Ἑρμῆ χθόνιε, πατρῷ᾽ ἐποπτεύων κράτη,

σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ:

ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.

τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ

κλύειν, ἀκοῦσαι . . .



. . . πλόκαμον Ἰνάχῳ θρεπτήριον.

τὸν δεύτερον δὲ τόνδε πενθητήριον



οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον

οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ.



<ἔα.> τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις

στείχει γυναικῶν φάρεσιν μελαγχίμοις

πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;

πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;

ἢ πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω

χοὰς φερούσας νερτέροις μειλίγματα;

οὐδέν ποτ᾽ ἄλλο: καὶ γὰρ Ἠλέκτραν δοκῶ

στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ

πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον

πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.

Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς

μάθω γυναικῶν ἥτις ἥδε προστροπή.

ἰαλτὸς ἐκ δόμων ἔβαν

χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.

πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς

ὄνυχος ἄλοκι νεοτόμῳ,

δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.

λινοφθόροι δ᾽ ὑφασμάτων

λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,

προστέρνοι στολμοὶ

πέπλων ἀγελάστοις

ξυμφοραῖς πεπληγμένων.

τορὸς γὰρ ὀρθόθριξ φόβος,

δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον

πνέων, ἀωρόνυκτον ἀμβόαμα

μυχόθεν ἔλακε περὶ φόβῳ,

γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.

κριταί <τε> τῶνδ᾽ ὀνειράτων

θεόθεν ἔλακον ὑπέγγυοι

μέμφεσθαι τοὺς γᾶς

νέρθεν περιθύμως

τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.

τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,

ἰὼ γαῖα μαῖα,

μωμένα μ᾽ ἰάλλει

δύσθεος γυνά. φοβοῦ-

μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.

τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;

ἰὼ πάνοιζυς ἑστία,

ἰὼ κατασκαφαὶ δόμων.

ἀνήλιοι βροτοστυγεῖς

δνόφοι καλύπτουσι δόμους

δεσποτῶν θανάτοισι.

σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν

δι᾽ ὤτων φρενός τε

δαμίας περαῖνον

νῦν ἀφίσταται. φοβεῖ-

ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,

τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.

ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας

ταχεῖα τοὺς μὲν ἐν φάει,

τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου

μένει χρονίζοντας ἄχη [βρύει ],

τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.

δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ

τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.

διαλγὴς <δ᾽> ἄτα διαφέρει

τὸν αἴτιον παναρκέτας νόσου βρύειν.

θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων

ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ

διαίνοντες τὸν χερομυσῆ

†φόνον καθαίροντες ἴθυσαν ἄταν †.

ἐμοὶ δ᾽ ???ἀνάγκαν γὰρ ἀμφίπτολιν

θεοὶ προσήνεγκαν: ???ἐκ γὰρ οἴκων

πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν,???

δίκαια καὶ μὴ δίκαια

πρέποντ᾽ <ἀπ᾽> ἀρχᾶς βίου

βίᾳ φρενῶν αἰνέσαι πικρὸν

στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων

ματαίοισι δεσποτᾶν

τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.

δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,

ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ

πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι:

τί φῶ χέουσα τάσδε κηδείους χοάς;

πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι πατρί;

πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν

γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;

τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,

χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.

ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,

ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε

στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;

ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο

πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,

στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν

δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;

τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι:

κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.

μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.

τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει

καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.

λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον.

αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς

λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.

λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.

φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.

τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;

πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.

ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;

αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.

τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;

μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.

εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.

τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη???

τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.

ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα???

πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;

ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.

καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;

πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;

κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,

<ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοί,

τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς

εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,

καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,

θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει:

κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς

λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ

φίλον τ᾽ Ὀρέστην: †πῶς ἀνάξομεν δόμοις.

πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα

πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο

Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

κἀγὼ μὲν ἀντίδουλος: ἐκ δὲ χρημάτων

φεύγων Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως

ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.

ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ

κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ:

αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ

μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.

ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις

λέγω φανῆναί σου, πάτερ, τιμάορον,

καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ. ”

ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,

κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν:

“ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,

σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”

τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.

ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,

παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

ἵετε δάκρυ καναχὲς ὀλόμενον

ὀλομένῳ δεσπότᾳ,

πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽

ἀπότροπον ἄγος ἀπεύχετον

κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε,

σέβας ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.

ὀτοτοτοτοτοτοτοῖ,

ἴτω τις δορυ-

σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,

Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽

ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης

σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.

ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ:

νέου δὲ μύθου τοῦδε κοινωνήσατε.

λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ.

ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.

τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;

εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.

πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.

οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.

ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.

καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος.

ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.

αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.

μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;

μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.

καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;

ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.

οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,

εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.

κἀμοὶ προσέστη καρδίας κλυδώνιον

χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει:

ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι

σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,

πλόκαμον ἰδούσῃ τόνδε: πῶς γὰρ ἐλπίσω

ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;

ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,

ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον

φρόνημα παισὶ δύσθεον πεπαμένη.

ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,

εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου

βροτῶν Ὀρέστου—σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος.

εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,

ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,

ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον,

εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,

ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ

ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.

ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,

οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην

στροβούμεθ᾽: εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,

σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.

καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,

ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖσ—

καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,

αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινόσ—

πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι

εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.

πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.

εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους

εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.

ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;

εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.

καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;

σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.

καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;

ὅδ᾽ εἰμί: μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον.

ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;

αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ.

ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.

κἀν τοῖς ἐμοῖς ἄρ᾽, εἴπερ ἔν γε τοῖσι σοῖς.

ὡς ὄντ᾽ Ὀρέστην τἄρ᾽ ἐγὼ προσεννέπω;

αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ:

κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς

ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς

ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.

σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς

σαυτῆς ἀδελφοῦ σύμμετρον τῷ σῷ κάρᾳ.

ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,

σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.

ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς φρένας:

τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.

ὦ φίλτατον μέλημα δώμασιν πατρός,

δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,

ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.

ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον

ἐμοί: προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον

πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει

στέργηθρον: ἡ δὲ πανδίκως ἐχθαίρεται:

καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου:

πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων

μόνον Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ

πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.

Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ:

ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,

θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν

δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους

νῆστις πιέζει λιμός: οὐ γὰρ ἐντελεῖς

θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.

οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω,

ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,

ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.

καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα

πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν

ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;

οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν

πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς:

οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν

βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.

κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας μέγαν

δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.

ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,

σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,

γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε

πρὸς τοὺς κρατοῦντας: οὓς ἴδοιμ᾽ ἐγώ ποτε

θανόντας ἐν κηκῖδι πισσήρει φλογός.

οὔτοι προδώσει Λοξίου μεγασθενὴς

χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,

κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους

ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,

εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους:

τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,

ἀποχρημάτοισι ζημίαις ταυρούμενον:

αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε

τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.

τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα

βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν νόσους,

σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις

λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν:

λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ:

ἄλλας τ᾽ ἐφώνει προσβολάς Ἐρινύων

ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας:

τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος

ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,

καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος

ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν

κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως

χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.

καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος

εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,

βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς

μῆνιν: δέχεσθαι <δ᾽> οὔτε συλλύειν τινά.

πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ

κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.

τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;

κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.

πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,

θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,

καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,

τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,

Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,

δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.

θήλεια γὰρ φρήν: εἰ δὲ μή, τάχ᾽ εἴσεται.

ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν

τῇδε τελευτᾶν,

ᾗ τὸ δίκαιον μεταβαίνει.

ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ

γλῶσσα τελείσθω: τοὐφειλόμενον

πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ:

ἀντὶ δὲ πληγῆς φονίας φονίαν

πληγὴν τινέτω. δράσαντι παθεῖν,

τριγέρων μῦθος τάδε φωνεῖ.

ὦ πάτερ αἰνόπατες, τί σοι

φάμενος ἢ τί ῥέξας

τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,

ἔνθα σ᾽ ἔχουσιν εὐναί;

σκότῳ φάος ἀντίμοι-

ρον; χάριτες δ᾽ ὁμοίως

κέκληνται γόος εὐκλεὴς

προσθοδόμοις Ἀτρείδαις.

τέκνον, φρόνημα τοῦ

θανόντος οὐ δαμάζει

πυρὸς [ἡ ] μαλερὰ γνάθος,

φαίνει δ᾽ ὕστερον ὀργάς:

ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,

ἀναφαίνεται δ᾽ ὁ βλάπτων.

πατέρων τε καὶ τεκόντων

γόος ἔνδικος ματεύει

τἄποιν᾽ ἀμφιλαφὴς ταραχθείς.

κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει

πολυδάκρυτα πένθη.

δίπαις τοί σ᾽ ἐπιτύμβιος

θρῆνος ἀναστενάζει.

τάφος δ᾽ ἱκέτας δέδεκται

φυγάδας θ᾽ ὁμοίως.

τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;

οὐκ ἀτρίακτος ἄτα;

ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων

θείη κελάδους εὐφθογγοτέρους:

ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων

παιὰν μελάθροις ἐν βασιλείοις

νεοκρᾶτα φίλον κομίσειεν.

εἰ γὰρ ὑπ᾽ Ἰλίῳ

πρός τινος Λυκίων, πάτερ,

δορίτμητος κατηναρίσθης,

λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι

τέκνων τ᾽ ἐν κελεύθοις

ἐπιστρεπτὸν αἰῶ

κτίσας πολύχωστον ἂν εἶχες

τάφον διαποντίου γᾶς

δώμασιν εὐφόρητον.

φίλος φίλοισι τοῖς

ἐκεῖ καλῶς θανοῦσιν

κατὰ χθονὸς ἐμπρέπων

σεμνότιμος ἀνάκτωρ,

πρόπολός τε τῶν μεγίστων

χθονίων ἐκεῖ τυράννων:

βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζης,

μόριμον λάχος πιπλάντων

χειροῖν πεισιβρότοῳ τε βάκτρῳ.

μηδ᾽ ὑπὸ Τρωίας

τείχεσι φθίμενος, πάτερ,

μετ᾽ ἄλλῳ δουρικμῆτι λαῷ

παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.

πάρος δ᾽ οἱ κτανόντες

νιν οὕτως δαμῆναι

<φίλοις >, θανατηφόρον αἶσαν

πρόσω τινὰ πυνθάνεσθαι

τῶνδε πόνων ἄπειρον.

ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,

μεγάλης δὲ τύχης καὶ ὑπερβορέου

μείζονα φωνεῖς: δύνασαι γάρ.

ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης

δοῦπος ἱκνεῖται: τῶν μὲν ἀρωγοὶ

κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων

χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,

†πᾶσι δὲ μᾶλλον γεγένηται.

τοῦτο διαμπερὲς οὖς

ἵκεθ᾽ ἅπερ τι βέλος.

Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων

ὑστερόποινον ἄταν

βροτῶν τλάμονι καὶ πανούργῳ

χειρί, τοκεῦσι δ᾽ ὅμως τελεῖται.

ἐφυμνῆσαι γένοιτό μοι πυκά-

εντ᾽ ὀλολυγμὸν ἀνδρὸς

θεινομένου, γυναικός τ᾽

ὀλλυμένας: τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας

ποτᾶται; πάροιθεν δὲ πρῴρας

δριμὺς ἄηται κραδίας

θυμὸς ἔγκοτον στύγος.

καὶ πότ᾽ ἂν ἀμφιθαλὴς

Ζεὺς ἐπὶ χεῖρα βάλοι,

φεῦ φεῦ, κάρανα δαΐξας;

πιστὰ γένοιτο χώρᾳ.

δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.

κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.

ἀλλὰ νόμος μὲν φονίας σταγόνας

χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν

αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν

παρὰ τῶν πρότερον φθιμένων ἄτην

ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.

πόποι δᾶ νερτέρων τυραννίδες <τ᾽>,

ἴδετε πολυκρατεῖς Ἀραὶ τεθυμένων,

ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως

ἔχοντα καὶ δωμάτων

ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;

πέπαλται δ᾽ αὖτέ μοι φίλον κέαρ

τόνδε κλύουσαν οἶκτον.

καὶ τότε μὲν δύσελπις,

σπλάγχνα δέ μοι κελαινοῦ-

ται πρὸς ἔπος κλυούσᾳ.

ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽

ἐλπίς,> ἀπέστασεν ἄχος

προσφανεῖσά μοι καλῶς.

τί δ᾽ ἂν φάντες τύχοιμεν; ἢ τάπερ

πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;

πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.

λύκος γὰρ ὥστ᾽ ὠμόφρων

ἄσαντος ἐκ ματρός ἐστι θυμός.

ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας

νόμοις ἰηλεμιστρίας,

ἀπριγδόπληκτα πολυπλάνητα δ᾽ ἦν ἰδεῖν

ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα

ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπερρόθει

κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.

ἰὼ δαΐα

πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς

ἄνευ πολιτᾶν ἄνακτ᾽,

ἄνευ δὲ πενθημάτων

ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.

ταφὰς ἀτίμους ἔλεξας, οἴμοι.

πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει

ἕκατι μὲν δαιμόνων,

ἕκατι δ᾽ ἀμᾶν χερῶν.

ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.

ἐμασχαλίσθη δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς,

ἔπρασσε δ᾽ ᾇπέρ νιν ὧδε θάπτει,

μόρον κτίσαι μωμένα

ἄφερτον αἰῶνι σῷ.

κλύεις πατρῴους δύας ἀτίμους.

λέγεις πατρῷον μόρον: ἐγὼ δ᾽ ἀπεστάτουν

ἄτιμος, οὐδὲν ἀξία.

μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν

ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,

χέουσα πολύδακρυν γόον κεκρυμμένα.

τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου, <πάτερ. >

δι᾽ ὤτων δὲ συν-

τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.

τὰ μὲν γὰρ οὕτως ἔχει,

τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.

πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.

σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.

ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.

στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ:

ἄκουσον ἐς φάος μολών,

ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.

Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.

ἰὼ θεοί, κραίνετ᾽ ἐνδίκως <δίκας >.

τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.

τὸ μόρσιμον μένει πάλαι,

εὐχομένοις δ᾽ ἂν ἔλθοι.

ὦ πόνος ἐγγενὴς

καὶ παράμουσος Ἄτας

αἱματόεσσα πλαγά.

ἰὼ δύστον᾽ ἄφερτα κήδη:

ἰὼ δυσκατάπαυστον ἄλγος.

δώμασιν ἔμμοτον

τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ᾽ ἄλλων

ἔκτοθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν,

διώκειν ἔριν αἱματηράν.

θεῶν <τῶν > κατὰ γᾶς ὅδ᾽ ὕμνος.

ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,

τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν

παισὶν προφρόνως ἐπὶ νίκῃ.

πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,

αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.

κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,

φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον >.

οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν

κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει

ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.

κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας

οἴσω πατρῴων ἐκ δόμων γαμηλίους:

πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.

ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.

ὦ Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος.

μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.

μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισας —

πέδαις δ᾽ ἀχαλκεύτοις θηρευθείς, πάτερ,—

αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.

ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;

ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;

ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,

ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,

εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.

καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,

ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ:

οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,

καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.

οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών:

παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι

θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,

τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.

ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.

αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.

καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον,

τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.

τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,

ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.

ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,

πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου

μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;

θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις

ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε:

τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.

τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος

ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος.

θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.

οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ: ἔκ τ᾽ ὀνειράτων

καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη

χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.

ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;

τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.

καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;

ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.

τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;

αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.

καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;

ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.

οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.

ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.

πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,

λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν:

πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,

ἄκος τομαῖον ἐλπίσασα πημάτων.

ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ

τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.

κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.

εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ

οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,

καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,

θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,

ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,

δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,

θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ

κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.

τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.

γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,

τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.

ἁπλοῦς ὁ μῦθος: τήνδε μὲν στείχειν ἔσω,

αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,

ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον

δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ

θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,

ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.

ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,

ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας

Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.

ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,

γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.

καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ

δέξαιτ᾽, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς:

μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ

δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν:

“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται

Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;”

εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν

κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,

ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα

ἀρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ,

πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν

θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.

φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη

ἄκρατον αἷμα πίεται τρίτην πόσιν.

νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,

ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε:

ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,

σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.

τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,

ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.

πολλὰ μὲν γᾶ τρέφει

δεινὰ [καὶ ] δειμάτων ἄχη,

πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων

ἀνταίων βρύουσι:

πλάθουσι [βλαστοῦσι ] καὶ πεδαίχμιοι

λαμπάδες πεδάοροι,

πτανά τε καὶ πεδοβά-

μονα κἀνεμοέντ᾽ ἂν

αἰγίδων φράσαι κότον.

ἀλλ᾽ ὑπέρτολμον ἀν-

δρὸς φρόνημα τίς λέγοι

καὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ ]

παντόλμους ἔρωτας

ἄταισι συννόμους βροτῶν;

ξυζύγους δ᾽ ὁμαυλίας
 θηλυκρατὴς ἀπέρω-

τος ἔρως παρανικᾷ

κνωδάλων τε καὶ βροτῶν.

ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος

φροντίσιν δαεὶς,

τὰν ἁ παιδολυ-

μὰς τάλαινα Θεστιὰς μήσατο

πυρδαῆτιν πρόνοιαν,

καταίθουσα παιδὸς δαφοινὸν

δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν

ματρόθεν κελάδησε,

ξύμμετρόν τε διαὶ βίου

μοιρόκραντον ἐς ἆμαρ.

ἄλλαν δ᾽ ἔστιν ἐν λόγοις στυγεῖν

φοινίαν κόραν,

ἅτ᾽ ἐχθρῶν ὑπαὶ

φῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς

χρυσοκμήτοισιν ὅρμοις

πιθήσασα δώροισι Μίνω,

Νῖσον ἀθανάτας τριχὸς

νοσφίσασ᾽ ἀπροβούλως

πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.

κιγχάνει δέ μιν Ἑρμῆς.

ἐπεὶ δ᾽ ἐπεμνασάμην ἀμειλίχων

πόνων, †ἀκαιρως δὲ δυσφιλὲς γαμή-

λευμ᾽ ἀπεύχετον δόμοις

γυναικοβούλους τε μήτιδας φρενῶν

ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,

ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπικότῳ σέβασ†

τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων

γυναικείαν <τ᾽ > ἄτολμον αἰχμάν.

κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον

λόγῳ: γοᾶται δὲ δὴ πάθος κατά-

πτυστον: ᾔκασεν δέ τις

τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.

θεοστυγήτῳ δ᾽ ἄγει

βροτῶν ἀτιμωθὲν οἴχεται γένος.

σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.

τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;

τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος

διανταίαν ὀξυπευκὲς οὐτᾷ

διαὶ Δίκας. †τὸ μὴ θέμις γὰρ <οὐ>

λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς

σέβας παρεκβάντος οὐ θεμιστῶς. †

Δίκας δ᾽ ἐρείδεται πυθμήν:

προχαλκεύει δ᾽ Αἶσα φασγανουργός:

τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν

αἱμάτων παλαιτέρων τίνειν μύσος

χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.

παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.

τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;

τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,

εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.

εἶεν, ἀκούω: ποδαπὸς ὁ ξένος; πόθεν;

ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,

πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.

τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται

σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι

ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.

ἐξελθέτω τις δωμάτων τελεσφόρος

γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον:

αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους

λόγους τίθησιν: εἶπε θαρσήσας ἀνὴρ

πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.

ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ: πάρεστι γὰρ

ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα,

καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτήριος

στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.

εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,

ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.

ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων:

στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ

εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα,

ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,

ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,

Στροφίος ὁ Φωκεύς: πεύθομαι γὰρ ἐν λόγῳ:

“ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις,

πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος

τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.

εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,

εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,

θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.

νῦν γὰρ λέβητος χαλκέου πλευρώματα

σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”

τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω

τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων

οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.

οἲ ʼγώ, κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα.

ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,

ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα

τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,

φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.

καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβούλως ἔχων,

ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—

νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς

ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.

ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν

κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον

γνωστὸς γενέσθαι καὶ ξενωθῆναι: τί γὰρ

ξένου ξένοισίν ἐστιν εὐμενέστερον;

πρὸς δυσσεβείας <δ᾽ > ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν,

τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,

καταινέσαντα καὶ κατεξενωμένον.

οὔτοι κυρήσεις μεῖον ἀξίων σέθεν,

οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.

ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.

ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους

μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.

ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,

ὀπισθόπους τε τόνδε καὶ ξυνέμπορον:

κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.

αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.

ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων

κοινώσομέν τε κοὐ σπανίζοντες φίλων

βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.

εἶεν, φίλιαι δμωίδες οἴκων,

πότε δὴ στομάτων

δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ;

ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ

χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ

σώματι κεῖσαι τῷ βασιλείῳ,

νῦν ἐπάκουσον, νῦν ἐπάρηξον:

νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν

ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν

[καὶ τὸν νύχιον ] τοῖσδ᾽ ἐφοδεῦσαι

ξιφοδηλήτοισιν ἀγῶσιν.

ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν:

τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.

ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;

λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;

Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν

ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον

ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν

ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας

†θέτο σκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων

κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς

κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,

φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.

ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,

εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ:

ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα

ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις

τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.

ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἠνεσχόμην.

τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά:

φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,

ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—

κἀκ νυκτιπλάγκτων ὀρθίων κελευμάτων

καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ

τλάσῃ:—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν

τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός:

οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,

εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία

ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων.

τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,

ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,

γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.

ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας

ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί:

τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.

στείχω δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον

οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.

πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;

ἦ πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.

εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.

ἄγειν κελεύει δορυφόρους ὀπάονας.

μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει:

ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,

ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί.

ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.

ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;

ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.

καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.

οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε.

τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;

ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.

μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.

ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.

γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.

νῦν παραιτουμένᾳ μοι, πάτερ

Ζεῦ θεῶν Ὀλυμπίων,

δὸς τύχας εὖ τυχεῖν κυρίως

τὰ σώφρον᾽ εὖ μαιομένοις ἰδεῖν.

διὰ δίκας πᾶν ἔπος

ἔλακον, ὦ Ζεῦ, σύ νιν φυλάσσοις.

ἐέ, πρὸ δὲ δὴ ᾽χθρῶν

τὸν ἔσωθεν μελάθρων, Ζεῦ,

θές, ἐπεί νιν μέγαν ἄρας,

δίδυμα καὶ τριπλᾶ

παλίμποινα θέλων ἀμείψει.

ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ-

νιν ζυγέντ᾽ ἐν ἅρμασιν

πημάτων, ἐν δρόμῳ προστιθεὶς

μέτρον. τίς ἂν σῳζόμενον ῥυθμὸν

τοῦτ᾽ ἴδοι διὰ πέδον

ἀνομένων βημάτων ὄρεγμα;

οἵ τ᾽ ἔσω δωμάτων

πλουτογαθῆ μυχὸν ἐνίζετε,

κλῦτε, σύμφρονες θεοί:

[ἄγετε ] τῶν πάλαι πεπραγμένων

λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.

γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι.

τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων

στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,

καί νιν ἐλευθερίας φῶς

λαμπρὸν ἰδεῖν φιλίοις

ὄμμασιν <ἐκ > δνοφερᾶς καλύπτρας.

ξυλλάβοι δ᾽ ἐνδίκως

παῖς ὁ Μαίας, ἐπιφορώτατος

πρᾶξιν οὐρίαν θέλων:

[πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά ].

ἄσκοπον δ᾽ ἔπος λέγω:

νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει,

καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.

καὶ τότ᾽ ἤδη κλυτὸν

δωμάτων λυτήριον,

θῆλυν οὐριοστάταν

†ὁμοῦ κρεκτον γοα-

τὰν νόμον μεθήσομεν.

πόλει τάδ᾽ εὖ:

ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽: ἄ-

τα δ᾽ ἀποστατεῖ φίλων†.

σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,

ἐπαΰσας Πατρὸς αὐδὰν

θροούσᾳ [πρὸς σὲ ] Τέκνον [πατρὸς αὐδὰν]

[καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν.

Περσέως τ᾽ ἐν φρεσὶν

καρδίαν ἀνασχεθών,

τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοις,

†τοῖς τ᾽ ἄνωθεν προπάσσων

χάριτας ὀργᾶς λυγρᾶς, ἔνδοθεν

φόνιαν ἄταν τίθει, τὸν αἴτιον δ᾽

ἐξαπολλύων μόρου†.

ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος:

νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς

ξένους μολόντας οὐδαμῶς ἐφίμερον,

μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις

γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ

τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.

πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;

ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι

πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;

τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;

ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων

ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος

ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.

ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,

εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,

εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.

οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.

Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι

τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,

ὑπὸ δ᾽ εὐνοίας

πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;

νῦν γὰρ μέλλουσι μιανθεῖσαι

πειραὶ κοπάνων ἀνδροδαΐκτων

ἢ πάνυ θήσειν Ἀγαμεμνονίων

οἴκων ὄλεθρον διὰ παντός,

ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ

δαίων ἀρχάς τε πολισσονόμους

πατέρων θ᾽ ἕξει μέγαν ὄλβον.

τοιάνδε πάλην μόνος ὢν ἔφεδρος

δισσοῖς μέλλει θεῖος Ὀρέστης

ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.

ἐή, ὀτοτοτοῖ.

ἔα ἔα μάλα:

πῶς ἔχει; πῶς κέκρανται δόμοις;

ἀποσταθῶμεν πράγματος τελουμένου,

ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν

εἶναι: μάχης γὰρ δὴ κεκύρωται τέλος.

οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου:

οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.

Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε

ὅπως τάχιστα, καὶ γυναικείους πύλας

μοχλοῖς χαλᾶτε: καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,

οὐχ ὥστ᾽ ἀρῆξαι διαπεπραγμένῳ: τί γάρ;

ἰοὺ ἰού.

κωφοῖς ἀυτῶ και καθεύδουσιν μάτην

ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;

ἔοικε νῦν αὖ τῆσδ᾽ ἐπιξήνου πέλας
 αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.

τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;

τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.

οἲ ᾽γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.

δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.

δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος:

εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα:

ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.

σὲ καὶ ματεύω: τῷδε δ᾽ ἀρκούντως ἔχει.

οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.

φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ

κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.

ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,

μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα

οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.

Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;

ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα

τὰ πυθόχρηστα, πιστά τ᾽ εὐορκώματα;

ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.

κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.

ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.

καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός:

τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς

τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.

ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.

πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;

ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.

καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.

οὐδὲν σεβίζει γενεθλίους ἀράς, τέκνον;

τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.

οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.

αἰσχρῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.

ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;

αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.

ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.

μὴ ᾽λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.

ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.

τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.

κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.

σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.

ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.

τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;

ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.

πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.

οἲ ᾽γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.

ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.

ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.

στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.

ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε

τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,

ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.

ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,

βαρύδικος ποινά:

ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος

διπλοῦς λέων, διπλοῦς Ἄρης.

ἔλασε δ᾽ ἐς τὸ πᾶν

ὁ πυθόχρηστος φυγὰς

θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.

ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων

ἀναφυγὰς κακῶν καὶ κτεάνων τριβᾶς

ὑπαὶ δυοῖν μιαστόροιν,

δυσοίμου τύχας.

ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας

δολιόφρων ποινά:

ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτήτυμος

Διὸς κόρα—Δίκαν δέ νιν

προσαγορεύομεν βροτοὶ τυχόντες καλῶσ—

ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον:

τάνπερ ὁ Λοξίας ὁ Παρνασίας

μέγαν ἔχων μυχὸν χθονὸς ἐπορθιά-

ζων ἀδόλοις δόλοις

βλαπτομέναν χρονισθεῖσαν ἐποίχεται.

κρατεῖται <δέ > πως τὸ θεῖον [παρὰ ] τὸ μὴ

ὑπουργεῖν κακοῖς.

ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν:

πάρα τὸ φῶς ἰδεῖν.

μέγα τ᾽ ἀφῃρέθη ψάλιον οἰκέων,

ἄναγε μὰν δόμοι: πολὺν ἄγαν χρόνον

χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.

τάχα δὲ παντελὴς χρόνος ἀμείψεται

πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας

μύσος πᾶν κλύσῃ

καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.

†τύχαι δ᾽ εὐπροσωποκοῖται τὸ πᾶν

ἰδεῖν [ἀκοῦσαι ] πρευμενεῖς

μετοίκοις δόμων πεσοῦνται πάλιν†.

πάρα τὸ φῶς ἰδεῖν.

ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα

πατροκτόνους τε δωμάτων πορθήτορας.

σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,

φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη

πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.

ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ

καὶ ξυνθανεῖσθαι: καὶ τάδ᾽ εὐόρκως ἔχει.

ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,

τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,

πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.

τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;

ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον

δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,

ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.

τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,

ξένων ἀπαιόλημα κἀργυροστερῆ

βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι

πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.

ἐκτείνατ᾽ αὐτὸ καὶ κύκλῳ παρασταδὸν

στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ,

οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε

Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,

ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,

ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον

τὸν μητρός: Αἰγίσθου γὰρ οὐ λέγω μόρον:

ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην:

ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,

ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος,

φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν,

τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ

σήπειν θιγοῦσ᾽ ἂν ἄλλον οὐ δεδηγμένον

τόλμης ἕκατι κἀκδίκου φρονήματος.

τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ

γένοιτ᾽: ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.

αἰαῖ αἰαῖ μελέων ἔργων:

στυγερῷ θανάτῳ διεπράχθης.

ἒ ἔ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.

ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι

φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.

φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,

πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.

νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,

πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε.

ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,

ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.

οὔτις μερόπων ἀσινῆ βίτον

διὰ παντὸς ἄνατος ἀμείψει.

ἒ ἔ, μόχθος δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει.

ἀλλ᾽ ὡς ἂν εἰδῆτ᾽, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,

ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου

ἐξωτέρω: φέρουσι γὰρ νικώμενον

φρένες δύσαρκτοι: πρὸς δὲ καρδίᾳ φόβος

ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.

ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί, κηρύσσω φίλοις,

κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,

πατροκτόνον μίασμα καὶ θεῶν στύγος.

καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι

τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ

πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς

εἶναι, παρέντα δ᾽—οὐκ ἐρῶ τὴν ζημίαν:

τόξῳ γὰρ οὔτις πημάτων προσίξεται.

καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος

ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι

μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον,

πυρός τε φέγγος ἄφθιτον κεκλημένον,

φεύγων τόδ᾽ αἷμα κοινόν: οὐδ᾽ ἐφ᾽ ἑστίαν

ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.

καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ

τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω:

φεύγω δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,

ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.

ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα

φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά,

ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,

δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.

ἆ, ἆ.
 δμωαὶ γυναῖκες αἵδε Γοργόνων δίκην

φαιοχίτωνες καὶ πεπλεκτανημέναι

πυκνοῖς δράκουσιν: οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.

τίνες σὲ δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,

στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.

οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί:

σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.

ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι:

ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.

ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,

κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.

εἷς σοὶ καθαρμός: Λοξίας δὲ προσθιγὼν

ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.

ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ:

ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.

ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων

θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.

ὅδε τοι μελάθροις τοῖς βασιλείοις

τρίτος αὖ χειμὼν

πνεύσας γονίας ἐτελέσθη.

παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν

μόχθοι τάλανές [τε Θυέστου ]:

δεύτερον ἀνδρὸς βασίλεια πάθη:

λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν

πολέμαρχος ἀνήρ:

νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,

ἢ μόρον εἴπω;

ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει

μετακοιμισθὲν μένος ἄτης;