Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως

οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ:

εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,

Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν

ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις

οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος

ἐπώνυμος γένοιτο Καδμείων πόλει.

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι

ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε συμπρεπές,

πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων

βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε:

τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ:

ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους

πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.

καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός:

χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις

καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.

νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,

χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ:

οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

νυκτηγορεῖσθαι κἀπιβούλευσιν πόλει.

ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων

ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις

μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων

ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός.

σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ:

καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,

αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων:

ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,

ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος

καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,

Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον

ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς

θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,

ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ:

μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους

πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ

λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.

σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων

ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.

καὶ τῶνδε πίστις οὐκ ὄκνῳ χρονίζεται.

κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν

ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.

πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως

πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος:

ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς

χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς

χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.

σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος

φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς

Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ:

καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ:

κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον

ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου

εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι.

ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,

μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον

ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος

φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους:

ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν

ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν:

γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν:

πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη:

μεθεῖται στρατός: στρατόπεδον λιπὼν

ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας:

αἰθερία κόνις με πείθει φανεῖσ᾽,

ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.—

ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-

τὶ χρίμπτει βοάν: ποτᾶται, βρέμει δ᾽

ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.—

ἰὼ ἰὼ θεοὶ

θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε.—

βοᾷ ὑπὲρ τειχέων

ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-

τρεπὴς ἐπὶ πόλιν [διώκων ].—

τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει

θεῶν ἢ θεᾶν;

πότερα δῆτ᾽ ἐγὼ <πάτρια > προσπέσω

βρέτη δαιμόνων;—

ἰὼ μάκαρες εὔεδροι,

ἀκμάζει βρετέων ἔχεσθαι: τί μέλ-

λομεν ἀγάστονοι;—

ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;

πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ-

φὶ λιτάν᾽ ἕξομεν;—

κτύπον δέδορκα: πάταγος οὐχ ἑνὸς δορός.

τί ῥέξεις; προδώσεις, παλαίχθων

Ἄρης, τὰν τεάν;—

ἰὼ χρυσοπήληξ δαῖμον, ἔπιδ᾽ ἔπι-

δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου.

θεοὶ πολιάοχοι χθονὸς ἴθ᾽ ἁθρόοι

ἴδετε παρθένων

ἱκέσιον λόχον δουλοσύνας ὕπερ.

κῦμα [γὰρ ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν

καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.

ἀλλ᾽, ὦ Ζεῦ πάτερ † παντελές, πάντως

ἄρηξον δαΐων ἅλωσιν.

Ἀργέιοι δὲ πόλισμα Κάδμου

κυκλοῦνται: φόβος δ᾽ ἀρίων ὅπλων.

διάδετοι <δέ τοι > γενῦν ἱππίων

κινύρονται φόνον χαλινοί.

ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ

δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις



προσίστανται πάλῳ λαχόντες.

σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,

ῥυσίπολις γενοῦ,

Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ

ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,

ἐπίλυσιν πόνων, ἐπίλυσιν δίδου.

σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, † ἐπώνυμον Κάδμου πόλιν

φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.

καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ,

ἄλευσον: σέθεν γὰρ ἐξ αἵματος

γεγόναμεν: λιταῖσί σε θεοκλύτοις

ἀυτοῦσαι πελαζόμεσθα.

καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ

στρατῷ δαΐῳ στόνων αὖ τίτας.

†σύ τ᾽, ὦ Λατογένει-

α κούρα, τόξον εὐτυκάζου [Ἄρτεμι φίλα ].†

ἒ ἒ ἒ ἔ,

ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω:

ὦ πότνι᾽ Ἥρα.

ἔλακον ἀξόνων βριθομένων χνόαι.

Ἄρτεμι φίλα, [ἒ ἒ ἒ ἔ],

δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται.

τί πόλις ἄμμι πάσχει, τί γενήσεται;

ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;

ἒ ἒ ἒ ἔ,
 ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται:

ὦ φίλ᾽ Ἄπολλον:

κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,

παῖ Διός, ὅθεν

πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.

σύ τε, μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως

ἑπτάπυλον ἕδος ἐπιρρύου.

ἰὼ παναρκεῖς θεοί,

ἰὼ τέλειοι τέλειαί τε γᾶς

τᾶσδε πυργοφύλακες,

πόλιν δορίπονον μὴ προδῶθ᾽

ἑτεροφώνῳ στρατῷ.

κλύετε παρθένων κλύετε πανδίκως

χειροτόνους λιτάς.

ἰὼ φίλοι δαίμονες,

λυτήριοί <τ᾽ > ἀμφιβάντες πόλιν,

δείξαθ᾽ ὡς φιλοπόλεις,

μέλεσθέ θ᾽ ἱερῶν δημίων,

μελόμενοι δ᾽ ἀρήξατε:

φιλοθύτων δέ τοι πόλεος ὀργίων

μνήστορες ἐστέ μοι.

ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,

ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,

στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,

βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν

αὔειν, λακάζειν, σωφρόνων μισήματα;

μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ

ξύνοικος εἴην τῷ γυναικείῳ γένει.

κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,

δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν.

καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς

θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην:

τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,

αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα.

τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.

κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,

ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,

ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται,

λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.

μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,

τἄξωθεν: ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.

ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;

ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-

σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,

ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,

ἱππικῶν τ᾽ ἄπυον πηδαλίων διὰ στόμα

πυριγενετᾶν χαλινῶν.

τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν

πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,

νεὼς καμούσης ποντίῳ πρὸς κύματι;

ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-

χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος

ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις:

δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως

ἵν᾽ ὑπερέχοιεν ἀλκάν.

πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

οὔκουν τάδ᾽ ἔσται πρὸς θεῶν;

ἀλλ᾽ οὖν θεοὺς

τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν

ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽

ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽

ἁπτόμενον πυρὶ δαΐῳ.

μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς:

πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας

μήτηρ, γονῆς σωτῆρος: ὧδ᾽ ἔχει λόγος.

ἔστι: θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα:

πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον

κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων

κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.

ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια

θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων:

σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,

δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.

τίς τάδε νέμεσις στυγεῖ;

οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος:

ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,

εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.

ποτίφατον κλύουσα πάταγον ἀνάμιγα

ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν,

τίμιον ἕδος, ἱκόμαν.

μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.

τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων.

μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.

στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.

δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.

οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;

ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσει τάδε;

θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ πᾶσαν πόλιν.

ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.

ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;

ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.

λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.

σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων,

εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς:

κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ

ὀλολυγμὸν ἱρὸν εὐμενῆ παιώνισον,

Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,

θάρσος φίλοις, λύουσα πολέμιον φόβον.

ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,

πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,

Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω,

εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης,

†[μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,

ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι

θήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήματα, ]

λάφυρα δᾴων δουρίπηχθ᾽ ἁγνοῖς δόμοις,

στέψω πρὸ ναῶν, πολεμίων [δ᾽ ] ἐσθήματα.†

τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,

μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν:

οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.

ἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον

εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,

πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους

λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ:

γείτονες δὲ καρδίας

μέριμναι ζωπυροῦσι τάρβος

τὸν ἀμφιτειχῆ λεών,

δράκοντας ὥς τις τέκνων

ὑπερδέδοικεν λεχαίων δυσευνάτορας

πάντρομος πελειάς.

τοὶ μὲν γὰρ ποτὶ πύργους

πανδαμεὶ πανομιλεὶ

στείχουσιν. τί γένωμαι;

τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν

ἰάπτουσι πολίταις

χερμάδ᾽ ὀκριόεσσαν.

παντὶ τρόπῳ, Διογενεῖς

θεοί, πόλιν καὶ στρατὸν

Καδμογενῆ ῥύεσθε.

ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον

τᾶσδ᾽ ἄρειον, ἐχθροῖς

ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,

ὕδωρ τε Διρκαῖον, εὐ-

τραφέστατον πωμάτων

ὅσων ἵησιν Ποσει-

δᾶν ὁ γαιάοχος

Τηθύος τε παῖδες.

πρὸς τάδ᾽, ὦ πολιοῦχοι

θεοί, τοῖσι μὲν ἔξω

πύργων ἀνδρολέτειραν

κῆρα, ῥίψοπλον ἄταν,

ἐμβαλόντες ἄροισθε

κῦδος τοῖσδε πολίταις.

καὶ πόλεως ῥύτορες <ἔστ᾽ >

εὔεδροί τε στάθητ᾽

ὀξυγόοις λιταῖσιν.

οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν

Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν,

δουλίαν ψαφαρᾷ σποδῷ

ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν

περθομέναν ἀτίμως,

τὰς δὲ κεχειρωμένας ἄγεσθαι,

ἒ ἔ, νέας τε καὶ παλαιὰς

ἱππηδὸν πλοκάμων, περιρ-

ρηγνυμένων φαρέων.

βοᾷ δ᾽ ἐκκενουμένα πόλις,

λαΐδος ὀλλυμένας μιξοθρόου:

βαρείας τοι τύχας προταρβῶ.

κλαυτὸν δ᾽ ἀρτιτρόφοις ὠμοδρόποις

νομίμων προπάροιθεν διαμεῖψαι

δωμάτων στυγερὰν ὁδόν:

τί γάρ; φθίμενόν τοι προλέγω

βέλτερα τῶνδε πράσσειν:

πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,

ἒ ἔ, δυστυχῆ τε πράσσει.

ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ-

ει, τὰ δὲ καὶ πυρφορεῖ:

καπνῷ [δὲ ] χραίνεται πόλισμ᾽ ἅπαν:

μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας

μιαίνων εὐσέβειαν Ἄρης.

κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ,

ποτὶ [πτόλιν ] δ᾽ ὁρκάνα πυργῶτις:

πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ στὰς δορὶ καίνεται:

βλαχαὶ δ᾽ αἱματόεσσαι

τῶν ἐπιμαστιδίων

ἀρτιτρεφεῖς βρέμονται.

ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες:

ξυμβολεῖ φέρων φέροντι,

καὶ κενὸς κενὸν καλεῖ,

ξύννομον θέλων ἔχειν,

οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι.

τίν᾽ ἐκ τῶνδ᾽ εἰκάσαι λόγον πάρα;

παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας ],

πικρὸν δ᾽ ὄμμα <τᾶν > θαλαμηπόλων:

πολλὰ δ᾽ ἀκριτόφυρτος

γᾶς δόσις οὐτιδανοῖς

ἐν ῥοθίοις φορεῖται.

δμωίδες δὲ καινοπήμονες †νέαι:

τλήμονες εὐνὰν αἰχμάλωτον†

ἀνδρὸς εὐτυχοῦντος, αἷς

δυσμενοῦς ὑπερτέρου

ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,

παγκλαύτων ἀλγέων ἐπίρροθον.

ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,

σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν.

καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος

εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν:

σπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει πόδα.

λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,

ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν

βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν

ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται καλά.

Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος

μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ:

θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,

σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.

τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους

σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ

χαλκήλατοι κλάζουσι κώδωνες φόβον:

ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,

φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον:

λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,

πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.

τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς

βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,

ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,

ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.

τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν

κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,

οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα:

λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.

καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος

ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,

τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία τινί.

εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,

τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε

γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,

καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.

ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον

τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,

μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον

τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.

αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.

σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,

ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,

Μελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:

Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται

εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν

θεοὶ δοῖεν, ὡς δικαίως πόλεως

πρόμαχος ὄρνυται: τρέμω δ᾽ αἱματη-

φόρους μόρους ὑπὲρ φίλων

ὀλομένων ἰδέσθαι.

τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί:

Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,

γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου

μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ,

πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη:

θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν

καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς

Ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.

τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς

μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν:

ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,

φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη:

χρυσοῖς δὲ φωνεῖ γράμμασιν “Πρήσω πόλιν.”

τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,

τίς ἄνδρα κομπάσαντα μὴ τρέσας μενεῖ;

καὶ τῷδε κόμπῳ κέρδος ἄλλο τίκτεται.

τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων

ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος.

Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος,

θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα

χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν

πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη:

πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον

ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον

μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.

ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,

αἴθων τέτακται λῆμα, Πολυφόντου βία,

φερέγγυον φρούρημα, προστατηρίας

Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.

λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,

κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,

πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽

ἑδωλίων <μ᾽ > ὑπερκόπῳ

δορί ποτ᾽ ἐκλαπάξαι.

[καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις]

λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος

ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους,

πύλαισι Νηίσταισι προσβαλεῖν λόχον.

ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας

δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.

φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον,

μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.

ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον:

ἀνὴρ [δ᾽ ] ὁπλίτης κλίμακος προσαμβάσεις

στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.

βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,

ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.

καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον

πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ:

καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,

Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,

ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων

βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,

ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,

ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος

ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων.

ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ

πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει

μαινομένᾳ φρενί, τώς νιν

Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.

τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,

Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος:

ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,

ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ.

ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν

ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,

Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα

λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν:

ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος

προσηδάφισται κοιλογάστορος κύκλου.

αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει

βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόνον βλέπων.

τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον:

φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.

πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις,

πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,

εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον:

Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,

ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων

ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,

οὔτ᾽ εἶδος οὔτε θυμὸν οὔθ᾽ ὅπλων σχέσιν

μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.

ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,

ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων

θεούς: ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,

Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος

σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων:

κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.

τοιάδε μέντοι προσφίλεια δαιμόνων.

πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,

εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ:

εἰκὸς δὲ πρᾶξαι κἄνδρας ὧδ᾽ ἀντιστάτας:

Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος

σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.

πέποιθα <δὴ > τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽

ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας

δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ

δαροβίοισι θεοῖσιν,

πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.

οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,

τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος:

ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ

σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,

ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ

Διός: τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου

βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.

στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,

ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.

ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,

φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται.

οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις:

τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ

σάκει, κυκλωτῷ σώματος προβλήματι,

Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην

γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,

φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,

ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.

ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,

μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον,

Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ᾽ ἀνὴρ

μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,

πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός.

εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,

αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν:

ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.

ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,

ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,

Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου:

ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ

εἴσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,

οὐδ᾽ εἰσαμεῖψαι τεῖχος ἐχθίστου δάκους

εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος:

ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται,

πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.

θεῶν θελόντων κἂν ἀληθεύσαιμ᾽ ἐγώ.

ἱκνεῖται λόγος διὰ στηθέων,

τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,

μεγάλα μεγαληγόρων κλυούσᾳ

ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ

θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γᾷ.

ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,

ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν:

Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος

κακοῖσι βάζει πολλὰ Τυδέως βίαν:

τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,

μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,

Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,

κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον.

καὶ τὸν σὸν αὖθις προσθροῶν ἀδελφεόν,

ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,

δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος,

καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα:

“ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,

καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,

πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;

μητρός τε πηγὴν τίς κατασβέσει δίκη;

πατρὶς δὲ γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ

ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,

μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.

μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.”

τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων

πάγχαλκον ηὔδα: σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ.

οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,

βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,

ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας

πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς

δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις.

ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς

κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος:

ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.

ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ

ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ

ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,

ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν

ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,

ταὐτοῦ κυρήσας ἐκδίκοις ἀγρεύματος,

πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.

οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,

σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,

μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς

θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,

τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,

Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,

οὐχ ὡς ἄθυμον οὐδὲ λήματος κάκῃ,

ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,

εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου:

φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.

ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν,

ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,

γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει,

ποδῶκες οἶμα, χεῖρα δ᾽ οὐ βραδύνεται

παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.

θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

κλύοντες θεοὶ δικαίας λιτὰς

ἡμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ,

δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς > γᾶς

ἐπιμόλους: πύργων δ᾽ ἔκτοθεν

βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.

τὸν ἕβδομον δὴ τόν τ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις

λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει

οἵας ἀρᾶται καὶ κατεύχεται τύχας:

πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,

ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας,

σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,

ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλατῶν

φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον.

τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους

καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν

τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.

ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος

διπλοῦν τε σῆμα προσμεμηχανημένον.

χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν

ἄγει γυνή τις σωφρόνως ἡγουμένη.

Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα

λέγει “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν

ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.”

τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.

σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ:

ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων

μέμψει, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,

ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος:

ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.

ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,

μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.

ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,

τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,

εἴ νιν κατάξει χρυσότευκτα γράμματα

ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.

εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν

ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν:

ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,

οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω,

οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,

Δίκη προσεῖδε καὶ κατηξιώσατο:

οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ

οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας,

ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος

Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.

τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι

αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος;

ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,

ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος

κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.

μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ

ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ:

ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις

ἐς χεῖρας ἐλθεῖν: αἷμα γὰρ καθάρσιον.

ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,

οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.

εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ

ἔστω: μόνον γὰρ κέρδος ἐν τεθνηκόσι:

κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.

τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-

θὴς δορίμαργος ἄτα φερέτω: κακοῦ δ᾽

ἔκβαλ᾽ ἔρωτος ἀρχάν.

ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,

ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν

Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.

ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ-

νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν

αἵματος οὐ θεμιστοῦ.

φίλου γὰρ ἐχθρά μοι πατρὸς μέλαιν᾽ ἀρὰ

ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,

λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.

ἀλλὰ σὺ μὴ ᾽ποτρύνου: κακὸς οὐ κεκλή-

σει βίον εὖ κυρήσας: μελάναιγις ἐκ δ᾽

εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν

θεοὶ θυσίαν δέχωνται.

θεοῖς μὲν ἤδη πως παρημελήμεθα,

χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται:

τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;

νῦν ὅτε σοι παρέστακεν: ἐπεὶ δαίμων

λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-

λακτὸς ἴσως ἂν ἔλθοι θαλερωτέρῳ

πνεύματι: νῦν δ᾽ ἔτι ζεῖ.

ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα:

ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων

ὄψεις, πατρῴων χρημάτων δατήριοι.

πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.

λέγοιτ᾽ ἂν ὧν ἄνη τις: οὐδὲ χρὴ μακράν.

μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.

τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ.

νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.

οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.

ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;

θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.

πέφρικα τὰν ὠλεσίοικον

θεόν, οὐ θεοῖς ὁμοίαν,

παναλαθῆ, κακόμαντιν

πατρὸς εὐκταίαν Ἐρινὺν

τελέσαι τὰς περιθύμους

κατάρας Οἰδιπόδα βλαψίφρονος:

παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει.

ξένος δὲ κλήρους ἐπινωμᾷ,

Χάλυβος Σκυθῶν ἄποικος,

κτεάνων χρηματοδαίτας

πικρός, ὠμόφρων σίδαρος,

χθόνα ναίειν διαπήλας,

ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,

τῶν μεγάλων πεδίων ἀμοίρους.

ἐπειδὰν αὐτοκτόνως

αὐτοδάικτοι θάνωσι,

καὶ γαΐα κόνις πίῃ

μελαμπαγὲς αἷμα φοίνιον,

τίς ἂν καθαρμοὺς πόροι,

τίς ἄν σφε λούσειεν; ὦ

πόνοι δόμων νέοι παλαι-

οῖσι συμμιγεῖς κακοῖς.

παλαιγενῆ γὰρ λέγω

παρβασίαν ὠκύποινον:

αἰῶνα δ᾽ ἐς τρίτον μένει:

Ἀπόλλωνος εὖτε Λάιος

βίᾳ, τρὶς εἰπόντος ἐν

μεσομφάλοις Πυθικοῖς

χρηστηρίοις θνᾴσκοντα γέν-

νας ἄτερ σῴζειν πόλιν,

κρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλιᾶν

ἐγείνατο μὲν μόρον αὑτῷ,

πατροκτόνον Οἰδιπόδαν,

ὅστε ματρὸς ἁγνὰν

σπείρας ἄρουραν, ἵν᾽ ἐτράφη,

ῥίζαν αἱματόεσσαν,

ἔτλα: παράνοια συνᾶγε

νυμφίους φρενώλεις.

κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει:

τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει

τρίχαλον, ὃ καὶ περὶ πρύμ-

ναν πόλεως καχλάζει.

†μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου

τείνει πύργος ἐν εὔρει†.

δέδοικα δὲ σὺν βασιλεῦσι

μὴ πόλις δαμασθῇ.

τέλειαι γὰρ παλαιφάτων ἀρᾶν

βαρεῖαι καταλλαγαί: τὰ δ᾽ ὀλοὰ

πελόμεν᾽ οὐ παρέρχεται.

πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει

ἀνδρῶν ἀλφηστᾶν

ὄλβος ἄγαν παχυνθείς.

τίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν

θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ

πολύβατός τ᾽ ἀγὼν βροτῶν,

ὅσον τότ᾽ Οἰδίπουν τίον,

τὰν ἁρπαξάνδραν

κῆρ᾽ ἀφελόντα χώρας;

ἐπεὶ δ᾽ ἀρτίφρων

ἐγένετο μέλεος ἀθλίων

γάμων, ἐπ᾽ ἄλγει δυσφορῶν

μαινομένᾳ κραδίᾳ

δίδυμα κάκ᾽ ἐτέλεσεν:

πατροφόνῳ χερὶ τῶν

κρεισσοτέκνων [δ᾽ ἀπ᾽ ] ὀμμάτων ἐπλάγχθη:

τέκνοις δ᾽ ἀγρίας

ἐφῆκεν ἐπικότους τροφᾶς,

αἰαῖ, πικρογλώσσους ἀράς,

καί σφε σιδαρονόμῳ

διὰ χερί ποτε λαχεῖν

κτήματα: νῦν δὲ τρέω

μὴ τελέσῃ καμψίπους Ἐρινύς,

θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.

πόλις πέφευγεν ἥδε δούλιον ζυγόν:

πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα:

πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου

πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.

στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις

ἐφραξάμεσθα μονομάχοισι προστάταις:

καλῶς ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασι:

τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης

ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει

κραίνων παλαιὰς Λαΐου δυσβουλίας.

τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;

πόλις σέσωσται: βασιλέες δ᾽ ὁμόσποροι

τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου.

φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκω —

οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.

οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένω —

ἐκεῖθι κεῖσθον; βαρέα δ᾽ οὖν ὅμως φράσον.

ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.

αὑτοὺς ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα;

πέπωκεν αἷμα γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.

οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.

αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.

τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα:

πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται,

δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ

Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.

ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθόνα,

πατρὸς κατ᾽ εὐχὰς δυσπότμους φορούμενοι.

[πόλις σέσωσται: βασιλέοιν δ᾽ ὁμοσπόροιν
 πέπωκεν αἷμα γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.]

ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι

δαίμονες, οἳ δὴ Κάδμου πύργους

τούσδε ῥύεσθε,

πότερον χαίρω κἀπολολύξω

πόλεως ἀσινεῖ †σωτῆρι . .,

ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας

ἀτέκνους κλαύσω πολεμάρχους;

οἳ δῆτ᾽ ὀρθῶς κατ᾽ ἐπωνυμίαν

καὶ πολυνεικεῖς

ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ.

ὦ μέλαινα καὶ τελεία

γένεος Οἰδίπου τ᾽ ἀρά,

κακόν με καρδίαν τι περιπίτνει κρύος.

ἔτευξα τύμβῳ μέλος

Θυιὰς ὥς, αἱμοσταγεῖς

νεκροὺς κλύουσα δυσμόρως

θανόντας: ἦ δύσορνις ἅ-

δε ξυναυλία δορός.

ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπεν

πατρόθεν εὐκταία φάτις:

βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν.

μέριμνα δ᾽ ἀμφὶ πτόλιν:

θέσφατ᾽ οὐκ ἀμβλύνεται.

ἰὼ πολύστονοι, τόδ᾽ εἰρ-

γάσασθ᾽ ἄπιστον: ἦλθε δ᾽ αἰ-

ακτὰ πήματ᾽ οὐ λόγῳ.

τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος:

διπλαῖ μέριμναι, διδυμάνορα

κάκ᾽ αὐτοφόνα, δίμοιρα τέ-

λεια τάδε πάθη. τί φῶ;—

τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι πόνων

δόμων ἐφέστιοι;—

ἀλλὰ γόων, ὦ φίλαι, κατ᾽ οὖρον

ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν

πίτυλον, ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται,

μελάγκροκον ναῦν ἄστολον [ναύστολον ] θεωρίδα,

τὰν ἀστιβῆ ʼπόλλωνι, τὰν ἀνάλιον,

πάνδοκον εἰς ἀφανῆ τε χέρσον.

ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος

πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη,

θρῆνον ἀδελφοῖν: οὐκ ἀμφιβόλως

οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων

στηθέων ἥσειν ἄλγος ἐπάξιον.

ἡμᾶς δὲ δίκη πρότερον φήμης

<τῶνδε κλυούσας >

τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος

ἀχεῖν Ἀίδα τ᾽

ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν.

ἰώ. δυσαδελφόταται πασῶν ὁπόσαι

στρόφον ἐσθῆσιν περιβάλλονται,

κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς

μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.

ἰὼ ἰὼ δύσφρονες,

φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,

δόμους πατρῴους ἑλόν-

τες μέλεοι σὺν αἰχμᾷ.

μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους

ηὕροντο δόμων ἐπὶ λύμῃ.

ἰὼ ἰὼ δωμάτων

ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας

ἰδόντες, ἤδη διήλ-

λαχθε σὺν σιδάρῳ.

κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα

πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.

δι᾽ εὐωνύμων τετυμμένοι,

τετυμμένοι δῆθ᾽,

ὁμοσπλάγχνων τε πλευρωμάτων



αἰαῖ δαιμόνιοι,

αἰαῖ δ᾽ ἀντιφόνων

<δὴ > θανάτων ἀραί.

διανταίαν λέγεις [πλαγὰν ] δόμοισι καὶ

σώμασιν πεπλαγμένους, [ἐννέπω ]

ἀναυδάτῳ μένει

ἀραίῳ τ᾽ ἐκ πατρὸς

<οὐ > διχόφρονι πότμῳ.

διήκει δὲ καὶ πόλιν στόνος,

στένουσι πύργοι,

στένει πέδον φίλανδρον: μενεῖ

κτέανα τάδ᾽ ἐπιγόνοις,

δι᾽ ὧν αἰνομόροις,

δι᾽ ὧν νεῖκος ἔβα

καὶ θανάτου τέλος.

ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι

κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν.

διαλλακτῆρι δ᾽ οὐκ
 ἀμεμφεία φίλοις,

οὐδ᾽ ἐπίχαρις Ἄρης.

σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν,

σιδαρόπλακτοι δὲ τοὺς μένουσι,

τάχ᾽ ἄν τις εἴποι, τίνες;

τάφων πατρῴων λαχαί.

δόμων μάλ᾽ ἀχάεσσ᾽ ἰὰ τοὺς

προπέμπει δαϊκτὴρ γόος αὐ-

τόστονος, αὐτοπήμων,

δαϊόφρων, οὐ φιλογαθής, ἐτύμως

δακρυχέων ἐκ φρενός, ἃ

κλαιομένας μου μινύθει

τοῖνδε δυοῖν ἀνάκτοιν.

πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν

ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,

ξένων τε πάντων στίχας

πολυφθόρους ἐν δαΐ.

<ἰὼ> δυσαίων σφ᾽ ἁ τεκοῦσα

πρὸ πασᾶν γυναικῶν ὁπόσαι

τεκνογόνοι κέκληνται.

παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα

τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ-

τασαν ὑπ᾽ ἀλλαλοφόνοις

χερσὶν ὁμοσπόροισιν.

ὁμόσποροι δῆτα καὶ πανώλεθροι,

διατομαῖς ἀφίλοις,

ἔριδι μαινομένᾳ,

νείκεος ἐν τελευτᾷ.

πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ

ζόα φονορύτῳ

μέμικται: κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.

πικρὸς λυτὴρ νεικέων ὁ πόντιος

ξεῖνος ἐκ πυρὸς συθεὶς

θηκτὸς σίδαρος: πικρὸς δὲ χρημάτων

κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-

αν τιθεὶς ἀλαθῆ.

ἔχουσι μοῖραν λαχόντες, ὦ μέλεοι,

διοδότων ἀχέων:

ὑπὸ δὲ σώματι γᾶς

πλοῦτος ἄβυσσος ἔσται.

ἰὼ πολλοῖς ἐπανθίσαντες

πόνοισι γενεάν:

τελευταῖαι δ᾽ ἐπηλάλαξαν

Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου

παντρόπῳ φυγᾷ γένους.

ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις,

ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-

σας ἔληξε δαίμων.

παισθεὶς ἔπαισας.

δορὶ δ᾽ ἔκανες

δορὶ δ᾽ ἔθανες

μελεόπονος.

μελεοπαθής.

ἴτω γόος.

ἴτω δάκρυ.

πρόκεισαι

κατακτάς.

ἠέ.

ἠέ.

μαίνεται γόοισι φρήν.

ἐν δὲ καρδία στένει.

ἰὼ ἰὼ πάνδυρτε σύ.

σὺ δ᾽ αὖτε καὶ πανάθλιε.

πρὸς φίλου [γ᾽ ] ἔφθισο.

καὶ φίλον ἔκτανες.

διπλᾶ λέγειν.

διπλᾶ δ᾽ ὁρᾶν.

ἄχεα δοιὰ τάδ᾽ ἐγγύθεν.

πέλας ἀδελφέ᾽ ἀδελφεῶν.

ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τ᾽ Οἰδίπου σκιά:

μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

ἠέ.

ἠέ.

δυσθέατα πήματα

<τόνδ᾽ > ἐδέξατ᾽ ἐκ φυγᾶς [ἐμοί ].

οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν.

σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.

ὤλεσε δῆτ᾽ <ἄγαν>.

καὶ τὸν ἐνόσφισεν.

τάλαν γένος.

τάλαν πάθος.

δίπονα κήδε᾽ ὁμαιμόνων.

διέρ᾽ ἐπάλμενα πήματα.

ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τ᾽ Οἰδίπου σκιά:

μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

σὺ τοί νιν οἶσθα διαπερῶν,

σὺ δ᾽ οὐδὲν ὕστερος μαθών,

ἐπεὶ κατῆλθες ἐς πόλιν,

δορός γε τῷδ᾽ ἀντηρέτας.

ὀλοὰ λέγειν.

ὀλοὰ δ᾽ ὁρᾶν.

ἰὼ πόνος,

ἰὼ κακά,

δώμασι καὶ χθονί, [πρὸ πάντων δ᾽ ἐμοί ].

καὶ τὸ πρόσω γ᾽ ἐμοί:

ἰώ, δύστανε τῶν κακῶν ἄναξ.

ἰὼ πάντων πολυστονώτατε.

ἰώ, ποῦ σφε θήσομεν χθονός;

ἰώ, ἔνθα τιμιώτατον.

ἰὼ δαιμονῶντες ἐν ἄτᾳ.

ἰὼ πῆμα πατρὶ πάρευνον.

δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ

δήμου προβούλοις τῆσδε Καδμείας πόλεως:

Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς

θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς:

στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει,

ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ

τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.

οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν:

τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν

ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,

ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός,

εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ

τῷ τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται

θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε

στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.

οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ

ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν,

καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα

μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,

ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο.

τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει.

ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω:

ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,

ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ

θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι

ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.

δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,

μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.

τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν

ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.

τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες

λύκοι πάσονται: μὴ δοκησάτω τινί.

τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ,

γυνή περ οὖσα, τῷδε μηχανήσομαι,

κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.

καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν:

θάρσει, παρέσται μηχανὴ δραστήριος.

αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.

αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.

τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.

τράχυν᾽: ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.

ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ;

ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.

οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.

παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.

ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.

ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.

ἐγὼ δὲ θάψω τόνδε: μὴ μακρηγόρει.

ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.

ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς

Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα

γένος ὠλέσατε πρυμνόθεν οὕτως,

τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι;

πῶς τολμήσω μήτε σὲ κλαίειν

μήτε προπέμπειν ἐπὶ τύμβον;

ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι

δεῖμα πολιτῶν.

σύ γε μὴν πολλῶν πενθητήρων

τεύξει: κεῖνος δ᾽ ὁ τάλας ἄγοος

μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς

εἶσιν: τίς ἂν οὖν τὰ πίθοιτο;

δράτω <τι> πόλις καὶ μὴ δράτω

τοὺς κλαίοντας Πολυνείκη.

ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν

αἵδε προπομποί.

καὶ γὰρ γενεᾷ κοινὸν τόδ᾽ ἄχος,

καὶ πόλις ἄλλως

ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.

ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις

καὶ τὸ δίκαιον ξυνεπαινεῖ.

μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν

ὅδε Καδμείων ἤρυξε πόλιν

μὴ ʼνατραπῆναι μηδ᾽ ἀλλοδαπῶν

κύματι φωτῶν

κατακλυσθῆναι τὰ μάλιστα.