ἀρχῆς ὡρισμένης
ἔλαβον τὸ διὸ τί· ἐν δέ γε τοῖς πρακτοῖς, ἐν οἷς ἡ προαί-
ρεσις, οὐχ οὕτως (οὐδεμία γὰρ κεῖται ὡρισμένη), ἀλλʼ ἂν
ἀπαιτῇ τις, διὰ τί τοῦτο ἔπραξας; ὅτι οὐκ ἐνῆν ἄλλως, ἢ ὅτι 
βέλτιον οὕτως. ἐξ αὐτῶν τῶν συμβαινόντων, ὁποῖʼ ἂν φαί-
νηται βελτίω εἶναι, ταῦτα προαιρεῖται καὶ διὰ ταῦτα.

διὸ δὴ ἐν τοῖς τοιούτοις τὸ βουλεύσασθαί ἐστι τὸ πῶς δεῖ, ἐν
δὲ ταῖς ἐπιστήμαις οὔ. οὐθεὶς γὰρ βουλεύεται πῶς δεῖ γρά-
ψαι τὸ ὄνομα Ἀρχικλέους, ὅτι ἐστὶν ὡρισμένον πῶς δεῖ γρά- 
ψαι τὸ ὄνομα Ἀρχικλέους. ἡ οὖν ἁμαρτία οὐ γίγνεται ἐν
τῇ διανοίᾳ, ἀλλʼ ἐν τῇ ἐνεργείᾳ τοῦ γράφειν. ἐν οἷς γὰρ
μή ἐστιν ἡ ἁμαρτία ἐν τῇ διανοίᾳ, οὐδὲ βουλεύονται ὑπὲρ
 

 
τούτων· ἀλλʼ ἐν οἷς ἤδη ἀόριστόν ἐστι τὸ ὡς δεῖ, ἐνταῦθα ἡ
 ἁμαρτία.

ἔστιν δʼ ἐν τοῖς πρακτοῖς τὸ ἀόριστον, καὶ ἐν οἷς
διτταὶ αἱ ἁμαρτίαι. ἁμαρτάνομεν οὗν ἐν τοῖς πρακτοῖς
καὶ ἐν τοῖς κατὰ τὰς ἀρετὰς ὁμοίως. τῆς γὰρ ἀρετῆς στο-
χαζόμενοι ἁμαρτάνομεν ἐπὶ τὰς πεφυκυίας ὁδούς. ἔστι γὰρ
καὶ ἐν ἐλλείψει καὶ ἐν ὑπερβολῇ ἁμαρτία, ἐφʼ ἑκάτερα
 δὲ τούτων φερόμεθα διʼ ἡδονὴν καὶ λύπην· διὰ μὲν γὰρ
τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τὰ
καλὰ φεύγομεν.

— ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθη- 
σις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ
ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι. ὁμοίως δὲ οὐδὲ
 βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν. ἡ δὲ
διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ
 ἄλλα.

διὰ τοῦτο βουλεύεσθαι ἐνταῦθα ἤδη ὑπάρχει. ἔστιν
οὖν ἡ ἁμαρτία ἐν τῇ αἱρέσει τῶν ἀγαθῶν οὐ περὶ τὰ τέλη
(ταῦτα μὲν γὰρ ἅπαντες ὁμογνωμονοῦσιν, οἷον τὴν ὑγίεικν
ὅτι ἀγαθόν), ἀλλʼ ἤδη τὰ κατὰ τὸ τέλος, οἷον πότερον
 ἀγαθὸν πρὸς ὑγίειαν φαγεῖν τοῦτο ἢ οὔ. μάλιστα οὖν ποιεῖ
ἐν τούτοις τὸ σφάλλεσθαι ἡδονὴ καὶ λύπη· τὴν μὲν γὰρ
φεύγομεν, τὴν δὲ αἱρούμεθα.

τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότερον τοῦ τέλους ἢ τῶν πρὸς τὸ
 τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν.

πῶς οὖν ἡ
ἐπιστήμη; πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος κα-
λῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν; ἂν γὰρ τοῦτο καλῶς
 
 

 
προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ
ἄλλος τις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος. ὁμοίως δὲ καὶ
 ἐπὶ τῶν ἄλλων ἀπασῶν ἐπιστημῶν.

ὡσαύτως ἄρα δόξειεν 
ἂν ἔχειν καὶ ἐπʼ ἀρετῆς, μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν
[πρὸς] τὸ τέλος, ὃ δεῖ ὀρθῶς προθέσθαι, τὰ πρὸς τὸ τέ-
λος· καὶ ἐξ ὧν τοῦτʼ ἔσται οὐθεὶς ἄλλος ποριεῖ, καὶ εὑρή-
σει ἂ δεῖ πρὸς τοῦτο. καὶ εὔλογον δὲ τούτου εἶναι προ-
θετικὴν τὴν ἀρετήν· ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν, 
ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν. οὐθὲν οὖν βέλτιον
τῆς ἀρετῆς ἐστίν· ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ
πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, καὶ τούτου ἕνεκεν μᾶλλον
 τὰ πρὸς τοῦτʼ ἐστίν

τὸ δὲ τέλος ἀρχῇ τινι ἔοικεν, καὶ
τούτου ἕνεκέν ἐσπτιν ἕκαστον. ἀλλὰ κατὰ τρόπον τοῦτο 
ἔστκι. ὥστε δῆλον ὡς κἀπὶ τῆς ἀρετῆς, ἐπειδὴ βελτίστη
ἐστὶν αἰτία, ὅτι τοῦ τέλους ἐστὶ στοχαστικὴ μᾶλλον
τῶν πρὸς τὸ τέλος.

— ἀρετῆς δέ γʼ ἐστὶ τέλος τὸ καλόν.
τούτου ἄρʼ ἐστὶ[ν ἡ ἀρετὴ] στοχαστικὴ μᾶλλον ἢ ἐξ ὧν ἔσται.
ἔτι δὲ καὶ ταῦτα ταύτης. ὅλως δὲ δὴ φαίνεται ἄτοπον· ἴσως 
γὰρ ἂν ἐν γραφικῇ εἴη τις ἀγαθὸς μιμητής, ὅμως δὲ οὐκ ἂν
ἐπαινεθείη, ἂν μὴ τὸν σκοπὸν θῇ τὰ βέλτιστα μιμεῖσθαι.
τῆς ἀρετῆς ἄρα παντελῶς τοῦτʼ ἐστίν, τὸ καλὸν προθέσθαι.
 διὰ τί οὗν, ἄν τις εἴποι, πρότερον μὲν ἐλέγομεν τὴν ἐνέρ-
 
 

 
 γειαν κρεῖττον εἶναι ἢ τὴν ἕξιν τὴν αὐτήν, νῦν δὲ οὐκ ἐξ οὗ
ἡ ἐνέργεια, τοῦτο τῇ ἀρετῇ ἀποδίδομεν ὡς κάλλιον, ἀλλʼ
ἐν οὐκ ἔστιν ἐνέργεια; ναί, ἀλλὰ καὶ νῦν φαμεν τοῦτο 
 ὁμοίως, τὴν ἐνέργειαν τῆς ἕξεως βέλτιον εἶναι. οἱ γὰρ
ἄλλοι ἄνθρωποι τὸν σπουδαῖον θεωροῦντες κρίνουσιν ἐκ τοῦ
πράττειν, διὰ τὸ μὴ δυνατὸν εἶναι δηλῶσαι τὴν ἑκάστου
προαίρεσιν ἣν ἔχει, ἐπεὶ εἰ ἦν εἰδέναι τὴν ἑκάστου γνώμην,
 ὡς ἔχει πρὸς τὸ καλόν, καὶ ἄνευ τοῦ πράττειν σπουδαῖος
ἂν ἐδόκει εἶναι. 
 ἐπεὶ δὲ μεσότητάς τινας τῶν παθῶν κατηρ θᾶ,
 λεκτέον ἂν εἴη περὶ ποῖα τῶν παθῶν εἰσίν.]

✶✶ ἐπεὶ οὖν ἐστιν ἡ ἀνδρεία περὶ θάρρη καὶ φόβους, 
 σκεπτέον ἂν εἴη περὶ ποίους φόβους καὶ θάρρη. ἦρʼ οὖν εἰ
μέν τις φοβεῖται μὴ ἀποβάλλῃ τὴν οὐσίαν, οὗτος δειλός, εἰ
δέ τις θαρρεῖ περὶ ταῦτα, ἀνδρεῖος; ἢ οὔ; ὁμοίως δʼ εἴ τις
φοβεῖται νόσον ἢ θαρρεῖ, οὔτε δειλὸν φατέον εἶναι τὸν φο-
βούμενον οὔτʼ ἀνδρεῖον τὸν μὴ φοβούμενον. οὐκ ἄρα ἐν τοῖς
 τοιούτοις φόβοις καὶ θάρρεσίν ἐστιν ἡ ἀνδρεία.

ἀλλὰ μὴν
οὐδʼ ἐν τοῖς τοιούτοις, οἷον εἰ μή τις φοβεῖσται βροντὰς ἢ
ἀστραπὰς ἢ ἄλλο τι τῶν ὑπὲρ ἄνθρωπον φοβερῶν, οὐκ ἀνδρεῖ-
ος ἀλλὰ μαινόμενός τις. ἐν φόβοις ἄρα καὶ θάρρεσίν ἐστιν
ὁ ἀνδρεῖος τοῖς κατʼ ἀνθρώπους· λέγω δὲ οἷον ἃ οἱ πολλοὶ φο-
 βοῦνται ἢ οἱ πάντες, ἐν τούτοις ὁ ὢν θαρραλέος, οὗτος ἀνδρεῖος.

τούτωρντοίνυν διωρισμένων σκεππτέον ἂνεἴη, ἐπειδὴ κατὰ πολ-
λά εἰσιν οἱ ἀνδρεῖοι, ὁ ποῖος ἀνδρεῖος. ἔστιν γὰρ καὶ κατʼ
ἐμπειρίαν τις ἀνδρεῖος, οἷον οἱ στρατιῶται. οὗτοι γὰρ
σἴδσι διʼ ἐμπειρίαν ὅτι ἐν τοιούτῳ τόπῳ ἢ ἐν τοιούτῳ
καιρῷ ἢ οὕτως ἔχοντι ἀδύνατόν τι παθεῖν. ὁ δὲ ταῦτα 
εἰδὼς καὶ διὰ ταῦτα ὑπομένων τοὺς πολεμίους οὐκ ἀνδρεῖοςʼ
 ἐὰν γὰρ τούτων μηθὲν ὑπάρχῃ, οὐχ ὑπομένει.

διὸ τοὺς διʼ
ἐμπειρίαν οὐ φατέον ἀνδρείους. οὐδὲ Σωκράτης δὴ ὀρθῶς
ἕεμεν ἐπιστήμην φάσκων εἶναι τὴν ἀνδρείαν. ἡ γὰρ ἐπιστήμη
ἐξ ἔθους τὴν ἐμπειρίαν λαβοῦσα ἐπιστήμη γίνεται· τοὺς δὲ 
διʼ ἐμπειρίαν ὑπομένοντας οὔ φαμεν, οὐδʼ ἐροῦσιν ἀνδρείους
 αὐτοὺς εἶναι· οὐκ ἄρα ἡ ἀνδρεία ἐπιστήμη ἂν εἴη.

— πάλιν δʼ
αὖ εἰσιν ἀνδρεῖοι ἐκ τοῦ ἐναντίου τῆς ἐμπειρίας· οἱ γὰρ ἄπειροι
τῶν ἐκβησομένων οὐ φοβοῦνται διὰ τὴν ἀπειρίαν. οὐδὲ δὴ-
 οὐδὲ τούτους φατέον ἀνδρείους.

— εἰσὶν δʼ αὗ ἄλλοι δοκοῦντες 
ἀνδρεῖοι εἶναι διὰ τὰ πάθη, οἷον οἱ ἐρῶντες ἢ οἱ ἐνθουσιά-
ζοντες. οὐδὲ δὴ τούτους φατέονἀνδρείους εἶναι· ἐὰν γὰρ αὐτῶν
τὸ πάθος ἀφαιρεθῇ, οὐκέτι εἰσὶν ἀνδρεῖοι, δεῖ δὲ τὸν ἀνδρεῖον 
 ἀεὶ εἶναι ἀνδρεῖον.

διὸ οὐδὲ τὰ θηρί οἷον τοὺς σῦς οὐκ ἄν
τις εἴποι ἀνδρείους διὰ τὸ ἀμύνεσθαι, ἐπειδὰν πληγέντες λυπη-
θῶσιν, οὐδὲ δεῖ τὸν ἀνδρεῖον διὰ [τὸ] πάθος εἶναι ἀνδρεῖον. —

πάλιν ἔστιν ἄλλη ἀνδρεία πολιτικὴ δοκοῦσα εἶναι, οἷον εἰ διʼ 
αἰσχύνην τὴν πρὸς τοὺς πολίτας ὑπομένουσι τοὺς κινδύνους
καὶ δοκοῦσιν ἀνδρεῖοι εἶναι. σημεῖον δὲ τούτου· καὶ γὰρ
Ὅμηρος πεποίηκε τὸν Ἕκτορα λέγοντα
 
 ῾῾ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, 
 
διὸ οἴται δεῖν μάχεσθαι. οὐδὲ δὴ τὴν τοιαύτην φατέον εἶναι· ὁ 

 
γὰραὐτὸς ἐφʼ ἑκάστῳ τούτων διορισμὸς ἁρμόσει. οὗ γὰρ ἀφαιρου-
μένου μὴ διαμένει ἡ ἀνδρεία, οὐκ ἂν εἴη ἔτι ἀνδρεῖας· ἂν οὖν τὴν
αἰσχύνην περιέλω διʼ ἥν ἦν ἀνδρεῖος, οὐκέτι ἔσται ἀνδρεῖος

—ἔτι 
καὶἄλλως εἰσὶν ἀνδρεῖοι δοκοῦντες εἶναι οἱ διʼ ἐλπίδα καὶπροσ δο-
 κίαν ἀγαθοῦ. οὐδὲ δὴ τούτους φατέον εἶναι ἀνδρείους, ἐπειδὴ τοὺς
τοιούτους καὶ ἐν τοῖς τοιούτοις ἀνδρείους λέγειν ἄτοπον φαίνεται. 
 οὐδένα οὖν τῶν τοιούτων ἀνδρεῖον θετέον εἶναι· τὸν [ὁ]ποῖρν
οὖν ἀνδρεῖον, καὶ τίς ὁ ἀνδρεῖος σκεπτέον.

ὡς ἀπλῶς μὲν εἰ-
πεῖν, ὁ διὰ μηθὲν τῶν προςιρημένων ἀνδρεῖος ὤν, ἀλλὰ διὰ
 τὸ νομίζειν αὐτὸ εἶναι καλόν, καὶ τοῦτο ποιῶν κἂν παρ
τις κἂν μὴ παρῇ. 
 οὐδὲδὴ παντελῶς ἄνευ πάθουςκαὶ ὁρμῆς έγγίγνεται ἡ ἀνδρεία.
δεῖ δὲ τὴν ὁρμὴν γίνεσθαι ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν. ὁ δὴ ὁρ-
μῶν διὰ λόγον ἕνεκεν τοῦ καλοῦ ἐπὶ τὸ κινδυνεύειν, ἄφοβος ὢν
 περὶ ταῦτα, οὗτος ἀνδρεῖος, καὶ ἡ ἀνδρεία περὶ ταῦτα.

ἄφοβος δὲ
οὐχ ὅταν οὕτω συμπέσῃ τῷ ἀνδρείῳ ὥστε ὅλως μὴ φοβεῖσθαι. ὁμὲν
γὰρ τοιοῦτος οὐκ ἀνδρεῖος, ᾧ ὅλως μηθέν ἐστι φοβερόν· οὕτω μὲν
γὰρ 〈ἂν〉 ὁ λίθος εἴη καὶ τἆλλα ἄψυχα ἀνδρεῖα· ἀλλὰ δεῖ φοβεῖ-
σθαι μέν, ὑπομένειν δέ εἰ γὰρ αὖ μὴ φοβούμενος ὑπομένει, οὐκ
 ἂν εἴη ἀνδρεῖος.

— ἔτι δὲ καὶ ὥσπερ ἐπάνω διειλόμεθα, περὶ φό-
βους καὶ κινδύνους οὐ πάντας ἀλλὰ τοὺς ἀναιρετικοὺς τῆς οὐσίας.—
ἔτι δὲ οὐδʼ ἐν τῷ τυχόντι καὶ παντὶ χρόνῳ, ἀλλʼ ἐν ᾧ οἱ φόβοι
καὶ οἱ κίνδυνοι πλησίον εἰσίν. εἰ γάρ τις τὸν εἰς δέκατον ἔτος κίνδυ-
νον μὴ φοβεῖται, οὔπω ἀνδρεῖος· ἔνιοι γὰρ θαρροῦσιν διὰ τὸ μα-
 κρὰν ἀπέχειν, ἂν δὲ πλησίον γένωνται, ἀποθνήσκουσιν τῷ δέει.

ἡ μὲν οὖν ἀνδρεία καὶ ὁ ἀνδρεῖος τοιοῦτος· σωφροσύνη 
 
 

 
δʼ ἐστὶν μεσότης ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ
τὰς ἡδονάς. ἔστιν γὰρ ἡ σωφροσύνη καὶ ἁπλῶς ἅπο-
σα ἀρετὴ ἕξις ἡ βελτίστη, ἡ δὲ βελτίστη ἕξις τοῦ βελτί-
στου ἐστίν, βέλτιστον δὲ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδεί- 
ας τὸ μιέσον· κατʼ ἀμφότερα γάρ εἰσι ψεκτοί, καὶ καθʼ ὑπερ-
βολὴν καὶ κατʼ ἔνδειαν. ὥστε εἴπερ τὸ μέσον βέλτιστον, ἡ
σωφροσύνη μεσότης τις ἂν εἴη ἀκολασίας καὶ ἀναισθη-
 σίας.

μεσότης οὖν ἂν εἴη τούτων· ἔστιν δὲ ἡ σωφροσύνη 
περὶ ἡδονὰς καὶ λύπας, οὐ πάσας δὲ οὐδὲ τὰς περὶ πάντα.
οὐ γὰρ εἴ τις ἥδεται θεωρῶν γραφὴν ἢ ἀνδριάντα ἤ τι
ἄλλο τῶν τοιούτων, καὶ δὴ οὗτος ἀκόλαστος, ὁμοίως δὲ οὐδὲ
περὶ ἀκοῆς οὐδὲ περὶ ὀσφρήσεως· ἀλλʼ ἐν ἡδοναῖς ταῖς περὶ
 ἁρὴν καὶ γεῦσιν.

οὐδὲ δὴ περὶ ταύτας ἀνὴρ σώφρων ἔσται 〈ὁ〉 
οὕτως ἔχων ὥστε μηδʼ ὑπὸ μιᾶς τῶν τοιούτων ἡδονῶν μηθὲν
πάσχειν (ὁ μὲν γὰρ τοιοῦτος ἀναίσθητος), ἀλλʼ ἤδη ὁ πά-
σχων καὶ μὴ ἀγόμενος, ὥστε εἰς ὑπερβολὴν αὐτῶν ἀπο-
λαύων πάντα τἆλλα ποιεῖσθαι πάρεργα, καὶ αὐτόν γε τὸν
ἤδη αὐτοῦ τοῦ καλοῦ ἕνεκεν καὶ μὴ ἄλλου πράττοντα σώ- 
 φρονα✶✶.

ὅστις γὰρ τῶν τοιούτων ἡδονῶν τῆς ὑπερβολῆς ἀπέ-
χεται ἢ διὰ φόβον ἢ διʼ ἄλλο τι τῶν τοιούτων, οὐ σώφρων.
οὐδὲ γὰρ τἆλλα ζῷα λέγομεν εἶναι σώφρονα ἔξω ἀνθρώπου,
διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς λόγον, ᾧ δοκιμάζοντα τὸ καλὸν
αἱροῦνται. πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν 
ἐστίν. ὥστε εἴη ἂν ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας,
καὶ ταύτας τὰς ἐν ἁφῇ καὶ γεύσει γινομένας.

ἔχόμενον δʼ ἂν εἴη τούτου λέγειν ὑπὲρ πραότητος, [καὶ] τί 
ἐστι καὶ ἐν τίσιν. ἔστιν [μὲν] οὖν ἡ πραότης ἀνὰ μέσον ὀργιλό-
 τητος καὶ ἀοργησίας. καὶ ὅλως δὲ δοκοῦσιν αἱ ἀρεταὶ μεσότητές
τινες εἶναι. ὅτι δʼ εἰσὶ μεσότητες, καὶ οὕτως ἄν τις εἴπτοι·
εἰ γάρ ἐστιν ἐν μεσότητι τὸ βέλτιστον, ἡ δʼ ἀρετή ἐστιν ἡ
βελτίσπτη ἕξις, [βέλτιστον δʼ ἐπτὶ τὸ μέσον,] ἡ ἀρετὴ ἂν εἴη
τὸ μέσον.

δῆλον δὲ ἔσται μᾶλλον καὶ καθʼ ἕκαστον σκοποῦ-
 σιν. ἐπειδὴ γάρ ἐστιν ὀργίλος ὁ παντὶ καὶ πάντως καὶ ἐπὶ
πλεῖον ὀργιζόμενος, καὶ ψεκτὸς δὲ ὁ τοιοῦτος (οὔτε γὰρ παντὶ
δεῖ ὀργίζεσθαι οὔτʼ ἐπὶ πᾶσιν οὔτε πάντως καὶ ἀεί, οὔδʼ οὖ
πάλιν οὕτως ἔχειν δεῖ, ὥστε μηθενὶ μηδέποτε·

καὶ γὰρ οὗτος
ψεκτός, ἀνάλγητός γε ὥν), ἐπεὶ τοίνυν καὶ ὁ κατὰ τὴν ὑπερβο-
 λὴν ψεκτὸς καὶ ὁ κατὰ τὴν ἔλλειψιν· ὁ μέσος ἂν τούτων εἴη
καὶ πρᾶος καὶ ἐπαινετός. οὔτε γὰρ ὁ ἐλλείπων τῇ ὀργῇ οὔτε ὁ
ὑπερβάλλων ἐπαινετός, ἀλλʼ ὁ μέσως ἔχων πρὸς ταῦτα, οὗτος
πρᾶος. καὶ ἡ πραότης δὲ τούτων τῶν παθῶν μεσότης ἂν εἴη.

ἐλευθεριότης δέ ἐστιν μεσότης ἀσωτίας καὶ ἀνελευθερίας. 
 ἔστιν δὲ περὶ χρήματα τὰ τοιαῦτα πάθη· ὁ τε γὰρ ἄσω-
τός ἐστιν ὁ ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ πλείω ὧν δεῖ καὶ
ὅτε μὴ δεῖ, ὅ τʼ ἀνελεύθερος ἐναντίως τούτῳ ὁ μὴ ἀναλί-
σκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.

ἀμφότεροι δὲ
 οὗτοι ψεκτοί. ἔστι δὲ τούτων ὃ μὲν κατʼ ἔλλειψιν ὃ δὲ καθʼ
ὑπερβολήν. ὁ ἄρα ἐλευθέριος, ἐπειδή ἐστιν ἐπαινετός, μέσος τις
ἂν εἴη τούτων. τίς οὖν ἐστίν; ὁ ἀναλίσκων εἰς ἃ δεῖ καὶ
ὅσα δεῖ καὶ ὅτε δεῖ.

— ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη 
 
 

 
πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ
αἰσχροκερδεῖς καὶ μικρολόγους. πάντες δʼ οὗτοι ὑπὸ τὴν 
ἀνελευθεριότητα πίπτουσιν. τὸ μὲν γὰρ κακὸν πολυειδές,
τὸ δʼ ἀγαθὸν μονοειδές, οἷον ἡ μὲν ὑγίεια ἁπλοῦν, ἡ δὲ
νόσος πολυειδές. ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία
πολυειδές. πάντες γὰρ οὗτοι περὶ χρήματά εἰσι ψεκτοί. —
 πότερον οὖν τοῦ ἐλευθερίου καὶ τὸ κτήσασθαί ἐστι καὶ τὸ παρα- 
σκευάσασθαι χρήματα; ἢ οὔ; οὐδὲ γὰρ ἄλλης ἀρετῆς οὐδε-
μιᾶς. οὔτε γὰρ τῆς ἀνδρείας ἐστὶ τὸ ὅπλα ποιῆσαι, ἀλλʼ
ἄλλης, ταύτης δὲ λαβούσης τούτοις ὀρθῶς χρήσασθαι, ὁμοίως
ἐπὶ σωφροσύνης καὶ τῶν ἄλλων· οὔτε δὴ τῆς ἐλευθεριότη-
τος, ἀλλʼ ἤδη χρηματιστικῆς.

ἡ δὲ μεγαλοψυχία μεσότης μέν ἐστιν χαυνότητος καὶ
μικροψυχίας, ἔστι δὲ περὶ τιμὴν καὶ ἀτιμίαν, καὶ περὶ
τιμὴν οὐ τὴν παρὰ τῶν πολλῶν ἀλλὰ τὴν παρὰ τῶν σπου-
δαίων, καὶ μᾶλλον δὲ δὴ περὶ ταύτην. οἱ γὰρ σπουδαῖοι
εἰδότες καὶ κρίνοντες ὀρθῶς τιμήσουσιν· βουλήσεται οὖν μᾶλ- 
λον ὑπὸ τῶν συνειδότων αὑτῷ ὅτι ἄξιός ἐστι τιμῆς τιμᾶ-
σθαι. οὐδὲ γὰρ περὶ πᾶσαν τιμὴν ἔσται, ἀλλὰ περὶ τὴν
βελτίστην, καὶ τὸ τίμιον ἀγαθὸν καὶ ἀρχῆς τάξιν ἔχον.

οἱ μὲν οὖν εὐκαταφρόνητοι ὄντες καὶ φαῦλοι, μεγάλων δʼ
αὑτοὺς ἀξιοῦντες καὶ πρὸς τούτοις τιμᾶσθαι οἰόμενοι δεῖν, 
χαῦνοι· ὅσοι δὲ ἐλαττόνων αὑτοὺς ἀξιοῦσιν ἢ προσῆκον
 αὐτοῖς, μικρόψυχοι.

ὁ ἄρα μέσος τούτων ἐστὶν ὃς μήτε
 
 

 
ἐλάττονος τιμῆς αὑτὸν ἀξιοῖ ἢ προσήκει, μήτε μείζονος ἢ
ἄξος ἐστίν, μήτε πάσης· οὗτος δʼ ἐστὶν ὁ μεγαλάψυχφοςι
 ὥστε δῆλον ὅτι ἡ μεγαλοψυχία μεσότης ἐστὶ χαυνότητος
 καὶ μικροψυχίας.

μεγαλοπρέπεια δʼ ἐστὶν μεσότης σαλακωνείας καὶ μι- 
κροπρεπείας. ἔστιν δʼ ἡ μεγαλοπρέπεια περὶ δαπάνας ἂς
 τῷ πρέποντι γίνεσθαι προσήκει. ὅστις μὲν οὖν δανανᾷ οὗ
μὴ δεῖ, σαλάκων, οἷον εἴ τις ἑστιᾷ ἐρανιστὰς ὡς ἂν γάμους
τις ἑστιῶν, ὁ τοιοῦτος σαλάκων (ὁ γὰρ σαλάκων τοιοῦτός
ἐστιν, ὁ ἐν ᾧ μὴ δεῖ καιρῷ ἐνδεικνύμενος τὴν ἑαυτοῦ εὐπο-
 ρίαν)·

ὁ δὲ μικροπρεπὴς ὁ ἐναντίος τούτῳ, ὃς οὗ δεῖ μὴ με-
γαλείως δαπανήσει, ἢ τοῦτο μὴ ποιῶν, οἷον εἰς γάμους ἢ
χορηγίαν δαπανῶν, μὴ ἀξίως ἀλλʼ ἐνδεῶς, ὁ τοιοῦτος μι-
κροπρεπής.

ἡ δὲ μεγαλοπτρέπεια καὶ ἀπὸ τοῦ ὀνόματος
φανερά ἐστιν οὖσα τοιαύτη οἵαν λέγομεν· ἐπεὶ γὰρ ἐν τῷ
 καιρῷ τῷ πρέποντι τὸ μέγα δαπανᾷ, ὀρθῶς τῇ μεγα-
λοπρεπείᾳ τοὔνομα κεῖται. ἡ μεγαλοπρέπεια ἄρα ἂν εἴη,
ἐπειδή ἐστιν ἐπαινετή, μεσότης τις ἐλλείψεως καὶ ὑπερβο-
λῆς τῆς περὶ δαπάνας τὰς προσηκούσας, ἐν οἷς δεῖ εἰσὶ 
δέ, ὡς οἴονται, καὶ πλείους μεγαλοπρέπειαι, οἷόν φασι με-
 γαλοπρεπῶς τʼ ἐβάδισε, καὶ ἄλλαι δὴ τοιαῦται μεγαλο-
 
 

 
πρέπειαι μεταφοραῖς λέγονται, οὐ κυρίως· οὐ γάρ ἐστιν ἐν
τούτοις μεγαλοπρέπεια, ἀλλʼ ἐν οἷς εἰρήκαμεν..

νέμεσις δέ ἐστιν μεσότης φθονερίας καὶ ἐπιχαιρεκα-
κίας· ἀμφότεραι γὰρ αὗται ψεκταὶ εἰσίν, ὁ δὲ νεμεσητν-
κὸς ἐπαινετός. ἔστι δʼ ἡ νέμεσις περὶ ἀγαθά, ἃ τυγχάνει 
ὑπάρχοντα ἀναξίῳ ὄντι, λυπή τις. νεμεσητικὸς οὖν ὁ ἐπὶ
τοῖς τοιούτοις λυπητικός. καὶ ὁ αὐτός γε πάλιν οὗτος λυπή-
σεται, ἄν τινα ἴδῃ κακῶς πράττοντα ἀνάξιον ὄντα. ἡ μὲν
 οὖν νέμεσις καὶ ὁ νεμεσητικὸς ἴσως τοιοῦτος, ὁ ὀέ γε φθο-
νερὸς ἐναντίος τούτῳ. ἁπλῶς γάρ, ἄν τε ἄξιός τις ἄν τε 
μὴ τοῦ εὖ πράττειν, λυπήσεται. ὁμοίως τούτῳ ὁ ἐπιχαιρέ-
κακος ἡσθήσεται κακῶς πράττοντι καὶ τῷ ἀξίῳ καὶ τῷ
ἀναξίῳ. ὁ δέ γε νεμεσητικὸς οὔ [τοιοῦτος], ἀλλὰ μέσος τίς
ἐστι τούτων.

σεμνότης δέ ἐστιν αὐθαδείας ἀνὰ μέσον τε καὶ ἀρε- 
σκείας, ἔστιν δὲ περὶ τὰς ἐντεύξεις. ὅ τε γὰρ αὐθάδης τοιοῦ-
τός ἐσπιν οἷος μωηθενὶ ἐντυχεῖν μηδὲ διαλεγῆναι (ἀλλὰ τοὔ-
??ομα ἔοικεν ἀπὸ τοῦ τρόπου κεῖσθαι· ὁ γὰρ αὐθάδης αὐτοά-
 δης τις ἐστίν, ἀπὸ τοῦ αὐτὰς αὑτῷ ἀρέσκειν)·

ὁ δὲ ἄρεσκος
τοιοῦτος οἷος πᾶσιν ὁμιλεῖν καὶ πάντως καὶ πανταχῇ. οὐδέ- 
τερος δὴ τούτων ἐπαινετός, ὁ δέ γε σεμνὸς ἀνὰ μέσον τού-
των ὢν ἐπαινετός· οὔτε γὰρ πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς
ἀξίους, οὔτε πρὸς οὐθένα, ἀλλὰ πρὸς τοὺς αὐτοὺς τούτους.

αἰδὼς δʼ ἐστὶ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως, 
ἔστιν δὲ περὶ πράξεις καὶ λόγους. ὁ μὲν γὰρ ἀναίσχυντός
ἐστιν ὁ ἐν παντὶ καὶ πρὸς πάντας λέγων καὶ πράττων ἃ
 
 

 
ἔτυχεν, ὁ δὲ καταπεπληγμένος ὁ ἐναντίος τούτῳ, ὁ πάντα
 καὶ [πρὸς] πάντας εὐλαβούμενος καὶ πρᾶξαι καὶ εἰπεῖν
(ἄπρακτος γὰρ ὁ τοιοῦτος, ὁ πάντα καταπληττόμενος)·

ἡ δὲ
αἰδὼς καὶ ὁ αἰδήμων μεσότης τις τούτων. οὔτε γὰρ ἅπαντα
καὶ πάντως, ὡς ὁ ἀναίσχυντος, καὶ ἐρεῖ καὶ πράξει, οὔτε
ὡς ὁ καταπλήξ, ἐν παντὶ καὶ πάντως εὐλαβηθήσεται,
 ἀλλὰ πράξει καὶ ἐρεῖ ἐν οἷς δεῖ καὶ ἃ δεῖ καὶ ὅτε δεῖ.

εὐτραπελία δʼ ἐστὶ μεσότης βωμολοχίας καὶ ἀγροι-
κίας, ἔστιν δὲ περὶ [τὰ] σκώμματα. ὅ τε γὰρ βωμολόχος ἐστὶν
ὁ πάντα καὶ πᾶν οἰόμενος δεῖν σκώπτειν, ὅ τε ἄγροικος ὁ
μήτε σκώπτειν βουλόμενος δεῖν μήτε σκωφθῆναι, ἀλλʼ
 ὀργιζόμενος·

ὁ δʼ εὐτράπελος ἀνὰ μέσον τούτων, ὁ μήτε
πάντας καὶ πάντως σκώπτων μήτʼ αὖ[τὸς] ἄγροικος ὤν. ἔσται
δὲ ὁ εὐτράπελος διττῶς πως λεγόμενος· καὶ γὰρ ὁ δυνά-
μενος σκῶψαι ἐμμελῶς, καὶ ὃς ἂν ὑπομείνῃ σκωπτόμενος,
εὐτράπελος· καὶ ἡ εὐτραπελία τοιαύτη.

φιλία δʼ ἐστὶν μεσότης κολακείας καὶ ἔχθρας, ἔστιν δὲ 
περὶ πράξεις καὶ λόγους· ὁ μὲν γὰρ κόλαξ ἐστὶν ὁ πλείω
τῶν προσηκόντων καὶ ὄντων προστιθείς, ὁ δὲ ἀπεχθητικὸς
ἐχθρὸς καὶ τῶν ὑπαρχόντων περιαιρῶν. οὐδέτερος οὖν ὀρθῶς
ἐπαινετὸς ἐστίν, ὁ δὲ φίλος ἀνὰ μέσον τούτων·

οὔτε γὰρ
 πλείω τῶν ὑπαρχόντων προσθήσει, οὔτʼ ἐπαινέσει τὰ μὴ
προσήκοντα, οὔτʼ αὖ πάλιν ἐλάττω ποιήσει, οὔτε πάντως
ἐναντιώσεται παρὰ τὸ δοκοῦν αὑτῷ.

ὁ μὲν οὖν φίλος τοιοῦτος· ἀλήθεια δέ ἐστιν μεταξὺ εἰρωνείας
καὶ ἀλαζονείας. ἔστι δὴ περὶ λόγους, οὐ πάντας δέ. ὁμὲν γὰρ ἀλα-
ζών ἐστιν ὁ πλείω τῶν ὑπαρχόντων αὑτῳ προσποιούμενος εἶναι, 
ἢ εἰδέναι ἃ μὴ οἶδεν, ὁ δʼ εἴρων ἐναντίος τούτῳ καὶ ἐλάττω
τῶν ὑπαρχόντων προσποιούμενος αὑτῷ εἶναι, καὶ ἃ οἶδεν μὴ φά-
 σκων, ἀλλʼ ἐπικρυπτόμενος τὸ εἰδέναι.

ὁ δὲ ἀληθὴς οὐδέτερον τού-
των ποιήσει. οὔτε γὰρ προσποιήσεται πλείω τῶν ὑπαρχόντων οὔτʼ
ἐλάττω, ἀλλὰ τὰ ὑπάρχοντα αὑτῷ ταῦτα φήσει καὶ εἶναι καὶ εἰδέναι. 
 εἰ μὲν οὖν εἰσιν αὗται ἀρεταὶ ἢ μὴ ἀρεταί, ἄλλος ἂν εἴη
λόγος· ὅτι δὲ μεσότητές εἰσι τῶν εἰρημένων, δῆλον. οἱ γὰρ
κατʼ αὐτὰς ζῶντες ἔπαινοῦνται.

περὶ δὲ δικαιοσύνης λοιπὸν ἂν εἴη εἰπεῖν, τί ἐστι καὶ
ἐν τίσιν καὶ περὶ ποῖα. πρῶτον μὲν οὖν εἰ λάβοιμεν τί ἐστι 
τὸ δίκαιον, ἔστιν δὴ διττὸν τὸ δίκαιον, ὧν τὸ μέν ἐστι κατὰ
 νόμον.

δίκαια γάρ φασιν εἶναι ἃ ὁ νόμος προστάττει. ὁ δὲ
νόμος κελεύει τἀνδρεῖα πράττειν καὶ τὰ σώφρονα καὶ
ἁπλῶς ἅπαντα ὅσα κατὰ τὰς ἀρετὰς λέγεται. διὸ καί, 
φασίν, δοκεῖ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ εἶναι· εἰ γὰρ
δίκαια μέν ἐστιν ἃ ὁ νόμος κελεύει ποιεῖν, ὁ δὲ νόμος τὰ
κατὰ πάσας ἀρετὰς ὄντα προστάττει, ὁ ἄρα τοῖς κατὰ νό-
μον ἐμμένων δικαίοις τελείως σπουδαῖος ἔσται, ὥστε ὁ δίκαιος
 καὶ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ ἐστίν.

ἓν μὲν δή τι δί- 
καιον ἔν τε τούτοις ἐστὶ καὶ περὶ ταῦτα· ἀλλὰ μὴν οὐ τοῦτο
τὸ δίκαιον οὐδὲ τὴν περὶ ταῦτα δικαιοσύνην ζητοῦμεν. κατὰ μὲν
γὰρ ταῦτα τὰ δίκαια ἔστιν καθʼ ἑαυτὸν ὄντα δίκαιον εἶναι
(ὁ γὰρ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ ὁ ἐγκρατὴς καὶ αὐτὸς
 
 

 
 καθʼ ἑαυτόν ἐστι τοιοῦτος)· ἀλλὰ τὸ δίκαιον τὸ πρὸς ἕτερον ἄλ-
λο τοῦ εἰρημένου κατὰ νόμον δικαίου ἐστίν. οὐ γὰρ ἔσττιν ἐν τοῖς
πρὸς ἕτερον δικαίοις οὖσιν καθʼ αὑτὸν εἶναι δίκαιον. τοῦτο δʼ
ἐστὶν ὃ ζητοῦμεν δίκαιον καὶ τὴν δικαιοσύνην τὴν περὶ ταῦτα.

ἴσον. τὸ γὰρ ἄδικον τὸ ἄνισον ἐστίν· ὅταν γὰρ τῶν μὲν ἀγα-
θῶν τὰ μείζω αὑτοῖς νέμωσι, τῶν δὲ κακῶν τὰ ἐλάσ-
σονα, ἄνισον τοῦτʼ ἐστί, καὶ οὕτως ἀδικεῖν καὶ ἀδικεῖσθαι
οἴονται.

δῆλον ἄρα ὅτι ἐπειδὴ ἡ ἀδικία ἐν ἀνίσοις, ἡ
δικαιοσύνη καὶ τὸ δίκαιον ἐν ἰσότητι συμβολαίων. ὥστε
 δῆλον ὅτι ἡ δικαιοσύνη μεσόυης τις ἂν εἴη ὑπερσχῆς καὶ
ἐλλείψεως καὶ πολλοῦ καὶ ὀλίγου.

ὅ τε γὰρ ἄδικος τῷ
ἀδικεῖν πλεῖον ἔχει, καὶ ὁ ἀδικούμενος δὲ τῷ ἀδικεῖσθαι
ἔλαττον· τὸ δέ γε μέσον τούτωον δίκαιον ἐστί. τὸ δὲ μέσον
ἔσον· ὥστε τὸ ἔσον ἂν πλείονος καὶ ἐλάττονος εἴη δίκαιον,
 καὶ δίκαιος δὲ ὁ τὸ ἴσον βουλόμενος ἔχειν.

τὸ δέ γε ἴσον
ἐν ἐλαχίστοις δυσὶν ἐγγίνεται· τὸ ἄρα πρὸς ἕτερον ἴσον εἶναι
δίκαιον ἐστί, καὶ δίκαιος ὁ τοιοῦτος ἂν εἴη.

τι, 〈καὶ〉 τὸ μὲν δίκαιον [ἐν] τισὶ λέγεται δίκαιον, τὸ δὲ ἴσον ἔν
 τισιν ἴσον, τὸ δὲ μέσον τισὶ μέσον· ὥστε ἡ δικκιοσύνη καὶ τὸ δίκαρ-
ον ἔσται καὶ πρός τινας καὶ ἐν τισίν.

ον ἂν εἴη. τὸ δʼ ἀνάλογον ἔντέτταρσι γίνεται ἐλαχίστοις· ὡς γὰρ
τὸ Απρὸς τὸ Β, τὸ Γπρὸς τὸ Δ. οἷον ἀνάλογόν ἐστιν τὸν τὰ πολ-
 
 

 
λὰ κεκτημένον πολλὰ εἰσφέρειν, τὸν δὲ τὰ ὀλίγα κεκτημένον 
ὀλίγα· πάλιν ὁμοίως τὸν μὲν πολλὰ πεπονηκότα πολλὰ λαμβά-
νειν, τὸν δὲ ὀλίγα πεπονηκότα ὀλίγα λαμβάνειν. ὡς δὲ ἔγει ὁ
πεπονηκὼς πρὸς τὸν μὴ πεπονηκότα, οὕτω τὰ πολλὰ πρὸς τὰ ὀλί-
γα. ὡς δὲ ὁ πεπονηκὼς πρὸς τὰ πολλά, οὕτως ὁ μὴ πεπονηκὼς 
 πρὸς τὰ ὀλίγα.

ἔοικεν δὲ καὶ Πλάτων τῇ ἀναλογίᾳ ταύτῃ τοῦ
δικαίου χρῆσθαι ἐν τῇ πολιτείᾳ. ὁ μὲν γὰρ γεωργός, φησί,
σῖτον ποιεῖ, ὁ δʼ οἰκοδόμος οἰκίαν, ὁ δὲ ὑφάντης ἱμάτιον, ὁ
δὲ σκυτοτόμος ὑπόδημα. ὁ μὲν οὖν γεωργὸς τῷ οἰκοδόμῳ
σῖτον δίδωσιν, ὁ δʼ οἰκοδόμος τῷ γεωργῷ οἰκίαν· ὁμοίως δὲ 
οἱ ἄλλοι πάντες οὕτως ἔχουσιν ὥστε τὰ παῤ αὑτοῖς ἀντικα-
 ταλλάττεσθαι τῶν παρὰ τοῖς ἄλλοις.

ἔστιν δʼ ἡ ἀναλογία
αὕτη· ὡς γὰρ ὁ γεωργὸς τῷ οἰκοδόμῳ, οὕτως ὁ οἰκοδόμος
τῷ γεωργῷ· ὁμοίως τῷ σκυτεῖ, τῷ ὑφάντῃ, τοῖς ἄλλοις
πᾶσιν ἡ αὐτὴ ἀναλογία πρὸς ἀλλήλους γίνεται· καὶ συνέχει 
δὴ αὕτη 〈ἡ〉 ἀναλογία τὴν πολιτείαν. ὥστε τὸ δίκαιον ἔοικεν
εἶναι τὸ ἀνάλογον. τὸ γὰρ δίκαιον συνέχει τὰς πολιτείας,
 τὸ αὐτὸ δʼ ἐστὶ τὸ δίκαιον τῷ ἀνάλογον.

ἐπεὶ δὲ ὁ οἰκοδό-
μος πλείονος ἄξιον ποιεῖ τὸ αὑτοῦ ἔργον ἢ ὁ σκυτεύς, καὶ
ἦν ἔργον ἀντικαταλλάτεσθαι [καὶ] τῷ σκυτεῖ πρὸς τὸν οἰκοδόμον, 
ἀνθʼ ὑποδημάτων δʼ οὐκ ἦν οἰκίαν λαβεῖν, ἐνταῦθα ἤδη ἐνό-
μισαν, οὗ ταῦτα πάντα ὠνητὰ ἐστίν, ἀργύριον προσαγορεύσαν
τες νόμισμα, τούτῳ χρῆσθαι, καὶ τὴν ἀξίαν ἕκαστον ἑκάστου
 

 
διδόντας τὴν ἄλλαξιν ποιεῖσθαι παρʼ ἀλλήλων, καὶ τούτῳ
 τὴν πολιτικὴν κοινωνίαν συνέχειν.

προσθεν, ἡ περὶ ταῦτα δικαιοσύνη ἂν εἴη τῇ ἕξει ὁρμὴν
ἔχουσα μετὰ προαιρέσεως περὶ ταῦτα καὶ ἐν τούτοις. 
 ἔστιν δὲ δίκαιον καὶ τὸ ἀντιπεπονθός, οὐ μέντοι γε ὡς οἱ Πυ-
 θαγόρειοι ἔλεγον. ἐκεῖνοι μὲν γὰρ ᾤοντο δίκαιον εἶναι, ἅ τις ἐποί-
ησεν, ταῦτʼ ἀντιπταθεῖν·

τὸ δὲ τοιοῦτον οὐκ ἔστιν πρὸς ἅπαντας. οὐ
γάρ ἐστι δίκαιον οἰκέτῃ πρὸς ἐλεύθερον ταὐτόν· ὁ οἰκέτης γὰρ ἐὰν
πατάξῃ τὸν ἐλεύθερον, οὐκ ἔστιν δίκαιος ἀντιπληγῆναι, ἀλλὰ πολ-
λάκις. καὶ τὸ ἀντιπεπονθὸς δὲ δίκαιόν ἐστιν ἐν τῷ ἀνάλογον. ὡς
 γὰρ ὁ ἐλεύθερος ἔχει πρὸς τὸν δοῦλον τῷ βελτίων εἶναι, οὕτως
τὸ ἀντιποιῆσαι πρὸς τὸ ποιῆσαι. ὁμοίως δὲ καὶ ἐλευθέ-
ρῳ πρὸς ἐλεύθερον ἕξει. οὐ γὰρ δίκαιον, εἴ τις τὸν ὀφθαλμὸν
ἐξέκοψεν τινός, ἀντεκκοπῆναι μόνον, ἀλλὰ πλείονα παθεῖν,
ἀκολουθήσαντα τῇ ἀναλογίᾳ· καὶ γὰρ ἦρξε πρότερος καὶ
 ἠδίκησεν, ἀδικεῖ δὲ κατʼ ἀμφότερα, ὥστε ἀνάλογον καὶ τὰ
ἀδικήματα, καὶ τὸ ἀντιπταθεῖν πλείω ὧν ἐποίησεν δίκαιον ἐστίν.

ὑπὲρ ποίου δικαίου ἐστὶν ἡ σκέψις. 
 ἔστιν δὴ δίκαιόν τι, ὡς φασίν, οἰκέτῃ πρὸς δεσπότην καὶ υἱῷ
πρὸς πατέρα. τὸ δʼ ἐν τούτοις δίκαιον ὁμωνύμως ἂν δόξειεν λέ-
γεσθαι τῷ πολιτικῷ δικαίῳ (ἔστιν γὰρ 〈τὸ〉 δίκαιον, ὑπὲρ οὗ ἐστιν
ἡ σκέψις, τὸ πολιτικὸν δίκαιον)·

τοῦτο γὰρ μάλιστά ἐστιν ἐν ἰσότη-
 
 

 
τι (κοινωνοὶ γὰρ οἱ πολῖταί τινες, καὶ ὅμοιοι βούλονται εἶναι
τῇ φύσει, τῷ δὲ τρόπῳ ἕτεροι), τῷ δὲ υἱῷ πρὸς πατέρα καὶ 
οἰκέτῃ πρὸς δεσπότην οὐκ ἂν δόξειεν εἶναι δίκαιον οὐθέν. οὔτε
γὰρ τῷ ποδὶ τῷ ἐμῷ πρὸς ἐμὲ οὔτε τῇ χειρί, ὁμοίως δὲ οὐδʼ
ἑκάστῳ τῶν μορίων· ὡσαύτως ἂν οὖν δόξειεν ἔχειν καὶ ὁ υἱὸς
πρὸς πατέρα· ὥσπερ γὰρ μέρος τί ἐστι τοῦ πατρὸς ὁ υἱός.
πλὴν ὅταν ἤδη λάβῃ τὴν τοῦ ἀνδρὸς τάξιν καὶ χωρισθῇ ἀπʼ 
αὐτοῦ, τότʼ ἤδη ἐν ἰσότητι καὶ ὁμοιότητί ἐστιν τῷ πατρί· οἱ
 δὲ πολῖται τοιοῦτοί τινες ἐθέλουσιν εἶναι.

ὡς δʼ αὕτως οὐδʼ
οἰκέτῃ πρὸς δεσπότην ἐστὶ δίκαιον διὰ τὴν αὐτὴν αἰτίαν· τοῦ
γὰρ δεσπότου τί ἐστιν ὁ οἰκέτης. ἀλλὰ δὴ καὶ εἰ ἔστιν αὐτῷ
δίκαιον, τὸ οἰκονομικὸν δίκαιον πρὸς αὐτὸν ἐστίν. οὐ τοῦτο 
δέ γε ἡμεῖς ζητοῦμεν, ἀλλὰ τὸ πολιτικόν· ἐν ἰσότητι γὰρ
 καὶ ὁμοιότητι τὸ πολιτικὸν δίκαιον ἔοικεν εἶναι.

ἀλλὰ δὴ
τὸ μὲν ἐν γυναικὸς καὶ ἀνδρὸς κοινωνίᾳ δίκαιόν ἐστιν ἐγγὺς
τοῦ πολιτικοῦ δικαίου· χεῖρον μὲν γάρ ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός,
ἀλλʼ οἰκειότερον, καὶ μετέχει ἰσότητός πως μᾶλλον, διότι ἐγ- 
γὺς τῆς πολιτικῆς κοινωνίας ὁ βίος αὐτῶν, ὥστε καὶ τὸ δίκαι-
ον τὸ γυναικὶ πρὸς ἄνδρα μάλιστά πως ἤδη τῶν ἄλλων πολι-
 τικὸν ἐστίν.

ἐπεὶ οὖν ἐστι δίκαιον τὸ ἐν πολιτικῇ κοινωνίᾳ ὅν, ἡ
δικαιοσύνη καὶ ὁ δίκαιος περὶ τὸ πολιτικὸν δίκαιον ἔσται. 
 τῶν δὲ δικαίων ἐστὶ τὰ μὲν φύσει τὰ δὲ νόμῳ. δεῖ δʼ 
οὕτως ὑπολαμβάνειν μὴ ὡς μηδέποτε ἂν μεταπεσόντα·
καὶ γὰρ τὰ φύσει ὄντα μεταλαμβάνουσι μεταβολῆς.

λέγω δʼ οἷον εἰ τῇ ἀριστερᾷ μελετῷμεν πάντες ἀεὶ βαλ-
λειν, γινοίμεθα ἂν ἀμφιδέξιοι· ἀλλὰ φύσει γε ἀριστε-
ρὰ ἐστίν, καὶ τὰ δεξιὰ οὐδὲν ἧττον φύσει βελτίω ἐστὶ τῆς 
ἀριστερᾶς, κἂν πάντα ποιῶμεν τῇ ἀριστερᾷ καθάπερ τῇ
 

 
δεξιῷ. οὐδʼ ὅτι μεταπίπτουσι, διὰ τοῦτο οὖκ ἔστιν φύσει· ἀλλʼ
εἰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸν πλείω χρόνον οὕτω διαμένει ἡ
ἀριστερὰ οὖσα ἀριστερὰ καὶ ἡ δεξιὰ δεξιά, τοῦτο φύσει ἐστίν.

ὡσαύτως ἐπὶ τῶν φύσει δικαίων, μή, εἰ μεταβάλλει διὰ τὴν 
ἡμετέραν χρῆσιν, διὰ τοῦτʼ οὐκ ἔστιν δίκαιον φύσει, ἀλλʼ ἔστιν.
τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ διαμένον, τοῦτο φύσει δίκαιον προφα-
νές. ὃ γὰρ ἂν ἡμεῖς θώμεθα καὶ νομίσωμεν, τοῦτο καὶ ἔστι δί-
 καιον ἤδη καὶ καλοῦμεν κατὰ νόμον δίκαιον. βέλτιον οὖν δί.
καιον τὸ κατὰ φύσιν τοῦ κατὰ νόμον. ἀλλʼ ὃ ζητοῦμεν, δίκαιόν
ἐστι πολιτικόν. τὸ δὲ πολιτικόν ἐστιν τὸ νόμῳ, οὐ τὸ φύσει.

τόν, οὐκ ἔστι δέ· τὸ μὲν γὰρ ἄδικόν ἐστιν τὸ νόμῳ ὡρισμένον,
 οἷον τὸ τὴν παρακαταθήκην ἀποστερῆσαι ἄδικον ἐστί, τὸ δʼ
ἀδίκημά ἐστιν τὸ ἤδη ἀδίκως τι πρᾶξαι. ὁμοίως δὲ τὸ δί-
καιον καὶ τὸ δικαιοπράγημα οὐ ταὐτόν· τὸ μὲν γὰρ δίκαι-
ον τὸ τῷ νόμῳ ὡρισμένον, τὸ δὲ δικαιοπράγημα τὸ τὰ
δίκαια πράττειν.

— πότε οὖν τὸ δίκαιον, καὶ πότε οὖ; ὡς
 ἀπλῶς μὲν εἰπεῖν, ὅταν πράττῃ κατὰ προαίρεσιν καὶ ἑκου-
σίως (τὸ δὲ ἑκουσίως ὃ ἦν, εἴρηται ἐν τοῖς ἐπάνω ἡμῖν), καὶ
ὅταν εἰδὼς καὶ ὃν καὶ ᾧ καὶ οὗ ἕνεκα, οὕτως δίκαιον πράτ-
τει. ὁμοίως καὶ ὡσαύτως καὶ ὁ ἄδικος ἔσται ὁ εἰδὼς καὶ ὃν
καὶ καὶ οὗ ἕνεκα. ὅταν δὲ μηθὲν τούτων εἰδὼς πράξῃ τι
 ἄδικον, ἄδικος μὲν οὐκ ἔστιν, ἀτυχὴς δέ. εἰ γὰρ οἰόμενος
τὸν πολέμιον ἀποκτείνειν τὸν πατέρα ἀπέκτεινεν, ἄδικον μέν
τι ἔπραξεν, ἀδικεῖ μέντοι οὐθένα, ἀτυχεῖ δέ.

ἐπεὶ οὖν τὸ μὴ
 
 

 
ἀδικεῖν τὰ ἄδικα πράττοντα ἐν τῷ ἀγνοεῖν ἐστι τοῦτο, ὃ καὶ
μικρὸν ἐπάνω ἐλέγετο, ὅταν μὴ εἰδὼς μήθʼ ὃν βλάπτει μήθʼ
μηθ’ οὗ ἕνεκεν· ἀλλʼ ἤδη καὶ τὴν ἄγνοιαν διοριστέον ἐστίν, 
πῶς ἂν γινομένης τῆς ἀγνοίας, ὃν βλόωττει, οὐκ ἀδικήσει.
 ἔστω δὴ οὗτος ὁ διορισμός.

ὅταν μὲν γὰρ ἡ ἄγνοια αἰτία
τοῦ πρᾶξαί τι, οὐχ ἑκὼν τοῦτο πράττει, ὥστε οὐκ ἀδικεῖ ὅταν
δὲ τῆς ἀγνοίας αὐτὸς ᾖ αἴτιος, καὶ πράττῃ τι κατὰ τὴν
ἄγνοιαν ἧς αὐτὸς αἴτιος ἐστίν, οὗτος ἤδη ἀδικεῖ, καὶ δικαίως 
ἄδικος ὁ τοιοῦτος κληθήσεται. οἷον ἐπὶ τῶν μεθυόντων. οἱ γὰρ
μεθύοντες καὶ πράξαντές τι κακὸν ἀδικοῦσιν· τῆς γὰρ ἀγνοίας
αὐτοί εἰσιν αἴτιοι· ἐξῆν γὰρ αὐτοῖς μὴ πίνειν τοσοῦτον, ὥστʼ
 ἀγνοήσαντας τύπτειν τὸν πατέρα.

ὁμοίως [καὶ] ἐπὶ τῶν ἄλλων
ἀγνοιῶν ὅσαι μὲν γίνονται διʼ αὐτούς, οἱ κατὰ ταύτας ἀδι- 
κοῦντες ἄδικοι· ὧν δὲ μὴ αὐτοί εἰσιν αἴτιοι, ἀλλʼ ἡ ἄγνοια
κἀκείνοις ἐφτὶν αἰτία τοῖς πράξασι τοῦ πρᾶξαι, οὐκ ἄδικοι.
ἔστιν δʼ ἡ τοιαύτη ἄγνοια ἡ φυσική, οἷον τὰ παιδία ἀγνοοῦντα
τοὺς πατέρας τύπτουσιν, ἀλλʼ ἡ ἐν τούτοις ἄγνοια φυσικὴ 
οὖσα οὐ ποιεῖ διὰ τὴν πρᾶξιν ταύτην τὰ παιδία λέγεσθαι
ἄδικα· ἡ γὰρ ἄγνοια αἰτία τοῦ πράττειν ταῦτα, τῆς δʼ
ἀγνοίας οὐκ αὐτὰ αἴτια, διὸ οὐδʼ ἄδικα λέγονται.

ὑπὲρ δὲ δὴ τοῦ ἀδικεῖδθαι πῶς; πότερον ἑκόντα ἔστιν ἀδικεῖ- 
σθαις ἢ οὔ; δίκαια μὲν. γὰρ καὶ ἄδικα πράττομεν ἑκόντες, ἀδι-
κούμεθα δὲ οὐκέτι ἑκόντες· τὸ γὰρ κολάζεσθαι φεύγομεν, ὥστε δῆ-
λον ὅτι οὐκ ἂν ἀδικοίμεθα ἑκόντες. οὐδεὶς γὰρ ἑκὼν βλάπτεσθαι
 ὑπομένει· τὸ γὰρ ἀδικεῖσθαι βλάπτεσθαι ἐστίν.

ναί, ἀλλʼ
 

 
 εἰσί τινες οἳ δέον αὐτοὺς τὸ ἴσον ἔχειν παραχωροῦσι τισίν,
ὥστε εἰ τὸ ἴσον ἔχειν ἦν δίκαιον, τὸ δʼ ἔλαττον ἔχειν ἀδι-
κεῖσθαι ἐστίν, ἔλαττον δὲ ἑκὼν ἔχει, ἑκὼν ἄρα, φησίν, ἀδι-
κεῖπται. ἀλλʼ ἐντεῦθεν δῆλον πάλιν ὅτι οὐχ ἑκών. πάντες
γὰρ οἱ ἔλαττον λαμβάνοντες ἀντικαταλλάττονται ἢ τιμὴν
 ἢ ἔπαινον ἢ δόξαν ἢ φιλίαν ἢ ἄλλο τι τῶν τοιούτων· ὁ δʼ
ἀντικαταλλαττόμενός τι ἀνθʼ οὗ προΐεται, οὐκέτι ἀδικεῖται·
εἰ δὲ μὴ ἀδικεῖται, οὐδὲ ἑκὼν ἄρα.

ἔτι πάλιν οἱ τὸ ἔλατ-
τον λαμβάνοντες καὶ ἀδικούμενοι, οὐκ ἴσον λαμβάνουσιν,
οὗτοι καλλωπίζονται καὶ σεμνύνονται ἐπὶ τῶν τοιούτων, ὅτι
 φασὶν ῾῾ ἐξόν μοι ἴσον λαμβάνειν οὐκ ἐλάμβανον, ἀλλὰ
παρῆκα τῷ πρεσβυτέρῳ ἢ τῷ φίλῳʼ᾿. ἀδικούμενος δέ γε
οὐδεὶς σεμνύνεται. εἰ δʼ ἐπὶ τοῖς ἀδικήμασι μὴ σεμνύνον-
ται, ἐπὶ δὲ τούτοις σεμνύνονται, ὅλως οὐκ ἂν ἀδικοῖντο οὕτως
ἐλατττούμενοι. εἰ δὲ μὴ ἀδικοῦνται, οὐδʼ ἂν ἑκόντες ἀδικοῖντο.

—
 πρὸς δὲ ταῦτα καὶ τοῖς τοιούτοις λόγοις ὁ ἐπὶ τοῦ ἀκρατοῦς 
λόγος ἐναντιοῦται· ὁ γὰρ ἀκρατὴς βλάπτει αὐτὸς αὑτὸν
τὰ φαῦλα πράττων, καὶ ἑκών γε ταῦτα πράττει, βλά-
πτει ἄρα αὐτὸς αὑτὸν εἰδώς, ὥστε ἑκὼν αὐτὸς ὑφʼ αὑτοῦ
ἀδικεῖται. ἀλλʼ ἐνταῦθα [ὁ] διορισμὸς προστεθεὶς κωλύσει
 τὸν λόγον τοῦτον. ἔστιν δὲ ὁ διορισμὸς οὗτος, τὸ μηδένα βού-
λεσθαι ἀδικεῖσθαι. ὁ δέ γε ἀκρατὴς βουλόμενος πράττει τὰ
κατὰ τὴν ἀκρασίαν, ὥστε αὐτὸς αὐτὸν ἀδικεῖ βούλεται ἄρα
τὰ φαῦλα πράττειν αὑτῷ. ἀλλʼ οὐδεὶς βούλεται ἀδικεῖ-
σθαι· ὥστʼ οὐδὲ ὁ ἀκρατὴς αὐτὸς αὑτὸν ἑκὼν 〈ἂν〉 ἀδικοίη.

δέχεται αὐτὸν αὑτὸν ἀδικεῖν; ἐκ μὲν δὴ τοῦ ἀκρατοῦς σκο-
πουμένῳ ἔοικεν ἐνδέχεσθαι. καὶ πάλιν οὕτως. εἰ γὰρ ἃ ὁ
νόμος πράττειν τάττει, ταῦτά ἐστιν δίκαια, ὁ μὴ πράττων
ταῦτα ἀδικεῖ καὶ εἰ πρὸς ὃν κελεύει πράττειν, πρὸς τοῦτον 
εἰ μὴ πράττει, τοῦτον ἀδικεῖ, ὁ δὲ νόμος κελεύει σώφρονα
εἶναι, οὐσίαν κεκτῆσθαι, σώματος ἐπιμελεῖσθαι, καὶ τἆλλο
τὰ τοιαῦτα,· ὁ ἄρα ταῦτα μὴ πράττων ἀδικεῖ αὑτόν. εἰς
οὐθένα γὰρ ἄλλον τῶν τοιούτων ἀδικημάτων ἡ ἀναφορὰ 
 ἐστίν.

— ἀλλὰ μή ποτε ταῦτα οὐκ ἀληθῆ ἦν, οὐδʼ ἐνδέχεται
αὐτὸν ἀδικεῖν αὑτόν. τὸν γὰρ αὐτὸν οὐκ ἐνδέχεται κατὰ
τὸν .αὐτὸν χρόνον πλεῖον ἔχειν καὶ ἔλαττον, οὐδʼ ἑκόντα
ἅμα καὶ ἄκοντα· ἀλλὰ μὴν ὁ ἀδικῶν, ᾗ ἀδικεῖ, πλεῖον
ἔχει, ὁ δʼ ἀδικούμενος, ᾗ ἀδικεῖται, ἔλαττον. εἰ ἄρα αὐτὸς 
αὑτὸν ἀδικεῖ, ἐνδέχεται τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον
καὶ πλεῖον ἔχειν καὶ ἔλαττον. ἀλλὰ τοῦτʼ ἀδύνατον· οὐκ
 ἄρα ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.

— ἔτι ὁ μὲν ἀδικῶν ἑκὼν
ἀδικεῖ, ὁ δὲ ἀδικούμενος ἄκων ἀδικεῖται, ὥστε εἰ ἐνδέχε-
ται αὐτὸν αὑτὸν ἀδικεῖν, ἐνδέχοιτʼ ἂν ἅμα καὶ ἀκουσίως καὶ 
ἑκουσίως πράττειν τι· τοῦτο δὲ ἀδύνατον· οὐκ ἄρα οὐδʼ οὕτως
 ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.

— ἔτι εἴ τις λαμβάνοι ἐκ
τῶν κατὰ μέρος ἀδικημάτων. ἀδικοῦσι γὰρ πάντες ἤτοι
παρακαταθήκην ἀποστεροῦντες ἢ μοιχεύοντες ἢ κλέπτοντες
τι ἄλλο τῶν κατὰ μέρος ἀδικημάτων ποιοῦντες· οὐδεὶς δὲ 
πώποτε αὐτὸς αὑτὸν παρακαταθήκην ἀπεστέρησεν, οὐδʼ ἐμοί-
χευσεν τὴν ἑαυτοῦ γυναῖκα, οὐδʼ ἔκλεψεν αὐτὸς τὰ ἑαυτοῦ
ὥστε εἰ τὸ μὲν ἀδικεῖν ἐν τοῖς τοιούτοις ἐστίν, τούτων δὲ μηθὲν
ἐνδέχεται πρὸς αὐτὸν ποιεῖν, οὐκ ἂν ἐνδέχοιτο αὑτὸν ἀδι-
 κεῖν.

— εἰ δὲ μή, οὐ τό γε πολιτικὸν ἀδίκημα, ἀλλὰ τὸ 
οἰκονομικόν. ἡ γὰρ ψυχὴ εἰς πλείω μεμερισμένη ἔχει τι
 

 
αὑτῆς τὸ μὲν χεῖρον τὸ δὲ βέλτιον, ὥστ᾿ εἴ τι ἐγγίνεται
τῶν ἐν ψυχῇ ἀδίκημα, τῶν μερῶν ἐστι πρὸς. ἄλληλα· τὸ
οἰκονομικὸν δὲ ἀδίκημα διειλόμεθα τῷ ἐπὶ τὸ χεῖρον καὶ
 βέλτιον· ὡς γίνεσθαι πρὸς αὑτὸν ἄδικον καὶ δίκαιον. οὐ
τοῦτο δʼ ἡμεῖς ἐπισκοπούμεθα, ἀλλὰ τὸ πολιτικόν.

ὥστʼ ἐν
τοῖς τοιούτοις ἀδικήμασιν, ἐν οἵς ἡμεῖς ζητοῦμεν, οὐκ ἐνδέχε-
ται αὐτὸν αὑτὸν ἀδικεῖν. 
 πότερος δὲ πάλιν ἀδικεῖ, καὶ ἐν ποτέρῳ ἐστὶ τὸ ἀδίκημα,
 ἐν τῷ ἀδίκως ὁτιοῦν ἔχοντι; ἢ τῷ κρίναντι καὶ τῷ ἀπονείμαντι,
ὥσπερ ἐν τοῖς ἀγῶσιν; καὶ γὰρ ὁ λαβὼν τὸν φοίνικα παρὰ τοῦ
ἐφεστῶτος καὶ ταῦτα κρίναντος οὐκ ἀδικεῖ, κἂν ἀδίκως αὐτῷ
ἀποδοθῇ· ἀλλʼ ἤδη ὁ κρίνας κακῶς καὶ δούς, οὗτος ἀδικεῖ. καὶ
 οὗτος ἔστι μὲν ᾗ ἀδικεῖ, ἔστι δὲ ᾗ οὐκ ἀδικεῖ μὲν γὰρ τὸ τῇ
ἀληθείᾳ καὶ τῇ φύσει ἄν δίκαιον μὴ ἔκρινεν, ταύτῃ μὲν
ἀδικεῖ, ᾗ δὲ τὸ αὑτῷ δοκοῦν εἶναι δίκαιον, οὐκ ἀδικεῖ.

ἐπειδὴ δʼ ὑπὲρ τῶν ἀρετῶν εἴρηται, καὶ τίνες εἰσὶν
 καὶ ἐν τίσιν καὶ περὶ ποῖα, καὶ περὶ ἑκάστης αὐτῶν, ὅτι εἰ
πράττοιμεν κατὰ τὸν ὀρθὸν λόγον τὸ βέλτιστον, τὸ μὲν
οὕτως εἰπεῖν, τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν, ὅμοιόν ἐστιν 
ὥσπερ ἂν εἴ τις εἴπτοι ὅτι ὑγίεια ἄριστʼ ἂν μένοιτο, εἴ τις
τὰ ὑγιεινὰ προσφέροιτο. τὸ δὴ τοιοῦτον ἀσαῳές· ἀλλʼ ἐρεῖ
 μοι, τὰ ποῖα διασάφησόν ἔστιν ὑγιεινά.

οὕτως καὶ ἐπὶ τοῦ
λόγου, τί ἐστιν ὁ λόγος καὶ τίς ὁ ὀρθὸς λόγος; 
 
 

 
 ἀναγκαῖον ἴσως ἐστὶν πρῶτον μέν, ἐν ὁ λόγος ἐγγίνεται,
 ὑπὲρ τούτου διελέσθαι.

διωρίσθη μὲν οὖν ὑπὲρ ψυχῆς ὡς τύ-
πῳ καὶ πρότερον, ὅτι τὸ μὲν αὐτῆς ἐστι λόγον ἔχον, τὸ δὲ ἄλο-
γaν μόριον τῆς ψυχῆς· ἔστιν δʼ εἰς δύο τὴν διαίρεσιν ἔχον τὸ 
λόγον ἔχον μόριον τῆς ψυχῆς, ὧν ἐστι τὸ μὲν βουλευτικὸν
τὸ δὲ ἐπιστημονικόν. ὅτι δὲ ἕτερα ἀλλήλων ἐστίν, ἐκ τῶν
 ὑποκειμένων ἂν γένοιτο φανερόν.

ὥσπερ γὰρ δὴ ἕτερά ἐστιν
ἀλλήλων χρῶμά τε καὶ χυμὸς καὶ ψόφος καὶ ὀσμή,
ὡσαύτως καὶ τὰς αἰσθήσεις ἑτέρας αὐτῶν ἡ φύσις ἀπέ- 
δωκεν (ψόφον μὲν γὰρ ἀκοῇ, χυμὸν δὲ γεύσει γνωρίζο-
μεν, χρῶμα δὲ ὄψει), ὁμοίως δὲ καὶ τἄλλο τὸν αὐτὸν
τρόπον δεῖ ὑπολαμβάνειν· ἐπεὶ δὴ ἕτερα τὰ ὑποκείμενα ἐστίν,
ἕτερα καὶ τὰ τῆς ψυχῆς εἶναι μέρη οἷς ταῦτα γνωρίζο-
 μεν.

ἕτερον δʼ ἔτι τὸ νοητὸν καὶ τὸ αἰσθητόν· ταῦτα δὲ 
ψυχῇ γνωρίζομεν· ἕτερον ἄῥ ἂν εἴη τὸ μόριον τὸ περὶ τὰ
αἰσθητὰ καὶ τὰ νοητά. τὸ δὲ βουλευτικὸν καὶ προαιρετικὸν πε-
ρὶ τὰ αἰσθητὰ καὶ ἐν κινήσει καὶ ἀπλῶς ὅσα ἐν γενέσει τε
 καὶ φθορᾷ ἐστίν.

βουλευόμεθα γὰρ ὑπὲρ τούτων ἃ ἐφʼ ἡμῖν
ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι προελομένοις, περὶ ἅ ἐστιν 
καὶ] βουλὴ καὶ προαίρεσις τοῦ πρᾶξαι ἢ μὴ πρᾶξαι· ταῦτα δʼ
ἐστιν αἰσθητὰ καὶ ἐν κινήσει τοῦ μεταβάλλειν· ὥστε τὸ προαιρε-
τικὸν μόριον τῆς ψυχῆς κατὰ τὸν λόγον τῶν αἰσθητῶν ἐστίν.

τούτων δὴ διωρισμένων, μετὰ ταῦτα λεκτέον ἂν εἴη, ἐπει-
 
 

 
 δὴ ὑπὲρ τἀληθοῦς ἐστιν ὁ λόγος καὶ τἀληθὲς ὡς ἔχει
σκοπούμεθα, ἔστιν δʼ ἐπιστήμη φρόνησις νοῦς σοφία ὑπόλη-
ψις, περὶ τί δὴ ἕκαστον τούτων ἐστίν.

ἡ μὲν οὖν ἐπιστήμη
ἐστὶ περὶ ἐπιστητόν, καὶ τοῦτο μετʼ ἀποδείξεως καὶ λόγου
 διατεινόμενον, ἡ δὲ φρόνησις περὶ τὰ πρακτά, ἐν οἷς αἵ-
ρεσις καὶ φυγὴ καὶ ἐφʼ ἡμῖν ἐστιν πρᾶξαι καὶ μὴ πρᾶ-
ξαι.

ἔστιν δὴ τῶν ποιουμένων καὶ πραττομένων οὐ ταὐτὸ τὸ
ποιητικὸν καὶ πρακτικόν. τῶν μὲν γὰρ ποιητικῶν ἐστί τι
 παρὰ τὴν ποίησιν ἄλλο τέλος, οἷον παρὰ τὴν οἰκοδομικήν,
ἐπειδή ἐστιν ποιητικὴ σἰκίας, οἰκία αὐτῆς τὸ τέλος παρὰ τὴν
ποίησιν, ὁμοίως ἐπὶ τεκτονικῆς καὶ τῶν ἄλλων τῶν ποιητικῶν·

ἐπεὶ δὲ τῶν πρακτικῶν οὐκ ἔστιν ἄλλο οὐθὲν τέλος παῥ 
αὐτὴν τὴν πρᾶξιν, οἷον παρὰ τὸ κιθαρίζειν οὐκ ἔστιν ἄλλο
 τέλος οὐθέν, ἀλλʼ αὐτὸ τοῦτο τέλος, ἡ ἐνέργεια καὶ ἡ πρᾶξις.
περὶ μὲν οὖν τὴν πρᾶξιν καὶ τὰ πρακτὰ ἡ φρόνησις, περὶ
δὲ τὴν ποίησιν καὶ τὰ ποιητὰ ἡ τέχνη· ἐν γὰρ τοῖς ποιη-
τοῖς μᾶλλον ἢ ἐν τοῖς πρακτοῖς ἐστι τὸ τεχνάζειν.

ὥστε ἡ
φρόνησις ἂν εἴη ἕξις τις προαιρετικὴ καὶ πρακτικὴ τῶν
 ἐφʼ ἡμῖν ὄντων καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, ὅσα εἰς τὸ
συμφέρον ἤδη συντείνει.

ἔστιν δʼ ἡ φρόνησις ἀρετή, ὡς δό-
ξειεν ἄν, οὐκ ἐπιστήμη. ἐπαινετοὶ γάρ εἰσιν οί φρόνιμοι, ὁ
δʼ ἔπαινος ἀρετῆς· ἔτι δʼ ἐπιστήμης μὲν πάσης ἀρετὴ ἐστίν,
φρονήσεως δὲ ἀρετὴ οὐκ ἔστιν, ἀλλʼ ὡς ἔοικεν, αὐτό τί ἐστιν
 
 

 
ἀρετή. ὁ δὲ νοῦς ἐστι περὶ τὰς ἀρχὰς τῶν νοητῶν καὶ τῶν 
ντων· ἡ μὲν γὰρ ἐπιστήμη τῶν μετʼ ἀποδείξεως ὄντων
ἐστίν, αἱ δʼ ἀρχαὶ ἀναπόδεικτοι, ὥστʼ οὐκ ἂν εἴη περὶ τὰς
 ἀρχὰς ἡ ἐπιστήμη, ἀλλʼ ὁ νοῦς.

ἡ δὲ σοφία ἐστὶν ἐξ ἐπι-
στήμης καὶ νσῦ συγκειμένη. ἔστιν γὰρ ἡ σοφία καὶ περὶ τὰς
ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν ἤδη δεικνύμενα, περὶ ἂ ἡ 
ἐπιστήμη· μὲν οὖν περὶ τὰς ἀρχάς, τοῦ νοῦ αὐτὴ μετέχει, ῇ
δὲ περὶ τὰ μετὰ τὰς ἀρχὰς μετ᾿ ἀποδείξεως ὄντα, τῆς ἐπι-
στήμης μετέχει· ὥστε δῆλον ὅτι ἡ σοφία ἐστὶν ἔκ τε νοῦ καὶ ἐπι-
σπτήμης συγκειμένη, ὥστʼ εἴη ἂν περὶ ταὐτά, περὶ ἃ καὶ ὁ νοῦς
 καὶ ἡ ἐπιστήμη.

ἡ δὲ ὑπόληψίς ἐστιν, ὑπὲρ ἀπάντων ἐπαμ- 
φοτερίζομεν, πρὸς τὸ καὶ εἶναι ταῦτα οὕτω καὶ μὴ εἶναι.

πότερον δʼ ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία ταὐτόν; ἢ οὔ;
ἡ μὲν γὰρ σοφία ἐστὶν περὶ τὰ μετʼ ἀποδείξεως καὶ
ἀεὶ ὡσαύτως ὄντα, ἡ δὲ φρόνησις οὐ περὶ ταῦτα, ἀλλὰ
περὶ τὰ ἐν μεταβολ ὄντα. λέγω δὲ οἷον εὐθὺ μὲν ἢ 
καμπύλον καὶ κοῖλον καὶ τὰ τοιαῦτώ ἐστιν ἀεὶ τοιαῦτα,
τὰ δὲ συμφέροντα οὐκέτι οὕτως ἔχουσιν τὸ μὴ εἰς ἄλλο τι
μεταβάλλειν, ἀλλὰ μεταβάλλουσιν, καὶ νῦν μὲν συμφέρει
τοῦτο, αὔριον δʼ οὔ, καὶ τῷ μέν, τῷ δʼ οὔ, καὶ οὕτω μὲν συμφέ-
ρει, ἐκείνως δὲ οὐ συμφέρει. περὶ δὲ τὰ συμφέροντά ἐστιν ἡ φρό- 1197b
νησις, ἡ δὲ σοφία οὔ. ἕτερον ἄρα ἡ σοφία καὶ ἡ φρόνησις.

πότερον δʼ ἐστὶν ἡ σοφία ἀρετὴ ἢ οὔ; διὰ τοῦτο δῆ-
λον ἂν γένοιτο, ὅτι ἐπτὶν ἀρετή, ἐξ αὐτῆς τῆς φρονήσεως.
 
 

 
 εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μαρίου
τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις
τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν· ἡ μὲν γὰρ σοφία περὶ τὸ
ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμ-
φέρον ἀνθρώπῳ), εἰ οὖντὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός
 ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.

καὶ ἡ φρόνησις, περὶ τὰ πρακτά. ὁ γὰρ συνετός που λέγε-
ται τῷ δυνατὸς βουλεύεσθαι 〈εἶναι〉 καὶ ἐν τῷ ὀρθῶς τι
κρῖναι καὶ ἰδεῖν· περὶ μικρῶν δὲ καὶ ἐν μικροῖς ἡ κρίσις αὐ-
 τοῦ. ἔστιν οὖν ἡ σύνεσις καὶ ὁ συνετὸς μέρος τι φρονή-
σεως καὶ τοῦ φρονίμου, καὶ οὐκ ἄνευ τούτων· οὐ γὰρ ἂν
χωρίσαις τὸν συνετὸν τοῦ φρονίμου.

γὰρ δεινότης καὶ ὁ δεινὸς οὐκ ἔστι μὲν οὔτε φρόνησις οὔτε φρό-
 νιμος, ὁ μέντοι φρόνιμος δεινός, διὸ καὶ συνεργεῖ πως τῇ φρο-
νήσει ἡ δεινότης·

ἀλλὰ δεινὸς μὲν καὶ ὁ φαῦλος λέγεται, οἷ-
ον Μέντωρ δεινὸς μὲν ἐδόκει εἶναι, ἀλλʼ οὐ φρόνιμος ἦν. τοῦ
γὰρ φρονίμου καὶ τῆς 'φρονήσεώς ἐστι τὸ τῶν βελτίστων ἐφίεσθαι
καὶ τούτων προαιρετικὸν εἶναι καὶ πρακτικὸν ἀεί, τῆς δὲ
 δεινότητος καὶ τοῦ δεινοῦ σκέψασθαι ἐκ τίνων ἂν ἕκαστον
γένοιτο τῶν πρακτῶν, καὶ τὸ ταῦτα πορίσαι. 
 δόξειεν ἂν οὖν εἶναι ὁ δεινὸς ἐν τοῖς τοιούτοις τε καὶ περὶ
ταῦτα·

ἀπορήσειε δʼ ἄν τις καὶ θαυμάσειε, διὰ τί ὑπὲρ ἠθῶν
λέγοντες καὶ πολιτικῆς τινος πραγματείας ὑπὲρ σοφίας λέγο-
 μεν. ὅτι ἴσως γὲ πρῶτον μὲν οὐδʼ ἀλλοτρία δόξειεν ἂν εἶναι ἡ
 
 

 
σκέψις ἡ ὑπὲρ αὐτῆς, εἴπερ ἐστὶν ἀρετή, ὡς φαμέν. ἔτι δʼ ἴσως
ἐστὶν φιλοσόφου καὶ περὶ τούτων παρεπισκοπεῖν ὅσα ἐν τῷ αὐτῷ
 τυγχάνουσιν ὄντα.

καὶ ἀναγκαῖον δέ, ἐπεὶ περὶ τῶν ἐν ψυ-
χῇ λέγομεν, περὶ ἀπάντων λέγειν· ἔστι δὲ καὶ ἡ σοφία ἐν ψυ-
χῇ· ὥστε οὐκ ἀλλοτρίως ὑπὲρ ∗∗ψυχῆς ποιούμεθα τοὺς λόγους.

ὥσπερ δʼ ἔχει ἡ δεινότης πρὸς φρόνησιν, οὕτως δόξειεν
ἂν ἔχειν ἐπὶ τῶν ἀρετῶν ἀπασῶν. λέγω δὲ οἷον εἰσὶν ἀρε-
ταὶ καὶ φύσει ἐν ἑκάστοις ἐγγινόμεναι, οἷον ὁρμαί τινες ἐν
ἑκάστῳ ἄνευ λόγου πρὸς τὰ ἀνδρεῖα καὶ τὰ δίκαια καὶ
 καθʼ ἑκάστην πρὸς τὰ τοιαῦτα·

εἰσὶ δὲ δὴ καὶ ἔθει καὶ 
προαιρέσει. αἱ δὲ δὴ μετὰ λόγου οὖσαι τελέως ἀρεταί
εἰσιν ἐπαινεταὶ ἐπιγινόμεναι. ἔστιν οὖν ἡ φυσικὴ ἀρε-
τὴ αὕτη ἡ ἄνευ λόγου χωριζομένη μὲν τοῦ λόγου μικρὰ καὶ
ἀπολειπομένη τοῦ ἐπαινεῖσθαι, πρὸς δὲ τὸν λόγον καὶ 
τὴν προαίρεσιν προστιθεμένη τελείαν ποιεῖ τὴν ἀρετήν. διὸ
καὶ συνεργεῖ τῷ λόγῳ καὶ οὐκ ἔστιν ἄνευ τοῦ λόγου ἡ φυ-
 σικὴ ὁρμὴ πρὸς ἀρετήν.

οὐδʼ αὖ ὁ λόγος καὶ ἡ προαίρεσις
οὐ πάνυ τελειοῦται τῷ εἶναι ἀρετὴ ἄνευ τῆς φυσικῆς ὁρμῆς.
διὸ οὐκ ὀρθῶς Σωκράτης ἔλεγεν, φάσκων εἶναι τὴν ἀρετὴν 
λόγον· οὐδὲν γὰρ ὄφελος εἶναι πράττειν τὰ ἀνδρεῖα καὶ
τὰ δίκαια, μὴ εἰδότα καὶ προαιρούμενον τῷ λόγῳ. διὸ
τὴν ἀρετὴν ἔφη λόγον εἶναι, οὐκ ὀρθῶς, ἀλλʼ οἱ νῶν βέλτιον·
τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον πράττειν τὰ καλὰ, τοῦτό φα-
 σιν εἶναι ἀρετήν·

ἀρθῶς μὲν οὐδʼ οὗτοι. πράξαι μὲν γὰρ ἄν τις 
 
 

 
τὰ δίκαια προαιρέσει μὲν οὐδεμιᾷ, οὐδὲ γνώσει τῶν καλῶν, ἀλλʼ
ὁρμῆ τινι ἀλόγῳ, ὀρθῶς δὲ ταῦτα καὶ κατὰ τὸν ὀρθὸν λόγον
(λέγω δέ, ὡς ἂν ὁ λόγος ὁ ὀρθὸς κελεύσειεν, οὕτως ἔπραξεν)·
ἀλλ᾿ ὅμως ἡ τοιαύτη πρᾶξις οὐκ ἔχει τὸ ἐπαινετόν. ἀλλὰ
 βέλτιον, ὡς ἡμεῖς ἀφορίζομεν, τὸ μετὰ λόγου εἶναι τὴν ὁρμὴν
πρὸς τὸ καλόν· τὸ γὰρ τοιοῦτον καὶ ἀρετὴ καὶ ἐπαινετόν.

τις. οὐ μὴν ἀλλʼ ἐντεῦθεν ἂν γένοιτο δῆλον ὅτι ἀρετή. εἴ-
περ γὰρ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία κε αἱ ἄλλαι ἀρε-
 ταί, διότι τῶν καλῶν πρακτικαί, καὶ ἐπαινεταὶ εἰσίν, δῆλον
ὡς καὶ ἡ φρόνησις τῶν ἐπαινετῶν ἄν τι εἴη καὶ τῶν ἐν
ἀρετῆς τάξει ὄντων. ἐφʼ ἃ γὰρ ἡ ἀνδρεία ὁρμᾷ πράτ-
τειν, ἐπὶ ταῦτα καὶ ἡ φρόνησις. τὸ γὰρ ὅλον ὡς ἂν
αὕτη προστάττῃ, οὕτω καὶ ἡ ἀνδρεία πράττει, ὥστε εἰ αὐ-
 τὴ ἐπαινετὴ τῷ ποιεῖν ἃ ἂν ἡ φρόνησις προστάττῃ, ἥ γε
φρόνησις τελείως ἂν εἴη καὶ ἐπαινετὴ καὶ ἀρετῶ.

τεῦθεν, ἐπὶ τὰς ἐπιστήμας ἐπιβλέψας, οἷον ἐπὶ τὴν οἰκο-
δομικήν. ἔστιν γάρ, ὡς φαμέν, ἐν οἰκοδομικᾖ ὃ μὲν ἀρ-
 χιπέκτων τις καλούμενος, ὃ δὲ ὑπηρετῶν τούτῳ οἰκοδόμος·
οὗτος δʼ ἐστὶν ποιητικὸς οἰκίας. ἐστὶν δὲ καὶ ὁ ἀρχιτέκτων,
καθὸ οὗτος ἐποίει οἰκίαν, ποιητικὸς οἰκίας. ὁμοίως δὲ ἐπὶ
τῶν ἄλλων τῶν ποιητικῶν ἔχει, ἐν αἷς ἔστιν ἀρχιτέκτων
 καὶ ὑπηρέτης τούτου. ποιητικὸς ἄρα τινὸς καὶ ὁ ἀρχιτέτων
 

 
 ἔσται, καὶ τοῦ αὐτοῦ τούτου 〈οὗ〉 ποιητικὸς καὶ ὁ ὑπηρετικός.

εἰ τοίνυν ὁμοίως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, ὅπερ εἰκὸς καὶ εὔλο-
γον, καὶ ἡ φρόνησις ἂν εἴη πρακτική. αἱ γὰρ ἀρεταὶ πᾶσαι
πρακτικαὶ εἰσίν, ἡ δὲ φρόνησις ὥσπερ ἀρχιτέκτων τις
αὐτῶν ἐστίν· ὅπως γὰρ αὕτη προστάξει, οὕτως αἱ ἀρεταὶ καὶ
οἳ κατʼ αὐτὰς πράττουσιν· ἐπεὶ οὖν αἱ ἀρεταὶ πρακτικαί,
καὶ ἡ φρόνησις πρακτικὴ ἂν εἴη.

πότερον δὲ αὕτη πάντων ἄρχει τῶν ἐν τῇ ψυχῇ, ὥσπερ δο-
κεῖ καὶ ἀπορεῖται; ἢ οὔ; τῶν γὰρ βελτιόνων οὐκ ἂν δόξειεν, 
οἷον τῆς σοφίας οὐκ ἄρχει. ἀλλά, φησίν, αὕτη ἐπιμελεῖται
 πάντων, καὶ κυρία ἐστὶ προστάττουσα.

ἀλλʼ ἴσως ἔχει ὥσπερ ἐν
οἰκίᾳ ὁ ἐπίτροπος. οὗτος γὰρ πάντων κύριος καὶ πάντα δι-
οικεῖ ἀλλʼ οὔπω οὗτος ἄρχει πάντων, ἀλλὰ παρασκευάζει τῷ
δεσπότῃ σχολήν, ὅπως ἂν ἐκεῖνος μὴ κωλυόμενος ὑπὸ τῶν 
ἀναγκαίων ἐκκλείηται τοῦ τῶν καλῶν τι καὶ προσηκόντων
 πράττειν.

οὕτω καὶ ὁμοίως τούτῳ ἡ φρόνησις ὥσπερ ἐπίτρο-
πός τίς ἐστι τῆς σοφίας, καὶ παρασκευάζει ταύτῃ σχολὴν καὶ
τὸ ποιεῖν τὸ αὐτῆς ἔργον, κατέχουσα τὰ πάθη καὶ ταῦτα
σωφρονίζουσα.

μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν
ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα. ἔστιν δὲ ἡ 
ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν
κατὰ νόμον. ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθʼ ἕκαστα
 
 

 
ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παρα-
χωρῶν, καὶ ταῦθʼ αἱρούμενος ἂ ὁ νομοθέτης ἐβούλετο μὲν
 τῷ καθʼ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής.
οὐκ ἕστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ
φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ
τῶν κτὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν.

ἡ δὲ εὐγνωμοσύνη καὶ ὁ εὐγνώμων ἐστὶν περὶ ταὐτὰ 
 περὶ ἃ καὶ ἡ ἐπιείκεια, περὶ τὰ δίκαια [καὶ] τὰ ἐλλελειμμένα
ὑπὸ τοῦ νομοθέτου τῷ μῆ ἀκριβῶς διωρίσθαι, κριτικὸς ὢν
τῶν ἐλλελειμμένων ὑπὸ τοῦ νομοθέτου, καὶ γιγνώσκων ὅτι ὑπὸ
μὲν τοῦ νομοθέτου ἐλλέλειπται, ἔστι μέντοι δίκαια, ὁ τοιοῦτος
 εὐγνώμων. ἔστι μὲν οὖν οὐκ ἄνευ ἐπιεικείας ἡ εὐγνωμοσύνη·
τὸ μὲν γὰρ κρῖναι τοῦ εὐγνώμονος, τὸ δὲ δὴ πράττειν [καὶ]
κατὰ τὴν κρίσιν τοῦ ἐπιεικοῦς.

ἡ δέ γε εὐβουλία ἐστὶ μὲν περὶ ταὐτὰ τῇ φρονήσει 
 (περὶ γὰρ τὰ πρακτά ἐστι τὰ περὶ αἵρεσιν καὶ φυγὴν ὄντα),
ἔστιν δὲ οὐκ ἄνευ φρονήσεως. ἡ μὲν γὰρ φρόνησις πρακτικὴ
τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἢ τι τοιοῦτον ἡ
ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμφο-
ρωτάτωον.

διὸ οὐδὲ τὰ τοιαῦτα εὐβουλίας ἂν δόξειεν, τὰ ἀπὸ
 ταὐτομάτου συμβαίνοντα κατὰ τρόπον· οἷς γὰρ μή ἐστιν ὁ
λόγος ὁ σκοπῶν τὸ βέλτιστον, οὐκέτι ἂν εἴποις, ᾧ συνέβη τι κα-
τὰ τρόπον, τοῦτον εὔβουλον, ἀλλʼ εὐτυχῆ· τὰ γὰρ ἄνευ τοῦ λό-
γου τοῦ κρίνοντος γινόμενα κατορθώματα εὐτυχήματα ἐστίν.

πότερον δέ ποτε τοῦ δικαίου ἐστὶν τὸ τῇ ἐντεύξει τὸ ἴσον ἑκάστῳ
ἀποδιδόναι (λέγω δέοἷον, ὁποῖος ἂν ᾖἕκαστος, τοιοῦτονγινόμενον 
ἐντυγχάνειν); ἢ οὔ; τοῦτο μὲν γὰρ καὶ κόλακος καὶ ἀρέσκου δό-
ξειεν ἂν εἶναι· ἀλλὰ τὸ κεπʼ ἀξίαν ἑκάστῳἀποδιδόναι τὴν ἔντευ-
ξιν, τοῦτο καὶ δικαίου καὶ σπουδαίου ἀπλῶς ἂν δόξειεν εἶναι. 
 ἀπορήσειε δʼ ἄν τις καὶ τοῦτο.

εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ
βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὡς καὶ οὗ ἕνεκα, 
ἔστι δʼ ἡ βλάβη καὶ ἡ ἀδικία ἐν ἀγαθοῖς, καὶ περὶ ἀγα-
θά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ
καὶ ὁποῖα κακά· τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι
ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως· ἄτοπον δὴ
συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον 
 ἀγαθὸν τὴν φρόνησιν.

ἢ οὐκ ἂν δόξειεν παρακολουθεῖν
τῷ ἀδίκῳ ἡ φρόνησις; οὐ γὰρ σκοπεῖ ὁ ἄδικος οὐδὲ δύ-
ναται κρίνειν τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ αὑτῷ ἀγαθὸν,·
ἀλλὰ διαμαρτάνει.

τῆς δὲ φρονήσεως τοῦτό ἐστι, τὸ ὀρ-
θῶς δύνασθαι ταῦτα θεωρεῖν, ὁμοίως ὥσπερ ἐπὶ τῶν κατʼ 
ἰατρικὴν τὸ μὲν ἁπλῶς ὑγιεινὸν καὶ τὸ ὑγιείας ποιη-
τικὸν οἴδαμεν ἅπαντες, ὅτι ἐλλέβορος καὶ τὸ ἐλατήριον
καὶ αἱ τομαὶ καὶ αἱ καύσεις ὑγιεινά εἰσιν καὶ ὑγιείας
ποιητικά, ἀλλʼ ὅμως οὐκ ἔχομεν τὴν ἰαπτρικὴν ἐπιστήμην· οὐ
γὰρ ἔτι οἴδαμεν τὸ καθʼ ἕκαστον ἀγαθόν, ὥσπερ ὁ ἰατρὸς 
οἶδεν τίνι ἐστὶ τοῦτʼ ἀμαθὸν καὶ πότε καὶ πῶς διακειμένῳ·
ἐν τούτῳ γὰρ ἤδη ἡ ἰατρικὴ ἐπιστήμη. τὰ μὲν οὖν ἀπλῶς.
ὑχπιεινὰ εἰδότες ὅμως οὐκ ἔχομεν οὐδὲ παρακολουθεῖ ἡμῖν ἡ
 ἰατρικὴ ἐπιστήμη·

ὡς δʼ αὕτως ὁ ἄδικος. ὅτι μὲν οὖν ἀπλῶς 1159b
καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν· ἀλλʼ
 

 
εἰ αὐτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι
οἷδεν. τοῦτο δʼ ἐστὶν μάλιστα τῆς φρονήσεως, ὥστε τῷ ἀκίκῳ οὐ
 παρακολουθεῖ ἡ φρόνησις. αἱρεῖται γὰρ τἀγαθά, ὑπὲρ ὧν ἀδι-
κεῖ τὰ ἀπλῶς ἀγαθά, οὐ τὰ αὐτῷ ἀγαθά. ὁ γὰρ πλοῦτος καὶ ἡ
ἀρχὴ ἁπλῶς μὲν ἀγαθόν, αὐτῷ μέντοι ἴσως οὐκ ἀγαθόν·
εὐπορήσας γὰρ καὶ ἄρξας πολλὰ κακὰ αὐτὸς ἑαυτῷ ποιήσει
καὶ τοῖς φίλοις· οὐ γὰρ δυνήσεται ἀρχῇ ὀρθῶς·

τὸν φαῦλον ἀδικία, ἢ οὔ. εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἔν
βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δό-
ξειεν βλάπτειν· τὰ γὰρ ἀγαθὰ αὐτῷ οἴεται εἶναι ἀγα-
θά, οὐκ ἀγαθὰ εἰσίν· ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν
 φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει· εἰ
οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκκων οὐπ
ἂν δόξειεν ἀδικεῖν.

ὁ δὴ τοιοῦτος λόγος δόξκεν ἂν εἶ-
ναι παράδοξος τοῖς πολλοῖς· πάντες γὰρ οἴονται καὶ ὡρ-
χῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ
 ὀρθῶς ὑπολαμβάνοντες.

δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ νομοθέτου·
ὁ γὰρ νομοθέτης οὐ πᾶσιν ἐπιτρέπει τὸ ἄρχειν, ἀλλʼ ὤρι-
στται καὶ ἡ ἡλικία καὶ ἡ εὐπορία ἢν δεῖ ὑπάρχειν τῷ
μέλλοντι ἄρχειν, ὡς οὐ δυνατὸν ὂν παντὶ ἄρχιν ὑκάρξαι.
εἰ δή τις ἀγανακτοίη ὅτι οὐκ ἄρχει ἢ οὐδεὶς αὐτὸν ἐᾷ κυ-
 βερνᾶν, “οὐ γὰρ ἔχεις” εἴποι ἄν τις “οὐδὲν τοιοῦτον ἐν τῇ ψυχῇ
δυνήσῃ καὶ ἄρχειν καὶ κυβερνᾶν”.

ἢ ἐπὶ μὲν τοῦ σώμα-
τος ὁρῶμεν οὐ δυναμένους ὑγιαίνειν τοὺς τὰ ἀπλῶς ἀγαθὰ
προσφερομένους, ἀλλʼ εἰ μέλλει τις ὑγιαίνεον τὸ σῶμα τὸ
φαῦλον, ὕδωρ αὐτῷ πρότερον καὶ ὀλίγα σιτία προσενε-
 κτέον· τῷ δὲ τὴν ψυχὴν φαύλην ἔχοντι πρὸς τὸ μηθὲν
κακὸν ἐργάζεσθαι οὐκ ἀφεκτέον καὶ πλούτου καὶ ἀρχῆς καὶ
δυνάμεως καὶ ἀπλῶς τῶν τοιούτων, ὅσσῳ εὐκινητότερον καὶ
 

 
εὐμεταβολώτερον ψυχὴ σώματος; ὥσπερ γὰρ ὁ φαῦλος τὸ-
σᾶμια οὔτως ἦν ἐπιτήδειος διαιτᾶσθαι, καὶ ὁ φαῦλος τὴν ψυ-
χὴν οὕτως ἐπιτήδειος διάγειν, μηθὲν τῶν τοιούτων ἔχων.

ἔχει δὲ καὶ τὸ τοιοῦτον ἀπορίαν, οἷον ἐπειδὰν μὴ ᾖ ἅμα
πρᾶξαι τἀνδρεῖα καὶ τὰ δίκαια, πότερʼ ἄν τις πράξειεν;
ἐν μὲν δὴ ταῖς φυσικαῖς ἀρεταῖς ἔφαμεν τὴν ὁρμὴν μό-
νον [δεῖν] τὴν πρὸς τὸ καλὸν ὑπάρχειν ἄνευ λόγου· ὁ δʼ 
ἐστὶν αἵρεσις, ἐν τῷ λόγῳ καὶ τῷ λόγον ἔχοντι ἐστίν. ὥστε
ἅμα τὸ ἑλέσθαι [καἴ] παρέσται καὶ ἡ τελεία ἀρετὴ ὑπάρξει, ἣν
ἔφαμεν μετὰ φρονήσεως εἶναι, οὑκ ἄνευ δὲ τῆς φυσικῆς
 ὁρμῆς τῆς ἐπὶ τὸ καλόν.

οὐδʼ ἐναντιώσεται ἀρετὴ ἀρετῇ. 
πέφυκεν γὰρ ὑπείκειν τῷ λόγῳ, [ἢ] ὡς οὗτος προστάττει,
ὥστ᾿ ἔφʼ ὃ ἂν οὗτος ἄγη, ἐπὶ τοῦτο ἀποκλίνει. τὸ γὰρ βέλ-
τιον οὗτός ἐστιν ὁ αἱρούμενος. οὔτε γὰρ ἄνευ τῆς φρονήσεως
αἱ ἄλλαι ἀρεταὶ γίνονται, οὔθʼ ἡ φρόνησις τελεία ἄνευ τῶν
ἄλλων ἀρετῶν, ἀλλὰ συνεργοῦσί πως μετ᾿ ἀλλήλων ἐπα- 
κολουθοῦσαι τ φρονήσει.

οὐχ ἧττον δὲ καὶ τὰ τοιαῦτα ἀπορήσεται, πότερόν ποτε καὶ
ἐπὶ τῶν ἀρετῶν οὕτως ἔχει ὥσπερ ἐπὶ τῶν ἄλλων ἀγαθῶν τῶν
τʼ ἐκτὸς καὶ τῶν περὶ σῶμα. ταῦτα γὰρ εἰς ὑπερβολὴν γι-
νόμενα χείρους ποιεῖ, οἷον πλοῦτος πολὺς γενόμενος ὑπερόπτας
καὶ ἀηδεῖς ἐποίησεν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν,
ἀρχῆς τιμῆς κάλλου μεγέθους.

πότερον οὖν καὶ ἐπʼ ἀρετῆς οὕ-
 

 
τως ἔχει, ὥστε ἐάν τινι δικαιοσύνη ἢ ἀνδρεία εἰς ὁπερβολὴνπα-
ραγένηται, χείρων ἔσται, ἢοὔ;〈οὔ,〉φησίν. ἀλλ᾿ ἀπτὸ μὲν τῆς ἀρε-
 τῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ
ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα με-
γέθους χείρους ποιήσει· τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε
καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.

ἢ τοῦτο οὐκ
ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα,
 ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς
τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις
χρῆσθαι· εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς
ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν
εἴη σπουδαῖος· οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπου-
 δαῖον χείρω, ὥστε οὐδʼ ἡ ἀρετή.

τὸ δʼ ὅλον ἐπειδήπερ ἡμῖν ἐν
ἀρχ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταῖ μεσότητες, καὶ ἡ μᾶλ-
λον ἀρετὴ μᾶλλόν ἐστι μεσότης· ὥστʼ οὐχ ὅτι χείρω ποιήσει
εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω· ἡ γὰρ μεσότης
ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.

ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν 
ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ ἐγκρατεί- 
ας καὶ ἀκρασίας. ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία
αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ
τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι·

οὐ γὰρ
 
 

 
ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις. ἐν μὲν γὰρ 
ταῖς ἄλλαις ἐπὶ ταὐτὰ καὶ ὁ λόγος καὶ τὰ πάθη ὁρ-
μῶσιν καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις, ἐπὶ δὲ ταύτης ἐναν-
 τιοῦνται ἀλλήλοις ὅ τε λόγος καὶ τὰ πάθη.

— ἔστι δὲ τρία
τὰ ἐν τῇ ψυχ γινόμενα, καθʼ ἃ φαῦλοι λεγόμεθα, κα- 
κία ἀκρασία θηριότης. ὑπὲρ μὲν οὖν κακίας καὶ ἀρετῆς τί
ἐστι καὶ ἐν τίσιν, εἴρηται ἡμῖν ἐν τοῖς ἐπάνω· νῦν δὲ ὑπὲρ
ἀκρασίας καὶ θηριότητος λεκτέον ἂν εἴη.

ἔστιν δὲ ἡ θηριότης ὑπερβάλλουσά τις κακία. ὅταν γάρ τινα
παντελῶς ἔδωμεν φαῦλον, οὐδʼ ἄνθρωπὸν φαμεν εἶναι ἀλλὰ θη- 
 ρίον, ὡς οὖσαν τινὰ κακίαν θηριότητα.

ἡ δὲ ἀντικειμένη ἀρετὴ
ταύτῃ ἐστὶν ἀνώνυμος, ἔστιν δʼ ἡ τοιαύτη ὑπὲρ ἄνθρωπον οὖσα,
οἷον ἡρωϊκὴ τις καὶ θεία. ἀνώνυμος δέ ἐστιν αὕτη ἡ ἀρετή, ὅτι
οὐκ ἔστιν θεοῦ ἀρετή· ὁ γὰρ θεὸς βελτίων τῆς ἀρετῆς καὶ οὐ κατʼ
ἀρετήν ἐστι σπουδαῖος· οὕτω μὲν γὰρ βέλτιον ἔσται ἡ ἀρετὴ τοῦ 
 θεοῦ.

διὸ ἀνώνυμος ἡ ἀρετὴ ἡ τῇ κακίᾳ τῇ θηριότητι ἀντικειμένη.
θέλει δὲ τῇ τοιαύτῃ ἀντικεῖσθαι ἡ θεία καὶ ὑπὲρ ἄνθρωπον·
ὥσπτερ γὰρ καὶ ἡ κακία ἡ θηριότης ὑπὲρ ἄνθρωπον ἐστίν, οὕτω
καὶ ἡ ἀρετὴ ἡ ἀντικειμένη.

ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον 〈ἂν〉 δέοι εἰπεῖν 
τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομέ-
νοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συ-
νεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐ-
τῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν· ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς
 ἔσται.

Σωκράτης μὲν οὖν ὁ πρεσβύτης ἀνήρει ὅλως καὶ οὐκ ἔφη 
 
 

 
ἀκρασίαν εἶναι, λέγων ὅτι οὐθεὶς εἰδὼς τὰ κακὰ ὅτι κακά
εἰσιν ἕλοιτʼ ἄν· ὁ δὲ ἀκρατὴς δοκεῖ, εἴδὼς ὅτι φαῦλα
εἰσίν, αἱρεῖσθαι ὅμως, ἀγόμενος ὑπὸ τοῦ πάθους. διὰ δὴ
τὸν τοιοῦτον λόγον οὐκ ᾤετ᾿ εἶναι ἀκρασίαν·

οὐ δὴ
 ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς 
γινόμενον· ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες
ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν.

ἐπεὶ δ᾿ οὖν ἔστιν ἀκρα-
σία, πότερον ὁ ἀκρατὴς ἐπιστήμην τινὰ ἔχει, θεωρεῖ καὶ
ἐξετάζει τὰ φαῦλα; ἀλλὰ πάλιν οὐκ ἂν δόξειεν. ἄτοπον γὰρ
 τὸ πρότιστον καὶ βεβαιότατον τῶν ἐν ἡμῖν ἡττᾶσθ ὑπὸ τι-
νός· ἐπιστήμη γὰρ πάντων τῶν ἐν ἡμῖν μονιμώτατόν ἐστι
καὶ βιαστικώτατον· ὥστε πάλιν ὁ λόγος οὗτος ἐναντιοῦται
∗∗τῷ μὴ εἶναι ἐπιστήμην.

ἀλλʼ ἆρά γε ἐπιστήμη μὲν οὔ, δόξα
δέ; ἀλλʼ εἰ δόξαν ἔχει ὁ ἀκρατής, οὐκ ἂν εἴη ψεκτ??ς. εἰ
 γὰρ φαῦλόν τι πράττει μὴ ἀκριβῶς εἰδὼς ἀλλὰ δοξάξων,
συγγνώμην ἄν τις ἀποδοίη προσθέσθαι τῇ ἡδον καὶ πρᾶ-
ξαι τὰ φαῦλα, μὴ ἀκριβῶς εἰδότα ὅτι [οὐ] φαῦλα εἰσίν,
ἀλλὰ δοξάζοντα· οἷς δὲ γε συγγνώμην ἔχομεν, τούτους οὐ
 ψέγομεν· ὥστε ὁ ἀκρατής, εἴπερ δόξαν ἔχει, οὑν ἔσται ψε-
κτός.

ἀλλʼ ἔστιν ψεκτός. οἱ δὴ τοιοῦτοι λόγοι ἀπορεῖν ποιοῦ-
σιν. οἳ μὲν γὰρ οὐκ ἔφασαν εἶναι ἐπιστήμην, ἄτοπόν τι
γὰρ συμβαίνειν ἐποίουν· οἳ δὲ πάλιν οὐδὲ δόξαν, καὶ γὰρ
οὗτοι ἄτοπόν τι πάλιν [ἐποίουν] συμβαίνειν.

— ἀλλὰ δὴ καὶ
 ταῦτʼ ἂν τις ἀπορήσειεν· ἐπε γὰρ δοκεῖ ὁ σώφρων καὶ
ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς
 
 

 
ἐπιθυμίας; εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν
ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων
ἐπιθυμιῶν κρατεῖ)· εἰ δὲ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας,
οὐκέτι ἔσται σώψρων (ὁ γὰρ σώφρων ἐστὶν ὁ μὴ ἐπιθυμῶν 
 μηδὲ πάσχων μηθέν).

— ἔχει δέ καὶ τὰ τοιαῦτα πάλιν ἀπο-
ρίαν, συμβαίνει γὰρ ἐκ τῶν λόγων καὶ τὸν ἀκρατῆ ποτε
ἐπαινιτὸν εἶναι καὶ τὸν ἐγκρατῆ ψεκτόν. ἔστω γάρ τις,
φησίν, ἀιημαρτηκὼς τῷ λογισμῷ, καὶ δοκείτω αὐτῷ λογι-
ζομένῳ τὰ καλὰ εἶναι φαῦλα, ἡ δʼ ἐπιθυμία ἀγέτα ἐπὶ 
τὰ καλά· οὐκοῦν ὁ μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ
τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ὁ ἀκρα-
τής)· πράξει ἄρα τὰ καλά, ἡ γὰρ ἐπιθυμία ἐπὶ ταῦτα
ἀγέτω (ὁ δὲ λόγος κωλύσει· διαμαρτανέτω γὰρ τῷ λο-
γισμῷ τῶν καλῶν)· οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται, ἐπαινε- 
τὸς μέντοι· γὰρ πράττει τὰ καλὰ, ἐπαινετός. ἄτοπον
 δὴ τὸ συμβαῖνον.

πάλιν δʼ αὗ διαμαρτανέτω τῷ λόγῳ, καὶ
τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, ἡ δʼ ἐπιθυμία
ἀγέτω ἐπὶ τὰ καλά· ἐγκρατὴς δέ γέ ἐστιν ὁ ἐπιθυμῶν
μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον· οὐκοῦν ὁ δια- 
μαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράτ-
τειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ
ἐπιθυμία ἤγαγεν)· ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράτ-
τειν ψεκτός· ὁ ἄρα ἐγκρατὴς ἔσται ποτε ψεκτός. ἄτοπον
 δὴ καὶ οὕτω τὸ συμβαῖνον.

— πότερον δʼ ἡ ἀκρασία καὶ ὁ 
 
 

 
ἀκρατὴς ἐν ἅπασίν ἐστιν καὶ περὶ πάντα, οἷον περ χρή-
ματα καὶ τιμὴν καὶ ὀργὴν καὶ δόξαν (περὶ γὰρ ταῦτα
πάντα δοκοῦσιν ἀκρατεῖς εἶναι), ἢ οὔ, ἀλλὰ περί τι ἀφωρι-
σμένον ἐστὶν ἡ ἀκρασία, ἀπερήσειεν ἄν τις. 
 τὰ μὲν οὖν τὴν ἀπορίαν παρέχοντα ταῦτʼ ἐστίν· ἀναγκαῖον
δὲ λῦσαι τὰς ἀπορίας.

πρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης·
ἄτοπον γὰρ ἐδόκει εἶναι ἐπιστήμην ἔχοντα ταύτην ἀποβάλλειν
ἢ μεταπίπτειν.

ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης· οὐθὲν γὰρ
 διαφέρει δόξαν εἶναι ἐπιστήμην· εἰ γὰρ ἔσται ἡ δόξα
σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει
τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς
δοξάζουσιν, οἷον Ἡράκλειτος ὁ Ἐφέσιος τοιαύτην ἔχει δό-
ξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει.

οὐθὲν δὲ ἄτοπον τῷ ἀκρατεῖ,
 οὔτʼ εἰ ἐπιστήμην ἔχει οὔτʼ εἰ δόξαν οἵαν λέγομεν, πράττειν
τι φαῦλον. ἔστι γὰρ τὸ ἐπίστασθαι διττόν, ὧν τὸ μέν ἐστι
τὴν ἐπιστήμην ἔχειν (ἐπίστασθαι γάρ φαμεν τότε, ὅταν τις
ἐπιστήμην ἔχῃ), τὸ δʼ ἕτερον τὸ ἐνεργεῖν ἤδη τῇ ἐπιστήμῃ.
ἀκρατὴς οὖν ἐστιν ὁ ἔχων τὴν ἐπιστήμην τῶν καλῶν, οὐκ
 ἐνεργῶν δὲ αὐτῇ·

ὅταν οὖν μὴ ἐνεργῇ τῇ ἐπιστήμῃ ταύτῃ, 
οὐδὲν ἄτοπον αὐτόν ἐστιν πράττειν τὰ φαῦλα ἔχοντα τὴν
ἐπιστήμην. ὅμοιον γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν καθευδόντων.
οὗτοι γὰρ ἔχοντες τὴν ἐπιστήμην ὅμως ἐν τῷ ὕπνῳ πολλὰ
δυσχερῆ καὶ πράττουσι καὶ πάσχουσιν. οὐ γὰρ ἐνεργεῖ ἐν
 αὐτοῖς ἡ ἐπιστήμη. ὡσαύτως δʼ ἐπὶ τοῦ ἀκρατοῦς. ὥσπερ γὰρ
καθεύδοντι ἔοικεν, καὶ τῇ ἐπιστήμῃ οὐκ ἐνεργεῖ.

λύεται δὴ
 
 

 
ἀπορία οὕτως. ἠπορεῖτο γὰρ πότερον ὁ ἀκρατὴς ἐκβάλλει
τότε τὴν ἐπιστήμην ἢ μεταπίπτει. ἄτοπον γὰρ ἀμφότερα
δοκεῖ εἶναι. — ἀλλὰ πάλιν ἐντεῦθεν ἂν γένοιτο φανερόν, ὥσ-
περ ἔφαμεν ἐν τοῖς ἀναλυτικοῖς, ἐκ δύο προτάσεων γίνε- 
σθαι τὸν συλλογισμόν, καὶ τούτων εἶναι τὴν μὲν πρώτην
καθόλου, τὴν δὲ δευτέραν ὑπὸ ταύτην τε καὶ ἐπὶ μέρους. οἷον
ἐπίσταμαι πάντʼ ἄνθρωπον πυρέττοντα ὑγιῆ ποιῆσαι· οὑτοσὶ
δὲ πυρέττει· ἐπίσταμαι ἄρα καὶ τοῦτον ὑγιῆ ποιῆσαι. ἔστιν οὖν
 ὃ τῇ μὲν καθόλου ἐπιστήμῃ ἐπίσταμαι, τῇ δʼ ἐπὶ μέρους οὔ.

γί- 
νεται οὖν ἁμαρτία τῷ τὴν ἐπιστήμην ἔχοντι καὶ ἐνταῦθα, οἷον
ἅπαντα μὲν τὸν πυρέττοντα ὑγιῆ ποιῆσαι 〈ἐπίσταμαι〉, εἰ μέν-
τοι οὗτος πυρέττει, οὐκ οἶδα. ὡσαύτως τοίνυν ἐπὶ τοῦ ἀκρα-
τοῦς τοῦ τὴν ἐπιστήμην ἔχοντος ἡ αὐτὴ ὡμαρτία συμβήσεται.
ἐνδέχεται γὰρ τὸν ἀκρατῆ τὴν μὲν καθόλου ἐπιστήμην ἔχειν, 
ὅτι τὰ τοιαῦτα φαῦλα καὶ βλαβερά, μὴ μέντοι γε ὅτι
ἐστὶν ταῦτα φαῦλα ἐπὶ μέρους εἰδέναι, ὥστε οὕτως ἔχων τὴν
ἐπιστήμην ἁμαρτήσεται· ἔχει γὰρ τὴν καθόλου, τὴν δʼ ἐπὶ μέ-
 ρους οὔ.

οὐδὲν οὖν ἄτοπον οὐδʼοὕτορ συμβήσεται ἐπὶ τοῦ ἀκρα-
τοῦς, τὸν ἔχοντα τὴν ἐπιστήμην φαῦλόν τι πράττειν. ἔστι γὰρ 
ὡς ἐπὶ τῶν μεθυόντων. οἱ γὰρ μεθύοντες, ὅταν αὐτοῖς ἡ μέ-
θη ἀπαλλαγῇ, πάλιν οἱ αὐτοὶ εἰσίν· οὐκ ἐξέπεσεν δʼ αὐτῶν ὁ λό-
γος οὐδʼ ἡ ἐπιστήμη, ἀλλʼ ἐκρατήθη ὑπὸ τῆς μέθης, ἀπαλλαγέν-
τες δὲ τῆς μέθης πάλιν οἱαὐτοίεἰσὶν. ὁμοίως οὖν ἔχει ὁ ἀκρατής 
πάλιν]. ἐπικρατῆσαν γὰρ τὸ πάθος ὴρεμεῖν ἐποίησε τὸν λογισμόν·
ὅταν δʼ ἀπαλλαγῇ τὸ πάθος ὥσπερ ἡ μέθη, πάλιν ὁ αὐτὸς ἐστίν.

ἦν δὲ καὶ ἄλλος τις λόγος ἐπὶ τῇς ἀκρασίας ὃς παρεῖχεν ἀπο-
 
 

 
ρίαν, ὡς ἐπαινετοῦ ποτε τοῦ ἀκρατοῦς ἐσομένου καὶ ψεκτοῦ τοῦ
 ἐγκρατοῦς. οὐ συμβαίνει δὲ τοῦτο. οὐ γάρ ἐφπτιν οὔτʼ ἐγκρανὴς
οὔτʼ ἀκρατὴς ὁ τῷ λόγῳ διεψευσμένος, ἀλλὰ ὁ λόγον ἔχων
ὀρθὸν καὶ τούτῳ τὰ φαῦλα ὄντα κρίνων καὶ τὰ καλά, κσὶ
ἀκρατὴς μὲν ὁ τῷ τοιούτῳ λόγω ἀπενθὢν', ἐγκραπτὴς δὲ ὁ
πειθόμενος καὶ μὴ ὑπὸ τῶν ἐπιθυμιῶν ἀγόμενος· οὐδὲ γὰρ
 ᾦ τινι οὐ δοκεῖ τὸν πατέρα τύπτειν αἰσχρὸν εἶναι, ἐπιθυμῶν δὲ
τύπτειν, ὁ τούτου ἀπεχόμενος ἐγκρατής ἐστι·

στε εἰ μή ἐστιν
ἐπὶ τῶν τοιούτων μήτε ἐγκράτεια μήτε ἀκρασία, οὐδʼ ἂν ἔπαι-
νετὴ εἴη ἡ ἀκρασία οὐδὲ ψεκτὴ ἡ ἐγκράτεια, ὥσπτερ ἐδόκει.

οἷον νοσηματικαὶ μὲν αἱ τοιαῦται· εἰσὶ γάρ τινες οἱ τίλ-
λοντες τρίχας διατρώγουσιν. εἰ οὖν τις ταύτης τῆς ἡδο-
νῆς κρατεῖ, οὐκ ἔστιν ἔπαινετός, οὐδὲ ψεκτός, εἰ μὴ κρατεῖ,
οὐ σφόδρα γε. φύσει δέ, οἷον υἱόν ποτέ φασ κρινόμενον
ἐν δικαστηρίῳ, ὅτι τὸν πατέρα τύπτοι, ἀπολογεῖσθαι λέγονθʼ
 ὅτι “καὶ γὰρ οὗτος τὸν ἑαυτοῦ πατέρα”, καὶ ἀποφυγεν δή·
δοκεῖν γὰρ τοῖς δικασταῖς φυσικὴν εἶναι τὴν ἁμαρτίαν, εἰ
δή τις τοῦ τὸν πατέρα τύπτειν κρατοίη, οὐκ ἐπταινετός.

οὐ δὴ
τὰς τοιαύτας ζητοῦμεν νῦν ἀκρκσίας οὐδʼ ἐγκρατείας, ἀλλὰ
καθʼ ἃς ψεκτοὶ ἀπλῶς καὶ ἐπαινετοὶ λεγόμεθα. 
 ἔστιν δὲ τῶν ἀγαθῶν τὰ μὲν ἐκτός, οἷον πλοῦτος ἀρχὴ τιμὴ
 
 

 
φίλοι δόξα, τὰ δʼ ἀναγκαῖα καὶ περὶ σῶμα ἐστίν, οἷον ἁφή
τε καὶ γεῦσις [ὁ οὖν περὶ ταῦτα ἀκρατής,οὗτος ἀπλῶς ἂν [καὶ]
ἀκρατὴς δόξειενεἶναι,] καὶ ἡδοναὶ σωματικαί·∗καὶ ἣν ζητοῦμεν
 ἀκρασίαν, ἤδη περὶ ταῦτα δόξειεν 〈ἂν〉 εἶναι.

ἠπορεῖτο δὲ περὶ
τί ποτʼ ἐστὶν ἡ ἀκρασία. περὶ μὲν οὖν τιμὴν οὐκ ἔστιν ἀπλῶς 
ἀκρατής· ἐπαινεῖται γάρ πως ὁ περὶ τιμὴν ἀκρατής· φιλότιμος
γάρ τις [ἐστίν]. τὸ δʼ ὅλον λέγομεν καὶ ἐπὶ τῶν τοιούτων τὸν
ἀκρετῆ προστιθέντες, περὶ τιμὴν ἀκρατὴς ἢ δόξαν ἢ ὀργήν.
ἀλλὰ τῷ ἀπλῶς ἀκρατεῖ οὐ προστίθεμεν περὶ ἅ, ὡς ὑπάρ- 
χοντος αὐτῷ καὶ φανεροῦ ὄντος ἄνευ τῆς προσθέσεως, περὶ
ἐστίν· ἔστιν γὰρ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικὰς ὁ
 ἀπλῶς ἀκρατής.

— δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι περὶ ταῦτα ἡ
ἀκρασία· ἐπεὶ γὰρ ψεκτὸς ὁ ἀκρατής, ψεκτὰ εἶναι δεῖ τὰ 
ὑποκείμενα· τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα
καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ
δʼ ἡδοναὶ αἱ σωματικαὶ ψεκταί· διὸ εἰκότως ὁ περὶ ταύτας
ἂν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται.

ἐπειδὴ δέ ἐστι τῶν περὶ τὰ ἄλλα ἀκρασιῶν λεγομένων ἡ 
περὶ τὴν ὀργὴν οὖσα ἀκρασία ψεκτοτάτη, πότερον ψεκτοτέρα
ἐστὶν ἡ περὶ τὴν ὀργὴν ἢ ἡ περὶ τὰς ἡδονάς; ἔστιν οὖν ἡ περὶ
τὴν ὀργὴν ἀκρασία ὁμοία τῶν παίδων τοῖς πρὸς τὸ διακονεῖν προ-
θύμως ἔχουσιν· καὶ γὰρ οὗτοι, ὅταν εἴπῃ ὁ δεσπότης ‟δός
μοι”, τῇ προθυμίᾳ ἐξενεχθέντες, πρὸ τοῦ ἀκοῦσαι ὃ δεῖ δοῦναι, 
ἔδωκαν, καὶ ἐν τῇ δόσει διήμαρτον· πολλάκις γὰρ δέον
 βιβλίον δοῦναι γραφεῖον ἔδωκαν.

ὅμοιον δὲ πέπονθε τούτῳ
ὁ τῆς ὀργῆς ἀκρατής· ὅταν γὰρ ἀκούσῃ τὸ πρῶτον ῥῆμα ὅτι
 
 

 
ἠδίκησεν, ὥρμησεν ὁ θυμὸς πρὸς τὸ τιμωρήσασθαι, οὐκέτι
 ἀναμείνας ἀκοῦσαι πότερον δεῖ ἢ οὐ δεῖ, ἢ ὅτι γε οὐχ οὕτω
σφόδρα.

ἡ μὲν οὖν τοιαύτη ὁρμὴ πρὸς ὀργήν, ἣ δοκεῖ ἀκρα-
σία εἶναιὀργῆς, οὐλίαν ἐπιτιμητέα ἐστίν, ἡ δὲ πρὸς [τὴν] ἡδονὴν
ὁρμὴ ψεκτή γε. ἔστιν γὰρ διαφορὰν ἔχουσα πρὸς ταύτην διὰ
τὸν λόγον, ὃς ἀποτρέπει τοῦ μὴ πράττειν, ἀλλʼ ὅμως πράττει
 παρὰ τὸν λόγον· διὸ ψεκτή ἐστι μᾶλλον τῆς διʼ ὀργὴν ἀκρα-
σίας. ἡ μὲν γὰρ διʼ ὀργὴν ἀκρασία λύπη ἐστίν( οὐδεὶς γὰρ ὀργιζό-
μενος οὐ λυπεῖται), ἡ δὲ διʼ ἐπιθυμίαν μεθʼ ἡδονῆς· διὸ μᾶλλο
ψεκτή· ἡ γὰρ διʼ ἡδονὴν ἀκρασία μεθʼ ὕβρεως δοκεῖ εἶναι.

ἢ οὔ; ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρα-
τὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ
γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερι-
κὸς ἐστίν.

πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν·
ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων
 πόνους, οὐχ ἅπαντας δὲ ἀλλʼ οὓς ἀναγκαίως ἂν ἄλλος τις
ὑπομείνειεν, ὁ δʼ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδο-
νάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.

ὁ ἀκόλαστος ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; ἢ οὔ; ὁ μὲν
γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα
καὶ βέλτιστα εἶναι αὐτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα
ἔχειν ἐναντιούμενον τοῖς αὐτῷ φαινομένοις ἡδέσιν· ὁ δὲ ἀκρά-
 τὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφʼ ἃ ἡ ἐπιθυμία ἄγει.

μὲν οὖν δόξειεν ἂν ἴσως οὐχ ὁ ἀκρατής· ὁ γὰρ ἀκόλαστος
εὐιατότερος· εἰ γὰρ αὐτῷ λόγος ἐγγένοιτο ὁ διδάξων ὅτι φαῦ-
λα, οὐκέτι πράξει· τῷ δέ γε ἀκρατεῖ ὑπάρχει ὁ λόγος, καὶ
ὅμως πράττει, ὥστε ἂν ὁ τοιοῦτος δόξειεν ἀνίατος εἶναι. —

ἀλλὰ πότερος διάκειται χεῖρον, ᾧ μηδὲν ἀγαθόν τι ὑπάρχει,
⟨ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει〉 καὶ τὰ κακὰ ταῦτα; ἢ δῆλον
ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε τιμιώτερον κακῶς διάκειται. ἔστι
τοίνυν ὁ μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα· ὁ
 δὲ ἀκόλαστος οὐκ ἔχει.

ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή· τοῦ 
μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ
δὲ ἀκολάστουκακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ὠκρα-
 τοῦς.

ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας
οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλʼ ἐν ἀνθρώπῳ· ἡ γὰρ θη-
ριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳ — διὰ τί; διʼ οὐδὲν 
ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ
λόγος. ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ Διο-
 
 

 
νύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἢ τις τούτων τῶν μοχθηρῶν;
δῆλον ὅτι οὗτοι; ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα
 συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.

ἐν μὲν οὖν
τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη. γὰρ πράττει φαῦλα
ὄντα καὶ ὁ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα
δεῖν πράττειν, ἐν αὐτῷ ἡ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής. διὸ
βελτίων ἂν δόξειεν εἶναι ὁ ἀκρατὴς τοῦ ἀκολάστου.

καὶ ἀπρονόητος καὶ ἐξαίφνης γινομένη (οἷον ὅταν ἴδωμεν
καλὴν γυναῖκα, εὐθέως τι ἐπάθομεν, καὶ ἀπὸ τοῦ πάθους
ὁρμὴ ἐγένετο πρὸς τὸ πρᾶξαί τι ὧν ἴσως οὐ δεῖ), ἡ δʼ ἑτέρα
οἷον ἀσθενική τις, ἡ μετὰ τοῦ λόγου οὖσα τοῦ ἀποτρέποντος.
 ἐκείνη μὲν οὖν οὐδʼ ἂν λίαν δόξειεν εἶναι ψεκτή· καὶ γὰρ
ἐν τοῖς σπουδαίοις ἡ τοιαύτη ἐγγίνεται, ἐν τοῖς θερμοῖς καὶ
 εὐφυέσιν· δὲ ἐν τοῖς ψυχροῖς καὶ μελαγχολικοῖς, οἱ δὲ
τοιοῦτοι ψεκτοί.

ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν
παθεῖν, ὅτι ἥξει γυνὴ εὐπρόσωπος, δεῖ οὖν κατασχεῖν αὐτόν.
τῷ δὴ τοιούτῳ λόγῳ προκαταλαβὼν ὁ ἐκ τῆς προσφάτου
 φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν.
ὁ δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐν-
διδοὺς καὶ καταμαλακιζόμενος, ὁ τοιοῦτος ψεκτότερος. οὔτε
 
 

 
γὰρ ὁ σπουδαῖος οὐδέποτε οὕτω γένοιτʼ ἂν ἀκρατής, ὅ τε
λόγος προκαταλαβὼν οὐκ ἂν ἰάσαιτο. ἡγεμὼν γὰρ οὗτος
ἐν αὐτῷ ὑπάρχει, ᾧ οὔτι πειθαρχεῖ, ἀλλὰ τῇ ἡδονῇ ἐνδί. 
δωσιν, καὶ καταμαλακίζεται καὶ ἐξασθενεῖ πώς.

πότερον δʼ ὁ σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς
ἐπάνω, νῦν δὲ λέγωμεν. ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής· ὁ
γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας
κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνου- 
 σῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.

ἔστιν δὲ
σώφρων ὁ μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ
ταῦτα ὀρθόν, ὁ δʼ ἐγκρατὴς ὁ ἐπιθυμίας ἔχων φαύλας τόν τε
λόγον τὸν περὶ ταῦτα ὀρθόν· ὥστ ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγ-
κρετής, καὶ ἔσται 〈ὁ〉 σώφρων 〈ἐγκρατής, ἀλλʼ οὐχʼ ὁ ἐγκρατὴς 
σώφρων〉. ὁ μὲν γὰρ σώφρων ὁμὴ πάσχων, ὁ δʼ ἐγκρατὴς ὁ πά-
σχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν· οὐδέτερον δὲ τού-
των τῷ σώφρονι ὑπάρχει· διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.

πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκό-
λαστος; ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; ὁ μὲν γὰρ ἀκρατής ἐστιν 
 
 

 
οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δʼ ἀκόλαστος οὐ τοιοῦτος,
ἀλλʼ ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύνψηφον
ἔχων· οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθʼ ὁ ἀκρατὴς
οἷος ὁ ἀκόλαστος.

ἔτι δὲ καὶ φαυλότερος ὁ ἀκόλαστος τοῦ
 ἀκρατοῦς. δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενο-
μένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι
εἰς φύσιν καθίστησιν)·

ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιρῦτός
ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ
τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί· ἀλλʼ οὐχ ὁ ἀκρατὴς
 οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπου-
δαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει
 τοιοῦτος ἦν οἷος ὁ φαῦλος)·

ὁ μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε
φαῦλος εἶναι, ὁ δὲ ἀκόλαστος φύσει· δυσιατότερος δὴ ὁ
ἀκόλαστος. τὸ μὲν γὰρ ἔθος ἄλλῳ ἔθει ἐκκρούεται, ἡ δὲ φύ-
σις οὐδενὶ ἐκκρούεται.

καὶ μὴ διεψεῦσθαι τῷ λόγῳ, ἔστιν δὲ καὶ ὁ φρόνιμός τοιοῦτος ὁτῷ
λόγῳ τῷὀρθῷἕκασταθεωρῶν,πότερον[δʼ]ἐνδέχεταιτὸν φρόνιμον
ἀκρατῆ εἶναι, ἢ οὔ; ἀπορήσειε γὰρ ἄν τις τὰ εἰρημένα· ἐὰν δὲ πα-
ρακολουθήσωμεν τοῖς ἔμπροσθενεἰρημένοις,οὐκἔσται ὁ φρόνιμος
 ἀκρατής. ἔφαμεν γὰρ τὸν φρόνιμον εἶναι οὐχ ὁ ὀρθὸς λόγος μό-
νον ὑπάρχει, ἀλλʼ ᾧ καὶ τὸ πράττειν τὰ κατὰ τὸν λόγον φαινό-
μεναβέλπιστα· εἰ δὲπράττει τὰβέλτιστα ὁ φρόνιμος, οὐδʼ ἂν ἀκρα-
τὴς εἴη ὁ φρόνιμος, ἀλλʼ ὁ τοιοῦτος δεινὸς μὲν ἐστίν.

διῃρήμεθα
 
 

 
γὰρ ἐν τοῖς ἐπάνω τόν τε δεινὸν καὶ τὸν φρόνιμον ὡς ἑτέρων ὄν-
των. περὶ μὲν γὰρ ταὐτά· ἀλλʼ ὃ μὲν πρακτικὸς περὶ ἃ 
δεῖ, ὃ δʼ οὐ πρακτικός. τὸν οὖν δεινὸν ἀκρατῆ ἐνδέχεται
εἶναι (οὐ γὰρ πρακτικὸς περὶ ἃ καὶ δεῖ), τὸν φρόνιμον
δʼ οὐκ ἐνδέχεται ἀκρατῆ εἶναι.

μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ
ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δʼ εὐδαιμονίαν οἴονται 
πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε
ἡδονῆς. οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι
δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυ-
 πονπροστιθέασιν·

ἐγγὺς οὖν τὸ ἀλύπως τῆς ἡδονῆς ἐστίν. διόπερ
λεκπέον ὑπὲρ ἧδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται 
δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς. ἐπει-
δὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δʼεὐδαιμονίαν
διωρέκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ,
ἡ δʼἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγ-
καῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.

πρῶτον μὲν οὖν εἴπωμεν ἅ τινες λέγοντες οὐκ οἴονται
δεῖν τὴν ἡδονὴν ὡς ἐν ἀγαθοῦ μέρει λαμβάνειν. — πρῶτον μὲν
γάρ φασιν εἶναι τὴν ἡδονὴν γένεσιν, τὴν δὲ γένεσιν
ἀτελές τι, τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν
ἔχειν· δεύτερον δʼ ὅτι εἰσί τινες φαῦλαι ἡδοναί, τὸ δʼ 
ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι. πάλιν ὅτι ἐν πᾶ-
σιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπου-
δαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δʼ ἀγαθὸν ἀμιγές
 
 

 
 ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον. ∗∗. καὶ ὅτι οὐ κράτι-
στονἡδονή, τὸ δʼἀγαθὸν κράτιστον. καὶ ὅτι ἐμπόδιον τοῦ πράτ-
τειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀμαθόν.

γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀλη-
θῆ εἶναι. ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις. ἡ
γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδʼ
ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι. οὐ γὰρ
ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ φα-
 γεῖν ἢ πιεῖν. αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γί-
νονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς
ἀφαιρεῖσθαι·

διὸ γένεσις δοκεῖ εἶναι. ἡ δʼ ἔνδεια καὶ
ὑπερβολὴ λύπη. λύπη οὖν ἐνταῦθα ἔνθα ἡδονῆς γένεσις.
ἐπὶ δέ γε τοῦ ἰδεῖν καὶ ἀκοῦσαι καὶ ὀσφρανθῆναι οὐκ ἔστιν
 προλυπηθῆναι· οὐδεὶς γὰρ ἡδόμενος τῷ ὁρᾶν ἢ τῷ ὀσφραί-
νεσθαι προελυπήθη.

ὁμοίως δὲ καὶ ἐπὶ τῆς διανοίας ἔστι
θεωροῦντά τι ἥδεσθαι ἄνευ τοῦ προλυπηθῆναι. ὥστʼ εἴη ἄν
τις ἡδονή ἣ οὐκ ἔστι γένεσι εἰ οὖν ἡ μὲν ἡδονή, ὡς ὁ λόγος
αὐτῶν ἔφη, διὰ τοῦτο οὐκ ἀγαθόν, ὅτι γένεσις, ἔστι δὲ τις
 ἡδονή, ἣ οὔκ ἐστιν γένεσις, αὕτη ἂν εἴη ἀγαθόν.

— τὸ δʼὅλον
οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις· οὐδὲ γὰρ αὗται αἱ
ἀπὸ τοῦ φαγεῖν καὶ πιεῖν ἡδοναὶ οὐκ εἰσὶ γενέσεις, ἀλλὰ δια-
μαρτάνουσιν οἱ ταύτας φάσκοντες εἶναι τὰς ἡδονὰς γενέσεις.
οἴονται γάρ, ἐπειδὴ τῆς προσφορᾶς γινομένης γίνεται ἡδονή,
 
 

 
 διὰ τοῦτο γένεσιν εἶναι· ἔστι δʼ οὔ.

ἐπειδὴ γάρ ἐστι τῆς 
ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐν-
δεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ
κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα
τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ
τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ 
τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδη-
 λον.

ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα, ὅτι
τοῦτο μὲν αἰσθητὸν ἐστίν, ἡ δὲ ψυχὴ οὔ· ἔστι δέ γε καὶ [ἡ]
ψυχή. ὁμοίως δὲ καὶ ἐπὶ τούτου· ἔστιν γὰρ μόριόν τι τῆς
ψυχῆς ᾦ ἡδόμεθα, ὃ ἄμα τῇ προσφορᾷ ἐνεργεῖ. διὸ οὐκ 
 ἔστιν οὐδεμία ἡδονὴ γένεσις.

— καὶ ἀποκατάστασις δέ, φασίν,
εἰς φύσιν αἰσθητή. καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν
ἐστὶν ἡδονή· τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ
φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, 
μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι· ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ
λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι· ὥστʼ οὐκ ἂν εἴη ἡ ἡδο-
νὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς· ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδο-
νῶν οὐδέν. — ὥστε εἰ διότι μὲν γένεσις ἡ ἡδονὴ οὐκ ἀγαθὸν ἐδόκει 
εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.

ἀλλὰ μετὰ τοῦτο οὐ πᾶσα, φασίν, ἡδονὴ ἀγαθόν. συ-
νίδοι δʼ ἄν τις καὶ ὑπὲρ τούτου οὕτως. ἐπεὶ γὰρ τἀγαθόν
φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι (καὶ γὰρ ἐν
οὐσίᾳ καὶ ἐν τῷ πρός τι καὶ ποσῷ καὶ πότε καὶ ὅλως 
ἐν ἀπάσαις), ἤδη γʼ ἐκεῖνο φανερόν. κατὰ πάσας γὰρ
ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστʼ ἐπειδὴ τὸ
 
 

 
ἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγα-
θόν· ὥστʼ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δʼ
 ἀπό τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή. —

ἅμα δὲ δῆλον ἐκ τούτου ὅτι καὶ διάφοροι τῷ εἴδει αἱ ἡδοναὶ 
εἰσίν. διάφοροι γὰρ καὶ αἱ κατηγορίαι, ἐν αἷς ἐστιν ἡδονή.
οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει, οἷον τῆς γραμματι-
κῆς ἢ ἄλλης ἡστινοσοῦν. ἐὰν ἔχῃ γὰρ Λάμπρος τὴν γραμ-
 ματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης
ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈-δὲ〉 δύο
εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τʼ ἐν Λάμπρῳ καὶ ἐν
Ἰλεῖ ἀλλʼ ἐπὶ τῆς ἡδονῆς οὐχʼ οὕτως. ἡ γὰρ ἀπὸ τῆς μέθης
ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν.
 διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.

οὐκ ἐδόκει ἡ ἡδονὴ αὐτοῖς ἀγαθὸν εἶναι. τὸ δὲ τοιοῦτον καὶ ἡ τοι-
αὐτη κρίσις οὐκ ἴδιός ἐστιν ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ φύσεως
καὶ ἐπιστήμης. ἔστι γὰρ καὶ φύσις φαύλη, οἷον ἡ τῶν σκωλή-
 κων καὶ ἡ τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων,
ἀλλʼ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων·

ὁμοίως δʼ εἰσὶ
καὶ ἐπιστῆμαι φαῦλαι, οἷον αἱ βάναυσοι, ἀλλʼ ὅμως οὐ
διὰ τοῦτο φαῦλον ἡ ἐπιστήμη, ἀλλʼ ἀγαθὸν τῷ γένει καὶ
 
 

 
ἐπιστήμη καὶ φύσις. ὥσπερ γὰρ οὐδʼ ἀνδριαντοποιὸν θεωρεῖν
δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε καὶ κακῶς εἰργάσατο, 
ἀλλʼ ἐξ ὧν εὖ, οὕτως οὐδʼ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο
οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλʼ ἐκ τῶν σπουδαίων.

ὁμοίως δὲ καὶ ἡ ἡδονὴ τῷ γένει ἀγαθὸν ἐστίν, ἐπεὶ ὅτι γέ 
εἰσιν φαῦλαι ἡδοναί, οὐδὲ ἡμᾶς λανθάνει. ἐπεὶ γὰρ καὶ
φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπου-
δαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἢ τινος ἄλλου
θηρίου φαύλη, ὁμοίως δʼ ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου 
καὶ ὄνου καὶ κυνός,

ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ
φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὐτοῦ· ὥστε τοῦτʼ ἂν εἴη ἴδιον,
τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή. οὐ γάρ ἐστι ταὐτὸν καὶ
ἵππῳ καὶ ἀνθρώπῳ, ὁμοίως οὐδὲ τοῖς ἄλλοις· ἀλλʼ ἐπείπερ
αἱ φύσεις διάφοροι, καὶ αἱ ἡδοναὶ διάφοροι. ἡ γὰρ ἡδονὴ 
ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν
καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη,
 τῆς δὲ σπουδαίας σπουδαία.

ἀλλʼ οἱ φάσκοντες εἶναι τὴν
ἡδονὴν οὐ σπουδαίαν πεπόνθασιν οἷον οἱ μὴ εἰδότες τὸ νέκταρ
οἴονται τοὺς θεοὺς οἶνον πίνειν καὶ οὐκ εἶναι τούτου ἥδιον οὐδέν. 
τοῦτο δὲ πάσχουσι διὰ τὴν ἄγνοιαν. οἷς ὅμοιον πεπόνθασιν
οἱ πάσας τὰς ἡδονὰς γενέσεις φάσκοντες εἶναι καὶ οὐκ ἀγα-
θόν· διὰ γὰρ τὸ μὴ εἰδέναι ἄλλας ἡδονὰς ἀλλʼ ἢ τὰς σω-
ματικάς, ταύτας τε ὁρᾶν γενέσεις τε οὔσας καὶ μὴ σπουδαίας,
 ὅλως οὐκ οἴονται εἶναι τὴν ἡδονὴν ἀγαθόν.

ἐπεὶ δʼ οὖν ἐστιν 
ἡ ἡδονὴ καὶ καθισταμένης τῆς φύσεως καὶ καθεστηκυίας, οἷον
 

 
καθισταμένης μὲν αἱ ἐξ ἐνδείας ἀναπληρώσεις, καθεστηκυίας
δὲ αἱ ἀπὸ τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῶν τοιούτων οὖσαι,
βελτίους ἂν εἴησαν αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι· αἱ
 γὰρ ἡδοναὶ κατʼ ἀμφοτέρους λεγόμεναι τοὺς τρόπους ἐνέργειαι
εἰσίν· ὥστε δῆλον ὅτι αἱ ἀπὸ τὴς ὄψεως ἡδοναὶ καὶ τὴς
ἀκοῆς καὶ τοῦ διανοεῖσθαι βέλτισται ἂν εἴησαν, ἐπεὶ αἵ γε
σωματικαὶ ἐξ ἀναπληρώσεως.

εἶναι καὶ πᾶσι κοινὸν οὐκ ἀγαθόν. τὸ δὴ τοιοῦτον ἐπὶ φιλοτίμου
μᾶλλον καὶ φιλοτιμίας οἰκεῖον ἐστίν. ὁ γὰρ φιλότιμός ἐστιν ὁ
μόνος βουλόμενος ἔχειν καὶ τῷ τοιούτῳ τῶν ἄλλων ὑπερέχειν· καὶ
τὴν ἡδονὴν οὖν, εἰ μέλλει ἀγαθὸν εἶναι, τοιοῦτον δεῖν εἶναι.

ἢ οὔ, ἀλλὰ καὶ τοὐναντίον διὰ τοῦτο ἂν δόξειεν ἀγαθὸν εἶναι, 
 ὅτι πάντα τούτου ἐφίεται; τοῦ γὰρ ἀγαθοῦ πάντα πέφυ-
κεν ἐφίεσθαι, ὥστʼ εἰ τῆς ἡδονῆς πάντʼ ἐφίεται, ἀγαθὸν ἂν εἴη
τῷ γένει ἡ ἡδονή.

ἀγαθὸνεἶναι. τὸ δʼ ἐμπόδιον φάσκειν εἶναιδιὰ τὸ μὴ ὀρθῶς σκοπεῖν
φαίνετʼ αὐτοῖς. οὐ γάρ ἐστιν ἐμπόδιον ἡ ἀπὸ τοῦ πράγματος
τοῦ πραττομένου ἡδονή· ἐὰν μέντοι ἄλλη, ἐμπόδιον, οἷον ἡ ἀπὸ
 τῆς μέθης ἡδονὴ ἐμπόδιόν ἐστι τοῦ πράττειν,

ἀλλʼ οὕτω μὲν καὶ 
ἐπιστήμη ἐπιστήμης ἐμπόδιον ἔσται· οὐ γάρ ἐστιν ἅμα ἀμφοτέ-
ραις ἐνεργεῖν. ἀλλὰ διὰ τί οὐκ ἀγαθὸν ἡ ἐπιστήμη, ἂν ποιῇ τὴν
ἀπὸ τῆς ἐπιστήμης ἡδονήν; καὶ πότερον ἐμπόδιον ἔσται; ἢ οὔ,
ἀλλὰ μᾶλλον πράξει;

ἡ γὰρ ἡδονὴ παρορμᾷ πρὸς τὸ μᾶλλον 
 πράττειν ἀπʼ αὐτοῦ γινομένη, ἐπεὶ τὸν σπουδαῖον ποίησον
πράττειν τὰ κατʼ ἀρετήν, καὶ ἡδέως ταῦτα πράττειν· ἆρα
 
 

 
οὐ πολλῷ μᾶλλον ἐνεργήσει κατὰ τὴν πρᾶξιν; καὶ ἐὰν μέν
γε ἡδόμενος πράττῃ, σπουδαῖος ἔσται, ἂν δὲ λυπούμενος τὰ
καλὰ πράττῃ, οὐ σπουδαῖος. ἡ γὰρ λύπη ἐπὶ τοῖς διʼ ἀνάγ-
κην ἐστίν, ὥστʼ εἰ λυπεῖταί τις τὰ καλὰ πράττων, ἀναγκα- 
 ζόμενος πράττει· ὁ δʼ ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.

ἀλλὰ μὴν οὐκ ἔστιν γε μὴ λυπούμενον ἢ ἡδόμενον τὰ κατʼ
ἀρετὴν πράττειν· τὸ δʼ ἀνὰ μέσον οὐκ ἔστιν. διὰ τί; ὅτι ἡ
ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ
ἀνὰ μέσον οὐκ ἔστιν· δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης 
ἢ ἡδονῆς. εἰ μὲν οὖν λυπούμενός τίς τὰ καλὰ πράττει,
οὐ σπουδαῖος. ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης· μεθʼ
 ἡδονῆς ἄρα.

οὐ μόνον ἄρα οὐκ ἐμπόδιόν ἐστιν ἡ ἡδονή, ἀλλὰ
καὶ προτρεπτικὸν πρὸς τὸ πράττειν, καὶ τὸ ὅλον δὲ οὐκ ἐν-
δέχεται ἄνευ ἡδονῆς εἶναι τῆς ἀπʼ αὐτῆς γινομένης.

ἄλλος ἦν λόγος ὅτι οὐδεμία ποιεῖ ἐπιστήμη ἡδονήν. ἔστιν
δὲ οὐδὲ τοῦτο ἀληθές. οἱ γὰρ δειπνοποιοὶ καὶ σττεφανοποιοὶ καὶ [οἰ]
μυρεψοὶ ἡδονῆς εἰσιν ποιητικοί. [ἀλλὰ δὴ ταῖς ἄλλαις ἐπιστή-
μαις οὐκ ἔστιν ἡ ἡδονὴ ὡς τέλος, ἀλλὰ μεθʼ ἡδονῆς τε καὶ
οὐκ ἄνευ ἡδονῆς.] ἔστιν οὖν καὶ ἐπιστήμη ποιητικὴ ἡδονῆς.∗

ἔτι δὲ καὶ ἄλλος ἐλέγετο, ὅτι οὐκ ἄριστον. ἀλλʼ οὕτως
μὲν καὶ τῷ τοιούτῳ λόγῳ ἀναιρήσεις καὶ τὰς καθʼ ἕκαστα λε-
γομένας ἀρετάς. ἡ γὰρ ἀνδρεία οὐκ ἔστιν ἄριστον· ἆῤ οὖν
διὰ τοῦτʼ οὐκ ἀγαθόν; ἢ τοῦτʼ ἄτοπον; ὁμοίως καὶ ἐπὶ τῶν
ἄλλων. οὐδὲ ἡδονὴ διὰ τοῦτʼ οὐκ ἀγαθόν, ὅτι οὐκ ἄριστον.

ἀπορήσειε δʼ ἄν τις μεταβὰς καὶ ἐπὶ τῶν ἀρετῶν τὸ τοιοῦ-
τον. οἷον ἐπειδὴ ὁ λόγος κρατεῖ ποτε τῶν παθῶν (φαμὲν γὰρ
 
 

 
ἐπὶ τοῦ ἐγκρατοῦς), καὶ τὰ πάθη δὲ πάλιν ἀντεστραμμένως
τοῦ λόγου κρατεῖ (οἷον ἐπὶ τῶν ἀκρατῶν συμβαίνει), ἐπεὶ
 οὖν τὸ ἄλογον μέρος τῆς ψυχῆς ἔχον τὴν κακίαν κρατεῖ τοῦ
λόγου εὖ διακειμένου (ὁ γὰρ ἀκρατὴς τοιοῦτος), καὶ ὁ λόγος
ὁμοίως φαύλως διακείμενος κρατήσει τῶν παθῶν εὖ δια-
κειμένων καὶ ἐχόντων τὴν οἰκείαν ἀρετήν, εἰ δὲ τοῦτʼ ἔσται,
 συμβήσεται τῇ ἀρετῇ κακῶς χρῆσθαι (ὁ γὰρ λόγος φαύλως
διακείμενος καὶ χρώμενος τῇ ἀρετῇ κακῶς αὐτῇ χρήσεται)·
τὸ δὴ τοιοῦτον ἄτοπον ἂν συμβαίνειν δόξειεν.

πρὸς δὴ τὴν
τοιαύτην ἀπορίαν ῥᾴδιον ἀντειπεῖν καὶ λῦσαι ἐκ τῶν ἔμπρο-
σθεν ἡμῖν εἰρημένων ὑπὲρ ἀρετῆς. τότε γάρ φαμεν εἶναι
 ἀρετήν, ὅταν ὁ λόγος εὖ διακείμενος τοῖς πάθεσιν ἔχουσι τὴν
οἰκείαν ἀρετὴν σύμμετρος ᾖ, καὶ τὰ πάθη τῷ λόγῳ· οὕτω
γὰρ διακείμενα συμφωνήσουσι πρὸς ἄλληλα, ὥστε τὸν μὲν
λόγον προστάττειν ἀεὶ τὸ βέλτιστον, τὰ δὲ πάθη ῥᾳδίως εὖ
διακείμενα ποιεῖν ὃ ἂν ὁ λόγος προστάττῃ·

ἂν οὖν ὁ λόγος
 φαύλως διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ
ἐκλείπ τοντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή)· ὥστʼ
οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ. — ἀπλῶς δʼ οὐχ, ὥσπερ
οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λό-
γος, ἀλλὰ μᾶλλον τὰ πάθη. δεῖ γὰρ πρὸς τὸ καλὸν ὁρ-
 μὴν ἄλογόν τινα πρῶτον ἐγγίνεσθαι (ὃ καὶ γίνεται), εἶθʼ
οὕτως τὸν λόγον ὕστερον ἐπωψηφίζοντα εἶναι καὶ διακρίνοντα.
ἴδοι δʼ ἄν τις τοῦτο ἐκ τῶν παιδίων καὶ τῶν ἄνευ λόγου 
ζώντων· ἐν γὰρ τούτοις ἄνευ τοῦ λόγου ἐγγίνονται ὁρμαὶ
τῶν παθῶν πρὸς τὸ καλὸν πρότερον, ὁ δὲ λόγος ὕστερος ἐπιγι-
 νόμενος καὶ σύμψηφος ὢν ποιεῖ πράττειν τὰ καλά. ἀλλʼ
οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ
 

 
ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναν-
τιοῦται· διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος
εὖ διακείμενον ἢ ὁ λόγος.

ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ εὐδαι- 
μονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας. οἴονται γὰρ οἱ πολλοὶ
τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυ-
χίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ
τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι. διὸ ῥητέον
ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἀπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν 
 τίσι καὶ περὶ τί.

πρῶτον μὲν οὖν ἐπὶ ταῦτʼ ἄν τις ἐλθὼν
καὶ ἐπιβλέψας ἀπορήσειεν. οὔτε γὰρ ἂν εἴποι τις τὴν τύ-
χην ὥς ἐστι φύσις. ἡ γὰρ φύσις [ἀεὶ] οὖ ἐστιν αἰτία, τούτου
ὡς ἐπὶ τὸ πολὺ ἢ ∗ ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη
οὐδέποτε, ἀλλʼ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς 
τοιούτοις λέγεται. οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ
γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύ-
τως, ἡ δὲ τύχη οὔ. διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα
ἐλαχίστη [καὶ] τύχη, οὖ δὲ πλείστη τύχη, ἐνταῦθʼ ἐλάχιστος νοῦς.

ἀλλʼ ἆρά γε ἡ εὐτυχία ἐστὶν ὡς ἐπιμέλειά τις θεῶν; ἢ τοῦτʼ
οὐκ ἂν δόξειεν; τὸν γὰρ θεὸν ἀξιοῦμεν κύριον ὄντα τῶν τοιού-
των τοῖς ἀξίοις ἀπονέμειν καὶ τἀγαθὰ καὶ τὰ κακά, ἡ δὲ
τύχη καὶ τὰ ἀπὸ τῆς τύχης ὡς ἀληθῶς ὡς ἂν τύχῃ γίνε-
ται. εἰ δέ γε τῷ θεῷ τὸ τοιοῦτον ἀπονέμομεν, φαῦλον αὐτὸν 
 
 

 
κριτὴν ποιήσομεν ἢ οὐ δίκαιον· τοῦτο δʼ οὐ προσῆκόνἐστι [τῷ]
θεῷ.

ἀλλὰ μὴν ἔξω γε τούτων εἰς οὐδὲν ἄλλο τὴν τύχην ἄν τις
τάξειεν, ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη. νοῦς μὲν δὴ καὶ
λόγος καὶ ἐπιστήμη παντελῶς ἀλλότριόν τι ἔοικεν εἶναι.
 ἀλλὰ μὴν οὐδʼ ἡ ἐπιμέλεια καὶ ἡ εὔνοια παρὰ τοῦ θεοῦ
δόξειεν ἂν εἶναι εὐτυχία διὰ τὸ καὶ ἐν τοῖς φαύλοις ἐγγίγνε-
σθαι·

τὸν δὲ θεὸν τῶν φαύλων οὐκ εἰκὸς ἐπιμελεῖσθαι. λοιπὸν
τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις. ἔστιν δʼ ἡ
εὐτυχία καὶ ἡ τύχη ἐν τοῖς μὴ ἐφʼ ἡμῖν οὖσιν, μηδʼ ὧν
 αὐτοὶ κύριοί ἐσμεν καὶ δυνατοὶ πρᾶξαι. διὸ τὸν δίκαιον,
δίκαιος, οὐθεὶς λέγει εὐτυχῆ οὐδὲ τὸν ἀνδρεῖον οὐδʼ ὅλως τῶν
κατʼ ἀρετὴν οὐδένα· ἐφʼ ἡμῖν γάρ ἐστι ταῦτα καὶ ἔχειν καὶ
μὴ ἔχειν. ἀλλʼ ἤδη ἐπὶ τοῖς τοιούτοις οἰκειότερον τὴν εὐτυ-
χίαν ἐροῦμεν· τὸν γὰρ εὐγενῆ εὐτυχῆ λέγομεν, καὶ ὅλως
 ᾧ τὰ τοιαῦτα τῶν ἀγαθῶν ὑπάρχει, ὧν μὴ αὐτὸς κύριος
ἐστίν.

ἀλλʼ ὅμως οὐδʼ ἐνταῦθα κυρίως ἂν ἡ εὐτυχία λέγοιτο.
ἔστιν δὲ πολλαχῶς ὁ εὐτυχὴς λεγόμενος· καὶ γὰρ ᾧ παρὰ
τὸν λογισμὸν τὸν αὐτοῦ συνέβη τι ἀγαθὸν πρᾶξαι, εὐτυχῆ
φαμέν, καὶ ᾧ κατὰ λόγον ζημίαν ἦν λαβεῖν, τὸν τοιοῦτον
 κερδάναντα εὐτυχῆ φαμέν.

ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν
τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλο-
γον. ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν
εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν
καθʼ αὐτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λα-
 βεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.

ἔστιν οὖν ἡ εὐτυχία ἄλο-
γος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν
 

 
πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δʼ ἐστὶ φύσεως·
ἐν γὰρ τῇ ψνχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρψῶμεν ἀλό-
γως πρὸς ἂν εὖ ἔχωμεν,

καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως 
ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράτειν; οὐκ οἶδα,
φησίν, ἀλλʼ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν·
καὶ γὰρ οἱ ἔνθουσιάζοντες ἄνευ λόγον ὁρμὴν ἔχουσι πρὸς τὸ
 πράττειν τι.

τὴν δʼ εὐτυχίαν οὐκ ἔχομεν ρἰκείῳ καὶ ἰδίῳ 
ὀνόματι προσαγορεύειν, ἀλλʼ αἰτίαν πολλάκις φαμὲν εἶναι
αὐτήν· ἡ δʼ αἰτἰα ἀλλότριον τοῦ ὀνόματος. ἡ γὰρ αἰτία καὶ
οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης
τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν
ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψοσθαι ἀγαθὸν λαβεῖν.

ἔσπτιν οὖν ἡ τοιαύτη εὐτυχία διάφορος ἐκείνης, καὶ ἔοικεν
αὕτη ἐκ τῶν πραγιάτων τῆς μεταπτώσεως γίνεσθαι, καὶ
κατὰ συμβεβηκὸς εὐτνχία. ὥστ’ εἰ καὶ ἡ τοιαύτη ἐστὶν
εὐτυχία, ἀλλʼ οὖν πρές γε τὴν εὐδαμονίαν ἡ τοιαύτη ἂν
εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν 
 ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.

ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ
ἄνερ τῶν ἔκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυ-
χίας, οἷον ἀραίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.

περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα· ἐπειδὴ δὲ ὑπὲρ ἑκά-
στης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη 
καθόλου συνθέσας τὰ καθʼ ἕκαστα κεφαλαιωσαμένους εἰ-
 πεῖν.

ἔστι μὲν οὖν οὐ κακῶς λεγόμενον τρὔνομα ἐπὶ τοῦ τε-
λέως σπουδαίου, ἡ καλοκἀγαθία. καλὸς κἀγαθὸς γάρ,
φασίν, ὅταν τελέως σπουδαῖος ᾖ. ἐπὶ γὰρ τῆς ἀρετῆς τὸν
 
 

 
 καλὸν κἀγαθὸν λέγουσιν, οἷον τὸν δίκαιον καλὸν κἀγαθὸν
φασί, τὸν ἀνδρεῖον, τὸν σώφρονα, ὅλως ἐπὶ τῶν ἀρε-
τῶν.

ἐπειδὴ οὖν εἰς δύο διαιροῦμεν, καὶ τὰ μέν φαμεν
εἶναι καλὰ τὰ δὲ [καὶ] ἀγαθά, καὶ τῶν ἀγαθῶν τὰ μὲν
ἁπλῶς ἀγαθὰ τὰ δὲ οὔ, καὶ καλὰ μὲν οἷον τὰς ἀρετὰς καὶ
 τὰς ἀπʼ ἀρετῆς πράξεις, ἀγαθὰ δὲ [οἷον] ἀρχὴν πλοῦτον δό-
ξαν τιμὴν τὰ τοιαῦτα· ἔστιν οὖν ὁ καλὸς κἀγαθὸς
τὰ ἀπλῶς ἀγαθά ἐστιν ἀγαθὰ καὶ τὰ ἀπλῶς καλὰ
καλὰ ἐστίν.

ὁ τοιοῦτος γὰρ καλὸς καὶ ἀγαθός. δὲ τὸ
ἀπλῶς ἀγαθὰ μή ἐστιν ἀγαθά, οὐκ ἔστι καλὸς καὶ ἀγαθός,
 ὥσπερ οὐδὲ ὑγιαίνειν ἂν δόξειεν τὰ ἀπλῶς ὑγιεινὰ μὴ
ὑγιεινὰ ἐστίν. εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά
τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα
αὐτὸν μὴ βλάψει, βουλήσεται αὐτῷ εἶναι.

ὁ δὲ τοιοῦτος ὢν
 οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ,
οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι· ἀλλʼ ᾧ τἀγαθὰ
πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον
ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.

ὑπὲρ δὲ τοῦ κατὰ τὰς ἀρετὰς ὀρθῶς πράττειν εἴρηται 
μέν, οὐχ ἱκανῶς δέ. ἔφαμεν γὰρ τὸ κατὰ τὸν ὀρθὸν λόγον
πράτττειν· ἀλλʼ ἴσως ἄν τις αὐτὸ τοῦτο ἀγνοῶν ἐρωτήσειεν, τὸ
κατὰ τὸν ὀρθὸν λόγον τί ποτʼ ἐστί, καὶ ποῦ ἐστιν ὁ ὀρθὸς λό-
γος; ἔστιν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν,

ὅταν τὸ ἄλο- 
 γον μέρος τῆς ψυχῆς μὴ κωλύῃ τὸ λογιστικὸν ἐνεργεῖν τὴν
αὐτοῦ ἐνέργειαν. τότε γὰρ ἡ πρᾶξις ἔσται κατὰ τὸν ὀρθὸν
λόγον. ἐπειδὴ γάρ τι τῆς ψυχῆς τὸ μὲν χεῖρον ἔχομεν τὸ
 
 

 
δὲ βέλτιον, ἀεὶ δὲ τὸ χεῖρον τοῦ βελτίονος ἕνεκεν ἐστίν, ὥσ-
περ ἐπὶ σώματος καὶ ψυχῆς τὸ σῶμα τῆς ψυχῆς ἕνεκεν,
καὶ τότʼ ἐροῦμεν ἔχειν τὸ σῶμα καλῶς, ὅταν οὕτως ἔχῃ ὥστε 
μὴ κωλύειν, ἀλλὰ καὶ συμβάλλεσθαι καὶ συμπαρορμᾶν
πρὸς τὸ τὴν ψυχὴν ἐπιτελεῖν τὸ αὑτῆς ἔργον (τὸ γὰρ χεῖ-
ρον τοῦ βελτίονος ἕνεκεν, πρὸς τὸ συνεργεῖν τῷ βελτίονι)·

ὅταν οὖν τὰ πάθη μὴ κωλύωσι τὸν νοῦν τὸ αὑτοῦ ἔργον ἐνερ-
γεῖν, τότʼ ἔσται τὸ κατὰ τὸν ὀρθὸν λόγον γινόμενον. ναί, 
ἀλλʼ ἴσως εἴπτοι τις ἄν, ὅταν πῶς ἔχωσι τὰ πάθη, οὐ κωλύουσι,
 καὶ πότε οὕτως ἔχουσιν; οὐ γὰρ οἶδα.

τὸ δὴ τοιοῦτον οὐκ ἔστιν
εἰπεῖν ῥᾴδιον. οὐδὲ γὰρ ὁ ἰατρός· ἀλλʼ ὅταν εἴπτῃ τῷ πυρέτ-
τοντι πτισάνην προσφέρεσθαι, τοῦ δὲ πυρέττειν πῶς αἰσθά-
νομαι; ὅταν, φησίν, ὁρᾷς ὠχρὸν ὄντα· τὸ δʼ ὠχρὸν πῶς 
εἰδήσω ἐνταῦθα δὴ συνιέτω ὁ ἰατρός· εἰ γὰρ μὴ ἔχεις
παρὰ σαυτῷ, φησί, τῶν γε τοιούτων αἴσθησιν, οὐκ ἔτι.
ὡσαύτως ὑπὲρ τῶν ἄλλων κοινός ἐστι τῶν τοιούτων ὁ λόγος.

ὁμοίως δʼ ἔχει καὶ ἐπὶ τῶν παθῶν τοῦ γνωρίζειν· δεῖ γὰρ
αὐτὸν συμβάλλεσθαι πρὸς αἴσθησίν τι.

ἐπιζητήσειε δʼ ἄν τις ἴσως καὶ τὸ τοιοῦτον· ἆρά γε ἔργῳ
εἰδήσας ταῦτα καὶ δὴ εὐδαίμων ἔσομαι; οἴονται γάρ. τὸ δʼ ἐστὶν
οὐ τοιοῦτον. οὐδεμία γὰρ οὐδὲ τῶν ἄλλωον ἐπιστημῶν παραδίδωσι
τῷ μανθάνοντι τὴν χρῆσιν καὶ τὴν ἐνέργειαν, ἀλλὰ τὴν ἕξιν μό-
νον· οὕτωος οὐδʼ ἐνταῦθα παραδίδωοσιν τὸ εἰδῆσαι ταῦτα τὴν 
χρῆσιν (ἡ γὰρ εὐδαιμονία ἐστὶν ἐνέργεια, ὡς φαμέν), ἀλλὰ τὴν
 

 
ἕξιν, οὐδʼ ἐν τῷ εἰδέναι ἐξ ὧν ἐστιν ἡ εὐδαιμονία, ἀλλʼ ἐν
τὸν τούτmμις χρήσαεθαι.

τὴν δὲ χρῆσιν καὶ τὴν ἐνέργωκαν τού-
των οὐκ ἄστι τώmης τἧς π ??ς τὸ παραὰιδόνε??· οὐδὲ
 γὰρ ?? ἐπιστήκῃ οὐδεμία ιὴν χρῆτιν παραδίδωσιν, ἀλλὰ
 τὴν ἕ??ιν.

ἐφʼ ἄπασι δὲ τ??πς ὑπὸρ φιλίας ἀναυχαῖόν ἔσαιν εἰ- 
πεν, τί ἐστν παὶ ὅν πίσι κνὶ π??ρὶ vέ· ἐ??ὴ γὰρ ?? ??-
 ρὰ πάντα τὸν βίον oαρρατεάνονσων ?? ἐν παν ?? καὶοὖ-
σαν ἀγκθόν, ?? ἂν εἔ πρὸς τὴν εὐδαμουίαν.

θεῖυ πέτεραν γάρὐσσσττιν ἡ φιλίαἐν τοῖς ὁμοίοις, ὥσπςρ δοχεῖχαὶ
λέμεται; καὶ γὰρ ‘‘??ςʼʼ φαει “παρὰ κυλοιὸν ??άνειʼ᾿ , καὶ
 
 ?? τοι τὸν ὅμοιον ?? ?? ὡς τὸν ὅμοε??ν. 
 
φασὶν δὲ καὶ κυνός ποτε ἂεὶ καθευδο-σης ἔπὶ τῆς ἄτης κε-
ραμἴδος, ἐρωτηθέντα τὸν μπrδοκλέα, διὰ τί ποτε ?? κύων
ἐπὶ τῆς αὐτῆς κεραμῖδος καθεύδει, εἰπεῖν ὅτι ἔχει τ κε-
ραμῖδι ὃμοιον ἡ κύων, ὡς διὰ τὸ ὅμοιον τὴν κὑνα φοιτῶσαν.

πάλιν δʼ αὗ δοκεῖ ἄλλοις τισὶν ἐν τοῖς ἐνανύοις μᾶλλον 
ἔγγῖνεsθι ἡ φιλία. “ἐρ μὲτή” γάρ, φασίν, ??βρου γαῖα,
ὅταν ξηρὸν πἐδον’ τὸ δ ἐναντῖον, φασίν, τῷ ἐνανι??ῳ βσὐλε-
σθαι φίλον εἶναι. ἔν μὲν γὰρ τοῖς ὁμοίοις οὐδὲ ἐνδέχεσθαι
γίνεσθαι. τὸ γὰρ ὅμοιον, φασίν, τοῦ ὁμοίου οὐδὲν προσδεῖται,
 καὶτὰτοιαῦτα ὅἡ.

— ἔτι δὲ πὐτερον ἔργον ἐστὶ φίλον γενέσθαι
ἢ ῥάδιον γενέσθαι; οἱ γοῦν κόλακες ταχέως προσεδρεύσαντες φί-
 
 

 
 λοι μὲν οὐκεἰσίν, φαίνονται δὲ φίλοι εἶναι.

— ἔ??ι δὲκαὶ τὰ τοι-
αῦτα ἀπορεῖται, πότρρον ἔσταε ὁ σχο??δαῖος τῷ φαύὰῳε φέλος;
'οὔ; ?? κὲν γὰρ φιλία ἐν πίστα κνὶ βεθeαrέπτηπ, ὁ ἀὲ φαῦλος
ἥκιστα τοιοῦτυς· καὶ δ φφαῦὶς ?? φαύλων, ἢ οὐδὲ τοῦτο;

πρῶτον μὲν οὖν ἐιοριστέον ἄ εὔη ὑ??ὲρ πλίας πόπας σκο-
ποῦμεν. ἔστι γάρ, ὡς οἴνταr, φιλία καὶ χροσιε θεὸν καὶ τὰ
ἄυρυχα, οὐκ ὀρθῶρ. τὴν γὰρ φmίαυ ἐνταῦθά φαμεν εἷ-
ναι οὗ ἐστι τὸ ἀνaφώλεῖσᾶαε, ἡ δὲ πρὸς θεὸν φριλία οὔτε
ὡτιφιλεῖσθαι δέχεται, οὔθʼ ὅλως vὸ φλεῖν· ἄxοπον γὰρ ἂν εἴη 
 εἴ τις φαίη φελεῖν τὸν Δία

οὐδὲ δὴ παρὰ τῶν ἀρύχων ἐνδέχε-
ταπτ ἀντπφιλεῖσθαι. φιλία μέντοε καὲ ρὸς τὰ ἄψυφa ἐαύάν, οἷ-
ον οἶνον ἢ ἄλλο δὴ τῶν τοιούτωπ. διὸ ὀὴ οὔτε τὴν mρὸς τὸν
θεὸν φιλίαν ἐαζητeῦμεν οὔτε τὴν πρὸς τὰ ἄμυγα, ἀλλὰ τὴν
πρὸς τὰ ἔeεψυχκ, καὶ πρὸς ταῦτα ἐν οἷς ἐστι τὸ ἀντιφιλεῖν.

εἰ δή τις μετὰ τοῦτο ἀπισσκέραιτο τί ἐφτι τὸ φιλητόν,
ἔστιν οὖν οὐκ ἄλλο τι ἢ τἀγαθόν. ἕτερον μὲν οὖν ἐoπτι τὸ
φιλητὸν καὶ τὸ φιλητέον, ὥσπερ καὶ τὸ βυυὲητὸν χαὶ τὸ βου-
 λητέον.

βουλητὸν μὲν γὰρ τὸ ἀπλῶς ἀγαθόν, βουλητέον
δὲ τὸ ἔκάστῳ ἀγαθόν· οὕτωο καὶ φφιλητὺν μὲν τὸ ἀπλῶς 
ἄμαθόν, φιλητέον δὲ τὸ αὐτῷ ἀγκθόν, ἅστε τὸ μὲν φιλη-
 τέον καὶ φιλητόν, τὸ δὲ φιλ??τὸν οὐκ ἔστι πτὲητέον.

ἐνταῦθα
οὖν ἔστιν καὶ διὰ ψὸ τοιοῦτον ἡ ἀπορία, πύτερόν ἐστιν ὁ
??πουδνῖος τῷ φαύλῳ φίλος ἢ οὔ. συν??παι γάρ ππως τἀγαθῷ 
 
 

 
τὸ αὐτῷ ἀγαθὸν καὶ τὸ φιλητέον τῷ φιλητῷ, ἔχεται δὲ
καὶ ἀκολουθεῖ τῷ ἀγαθῷ καὶ τὸ ἡδὺ εἶναι καὶ τὸ συμφέρον.

ἡ μὲν οὖν τῶν σπουδαίων φιλία ἐστίν, ὅταν ἀντιφιλῶσιν 
ἀλλήλους· φιλοῦσι δὲ ἀλλήλους, φιλητοί· φιλητοὶ δέ,
 ἀγαθοί.

οὐκοῦν ὁ σπουδαῖος, φησίν, τῷ φαύλῳ οὐκ ἔσται φίλος;
ἔσται μὲν οὖν. ἐπειδὴ γὰρ τἀγαθῷ ἠκολούθει τὸ συμφέρον
καὶ τὸ ἡδύ, ᾗ ἐστιν φαῦλος ὢν ἡδύς, ταύτῃ φίλος· πάλιν
αὖ συμφέρων, συμφέρων, ταύτῃ φίλος.

ἀλλʼ οὐκ ἔσται
γε κατὰ τὸ φιλητὸν ἡ τοιαύτη φιλία. φιλητὸν γὰρ ἦν
 τἀγαθὸν, ὁ δὲ φαῦλος οὐ φιλητός· οὐ γὰρ ἀλλὰ κατὰ τὸ
φιλητέον· εἰσὶν γὰρ ἀπὸ τῆς παντελοῦς φιλίας, τῆς ἐν τοῖς
σπουδαίοις, καὶ αὗται αἱ φιλίαι, ἥ τε κατὰ τὸ ἡδὺ καὶ ἡ
κατὰ τὸ συμφέρον.

— ὁ οὖν κατὰ τὸ ἡδὺ φιλῶν οὐ φιλεῖ τὴν
κατὰ τὸ ἀγαθὸν φιλίαν, οὐδὲ ὁ κατὰ τὸ συμφέρον·

εἰσὶν δὲ
 καὶ αἱ φιλίαι αὗται, ἥ τε κατὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ
ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον, οὐχ αἱ αὐταὶ μέν, οὐ παντε-
λῶς δὲ οὐδὲ ἀλλότριαι ἀλλήλων, ἀλλʼ ἀπὸ ταὐτοῦ πως ἠρτη-
μέναι εἰσίν. οἷον φαμὲν ἰατρικὸν τὸ μαχαίριον, ἰατρικὸν τὸν
ἄνθρωπον, καὶ ἰατρικὴν τὴν ἐπιστήμην· ταῦτα οὐχ ὁμοίως
 λέγονται, ἀλλὰ τὸ μὲν μαχαίριον τῷ χρήσιμον εἶναι πρὸς
ἰατρικὴν ἰατρικὸν λέγεται, ὁ δʼ ἄνθρωπος τῷ ποιητικὸς εἶναι
ὑγιείας, ἡ δʼ ἐπιστήμη τῷ αἰτία εἶναι καὶ ἀρχή.

ὁμοίως δὲ
καὶ αἱ φιλίαι οὐχ ὡσαύτως, ἥ τε τῶν σπουδαίων ἡ διὰ τὸ
ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον. οὐδὲ δὴ
 ὁμωνύμως λέγονται, ἀλλʼ οὐκ εἰσὶν μὲν αἱ αὐταί, περὶ ταὐτὰ δέ
πως καὶ ἐκ τῶν αὐτῶν εἰσίν.

εἰ δή τις λέγοι “ὁ κατὰ τὸ ἡδὺ
φιλῶν οὐκ ἔστιν φίλος τούτῳ· οὐ γὰρ κατὰ τὸ ἀγαθὸν φίλος
ἐστίν”, βαδίζει ὁ τοιοῦτος ἐπὶ τὴν τῶν σπουδαίων φιλίαν, τὴν ἐξ
 

 
ἇπάντων τούτων οὖσαν, καὶ ἐκ τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἡδέος καὶ ἐκ
τοῦ συμφέροντος, ὥστʼ ἀληθῶς οὐκ ἔστιν [κατʼ] ἐκείνην γε τὴν 
φιλέαν φίλος, ἀλλὰ τὴν κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ συμφέρον.

πότερον οὖν ἔσται ὁ σπουδαῖος τῷ σπουδαίῳ φίλος, ἢ
οὔ; οὐδὲν γὰρ προσδεῖται, φησίν, ὁ ὅμοιος τοῦ ὁμοίου. ὁ
δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν·
ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι 
 ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν.

ἀλλὰ ἑτέρα διώ-
ρισται ἡ κατὰ τὸ συμφέρον φιλία καὶ ἡ κατʼ ἁρετὴν καὶ
ἡδονήν. εἰκὸς δὴ καὶ πολὺ μᾶλλον τούτους· πάντα γὰρ
αὐτοῖς ὑπάρχει, τἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον. 
 ἀλλὰ καὶ ὁ σπουδαῖος τῷ φαύλῳ·

γὰρ ἴσως ἡδύς, ταύτῃ καὶ
φίλος. καὶ ὁ φαῦλός γε τῷ φαύλῳ· γὰρ ἴσως τὸ αὐτὸ
αὐτοῖς συμφέρει, ταύτῃ φίλοι. ὁρῶμεν γὰρ τοῦτο γινόμενον,
ὅταν τὸ αὐτὸ ᾖ τὸ συμφέρον, φίλους τούτους διὰ τὸ συμφέρον,
ὥστʼ οὐδὲν κωλύσει καὶ φαύλοις οὖσιν ταὐτόν τι συμφέρειν.

βεβαιοτάτη μὲν οὖν καὶ μονιμωτάτη καὶ καλλίστη ἡ ἐν
τοῖς σπουδαίοις φιλία, ἡ κατʼ ἀρετὴν καὶ τἀγαθὸν οὖσα,
εἰκότως. ἡ μὲν γὰρ ἀρετὴ ἀμετάπτωτον, διʼ ἣν ἡ φιλία, ὥστε
εἰκὸς τὴν φιλίαν τὴν τοιαύτην ἀμετάπτωτον εἶναι, τὸ δὲ
συμφέρον οὐδέποτε ταὐτόν· διὸ ἡ διὰ τὸ συμφέρον φιλία οὐ 
 βεβαία, ἀλλὰ τῷ συμφέροντι συμμεταπίπτει·

ὁμοίως καὶ
ἡ κατὰ τὴν ἡδονήν. ἡ μὲν οὖν τῶν βελτίστων φιλία ἡ κατʼ
ἀρετὴν γινομένη ἐστίν, ἡ δὲ τῶν πολλῶν ἡ κατὰ τὸ συμ-
φέρον, ἡ δὲ κατὰ τὴν ἡδονὴν ἐν τοῖς φορτικοῖς καὶ τυχοῦσιν.

τοῖς φίλοις, καὶ θαυμάζειν· ἔστι δὲ οὐδὲν ἄτοπον. ὕταν γὰρ
ἡ φιλία λάβῃ τὴν ἡδονὴν ἀρχήν, διʼ ἣν φίλοι εἰσίν, ἢ τὸ
συμφέρον, ἅμα ταῦτʼ ἀπολείπει καὶ ἡ φιλία οὐ διαμένει.

πολλάκις δὲ μένε μὲν ἡ φιλία, κακῶς δʼ ἐχρήσα τῷ 
 φίλῳ, διὸ ἀγανακτοῦσιν· ἔστι δὲ οὐδὲ τοῦτο ἄλογον. οὐ
γὰρ διʼ ἀρετὴν ἡ φιλία σοι πρὸς τοῦτον ὑπῆρχεν, διὸ οὐδʼ
ἄτοπον μηδὲν ποιεῖν αὐτὸν τῶν παθʼ ἀρετήν. ἀγανα-
κτοῦσιν οὖν οὐκ ὀρθῶς διʼ ἡδονὴν γὰρ ποιησώαενοι τὴν φι-
λίαν, τὴν διʼ ἀρετὴν οἴονται δεῖν αὐτοῖς ὑπάρχειν· τὸ δʼ οὺ
 δυνατόν· οὐ γάρ ἐστιν ἡ διʼ ἡδονὴν καὶ τὸ συμφέρον ἀρετῆς
ἐχομένη.

κοινωσάμενοι οὖν ἡδονῇ ἀρετὴν ςητοῦσιν, οὐκ ὀρθῶς·
οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ καὶ τῷ πυμφέρονα ἡ ἀρετή, ἀλλὰ
τῇ ἀρετῇ ἀμφότερα ταῦτα ἀπολουθτῖ. ἄτοπον γὰρ εἰ μὴ τις
οἰήσεται τοὺς σπουδαίους αὐτοὺς αὑτοῖς ἡδίενους εἶναι· καὶ γὰρ
 οἱ φαῦλοι, ὥς φησιν Εὁριπίδης, αὐτοὶ ἑαυτοῖς ἡδεῖς εἰσίν·
“κακὸς κακῷ” γὰρ “συντέτηκεν.” οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ ἡ
ἀρετή, ἀλλὼ τᾖ ἀρετῇ ἡ ἡδονὴ ἀκολουθεῖ.

εἶναι, ἢ οὐ δεῖ ἄτοπον γὰρ τὸ μὴ φάναι δεῖν. εἰ γὰρ ἀφε-
1210a λεῖς αὐτῶν τὸ ἡδεῖ εἷναι ἀλλήλοις, ἄλλους ποριοῦνται φίλους εἰς
τὸ συζῆν, τρὺς ἡδεῖς· εἰς γὰρ τὸσυ ζῆν οὐδὲν μεῖζόν ἐστι τοῦ ἡδεῖςςἶ-
ναι·

ἄτοπον οὖν τὸ μὴ οἴεσθαι δεῖν τοὺς σπουδαίους μάλιστα ἀλλή- 
λοις συζῆν· τοῦτο δʼοὐκ ἔστιν ἄνευ τοῦ ἡδέος· δέοι ἂν ἂρα, ὡς ἔυι-
 κεν, μάλιστκ τούτοις ὑπάρχειν τὸ ἡδέσιν εἶναι.

πότερον ἐν ἰσότητι ἡ φιλία ἐγγίνεται ἢ ἐν ἀνισότητι· ἔστιν οὐν κατʼ
ἀμφότερα. ἡ μὲν γὰρ καθʼ ὁμοιότητα ἡτῶν σπουδαίων καὶ ἡ τελεία
φιλία· ἡ δὲ κατʼ ἀνομοιότητα ἡ κατὰ τὸ συμφέρον. τῷ γὰρ εὐπό-
ρῳ ὁ πένης διὰ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί, καὶ 
τῷ σπουδαίῷ ὁ φαῦλος διὰ ταὐτό δι?? γὰρ τὴν ἓνδειαν τὴν τῆς ἀρε-
 τῆς, παῤ οὗ οἴ?? αὑτῷ ??εσθαι, διὸ τοῦτο τούτῳ φίλος.

γίνεται
οὖν ἐν τοῖς ἀνομοίοις φιλία πατὰ τὸ συμφέρον· διὸ καὶ Εὐριπίδης
 
 “ἐρᾷ μὲν ἔμβρο γαῖ᾿, ὅταν ξηρὸν πέδον 
 
ὡς ἐναντίοις οὖσιν τούτοις ἐγγίγνεται φιλία ἡ διὰ τὸ συμφέρ- 
ρον. καὶ γὰρ εἰ θέλεις τὰ ἐναντιώτατα ποιῆσεαι πῦρ καὶ
 ??δωρ, ταῦτα ἀλλήλοις χρέσιμα εἰσίν.

τὸ γὰρ πῦρ φασίν,
ἐὰν μἡ ἔχῃ ὑγρόν, φθείρεσθαι, ὡς τοῦτʼ αὐτῷ παραοκευάζον
ὥσπερ τροφὴν τινά, ταθτην δὲ τοσαύτην, ὅσης πρατήσειεν〈ἄν〉· ἂν
μὲν γὰρ πλεῖον ποιήσῃς τὸ ὑγρόν, ἐπικρατῆσαν〈ποιήσει〉φθτίρε- 
σθαι τὸ πῦρ, ἐὰν δὲ σύμμετρον, συνοίσει. δῆλον οὖν ὅτι
καὶ ἐν τοῖς ἐναντιωτάτοις φιλία ἐγγίνεται διὰ τὸ συμφέρον.

ἀνάγονται δὲ πᾶσαι αἱ φιλίαι, καὶ αἱ ἐν ἰσότητι καὶ
αἱ ἐν ἀνισότητι, εἰς τὰς διῃρημένας τρεῖς. — ἔστιν δʼ ἐν ἁπά-
σαις ταῖς φιλίαις διαφορὰ γινομένη πρὸς ἀλλήλους, ὅταν 
μὴ ὁμοίως φιλῶσιν ἢ εὖ ποιῶσιν ὑπηρετῶσιν ἢ ὃ τι ἂν
τῶν τοιούτων· ὅταν μὲν γὰρ ὃ μὲν ἐπτενῶς ποιῇ ὃ δʼ ἐλ.
 λείτῃ, κατὰ τὰν ἔλλειψιν τὸ ἔγκλημα καὶ ἡ μέμψις.

οὐ
 
 

 
κὴν ἀλλʼ ἐπὶ μὲν τῶν τοιούτων ὧν τὸ αὐτό ἐστι τέλος τῆς
 φιλίας, οἶυν εἰ ἀμφότεροι κατὰ τὸ συμφέρον ἀλλήλοις φί-
λοι ἢ κατὰ τὸ ἡδὺ κατʼ ?? ἔλλειψις ἡ
παρὰ τοῦ ἑτέρου, ἐὰν οὖν πλείω ἀγαθὰ σύ μοι ποιῇς ἢ ἐγὼ
σοί, οὐδʼ ἀμφισβητῶ ἔτι μὴ οὐ δεῖν σε μᾶλλον ὑπʼ ἐμοῦ φι-
λεῖσθαι·

ἐν δὲ φιλίᾳ μὴ διὰ ταὐτὸ φίλοι ἐσμέν, μᾶλ-
 λον αἱ διαφοραί. ἄδηλος γὰρ ἡ ἔλλεωψις παρʼ ἑκατέρου.
οἷον εἰ ὃ μὲν διʼ ἡδονὴν φίλος ἐστὶν ὃ δὲ διὰ τὸ συμφέρον,
ἐνταῦθα ἡ ἀμφισβήτησις· οὔτε γὰρ ὁ τῷ συμφέροντι
ὑπερέχων ἀξίαν οἴεται τὴν ἡδονὴν ἀντικαταλλάττεσθαι τοῦ
συμφέροντος, οὔτε ὁ τῇ ἡδονῇ ὑπερέχων ἀξίαν τῆς ἡδονῆς ἐν
 τῷ συμφέροντι χάριν ἀπολαμβάνειν. διὸ μᾶλλον αἱ δια-
φοραὶ ἐν ταῖς τοιαύταις φιλίαις γίνονται.

πλούτῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ οὐκ οἴονται δεῖν αὐτοὶ φι-
 λεῖν, ἀλλʼ ὑπὸ τῶν ἐνδεεστέρων οἴονται δεῖν αὐτοὶ φιλεῖ-
σθαι·

ἔστιν δὲ βέλτιον τὸ φιλεῖν ἢ τὸ φιλεῖσθαι. — τὸ μὲν γὰρ
φιλεῖν ἐνέργειά τις ἡδονῆς καὶ ἀγαθόν, ἀπὸ δὲ τοῦ φιλεῖσθαι
οὐδεμία τῷ φιλουμένῳ ἐνέργεια γίνεται.

— ἔτι δὲ βέλτιον τὸ
γνωρίζειν ἢ τὸ γνωρίζεσθαι· τὸ μὲν γὰρ γνωρίζεσθαι καὶ τὸ φι-
 λεῖσθαι καὶ τοῖς ἀψύχοις ὑπάρχει, τὸ δὲ γνωρίζειν καὶ τὸ φι-
λεῖν τοῖς ἐμψύχοις.

— ἔτι τὸ εὐποιητικὸν εἶναι βέλτιον ἢ τὸ μή·
ὁ μὲν οὖν φιλῶν εὐποιητικός, φιλεῖ, ὁ δὲ φιλούμενος,
φιλεῖται, οὔ.

— ἀλλʼ οἱ ἄνθρωποι διὰ φιλοτιμίαν φιλεῖσθαι
μᾶλλον βούλονται ἢ φιλεῖν, διὰ τὸ ἐν τῷ φιλεῖσθαι ὑπερο-
 χήν τινα εἶναι· ἀεὶ γὰρ ὁ φιλούμενος ὑπερέχει ἡδονῇ ἢ
εὐπορίᾳ ἢ ἀρετῇ, ὁ δὲ φιλότιμος τῆς ὑπεροχῆς ὀρέγε-
ται.

καὶ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν οἱ ἐν ὑπεροχῇ ὄντες·
ἀντιδιδόναι γὰρ ἐν οἷς ὑπερέχουσιν τοῖς φιλοῦσιν αὐτούς. ἔτι
 

 
δὲ καὶ ἥττους αὐτῶν εἰσίν· διὸ οὐκ οἴονται δεῖν φιλεῖν ἀλλὰ
φιλεῖσθαι. ὁ δʼ ἐνδεὴς χρημάτων ἢ ἡδονῶν ἢ ἀρετῆς θαυ- 
μάζει τὸν ὑπερέχονται τούτοις, καὶ φιλεῖ διὰ τὸ τούτων ἢ
τυγχάνειν ἢ οἴεσθαι τεύξεσθαι.

εἰσὶν δὲ καὶ τοιαῦται φιλίαι ἐξ ὁμοιοπαθείας, ἐκ τοῦ τἀ-
γαθὸν βούλεσθαί τινι εἶναι. οὐκ ἔστιν δὲ ἡ ἐπὶ τούτων γινομένη
φιλία πάντα ταῦτα ἔχουσα· πολλάκις γὰρ ἄλλῳ μὲν εἶναι 
 βουλόμεθα τἀγαθά, συζῆν μέντοι μετʼ ἄλλου.

ἀλλὰ ταῦτα πό-
τερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατʼ ἀρε-
τὴν πάθη; ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει·
καὶ γὰρ συζῆν μετʼ οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ
καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ 
τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθʼ ἂν, καὶ τὸ ζῆν καὶ τὸ
εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.

πότερον δʼ ἐστὶν αὐτῷ [φιλία] καὶ πρὸς αὑτὸν φιλία, ἢ οὔ, νῦν
μὲν ἀφείσθω, ὕστερον δʼ ἐροῦμεν. πάντα δὲ βουλόμεθα ἡμῖν
αὐτοῖς· καὶ γὰρ συζῆν μεθʼ ἡμῶν αὐτῶν βουλόμεθα (ἴσως δὲ τοῦ- 
το καὶ ἀναγκαῖον) καὶ τὸ εὖ ζῆν καὶ τὸ ζῆν καὶ τὸ βούλεσθαι τἀ-
 γαθόν, οὐκ ἄλλῳ τινί.

ἔτι ὁμοιοπαθεῖς ἡμῖν αὐτοῖς μάλιστα
ἐσμέν· ἂν γὰρ προσπταίσωμεν ἢ ἄλλῳ τινὶ περιπέσωμεν τῶν
τοιούτων, εὐθὺς λυπούμεθα. διὸ δόξειεν ἂν οὕτως εἶναι αὑτῷ
 πρὸς αὐτὸν φιλία.

τὰ δὴ τοιαῦτα, οἷον τὴν ὁμοιοπάθειαν καὶ 
τὸ εὖ ζῆν καὶ τὰ ἄλλα, ἤτοι εἰς τὴν πρὸς ἡμᾶς αὐτοὺς φιλίαν
ἀναφέροντες λέγομεν ἢ εἰς τὴν τελείαν· ἐν ἀμφοτέραις γὰρ
πάντα ταῦτα ὑπάρχει· καὶ γὰρ [καὶ] τὸ συζῆν καὶ τὸ εἶναι βού-
λεσθαι καὶ τὸ εὖ εἶναι καὶ τἆλλα πάντα ἐν ταύταις ἐστίν.

φιλίαν εἶναι· διὸ καὶ ὅσα περ δικαίων εἴδη, τοσαῦτα
καὶ φιλιὧν. τὸ δὴ δίκαιδν ἐστιν καὶ ξένῳ πρὸς πολίτην
καὶ δούλῳ πρὸς δεσπότην καὶ πολίτῃ πρὸς πολίτην
 καὶ υἱῷ πρὸς πατέρα καὶ γυναικ πρὸς ἄνδρα, καὶ
ὅσαι ἁπλῶς ἄλλαι κοινωνίαι καὶ φιλίαι ἔνεισιν ἐν ἑκάστοτς
τούτων.

βεβαιοτάτη δʼ ἂν δόξειεν εἶναι τῶν φιλιῶν ἡ ξεντκή·
οὐ γάρ ἐστιν σὖδὲν αὐτοῖς τέλος κοινὸν ὑπὲρ σὖ ἀμφισβητοθσιν,
οἷον ἐν τοῖς πολίταις· διαμφισβητεῦντες γὰρ πρὸς ἀλλήλους
 κατὰ τὴν ὑπεροχὴν οὐ μένουσιν φίλοι ὄντες.

τὸν φιλία, ἢ οὔ. ἐπεὶ δʼ οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω
ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθʼ ἕκαστα τὸ φιλεῖν γνωρίζεται
τὰ δὲ καθʼ ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα
 (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι· ὁμσιοπαθέστα-
τοι δʼ αὐτοῖς ἡμῖν ἐσμέν· καὶ συζῆν δὲ μεθʼ ἑαυτῶν μάλιστα
βουλόμεθα)· ὥστ᾿ εἰ μὲν ἐκ τῶν καθ᾿ ἕκαστα γνωρίζεναι ἡ φι-
λία, τὰ δὲ καθʼ ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρ-
χειν, δῆλόν ἔστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν
 ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.

ἐπειδὴ γὰρ ἕτερος μὲν
ὁ ἀδικῶν ἕτερος δὲ ὁ ἀδικούμενος, ὁ αὐτὸ δʼ εἷς ἐστιν ἕκα-
στος, διὰ τὸ τοιοῦτον οὐκ ἐδόκει εἶναι πρὸς αὑτὸν ἀδτκία· ἔσει
μέντοι, ὡς ἔφαμεν σκοποῦντες ἐπὶ τῶν τῆς ψυχῆς μερῶν,
ἐπειδή ἐστι πλείω, ὅταν ταῦτα μὴ ὁμονοῶσιν, τότε εἷναι
 πρὸς αὑτὸν τὴν ἀδικίαν.

ὁμοίως οὖν τούτφ καὶ ἡ φιλία δό-
 
 

 
ξειεν ἂν εἶναι πρὸς αὑτόν. ἐπειδὴ γὰρ ὁ φίλος ἐστίν, ὡς
φαμέν, ὅταν βουλώμεθα σφόδρα φίλον εἰπεῖν, μία φαμὲν
ψυχὴ ἡ ἐμὴ καὶ ἡ τούτου· ἐπεὶ οὖν ἐστι τῆς ψυχῆς πλείω
μέρη, τότʼ ἔσται μία ψυχή, ὅταν συμφωνῶσι πρὸς ἄλληλα
τε λόγος καὶ τὰ πάθη (οὕτω γὰρ μία ἔσται)· ὥστε μιᾶς 
 γενομένης ἔσται πρὰς αὑτὸν φιλία.

αὕτη δʼ ἔσται ἡ πρὸς
αὑτὸν φιλία ἐν τῷ σπουδαίφ· τούτῳ γὰρ μόνῳ τὰ τῆς
ψυχῆς εὖ ἔχουσιν μέρη πρὸς ἄλληλα τῷ μὴ διαφέρεσθαι,
ἐπεὶ ὅ γε φαῦλος οὐδέποτʼ ἐστὶν αὐτὸς αὑτῷ φίλος, μάχε-
ται γὰρ ἀεὶ ἑαυτῷ. ὁ γοῦν ἀκρατής, ὅταν πράξῃ τι τῶν 
καθʼ ἡδονήν, μετʼ οὐ πολὺ μεταμελεῖται καὶ κακίζει αὐτὸς 
αὑτόν· ὁμοίως ἐπὶ τῶν ἄλλων κακιῶν ὁ φαῦλος ἔχει.
διατελεῖ γὰρ αὐτὸς αὑτῷ μαχόμενος καὶ ἐναντιούμενος.

ἔστιν δὲ φιλία καὶ ἐν ἰσότηπι, οἷον ἡ μὲν τῶν ἑταίρων ἐν
ἰσότητι ἀριθμῷ καὶ δυνάμει ἀγαθοῦ (οὐδέτερος γὰρ αὐτῶν 
ἐσπιν ἄξιος θατέρου πλέον ἔχειν οὔτε κατʼ ἀριθμὸν ἀγαθῶν
οὔτε κατὰ δύναμιν οὔτε κατὰ μέγεθος, ἀλλὰ τὸ ἴσον· ἴσοι
 γάρ τινες ἐθέλουσιν εἶναι οἱ ἑταῖροι)

ἐν ἀνισότητι δὲ ἡ πα-
τρὸς πρὸς υἱόν, καὶ ἀρχομένου καὶ ἄρχοντος, καὶ κρείττονος
καὶ χείρονος, καὶ γυναικὸς καὶ ἀνδρός, καὶ ἁπλῶς ἐν οἷς 
ἐστιν ὁ τὴν τοῦ χείρονος καὶ κρείττονος τάξιν ἔχων ἐν τῇ
 φιλίᾳ.

αὕτη γάρ ἐστιν ἡ ἐν ἀνισότητι φιλία κατὰ λόγον.
οὐδέποτε γὰρ ἐπʼ ἀγαθοῦ δόσει οὐδεὶς ἴσον ἂν δοίη τῷ βελ-
τίονι καὶ τῷ χείρονι, ἀλλὰ μεῖζον τῷ καθʼ ὑπεροχὴν ὄντι
ἀεί. τοῦτο δʼ ἴσον ἐστὶν τῷ λόγῳ· ἴσον γάρ πώς ἐστιν ὁ τὸ 
ἔλαττον ἔχων ἀγαθὸν χείρων ὢν τῷ μεῖζον ἔχοντι κρείτ-
τονι ὄντι.

τῶν δὲ φιλιῶν ἁπασῶν τῶν εἰρημένων τούτων μάλιστά 
πως ἐγγίνεται τὸ φιλεῖν ἐν τῇ συγγενιῇ, καὶ ταῦτα ἐν
 τῇ πατρὶ πρὸς υἱόν. καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν
μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; πότερον οὖν, ὡς ἔνιοι
λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐερ-
γέτηκέν πως τὸν υἱόν, ὁ δʼ υἱὸς χάριν ὀφείλει τῆς εὐεργε-
σίας;

αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φι-
 λίᾳ δόξειεν ἂν ὑπάρχειν· ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστή-
μας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.

λέγω δʼ
οἷον [ἐστιν] ἔστι μὲν ὧν τὸ αὐτὸ τέλος τε καὶ ἐνέργεια, καὶ
οὐκ ἄλλο τι παρὰ τὴν ἐνέργειαν τέλος, οἷον τῷ αὐλητῇ ἡ
αὐτὴ ἐνέργεια καὶ τέλος (τὸ γὰρ αὐλεῖν καὶ τέλος αὐτῷ
 ἐστι καὶ ἐνέργεια), ἀλλʼ οὐ τῇ οἰκοδομικῇ (καὶ γὰρ ἕτερον
τέλος παρὰ τὴν ἐνέργειαν)·

ἔστιν οὖν ἡ φιλία ἐνέργειά τις,
οὐδὲν δέ ἐστιν ἄλλο τέλος παρὰ τὴν ἐνέργειαν τοῦ φιλεῖν,
ἀλλὰ τοῦτο αὐτό. ὁ μὲν οὖν πατὴρ ἐνεργεῖ πως ἀεὶ μᾶλ-
λον παρὰ τὸ αὑτοῦ τι εἶναι ποίημα τὸν υἱόν. τοῦτο δʼ ὁρῶ-
 μεν καὶ ἐπὶ τῶν ἄλλων ὄν· πάντες γὰρ πρὸς ὃ ἂν αὐτοὶ
ποιήσωσιν, πρὸς τοῦτό πως καὶ εὖνοι εἰσίν.

ὁ οὖν πατὴρ
εὐνοεῖ πως πρὸς τὸν υἱὸν αὑτοῦ ὄντα ποίημα, τῇ μνήμῃ
καὶ τῇ ἐλπίδι ἀγόμενος· διὸ μᾶλλον φιλεῖ ὁ πατὴρ τὸν
υἱὸν ἢ ὁ υἱὸς τὸν πατέρα.

κουσῶν ἐπισκέψασθαι εἰ εἰσὶν φιλίαι. οἷον ἡ εὔνοια φιλία δοκεῖ.

ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἷναι ἡ εὔνοια φιλία (πολλοῖς
γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος
 
 

 
ἀγαθὸν εὖνοι γινόμεθα· ἆῤ οὖν ἤδη καὶ φίλοι; ἢοὔ; οὐ γὰρ εἴ
τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως 
 καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον)·

ἀλλʼ ἀρχὴ μὲν ἄν ποτε
φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δʼ ἂν ἡ εὔνοια φιλία,
εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι
 πράττειν ἐκείνου ἕνεκεν ἐστιν εὔνους.

— ἔστιν δʼ ἡ εὔνοια τοῦ
ἤθους καὶ πρὸς τὸ ἦθος· οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ 
ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλʼ ἄν τις ᾖ
 τὸ ᾖθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.

— οὐκ ἔστιν δὲ χωρὶς
τῆς φιλίας ἡ εὔνοια, ἀλλʼ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.

ἡ δʼ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοι-
αν λάβῃς τὴν κυρίως λεγομένην. εἰ γάρ τις Ἐμπεδοκλεῖ 
ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἅ
κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ; ἢ οὔ; ἐπεὶ πε-
 ρί τι ἄλλο τοιοῦτον.

πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἡ ὁμόνοια
ἐν τοῖς νοητοῖς ἀλλʼ ἐν τοῖς πρακτοῖς, καὶ ἐν τούτοις οὐχ
ᾗ νοοῦσι ταὐτόν, ἀλλʼ ᾗ ἅμα τῷ ταὐτὸν νοεῖν προαίρεσιν 
ἔχουσιν περὶ ἃ νοοῦσιν ἐπὶ ταῦτά. εἰ γὰρ ἐννοοῦσιν ἀμφότε-
ροι ἄρχειν, ἀλλʼ ὃ μὲν αὑτὸν ὃ δʼ αὑτόν, ἆρά γε ἤδη
ὁμονοοῦσιν; ἢ οὔ; ἀλλʼ εἰ κἀγὼ ἐμαυτὸν βούλομαι ἄρχειν
 κἀκεῖνος ἐμέ, οὕτως ἤδη ὁμονοοῦμεν.

ἔστι δὴ ὁμονοεῖν ἐν τοῖς
πρακτοῖς μετὰ βουλήσεως ταὐτοῦ. περὶ ἄρχοντος ἄρα κα- 
τάστασιν ἐν πρακτοῖς τοῦ αὐτοῦ ἐστιν ἡ ὁμόνοια ἡ κυρίως
λεγομένη.

ἐπεὶ δʼ ἐστίν, ὡς φαμέν, αὐτῷ πρὸς αὑτὸν φιλία, 
πότερον ὁ σπουδαῖος ἔσται φίλαυτος ἢ οὔ; ἔστιν δὲ φίλαυτος
 ὁ αὑτοῦ ἕνεκεν πάντα πράττων ἐν τοῖς κατὰ τὸ λυσιτελές.
ὁ μὲν οὖν φαῦλος φίλαντος ἐστίν (αὐτὸς αὑτοῦ γὰρ ἕνεκεν
πάντα πράττει)· ἀλλʼ οὐχ ὁ σπουδαῖος. διὰ τοῦτο γάρ ἐστι
σπουδαῖος, ὅτι ἄλλου ἕνεκεν τοῦτο πράττει· διὸ οὐκ ἔστιν φί-
λαυτος.

ἀλλʼ ὁρμῶσι μὲν ἅπαντες ἐπὶ τἀγαθά, καὶ οἴον-
 ται αὑτοῖς δεῖν μάλιστα ὑπάρχειν. τοῦτο δέ ἐστι μάλιστα
φανερὸν ἐπὶ πλούτου καὶ ἀρχῆς. ὁ μὲν οὖν σπουδαῖος ἐκστή-
σεται τούτων ἄλλῳ, οὐχ ὡς οὐ προσῇκον αὑτῷ μάλιστα,
ἀλλʼ ἂν ὁρᾷ ἄλλον δυνησόμενον μᾶλλον τούτοις αὑτοῦ
χρῆσθαι· οἱ δʼ ἄλλοι τοῦτο οὐ ποιήσουσι διʼ ἄγνοιαν (οὐ γὰρ
 οἴονται κακῶς ἂν χρήσασθαι τοῖς τοιούτοις ἀγαθοῖς) ἢ διὰ
φιλοτιμίαν τοῦ ἄρχειν.

ὁ δὲ σπουδαῖος οὐδέτερον τούτων
πείσεται· διὸ οὐδὲ φίλαυτος κατά γε τὰ τοιαῦτα ἀγαθά.
ἀλλʼ εἰ ἄρα, κατὰ τὸ καλόν. τούτου γὰρ μόνον ἄλλῳ οὐκ
 ἂν ἐκσταίη, τὰ δὲ συμφέροντα καὶ ἡδέα ἐκστήσεται.

τὴν
μὲν οὖν κατὰ τὸ καλὸν αἵρεσιν φίλαντος ἔσται· τὴν δὲ
κατὰ τὸ συμφέρον καὶ καθʼ ἡδονὴν λεγομένην οὐκ ἔσται ὁ
σπουδαῖος, ἀλλὰ ὁ φαῦλος.

— πότερον δέ ποπε ὁ σπουδαῖος 
φιλήσει αὐτὸς ἑαυτὸν μάλιστα ἢ οὔ; ἔστι μὲν οὖν αὐτὸς
 αὑτὸν μάλιστα ὡς φιλήσει, ἔστι δʼ ὡς οὔ ἐπειδὴ γάρ φα-
μεν τὸν σπουδαῖον ἐκστήσεσθαι τῶν ἀγαθῶν τῶν κατὰ τὸ
συμφέρον τῷ φίλῳ, τὸν φίλον μᾶλλον αὑτοῦ φιλήσει.

ναί,
ἀλλʼ ᾗ τούτων ἐξιστάμενος τῷ φίλῳ αὑτῷ τὸ καλὸν περι-
 
 

 
ποιεῖται, ταύτῃ ἐξίσταται τῶν τοιούτων. ἔστι μὲν οὖν ὡς τὸν
φίλον αὐτὸς αὑτοῦ μᾶλλον φιλεῖ, ἔστι δὲ ὡς αὐτὸς αὑτὸν 
μάλιστα· κατὰ μὲν γὰρ τὸ συμφέρον τὸν φίλον, κατὰ δὲ τὸ
καλὸν καὶ ἀγαθὸν αὐτὸς αὑτὸν μάλιστα· αὑτῷ γὰρ ταῦτα
 περιποιεῖται κάλλιστα ὄντα.

ἔστι μὲν οὖν καὶ φιλάγαθος,
οὐ φίλαυτος· μόνον γάρ, εἴπερ φιλεῖ αὐτὸς ἑαυτόν, ὅτι
ἀγαθός. ὁ δὲ φαῦλος φίλαυτος· οὐδὲν γὰρ ἔχει διʼ ὃ φι- 
λήσει αὐτὸς ἑαυτὸν οἷον καλόν τι, ἀλλʼ ἄνευ τούτων αὐτὸς
ἑαυτὸν φιλήσει, αὐτός. διὸ καὶ οὗτος ἂν κυρίως λέγοιτο
φίλαυτος.

ἐχόμενον δʼ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ
αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, 
ἀλλʼ αὐτὸς ἑαυτῷ αὐτάρκης ἔσται καὶ κατὰ τοῦτο. λέγουσι
γὰρ τοιαῦτα καὶ οἱ ποιηταί·
 
 “ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;” 
 
ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων
καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; ἢ τότε καὶ μάλιστα; 
τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται; οὐ γὰρ δὴ μό-
 νος γε διάξει.

εἰ τοίνυν τούτων δεήσεται, ταῦτα δὲ μὴ ἐνδέ-
 χεται ἄνευ φιλίας, προσδέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας.

ἡ μὲν οὖν
ἐν τοῖς λόγοις εἰωθυῖα ὁμοιότης λαμβάνεσθαι ἐκ τοῦ θεοῦ οὔτʼ ἐκεῖ
ὀρθῶς οὔτʼ ἂν ἐνταῦθα εἴη χρήσιμος· οὐ γὰρ εἰ ὁ θεός ἐστιν αὐ- 
τάρκης καὶ μηδενὸς δεῖται, διὰ τοῦτʼ οὐδʼ ἡμεῖς οὐδενὸς δεη-
 σόμεθα.

ἔστι γὰρ καὶ τοιοῦτός τις λόγος ἐπὶ τοῦ θεοῦ λεγόμε-
 
 

 
νος. ἐπεὶ γάρ, φησί, πάντα ἔχει τἀγαθὰ ὁ θεὸς καί ἐστιν
αὐτάρκης τί ποιήσει; οὐ γὰρ καθευδήσει. θεάσεται δή τι,
 φησίν· τοῦτο γὰρ κάλλιστον καὶ οἰκειότατον τί οὖν θεάσε-
ται; εἰ μὲν γὰρ ἄλλο τι θεάοεται, βέλτιον θεώσεταί τι
αὑτοῦ. ἀλλὰ τοῦτʼ ἄτοπον, τὸ τοῦ θεοῦ ἄλλο τι εἶναι βέλτιον.
αὐτὸς ἑαυτὸν ἂρα θεάσετα ἀλλʼ ἄτοπον· καὶ γὰρ ὁ ἄν-
 θρωπος [ὃς] ἂν αὐτὸς ἑαυτὸν κατασκοπῆται, ὡς ἀναισθήτῳ
ἐπιτιμῶμεν. ἄτοπος οὖν, φησίν, ὁ θεὸς ἔσται αὐτὸς ἑαυτὸν
θεώμενος.

τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω· ὑπὲρ δὲ
τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα,
ἀλλʼ ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ
 οὔ; εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ
ὁποῖάς τις ὁ φίλος, * * τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε
καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον “ἄλλος
οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.

” ἐπεὶ οὖν ἐστι καὶ χα-
λεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶ-
 ναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ
μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δʼ
αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν,
αὐτοὶ δὲ λανῦάνομεν ταὐτὰ ποιοῦντες·

τοῦτο δὲ γίνεται δι᾿
εὔνοιαν διὰ πάθος· πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ
 πρὸς τὸ κρίνειν ὀρθῶς)· ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν
τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν,
ὁμοίως καὶ ὅταν αὐτο αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν
φίλον ἰδόντες γνωρίσαιμεν ἄν· ἔστι γάρ, ὡς φαμέν, ὁ φί-
λος ἕτερος ἐγώ.

εἰ οὖν ἡδὺ μὲν τὸ αὑτὸν εἰδέναι, τοῦτο δʼ
 οὐκ ἔστιν εἰδέναι ἄνευ ἄλλου φίλου, δέοιτʼ ἂν ὁ αὐτάρκης
φιλίας πρὸς τὸ αὐτὸς αὑτὸν γνωρίζειν.

— ἔτι δὲ καὶ εἴπερ
 

 
ἐστὶν καλόν, ὥσπερ ἐστίν, τὸ εὖ ποιεῖν ἔχοντα τὰ παρὰ τῆς
τύχης ἀγαθά, τίνα εὖ ποιήσε; μετὰ τίνος δὲ συμβιώσε-
τωι; οὐ γὰρ δὴ μόνος γε διάξει· τὸ γὰρ συμβιοῦν ἡδὺ καὶ
ἀναγκαῖον. εἰ τοίνυν ταῦτα καλὰ καὶ ἡδέα καὶ ἀναγκαῖα, 
ταῦτα δὲ μὴ ἐνδέγεται εἶναι ἄνευ φιλίας, προσδέοιτʼ ἂν 
ὁ αὐτάρκης φιλίας.

πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους; οὔτε δὴ
πολλοὺς, ὡς ἁπλῶς εἰπεῖν, οὔτʼ ὀλίγους δεῖ [ἀεί]. πολλῶν μὲν
γὰρ ὄντων ἔργον ἐφʼ ἕκαστον μερίσαι τὸ φιλεῖν. ἐφʼ ἁπάν- 
των γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθε-
νὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. οὔτε γὰρ τῇ ὄψει
ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου,
ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ
 ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.

ἐλλείπ των οὖν τῷ φιλεῖν 
διʼ ἀδυναμίαν καὶ ἐγκλήματʼ ἄν τις ἔχοι δικαίως, καὶ οὐκ
ἂν εἴη φίλος, μὴ φιλῶν γε ἀλλʼ τῷ γε λόγῳ· ἧ δὲ φι-
 λία οὐ τοῦτο βούλεται.

ἔτι ἂν ὦσιν πολλοί, οὐκ ἔστιν παύ-
σασθπι λυπούμενον· πολλῶν γὰρ ὄντων εἰκὸς ἀεὶ περὶ ἕνα
γέ τινα συμβαίνειν τι ἀτύχημα, ὧν γινομένων ἀναγκαῖον 
λυπεῖσθαι. οὔτʼ αὖ πάλιν ὀλίγους, ἕνα ἢ δύο, ἀλλὰ συμ-
μέτρους τῷ καιρῷ καὶ τῇ αὐτοῦ ὁρμ πρὸς τὸ φιλεῖν.

μετὰ δὲ ταῦτα σκεπτέον ἂν εἴη πῶς δεῖ φίλῳ χρῆ-
σθαι. ἔστι δʼ οὐκ ἐν ἁπάσῃ φιλίᾳ ἡ ακέψις, ἀλλʼ ἐν
μάλιστα ἐγκαλοῦσιν ἀλλήλοις οἱ φίλοι. οὐκ ἐγκαλοῦοι δὲ 
ἐν ταῖς ἄλλαις ὁμοίως, οἷον ἐν τῇ πατρὸς πρὸς υἱὸν οὐκ
ἔστιν ἔγκλημα τοιοὕτον οἷον ἀξιοῦσιν ἐν ἐνίαες, ὥσπιρ ἐγὼ
σοί, οὕτως καὶ σὺ ἐμοί, εἰ δὲ μή, ἐνταῦθα τὸ σφοδρὸν ἔγ-
 
 

 
κλημα·

ἐν δὲ ἀνίσοις φίλοις οὐκ ἔστι τὸ ἴσον, ἔστι δὲ ἡ
 πααπτρὸς πρὸς υῖὸν φιλία ἐν ἀνίσῳ, ὁμοίως ἡ γυναικὸς πρὸς
ἄνδρα ἢ οἰκέτου πρὸς δεσπότην, καὶ ὅλως δὲ χείρονος καὶ
βελτίονος. οὐχ ἕξουσιν δὴ τὰ τοιαῦτα ἐγκλήμεπτα. ἀλλʼ ἐν
τοῖς ἴσοις φίλοις καὶ ἐν τῇ 〈τοι〉αύτῃ φιλίᾳ τὸ τοιοῦτον ἔγ-
κλημα. ὥστε σκεπτέον ἂν εἴη τὸ πῶς δεῖ χρῆσθαι φίλῳ
 ἐν τῇ ἐν ἴσοις φίλοις φιλίᾳ. **.