Παντί τῳ προῦπτόν ἐϲτιν, ὡϲ ἡ ϲύντομοϲ ἑρμηνεία μετὰ τῆϲ δεούϲηϲ
ϲαφηνείαϲ πολλῷ κρείττων καθέϲτηκε τῆϲ οὐχ οῦτωϲ ἐχούϲηϲ φράϲεωϲ.
ὅθεν κατὰ δύναμιν τὴν ἰδίαν πειραϲόμεθα. τὸν περὶ τῶν ἀντωνυμιν 
λόγον διεξιόντεϲ, τὰ μὲν παρέλκοντα παραπέμπεϲθαι, τὰ δὲ ἐλλείποντα
προϲαναπληρῶϲαι, τὰ δὲ μακροπεριοδεύτωϲ ὑπ᾿ ἐνίων εἰρημένα ἀνελλιπῶϲ
ἐπιτομώτερον φράϲαι.

Ἀρκτέον δὲ ἀπἀ τῆϲ κλήϲεωϲ, ἐπεὶ παρά τιϲι διάφοροϲ. Τὸ μὲν
 οῦν πάνταϲ παρατίθεϲθαι διεψευϲμένου ἐϲτὶ τὸ ἐπάγγελμα, τὸ δὲ τοὺϲ 
ἐλλογίμουϲ οὐκέτι.

Ἀρίϲταρχοϲ λέξειϲ κατὰ πρὸϲωπα ϲυζύγουϲ ἐκάλεϲε τὰϲ ἀντωνυμίαϲ.
Ὧι καὶ ἀντίκειται τὸ μὴ ἴδιον εἶναι τοῦτο τῶν ἀντωνυμιῶν· ἰδοὺ
γὰρ καὶ τὰ ῥήματα. μᾶλλον γὰρ αὐτῶν ὁ ὅροϲ· καὶ γὰρ κατὰ πᾶν πρόϲωπον
ἀκολουθεῖ, αἱ δὲ ἀντωνυμίαι οὐχ οὕτωϲ, ὡϲ είρήϲεται.

Ἀλλὰ μὴν οὐδὲ κατὰ τὸν τοῦ Τροιζηνίου Διονυϲοδώρου λόγον παρονομαϲίαϲ
κλητέον, ἐπεὶ καὶ ἄλλα ἔν τιϲι παρονομάζεται· πετρώδηϲ
ηε γὰρ καὶ ἐργατίνηϲ. καὶ ἴϲωϲ οὐκ ἄλλαι τινὲϲ παραληφθήϲονται
ἢ αἱ κτητικαί, ἐπεὶ ἡ ἐγὠ καὶ ἡ νῶι καὶ πᾶϲαι αἱ πρωτότυποι θεματικαί.

εἰ τὰ ὡριϲμένα ϲεϲημείωται, αἱ δὲ ἀντωνυμίαι ὡριϲμένα πρόϲωπα
παριϲτᾶϲιν, οὐκ ἀπιθάνωϲ ὁ Τυραννίων ϲημειώϲειϲ αὐτὰϲ ἐκάλεϲεν.
Ἀλλ᾿ ἴϲωϲ ἐλλειπὲϲ τὸ τοιοῦτον· οὐδὲν γὰρ τῶν παρακολουθούντων 
αὐταῖϲ παρίϲτηϲιν.

Οὐδὲ μὴν ϲυγκαταθετέον ἐϲτὶ τοῖϲ ὁριζομένοιϲ· ἀντώνυμόν ἐϲτι
μέροϲ λόγου ἀντ᾿ ὀνόματοϲ παραλαιβανόμενον. Οἱ γὰρ ὅροι τῶν
γενικῶν ἐμπεριεκτικοί εἰϲιν ν, οὐ μὴν τῶν ἰδικῶν. ὁ γοῦν ὅροϲ ὁ τοῦ
ἀνθρώπου οὐ τὸν ἰδικόν, τὸν δὲ γενικὸν ϲημαίνει. καὶ νῦν ἀντώνυμόν
ἐϲτι τὸ ἰδικόν ν, τὸ ἐγώ, τὸ ϲύ, ἀντωνυμία δὲ τὸ ὅλον ν, τουτέϲτι τὸ
 γενικόν· ὥϲπερ ἀμφιβολία καὶ ἀμφίβολον, ϲυνωνυμία καὶ ϲυνώνυμον, 
διωνυμία καὶ διώνυμον, ὁμωνυμία καὶ ὁμώνυμον. τὸ γὰρ οὐκερῶ
ἀμφίβολον· τό τε Αἴαϲ, ἐπὶ τοῦ Αοκροῦ παραλαμβανόμενον καὶ τοῦ
Τελαμωνίου, ὁμώνυμον. Ἀλλ᾿ ἴϲωϲ φήϲει τιϲ παράλογον τὸ λέγειν
ἀντωνυμίαν τὸ ἐγώ δέον γὰρ ἀντώνυμον. Ἦν δ᾿ ἂν παράλογον,
 εί μὴ τοῖϲ γενικοῖϲ πολλάκιϲ ϲυνεχρώμεθα ἀντὶ τῶν ἰδικῶν, τὸ ζῷον 
τιθέντεϲ ἐπ᾿ ἀνθρώπου, καὶ ἐπὶ τοῦ φοίνικοϲ τὸ φυτόν. τοιοῦτον οὖν
καὶ τὸ προκείμενον.

Ἐκφεύγοντάϲ φαϲι τὸ Αἰολικὸν τοὺϲ περὶ Κομανὸν ἀντωνομαϲίαϲ
καλεῖν, εἴγε τὸ μὲν ὄνυμα οὐ κοινόν, τὸ δὲ ὄνομα. Ναί, ἀλλά, φαϲι,
 καὶ ἄλλα κατὰ τὸ ἔθοϲ ὀθνεῖα παρειϲῆλθεν, ὡϲ τὸ Εὔξεινοϲ πόντοϲ
Ἰακῶϲ τῷ ῑ πλεονάϲαν ὅ τε ἀπηλιώτηϲ διὰ ψιλοῦ ϲυναλειφθείϲ, ὅπερ
ϲυνεχὲϲ παῤ Ἴωϲι· τό τε ξενοδοκεῖον καὶ πανδοκεῖον· ἄλλα μυρία.
Ἀλλὰ καὶ τοῦτο εὐδιάϲειϲτον. εἰ γὰρ τὰ παρειϲδύοντα τῶν διαλέκτων 
οὐκ ἐν τῷ καθόλου, ἅπαξ δέ που (ἰδοὺ γὰρ κακόξενοϲ καὶ φιλόξενοϲ,
 ἄξενοϲ, ἓν δέ ἐϲτι τὸ εὔξεινοϲ· καὶ ἄφοδοϲ καὶ ἀφοριϲμόϲ καὶ ἀφορία,
ἓν δὲ τὸ ἀπηλιώτηϲ), χρῆ ν ἄρα καὶ τὴν ἀντωνυμίαν ἅπαξ εἰρῆϲθαι,
καὶ τὰ ὑπολειπόμενα ἔχειν κατὰ τὴν κοινὴν ἐκφοράν, λέγω δὲ διὰ τοῦ ο.
νῦν δὲ οὐδαμῶϲ ἔϲτιν ἐπινοῆϲαι· πολυώνυμοϲ γὰρ καὶ διώνυμοϲ. πῶϲ 
 
 

 
δὲ οὐχὶ γελοίωϲ Αίολικὸν εἰρήϲεται τὸ ἱερώνυμοϲ καὶ ἔτι τὸ ὁμώνυμοϲ,
δαϲυνόμενα;

Λεκτέον οὖν, ὡϲ καὶ ἐπ’ ἄλλων μυρίων κατὰ τὰϲ ϲυνθέϲειϲ μεταβολαὶ
γίνονται φωνηέντων , καὶ ἐπὶ τοῦ ὀνόματοϲ τὸ αὐτό. τὸ ἄνεμοϲ
διὰ τοῦ η ποδήνεμοϲ, καὶ ἔτι τὸ ἄγειν φορτηγόϲ, ϲτρατηγόϲ· τό 
τε ἀνήρ ἀντήνωρ· τὸ τε α τῶν οὐδετέρων ο γίνεται, γηροκόμοϲ, κρεοπώληϲ,
 χρεοφείληϲ. τὰ δύο διὰ τοῦ ῑ, δύο μῆνεϲ δίμηνοϲ, δίπηχυϲ.
καὶ τὸ ὄνομα οὖν τὸ μὲν ἄρχον ο ω ποιεῖ, τὸ δὲ παραλῆγον
υ· ϲυνώνυμον γὰρ καὶ φερώνυμον, αὐτό τε τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον
ἀντωνυμία ἂν κληθείη. Τὸ δὲ ἀντωνομαϲία, πρὸϲ τῷ 
καὶ τρόπου ὄνομα δηλοῦν , καὶ τὸ ὀνομάϲαι ἔχει ἐγκείμενον , καθὸ καὶ
τῷ χειμάϲαι τὸ χειμαϲία παράκειται · ὅπερ οὐκ ἐπιζητεῖ τὸ ϲημαινόμενον.

ῦἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ ἄρθρα καλοῦϲι καὶ τὰϲ ἀντωνυμίαϲ, διαφέροντα
δὲ τῶν παρ’ ἡμῖν ἄρθρων, ἡ ταῦτα μὲν ὡριϲμένα, ἐκεῖνα δὲ ἀοριϲτώδη.
καὶ ὃν τρόπον, φαϲί, τὸ ἄρθρον διχῶϲ νοεῖται τε γὰρ ϲυμβολὴ τῶν 
κώλων, ἐν ὧ φαμεν ἔξαρθρον, καὶ αὐτὸ τὸ κῶλον, ἐν ῷ φαμεν
μεγάλοιϲ ἄρθροιϲ κεχρῆϲθ αι τὸν δεῖνα), οὕτω καὶ τὸ ἐν τῷ λόγῳ ἄρθρον
τὸν αὐτὸν τρόπο ν. - καὶ Ἀπολλόδωροϲ ὁ Ἀθηναῖοϲ καὶ ὁ Θρᾷξ
Διονύϲιοϲ καὶ ἄρθρα δεικτικὰ τὰϲ ἀντωνυμίαϲ ἐκάλεϲαν.

Ϲυνη γορεῖ δὲ αὐτοῖϲ ὁ λόγοϲ, καθὸ αἱ ἀντωνυμίαι καὶ ἀναφορικῶϲ 
λαμβάνονται, καὶ τὰ ἄρθρα δὲ ἀναφορὰν δηλοῖ. — τὰ ἄρθρα ἀνθυπάγεται
ταῖϲ ἀντωνυμίαιϲ, προτακτικὰ μέν·
 
 ὁ γὰρ λθε (Α 12). 
 τοῦ δ’ αὐτοῦ λυκάβαντοϲ (ξ 161), 
 καὶ τῷ νήδυμοϲ ὕπνοϲ (ν 79), 
 ἀλλ’ ἄρα καὶ τόν 
 Ἥρη (1 96) 
 
 ὑποτακτικὰ δέ·
 
 ἀλλὰ καὶ ὃϲ δείδοικεν (φ 198). 
 Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέραϲ ἐϲτὶ θανόντων ( ψ 9)· 
 
καὶ θηλυκά·
 
 

 
 
 ὣϲ ἡ ῥίμφα θέουϲα (ν 88), 
 
καὶ
 
 εἵνεκα τῆϲ ἀρετῆϲ (β 206) 
 
καὶ ἀντὶ τῆϲ αὐτόϲ
 
 ὁ δὲ προϲέειπεν ἄνακτα (ξ 36), 
 ἡ δὲ χιτῶν’ ἐνδῦϲα (ε 730. Θ 387).— 
 
ἔτι καὶ αἱ φωναὶ ὁμολογοῦϲι. δαϲύνεται γὰρ τὰ τῶν ἀντωνυμιῶν τρίτα
πρόϲωπα, ἕ, οἱ· καὶ τὰ τοιαῦτα τιῶν ἄρθρων δαϲύνεται, ἡ, οἱ. — πρὸϲ
τούτοιϲ αἱ ἀντωνυμίαι κλητικὰϲ οὐκ ἔχουϲιν ἐν τῷ πρώτῳ καὶ τρίτῳ ·
 τοιαῦτα δὲ καὶ τὰ ἄρθρα . τρίτου προϲώπου νοούμενα· τὸ γὰρ ὦ οὐκ
ἄρθρον. τὰ εἰϲ φωνῆεν λήγοντα ἐπ’ εὐθείαϲ καὶ κατὰ ἄρϲενοϲ λαμβανόμενα
ἀντωνυμίαι είϲίν, ἐγώ, ϲύ· τοιοῦτο καὶ τὸ ὁ. — τὸ τημοῦτοϲ 
τὸ αὐτὸ μέροϲ λόγου ἐϲτὶ καὶ τὸ τῆμοϲ, καὶ τὸ τημόϲδε, καὶ καθόλου
ἡ ἐπέκταϲιϲ εἰϲ τὸ αὐτὸ μέροϲ λόγου προάγεται· καὶ κατὰ τοῦτο οὖν
 τὸ αὐτὸ μέροϲ λόγου τὰ ἄρθρα καὶ αἱ ἀντωνυμίαι, καθὸ ἀπὸ τοῦ ὁ
τὸ οὐτοϲ καὶ ὅδε παρείλκυϲε, καὶ ἔτι ἀπὸ τῆϲ γενικῆϲ τῆϲ τὸ τ ἐχούϲηϲ
τὸ τούτου καὶ τοῦδε, καὶ ἀπὸ οὐδετέρου, ὅπερ μόνον ἀπὸ τοῦ τ ἤρξατο
κατὰ τὴν εὐθεῖαν, τὸ τοῦτο. μονοπροϲωποῦϲι καὶ εἰϲ ο λήγουϲι 
κατὰ τὸ οὐδέτερον αὐτό, ἐκεῖνο· οὕτωϲ   ἔχει καὶ τὸ τό οὐδέτερον.

Δεκτέον δέ, ὡϲ ἡ τοιαύτη ϲυνηγορία εὐπαράκρουϲτοϲ. οὐ γάρ, εἶ
τί τινι κατά τι κεκοινώνηκε, τοῦτο πάντωϲ ἐκείνῳ ταὐτόν ἐϲτιν. πρόϲωπα
παριϲτᾶϲιν αἱ ἀντωνυμίαι, ἀλλὰ καὶ τὰ ῥήματα· καὶ οὐ τὸ αὐτὸ μέροϲ
λόγου. γένοϲ ἐπιδέχεται τὸ ἐμόϲ, ἀλλὰ καὶ τὸ καλόϲ· ἀλλ’ οὐ τὸ αὐτό.
καὶ τί λέγω ἐπὶ λέξεωϲ: ἐπὶ παντὸϲ γὰρ φυϲικοῦ τοῦτο. ζῳότητοϲ
 μετέχει ὁ ἄνθρωποϲ, ἀλλὰ καὶ τὰ ἄλλα ζῷα· καὶ οὐ ταὐτὸν θεὸϲ καί τε 
ἄνθρωποϲ· καὶ ἐπ’ ἄλλων ἀπείρων. ῦὐκ ἂν οὖν, ἐὰν ἀναφορὰν
ϲημαίνῃ ἡ ἀντωνυμία, πάντωϲ ἂν εἴη ἄρθρον, ἐπεὶ καὶ τὰ ἄρθρα ἀναφορὰν
ϲημαίνει. Τί δὲ μᾶλλον αἱ ἀντωνυμίαι ἄρθρα ἧπερ τὰ ἄρθρα ἀντωνυμίαι,
ἄλλωϲ τε καὶ τὸ ὅτε ἀναφορικόν, καὶ οὐ πάντωϲ ἄρθρον.

Οἶμαι δὲ καὶ τὸ ὑπὸ τῶν Ϲτωικῶν καλεῖϲθαι αὐτὰ ἀοριϲτώδη ὑπό τι
 
 

 
 μαχόμενον. ἀόριϲτον μὲν γὰρ τὸ ἄνθρωποϲ παρεγένετο. πᾶϲα γὰρ
ἀναφορὰ γνώϲεωϲ προῦφεϲτώϲηϲ ἐϲτὶ ϲημαντική, τὸ δὲ γινωϲκόμενον
ὥριϲται. πῶϲ οὑν ἀοριϲτώδη τὰ ἄρθρα, ἀναφορὰν δηλοῦντα; Ἀλλ’ εἰ καὶ
φήϲει τιϲ ἀόριϲταεἰναιἐν τῷ ὁ περιπατ τὧν κινεῖταικαὶἐν τοῖϲὁμοίοιϲ,
φήϲομεν ὅτι μᾶλλον ὡριϲμένα εἰρήϲεται ἀπὸ τῶν ἀναφοράν ϲημαινόντῶν. 
Ἴϲωϲ οὑν πρὸϲ τὴν ϲύγκριϲιν τῶν ἀντωνυμιῶν , πάντοτε ὁριζομένων,
 ταῦτα ἐκάλεϲαν ἀοριϲτώδη.

Κάκεῖνο δ’ εὔηθεϲ τὸ λέγειν, ἄρθρα ἀντὶ ἀντωνυμιῶν, καὶ διὰ
τοῦτο ἵν μέροϲ λόγου. — πρῶτον οὐκ εἰ τι ἀντί τινοϲ παραλαμβάνεται,
εὐθέωϲ ταὐτὸν ἐκείνῳ ἐϲτίν. ἰδοὺ γὰρ 
 
 Ἕκτορι δίῳ (H 75) 
 
ἀντὶ τοῦ ἐμοί, καὶ οὐ ταὐτό, καὶ τὸ
 
 καρπῷ βριθομένη (Θ 307) 
 
ἀντὶ τοῦ βρίθεται καὶ ὁ εἴ ϲυναπτικὸϲ ἰϲοδυναμεῖ τῷ ἀκολουθεῖ ῥήματι,
 ἀκολουθεῖ τῷ ἡμέραν εἰναι καὶ φῶϲ εἰναι — εἰ ἡμἐρα ἐϲτί, 
φῶϲ ἐϲτί. (τὸ γὰρ
 
 ὅ μοι γέραϲ ἔρχεται (Α 120) 
 
οὐ πάντωϲ ἄρθρον ἀντὶ αίτιώδουϲ ϲυνδέϲμου τοῦ ὅτι ἴϲωϲ γὰρ ἀπεκόπη
ὁ αἰτιώδηϲ.)

Τό δὲ πάντων μεῖζον· μεγάλην ἀϲθένειαν διὰ τὴν ἰδίαν ἀπειρίαν 
τοῦ ποιητοῦ καταγγέλλουϲι, φάϲκοντεϲ τοϲαῦτα ϲχήματα ἄρθρων ἀντὶ
ἀντωνυμιῶν παραλαμβάνειν. τὸ γὰρ μὴ ταῖϲ κατὰ φύϲιν λέξεϲι κεχρῆϲθαι
 κακία. Ἐλελήθει οὖν αὐτούϲ ἡ ὁμοφωνία τῶν ἄρθρων καὶ τῶν
ἀντωνυμιῶν. ἡ γὰρ προκειμένη παραγωγὴ ὡϲ ἀπὸ τῶν ἄρθρων πίϲτιϲ
γίνεται τοῦ ὁμοφωνεῖν τὰ ἄρθρα ταῖϲ ἀντωνυμίαιϲ. εί γὰρ τὸ τηλικοῦτοϲ 
ὄνομα, ⟨καθότι⟩ καὶ τὸ τηλίκοϲ ὄνομα τοῦ αὐτοῦ παραϲτατικόν, ὡϲαύτωϲ
καὶ ⟨τὸ⟩ τηλικόϲδε, τό ⟨τε⟩ τημοῦτοϲ καὶ τὸ τημόϲδε ἐπιρρήματα , καθότι
καὶ τὸ τῆμοϲ, τηνικαῦτα καὶ τηνικάδε· παντὶ προῦπτον ὅτι, εἰ τὸ οὑτοϲ
 
 

 
καὶ ὅδε καὶ τούτου καὶ τοῦδε ἀντωνυμίαι, ἀντωνυμίαι ἄρα καὶ τὸ ὅ καὶ 
τὸ τοῦ, ὅτε οὕτω παραλαμβάνονται. — εἰ δὲ ταράϲϲονται διὰ τὴν ὁμοφωνίαν,
μηδὲ τὸ ὅϲ ἄρθρον λεγέτωϲαν ὑποτακτικόν, ὅτι καὶ ϲύναρθρον
ἀντωνυμίαν ϲημαίνει, καὶ ἀόριϲτον μόριον ἐν τῷ ὃϲ ἂν ἔλθ η μεινάτω
 με, καὶ ἴϲον τῷ οὐτοϲ παρὰ Ἀττικοῖϲ, ὡϲ Πλάτων ἦ δ’ὅϲ ἀντὶ τοῦ
ἔφη δὲ οὖτοϲ. καὶ μακρὸν ἂν εἴη τὸ νῦν ὑπὲρ ὁμοφωνίαϲ διαλαβεῖν.

Οὐκ ἐπεὶ δὲ ἐγκλίϲεωϲ ἀμοιρεῖ ἥδε ἡ ϲύνταξιϲ τῶν ἀντωνυμιῶν, 
πάντωϲ ἐπιλήψεωϲ τεύξεται. οὐδὲ γὰρ πᾶϲα ἀντωνυμία τὸν διϲϲὸν τόνον
ἀνεδέξατο. ἄλλωϲ τε ὅϲαι γένουϲ ἐμφαντικοί εἰϲιν . αὗται μόνωϲ ὀρθότονοι
 (περὶ γὰρ τῆϲ αὐτόϲ ἐν τῷ ἰδίῳ τόπῳ εἰρήϲεται). ὀρθῶϲ ἄρα
καὶ αἱ προκείμεναι ἀνέγκλιτοι καθεϲτᾶϲι.

Κἀκεῖνο δὲ προϲθετέον, ὡϲ αἱ μὲν ἀντωνυμίαι ἀντ’ ὀνομάτων,
τὰ δὲ ἄρθρα μετ’ ὀνομάτων. πῶϲ οὖν ἓν μέροϲ λόγου τὸ μετά τινοϲ
καὶ ἀντί τινοϲ, Αἱ ἀντωνυμίαι μετὰ ῥήματοϲ αὐτοτέλειαν ποιοῦϲιν, 
 αὐτὸϲ γράφει, ϲὺ γράφειϲ· τὰ δὲ ἄρθρα οὖ Τὰ ἄρθρα ὑποτακτικά
ἐϲτι τῆϲ εὐθείαϲ, αἱ δὲ ἀντωνυμίαι εὐθείαϲ οὐϲαι οὔποτε ὑποτακτικαί.
Τῶν ἀντωνυμιῶν μεταλήψειϲ γίνονται εἰϲ ὀνόματα ῆ εἰϲ τὰϲ
ἰϲοδυναμούϲαϲ, λέγω δὲ τὴν ἕ καὶ ἵ καὶ τὴν οῖ , ὅτε εἰϲ τὴν αὐτόϲ ἢ
αὐτῷ ἢ αὐτόν μεταλαμβάνονται· τὰ δὲ ἄρθρα ἀμετάληπτα εἰϲ ταῦτα
 τὸ γὰρ
 
 ὁ δὲ προϲέειπεν (ξ 36) 
 
ἐδείχθη ὡϲ ὁμοφωνεῖ μόνον τῷ ἄρθρῳ, οὐκ ἔϲτι δὲ αὐτὸ ἄρθρον. —
Ἔτι ἡ αὐτόϲ μετὰ ἄλληϲ ἀντωνυμίαϲ παρατεθεῖϲα μόνον ἐπιτείνει τὰ
τῆϲ ἀντιδιαϲτολῆϲ, ἐμοῦ αὐτοῦ, ϲοῦ αὐτοῦ, ϲοὶ αὐτῷ· τοῖϲ δὲ
 ἄρθροιϲ παρακειμένη ἐπίταϲιν μὲν οὐ ϲημαίνει, δὶϲ δὲ ἀναφοράν, ὁ
α ὐτόϲ, τοῦ αὐτοῦ. πῶϲ οὑν ἕν μέροϲ λόγου;

Φήϲει τιϲ· καὶ ἡ ἐγώ πολλὴν ἔχει διαφορὰν πρὸϲ τὴν ἐμόϲ, καὶ
ἓν μέροϲ λόγου. Ἀλλ’ ἐμπίπτει εἰϲ τὸ γενικόν, τὸ ἀντ’ὀνόματοϲ παραλαμβάνεϲθαι, 
τό τε τὰ πρόϲωπα πάντοτε ὁρίζειν τοῦ κτηϲαμένου, τὸ
 οὐϲίαϲ παραϲτατικὸν εἶναι. τὰ δὲ ἄρθρα οὔτε ἀντ’ ὀνόματοϲ . οὕτε
ὁρίζει πάντοτε τὰ πρόϲωπα, οὔτε οὐϲίαν παρίϲτηϲιν· ὥϲτε οὐκέτι ἐν
ἰδικῇ διαφορᾶ, ἀλλὰ γενικῇ.

Ϲαφὲϲ δὲ ὅτι καὶ οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ αὐτὸ μόνον τῷ αὐτῷ ὀνόματι
προϲκεχρημένοι εἰϲίν, οὐκέτι δὲ καὶ τῷ πράγμ⟨ατι⟩. καὶ γὰρ ὅτε παραλαμβάνουϲιν
 ἕνεκα ὑποδείγματοϲ ἄρθρον ⟨τὸ⟩ ἐπὶ ϲώματοϲ, πολὺ διέϲτηκε·
πόθεν γὰρ ἁρμογή τε καὶ κῶλον τὸ αὐτό: Ἄμεινον οὖν χωρίζονταϲ
τὸ μὲν καλεῖν ἄρθρον , καθότι πἄντοτε ἐναρμόνιον πτωτικῷ, τὸ 
δὲ καλεῖν ἀντωνυμίαν, ὅτι ἀντ’ ὀνόματοϲ τίθεται.

Οὐ γὰρ ἰϲωνυμίαν, ὥϲ τινεϲ· οὐ γὰρ τὰ ἴϲα παρακολουθεῖ τῷ
ὀνόματι καὶ τῇ ἀντωνυμίᾳ. τὸ μὲν γὰρ ἀμοιρεῖ δείξεωϲ, ποιότητά τε
 ἐπαγγέλλεται· αἱ δὲ δεῖξιν ἔχουϲι μετὰ προϲώπων ἀκολουθίαϲ, οὐϲίαν
τε μόνον δηλοῦϲιν.

Ὁριϲτέον οὑν τὴν ἀντωνυμίαν ὡδε· λέξιν ἀντ’ ὀνόματοϲ προϲώπων
ὡριϲμένων παραϲτατικήν, διάφορον κατὰ τὴν πτῶϲιν καὶ ἀριθμόν,
ὅτε καὶ γένουϲ ἐϲτὶ κατὰ τὴν φωνὴν ἀπαρέμφατοϲ.

Ὅτι μὲν οὖν ἀντ’ ὀνόματοϲ, παντί τῳ δῆλον. Διὰ τί δὲ ἀντὸνομάτων,
καὶ ποίων ὀνομάτων , εἰρήϲεται μετ’ ὀλίγον. Ὡϲ δὲ καὶ 
 ὁρίζει τὰ πρόϲωπα, ῥητέον.

Πᾶϲα ἀντωνυμία ἢ δεικτική ἐϲτιν ἢ ἀναφορική, αἱ κατὰ πρῶτον
 
 
 

 
καὶ δεύτερον μόνωϲ δεικτικαί, αἱ κατὰ τὸ τρίτον καὶ δεικτικαὶ καὶ ἀναφορικαί,
⟨ὅϲαι γένουϲ εἰϲὶ παραϲτατικαί,⟩ ἐκεῖνοϲ, ὅδε, οὺτοϲ, ὑπεϲταλμένηϲ
τῆϲ αὐτόϲ, ἥτιϲ πάλιν δεικτικὴ γίνεται ϲυνταϲϲομένη ταῖϲ δεικτικαῖϲ
ἀντωνυμίαιϲ. αἱ ὑπολειπόμεναι ἀναφορικαί, ῆ τε ἵ, οὐ, οἶ , ἕ. εἰ οὑν
 τὰ δεικνύμενα ὁρίζεται , καὶ τὰ ἀναφερύμενα γνῶϲιν ἐπαγγέλλεται προῦφεϲτῶϲαν,
ὅ ἐϲτι πάλιν πρόϲωπον ὡριϲμένον, ὀρθῶϲ ἄρα ὡριϲμένωνπροϲώπων 
παραϲτατικὴ ἡ ἀντωνυμία.

Φήϲει τιϲ· τί οὑν: οὐχὶ καὶ τὰ ῥήματα ὁρίζει» Ἀλλ’ οὐ πάντα.
τὰ γὰρ τρίτα τούτων ἀόριϲτα. γράφει γάρ, τίϲ; καὶ περιπατεῖ, τίϲ;
 καὶ οὐκ ἄλλωϲ ὁριϲθήϲεται ἢ ταῖϲ ἀντωνυμίαιϲ, γρά φει ἐκεῖνοϲ,
γράφει ὅδε. — Ἀλλ’ ἴϲωϲ καὶ τὰ κύρια ὁρίζει, μάχεται Αἴαϲ, περιπατεῖ
Δίων ». Ἀλλὰ καὶ ταῦτα ὑπὸ τῆϲ ὁμωνυμίαϲ πολλάκιϲ ἀμφιβάλλεται. 
ὁρίζεται γοῦν ἐν τῷ

ἀλλά περ οἰοϲ ἴτω Πελαμώνιοϲ ἄλκιμοϲ Αἴαϲ (M 349. 362)
 διὰ τῆϲ ἐπιφορᾶϲ τοῦ Τελαμώνιοϲ. πῶϲ οὑν τὸ ὁριζόμενον ὑπὸ ἑτέρου
ὁριϲτικὸν ἔτι κεκλήϲεται, ἡ μέντοι ἀντωνυμία οὔτε ἀναφορικῶϲ νοουμένη
οὔτε δεικτικῶϲ παραλαμβανομένη ἀμφιβάλλεται.

Ἴϲωϲ τιϲὶ δόξει τὸ
 
 κεῖνοϲ δαὐ περὶ κῆρι μακάρτατοϲ (ζ 158) 
 
 ἀντικεῖϲθαι. οὕτε γὰρ δεικτικόν, οὔτε ἐπί τι ὁριζόμενον ἀναφέρεται.
Ἀλλ’ ἡ ἀναφορὰ ὡϲ ἐπί τι πρόϲωπον πάντωϲ ἐϲόμενον λαμβάνεται, ὅπερ 
εὐφημιζόμενοϲ προληπτικῶϲ ἀνεφώνηϲεν. A Ἀλλὰ μὴν καὶ τὸ
 
 οὑτοϲ ἀνὴρ νῦν δὴ ξυμβλήμενοϲ (ω 260) 
 
τοῖϲ αὐτοῖϲ ἐγκλήμαϲιν ὑποπίπτει. » Ἀλλ’ ἡ ὑπερβολὴ τῆϲ πρὸ ὀλίγου
 ἀποϲτάϲεωϲ διὰ τῆϲ ἀντωνυμίαϲ ἐπεδείκνυτο, ὡϲ εί ἔλεγεν ὁ ἔτι ὑπὸ
τὴν ὄψιν μου ὤν ».

Ὅτι δὲ κατὰ πτῶϲιν καὶ ἀριθμὸν διάφοροϲ ἡ ἀντωνυμία , δῆλον
ἐντεῦθεν. Ποία γὰρ ἀκολουθία τῆϲ ἐγώ πρὸϲ δυῖκὸν τὸ νῶι, ἢ τῆϲ 
 
 

 
νῶι πρὸϲ τὸ ἡμεῖϲ; καίτοι καθϲλικοῦ ὄντοϲ τοῦ τὰ δυϊκὰ ⟨ἐν⟩ παντὶ
πτωτικῷ διὰ τοῦ αὐτοῦ ϲυμφώνου ἐκφέρεϲθαι τῷ ἰδίῳ πληθυντικῷ.
καὶ οὐκ ἀντίι.ειται τὰ δυϊκὰ ἄρθρα ἰδοὺ γὰρ Δωριεῖϲ τοί καὶ ταί,
ἀφοῦ τὸ τώ δυικὸν καὶ τά. τὸ γοῦν μεγάλοι, ἑτερόπτωτον ὸν τοῦ μέγαϲ,
ὀρθῶϲ ἐπὶ τοῦ δυικοῦ τὸ λ ἐφύλαξε, 
 
 καλὼ καὶ μεγάλω ϲὺν τεύχεϲιν ( C 518).— 
 
Ἔτι γε μὴν ἡ ἐμοῦ πρὸϲ τὴν ἐγώ ἀντίκειται, πρόϲ τε τὴν δοτικήν,
εἴγε πᾶϲα γενικὴ ἰϲοϲύλλαβοϲ ὁμοτονεῖ τῇ δοτικῇ, ἀλλ’ ἡ μὲν ἐμοί
ὀξύνεται, ἡ δὲ ἐμοῦ περιϲπᾶται. οὐδεμία αἰτιατικὴ ἑνικὴ εἰϲ ε λήγει
ἀνακόλουθοϲ ἄρα ἡ ἐμέ. οὐδεμία δοτικὴ μακροκατάληκτοϲ ὀξύνεται· 
πῶϲ οὑν ἡ ἐμοί καὶ ἡ ϲοί:— ἀλλ’ οὐδ’ ὅλωϲ δοτικὴ μονοϲύλλαβοϲ
ἀξύνεται, πᾶϲαι δὲ περιϲπῶνται, μνᾶ, γῇ· πῶϲ οὑν ἡ ϲοί; — οὐδὲν
 δυϊκὸν εἰϲ μόνον ῑ λήγει· πῶϲ οὑν νῶι καὶ ϲφῶι, εἶ τι είϲ ω λήγει,
θηλυκόν ἐϲτι· πῶϲ οὑν ἐγώ: — τὰ εἰϲ υ ἡ ῑ οὐδέτερα, δόρυ, μέλι·
πῶϲ οὑν ϲύ. ἵ ἐπὶ τῶν τριῶν γενῶν;

Τῶ δὲ λέγειν, .αἱ μονοϲύλλαβοι γενικαὶ εἰϲ ου λήγουϲαι προϲθέϲει
τοῦ ϲ εὐθεῖαι γίνονται, καὶ διὰ τοῦτο τὸ ϲοῦ πάλιν ἀνακόλουθον,
εὔηθεϲ· ἰδοὺ γὰρ τὸ τοῦ. ἀλλ’ εἰ λέγοι τιϲ ἐπ’ ὀνομάτων. οὐδὲ τὸ ϲοῦ
ὄνομα. ἄμεινον οὑν οὕτω τὰ εἰϲ δίχρονα ϲυνεϲταλμένα λήγοντα οὔποτε
 ἰϲοϲυλλαβεῖ· πῶϲ οὑν ἀπὸ τοῦ ϲύ τὸ ϲοῦ; — Μυρίοιϲ ἔϲτιν ἐπιχει 
ροῦντα κανόϲι δεῖξαι, ὡϲ οκ ἀκόλουθοί εἰϲιν αἱ ἀντωνυμίαι, θέματα
δὲ ἴδια κατὰ ἀριθμὸν καὶ πρόϲωπον καὶ πτῶϲιν.

Πρόϲκειται δέ ὅτε καὶ κατὰ φωνὴν γένουϲ εἰϲὶν ἀπαρέμφατοι»,
διὰ τὰϲ καλουμέναϲ παραγωγούϲ, ἐπεὶ αὑταί διὰ τῆϲ φωνῆϲ τὸ ἔξωθεν
 πρόϲωπον διαϲτέλλουϲι, καὶ διὰ τοῦτο ἀκόλουθοι κατὰ ἀριθμὸν καὶ 
κατὰ πτῶϲιν. αἱ μέντοι πρωτότυποι διὰ μὲν τῆϲ φωνῆϲ γένουϲ ἀδιάϲτολοί
εἰϲι πάντοτε κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον, διὰ δὲ τῆϲ ὑπ’ αὐτῶν
δείξεωϲ ἡ τῶν γενῶν διαϲτολὴ παρεμφαίνεται· ϲυνεξηγούμενον
γὰρ ἔχει τὸ γένοϲ ἡ δεῖξιϲ. ὅθεν καὶ μοναδικαὶ καλοῦνται, ἐπεὶ διὰ
μιᾶϲ φωνῆϲ ἡ τριγένεια παρίϲταται· τὸ γὰρ ἐγώ καὶ ϲύ ἐπὶ παντὸϲ γένουϲ. 
— Νοητέον μέντοι, ὅτι καὶ ⟨αἱ⟩ παραχθεῖϲαι πάλιν κατὰ τὸ ἐντὸϲ
 
 

 
πρόϲωπον ἀνακόλουθοι τοῖϲ τε ἀριθμοῖϲ καὶ ταῖϲ πτώϲεϲίν εἰϲιν· 
ἐμόϲ γὰρ καὶ νωίτεροϲ, ἡμέτεροϲ. ποία γὰρ ἀκολουθία τοῦ ἐντὸϲ προϲώπου
ἐν τῷ νωίτεροϲ καὶ ἡμέτεροϲ;

Αἴτιον παραλαμβάνουϲι τῆϲ ἀκλιϲίαϲ τὸ πᾶϲαν λέξιν, τῶν τριῶν
 οὐϲαν γενῶν παραϲτατικήν, ἄκλιτον φυλάϲϲεϲθαι, καὶ τοῦτο τεκμαίρονται
ἐκ τῶν ἀριθμῶν. ἐπεὶ γὰρ τὸ τέϲϲαρεϲ καὶ τρεῖϲ οὐ μιῇ φωνῇ χρῆται
κατὰ τῶν τριῶν γενῶν (τέϲϲαρα γὰρ καὶ τρία), διὰ τοῦτο κλίνεται, 
τεϲϲάρων καὶ τέϲϲαρϲι· τὸ μέντοι πέντε καὶ τὰ τοιαῦτα, μοναδικὰ ὄντα
κατὰ τῶν τριῶν γενῶν , ἄκλιτα. καὶ διὰ τοῦτο τὸ δυοῖν κλιθὲν ἠλογήθη,
 τοῦ δύο μοναδικοῦ καθεϲτῶτοϲ. (τὸ γὰρ ϲώφρονε καὶ τὸ φιλιάτρω κλιθὲν
οὐκ ἀντέκειτο· ἡ γὰρ τούτων ἑνικὴ ἐκφορὰ καὶ πληθυντικὴ οὐ τὰ τρία
γένη ἐδήλου.) ὅθεν καὶ τὰϲ ἀντωνυμίαϲ τὸ αὐτὸ ἀναδέχεϲθαι. ὅπου
γάρ εἰϲι μοναδικαί , ἐκεῖ καὶ ἄκλιτοι· ὅπου δὲ τὸ γένοϲ διαϲτέλλεται, 
ἐκεῖ καὶ ἡ κλίϲιϲ.» –ὙΠπολαμβάνω δ’ εὐλόγωϲ τὰϲ πτώϲειϲ τῶν τοιούτων
 ϲεϲιγῆϲθαι, ϲυνεξηταϲμέναϲ τῇ τοῦ γένουϲ ϲυγχύϲει. τούτῳ γὰρ τῶ
λόγῳ τὰ τῶν τριῶν γενῶν διακριτικὰ ἀκώλυτον ἔχει καὶ τὴν εἰϲ τὰϲ
πτώϲειϲ μετάβαϲιν.

Τὸ λέγειν, ὡϲ τῇ μὲν ἐμέο ἀκόλουθοϲ ἡ ἡμέων, τῆ δὲ ἐμοῦ ἡ
ἡμῶν . καθὸ αἱ γενικαὶ πληθυντικαὶ ἰϲοϲυλλαβοῦϲι ταῖϲ ἑνικαῖϲ, ληρῶδεϲ.
 οὕτε γάρ, εἰ ἦν ἀκόλουθοϲ, τὸ ἕν τὰ πλείονα ἐκανόνιζεν, οὕτε ἔϲτιν 
ἀκόλουθοϲ· τὰ γὰρ ἐναντία ἐϲτίν. ἡ μὲν γὰρ δαϲύνεται, ἀπὸ τοῦ η
ἀρχομένη, ἡ δὲ ψιλοῦται, ἀπὸ τοῦ ε. τί δ’ ἂν φήϲαιεν ἐπὶ τῆϲ
ϲέο καὶ ὑμέων, οὐδεμιᾶϲ ἔτι ἀφορμῆϲ οϲηϲ —Οὐχ ὑγιὲϲ δὲ κἀκεῖνο.
εἐπεὶ γάρ», φαϲιν , ἀπὸ τοῦ ε ἄρχονται πᾶϲαι ἐπὶ τοῦ πρώτου, ἀκολουθίαϲ
 ἐχόμεναι, ἡ φύϲιϲ ἐν τοῖϲ τέλεϲιν οὐδέποτε ποιεῖ ϲὐγχυϲιν» .
Τί δὲ οὐχὶ πάλιν τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ε ἄρχεται; —
Δῆλον οὑν ὡϲ μόνον ἕνεκα ϲημαινομένου γενικήν φαμεν τὴν ἐμοῦ τῆϲ 
 
 

 
ἐγώ, καὶ ἔτι δυϊκὴν τὴν νῶι , εἴγε καὶ ἐν ὀνόμαϲιν ἑτερόπτωτα,
ὕδωρ ὕδατοϲ, μέγαϲ μεγάλου, καὶ ἐν ῥήμαϲιν ἑτερόκλιτα, ἔϲθω
ἔφα γον, φέρω οἴϲω.

εὶ αἱ ϲύνθετοι τῶν λέξεων διηνεκὲϲ ἔχουϲι τὸ ϲημαινόμενον, καθάπερ
 ὁ μιϲάνθρωποϲ, ὁ φιλάνθρωποϲ καὶ φιλοπλάτων, πῶϲ οὐ γέλοιοι οἱ 
ϲυνάρθρουϲ καὶ ἀϲυνάρθρουϲ ἀποφαινόμενοι τὰϲ ἀντωνυμίαϲ: καὶ γὰρ
αἱ καλούμεναι ϲύναρθροι , πρόϲωπα ἔχουϲαι δεικτικά, δεκτικαὶ οὑκ εἰϲιν
ἄρθρων, καθάπερ ἐπὶ τοῦ ἐμόϲ εἶ καὶ ἡμέτεροϲ εἶ οὖτε αἱ ἀϲύναρθροι
ἐκτόϲ είϲιν ἄρθρων. Ἀττικοὶ γοῦν τὸν ἐμέ ἰαλλίμαχοϲ
 
 ναὶ μὰ τὸν αὐτὸν ἐμέ· 
 
καὶ
 
 τὸν ϲὲ Κροτωπιάδην (fr. 315 ΟSϲhneider)· 
 
 καὶ Μένανδροϲ ἐν Ὕμνιδι (Mein. com. gr. lV 210)
 
 νῦν δὲ κατὰ πόλιν 
 εὕρῃ τὸν ἕτερον , τὸν ϲέ, τὸν ἐμὲ τουτον. 
 
ἀλλ’ εἰ καὶ ταῦτα παράλογον ἔχει τὴν ϲύνταξιν, ἀλλ’ οὖν γε τοῖϲ ὑποτακτικοῖϲ
ϲυντάϲϲονται, ἐγὼ ὃϲ ἔγρα ψᾶ, ἐμὲ ὃν ἐτίμηϲαϲ. τί οὖν
οὐ μᾶλλον ἀπὸ τῶν ὑποτακτικῶν ἄρθρων ϲύναρθροι είρήϲονται, ἧπερ
ἐκ τῶν προτακτικῶν ἀϲύναρθροι καὶ ἀνάπαλιν ἡ ἐμόϲ καὶ ϲόϲ καὶ αἱ
 παραπλήϲιοι, οὐ προϲλαμβάνουϲαι ὑποτακτικὰ ἄρῆορα , ἀϲύναρθροι είρή 
ϲονται· οὐ γὰρ ϲυϲτατὸν τὸ λέγειν ἐμὸϲ ὃϲ ἔδραϲεν, εί μὴ προϲθείημεν
τὸ δοῦλοϲ, οὐ ἐϲτὶ τὸ ἄρθρον. ἀμέλει γοῦν καὶ οὕτω φαμέν, δοῦλοϲ
ὅϲ ἐ δραϲε. τί δ’ οὐχὶ μᾶλλον ἐκ τοῦ πρὸϲ τὸ δεύτερον πρόϲωπον,
λέγω δὲ τοῦ ἐμὸϲ εἰ, ἀϲύναρθροι ῥηθήϲονται, ἤπερ ἐκ τοῦ κατὰ τὸ
τρίτον, τοῦ ⟨ὁ⟩ ἐμόϲ ἐϲτι, ⟨ϲύναρθοι ⟩

Ἐδείχθη ἄρα ὡϲ ἡ ἐπ’ αὐταῖϲ κλῆϲιϲ διέψευϲται, εἰϲ τὰ ἐναντία 
περιιϲταμένη. οὐκ οἴμαι δὲ ἄκαιρον γενήϲεϲθαι τὸ καὶ τὸν λόγον τῆϲ
ἀϲυνταξίαϲ παραθέϲθαι. Ἡ τῶν ἄρθρων ϲημαϲία ἀλλοτρία δείξεωϲ καθέϲτηκεν,
ἐπαγγέλλεται δὲ ἀναφοράν, ὅ ἐϲτιν ἀναπολούμενον πρόϲωπον.
 ὀρθῶϲ οὖν τῶν πρωτοτύπων, δεῖξιν ϲημαινουϲῶν, κατὰ πρόταξιν ἀμοιρεῖ,
καθ’ὑπόταξιν δὲ οὐκέτι, ἐγῶ ὃϲ ἐποίηϲα· ἀναπολεῖ γὰρ ἐπὶ τὴν ἐγώ
προυφεϲτῶϲαν.

Ἔϲτι καὶ οὔτωϲ εἰπεῖν. αἱ ἀντωνυμίαι τοῖϲ πύϲμαϲιν ἀνθυπαγὸμεναι 
γνῶϲιν πρώτην ἐπαγγέλλονται (τίϲ ἔγρα ψεν ἐγὠ ἢ ὅδε), τὰ δὲ
 ἄρθρα δευτέραν γνῶϲιν ϲημαίνει, ἄνθρωποϲ ἦλθεν , ὁ ἄνθρω ποϲ
ἦλθεν· πλοῖον ἦλθε, τὸ πλοῖον ἦλθε, τὸ καὶ πάλαι γινωϲκόμενον.
πῶϲ οὑν δυνατὸν τὸ ἄρθρον προτάϲϲεϲθαι τῆϲ πρώτηϲ δείξεωϲ ἀκωλύτωϲ
γὰρ ὑποταγήϲεται, ἀναπολοῦντα ἐπὶ τὴν προκειμένην δεῖξιν,
ἐμὲ δν ἐτίμηϲα ϲ. Μαρτυροῦϲι τῷ λόγῳ αἱ παραγωγοί. δεικνύουϲαι
 μὲν γὰρ τὸ κτῆμα ἀπρόϲληπτοί εἰϲιν ἄρθρων, ἐμὸϲ εἰ, ἡμέτεροϲ εἰ· 
ὑπὲρ δὲ ἀπόντοϲ τοῦ κτήματοϲ ἀναπολοῦϲιν ἐπὶ τὴν προκειμένην γνῶϲιν,
ὁ ἐμόϲ ἐϲτι φίλοϲ, ὁ ἡμέτερόϲ ἐϲτιν οίκέτηϲ. τούτῳ τῷ λόγῳ
τὸ ὦ ἐπὶ κλητικῆϲ δείκνυται, ὡϲ οὐ τῆϲ ἐννοίαϲ τῶν ἄρθρων ἔχεται.

Ῥητέον δὲ καὶ ὑπὲρ τῶν ὑποτακτικῶν, ὡϲ ταῖϲ κτητικαῖϲ οὐ ϲυντάϲϲεται.
 Ἔφαμεν δὴ τὸ ἄρθρον παραλαμβανόμενον γνῶϲιν προϊοῦϲαν 
ἐπαγγέλλεϲθαι, τὰ δὲ κτητικὰ ἐλλείπῃ ἐϲτὶ τοῦ ἐφ’ ὃ φέρεται ἡ κτῆϲιϲ
προϲώπου· τὸ γὰρ Ἀριϲτάρχειοϲ καὶ ἐμόϲ ἄγνωϲτα κατὰ τὴν κτῆϲιν.
πῶϲ οὑν τὸ γνῶϲιν ἐπαγγελλόμενον ἐπὶ τὴν ἐλλείπῃ προϲώπου δεῖξιν
ἀνενεχθήϲεται;

Ἐπιϲτατέον δὲ κἀκείνῳ τῷ λόγῳ, εἰ ὅλωϲ τῶν προτακτικῶν ἄρθρων
 
 

 
ἐπιδεκτικαί εἰϲιν αἱ ἀντωνυμίαι, τουτέϲτιν ἐν τῷ ὁ ἐμόϲ εἰ τὸ ὁ
 τῆϲ ἀντωνυμίαϲ ἐϲτὶν ἢ τοῦ ὑπακουομένου κτήματοϲ. ( Τὸ δὴ ἐντὸϲ
πρόϲωπον νοούμενον, τουτέϲτι τὸ τοῦ κτήτοροϲ, ἡ ἀντωνυμία ἐπαγγέλλεται,
εἴγε τὴν τῶν πρώτων προϲώπων μετάβαϲιν ὁρίζει· τὸ δὲ ἐκτόϲ,
τουτέϲτι τὸ κτῆμα , οὐκέτι. ἐμὄϲ γάρ καὶ ϲόϲ, καὶ ζητοῦμεν τίϲ; οἶκοϲ ἢ 
δοῦλοϲ ἢ ἵπποϲ: ἀόριϲτον οὖν τὸ τοιοῦτον.) καὶ τοῦτο δῆλον ἐκ τοῦ τὰ
ἄρθρα ϲυνοικειοῦϲθαι τοῖϲ κτήμαϲιν. εἴγε τὸ ἡμέτεροϲ, πληθυνόμενον κατὰ
 τὸ ἐντόϲ, ἑνικὸν ἄρθρον προϲπαραλαμβάνει, ὅτι καὶ τὸ κτῆμα ἑνικόν, καὶ
ἀνάπαλιν τὸ ἐμοί, ἐνικὸν ὁν κατὰ τὸν κτήτορα, πληθυντικὸν δὲ κατὰ τὸ
κτῆμα. πληθυντικὸν ἄρθρον λαμβάνει· καὶ καθόλου ἐπὶ πάντων ταὐτὸν 
ἂν γένοιτο. Πρὸϲ τούτοιϲ τὸ ὁ ἐμὸϲ πατήρ μεταλαμβάνεται εἰϲ τὸ
ὁ πατήρ μου· ὁμόλογοϲ οὑν ἡ ἐπὶ τὸ κτῆμα ἀναφορὰ τοῦ ἄρθρου.

Διαψεύδεϲθαι δέ φαϲι τὸν λόγον· εἰναι γὰρἴδιον ἄρθρον τῆϲ ἀντωνυμίαϲ
 καὶ ἴδιον τοῦ κτήματοϲ. τὸ γοῦν ὁ πατὴρ ὁ ἐμὸϲ φιλοϲοφε ῖ
ἑκατέρῳ ἀπένειμε τὸ ἄρθρον v, ὅπερ οὐκ ἂν παρηκολούθει, εί μὴ καὶ ἡ 
ἀντωνυμία εἶχετὸ ἄρθρον. ἐπεὶεἰ ταὐτὸν ἦν ὁ ἐμ ὸϲ πατήρ καὶ ὁ ποτὴ ρ
ὁ ἐμόϲ, κἆν πάντωϲ μετατιθέμενον τὸ αὐτὸ ϲημαινόμενον ἐφύλαττεν,
ὅπερ οὐ φυλάϲϲει· ὁ πατὴρ γὰρ ὁ ἐμὸϲ τουτέϲτιν οὐκ ἄλλου, ἐν δὲ
τῷ ἑτέρῳ οὐκ ἄλλοϲ.»

Oὐ πάνυ δὲ ἰϲχυρὰ τὰ λεγόμενα. οὐ γάρ, ἐπεὶ μετατεθέντα τὰ 
 ὀνόματα μετήλλαττε τὰ ϲημαινύμενα, εὐθέωϲ καὶ οὐ τῶν ὀνομάτων τὰ
ἄρθρα. ὁμολογούμενόν ἐϲτιν ἐν τῷ ὁ ἐχθὲϲ ἄνθρω ποϲ, τοῦ ἐχθὲϲ
ἀνθρώπου, ὁ νῦν ἄνθρωποϲ, τοῦ νῦν ἀνθ ῥώπου, ὡϲ τὰ ἄρθρα
τῶν ὀνομάτων καὶ οὐ τῶν χρονικῶν ἐπιρρημάτων, εἴγε καὶ ϲυϲχηματίζονται
καὶ εἰϲ τοὺϲ ἀριθμονϲ καὶ τὰϲ πτώϲειϲ. ἀλλὰ ταῦτα μετατεθέντα 
διακρούεται τὸ ϲημαινόμενον· τὸ γὰρ χθὲϲ ὁ ἄν θρωποϲ ἢ νῦν ὁ Πτολεμαῖοϲ
 καὶ τὰ παραπλήϲια οὐκέτι πλῆθοϲ ἐπαγγέλλονται, ἀλλ’ ἕνα καὶ
τὸν αὐτόν, καιροῦ μόνον μεταβολὴν ἀναδεξάμενον. τί οὖν τὸ παράδοξον,
εἰ καὶ τὸ ὁ ἐμὸϲ πατήρ διαφέρει τοῦ ὁ πατὴρ ὁ ἐμόϲ;

Ἀλλὰ καὶ τὰ δύο ἄρθρα ὡμολόγηϲεν , ὅτι καὶ τῆϲ ἀντωνυμίαϲ ἐϲτὶ
τὸ ἄρθρον.» Καὶ τοῦτο εὐαπόλυτον, εἴγε ἀπειράκιϲ κατὰ μιᾶϲ εὐθείαϲ δύο
ἄρθρα παραλαμβάνεται. φαμὲν γοῦν ὁ δ οῦλοϲ ὁ τοῦ Ἀριϲτάρχου, ὁ
π αῖ ϲ ὁ τοῦ βαϲιλέωϲ, καὶ δῆλον ὡϲ κατὰ τῆϲ εὐθείαϲ τὰ δύο ἄρθρα· 
 ἡ γὰρ γενικὴ ἀπέλαβε τὸ ἴδιον. ἦν δὲ τὸμὲν κατ’ ἀρχὴνἀναφορὰν δηλοῦν,
τὸ δὲ ἑξῆϲ ὡϲ οὐχ ὁ ἄλλου. — ἀμέλει γέ τοι ἔϲτι, μεταλαμβάνοντα ἐπὶ
τρίτου προϲώπου γενικὴν πτῶϲιν, φάναι ὁ πατὴρ ὁ ἐκείνου, ὁ φίλοϲ ὁ
τούτου, τοῦ *«ὁ» πάλιν ἀναφερομένου ἐπὶτὸ ὁ πατήρ-. πόθενγὰρἔτιἐπὶ
τὸ ἐκείνου καὶ τούτου, εἴγε καὶ ἀϲύναρθροι καὶ κατὰ γενικῆϲ πτώϲεωϲ· —
 πρὸϲ τούτοιϲ ἐδείχθη, ὡϲ τὰ ἄρθρα ἀποφεύγει τὰϲ δείξειϲ. πῶϲ οὑν ἐν
τῷ ἐντὸϲ προϲώπῳ, δεικτικῷ ὄντι, ὅπερ ἐϲτίν, ὡϲ προείρηται, ἡ ἀντωνυμία, 
ἄρθρον ἔτι προϲελεύϲεται, ὅτε οὐδὲ τῷ ἐκτὸϲ ὑπακουομένῳ, ὅτε ἐπὶ
δείξεωϲ λαμβάνεται, ἐμὸϲ εἰ φίλοϲ, ἡμἐτεροϲ ὑπάρχειϲ οίκέτηϲ;

Χρὴ ἄρα καλεῖν, καθάπερ καὶ ὁ Πρύφων. πρωτοτύπουϲ τήν τε ἐγώ
 καὶ τὰϲ ὑπολοίπουϲ, ὅτι οὐκ ἀπ’ ἄλλων· παραγωγούϲ δὲ καὶ κτητικὰϲ
τὴν ἡμέτεροϲ καὶ νωίιεροϲ, ὅτι ἀπὸ τῶν πρωτοτύπων τὴν γένεϲιν 
ἔχουϲι, κτῆϲίν τε δηλοῦϲιν, ἀπὸ γενικῶν παραγόμεναι καὶ εἰϲ γενικὴν
μεταλαμβανόμεναι, καθάπερ καὶ τὰ κτητικὰ τῶν ὀνομάτων.

ὔὐχ ὑγιέϲ τε λέγειν v, ὅτι τὰ ἄρθρα οὐ προϲτίθεται ταῖϲ ἀντωνυμίαιϲ,
 ὅτι ἐν τοῖϲ γένεϲιν ἀδιάϲτολοί εἰϲιν (ἐκ γὰρ τοῦ ἐναντίου ἐχρῆν,
ἵνα διαϲταλῇ τὸ γένοϲ, ταῖϲ τε τὸ γένοϲ διαϲτελλούϲαιϲ ἔδει μὴ προϲτίθεϲθαι)·
ἀρκετὴ γὰρ ἡ δεῖξιϲ, δηλοῦϲα τὸ γένοϲ. — πρὸϲ τούτοιϲ ἰδοὺ 
γενοϲ ϲημαίνει ἡ ἐκεῖνοϲ καὶ οὗτοϲ. καὶ ἄρθρον οὐκ ἐπιδέχονται. — οὐδὲ
γὰρ ἕνεκα διαϲτολῆϲ παραλαμβάνεται, ἐπεὶ οὐδὲ αὐτὰ διαϲτέλλει , ϲυνεμπεϲόντα
 τοῖϲ γένεϲι· τὸ γὰρ τῶν ἄρθρον τῶν τριῶν γενῶν ἐϲτι
παραϲτατικόν . τό τε τοῦ ἀρρενικὸν καὶ οὐδέτερον. ὡϲ ἐδείχθη οὑν,
ἀναφορικὰ ὄντα τὰϲ ϲυντάξειϲ ἀποφεύγει.

Διπροϲώπουϲ τὰϲ κτητικὰϲ ὁ Δράκων ἐκάλει, καθὸ δύο πρόϲωπα
 νοεῖται, τοῦ τε κτήτοροϲ καὶ τοῦ ὑπακουομένου κτήματοϲ· μονοπροϲώπουϲ
δὲ ἢ ἁπλᾶϲ τὰϲ πρωτοτύπουϲ ἅπαξ γὰρ ἑνικαί τε δυϊκαί τε πληθυντικαί
τε νοοῦνται,αἱδὲ δὶϲ ἑνικαὶἐν τῷ ἐμόϲ, δὶϲ δυικαὶ ἐν τῷ νωιτέρω.
δὶϲ πληθυντικαὶ ἐν τῷ ἡμέτεροι. καὶ καθόλου ἐπὶ τῶν ἀριθμων ποικίλαι 
εἰϲί ». —Μαὶ ἐν ἄλλοιϲ δὲ ὁρῶνται διαφέρουϲαι. αἱ πρωτότυποι καὶ ἐγκλίνονται,
αἱ δὲ οὖ. ἀκολουθίαϲ ἔχονται αἱ κτητικαὶ κατὰ κλίϲιν καὶ ἀριθμὸν
 ἐν τοῖϲ τέλεϲιν, αἰ δὲ πρωτότυποιοὐκέτι. αὐτοτελεῖϲ μετὰῥημάτων αί πρωτότυποι
τῆϲεὐθείαϲ, ἐκεῖ νοϲ γρά φει, ἔγρα φον ἐγώ, αἱ δὲ οὔ καὶταῖϲ
μὲν τοῦ αὐτοῦ προϲώπου ϲυνταχθήϲεται ῥῆμα κατ’εὐθεῖαν, ϲ ὺ γρά φειϲ, 
ἐκεῖνοϲ γρά φει, ταῖϲ δὲ καὶ μεταβατικῶϲ, ἐμὸϲ γράφει, ἐμόϲ
ἐϲτι. καὶ αἱ μὲν τὸ γένοϲ κατὰ πάν πρόϲωπον δηλοῦϲι τοῦ κτήματοϲ,
αἱ δὲ πρωτότυποι κατὰ πρῶτον καὶ δεύτερον γένουϲ ἀπαρέμφατοι· αἱ
γὰρ κατὰ τὸ τρίτον οὐκέτι, α γε ϲυνήθειϲ αὐτόϲ γὰρ καὶ ἐκεῖνοϲ.
καὶ αἱ μὲν ταῖϲ εὐθείαιϲ ἀνθυπάγονται, αἱ δὲ κτητικαὶ καὶ ἀντὶ γενικῆϲ 
 τῶν κτηϲαμένων· ἀντὶ γὰρ τοῦ Ἀπολλώνιοϲ — ἐγώ, ἀντὶ δὲ τοῦ Ἀπολλωνίου
παῖϲ ἐμὸϲ παῖϲ.

Ὅν τρόπον ἐπὶ τῶν ἀριθμῶν ἡ μετὰ τὸν δυικὸν αὔξηϲιϲ πληθυντικὴ
καλεῖται, Αἴαϲ γὰρ καὶ Αἴαντε καὶ Αἶαντεϲ, καὶ μᾶ χομαι καὶ μαχόμεθον 
καὶ μαχ όμεθα , ἐγώ τε καὶ νύι καὶ ἡμεῖϲ, τὸν αὐτὸν
τρόπον καὶ ἐπὶ τῶν προϲώπων τὸ μετὰ τὸ δεύτερον τρίτον καλεῖται,
κἆν ἐν πλείοϲι νοῆται προϲώποιϲ· γράφει γὰρ καὶ περιπατεῖ. παρὸν
 δὲ καὶ ἐπὶ τῶν ἀριθμῶν πιϲτώϲαϲθαι τὸν λόγον καὶ ἐκ τῆϲ φωνῆϲ,
ὡϲ οὐκ ἄλλο τι ἐπενοήθη ϲχῆμα φωνῆϲ μετὰ τὸ δυϊκὸν ἢ μόνον τὸ 
 
 
 

 
πληθυντικόν· τὸ γὰρ λέγουϲιν οἱ ἄνθρωποι ἢ ἡμεῖϲ ἐπὶ παντὸϲ
ἀριθμοῦ τάϲϲομεν. –ἐπὶ μέντοι τῶν ἀντωνυμιῶν κατὰ τρίτα καὶ.
πλείονεϲ αἱ φωναὶ ἐϲχηματίϲθηϲαν, εἴγε ἐκεῖνοϲ, ὅδε, οὐτοϲ, αὐτόϲ,
ὁδί, ὁ δεῖνα. καὶ μήποτε εὐλόγωϲ. εἰ γὰρ παρὰ τὰ ἄλλα μέρη
 τοῦ λόγου ἐν προϲώποιϲ ὥριϲται, ὀρθῶϲ ἄρα καὶ ἡ ἐν τοῖϲ τρίτοιϲ
προϲώποιϲ διαφορὰ διήρθρωται, δείξει μὲν ὡϲ οὺτοϲ, ἀπουϲίᾳ δὲ ὡϲ 
αὐτόϲ, καὶ ἔτι ἐν διαϲτήματι ὡϲ ἐκεῖνοϲ · τὸ μὲν γὰρ οὺτοϲ ἐγγύτητα
ϲημαίνει προϲώπου, τὸ δὲ ἐκεῖνοϲ διάϲτημα.— ἀλλὰ μὴν καὶ τῶν
κτητικῶν πλείονα τρίτα ἔϲτιν ἐπιδεῖξαι. ἐν γὰρ τῷ ἐμόϲ ἐϲτι πρώτου
 πρὸϲ τρίτον, καὶ ἔτι ἐν τῷ ϲόϲ ἐϲτι δευτέρου πρὸϲ τρίτον· καὶ ϲαφὲϲ
ὡϲ ἐν τῷ ὅc δύο τρίτα, ἐξ ὧν τὸ κτῆμα κὰν μὴ ὁρίζηται, οὐ μάχεται ·
ἐδείκνυτο γὰρ ὡϲ οὐκ ἀντωνυμία· καὶ ἐπὶ πληθυντικῶν ἐν τῷ ϲφέ 
τεροι πολλὰ τρίτα.

Ἡ μὲν ἐν τοῖϲ ὀνόμαϲι παραγωγὴ εἰδὸϲ καλεῖται· εἴδει γὰρ παραπλήϲιόν
 τι παραδέχεται κατὰ τὴν ἑτεροίωϲιν τοῦ τέλουϲ, δι’ οὐ γνωρίζεται.
ἡ δὲ ἐν τοῖϲ ῥήμαϲι καὶ ἀντωνυμίαιϲ μετάβαϲιϲ πρόϲωπον·
ἐπιτήδειον γὰρ τοῦτο δεῖξιν ϲωματικὴν καὶ ψυχικὴν διάθεϲιν παραϲτῆϲαι.
ὀρθῶϲ οὖν ἡ διορίζουϲα λέξιϲ τὰ προκείμενα πρόϲωπον ἐκλήθη.

Ὅπερ ῥητέον ἐν μὲν τῇ περὶ ἑαυτοῦ ἀποφάϲει, πρῶτον, εἴγε καὶ 
 ἡ ἐν τοῖϲ ἑξῆϲ προϲώποιϲ ἀπόφαϲιϲ ἐξ αὐτοῦ γίνεται· ἐν δὲ τῇ πρὸϲ
ὅν ὁ λόγοϲ ὑπὲρ αὐτοῦ, δεύτερον· ἐν δὲ τῇ μήτε προϲφωνούϲῃ μήτε
προϲφωνουμένῃ, τρίτον.

ῦὐ γὰρ ὑγιὲϲ τὸ λέγειν, ὅτι πρῶτον πρόϲωπον τὸ ἀποφαινόμενον,
καὶ ἔτι δεύτερον τὸ πρὸϲ δν ὁ λόγοϲ, καὶ τὸ τρίτον τὸ περί τινοϲ. - εἰ
γὰρ τὸ πρῶτον πρόϲωπον τὰϲ τρεῖϲ φωνὰϲ ἀποφαίνεται, ἐγ ώ, ϲύ,
 ἐκεῖνοϲ, δῆλον ὡϲ καὶ πρῶτον τὸ λέγον εἰρήϲεται, καὶ ἔτι τὸ δεύτερον
καὶ τὸ τρίτον. - ἀλλὰ μὴν καὶ τὸ ϲύ πρὸϲ δν ὁ λόγοϲ τί 
δέ; οὐχὶ καὶ τὸ ἐκεῖνοϲ λέγεται πρόϲ τινα. — ὑπέρ τέ τινοϲ πᾶν τι
πρόϲωπόν τε ἐϲτι· πῶϲ οὑν περί τινοϲ μόνον τὸ τρίτον, κοινῆϲ ούϲηϲ
τῆϲ λέξεωϲ κατὰ πάϲηϲ οὐϲίαϲ;

Τὰ γοῦν πληθυντικὰ τοῦ πρώτου προϲώπου ἐμπεριεκτικὰ δύναται
εἰναι καὶ παντὸϲ προϲώπου, ἅπερ τινά ἐϲτι. πῶϲ οὑν μόνα τὰ τρίτα 
 περί τινοϲ: Δεῖ γὰρ νοεῖν ὡϲ ἡ ἐν τοῖϲ ἑνικοῖϲ προϲώποιϲ ἐκφορὰ
εἰλικρινῶϲ πρῶτον ἐπαγγέλλεται πρόϲωπον, καὶ ἔτι ἡ ἐπὶ τοῦ δευτέρου
δεύτερον· τὸ δὲ ἐπὶ δυικοῦ ἢ πληθυντικοῦ ϲύλληψιν ἀναδέχεται ἑτέρων
προϲώπων. καὶ τὸ μὲν πρῶτον ἢ μετὰ δευτέρων ἢ τρίτων, ἢ καὶ μετὰ
δευτέρων καὶ τρίτων. ὁ γὰρ ἀποφαινόμενοϲ περὶ ἑαυτοῦ καὶ πολιτῶν 
ἀπόντων, ἡμεῖϲ ἠριϲτεύϲαμεν, ϲύλληψιν πεποίηται τρίτων μετὰ
πρώτου· ὁ δὲ παρόντων, ἡμεῖϲ αἶτιοι ἐγεν όμεθα, πρώτου καὶ δευτερῶν,
 εἴγε πρὸϲ ατούϲ ἀποφαίνεται ὑπὲρ αὐτῶν. ὁ δὲ λέγων ὑπὲρ
ἀπόντων πολιτῶν πρὸϲ πολίταϲ, ἡμεῖϲ τῆϲ μάχηϲ αἶτιοί ἐϲμεν,
καὶδευτέρων ϲύλληψιν ποιεῖται, ἐν ῷ πρὸϲαὐτοὺϲ ἀποφαίνεται,καὶτρίτων, 
ἐν ῷ ὑπὲρ ἀπόντων διαλέγεται, ὅπερ ἴδιον ἦν τρίτου. τὸ δὲ δεύτερον ἢ
 καὶ δευτέρων ϲύλληψιν ἢ δευτέρων καὶ τρίτων. πρὸϲ μὲν γὰρ πάνταϲ
παρόνταϲ ἡ ἀπόταϲιϲ δευτέρων ϲύλληψιϲ, πρὸϲ δέ τιναϲ μὲν ἀπόνταϲ,
 τινὰϲ δὲ παρόνταϲ, ὡϲ εἰ Ἀλέξανδροϲ πρὸϲ τοὺϲ Ἀθηναίων πρέϲβειϲ,
μεὶϲ οἱ Ἀθηναῖοι, δευτέρων καὶ τρίτων. τὸ γὰρ τρίτον πάντοτε 
ἐν τρίτοιϲ νοεῖται.

Ἔτι γε μὴν ἐπὶ δϊκοῦ ϲύλληψιϲ γενήϲεται, ἀλλ’ οὐκέτι ἐν τριϲὶ
προϲώποιϲ, ἀλλ’ ἐν δυϲί· πόθεν γὰρ τὸ δυάδοϲ παραϲτατικὸν ϲύλληψιν
τριῶν ποιήϲεται καὶ πρώτου μὲν πρὸϲ τρίτον,
 
 νῶι δ, ἐγῶ Ϲθένελόϲ τε (1 48), 
 
 πρὸϲ δὲ δεύτερον,
 
 πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρί (E 219) 
 
καὶ ἐπὶ δευτέρου δευτέρων,
 
 γυιώϲειν ύὲν ϲφῶιν ὑφ’ ἅρμαϲι (Θ 416), 
 
δευτέρου δὲ καὶ τρίτου,
 
 ϲφῶι μὲν αὐθι (Μ 366). 
 
ἐξηγήϲεται γὰρ αὐτὸϲ πρὸϲ παρόντα μὲν τὸν Αἴαντα, ἀπόντα δὲ τὸν
Λυκομήδη,
 
 ϲὺ καὶ κρατερὸϲ υκομήδηϲ (M 366).

Χρὴ μέντοι κἀκεῖνο προϲειληφέναι, ὅτι, κἆν πλῆθοϲ ἀποφαίνηται,
 οὐ διαπίπτει πάντωϲ ὁ λόγοϲ. πάλιν γὰρ ἕκαϲτοϲ τῶν φωνούντων 
ϲύλληψιν ποιεῖται τῶν ϲὺν αὑτῷ ἀποφαινομένων· δκαϲτοϲ γὰρ τῶν ἐν
πλήθει μοῖρα τοῦ ὅλου. αἱ γοῦν ἐπαφαὶ τῶν ὑπερμεγεθῶν ϲωμάτων
ἀπὸ βραχέοϲ τινὸϲ μέρουϲ τὸ ὅλον ϲῶμα δηλοῦϲιν.

Ὁ δὲ λόγοϲ ἅπαϲ ϲυντείνει καὶ ἐπὶ τὰ ῥήματα, τῶν προϲτακτικῶν
 εὐλόγωϲ ὑπεϲταλμένων. εἰ γὰρ κεχώριϲται τὸ προϲτάϲϲον τοῦ προϲταϲϲομένου,
πρῶτον δέ ἐϲτι τὸ ὑπὲρ αὺτοῦ ἀποφαινόμενον, δῆλον ὅτι
περιϲϲὸν ζητεῖν τὸ τούτων πρῶτον πρόϲωπον. δεῖ μέντοι νοεῖν , ὅτι τὸ 
 
 χαζώμεθ’ ἐφ’ ἵππων (Ε 249), 
 
τὁ τ’
 
 ἄνδραϲ κτείνωμεν (Ζ 70), 
 
καὶ τὰ παραπλήϲια ἠθικώτερον ἀναπεφώνηται, τῶν ὑποτιθεμένων καὶ
 
 
 

 
ἑαυτούϲ ϲυλλαμβανόντων· οὐ γὰρ ἄντικρυϲ προϲτακτικαὶ αἱ τοιαῦται
 ἐκφοραί.

Ἐξχομένωϲ ϲκεπτέον καὶ περὶ τῶν κατὰ κλητικὴν προϲώπων, τίνα
τέ ἐϲτιν ἐν πρωτοτύποιϲ, τίνα τε ἐν κτητικαῖϲ. Εἰ κλητική ἐϲτι κλῆϲιϲ
τῶν πέλαϲ, ὀρθῶϲ οὔτε τὰ πρῶτα κλητικὴν ἔχει τῶν πρωτοτύπων (καὶ 
γὰρ περὶ αὐτῶν τὸν λόγον ποιεῖται) οὔτε τὰ τρίτα, ἐπεὶ ἢ ἄπεϲτιν
ἀναφορικῶϲ λεγόμενα, ὡϲ αὐτόϲ καὶ ἐκεῖνοϲ,
 
 κεῖνοϲ ἀνήρ, ὅτ’ ἐμεῖο κυνώπιδοϲ εἵνεκ’ Ἀχαιοί (δ 145). 
 
 ἢ δείκνυται ἐν διαϲτάϲει, ὡϲ ἐν τῷ οὑτοϲ ἐκεῖνοϲ. ὅπερ οὐ προϲίεται
ἡ κλητική. καὶ τούτου πίϲτιϲ τὸ τὴν μὲν οὗτοϲ καὶ ἐπὶ κλήϲεωϲϲεϲθαι, 
καθὸ πληϲιάζει. 5 οὑτοϲ, ἢ οἰῇ ϲτρατείαν ἐϲϲείϲθαι
Ϲὠφρων (fr.23 Ahrens). Κρατῖνοϲ ἐν Δραπέτιϲιν (com.gr.llp.51 Mein.)·
 
 οὐτοϲ, καθεύδειϲ: Β. οὐκ ἀναϲτήϲειϲ βοῶν· 
 
Ἀριϲτοφάνηϲ ἐν Ϲφηξίν (v. 1)
 
 οὐτοϲ, τί πάϲχειϲ. ὧ κακόδαιμον Ξανθία. 
 
 Ἄλλοι δέ τινεϲ ὑπέλαβον ὠλιγωρῆϲθαι. ἐπεὶ ἐπὶ κλητικῆϲ ἐτέθη. δέον
γάρ, φαϲι, τὴν ϲύ παρειλῆφθαι· ἐχρῆν τε εἰϲ ε λήγειν, καθὸ τὰ
τοιάδε τῶν πτωτικῶν εἰϲ ε λήγει κατὰ τὴν κλητικήν· ἔτι γε μὴν τὸ
παρὰ Ϲώφρονι καὶ ἄρθρον προϲέλαβεν ἐν τῷ ὦ οὗτοϲ. Πάνυ δὲ
εὔηθεϲ τὸ τοιοῦτον. δι’ οὗ γὰρ λόγου κανονίζεται τὸ ἐκεῖνοϲ καὶ ἔτι 
τὸ πόϲοϲ καὶ ποῖοϲ ἀμοιρεῖν κλητικῆϲ, διὰ τούτου καταϲκευάζεται ὡϲ
26 A τὸ οὺτοϲ ὀρθῶϲ ἐπὶ κλητικῆϲ τετάξεται. κλητικὴ γὰρ κλῆϲιϲ τοῦ πέλαϲ,
πέλαϲ δέ ἐϲτι τὸ οὐτοϲ, κλητικῆϲ ἄρα τεύξεται. — προαλὲϲ δὲ καὶ τὸ
ὦ ἄρθρον παραδέχεϲθαι· ἐκπίπτει γὰρ τῆϲ τῶν ἄρθρων ἐννοίαϲ. ἄλλωϲ
τε διδομένηϲ τῆϲ κλητικῆϲ δοθήϲεται καὶ τὸ ὤ. — ἴϲωϲ δὲ καὶ Ἀττιικῷ 
ἔθει εἰϲ οϲ ἔληξεν ἐπὶ κλητικῆϲ ὁμοίωϲ τῷ
 
 δὸϲ φίλοϲ (ρ 415). 
 
ἄλλωϲ τε ἐδείχθηϲαν πολλάκιϲ ἀνακόλουθοι αἱ ἀντωνυμίαι.

Ἐπί γε μὴν τῶν κτητικῶν ἀκωλύτωϲ ἐπὶ τοῦ πρώτου· οὐδὲν γὰρ
ἦν ἐμποδών, ὥϲτε τὸν κεκτημένον τὸ κτῆμα προϲφωνεῖν , 
 
 

 
 
 ὦ πάτερ ἡμέτερε ἰρονίδη (α 45), 
 παῖδεϲ ἐμοί (γ 475), 
 ὠ’μαὶ τἀπιόντοϲ ἄγκυραι (Callimachi fr. 97 Sehneider)· 
 
οὐκέτι μέντοι ἐπὶ δευτέρου, οὐ καθάπερ τινὲϲ ψήθηϲαν διὰ τὸ τὸν
 ἀριθμὸν διάφορον εἶναι. ἑνικὸν μὲν γὰρ τὸ κατὰ τὸ τέλοϲ, τουτέϲτι
τὸ κτῆμα, πληθυντικόν δὲ τὸ κατὰ τὸ ἄρχον, ὅ ἐϲτι τοῦ κτήτοροϲ.
πῶϲ γάρ φαϲι πληθυντικὸν καὶ ἑνικὸν ὑφ’ ἓν κεκλήϲεται; εἰ γοῦν ἰϲά. 
ριθμα γένοιτο κατ’ ἀμφότερα, ϲυϲτήϲεται.

Πρῶτον οὐδεμία χρῆϲιϲ ἔπειτα οὐδὲ λόγοϲ ἀπαιτεῖ. εἰ γὰρ αἱ
 κλήϲειϲ οὐ πρὸϲ κεχωριϲμένα πρόϲωπα. τὰ δὲ τῶν κτητόρων κεχώριϲται
τῶν κτημάτων, πῶϲ οὐχ μάτην τὰ τῆϲ φωνῆϲ παραληφθήϲεται,
οὐ δυνάμενα παραληφθῆναι ἀμέλει τὰ τοῦ πρώτου, ἀναδεξάμενα τὸν 
λόγον, καὶ τὴν χρῆϲιν ἐπέδειξεν.

ὲἰ τὰ τρίτα τῶν κτητικῶν ἀντωνυμιῶν ψκείωται τοῖϲ κτητικοῖϲ
 ὀνόμαϲι, καθὸ ἀμφότερα δύο τρίτων παραϲτατικά, τοῦ τε κτήτοροϲ
καὶ τοῦ κτήματοϲ, οὐδὲν δὲ τὸ κωλῦον φάναι Ἀριϲτάρχειε, οὐδὲ τὸ
ϲφέτερε ἄρα ἀπόβλητον.

Εὶ τὸ ἡμέτερε κλητικῆϲ, καὶ τὸ τούτου ἑνικὸν ὑπάρχει, ὅπερ καὶ
ἐϲχηματίϲθη παρὰ τῷ ποιητῇ,
 
 γαμβρὸϲ ἐμὸϲ θύγατέρ τε (τ 406) 
 
ὅν τρόπον ἀντὶ τοῦ γαμβρέ, οὕτωϲ ἂν ἀντὶ τοῦ ἐμέ. ὅπερ ἴϲωϲ ἄηθεϲ, 
ἐπεὶ οὕτε ϲύνηθεϲ παρὰ τῷ ποιητῇ, ϲολοικιϲμοῦ τε ὑπόφαϲιν ἐποιεῖτο
διὰ τὸ τῇ ἐμέ αἰτιατικῇ ὁμοφωνεῖν.

Ἀκολούθωϲ ϲκεπτέον ὑπὲρ τῆϲ ϲυντάξεωϲ τῶν ἀντωνυμιῶν, τὸ
πρῶτον πότε ταῖϲ εὐθείαιϲ αὐτῶν τὰ ῥήματα ϲυνταγήϲεται, καὶ πότε
 
 

 
οὕ. ταῖϲ μὲν γὰρ πλαγίοιϲ πάντοτε, ἐπεὶ αἱ ἀπὸ τῶν Ξμάτων διαθέϲειϲ
ἐπί τινα πλάγιον φέρονται ἢ ὀνόματοϲ ἢ ἀντωνυμίαϲ ἢ μετοχϲ
 Γρύφωνι ἔδωκαϲ, ἐμοὶ ἐλάληϲα ϲ, ἐτίμηϲαϲ τὸν νικήϲαντα·
τῆϲ γὰρ τοιαύτηϲ ϲυντάξεωϲ οὐκ οὔϲηϲ, οὐδ’ ἡ ἐπὶ πρόϲωπον μετάβαϲιϲ
νοεῖται.

Τινὲϲ μὲν οὖν ὑπέλαβον ἐντελεϲτέραν εἰναι τὴν μετὰ ῥημάτων καὶ
ἀντωνυμιῶν φράϲιν, εἴγε ἐπ’ ἐνίων ϲυντάξεων, φαιρουμένων τῶν
ἀντωνυμιῶν, ἐνδεῆ τὰ τοῦ λόγου γίνεται. ἐντελὲϲ μὲν γὰρ τὸ ἐγὼ
⟨μὲν⟩ παρεγενόμην, ϲὺ δ’ οὐ παρέτυχεϲ, ἐλλειπὲϲ δὲ τὸ παρεγενόμην
 μέν, οὐ παρἐτυχεϲ δέ. —Ἐγὼ δὲ οὐκ οἴμαι τὰϲ 
τοιαύταϲ φράϲειϲ ἐλλιπεῖϲ εἰναι τῶν ἀντωνυμιῶν, ὅπου διὰ ῥημάτων
κατὰ τὸ πρῶιον πρόϲωπον καὶ δεύτερον ἡ τῶν ῥημάτων παράθεϲιϲ
ἀναπληροῖ τὴν τῶν προϲώπων μετάβαϲιν v, περιϲϲὸν μέντοι τὴν παράθεϲιν
ὑπολαμβάνω, εἰ μὴ διαϲτολῆϲ ὁ λόγοϲ χρήζοι. τὸ γὰρ
 
 ομεν ἀχνύμενοι (κ 570) 
 
καὶ τὸ
 
 ἤμβροτεϲ οὐδ’ ἔτυχεϲ (ἐ 287) 
 
 καὶ ϲχεδὸν ὅλη ἡ χρῆϲιϲ τοῦ βίου, πλήρηϲ οὖϲα τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ,
δόξειεν ἂν ἐλλείπειν. πέφκε γὰρ ἡ μὲν τῶν ῥημάτων ἐκφορὰ
μετὰ προϲώπου τοῦ κατὰ τὴν εὐθεῖαν καὶ πρᾶγμα δηλοῦν, ἡ δὲ τῶν 
ἀντωνυμιῶν αὐτὸ μόνον πρόϲωπον καί , εἰ δέοι, διαϲτολήν. ὅταν οὖν
τὰ ῥήματα παρατεθῇ, περιϲϲόν ἐϲτι τὰϲ ἀντωνυμίαϲ λαμβάνειν τῆϲ
εὐθείαϲ, εἴγε, δι’ 5 παρετίθεντο, ἐπληροῦτο διὰ τῶν ῥημάτων. τοῦ
 μέντοι λόγου δεομένου ἀντιδιαϲτολῆϲ, καὶ τῶν ῥημάτων μὴ δυναμένων
ἔτι τοῦτο ἀναπληρῶϲαι, ἐξ ἀνάγκηϲ παραλαμβάνονται αῖ τε κατὰ ⟨τὸ⟩ 
πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον, ἡμεῖϲ κα τέβημεν , ἐγὼ ἐθεαϲάμήν,
καὶ ἐπὶ τῶν ὀνομάτων. τούτῳ δὲ τῷ λόγῳ κἀκεῖνο ἀϲύϲτατον
καθειϲτήκει· αἰρομένων γὰρ τῶν ἀντωνυμιῶν διαϲτολῆϲ εἰχε χρείαν ἡ
ϲυμπλοκὴ τῆϲ φράϲεωϲ, ἐγῶ μὲν παρεγεν όμην , ϲ ὺ δὲ ⟨οὐ⟩ παρέτυχεϲ.

ϲθαι τοῖϲ ὀνόμαϲιν . ὡϲ προείρηται, ἐπεὶ ἐν τρίτοιϲ προϲώποιϲ ἐνοεῖτο,
 χωρὶϲ εἰ μὴ τὰ τῆϲ ώπάρξεωϲ ῥήματα ϲυντάττοιτο· (τηνικαῦτα γὰρ ἐπὶ
πρώτου καὶ δευτέρου τὰ ὀνόματα ἐτάϲϲετο. καὶ μάλα εὐλόγωϲ· οὐ γὰρ
ἔτι ἡ ἀντωνυμία τὸ ἰδίᾳ τινὶ παρηκολουθηκὸϲ ἠδύνατο παραϲτῆϲαι.
φαμὲν γὰρ οὖν Ἀρίϲταρ χοϲ λἐγομαι, μακρὸϲ ὑπάρχ χω). ἀναγκαίωϲ 
οὑν αὗται παραλαμβάνονται κατὰ πρῶτον καὶ δεύτερον, κοινὴν προϲώπων
μετάβαϲιν δηλοῦϲαι. ἐπὶ γὰρ τῶν τρίτων οὐκ ἐξ ἀνάγκηϲ παραληφθήϲονται·
δυνατὸν γὰρ προϲχρῆϲθαι καὶ τοῖϲ ὀνόμαϲιν, ἐγὼ καὶ
 ϲὺ καὶ Ἀριϲτοφάνηϲ, χωρὶϲ εἰ μὴ δείξεωϲ δέοιτο ὁ λόγοϲ, καθάπερ
ἐπὶ τοῦ 
 
 οὐτοϲ δ’ Αἴαϲ ἐϲτὶ πελώριοϲ (Γ 229)· 
 
οὐ γὰρ μόνον τῷ τὴν ποιότητα παριϲτάντι ἠρκέϲθη, ἀλλὰ καὶ δεῖξιν
ἐπιζητοῦντοϲ τοῦ λόγου ἐπηνέγκατο τὸ ἀντωνυμικόν. ἄλλωϲ τε ἡ
γνῶϲιϲ τῶν κυρίων ὀνομάτων οὐ δῆλοϲ ἅπαϲιν ὅθεν ἐπὶ τὴν κοινῶϲ
λαμβανομένην ἐπὶ παντὸϲ ἀντωνυμίαν καταδρομὴ γίνεται· οὐϲίαϲ γὰρ 
 αὕτη μόνον παραϲτατική. διὸ καὶ ὁ Νέϲτωρ, οὐϲίαϲ μόνον ἀντιληπτικὸϲ
γενόμενοϲ, οὐκέτι δὲ καὶ τῆϲ παρακολουθούϲηϲ ποιότητοϲ
διὰ τὴν ἀδηλίαν τοῦ καταϲτήματοϲ, ὁρίζει μὲν τὸ ὑποκείμενον πρόϲωπον,
ἀνακρίνει δὲ τὸ ποιόν v,
 
 τίϲ δ’ οὐτοϲ κατὰ νῆαϲ (k 82) 
 
ὁ δὲ τὸ ἴδίον δηλοῖ,
 
 γνώϲεαι Ἀτρείδην (k 88).

Ὡϲ μὲν οὑν καὶ ὲπὶ τρίτων πολλάκιϲ παραλαμβάνονται ἀντ’ ὀνόματοϲ,
 ἐδείχθη. Ἴϲωϲ τιϲ ὡϲ μαχόμενα ταῦτα παραλήψεται
 
 δεῦρ’ ἵτω ἐκ πάντων πρόμοϲ ἔμμεναι Ἔκτορι δίῳ (H 75), 
 
καὶ τὸ
 
 οὐκ ἄν μ’ ἐρύϲαιτ’ ἐξ οὐρανόθεν πεδίον δέ 
 ζῆν’ ὕπατον μήϲτωρα ( Θ 21) 
 
ἰδοὺ γὰρ ὑπὲρ ἑαυτῶν λέγοντεϲ ὀνόματι προϲχρῶνται, τοῦ λέγεϲθαι ἢ
ὑπάρχειν μὴ ϲυντεταγμένων. Ἀλλ’ οὐ τὰ ἐν ϲχήματι λαμβανόμενα, καὶ 
 ταῦτα ὀλιγάκιϲ, κανὼν τῶν πλείϲτων. ἄλλωϲ τε ἔμφαϲιν ὑπεροχῆϲ τὰ
τοιαῦτα ϲημαίνει. καὶ τὸ ἐπὶ Γύκλωποϲ δὲ λεγόμενον ἐπὶ τρίτου ἂν
ἠκούετο,
 
 Οὐτιν ἐγὼ πύματον ἔδομαι (I 369), 
 
 
 

 
εἰ μὴ ἀνθυπαλλαγῇ τῆϲ ἀντωνυμίαϲ εἰϲ δεύτερον αὐτὸ ἐπέϲτρεψε,
 
 τὸ δέ τοι ξεινήιον ἔϲται (ι 370). 
 
ὅμοιον γὰρ καὶ τὸ ἐπὶ Τηλεμάχου,
 
 ὦ γέρον, οὐχ ἑκὰϲ οὺτοϲ ἀνήρ, 
 ὃϲ λαὸν ἤγειρα (β 40. 41) 
 
πάλιν γὰρ πρώτου διὰ τὸ ἤγειρα. οὐκ ἄλογον δὲ τὸ τὴν τῶν ὀνο 
μάτων ἐκφορὰν ἐν τρίτοιϲ νοεῖϲθαι, ἐπεὶ αἱ ἴδιαι θέϲειϲ τῶν ὀνομάτων
οὐ τὸν πρόϲ τινα λόγον ἔχουϲιν, ἀλλὰ τὸν περί τινοϲ.

Αἱ ἀντωνυμίαι οὔτε ἀντὶ τῶν προϲηγορικῶν ὀνομάτων, οὔτε ἀντὶ
 ἐπιθετικῶν ν, εἴγε αἱ μὲν ὁρίζουϲιν ἕν τι, τὸ δὲ προϲηγορικὸν διήκει
κατὰ πλειόνων, ἄνθ ρωποϲ, ῖππ οϲ. τὸ δὲ ἐγώ εἰμι ὁ ταῦτα
δρῶν ἀντὶ ὀνόματοϲ κυρίου τοῦ Τρύφων ἢ Δίων. ἀλλὰ μὴν τἀπιθε 
τικὰ ἢ πηλικότητα ἢ ποϲότητα ἢ διάθεϲιν ψυχῆϲ δηλοῖ ἥ τι τοιοῦτον·
αἱ δὲ ἀντωνυμίαι οὐδενὸϲ τούτων παραϲτατικαί, μόνον δὲ οϲίαϲ.
 ἀμέλει τὸ λευκόϲ ἐϲτιν ἡ μέλαϲ ἢ ἀγαθόϲ εἰϲ ἀντωνυμίαν οὐ
μεταλαμβάνεται, τοῖϲ δὲ κυρίοιϲ τὰ ἐπιθετικὰ ϲυναρτᾶται, μα κρόϲ
ἐϲτι Τρύφων, λευκόϲ ἐϲτι Δίων· φαμὲν δὲ ἐγὼ λευκόϲ εἰμι,
ἀγαθὸϲ εἶ ϲύ· καὶ κατὰ τοῦτο οὐν ἀντὶ κυρίων δείκνυνται παραλαμβανόμεναι.
Ἔτι καὶ τὸ ῖπποϲ με ἐλάκτιϲε, μεταλαμβανόμενον εἰϲ 
 τὸ οὑτόϲ με ἐλάκτιϲεν, οὐκέτι κοινότητα τοῦ ἵππου ἐπαγγέλλεται,
τὸν δὲ ἰδίωϲ νοούμενον.

Ἐπεὶ δὲ καί τινεϲ τῶν λέξεων ἀμφιβάλλονται, πότερον ἀντωνυμίαι
ἢ ὀνόματα , διά τιναϲ ὁμοιότηταϲ ἢ κοινὰϲ παρακολουθήϲειϲ, καὶ περὶ
 τούτου λεκτέον, ἵνα τἀκριβὲϲ τοῦ λόγου προϲγινόμενον τὸ διϲταζόμενον
κατὰ τάϲδε τὰϲ λέξειϲ ἀποτρίψηται.

Τὰ γοῦν ἐγκλιτικὰ τῶν πτωτικῶν ἀντωνυμίαϲ φαϲὶν εἰναι, τίμηϲόν
με,
 
 κόψε γάρ αὐτὸν (Μ 204), 
 οὐδέ τί μοι περίκειται (1 321) 
 
 
 

 
«διὰ τοῦτο τὸ τιϲ, ἐγκλιτικὸν ὄν, ἀντωνυμία, ἦλθέ τιϲ ἄνθρωποϲ.
— τά τε εἰϲ ϲ λήγοντα ὀνόματα,  μονοϲύλλαβα ὄντα, ἐκτείνεται, Kρήϲ,
θήϲ, παῖϲ, θίϲ, εῖϲ, τὰ δὲ τῶν ἀντωνυμιῶν ϲυϲτέλλεται, ϲόϲ, ὅϲ,
 ϲφόϲ. — αἱ εἰϲ να λήγουϲαι αἰτιατικαὶ εἰϲ ν λήγουϲι κατὰ τὸν τοῦ
οὐδετέρου παραϲχηματιϲμόν, μέλανα μέλαν, τάλανα τάλαν, τέρενα 
τέρεν, ἕνα ἕν. πῶϲ οὖν ἀπὸ τοῦ τινὰ οὐχὶ τίν, ἀλλὰ τί; τὸ
δ᾿ ἀνακόλουθον ἐν ἀντωνυμίαιϲ· τοιοῦτον οὖν καὶ τὸ προκείμενον. —
καὶ ἐκ τοῦ παρὰ Δωριεῦϲι μὴ περιϲπᾶϲθαι, καθὸ παιδῶν, πάντων,
Τρωῶν. — οὐϲίαν ϲημαίνουϲιν αἱ ἀντωνυμίαι, τὰ δὲ ὀνόματα οὐϲίαν
μετὰ ποιότητοϲ· τὸ οὖν τίϲ. οὐϲίαϲ ὸν μόνον παραϲτατικόν, ἀντωνυμία. 
 — ἔτι ἀνταποδίδοται τῷ ποῦ τὸ ἐκεῖ, καὶ γίνεται ἓν μέροϲ
λόγου, τῷ τε πότε τὸ ὅτε· καὶ τῷ τίϲ οὖν τὸ ἐγώ· ταὐτὸν ἄρα.

Ἐγὼ δ᾿ οἶμαι πᾶϲαν λέξιν μᾶλλον ἀντωνυμίαν παραδεχθῆναι ἤπερ
τὸ τίϲ καὶ τὰ τῆϲ τοιαύτηϲ ϲημαϲίαϲ ὀνόμιατα, λέγω δὲ τὸ ποῖοϲ, πόϲοϲ.
τὸ γὰρ ἐναντιώτατον ταῖϲ ἀντωνυμίαιϲ, ἀόριϲτά ἐϲτιν, αὐτῆϲ ὁριζούϲηϲ 
 πρόϲωπα. εἴτε γὰρ πυϲματικῶϲ, εἴτε ἀποφαντικῶϲ λαμβάνοιτο, ϲαφὲϲ’
ὅτι ἀόριϲτα. ὁ γὰρ πυνθανόμενοϲ, ἐν ῷ πυνθάνεται, ἀγνοεῖ, τὸ δ
ἀγνοούμενον οὐχ ὁριϲτόν ὁ δὲ λέγων ἀποφαντικῶϲ ἦλθ τιϲ οὐϲ
ἐπί τινα γνωριζόμενον ἀπερείδεται. πῶϲ οὖν οὐ παρέλκουϲα ἡ ζήτηϲιϲ;

Ἀλα τὸ τίϲ, ἀποφαντικὸν ὄν, ἐγκλίνεται. Ἀλλ᾿ οὐδεμία ἀντωνυμία, 
εὐθείαϲ οὐϲα, ἐγκλίνεται, τὸ δὲ τίϲ εὐθείαϲ· πῶϲ οὖν ἀντωνυμία:
ἄλλωϲ τε οὐκ ἴδιον ἀντωνυμίαϲ ἔγκλιϲιϲ, ἀλλὰ καὶ ῥημάτων,
 ὡϲ τὸ ἐϲτίν, εἰϲίν, καὶ ϲυνδέϲμων, ὁ πέρ, ὁ τέ, καὶ ἐπιρρημάτων, ὡϲ
τὸ ποτέ, πῶϲ. οὐκ ἐπεὶ οὖν ἐγκλίνεται τὸ τίϲ, ἀντωνυμία. — Πῶϲ
οὖν οὐ τείνεται μονοϲυλλαβοῦν ὡϲ τὰ ὀνόματα: Τοῦτο φωνῆϲ κατηγόρημα, 
οὐ τοῦ νοουμένου ἀπὸ τῆϲ φωνῆϲ. ἡ αὐχενοϲ παράλογόϲ ἐϲτιν,
ἀλλ᾿ ὄνομα· τὸ πέποϲχα ἡμάρτηται, ἀλλὰ ῥῆμα. ἴϲωϲ δὲ καὶ ἡ ϲύντομοϲ
τῆϲ πεύϲεωϲ ἀνάκριϲιϲ τὸ μακρὸν ῑ παρῃτήϲατο. — εἰϲ ῑ δὲ
λήγει τὸ οὐδέτερον, καθότι τὰ ϲυϲτελλόμενα τῶν διχρόνων ἀποβολῇ
 τοῦ ϲ τὸ οὐδέτερον ποιοῦϲι, ταχύϲ τα χύ, ῆμιϲυϲ ῆμιϲυ, μέγαϲ 
 
 

 
μέγα, εχαριϲ εὔχαρι· τοιοῦτον οὑν καὶ τὸ τί. — Αἱ ἀντωνυμίαι
⟨αἱ⟩ ὀρθοτονούμεναι καὶ ἐγκλινόμεναι ἐγκλινόμεναι αὐτὸ μόνον διακρίνουϲι
τὰ πρόϲωπα, καὶ ὀρθοτονούμεναι διαϲτέλλουϲι καὶ ἀντανακλῶνται·
τῷ δὲ τίϲ οὐ ταὐτὸν παρηκολούθει. οὐ γὰρ ἕνεκα διαϲτολῆϲ
 τὸ τίϲ ὀξύνεται. ἀλλ’ ἕνεκα πεύϲεωϲ. — Τῷ τίϲ τὸ ἐγώ ἀνθυπάγεται,
ἀλλὰ καὶ τὸ Ἀρίϲταρχοϲ, ἄλλα μυρία προϲῶπων δεικτικά. τὰ δὲ 
πύϲματα κατὰ ποϲότητοϲ, ὡϲ τὸ πόϲοϲ, καὶ ποιότητοϲ, ὡϲ τὸ ποῖοϲ,
καὶ πηλικότητοϲ, ὡϲ τὸ πηλίκοϲ, καὶ κατ’ οὐϲίαϲ, ὡϲ τὸ τίϲ. καὶ οὐ
διὰ τοῦτο ἀντωνυμία.

ῦὐκ ἔϲτιν εὔλογον κατατρέχονταϲ τῆϲ φωνῆϲ φάναι ὡϲ οὐδεμία
ἀντωνυμία εἰϲ ιϲ ἢ εἰϲ νοϲ ἢ εἰϲ νᾷ λήγει, ἥ περιϲϲοϲυλλαβεῖ κατὰ
γενικήν γ. ἐπεὶ ἕνεκά γε τούτου οὐδεμία ἀντωνυμία είϲ γω ἢ εἰϲ ϲυ.
καὶ ϲχεδὸν ἐπὶ παϲῶν τὸ αὐτὸ ἦν, καὶ οὐ πάντωϲ οὐκ ἀντωνυμίαι. —
εἰ δὲ χρή, ἐκεῖνο λεκτέον, ὡϲ αἱ γένουϲ παραϲτατικαὶ καὶ ἀκοινώ. 
 νητοι ὡϲ πρὸϲ τὰ θηλυκά, ἐκεῖνοϲ ἐκείν η, αὐτόϲ α ὐτ ή· πῶϲ οὕν
ὁ τίϲ καὶ ἡ τίϲ :— τὸ οὐδείϲ ϲυντάϲϲεται γενικῇ ἀντωνυμίαϲ, οὐδεὶϲ
αὐτῶν. οὐδεὶϲ ἡμῶν· οὐκέτι τῷ τινῶν. — πρὸϲ τὴν πεῦϲιν βαρύνεται
τὸ τίνων, ἐπεὶ τὰ πύϲματα πρὸϲ πάντων Ἐλλήνων βαρύνεται, ὑπὲρ
μίαν ϲυλλαβὴν ὄντα, ὑπεξαιρουμένου τοῦ ποδαπόϲ διὰ τὸν τύπον. οὐ
 
 

 
πάντωϲ οὖν οὐχὶ ὄνομα, ὅτι παρὰ Δωριεῦϲιν ⟨οὐ⟩ περιϲπᾶται, καὶ
ἐπεὶ τινά ὀξυτόνωϲ φαμὲν ἐπὶ τῆϲ ἀποφάϲεωϲ, καίτοι μηδεμιᾶϲ αἰτιατικῆϲ
 εἰϲ α ληγούϲηϲ καὶ ὀξυτονουμένηϲ. Πῶϲ δὲ οὐχὶ κἀκεῖνο
γέλοιον «ἡ γὰρ ἵ ἀντωνυμία προϲέλαβέ», φαϲι, τὸ τ, καὶ ἐγένετο τί,
τὰ δὲ τοιαῦτα τοῦ αὐτοῦ μέρουϲ λόγου, οἱ ἱοc τοῖοϲ, ὡς τ τώϲ.» 
Πρῶτον μὲν οὐ τῆϲ αὐτῆϲ ἐννοίαϲ· εἷτα ἔδει τὸ τί τῶν τριῶν γενῶν
εἶναι παραϲτατικόν, ὥϲπερ καὶ τὸ ἵ. ἢ εἴπερ τὸ τί οὐδέτερον μόνωϲ,
πῶϲ οὐχὶ καὶ τῷ τίϲ τὸ δίχα τοῦ τ παράκειται ἵϲ τί δὲ τὰ μὲν ἀπὸ
 τοῦ τ κλίϲιν καὶ ἀριθμὸν ἀνεδέξατο, τινόϲ, τινῶν τὰ δὲ ἀπὸ τοῦ ι
οὐκέτι, τῶν τοιούτων κλινομένων, οἵου γὰρ καὶ τοίου.

Τὸ τηλικοῦτοϲ καὶ τοιοῦτοϲ τά τε τούτοιϲ ὅμοια ϲύνθετα, ὥϲ
τινεϲ ὑπέλαβον. ϲκεπτέον οὖν καὶ τίνα ἂν μέρη λόγου εἴη, εἴπερ
ἔγκειται τὸ οὗτοϲ. Καὶ ὑπὲρ μὲν τῆϲ ϲυνθέϲεωϲ τάδε τὰ κεφάλαια· ὁ
τύποϲ τῆϲ φωνῆϲ, ἐν ᾡ τὰ ἐν διαλύϲει φαμὲν τηλίκοϲ οὖτοϲ. ἡ διὰ
τοῦ ι ἐπέκταϲιϲ, τηλικουτοϲί, τοιουτοϲί, ὅπερ ἐπ᾿  ὀνομάτων οὐ
 ϲυμβαίνει. — τὸ δεῖξιν ἀναδέχεϲθαι· ἀφορῶντεϲ γάρ φαμεν τηλι. 
κοῦτοϲ καὶ τοιοῦτοϲ, τούτου μὴ παρακολουθοῦντοϲ ὀνόμαϲι. — τῶν
τε οὐδετέρων ἡ εἰϲ ο κατάληξιϲ, τηλικοῦτο· ὁμοίωϲ γὰρ τῷ αὐτό
καὶ τοῦτο καὶ ἐκεῖνο. »

Ὑπὲρ δὲ τοῦ μὴ οὕτωϲ ἔχειν τὰ τῆϲ ϲυνθέϲεωϲ ῥητέον πῶϲ τὸ
τηλίκοϲ καὶ ἔτι τὸ τηλικόϲδε, ἀϲύνθετα ὄντα, τὸ αὐτὸ ϲημαίνει τῷ 
τηλικοῦτοϲ ποτε ἁπλοῦν ϲυνθέτῳ ταὐτόν ἐϲτι; — δεύτερον, οὐχ ὑγιὲϲ
 τὸ λέγειν, ὅτι καὶ τὸ οὖτοϲ ἔγκειται. τί γὰρ μᾶλλον ὄνομα ἐκ τοῦ
κατ᾿  ἀρχὴν μέρουϲ ἢ ἀντωνυμία ἐκ τοῦ κατὰ τὸ τέλοϲ. ἐὰν γὰρ ἅπαξ
 
 

 
δοθῇ ἐγκεῖϲθαι τὸ οὖτοϲ, δέδοται καὶ ἀντωνυμίαν εἶναι τὸ τηλικοῦτοϲ·
τὰ γὰρ τέλη τῶν λέξεων ἐπικρατεῖ κατὰ τὰϲ ϲυνθέϲειϲ. ῥῆμα γοῦν τὸ
δημαγωγῶ καὶ παιδαγωγῶ, καὶ ὄνομα τὸ εὐγενήϲ, καὶ εἰ ἐξ ἐπιρρήματοϲ
ϲύγκειται· καὶ ἐπ᾿  ἄλλων μυρίων τὸ αὐτό.—ἄλλωϲ τε καὶ ποίαν 
 ἔτι ἔμφαϲιν ἔχει τὸ τημοῦτοϲ τῆϲ οὖτοϲ ἀντωνυμίαϲ, ἢ τὸ τηνικαῦτα
τοῦ αὐτά, ὅτε οὐδὲν πλέον τοῦ τηνίκα καὶ τῆμοϲ ϲημαίνει, — πῶϲ δ᾿ 
οὐχὶ καὶ κοινά ἐϲτι κατὰ γένοϲ καὶ προπαροξύνεται; τὰ γὰρ ϲύνθετα
τοιαῦτα κατὰ γένοϲ καὶ κατὰ τόνον, ὑποϲτελλομένων τῶν παραλόγων.
ἀπὸ γοῦν τοῦ δοῦλοϲ προπεριϲπωμένου τὸ ϲύνδουλοϲ καὶ κοινὸν καὶ
 προπαροξυνόμενον· ἐχρῆν ἄρα καὶ παρὰ τὴν οὖτοϲ τὸ τηλικοῦτοϲ προπαροξύνεϲθαι.
— Ἀλλὰ δύο πρόϲωπα δηλοῖ, τό τε δεικνύμενον καὶ 
ἐφ᾿  ὃ ἀναφέρεται ἡ δεῖξιϲ, ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ ϲύνθετον καθειϲτήκει.»
Καὶ τοῦτο εὐαπόλυτον. ἰδοὺ γὰρ ϲύνθετοι λέξειϲ ἓν ἁπλοῦν
δηλοῦϲιν, ὡϲ ἡ Θεόφραϲτοϲ, καὶ ἁπλαῖ λέξειϲ πλείονα πρόϲωπα.
 Ἑκτόρειοϲ γὰρ ὁ τοῦ Ἕκτοροϲ υἱόϲ· καὶ ἔτι τὸ ἱππεύϲ μετὰ τοῦ ἵππου
καὶ ἀνδρὸϲ καὶ τέχνην ἐπαγγέλλεται. καὶ ἄλλα πλείονα παραχθέντα
ὑπόφαϲιν παρέχει ϲυνθέϲεωϲ· τὸ μελιτηρόν τοῦ τηρεῖν, ὅπερ ὁμοίωϲ 
παρῆκται τῷ καματηρόν καὶ αἱματηρόν· τὸ φαιδιμόεντεϲ, ὅτι φαίδιμα
ἔντη, ὅπερ ἦν κλίϲιϲ ἁπλοῦ τοῦ φαιδιμόειϲ. — Πῶϲ δ᾿  οὐχὶ καὶ ἡ δαϲεῖα
 τοῦ οὖτοϲ ἐφυλάϲϲετο; τί δὲ οὐχὶ καὶ πρώτου καὶ δευτέρου ἀναλογούϲαϲ
ἔχει, ἅπερ καὶ ϲύγκειται καὶ γὰρ ἡ ἐμαυτοῦ καὶ ϲαυτοῦ.
οὐϲίαν μόνον ϲημαίνουϲιν αἱ ἀντωνυμίαι, ταῦτα δὲ καὶ ποιότητα καὶ
τηλικότητα, τηλικοῦτοϲ καὶ τοιοῦτοϲ. —Ἄλλωϲ τε καὶ ὁμοιώϲεωϲ 
ὄντα τὰ ὀνόματα τῶν ὑποκειμένων ἐδόκει δεῖξιν παριϲτάνειν.» Ὅπερ
 
 

 
ἄγαν ἐϲτὶ ληρῶδεϲ. τὸ γὰρ δεικνύμενον δἰ ἀντωνυμίαϲ οὐκ ἐπ᾿  ἄλλου
ϲυντείνει, αὐτὸ δὲ τὸ ὑποκείμενον καὶ κατὰ γένοϲ καὶ κατὰ ἀριθμόν.
ἀφορῶν γάρ τιϲ εἰϲ λίμνην φήϲει τηλικοῦτον εἶναι τὸν Νεῖλον. ἢ ἐπὶ
πλήθουϲ, τηλικοῦτοί μοί εἰϲιν οἱ παῖδεϲ ἀποβλέπων εἰϲ ἕν τι
 μέγεθοϲ τῶν ὑποκειμένων, ὅπερ ἐπὶ παντὸϲ γένουϲ δύναται παραλαμβάνεϲθαι. 
— Ἀλλ᾿  εἰϲ ο λήγει τὸ οὐδέτερον.» Τοῦτο ἴδιον τῆϲ παραγωγῆϲ.
ἴϲωϲ δὲ καὶ εἰϲ ον λήγουϲιν αἱ οὐδέτεραι ἐκφοραί. — Αἴ τε
διὰ τοῦ ῑ ἐπεκτάϲειϲ κατά τινοϲ ὑποκειμένου καὶ ἀναφερομένου θέλουϲι
παραλαμβάνεϲθαι· ἐκεινοϲί γὰρ καὶ τουτοῖ. ὑπέκειτο δὲ ταῖϲ τοιαύταιϲ
φωναῖϲ τὸ ὁμοιωματικόν, ἐφ᾿  ὃ ἀναφέρεται τὸ τηλικοῦτοϲ. —Ἀμέλει 
τὸ ἴϲοϲ μεταλαμβάνεται εἰϲ τὸ τηλικοῦτοϲ, ὅπερ ὄνομα· ὀνόματα ἄρα
καὶ τὰ προκείμενα.

Τῆϲ αὐτῆϲ ζητήϲεωϲ τυγχάνει τὸ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, τοῦ
δαπέδου ἢ ἐδάφουϲ κατά τιναϲ ἐγκειμένου. — Ἀλλ᾿  ἐβαρύνετο ἂν
ὁμοίωϲ τοῖϲ τὸ ο φυλάξαϲιν οὐδετέροιϲ, ἄϲτεφοϲ, εὔτειχοϲ, δύϲριγοϲ, 
εἰ παρὰ τὸ ἔδαφοϲ· εἰ δὲ παρὰ τὸ δάπεδον, ὁμοίωϲ τῷ εὔτεκνοϲ,
εὔμετροϲ, ε ὐπρόϲωποϲ. — ἀλλ᾿  εἰ καὶ τὰ τοῦ τόνου
παραπεμπτέα, εἴγε καὶ τὰ παρὰ τὸ ἔργον ϲυντιθέμενα ὀξύνεται,
 μουϲουργόϲ, ἐλεφαντουργόϲ, ὑπουργόϲ, τὰ τοῦ γένουϲ ἀντέκειτο·
κοινὰ γὰρ ἔδει εἶναι ὁμοίωϲ τοῖϲ ϲυνθέτοιϲ. — πρὸϲ οἷϲ καὶ τὰ 
 
 
 

 
τῆϲ γραφῆϲ ἀντέκειτο· ἐχρῆν γὰρ ἢ ἡμεδαπεδόϲ διὰ τοῦ πεδ ἢ ἡμεδαφόϲ
διὰ τοῦ φ. πρὸϲ τούτοιϲ εἰϲ ἄπορον περιίϲταται τὸ ϲχῆμα τῆϲ
λέξεωϲ· οὔτε γὰρ ὄνομα, ἐπεὶ πῶϲ πρώτου προϲώπου καὶ δευτέρου
δεικτικόν, ὅπερ ἐν ὀνόματι οὐ παρακολουθεῖ; οὔτε ἀντωνυμία, ἐπεὶ τὰ
 τέλη τῶν ϲχημάτων ἐπικρατεῖ, ὄνομα δὲ τὸ τέλοϲ, ὄνομα ἄρα τὸ ἡμεδαπόϲ.
ἔτι οὐδεμία ἀντωνυμία μετ᾿  ἄλλου μέρουϲ λόγου ϲυντίθεται ἢ 
μόνη ἡ αὐτόϲ πληθυντικὴ δὲ οὐδεμία καθόλου· πῶϲ οὖν ϲύνθετον τὸ
ἡμεδαπόϲ;

Εἰρήϲεται μὲν οὖν ἐντελῶϲ ἐν τῷ περὶ ϲυνθέτων ἡ αἰτία τῆϲ
 ἀϲυνθεϲίαϲ, καὶ νῦν δὲ διὰ βραχέοϲ ῥηθήϲεται. τὰ ὀνόματα δείξεώϲ
ἐϲτιν ἀπαρέμφατα, αἱ δὲ ἀντωνυμίαι δείξεώϲ εἰϲι παραϲτατικαί, ἀλλὰ
μὴν καὶ προϲώπων τε ὡριϲμένων, ἀπολύτων τε καὶ διαϲταλτικῶν. τά
τε ϲυντιθέμενα τῶν λέξεων τὸ ἴδιον ϲημαινόμενον φυλάϲϲει, ἐάνπερ μὴ 
ϲυμβολικῶϲ λαμβάνηται. καθάπερ τὰ κύρια. ὀρθῶϲ ἄρα τὴν ϲύνθεϲιν
 τῶν ἀντωνυμιῶν τὰ ὀνόματα παρητήϲατο. — Ἐπεὶ κἀκ τῶν προκειμένων
τὰ ὀνόματα μετελαμβάνετο, (τὸ παντοδαπόϲ ἴϲον τῷ παντοῖοϲ, καὶ
οὐδαμοῦ τὸ ἔδαφοϲ,) δῆλον ὡϲ καὶ τὰ προκείμενα ἀϲύνθετα. — Ἐλλειπῆ
ὄντα τὰ πύϲματα τοῦ ἐφ᾿  ὃ ποθεῖ, ἀϲύνθετα καθέϲτηκεν· αἱ δὲ ϲυνθέϲειϲ
αὐτοτελεῖϲ θέλουϲιν εἶναι. πῶϲ οὖν τὸ ποδαπόϲ ϲύνθετον — 
 Παράγονται αἱ ἀντωνυμίαι. ἰδοὺ γὰρ νωίτεροϲ καὶ ἡμέτεροϲ. ἀκωλύτωϲ
ἄρα καὶ ταῦτα παρήχθη. ὁμοίωϲ τῷ τηλεδαπόϲ καὶ παντοδαπόϲ.

«Ἀλλά», φαϲίν, εἰ δοθείη τὸ ἡμεδαπόϲ παρῆχθαι, δοθήϲεται καὶ τὸ
ἄλλοϲ ἀντωνυμία, ἐπεὶ τὸ ἀλλοδαπόϲ τῷ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, ἀντωνυμικοῖϲ
 
 

 
οὖϲι, τρίτον καθεϲτὸϲ ϲυμπαρήχθη· χρῆν γὰρ ϲφεδαπόϲ.» —
Καὶ τοῦτο εὐαπόλυτον. πρῶτον ὡϲ οὐκ εἴ τι κατὰ τὸ τρίτον ἐπάγεται
ταῖϲ ἀντωνυμίαιϲ, τοῦτο ἀντωνυμία· ἰδοὺ γὰρ καὶ τὰ ὀνόματα.
— ἔπειτα ἐξ ἀνάγκηϲ τὸ ἀλλοδαπόϲ ἐπιφέρεται, οὐ καθὸ ἀντωνυμία,
καθὸ δὲ τῶν ὑποκειμένων προϲώπων ἀναιρετικὸν ὑπάρχον εὶϲ ἀόριϲτον 
πρόϲωπον μεθίϲτηϲιν· ἄλλοϲ γάρ, οὐκ ἐγώ· ἄλλοϲ, οὐ ϲύ· ἄλλοϲ,
οὐκ Ἀρίϲταρχοϲ. ἀναγκαίωϲ οὖν τὸ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, τοῦ
ὁριϲμοῦ ϲτερούμενα, εἰϲ τὸ ἀλλοδαπόϲ περιίϲτατο ἀόριϲτον, τοῦ ϲφεδαπόϲ
μὴ δυναμένου κατὰ τὸ τρίτον παραλαμβάνεϲθαι, ἐπεὶ δυϲέφικτον
τὸ ὁρίϲαι παντὸϲ ἀνθρώπου πόλιν· ἄπειρα δὲ τὰ τρίτα. ϲτέρηϲιϲ ἄρα 
ἦν πρώτου καὶ δευτέρου τὸ ἀλλοδαπόϲ, ὥϲπερ ἀρϲενικοῦ καὶ θηλυκοῦ
τὸ οὐδέτερον.

Ἀλλ᾿ οὐδὲ κλητικήν φαϲιν ἔχειν τὸ ἄλλοϲ, καθότι αἱ ἀντωνυμίαι,
ἐκεῖνοϲ καὶ αὐτόϲ. — Καὶ τοῦτο ληρῶδεϲ. εἰ γὰρ ἡ κλητικὴ κλῆϲιϲ
τοῦ πέλαϲ, ὅπερ ἐϲτὶ δεύτερον πρόϲωπον, πῶϲ οὐχὶ βίαιον τὸ ἀφανιϲτικὸν 
 τῶν προϲώπων ἐϲ δευτέρου προϲώπου γένεϲιν μεθίϲταϲθαι; —
«Ἀλλὰ καὶ τὸ οὐδέτερον εἰϲ ο ἔληξε, καθότι τὸ αὐτό καὶ τὸ ἐκεῖνο
ἀντωνυμίαι ὄντα.» Τοῦτο ἁμάρτημα φωνῆϲ, ὅπερ κατωρθοῦτο ἐν τῷ
ϲυνθέτῳ, τὸ ὀφειλόμενον ν προϲλαμβάνον· ἔξαλλον γὰρ καὶ περίαλλον.
— «Τὴν γενικὴν πληθυντικὴν περιϲπῶϲι Δωριεῖϲ, ἐπεὶ καὶ τὰϲ τοιαύταϲ 
τῶν ἀντωνυμιῶν· τουτῦν γὰρ καὶ τηνῶν, οἱϲ ὅμοιον καὶ τὸ ἀλλῶν».
Ἀλλ᾿ οὐκ εἴ τι ἐν διαλέκτοιϲ παρὰ τάϲιν ὠλιγώρηται, τοῦτο καὶ τῆϲ
 ποιότητοϲ τῆϲ λέξεωϲ ἐϲτέρηται· ἴϲωϲ δὲ καὶ τὸ ἐλλειπὲϲ τῆϲ εὐθείαϲ
ἀνεπλήρωϲαν Δωριεῖϲ, ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἑνικῆϲ περιϲπῶντεϲ.

Ἡ ἀντωνυμία ὁρίζει πρόϲωπα, τὸ δὲ καὶ τὰ ὁριζόμενα ἀόριϲτα 
 
 
 

 
καθίϲτηϲιν, ἄλλοϲ, οὐκ ἐγώ. — αἱ ἀντωνυμίαι ἀντ᾿ ὀνομάτων·
Ἀρίϲταρχοϲ ἐξηγήϲατο καὶ αὐτὸϲ ἐθαυμάϲθη ἓν καὶ τὸ αὐτὸ
πρόϲωπον, ἀλλ᾿ οὐκέτι ἐν τῷ Ἀρίϲταρχοϲ ἐξηγήϲατο καὶ ἄλλοϲ
ἐθαυμάϲθη. — αἱ εἰϲ οϲ λήγουϲαι ἀντωνυμίαι μονοπρόϲωποι, ὀρθοτονούμεναι 
 μόνωϲ καὶ δεικτικαὶ οὐϲαι, διὰ τοῦ ῑ ἐπεκτείνονται, χωρὶϲ
τῆϲ αὐτόϲ· αὔτη γὰρ ἀναφορικὴ οὐϲα οὔτε ἐπεκτείνεται οὔτε μόνω.
ὀρθοτονεῖται· ἐκεινοϲί γὰρ καὶ οὑτοϲί δεικτικῶϲ, ἀναφορικῶϲ δὲ κατ’
ἔγκλιϲιν
 
 κόψε γάρ αὐτον ἔχοντα (Μ 204). 
 
 τὸ δ᾿ ἄλλοϲ οὐδενὶ τῶν λόγων ὑποπίπτει. — ἡ αὐτόϲ πάϲη ἀντωνυμίᾳ
ἐπιτάϲϲεται, ἐγὼ αὐτόϲ, ἐκεῖνοϲ αὐτόϲ· οὐκέτι δὲ ἄλλοϲ 
αὐτόϲ. — αἱ ϲύνθετοι τῶν ἀντωνυμιῶν οὐ μεταβατικαί, ἐμαυτόν καὶ
ἐμαυτῷ· τὸ δ᾿ ἐπ᾿ ἀλλήλουϲ ἐν μεταβάϲει προϲώπων. — μετὰ
προθέϲεωϲ οὐ ϲυντίθενται ἀντωνυμίαι· διάλληλοϲ δέ φαμεν. — αἱ γενικαὶ
 πληθυντικαὶ τῶν ἀντωνυμιῶν ϲυντάϲϲονται μετὰ τοῦ οὐδείϲ χωρὶϲ
ἄρθρου, τὰ δὲ ὀνόματα μετὰ ἄρθρου· οὐδεὶϲ τῶν ἄλλων παρεγένετο.
Παραιτητέον τὴν λοιπὴν ἐπιχείρηϲιν ὑπὲρ τοῦ τὸν ⟨λόγον⟩
μὴ ἐπὶ πλέον προάγειν, τῶν ϲυνεκτικωτάτων κατειλημμένων.

Εἰ τὰ ἐν πρώτῳ προϲώπῳ νοούμενα ἢ ἀντωνυμίαι εἰϲὶν ἢ ῥήματα,
 ϲαφὲϲ ὅτι τὸ ὤμοι, πρώτου ὑπάρχον προϲώπου, ἀντωνυμία ἂν γένοιτο
καὶ οὐ ῥῆμα καὶ ἐκ τῆϲ λέξεωϲ δὲ προφανὲϲ ὡϲ ἔϲτι δοτικῆϲ.
Ἀλλ’ αἱ τοῦ πρώτου προϲώπου καὶ δεύτερον καὶ τρίτον ἔχουϲι, τὸ
δὲ ὤμοι οὐκέτι. — αἱ ἀντωνυμίαι τὴν περιϲπωμένην ὑπερκειμένην φυλάϲϲουϲι,
πῶϲ μοι, καλῶϲ μοι· τὸ δὲ ὤμοι οὐκέτι τοῦ ὦ τὸν περιϲπαϲμὸν 
 ἐφύλαξεν. — ἀπ’ ἀντωνυμιῶν ῥήματα οὐ παράγεται· πῶϲ οὗν
τὸ οἰμώζειν; δῆλον οὖν ὡϲ ἐπίρρημα· καὶ γὰρ παρὰ τὸ αἰαί αἰάζειν,
λίαν λιάζειν.

Ἴϲωϲ δόξει μάχεϲθαι τὸ μὴ ἐπὶ πᾶν πρόϲωπον ϲυντείνειν, καθάπερ
τὰ ἄλλα ἐπιρρήματα, καλῶϲ γράφειϲ καὶ γράφεῖ, Ἑλληνιϲτὶ λέγειϲ
 καὶ λέγει. Ἀλλὰ τὰ ϲχετλιαψτικὰ τῶν ἐπιρρημάτων, ἐξ αὐτοπαθείαϲ
 
 

 
 ἐκπεμπόμενα, αὐτὸ μόνον τοῦ ὑποκρινομένου προϲώπου τὸ
λυπηρὸν παρίϲτηϲι, τὴν δ᾿ ἐπὶ τὰ ἄλλα πρόϲωπα μετάβαϲιν ἀπήρνηται.
τοῦτο γὰρ ἦν καὶ τὸ δόξαν πρώτου προϲώπου ἔμφαϲιν δηλοῦν. εὐήθειϲ.
οὖν οἱ ϲολοικιϲμὸν φάϲκοντεϲ ἐν τῷ
 
 ὤμοι ἐγὼ δειλόϲ (ε 299).

Ϲυμβέβηκε τῶν ἀντωνυμιῶν ἃϲ μὲν ὀρθοτονεῖϲθαι, τουτέϲτι τὸν
κατὰ φύϲιν τόνον ἔχειν, ἃϲ δὲ ἐγκλίνεϲθαι, ὧν τὸ τέλοϲ, λέγω δὴ τῶν
 ἐγκλινομένων, ἢ φύϲει ὀξύνεται ἢ δυνάμει, ὡϲ τὰ περιϲπώμενα. ἐν
αὑτοῖϲ γὰρ ἔχει ὀξεῖαν. ἥτιϲ μεθίϲταται κατὰ τὴν ἄρχουϲαν ϲυλλαβήν, 
ὡϲ ἐπὶ τῶν τετραχρόνων, ἥρπαϲέ τιϲ ἥμων, ἢ κατὰ τὸ τέλοϲ τῆϲ
ὑπερκειμένηϲ λέξεωϲ, ὡϲ ἐπὶ τῶν ἐλάττοναϲ χρόνουϲ ἀναδεξαμένων,
τοῦ τονικοῦ οὐκ ἐμποδίζοντοϲ, ἀνθρώποιϲ μοι,
 
 τίϲ τάρ ϲφωε (Α 8).

Πρὸ τῆϲ οὖν κατὰ μέροϲ αὐτῶν ἐξετάϲεωϲ διαληπτέον καθολικώτερον 
 περὶ τῆϲ διαφορᾶϲ τῶν ὀρθοτονουμένων πρὸϲ τὰϲ ἐγκλιτικάϲ.
περί τε τῶν μόνωϲ ὀρθοτονουμένων, καὶ διὰ τί, καὶ τῶν μόνωϲ ἐγκλινομένων,
τῶν τε εἰϲ ἄμφω τοὺϲ τόνουϲ παραλαμβανομένων, καθ᾿ οὓϲ
τρόπουϲ ὀρθοτονηθήϲονται.

Αἱ μὲν οὖν ὀρθοτονούμεναι καὶ προτάϲϲονται καὶ ὑποτάϲϲονται, 
ἐμοὶ ἔδωκεν, ἔδωκεν ἐμοί· αἱ δὲ ἐγκλινόμεναι μόνωϲ εἰϲὶν ὑποτακτικαί.
 διαφέρει δὲ ὑποκταικὸν ὑποταϲϲομένου, ἡ τὸ μὲν πάντοτε
ἐν ὑποταγῇ, τόν τε ἵδιον τόνον οὐκ ἔχει, τὸ δὲ ὑποταϲϲόμενον καὶ
προτάϲϲεται, καὶ τὸν τόνον τὸν ἑαυτοῦ ἔχει (ἐμ οὶ γὰρ ἔδωκαϲ, ἔδωκαϲ
ἐμοί, λέγω δὲ διϲυλλάβωϲ· τὸ δ᾿ ἔδωκέ μοι καὶ βαρύτονον καὶ 
μονοϲύλλαβον καὶ οὐδέποτε πάντωϲ προτακτικόν)· ὃν τρόπον καὶ ἐγκλινόμενον
 
 

 
ἐγκλιτικοῦ. τὸ μὲν γὰρ ἐγκλινόμενον αὐτὸ μόνον κοιμίζει
τὴν ὀξεῖαν,
 
 αὐτὰρ ἐγὼ καὶ Τυδείδηϲ (δ 280) 
 
τὸ δ᾿ ἐγκλιτικὸν μετὰ τοῦ τὸν τόνον ἀποϲβεννύειν καὶ τὴν πρὸ 
 ἑαυτοῦ βαρεῖαν ὀξύνει, Ἀπολλώνιόϲ μοι, ἐτίμηϲάϲ με. — Ἀπό. 
λυτοι αἱ ἐγκλινόμεναι, αἱ δὲ πρόϲ τι ἐν ὀρθοτονήϲει λέγονται, δὸϲ
ἐμοί, οὐκ ἀναϲτρέφοντοϲ τοῦ λόγου· οὐ γὰρ εἰ τι ὀρθοτονεῖται, τοῦτο
καὶ πρόϲ τι. τὸ
 
 ὃϲ ϲφῶι προῖει (A 36) 
 
 κατ᾿ ὀρθὸν τόνον, καὶ τὸ νοούμενον ἀπόλυτον· ἴϲον γὰρ ἐϲτι τῷ ὅϲ
ὕμαϲ. — Καὶ ἔτι αἱ μὲν ὀρθοτονούμεναι ἀντωνυμίαι καὶ ἀντὶ ϲυνθέτων·
τὸ γὰρ 
 
 ἐμὲ λύϲομαι (K 378) 
 
ἀντὶ τοῦ ἐμαυτόν καὶ τὸ 
 
 ἧ ὀλίγον οἱ παῖδα (Ε 80) 
 
ἀντὶ τοῦ ἑαυτῷ· αἱ δὲ ἐγκλινόμεναι οὐδέποτε. — Καὶ αἱ μὲν ϲυντίθενταί
ποτε, ἐμὲ αὐτόν — ἐμαυτόν,
 
 νόϲτον ἑταίροιϲι διζήμενοϲ ἠδ᾿ ἐμοὶ αὐτῷ (ψ 253) 
 
ἀντὶ τοῦ ἐμαυτῷ. μέγιϲτον δὲ τεκμήριον τοῦ τὰϲ ὀρθοτονουμέναϲ ϲυντίθεϲθαι 
 ἡ διὰ τοῦ ε γραφή· αἱ γὰρ ἐγκλινόμεναι κατὰ τὸ πρῶτον
πρόϲωπον ἑνικαὶ τὸ ε ἀποβάλλουϲιν. ἄλλωϲ τε ἀδύνατόν ἐϲτι μόριον
ἐγκλιτικὸν ϲυντίθεϲθαι. κατὰ τοῦτο οὖν ἐκωλύετο τὸ μοί, ἐγκλιτικὸν
ὄν, ϲυντίθεϲθαι· πρόδηλόν τε ἐντεῦθεν, ὡϲ τὸ ἑαυτῷ οὐκ ἀπὸ τῆϲ
ἐγκλιτικῆϲ τὴν ϲύνθεϲιν ἔϲχεν, ἀλλ᾿ ἀπὸ τῆϲ ὀρθοτονουμένηϲ. (οὐκ ἐπεὶ
 δὲ παρὰ Ἀττικοῖϲ ϲυνθέϲεωϲ ἔτυχε τὸ πώποτε, εὐθέωϲ καὶ ὁ λόγοϲ
ψευδήϲ· οὐ γὰρ τὸ ἐν παραλόγῳ ϲυνθέϲει κανῶν τῶν πάντων γενήϲεται.) 
— Ἀλλὰ μὴν καὶ αἱ κτητικαὶ τὴν ἀπὸ τῶν ὀρθοτονουμένων
παραγωγὴν εἰλήφαϲι, καὶ πάλιν ἡ διὰ τοῦ ε γραφὴ πιϲτοῦται τὸν λόγον
ἀπὸ γὰρ τῆϲ ἐμοῦ τὸ ἐμόϲ, οὐκέτι δὲ ἀπὸ τῆϲ μοῦ. ἄλλωϲ τε
 οὐ ῥηταὶ κατ᾿ ἰδίαν αἱ ἐγκλιτικαί· πῶϲ οὖν ἀπ᾿ αὐτῶν παραγωγαί;

Ὀρθοτονοῦνται μόνωϲ αἱ τῆϲ εὐθείαϲ. καὶ τούτου αἴτιον τὸ ἐν
τοῖϲ ῥήμαϲιν ἀναπληροῦϲθαι τὸ τῶν ἐγκλινομένων εὔχρηϲτον, ὅ ἐϲτιν
 ἑνὸϲ μόνου προϲώπου παραϲτατικόν, ὑπὲρ οὗ ἐντελέϲτερον εἴρηται ἐν
τοῖϲ προδιειλεγμένοιϲ. Ἀλλὰ μὴν καὶ αἱ γένουϲ παραϲτατικαὶ κατὰ πάϲαν
πτῶϲιν, ὑποϲτελλομένηϲ τῆϲ αὐτόϲ κατ᾿ αἰτιατικήν, ὑπὲρ ἧϲ εἰρήϲεται 
κατὰ τὴν οἰκείαν τάξιν. Αἱ μέντοι ὑπολειπόμεναι, καθὸ δεικτικαί,
μόνωϲ καὶ ὀρθοτονοῦνται, εἴγε καὶ ἡ δεῖξιϲ ἐν διαϲτολῇ προϲώπων
γιγνομένη οὔ ποτε ἀνίηϲι τὸν τόνον, μᾶλλον δὲ ῥώννυϲιν. αἱ γοῦν
 διὰ τοῦ ῑ ἐπεκτεινόμεναι καὶ ἔτι τὴν δεῖξιν ἐπιτείνουϲαι καὶ τὸ τέλοϲ
ὀξύνουϲιν, ἐκεινοϲί, οὑτοϲί. καὶ δῆλόν ἐϲτιν, ὡϲ ἕνεκα τῆϲ δεικτικῆϲ 
ἐκφορᾶϲ ἡ τοιαύτη ἐπέκταϲιϲ, τῷ μὴ τὴν αὐτόϲ ἐπεκτείνεϲθαι,
καθὸ οὐδὲ ὅλωϲ δεικτική.

Τούτῳ γὰρ τῷ λόγῳ καὶ αἱ μετὰ τῆϲ ἐπιταγματικῆϲ μόνωϲ ὀρθοτονοῦνται·
πάλιν γὰρ πλείων ἡ διαϲτολὴ τοῦ προϲώπου· ἐμοῦ γὰρ
αὐτοῦ ὁρῶντοϲ, ἐμὲ αὐτὸν ἔτυψε. Παραπεμπτέον γὰρ τοὺϲ ὑπολαμβάνονταϲ 
 ἕνεκα γένουϲ παρειλῆφθαι τὴν αὐτόϲ, ἐπεὶ ἀδιάϲτολοί εἰϲιν
αἱ πρωτότυποι γένουϲ. πρῶτον γὰρ οὐ προϲδέονται γένουϲ, τῆϲ ἐν
αὐταῖϲ δείξεωϲ ϲυνεξηγουμένηϲ τὸ γένοϲ ἔπειτα τί φήϲουϲιν ἐπὶ τοῦ
οὑτοϲ αὐτόϲ καὶ ἐκεῖνοϲ αὐτόϲ οὐ γὰρ καὶ ἐνταυθοῖ ἀδιάϲτολον τὸ
γένοϲ. — «Ἀλλ᾿ ἴϲωϲ ταῖϲ κατὰ τὸ τρίτον ἀδιαϲτόλοιϲ γένουϲ οὔϲαιϲ, 
εὐλόγωϲ ϲυνταχθήϲεται ἕνεκα γένουϲ· οὐδὲ γὰρ ἔϲτι καὶ ἐπὶ τούτων
⟨λέγειν⟩, ὡϲ ἡ δεῖξιϲ τὸ γένοϲ ἐξηγεῖται ἄπεϲτι γάρ.» Ἀλλ᾿ οὐδ᾿ ἐπὶ
 τούτων ἕνεκα γένουϲ ἡ παράθεϲιϲ. ἀναφερόμεναι γὰρ ἐπί τι πρόϲωπον
προεγνωϲμένον αἱ κατὰ τὸ τρίτον παραλαμβάνονται· ἐν ᾧ δὲ ἔγνωϲται,
ἐν τούτῳ οὐκ ἄδηλον τὸ γένοϲ. οὐκ ἄρα οὐδὲ ταῖϲ κατὰ τὸ τρίτον 
ἕνεκα γένουϲ παρατίθεται. — Οὐκ ἀγνοῶν δὲ τὰϲ ἐγκλινομέναϲ κατὰ
τὸ τρίτον μετὰ τῆϲ αὐτόϲ ταῦτά φημι· ἐγκέκλιται γοῦν τὸ
 
 ἀλλά οἱ αὐτῷ (δ 667) 
 
 καὶ
 
 Εὐρύαλοϲ δέ ἑ αὐτόν (θ 396)· 
 
 
 

 
φήϲει γάρ τιϲ· εἰ ταῖϲ ὀρθοτονουμέναιϲ ϲυντάϲϲεται ἕνεκα διαϲτολῆϲ,
πῶϲ οὐκ ὀρθοτονουμέναιϲ ϲυντέτακται; λείπεται οὐν ὡϲ διὰ τὸ γένοϲ. »
Ἀλλὰ δειχθήϲεται ὡϲ πολλάκιϲ ὑπὸ ποιητικῆϲ ἀδείαϲ παρέλκεται ἡ αὐτόϲ,
 
 κὰδ δέ μιν αὐτόν (Φ 318), 
 ἠέ μιν αὐτόν (Ω 412), 
 
καθὸ καὶ ἐπ᾿ ἄλλων λέξεων αἱ παρολκαί. ἔπειτα εἰρήϲεται, ὡϲ καὶ τὰ 
τῆϲ ἀναγνώϲεωϲ παράλογα, ὅταν ἐφιϲτάνωμεν ὑπὲρ τῶν κατὰ τὸ
τρίτον, εἰ ὀρθοτονηθεῖϲαι πάντωϲ ἀντανακλαϲθήϲονται.

Αἱ δυικαὶ τοῦ πρώτου καὶ δευτέρου πάϲηϲ πτώϲεωϲ ὀρθοτονοῦνται.
 Ὑπὲρ μὲν οὐν τῆϲ εὐθείαϲ οὐ χρὴ παλιλλογεῖν, ὑπὲρ δὲ τῶν λειπομένων
ἐκεῖνο ἂν αἴτιον εἴη, τὸ πᾶν μόριον ἐγκλιτικὸν ἤτοι ἀπὸ περιϲπωμένου
ἢ ἀπὸ ὀξυτόνου ἐγκεκλίϲθαι· ἀπὸ γὰρ βαρυτόνου ἀδύνατον·
πῶϲ, ἧλθέ πωϲ, Ἀρίϲταρχόϲ ποτε, ἄνθρωποί εἰϲι· καὶ ἐπὶ 
τῶν ὑπολειπομένων τὸ αὐτό. εὐλόγωϲ οὖν διὰ τὴν ἐπὶ τέλουϲ βαρύτητᾳ
 ἡ ἔγκλιϲιϲ οὐκ ἦν. καὶ γὰρ κατὰ τοῦτον τὸν λόγον ἡ ἐκεῖνοϲ
καὶ οὖτος πάλιν μόνωϲ ὀρθοτονοῦνται, τῆϲ αὺτόϲ ἀκωλύτωϲ καὶ είϲ
ἔγκλιϲιν ἐμπιπτούϲηϲ. — Οὐ μάχονται αἱ Ἰακῶϲ διῃρημέναι, λέγω δὲ
τὴν ἐμέο καὶ ἡμέων καὶ τὰϲ ϲυζύγουϲ· οὐ γὰρ φύϲει βαρυτονοῦνται, 48 A.
ἀπὸ δὲ περιϲπωμένων καὶ ἐντελεϲτέρων διῃρημέναι εἰϲίν.

Αἱ τῷ ῑ πλεονάζουϲαι μόνωϲ ὀρθοτονοῦνται, ἐμεῖο, ϲεῖο, εἱο·
ἀπὸ γὰρ ὀρθοτονουμένων τὸν πλεοναϲμὸν ἀνεδέξαντο τοῦ ῑ, ὅτι δὲ
τὸ λεγόμενον ἀληθέϲ, ⟨ϲαφὲϲ⟩ ἐντεῦθεν. πᾶν τὸ ἐν πλεονάϲματι ἢ
ἐλλείψει πολὺ πρότερον ἐν ὁλοκλήρῳ καθειϲτήκει· πόθεν γὰρ ἡ διάγνωϲιϲ
τοῦ πάθουϲ ἐμφανήϲ, εἰ μὴ καὶ τὸ τοῦ ὁλοκλήρου ϲχῆμα ἐν
 τελειώϲει ἐγιγνώϲκετο; εἰ οὖν ἐντελεῖϲ αἱ ὀρθοτονούμεναι τῶν ἀντωνυμιῶν, 
καὶ ὁ ἀπὸ τούτων πλεοναϲμὸϲ οὐκέτι ἐπ᾿  ἄλλων ἢ ἐπὶ τῶν
ὀροθοτονουμένων.

⟨Ὁμοίωϲ καὶ αἱ τῷ ε πλεονάϲαϲαι μόνωϲ ὀρθοτονοῦνται, οὐκ ἄλλη
αἰτίᾳ ἢ τῇ προειρημένῃ. ⟩

Ὁμοίωϲ καὶ αἱ ϲύνθετοι· καὶ γὰρ αὗται ἀντιδιαϲταλτικαί. τὸ γὰρ
παρὰ τῇ οἰκίᾳ μου ἕϲτηκα ἐγκλινόμενον διαφέρει τοῦ παρὰ τῇ
 
 

 
cἐμαυτοῦ οἰκίᾳ, ἡ τὸ μὲν διαϲτέλλει τὸ οὐ τῇ τούτου, τὸ δὲ ἀπόλυτον.
καὶ καθὸ ἀδύνατον ἐγκλιτικὸν ϲυντεθῆναι, διὸ καὶ παρὰ Ἀττικοῖϲ
τὸ πώποτε ἐϲημειοῦτο. ὑγιῶϲ οὖν καὶ ἀπ᾿ ὀρθοτονουμένων ἡ
 ϲύνθεϲιϲ καὶ μόνωϲ ὀρθοτονοῦνται.

Ὁμοίωϲ καὶ αἱ τῷ ε πλεονάϲαϲαι μόνωϲ ὀρθοτονοῦνται, οὐκ ἄλλη 
αἰτία ἢ τῇ προειρημένῃ.

Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προϲώπου ὀρθῆϲ πτώϲεωϲ οὐκ
ἐγκλίνονται, φωνῇ τε καὶ δηλουμένῳ. δηλουμένῳ μέν, ὅτι οὐδεμία
εὐθείαϲ ἀντωνυμία ἐγκλίνεται· φωνῇ δέ, ὅτι πᾶϲα ἀντωνυμία ἐγκλινομένη
 ὀξύτονόϲ ἐϲτιν ἡ περιϲπωμένη. Ϲυνεμπεπτώκει δὲ τῇ ὁρθῆ ἡ 
αἰτιατική. Γενικὴ δὲ καὶ δοτικὴ οὐκ ἐγκλίνονται φωνῆϲ ἕνεκεν.

Μόνωϲ ἐγκλίνονται αἱ τοῦ τρίτου δυϊκαί, καὶ ἡ μίν, αἵ τε μονοϲύλλαβοι
ϲφίν καὶ ϲφέ, ἥ τε διὰ τοῦ τοί.

Αἱ ὑπολειπόμεναι καὶ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται. Αἱ μὲν οὖν
ὀρθὸν τόνον εἰληχυῖαι τὸ πλέον ἕνεκα ϲημαινομένου ὀρθοτονοῦνται, 
ἔϲθ᾿ ὅτε δὲ ἢ ϲύνταξιϲ ἡ τόποϲ ἢ ποιητικὴ ἄδεια ὀρθοτονοῦϲι τὰϲ ἀντωνυμίαϲ·
 καὶ ἐπὶ μὲν ϲυντάξεωϲ
 
 ἦ νύ ϲέ που δέοϲ ἴϲχει (6 812)· 
 
τὸ γὰρ ποῦ ἐγκλιτικὸν αἴτιον τοῦ τὴν ϲέ ὀξύνεϲθαι. ἐπὶ δὲ τόπου
 
 ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπεν (λ 91) 
 
ἀπολύτου γὰρ οὔϲηϲ τῆϲ ϲημαϲίαϲ, καθὸ καὶ
 
 ἔγνω δὲ ψυχή με ποδώκεοϲ Αἰακίδαο (λ 471), 
 
ὅμωϲ διὰ τὸ ἄρχον ἡ ἀντωνυμία ὠρθοτονήθη, εἴγε ἀδύνατόν ἐϲτιν ἐγκλινόμενόν
 τι ἀρκτικὸν θέϲθαι· πῶϲ γὰρ ἔτι ἐγκλινόμενον τὸ μὴ δυνάμενον
τὸν ἴδιον τόνον ἐπί τι προκείμενον μεταθέϲθαι ἀλλὰ μὴν 
καὶ τὸ
 
 οὐκ ἐάϲουϲιν ἐμοὶ δόμεναι (φ 233) 
 
 
 

 
ὁμολογεῖ τὸν ὀρθὸν τόνον διὰ τῆϲ τοῦ ε γραφῆϲ, καὶ φαίνεται ὅτι
διὰ ποιητικὴν ἄδειαν, τοῦ ϲημαινομένου οὐκ ἐπείγοντοϲ. Αἱ μέντοι
ὑπολειπόμεναι τῶν ὀρθοτονουμένων ἔχουϲι πρὸϲ τὸ ϲημαινόμενον τὸ
αἴτιον. ἰαὶ γενικὸν μὲν τὸ πρόϲ τι λαμβάνεϲθαι, ἰδικὸν δὲ ⟨τὸ⟩ ἀντιδιαϲταλτικῶϲ, 
 
 ϲοὶ μὲν ἐγώ, ϲὺ δ᾿ ἐμοί (Δ 63)· 
 ϲεῦ δ᾿ ἐπεὶ ἐξέλετο ψυχὴν (Ω 754)· 
 
πρὸϲ τὸ
 
 ἄλλουϲ μὲν γὰρ παῖδαϲ (Ω 751). 
 
 ὅ τε προκατάρξαϲ χάριτοϲ καὶ παρὰ τὸ δέον παθῶν ὀρθῆ τάϲει προϲχρῆται,
ἐμὲ ἐτόλμηϲαϲ λοιδορῆϲαι, ἐμφαίνων ὡϲ ἄλλον ἐχρῆν
ἥπερ αὐτόν. ὅ τε ἀμοιβὴν ὔβρεωϲ αἰτῶν ὀρθῇ τάϲει πολλάκιϲ χρῆται,
δεῖ ἐμοῦ ὁρῶντοϲ αὐτὸν αἰκίζεϲθαι, καὶ τοῦτο δὲ πάλιν ἐμφαίνει, 
ὡϲ οὐκ ἄλλου μᾶλλον ἢ ἐμοῦ.

Ἀλλὰ μὴν καὶ αἱ ϲυμπλεκόμεναι, καὶ ἐμοῦ, καὶ ἐμέ. πιϲτούϲθω
δὲ ὁ λόγοϲ οὕτωϲ. εἰ ἐκτὸϲ τῆϲ ϲυμπλοκῆϲ ἡ ἀντωνυμία γένοιτο, πάντωϲ
τότε καὶ ἀπόλυτοϲ γενήϲεται, δόϲ μοι καὶ Ἀπολλωνίῳ· εἰ δὲ
ἀντιϲτραφήϲεται, πάντωϲ καὶ ὀρθοτονηθήϲεται, δὸϲ Ἀλπολλωνίῳ καὶ
ἐμοί. ὅθεν τὸ
 
 καί μοι τοῦτ᾿ ἀγόρευϲον (δ 645) 
 
ἐγκλίνεται οὐ ϲυμπλακέν, τοῦ ἑξῆϲ ὄντοϲ καὶ τοῦτό μοι ἀγόρευϲον.
καὶ ἔτι
 
 καί με φίληϲεν (1 481) 
 
καὶ ἐφίληϲέ με. καὶ τὰ τούτοιϲ ὅμοια. ὡϲ γὰρ αἱ ἀντωνυμίαι ού
 ϲυμπλεκόμεναί εὶϲιν, εἰρήϲεται μικρὸν ὕϲτερον.

Ὁμοίωϲ καὶ αἱ διεζευγμέναι, ἢ ἐμοὶ ἢ τῷδε, ἡ ἐμὲ ἢ τόνδε.
Καὶ διὰ τοῦτό φαϲι τὸ
 
 ἤ μ᾿ ἀνάειρ᾿ ἢ ἐγὼ ϲέ (Ψ 724) 
 
ἐγκλιθὲν παράλογον οὐδὲν γὰρ ἐκώλυεν ὀρθοτονεῖν, τοῦ κατ᾿ ἀρχὴν
 ε ϲυναληλιμμένου ὡϲ ἐπὶ τοῦ τήμῆ, τώμῷ. καὶ φαίνεται ὡϲ μονοϲυλλαβήϲαϲα
 
 

 
ἡ μέ δελεαϲμὸν ἐποίει τῆϲ ἐγκλιτικῆϲ ἀναγνώϲεωϲ. Ἴϲωϲ
δὲ πρὸϲ ταῦτα φήϲει τιϲ, ὡϲ ἡ ἀνάγνωϲιϲ καλῶϲ ἔχει, οὐ διαζευχθείϲηϲ
τῆϲ ἀντωνυμίαϲ, ἐν ὑπερβατῷ δὲ κειμένηϲ, ὥϲτε τὸ ἑξῆϲ εἶναι· ἢ
ἀνάειρόν με, καθάπερ καὶ ἐπὶ τῶν ϲυμπλεκομένων τὸ
 
 καί μοι τοῦτ᾿ ἀγόρευϲον (δ 645) 
 
ἐνεκλίναμεν, τοῦ ἐντελοῦϲ ὄντοϲ καὶ τοῦτό μοι ἀγόρευϲον.

Λείπεται πρότερον διεϲκέφθαι, πῶϲ αἱ ἀντωνυμίαι ἢ ϲυμπεπλεγμέναι
ἢ διεζευγμέναι εἰϲίν· οὐ γὰρ ψιλῇ παρατηρήϲει τὰ τοιαῦτα δεῖ διακρούεϲθαι.
τὰ δὴ ϲυμπεπλεγμένα ἢ διεζευγμένα κατὰ τὴν ἐπιφορὰν
πάντωϲ τὸ αὐτὸ μέροϲ λόγου ἀπαιτεῖ ἢ ἰϲοδυναμοῦν τῷ ϲυμπεπλεγμένῳ 
ἢ διεζευγμένῳ, τοῦ ϲυντεταγμένου μέρουϲ λόγου κατὰ τὸ ἑξῆϲ πολλάκιϲ
κοινοῦ καθεϲτῶτοϲ τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, οἶον τὸ καὶ
 Ἀπολλώνιοϲ διελέξατο, ἤτοι Ἀπολλώνιοϲ διελέξατο, ἀπαιτεῖ
τὸ καὶ Διονύϲιοϲ ἦ τι τοιοῦτον ὄνομα ἢ ἀντωνυμικόν, ὅπερ ἠν
ίϲοδυναμοῦν ὀνόματι, κοινῷ τε τῷ διελέξατο πολλάκιϲ προϲχρῆται. εἰ 
δὲ ῥῆμα ἦν, πάλιν ἡ ἐπιπλοκὴ ἢ ἡ διάζευξιϲ ἀπαιτεῖ ῥῆμα, καὶ ἔγραψε
Διονύϲιοϲ, ἥτοι ἔγραψε Διονύϲιοϲ· δεῖ γὰρ ῥῆμα ἐπενεγκεῖν
πάλιν, ἢ διελέξατο ἦ τι τοιοῦτον, κοινῶϲ πολλάκιϲ νοουμένου τοῦ
 Διονύϲιοϲ. τῷ οὖν ἠμ᾿ ἀνάειρ, εἴπερ διεζεύχθη τὸ ῥῆμα, κὰν πάντωϲ
ῥῆμα ἐπεφέρετο τὸ ἄπιθι ἢ κάθιϲον ἦ τι τοιοῦτον· ἐν ῷ οὖν τὸ 
ἢ ἐγῶ ϲὲ ἐπιφέρεται, ἐν τούτω δείκνυται, ὡϲ καὶ ἡ ἀντωνυμία διέζευκται,
ἡ μὲν ϲε πρὸϲ τὴν ἐμέ, ἡ δὲ ϲύ πρὸϲ τὴν ἐγώ, ἥτιϲ ἐνέλειψεν, ἐν τῷ
ἀνάειρε ῥήματι νοουμένη, τοῦ πλήρουϲ ὄντοϲ ἠὲ ϲὺ ἐμὲ ἀνάειρον.
— Ὁμόλογοι δὴ καὶ αἱ τοιαῦται, ὡϲ τὴν πρόϲ τι πρόϲωπον διαϲτολὴν
ἀναδεδεγμέναι εἰϲίν.

Ὀρθοτονοῦνται καὶ ὅϲαι κατὰ τοῦ αὑτοῦ προϲώπου τὴν ἀπὸ τοῦ
ῥήματοϲ διάθεϲιν ἀναδέχονται, ὡϲ ἐπὶ τοῦ
 
 οὐδ’ ἐμέ φημι λελαϲμένον (N 269) 
 
καὶ
 
 ἢ ὀλίγον οἱ παῖδα ἐοικότα (Ε 800) 
 
 
 

 
καὶ
 
 ἐμέ λύϲομαι (Κ 378)· 
 
ἀντὶ γὰρ ϲυνθέτων τοῦ ἐμαυτόν καὶ ἑαυτῷ. πάλιν δὴ τὸ ἐμὲ λύϲομαι
πρὸϲ τὸ ο ὐκ ἄλλον διαϲτέλλεται.

Ὁμοίωϲ αἱ προθέϲειϲ παρατιθέμεναι ὀρθοτονοῦϲι, κατ᾿ ἐμέ, δι᾿ 
ἐμέ, περὶ ἐμοῦ. Διὸ καὶ τοῖϲ ἀξιοῦϲιν ὀρθοτονεῖν τὸ
 
 ϲὺν καὶ τρίτοϲ ἁμὶν ἀλύνταϲ 
 
παρὰ Θεοκρίτῳ (VIl, 2) ϲυγκαταθετέον. τὰ γὰρ ἐν ὑπερβατῷ κείμενα
ὀφείλει τὸν λόγον ἀναδέχεϲθαι τῆϲ κατὰ φύϲιν ἀκολουθίαϲ, εἴγε πάλιν
 τὀ καί μοι καί με ἐνεκλίναμεν, καθὸ οὐ ϲυμπέπλεκται.

Ἑξῆϲ ῥητέον καὶ περὶ τῶν κατὰ τὸ τρίτον πρόϲωπον ὀρθοτονουμένων, 
εἰ πάντοτε ἡ μετάληψιϲ αὐτῶν τὸ ϲύνθετον ϲχῆμα ἀπαιτεῖ, καθάπερ
ἐπὶ τοῦ
 
 ἧ ὀλίγον οἱ παῖδα (Ε 800) 
 
 καὶ
 
 κάλεον τέ μιν εἰϲ ἑ ἕκαϲτοϲ (Ψ 203), 
 
τῶν τε παραπληϲίων. τὸν γὰρ Ἀρίϲταρχον καὶ τούϲ ἀπὸ τῆϲ ϲχολῆϲ,
ὡϲεὶ νόμον θεμένουϲ τὸ τοιοῦτον, ⟨ὡϲ⟩ ἀπ⟩ανάγνωϲμα δεῖ παραπέμψαϲθαι
τὸ
 
 οἷ ταὐτῷ, ἐπεὶ οὐ τι θεῶν ἐκ θέϲφατα ἤδη (Ε 64) 
 
καθὸ ὀρθοτονούμενον τὴν ϲύνθετον ἀντωνυμίαν ἀπαιτεῖ, τοῦ λόγου οὐ
δυναμένου κατὰ τοῦτο ϲυνίϲταϲθαι· καὶ διὰ τοῦτο τούϲ μὲν μεταγράφειν
τὸ ἔτευξεν, τοὺϲ δὲ ὑπερβατὸν ἐκδέχεϲθαι, ὃϲ καὶ Ἀλεξάνδρῳ τεκτήνατο
νῆαϲ ἐίϲαϲ, οἱ τ᾿ αὐτῷ, ⟨αἵ⟩ κακὸν καὶ πάϲι Τρώεϲϲι γένοντο, ἴν᾿
 ῇ «Ἀλεξάνδρῳ καὶ ἑαυτῷ τεκτήνατο.» καὶ ϲαφέϲ ἐϲτιν, ἕνεκα τούτου
ὅτι τὸ
 
 ἀλλὰ οἱ αὐτῷ 
 Ζεὺς ὀλέϲειε βίην (δ 668) 
 
κατ᾿ ἔγκλιϲιν ἀνέγνωϲτο, καίτοι ὀφεῖλον κατὰ δύο τρόπουϲ ὀρθοτονεῖϲθαι,
καθὸ καὶ ἐπιταγματικὴ ϲύνεϲτι, καὶ διαϲτέλλεται ἐν τῷ
 
 πρὶν ἡμῖν πῆμα γενέϲθαι. 
 
 
 

 
Οἰμαι δὲ ὡϲ οἱ ταλαιπωρότερον ἀναϲτρεφόμενοι τὸ ἀκριβὲϲ τοῦ λόγου
οὐ διέγνωϲαν. — πρῶτον γάρ, εἰ καὶ ἀληθὲϲ ἦν τὸ τὰϲ ὀρθοτονουμέναϲ
κατὰ τὸ τρίτον ἀντανακλᾶϲθαι, οὐ πάντωϲ τὸ οἴ τ᾿ αὐτῷ παράλογον·
 ἐδείχθηϲαν γὰρ ὡϲ παρὰ τόπον τεθεῖϲαι αἱ ἐγκλιτικαί, τουτέϲτιν ἀρκτικαὶ
γινόμεναι, ὀρθοτονοῦνται, ὡϲ ἐπὶ τοῦ
 
 ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπε (λ 91) 
 
καὶ τῶν παραπληϲίων. — ἔπειτα καὶ ϲυνεπέπλεκτο ὁμοίωϲ τῷ
 
 ἐμοί τε καὶ Ἥρῃ (6 832).— 
 
ἀλλὰ μὴν καὶ ἡ αὐτόϲ ὑποταϲϲομένη ὀρθοῦ τόνου παραιτία ἐγίγνετο.
— καὶ ὁ τέ ϲύνδεϲμοϲ, ἐγκλιτικὸϲ ὤν, τὴν πρὸ αὑτοῦ λέξιν ὀξύνει, 
 ὅτε βαρεῖά ἐϲτιν ἐξ ὀξείαϲ· περιϲπωμένην γὰρ οὔϲαν φυλάϲϲει. τὰ
τε τῆϲ ἀναγνώϲεωϲ οὐκ ἐξωμάλιϲται· πολλαὶ γὰρ ὀρθοτονηθεῖϲαι ἀντανακλαϲμὸν
οὐκ ἐδέξαντο·
 
 ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἱ αὐτῷ 
 ἔπλετο (Ο 226). 
 
 ἀμυνέμεναι δὲ οἴ αὐτῷ (χ 214) 
τὸ γὰρ νοούμενόν ἐϲτι· μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μὲν μάχεϲθαι,
αὐτῷ δὲ βοηθεῖν
 
 ὅϲ τιϲ οἱ τ᾿ ἐπέοικε (I 392) 
 
 τουτέϲτιν αὐτῷ· 
 
 τοὺϲ δ᾿ ἄναγον ζωούϲ, ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ (ρ 441)· 
 
τουτέϲτιν «οἱ αἰχμάλωτου ἤγοντο εἰϲ ὑπηρεϲίαν τῶν ἐπικρατηϲάντων.»
τό τε
 
 τίϲ κ᾿ οἴοοιτο 
 μοῦνον ἐνὶ πλεόνεϲϲι, καὶ εἰ μάλα καρτερὸϲ εἴη, 
 οἱ τεύξειν θάνατον (χ 12) 
 
 πάντωϲ εἰϲ ἁπλῆν ἀντωνυμίαν μεταληφθήϲεται· ὁ γὰρ Ἀντίνουϲ οὐχ
ὑπελάμβανεν, ὡϲ θάνατον αὐτῷ καταϲκευάϲειεν ἂν ἐν πολλοῖϲ παραγενόμενοϲ,
ὁμοίωϲ τῷ
 
 πρόϲθεν ἕθεν φεύγοντα (θ 56 et 80) 
 
οὐ γὰρ πρὸ ἑαυτοῦ τιϲ φεύγει.

Ῥητέον ὑπέρ τε τῶν κατὰ τὸ τρίτον πρόϲωπον εἰϲ ἁπλοῦν ϲχῆμα
μεταλαμβανομένων καὶ τῶν εἰϲ ϲύνθετον, τουτέϲτιν ἀντανακλωμένων.

Ϲυμβέβηκε τοίνυν τὰϲ ἀπὸ τῶν εὐθειῶν δράϲειϲ μετιούϲαϲ ἐπὶ τὰϲ 
πλαγίουϲ ἢ ἐν μεταβάϲει προϲώπων νοεῖϲθαι ἡ κατὰ τοῦ αὐτοῦ προϲώπου
τὴν μετάβαϲιν ποιεῖϲθαι. τοῦ μὲν προτέρου Ἀριϲτοφάνηϲ
Ἀρίϲταρχον ἐδίδαξεν, ἐγὼ ϲὲ ἐτίμηϲα, ϲὺ ἐμοὶ διελέξω· (ἢ
 καὶ διὰ μόνων τῶν ῥημάτων ἡ εὐθεῖα νοουμένη μέτειϲι πάλιν ἐπὶ τὰϲ
πλαγίουϲ, ἔδωκά ϲοι, ἐτίμηϲά ϲε·) τοῦ δὲ δευτέρου Φήμιοϲ ἑαυτὸν
ἐδίδαξεν· ἡ γὰρ τοῦ διδάϲκειν μετάβαϲιϲ οὐκ ἐφ᾿ ἕτερον πρόϲωπον
ϲυντείνει ἢ ἐπὶ τὸν Φήμιον· Αἴαϲ ἑαυτὸν ἐχειρώϲατο· 
πάλιν γὰρ τὸ ἐχειρώϲατο ἐπὶ τὸ Αἴαϲ διαβιβάζεται. Ταῖϲ μὲν οὗν
 τοιαύταιϲ ϲυντάξεϲι παρακολουθεῖ διὰ μιᾶϲ καὶ τῆϲ αὐτῆϲ φωνῆϲ τὸ
διαβατικὸν πρόϲωπον δηλοῦν καὶ τὸ αὐτοπαθέϲ. τὰ γοῦν Ὁμηρικά,
ἀρχαϊκώτερα ὄντα, ἀεὶ ἐν ἁπλαῖϲ ταῖϲ ἀντωνυμίαιϲ καὶ τὰ ἀμετάβατα
τῶν προϲώπων ἔχει καὶ τὰ μεταβατικά· ἐμὲ γὰρ λύϲομαι εἶϲ καὶ ὁ
αὐτόϲ, ἐμὲ δ᾿ ἔγνω μεταβατικῶϲ, ὲτεροϲ ὁ τε γνωϲθεὶϲκαὶ ὁ γνούϲ. 
 ὕϲτερον δὲ τὰϲ ϲυνθέτουϲ προϲφιλοτεχνηθείϲαϲ ϲυμβέβηκεν ἀπενέγκαϲθαι
τὴν τῶν ἀμεταβάτων προϲώπων ϲημαϲίαν, τὰϲ δὲ ἀϲυνθέτουϲ ἐν μεταβάϲει·
διὸ καὶ αὐτοπαθεῖϲ τὰϲ ϲυνθέτουϲ τινὲϲ ἐκάλεϲαν, ἀλλοπαθεῖϲ δὲ
τὰϲ ἁπλάϲ.

Τὰϲ μὲν οὖν κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον, ϲυνήθειϲ
οὔϲαϲ, ϲυνέβαινε μηδεμιᾶϲ ζητήϲεωϲ τυχεῖν, ἅτε δὴ τῶν μὲν ἀϲυνθέτων
 μεταβατικῶν οὐϲῶν ν, τῶν δὲ ϲυνθέτων οὐ μεταβιβαζομένων εἰϲ ἕτερον
πρόϲωπον. τὰϲ μέντοι κατὰ τὸ τρίτον ν, λέγω δὲ τὴν καὶ τὰϲ ϲυζύγουϲ,
ἀτριβεῖϲ οὔϲαϲ, ϲυνέβη κατὰ τὸ παλαιὸν διὰ μιᾶϲ φωνῆϲ ἀμφοτέραϲ 
τὰϲ ϲυντάξειϲ δηλοῦν ν, διὰ τὸ τοὺϲ ποιητάϲ, τὸ πεπατημένον ἐκκλίνονταϲ,
αὐταῖϲ κεχρῆϲθαι.

Χρὴ οὖν ἐφιϲτάνταϲ τῇ διαβάϲει τοῦ ῥήματοϲ, πότερον ἐπ᾿  ἄλλο
πρόϲωπον ϲυντείνει ἢ ἐπὶ ταὐτόν ν, μεταλαμβάνειν τὰ τῶν ἀντωνυμιῶν
 ἀϲυνήθη εἰϲ ἁπλῆν ἀντωνυμίαν, ὡϲ τὰ μεταβατικά, ἢ εἰϲ ϲύνθετον, ὡϲ 
τὰ ἀμετάβατα. Τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰϲ ἐν παραθέϲει μετὰ τῆϲ
αὐτόϲ ἐπιταγματικῆϲ εἰϲ ϲύνθετον μεταλαμβάνομεν, ὅτε καὶ τὰ τῶν ῥημάτων
ἰϲάριθμα εἴη καὶ ὁμοιοπρόϲωπα, καθάπερ τὸ
 
 ϲὲ γὰρ αὐτὴν παντὶ ἐΐϲκειϲ (ν 313) 
 
καὶ τὸ 
 
 νόϲτον ἑταίροιϲι διζήμενοϲ ἠδ’ ἐμοὶ αὐτῷ (ψ 253) 
 
 καὶ
 
 ἐμέθεν περιδώϲομαι αὐτῆϲ (ψ 78). 
 
εὐλόγωϲ τοῦ τοιούτου παρακολουθοῦντοϲ εἱϲ γὰρ καὶ ὁ αὐτὸϲ ὁ διατιθεὶϲ
καὶ ὁ διατιθέμενοϲ. τὰ μέντοι ἐν διαβάϲει ἑτέρου προϲώπου 
ὀρθῶϲ πάλιν καὶ κατὰ τοὺϲ ἀριθμοὺϲ διαλλάϲϲει καὶ κατὰ τὰ πρόϲωπα·
ἀδιαφορεῖ γὰρ ἢ ἕνα δρᾶν ἢ πλείουϲ, ἢ ὑφ’ ἑνὸϲ δρᾶϲθαι ἢ ὑπὸ
πλειόνων. ἢ πλείονεϲ ἐμὲ τύπτουϲιν, ἢ ὑμᾶϲ ⟨εἱϲ⟩ τύπτει. διὸ καὶ
 τὰ τοιαῦτα ἀϲυνέλευϲτα κατὰ τὴν παράδοϲιν
 
 ἦέ τι Μυρμιδόνεϲϲι πιφαύϲκεαι, ἢ ἐμοὶ αὐτῷ (Π 12) 
 ϲοὶ δ’ αὐτῷ μελέτω (0 231)· 
 ὁμηλικίη δ᾿  ἐμοὶ αὐτῷ (γ 49) 
 ἀνάϲϲονται δ᾿  ἐμοὶ αὐτῷ (δ 177 ) 
 ἠδ’ ἐμοὶ αὐτῇ 
 ἕψεαι (Ω 733) 
 ῶμνυε δὲ πρὸϲ ἔμ’ αὐτόν (τ 288), 
 
 
 

 
ἀποϲτροφῇ τοῦ μ, ἵν’ ἡ ϲύνθετοϲ ἀπεμφαίνοιτο. ὅμοιον τὸ 
 
 οὐδ’ εἰ κεν ϲ’ αὐτὸν χρυϲῷ ἐρύϲαϲθαι ἀνώγοι (Χ 351 ) 
 
καὶ
 
 ἦ μή τιϲ ϲ’ αὐτὸν κτείνῃ δόλῳ ἠὲ βίηφι (ι 406). 
 
 τὸ δὲ μεῖζον· παραλόγωϲ ἐνεκλίθη τὸ
 
 εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέϲθαι (Κ 242), 
 
εἴγε αἱ μετὰ τῆϲ ἐπιταγματικῆϲ ὀρθοῦ τόνου ἔχονται· καὶ τὸ ἀνάγνωϲμα 
οὐκ ἀπόβλητον, καθὸ τὴν ϲύνθετον ἐνέφαινεν ὀρθοτόνωϲ ἀναγνωϲθέν.
καὶ ἔτι τὸ
 
 μήτ’ ἐμῶὐτᾶϲ 
 μήτε καϲιγνήτων πόδαϲ ὠκέαϲ 
 τρύϲηϲ (poet. lyr. adesp. 41 Bergk) 
 
διέϲταλκε δυϲὶ περιϲπωμέναιϲ· ἠδυνάτει γὰρ ϲυντεθῆναι διὰ τὸ ἐπιφερόμενον
ῥῆμα. πῶϲ οὐν οὐχὶ βίαιον τὸ τὰϲ διεϲταλμέναϲ κατὰ παράθεϲιν
 βιάζεϲθαι εἰϲ ϲύνθετον, τοῦ λόγου οὐκ ἀπαιτοῦντοϲ;

Δέον οὐν, ὡϲ προείρηται, τὰ ἐν δυϲὶ τρίτοιϲ νοούμενα, εἴτε κα. 
τ᾿ ἀπόλυϲιν, ὡϲ τὸ ἐγκλινόμενον, εἴτε κατ’ ὀρθὸν τόνον ἀνεγνώϲθη ἕνεκα
διαϲτολῆϲ ἢ ἄλληϲ τινὸϲ ϲυντάξεωϲ, εἰϲ ἁπλᾶϲ μεταλαμβάνειν· τὰ δὲ
ἐν τρίτῳ καὶ ἐν ταὐτῷ εἰϲ ϲυνθέτουϲ, ἅπερ ἂν εὑρεθείη πάντωϲ κατ’ὀρθὸν
 τόνον,
 
 ἕo δ’ αὐτοῦ πάντα κολούει (Θ 211) 
 ἑὲ δ’ αὐτὸν ἐποτρύνει (Υ 171) 
 ἠ γὰρ ἔμελλεν 
 οἱ τ’ αὐτῷ θάνατόν τε κακόν (Π 47 ) 
 
 ἐπὶ γὰρ Πατρόκλου ἥ τε ἀντωνυμία καὶ τὸ ῥῆμα. Ἔτι εἰ αἱ κατὰ τὸ 
πρῶτον καὶ δεύτερον ὀρθοῦ τόνου ἐχόμεναι ἀντιδιαϲτολὴν ἀναδέχονται,
τί τὸ ἐμποδὼν τὸ καὶ ἐπὶ τρίτου τὴν ἀντιδιαϲτολὴν διήκειν, καὶ ὃν
τρόπον τὸ καὶ ἐμοὶ ἐγένετο, καὶ ϲοὶ ἐγένετο ἀμετάληπτα εἰϲ
 
 

 
ϲύνθεϲιν, οὕτω καὶ οἱ τ’ αὐτῷ. «Ἀλλὰ καὶ αἱ κατὰ τὸ τρίτον εἰϲ
ϲύνθετον μεταλαμβάνονται.» Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ
 δεύτερον, καὶ εἰ ϲπανιάκιϲ, ἀλλ’ οὖν γε μεταλαμβάνονται;
 
 αὐτὸν μὲν ϲὲ πρῶτα ϲάου (ρ 595) 
 οὐδ’ ἐμέ φημι λελαϲμένον (N 269) 
 
καὶ
 
 ἐμὲ λύϲομαι (K 378) 
 
εἴρηταί τε καὶ ἡ αἰτία τοῦ τὰϲ κατὰ τὸ τρίτον πλείοναϲ εἶναι.

Καὶ αἱ κτητικαὶ δὲ ὁμοίωϲ μεταληφθήϲονται εἰϲ ϲυνθέτουϲ ἢ εἰϲ
 ἁπλᾶϲ, προληπτικώτερον πάλιν τινῶν ὑποϲτηϲαμένων τὸ μόνον εἰϲ 
ϲυνθέτουϲ αὐτὰϲ μεταλαμβάνεϲθαι. Ἔχει δὲ τὰ τοῦ λόγου ὧδε. ἐπὰν
μὲν ἡ διάβαϲιϲ τοῦ ῥήματοϲ ἀπὸ τῆϲ γενικῆϲ. ἥτιϲ ἐκ τῆϲ κτητικῆϲ
μεταλαμβάνεται, τὴν διάβαϲιν ἐπὶ τὸ αὐτὸ πρόϲωπον ποιῆται, πάντωϲ
εἰϲ ϲύνθετον μεταλαμβάνεται· ἐπὰν δὲ τὸ ῥῆμα μὴ ἀπὸ τῆϲ γενικῆϲ
νοῆται, ἀπὸ δέ τινοϲ προϲώπου, τότε καὶ ἁπλῆ ἡ ἀντωνυμία. τοῦ μὲν 
οὐν προτέρου
 
 δεύτερον αὐ θώρηκα περὶ ϲτήθεϲϲιν ἔδυνεν 
 οἱο καϲιγνήτοιο Λυκάονοϲ (Γ 332) 
 
τοῦ ἑαυτοῦ ἀδελφοῦ ἐνέδυ χιτῶνα·
 
 πάρ τε καϲιγνήτῳ Θραϲυμήδεϊ καὶ πατέρι ῷ (γ 39) 
 
τῷ ἑαυτοῦ. τοῦ δὲ δευτέρου
 
 οὕνεκ’ ἄρ’ οὐχ ῷ πατρὶ χαριζόμενοϲ θεράπευον (ν 265) 
 
 οὐ γὰρ ἐδεράπευον αὐτοῦ τὸν πατέρα, τοῦ ῥήματοϲ ἀποϲτάντοϲ τῆϲ
γενικῆϲ. ὁμοίωϲ
 
 ὅθ’ ἑὸϲ δόμοϲ (ὁ τινὸϲ ὅτε με) ἀμφεκάλυψεν (ο 118) 
 
διὸ εἰϲ ψιλὸν μετάγεται τὸ αὐτοῦ.
 
 τότε δὲ Ζεὺϲ Ἔκτορι δῶκεν 
 ῇ κεφαλῇ φορέειν (Π 799)· 
 τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν 
 κάλλεοϲ εἵνεκα οἱο (Υ 234) 
 
πάλιν ἐπὶ τοῦ
 
 αὐτὰρ ὅγ᾿  ὅν φίλον υἱὸν ἐπεὶ κύϲε (Ζ 474) 
 
 
 

 
ϲύνθετοϲ· τὸν γὰρ ἑαυτοῦ ἔκυϲε παῖδα. ὅθεν τινέϲ, πάλιν ἀγνοήϲαντεϲ
τὸ μεταβατικόν ν, τὸ
 
 αἴτει δ’ οἰωνὸν ἐὸν ἄγγελον (Ω 292) 
 
μεταγράφουϲιν εἰϲ τὸ ταχὺν ἄγγελον, ἢ τὸν ἀγα θὸν ἐκδέχονται.
 καὶ ἐπὶ θηλυκῆϲ
 
 τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐϲ πατρίδα γαῖαν (ν 52). 
 
φαϲὶ δὲ καὶ τὸν Ἀρίϲταρχον ἀϲμένωϲ τὴν γραφὴν τοῦ Δικαιάρχου παραδέξαϲθαι·
(ἐν γὰρ ἁπάϲαιϲ ἦν τὸ (Γ 244)
 
 ἐῇ ἐν πατρίδι γαίῃ) 
 
 ὑπολαβόντα τὸ ἑαυτῆϲ νοεῖϲθαι’ ἐκ τοῦ ἑῇ, δέον πάλιν ψιλῶϲ μετα 
λαμβάνειν. δῆλον οὖν ὡϲ τὸ
 
 ἀλλ’ ἐυὲ θυμὸϲ ἀνῆκε πολυτλήμων πολεμίζειν 
 θάρϲεϊ ῷ (H 152) 
 
ἀμφίβολον. εἰ γὰρ εἰϲ ἁπλῆν μεταληφθήϲεται. ἔϲται ὁ θυμὸϲ ἀνῆκέ
 με τῷ ἐκείνου θάρϲει πολεμεῖν ν, ὅπερ πάλιν ἐν διαβάϲει νοεῖται ·
εἰ δὲ εἰϲ ϲύνθετον, γενήϲεται τῷ ἑαυτοῦ θάρϲει ἀνῆκέ με πολεμεῖν, 
καὶ τὸ ῥῆμα ἐκ τῆϲ γενικῆϲ ἀπήρτηται. ὁμοίωϲ καὶ τὸ
 
 Νέϲτωρ φάϲχ’ ὁ γέρων, ὅτ’ ἐπιμνηϲαίμεθα ϲεῖο, 
 οἷϲιν ἐνὶ μεγάροιϲιν (δ 191). 
 
 εἰ δὲ μή, εἰϲ ἁπλῆν τὴν αὐτοῦ.—οὕτωϲ εἶχε καὶ τὸ ἐν Ἰϲθμιονίκαιϲ
Πινδάρου (fr. 1 Boeckh)
 
 Αἰολίδαν δὲ Ϲίϲυφον κέλοντο 
 ῷ παιδὶ τηλέφαντον ὄρϲαι γέραϲ 
 ἀποφθιμένῳ Μελικέρτᾳ· 
 
 τῷ γὰρ παιδὶ τῆϲ Ἰνοῦϲ. πάλιν γὰρ οἱ ἀξιοῦντεϲ εἰϲ ϲύνθετον μεταλαμβάνειν
τὴν ἑαυτοῦ, ζητοῦϲι τίνι ἀκολουθῶν Ϲιϲύφου υἱὸν αὐτὸν ἔφη.
οἱ δὲ βαρυτονοῦϲι τὸ Δωρικῶϲ, δεχόμενοι ἀντὶ τοῦ ὥϲ, ὁμοίωϲ τῷ

ῶ τε χερνᾶτιϲ γυνὰ οὐδὲν προμαθιωμένα (lyr.gr.III 3 p.1359 Bergk)·
 

 
οἱ δὲ εἰϲ τὴν οἴ πρωτότυπον μετάγουϲι τὴν γραφήν, ἵνα δοτικὴ ἀντὶ
γενικῆϲ ἀκούηται, ὁμοίωϲ τῷ
 
 Ἀχιλῆι δαμαϲθείϲ (X 55). 
 
Χρὴ οὗν προϲανέχονταϲ τῷ προκειμένῳ λόγῳ μεταλαμβάνειν τὰϲ τοιαύταϲ
τῶν ἀντωνυμιῶν εἰϲ τε ἁπλᾶϲ καὶ ϲυνθέτουϲ, τὰ νῦν περιγραφομένηϲ 
τῆϲ πολλῆϲ παραθέϲεωϲ ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον προάγειν τὸν
λόγον.

Ἐξῆϲ ἐπὶ τὰϲ κατὰ μέροϲ χωρητέον.

Ἡ ἐγώ τῆϲ ἔγωγε Ἀττικῆϲ διαφέρει ϲυντάξει. ἡ μὲν γὰρ καὶ
 κατ’ ἀρχὴν τοῦ λόγου τίθεται, καὶ καθ’ ὑπόταξιν, ἡ δὲ ἔγωγε οὐ 
ϲυνήθηϲ εἰϲ ἀρχὴν λόγου παραλαμβάνεϲθαι, καθὸ καταφατικωτέρα ἡ
ἔγωγε· πολλάκι γοῦν καὶ κατά τιναϲ ἐρωτήϲειϲ ϲυγκατατιθέμενοί φαμεν
ἔγωγε ἐν ἴϲῳ τῷ ἐγώ.—Μεμπτέοι οὐν οἱ ὑπολαμβάνοντεϲ τὴν μὲν
ἀντιδιεϲτάλθαι, λέγω δὲ τὴν διϲύλλαβον, τὴν δὲ ἐγκεκλίϲθαι (καὶ ἴϲωϲ
ἡ ἀφορμὴ ἐκ τοῦ ἀναβεβιβάϲθαι τὴν τάϲιν ν, τοῦ τε μὴ ἄρχειν λόγου, 
 ἅπερ ἐγκλινομέναιϲ παρηκολούθει)· ἐδείχθη γὰρ ἐντελῶϲ ὡϲ ἀδυνατοῦϲιν
αἱ τῆϲ εὐθείαϲ ἐγκλίνεϲθαι· διὸ καὶ τὸ
 
 τί ϲὺ τόϲϲον ὁμίλου (Υ 178) 
 
μόνωϲ ὀρθοτονητέον. —ἄλλωϲ τε αἱ ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν
οὐδέποτε προοιϲταί εἰϲι κατ’ ἰδίαν, καθάπερ αἱ ὀρθοτονούμεναι, ἀλλ᾿ἀεὶ 
μετά τινοϲ μέρουϲ λόγου παρατίθενται, δόϲ μοι, τίμηϲόν με,
καθάπερ καὶ ἄλλα τινὰ μέρη λόγου, ὡϲ αἱ προθέϲειϲ, οἱ ϲύνδεϲμοι,
 τὰ ἄρθρα. πῶϲ οὖν πρὸϲ τὰϲ ἐρωτήϲειϲ φαμὲν κατ’ ἰδίαν ἔγωγε
ὅτι δὲ καὶ διαϲταλτικῶϲ παραλαμβάνεται, δῆλον ἐκ τούτων,
 
 οὕνεχ’ ὁ μὲν καλόϲ τε καὶ ἄρτιποϲ, αὐτὰρ ἔγωγε (θ 310) 
 
καῖ
 
 μήτηρ μέν τέ μέ φηϲι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε (α 215). 
 
αἱ ἐγκλινόμεναι τῇ αὐτῇ καταλήξει χρῶνται, ἦπερ καὶ αἱ ὀρθοτονούμεναι.
 — πῶϲ οὐν ἡ μὲν ἔγωγε εἰϲ γε λήγει, ἡ δὲ ἐγώ εἰϲ γω: —Χρὴ δὲ
νοεῖν ὅτι μόνον παρῆκται διὰ τῆϲ γε ϲυλλαβῆϲ· οὐ γὰρ κεῖται ὁ γέ 
παραπληρωματικὸϲ οὔτε ἐν ϲυνθέϲει, ἐπεὶ ἀδύνατον ἐγκλιτικὸν ϲυντίθεϲθαι,
 
 

 
οὔτε ἐν παραθέϲει, ἐπεὶ μᾶλλον ὠξύνετο ἂν τὸ τέλοϲ τῆϲ ἐγώ.
τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἔμοιγε. — Διὸ καὶ ἐπεζήτηϲαν ἔνιοι, διὰ τί
καὶ ἐπὶ αἰτιατικῆϲ καὶ γενικῆϲ οὐκέτι. πρὸϲ οὓϲ ἂν φαίημεν ν, ὅτι οὐκ
ἐξωμάλιϲται τὰ τῶν διαλέκτων, μάλιϲτα δὲ τὰ τῶν Ἀττικῶν. ὅμοιοϲ 
 καὶ γέλοιοϲ προπαροξύνοντέϲ φαϲιν, ἀλλ’ οὐκέτι τὰ τούτοιϲ παραπλήϲια·
ἤμελλον καὶ ἠβουλόμην, ἀλλ’ οὐ πάντα τὰ παρατατικὰ οὕτωϲ
ἐπεκτείνουϲι· καὶ ἐπ’ ἄλλων πλείϲτων. τὸ αὐτὸ οὐν καὶ ἐπὶ τοῦ προκειμένου.

Δωριεῖϲ ἐγών. Ϲώφρων· ἐγ ὡν δέ τοι καὶ πάλαι ὤψεον (fr. 
 Ahrens). καὶ ὁ ποιητὴϲ δὲ ϲυνεχῶϲ διὰ τοῦ ν , ὅτε φωνῆεν ἐπιφέροιτο,
ϲαφὲϲ ὅτι τὸ χαϲμῶδεϲ τῶν φωνηέντων ἀναπληρῶν τῇ τοῦ ν προϲθέϲει. 
κοινῇ δὲ προφορᾷ χρῆται ἐν τῷ
 
 ἀλλ’ ἐγὼ οὐδέν ϲε ῥέξω κακόν (Ω 370) 
 
καῖ
 
 ἀλλ’ ἐγὼ οὐ πιθόμην (ε 201. x 103. t 228) 
 
καὶ τὸ ν οὐ προϲέλαβεν ν, ἐπεὶ ἀνεπίδεκτον τὸ ἔποϲ κρητικοῦ εἰϲ ϲύμφωνον
καταλήγοντοϲ. —Οὐ φύϲει φαϲὶ τὴν ἀντωνυμίαν λήγειν εἰϲ ν,
πλεονάζειν δέ, «ἐπεὶ ἡ κατὰ τὸ δεύτερον δίχα τοῦ ν, τύ. πᾶϲα γὰρ 
ἀντωνυμία εἰϲ ν λήγουϲα κατὰ τὸ πρῶτον, πάντωϲ καὶ κατὰ τὸ δεύτερον
 ν, ἐμέθεν ϲέθεν, ἐμίν τίν, ἡμῶν καὶ ὑμῶν». Πρῶτον διάλληλα
τὰ τῆϲ ἐπιχειρήϲεωϲ. τί γὰρ ⟨οὐ⟩ μᾶλλον ἡ τύ ὠλιγώρηται, ὅτι εἰϲ ν οὐ
λήγει, ἢ ἡ ἐγών, ὅτι εἰϲ ν λήγει δεύτερον αἱ μακροκατάληκτοι
λέξειϲ οὐ πλεονάζουϲι τῷ ν ἀδιαφόρωϲ· τὸ γὰρ τοιοῦτον ἐν τῷ ἔλεγεν
ἢ ἔλεγε καὶ λέγουϲιν, ἅπερ ἐν βραχυκαταλήκτοιϲ.—τρίτον ἐν
 ὁμοιοκαταλήκτοιϲ ἡ μονὴ τοῦ ν γίνεται, ἐμέθεν ἢ ϲέθεν, ἐμίν τίν, τὸ 
δὲ ἐγών εἰϲ ων λήγει, τοῦ δευτέρου διὰ τοῦ υ ἐκφερομένου. ἔπειτα
παρὰ Βοιωτοῖϲ τὸ λεῖπον ἀνεπληρώθη· ἰδοὺ γὰρ τούν.

Οἱ αὐτοὶ Δωριεῖϲ ἐγώνγα καὶ ἐγώνη·
 
 οὐ γὰρ ἐγώνγα, Fάναϲϲα, Διὸϲ θύγατερ, 
 
 
 

 
Ἀλκμάν (fr. 51 Bergk 3 ). Αἰολεῖϲ βαρέωϲ·
 
 ἐγων δ’ ἔμ’ αὔτα 
 τοῦτο ϲυνόϊδα 
 
Ϲαπφώ (fr. 102 Ahrens, 15 Bergk 3). Βοιωτοὶ ἱὠν, ὡϲ μὲν Τρύφων
 (p. 27 Velsen ), ὑφέϲει εὐλόγω τοῦ γ, ἵνα καὶ τὰ τῆϲ μεταθέϲεωϲ τοῦ ε εἰϲ 
ι γένηται, ἐπεὶ φωνήεντοϲ ἐπιφερομένου τὸ τοιοῦτον παρακολουθεῖ.
ἀλλὰ μὴν καὶ ἐδαϲύνθη, ἐπεὶ δαϲύνεται τὰ φωνήεντα ἐν ταῖϲ ἀντωνυμίαιϲ,
ὅτε πρὸ φωνηέντων τίθενται, ἑόϲ, ἑοῦ, ἑαυτῷ, ἑαυτόν,
ἑοῖ. ὡϲ δὲ ἔνιοι, ὡν ἐϲτὶ καὶ ὁ Ἄβρων, θέμα ἐϲτίν, ὃ ϲυζύγωϲ οἱ
αὐτοί φαϲι τῇ μὲν ἐγών τὴν ἱών, τῇ δὲ ἐγώνη τὴν ἱώνει, εἴγε τὸ 
παρὰ Δωριεῦϲιν η εἰϲ ει μεταβάλλεται, τῇ δ’ ἐγώνγα τὴν ἰώνγα.
Κόριννα ·
 
 μέμφομη δὲ κὴ λιγουρὰν Μουρτίδ’ ἰώνγα , 
 ὅτι βανὰ φοῦϲ᾿ ἔβα Πινδάροιο ποτ’ἔριν (fr.12Ahrens, 21 Bergk3) 
 
καὶ ἔτι 
 
 ἱώνει δ’ εἱρώων ἀρετὰϲ 
 χεἰρωάδων (fr. 1 Ahrens, 10 Bergk3)

Τρύφων (p. 32 Velsen)φηϲὶ μηδ’ ὅλωϲ εὐθείαϲ εἶναι τὴν ϲύ, κλητικῆϲ
δὲ μόνον, «ἐν οἷϲ αἱ μὲν εὐθεῖαι τὸν περί τινοϲ λόγον ἀναδέχονται, αἱ
δὲ κλητικαὶ τὸν πρόϲ τινα, ὅνπερ ἡ ϲύ ἀναδέχεται. — ἔτι ὅν τρόπον 
ἡ ἐκεῖνοϲ οὐκ ἔχει κλητικήν, διότι ἐν ἀποϲτήματί ἐϲτι, τῆϲ κλητικῆϲ
 κλῆϲιν ἐπαγγελλομένηϲ τοῦ πέλαϲ, οὕτωϲ οὐδὲ ἡ ϲύ εὐθείαϲ. ἐπεὶ τὰ
ἐναντία ἀνεδέξατο. —αἱ κλητικαὶ δευτέροιϲ προϲώποιϲ ϲυντάϲϲονται,
Ἔκτορ ἦλθεϲ, Ϲώκρατεϲ διελέξω· τοιοῦτον οὖν καὶ τὸ ϲ ὺ λέγε
καὶ ϲ ὺ ϲκά πτε. — οὐκ ἐπεὶ δὲ εὐθείᾳ ϲυντάϲϲεται ἐν τῷ ϲὺ ὁ λέ. 
γων, πάντωϲ καὶ εὐθείαϲ· ἰδοὺ γὰρ καὶ ἐπὶ ὀνομάτων, Ἀρίϲταρχε
αὐτὸϲ γέγραφαϲ. — οὐ πάϲηϲ πτώϲεωϲ εὐθεῖα, τοῦ ἀλλήλουϲ, τοῦ
 
 

 
ἐμαυτοῦ, ὥϲτε καὶ τῆϲ ϲύ οὔϲηϲ κλητικῆϲ οὐ πάντωϲ εὐθεῖα ἐπιζητηθήϲεται.

Ὄτι μὲν οὖν κλητικῆϲ ἐϲτὶν ἡ ϲύ, ἀναμφίβολον· ὅτι δὲ καὶ 
εὐθείαϲ, λεκτέον. Αἱ ϲυνεμπίπτουϲαι τῶν λέξεων κατὰ τὰϲ ϲυντάξειϲ
 τοῦ λόγου τὸ ἀμφίβολον τῆϲ ϲυνεμπτώϲεωϲ ἀποβάλλουϲι. τὸ γὰρ
οὐκερῶ, τρία ϲημαῖνον, ἐν τῷ οὐκ ἐρῶ ϲοί ἢ οὐκ ἐρῶ ϲοῦ ἢ οὐ
κερῶ ϲέ οὐκέτι ἀμφίβολον καθέϲτηκε. καὶ περιϲϲὸν εἰϲ τοῦτο παρατίθεϲθαι,
τοῦ λόγου ἐπὶ πάντων ϲυντείνοντοϲ τῶν παραπληϲίων. ὅθεν 
καὶ τὸ ϲύ κατὰ τὴν ϲύνταξιν δειχθήϲεται, πότε εὐθείαϲ ἐϲτὶ καὶ πότε
 κλητικῆϲ. ἐν οἷϲ γάρ φαμεν ϲὺ ἦ λθεϲ πρὸϲ ἐμέ, κλητικῆϲ· ἐγώ
είμι καὶ ἐκεῖνόϲ ἐϲτι καὶ ϲὺ εἰ, εὐθείαϲ· τὰ γὰρ τῆϲ ὑπάρξεωϲ ἢ
κλήϲεωϲ ῥήματα εὐθείᾳ ϲυντάϲϲονται. οὐ γὰρ πάντωϲ καθολικὸν τὸ
τὴν εὐθεῖαν ἐπὶ τρίτοιϲ νοεῖϲθαι πάντοτε ἰδοὺ γὰρ ἐπὶ πρώτου καὶ
δευτέρου, ϲεμνόϲ εἰμι, ϲεμνὸϲ εἰ. —Ἄλλωϲ τε τὰ μὲν ὀνόματα,
 δίχα τῆϲ κλητικῆϲ, ἐν τρίτοιϲ νοεῖται, ὅτε μή, ὡϲ προείρηται, τὰ τῆϲ 
ὑπάρξεωϲ ἢ κλήϲεωϲ ῥήματα ϲυντάϲϲεται, Δίων περιπατεῖ, Δίωνι
λέγε, Δίωνα τύπτε· αἱ δὲ ἀντωνυμίαι ἕνεκα τούτου παραλαμβάνονται,
τῶν ὀνομάτων οὐ δυναμένων κατὰ τὸ πρῶτον καὶ δεύτερον
πρόϲωπον παραλαμβάνεϲθαι ἐπὶ τῆϲ προκειμένηϲ ϲυντάξεωϲ. παρακολουθεῖ
 οὖν τοῖϲ κατὰ τὸ δεύτερον ἀνακρεμάμενον ἔχειν τὸν λόγον
τὸν πρόϲ τινα ὑπὲρ αὐτοῦ τοῦ προϲφωνουμένου ὁ γοῦν λέγων ϲὺ
τύπτειϲ πρὸϲ αὐτὸν λέγει ὑπὲρ αὐτοῦ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν πλα. 
γίων, ϲοὶ δίδωμι, ϲὲ φιλῶ. χωριϲτέαι οὐν ⟨αἱ ⟩ ἀντωνυμίαι τῶν ὀνομάτων
κατὰ τὰϲ ϲυντάξειϲ ἕνεκα τούτου. —Ἔτι αἱ ϲυναπτόμεναι
 
 
 

 
πτώϲειϲ ἢ διεζευγμέναι ἢ ϲυμπλεκόμεναι τῆϲ αὐτῆϲ ἔχονται πτώϲεωϲ·
εἰ δέ που κλητικὴ παραλαμβάνοιτο, πάντωϲ ἐκτὸϲ πεϲεῖται τῆϲ ϲυντάξεωϲ.
 τοῦ μὲν οὐν προτέρου ἢ Ἀριϲτοφάνηϲ ἢ Ἀρίϲταρχοϲ,
καὶ Ἀριϲτοφάνη καὶ Ἀρίϲταρχον, ἤτοι Ἀριϲτοφάνουϲ ἢ
Ἀριϲτά ρχου, καὶ ἐμοῦ καὶ ϲοῦ, ἢ ἐγὼ ἢ ἐκεῖνοϲ· τοῦ δὲ δευ 
τέρου Ϲώκρατεϲ, ἢ Διογένηϲ παρἐϲται ἢ Θεόφραϲτοϲ· Ἀρίϲταρ
χε, καὶ Διονύϲιοϲ ἤκουϲε καὶ Ἀπολλώνιοϲ. ὅθεν εἴ φαμεν
καὶ ἐγὼ καὶ ϲὺ καὶ ἐκεῖν οϲ, εὐθείαϲ τὸ ϲύ. Τὰ δυϊκὰ καὶ
τὰ πληθυντικὰ ϲύλληψιν ἔχει ὁμοιοπτώτων προϲώπων, τὸ ὑμᾶϲ ἐκ τοῦ
 ϲὲ καὶ ϲὲ καὶ ἐκεῖνον, τὸ ὑμῖν ἐκ τοῦ ϲοὶ καὶ ϲοὶ καὶ ἐκείνῳ. ὅθεν τὸ 
 
 ϲφῶι . . ϲὺ καὶ κρατερὸϲ Λκομήδηϲ (M 366) 
 
εἰ ϲύλληψιν ἔχει τοῦ Λκομήδηϲ κατ’ εὐθεῖαν, δῆλον ὡϲ καὶ τὸ ϲύ
εὐθείαϲ καθέϲτηκεν. —Ἔτι αἱ ἀντωνυμίαι ὁμοιοπτώτοιϲ τοῖϲ ὀνόμαϲι
ϲυντάϲϲονται, ἐμοῦ ὄντοϲ Ἀπολλωνίου, ἐμοὶ ὄντι Δίωνι, ϲὲ
ὄν τα ἀγαθόν εἰ οὐν εὐθείαϲ τὸ ἐγώ εἰμι Διον ύϲιοϲ, εὐθείαϲ 
καὶ τὸ ϲ εἰ Δίων. —Ἡ κλητικὴ αὐτοτελὴϲ οὐϲα ϲτιγμὴν ἀπαιτεῖ
 διὸ οὐδέποτε αἱ ἐγκλινόμεναι μετὰ κλητικῆϲ τίθενται, ὅτι μὴ μόνον ἡ
μοί κατὰ πρῶτον πρόϲωπον διὰ φιλοφρόνηϲιν ,
 
 Πἀτροκλέ μοι δειλῇ (T 287). 
 
ἐν ῶ οὐν φαμὲν ϲύ με, ϲύ μου, εὐθείαϲ ἡ ϲύ αἱ γὰρ εὐθεῖαι τήνδε 
τὴν ϲύνταξιν λαμβάνουϲι. —Πρὸϲ τὰ πύϲματα αἱ εὐθεῖαι ἀνθυπάγονται,
τίϲ ἔγρα ψεν; Ἀρίϲταρχοϲ, ἐγώ· εὐθείαϲ οὖν καὶ κατὰ τοῦτο
 τὸ ϲύ. —Ἔπειτα εἶ τι κλητικὴν ἔχει, πάντωϲ καὶ εὐθεῖαν· οὐ μὴν εἴ
τι εὐθεῖαν, πάντωϲ καὶ κλητικήν. οὔτε γὰρ τὰ πύϲματα, οὔτε τὸ
 
 
 

 
ἄλλοϲ, ὡϲ προείρηται , οὔτε τὸ ἐκεῖνοϲ. ὅθεν εἰ τὸ ϲύ κλητικῆϲ, πάντωϲ
καὶ εὐθείαϲ. —Τὸ δὲ ϲυνεμπεϲεῖν τὴν φωνὴν οὐ ξένον πλεῖϲται γάρ
εἰϲιν εὐθεῖαι ϲυνεμπίπτουϲαι ταῖϲ κλητικαῖϲ.

Ϲύγε Ἀττικοί, καθάπερ καὶ τὸ ἔγωγε. Τινὲϲ ἐν δυϲὶ μέρεϲι
 λόγου, ετοῦ γέ ἐν παραθέϲει κειμένου, ἐπεὶ αἱ ἐπεκτεινόμεναι ἐν πρώτοιϲ
καὶ ἐν τρίτοιϲ. Ἐν μὲν οὐν τῷ τόνῳ οὐχ οἷόν τε διελέγξαι τὴν 
παραγωγήν , ἐν δὲ τῇ Δωρικῇ τύγα οὔϲῃ ϲυνάγεται καὶ τὸ ϲύγε. ἡ
γὰρ τύ ὀρθῆϲ τάϲεωϲ οὖϲα εὐθεῖαν ϲημαίνει παρὰ Δωριεῦϲι,
 
 καὶ τὺ Διὸϲ θύγατερ μεγαλόϲθενεϲ (lyr. gr. adesp. 42 Bergk lll 3), 
 
 ἐγκλινομένη δὲ αἰτιατικήν,
 
 καί τυ φίλιππον ἔθηκεν (lyr. gr. adesp. 43 Bergk III3) 
 
καὶ τί τυ ἐγὼν ποιέω Ϲώφρων (fr. 74 Ahrens).

Οὐδεμία ἀντωνυμία ἐγκλιθεῖϲα πτώϲεωϲ ἐναλλαγὴν ποιεῖται·
ϲημειωτέα οὐν ἡ τύ ἐγκλιτική. —Αἱ κατὰ τὸ δεύτερον πρόϲωπον 
 ἐγκλινόμεναι πάντωϲ καὶ ὀρθοτονοῦνται, τῆϲ αὐτῆϲ πτώϲεωϲ οὐϲαι·
(ἡ μὲν γὰρ εὐθεῖα οὐδ’ ὅλωϲ ἐγκλιθήϲεται, ἐπεὶ ἀδύνατον)· πῶϲ οὐν
ἡ τύ ἐπ’ αἰτιατικῆϲ οὐκ ὀρθοτονεῖται; —Μή ποτ’ οὐν οὐδ’ ὅλωϲ
αἰτιατικῆϲ ἐϲτίν , ἀλλ’ ἐν ϲχήματι λαμβάνεται, ῶ λόγῳ καὶ δοτικὴ ἀντὶ
γενικῆϲ,
 
 Ἀχιλῆι δαμαϲθείϲ (X 55). 
 
καὶ οὐκ ἀνοίκειον τὸ ϲχῆμα· ἡ μὲν γὰρ γενικὴ τῇ δοτικῇ ψκείωται, ἡ .
δὲ αἰτιατικὴ τῇ εὐθείᾳ οὕτωϲ, ὥϲτε καὶ ἐν δυϊκοῖϲ ἅπαϲι ϲυνεμπίπτειν,
καὶ καθ’ ἑνικὰϲ ἐκφοράϲ, ὡϲ ἐπὶ οὐδετέρων, καὶ κατὰ πληθυντικάϲ,
ὡϲ ἐπὶ τῶν ϲυνῃρημένων πληθυντικῶν , οἱ ταχεῖϲ τοὺϲ ταχεῖϲ.
 οὐκ ἀλόγωϲ δὲ καὶ διὰ τῆϲ ἐγκλίϲεωϲ τὸ ϲχῆμα τῆϲ αἰτιατικῆϲ ἐνδείκνυται,
εἴγε εὐθεῖα οὐϲα ἀδυνατεῖ ἐγκλίνεϲθαι. οὐ χρὴ ἄρα ζητεῖν,
διὰ τί οὐκ ὀρθοτονεῖται καὶ ἐπὶ τῆϲ αἰτιατικῆϲ. εἰ γὰρ λέγομεν, ὡϲ 
ἀπὸ τῆϲ ϲέ ἐγένετο, χωρἡϲαντοϲ τοῦ ε εἰϲ υ, ὡϲ τῆλε τῆλυ καὶ λάζεται
λάζυται, καταλείψομεν ζήτηϲιν, διότι οὐκ ὀρθοτονεῖται.

Τὸ τῦν η ὠλιγωρῆϲθαί φαϲι, καθὸ τείνει τὸ υ· εἰ γὰρ ἐγώ ἐγώνη,
τοῦ αὐτοῦ χρόνου μένοντοϲ, χρῆ⟨ν⟩ καὶ ἀπὸ τοῦ τύ τύνη. Τί γὰρ οὐ
μᾶλλον τὸ τύ παραλόγωϲ ϲυνεϲτάλη ἤπερ τὸ τύνη ἐξετάθη; ἴϲωϲ δὲ
καὶ αἱ διὰ τοῦ νη τείνουϲι τὴν παραλήγουϲαν· ἰδοὺ γὰρ καὶ ἀπὸ τοῦ
 ἐμίν ἐμίνη καὶ τίν τίνη. ἴϲωϲ δὲ καὶ τῷ Βὖνη καὶ μὖνη ϲυνεξέδραμεν.

Βοιωτοὶ τού καὶ τούν καὶ τούγα.

Ἵ Ταύτην οἱ μέν φαϲι παράλογον, ὅτι οὐ διὰ τοῦ υ· «ἀποβολῇ
γὰρ τοῦ ϲ τὰϲ κατὰ τὸ τρίτον ἀποτελεῖϲθαι, ϲοῦ οὑ, ϲόϲ ὅc. οἱ δὲ
εἰηγηάμενοι τὰϲ κατὰ τὸ τρίτον ὀρθοτονηθείϲαϲ ἀντανακλᾶϲθαι οὐδ᾿ὅλωϲ
 φαϲὶ τὸ ϲχῆμα ϲυϲτῆναι· «εἰ γὰρ μόνωϲ ὀρθοτονεῖται, καθότι 
εὐθείαϲ, δῆλον ὡϲ εἰϲ ϲύνθετον μεταληφθήϲεται, ὅπερ ἀϲύϲτατον, ϲύνθετον
εὐθεῖαν ενέϲθαι.» Ἀλλὰ πρὸϲ μὲν τοὺϲ τὴν γραφὴν μεμφομένουϲ
ἐκεῖνο ἂν εἴποιμεν, ὡϲ ἡ ἀφαίρεϲιϲ τοῦ ϲ κατὰ τρίτα ἔϲτιν,
⟨εἰ αἱ κατὰ τὸ δεύτερον ταῖϲ κατὰ τὸ πρῶτον ὁμοιοκαταληκτοῦϲιν,⟩
ἐμέθεν ϲέθεν ἕθεν, ἐμέ ϲέ ἕ· ἡ δὲ ϲύ τῇ ἐγώ οὐχ ὁμοιοκαταληκτεῖ· 
οὐκ ἄρα καὶ κατὰ τὸ τρίτον ὁμοιοκαταληκτήϲει. πιθανὸν γοῦν ἐϲτι
φάναι ὅτι, εἰ τὸ δεύτερον πρὸϲ τὸ πρὸ αὑτοῦ διήλλαξε, καὶ τὸ τρίτον
 πρὸϲ τὸ πρὸ αὑτοῦ διαλλάξει. Πρὸϲ δὲ τοὺϲ ἀϲύϲτατον ἡγηϲαμένουϲ
λεκτέον, ὅτι μάτην ὑπέλαβον τὴν τῶν τρίτων ὀρθοτόνηϲιν ἀντανακλαϲμὸν
ἀπαιτεῖν, εἴγε ἐντελῶϲ ὑπὲρ τούτου προείρηται. — ἀξιοπιϲτότεοόϲ 
τε ὁ Ϲοφοκλῆϲ μάρτυϲ, χρηϲάμενοϲ ἐν Οἰνομάω·
 
 ἡ μὲν ὡϲ ἳ θάϲϲον᾿, ἡ δὼϲ ἳ τέκοι παῖδα (fr. 418 Dindorf). 
 
καὶ τὸ Ὁμηρικὸν ἔνιοι διὰ τοῦ ῑ γράφοντεϲ προϲπνέουϲιν,
 
 ἐναλίγκιον ὡϲ ἶ ἅπαϲα (X 410), 
 
 ἐκδεχόμενοι τὸ αὐτή, ἡ Ἴλιοϲ. ἀλλ᾿ εἰ καὶ ἐνταυθοῖ τὸν εἰ ϲυναπτικὸν 
ϲύνδεϲμον ἡ φράϲιϲ ἐπιζητεῖ, τὸ ἰωροί παρὰ Ἀττικοῖϲ ὁμολογεῖ τὴν
 
 

 
ἀντωνυμίαν. τὰ γὰρ φυλαϲϲόμενα περιέχει ἡ τοῦ ὠρεῖν ϲύνθεϲιϲ. τὴν
πύλην φυλάϲϲει πυλωρόϲ, τὴν θύρην θυρωρόϲ. οὕτω καὶ οἱ αὐτῆϲ τῆϲ
πόλεωϲ φύλακεϲ ἰωροί. καλοῦνται δὲ καὶ οἱ αὐθιγενεῖϲ παρὰ Ῥοδίοιϲ
ἵγνητεϲ, τῆϲ δαϲείαϲ Ἀττικῶϲ προϲελθούϲηϲ. Τρύφων φηϲὶ τὸν ἴον
 ἐγκεῖϲθαι, «ἀφ᾿ οὐ θηλυκὸν τὸ ἴα, ἀφ᾿ οὐ τὸ οἶοϲ κατὰ πλεοναϲμὸν 
τοῦ ο. καὶ εἰ τὸ αὐτόϲ εἰϲ τὸ μόνοϲ μεταλαμβάνεται,
 
 Τυδείδηϲ αὐτόϲ περ ἐὼν προμάχοιϲιν (Θ 99), 
 
εὔλογον καὶ τὸ μόνοϲ εἰϲ τὸ αὐτόϲ». κα⟨ὶ το⟩ῦτο δέ φηϲι, καθὸ οὐδεμία
ἀντωνυμία ϲυντίθεται μετ᾿ ἄλλου μέρουϲ λόγου ἢ ἡ αὐτόϲ. ἀλλ᾿ εἰ ἡ
 αὐτόϲ ϲυντίθεται, οὐκ ἀπεμφαῖνον καὶ τὴν ἰϲοδυναμοῦϲαν τῇ αὐτόϲ
ϲυντίθεϲθαι. Δῆλον δὲ ὡϲ ἡ μετὰ δαϲέοϲ βραχεῖα ἐκφορὰ τοῦ ῑ ἐλλείπῃ
αὐτὴν κατέϲτηϲε κατὰ τὴν χρῆϲιν.

Ἡ ὅϲ τὴν ἴϲην ϲημαϲίαν ἔχει τῇ οὑτοϲ, 
 
 ὃϲ γὰρ δεύτατοϲ ἦλθεν Ἀχαιῶν (α 286) 
 
 καῖ
 
 ὃϲ γάρ ῥα μάλιϲτα 
 ἥνδανε κηρύκων (ρ 172) 
 
καὶ Πλάτων ἢ δ᾿ ὅϲ. Καὶ ὁμοίωϲ καὶ ἡ ὁ, 
 
 ὁ δὲ προϲέειπεν (ξ 36) 
 
 ἀντὶ τοῦ οὗτοϲ,
 
 ὁ δ’ ἐρεύγετο οἰνοβαρείων (ι 37 4). 
 
καὶ δῆλον ὡϲ ἀπ᾿ αὐτῆϲ καὶ ἡ ὅδε παρῆκται καὶ ἡ οὑτοϲ, ᾧ λόγῳ 
καὶ ἀπὸ τοῦ τηλίκοϲ τηλικοῦτοϲ τηλικόϲδε, ⟨καὶ ἀπὸ τοῦ τόϲοϲ⟩ τοϲόϲδε
καὶ τοϲοῦτοϲ, οὐδὲν πλέον ϲημαίνοντα τῶν πρωτοτύπων. — Εἴρηται
 ὡϲ αἱ πλάγιαι ἀναλογώτεραι αἱ ἀπὸ τοῦ τ ἀρξάμεναι, τούτου καὶ
τούτῳ, καὶ τοῦδε καὶ τῷδε, ἐπεὶ ἡ τοιαύτη παραγωγὴ τοῖϲ ἀπὸ τοῦ τ
ἀρχομένοιϲ παρείπετο. ἀλλὰ μὴν καὶ τὸ οὐδέτερον, ἀπὸ τοῦ τ ἀρχόμενον
καὶ κατ᾿ εὐθεῖαν, διήλεγχε τὴν ἔλλειψιν τοῦ τ κατ᾿ εὐθεῖαν τοῦ 
ἀρϲενικοῦ καὶ θηλυκοῦ, εἴγε τὰ οὐδέτερα ϲυνάρχεται τοῖϲ ἀρϲενικοῖϲ
 
 

 
καὶ θηλυκοῖϲ. καὶ ἡ κατ᾿ ἀρχὴν δαϲεῖα τὴν διὰ τοῦ τ γραφὴν μαρτυρεῖ·
ἡ γὰρ ου δίφθογγοϲ κατ᾿ ἀρχὰϲ τιθεμένη ψιλοῦται, οὐδαμόϲ,
οὐρανόϲ, ὥϲτε καὶ τὸ ὄλον οῦλον ψιλῶϲ λέγεϲθαι καὶ ἔτι τὸν
ὅρον ο ὐρον. καὶ οὐκ ἀντέκειτο τὸ οὕνεκα, ἐπεὶ ὅϲα τὸ τ προϲλαμβάνει,
ταῦτα ἀφαιρέϲει τοῦ τ δαϲύνεται, τόϲοϲ — ὅϲοϲ, τηλίκοϲ — 
 ἡλίκοϲ· καὶ ἐπεὶ τούνεκα, οὕνεκα δαϲέωϲ. ἐν γὰρ τῷ περὶ δαϲείαϲ
περὶ τοῦ ἦμοϲ καὶ ὄφρα εἴρηται. ὁμόλογοϲ οὖν καὶ κα τὰ τοῦτο ἡ
ἔλλειψιϲ τοῦ τ. Δωριεῖϲ λέγουϲι τοῦτοι, ὅπερ πάλιν ὁμολογεῖ τὴν
ἔλλειψιν τοῦ τ.

Διαφέρει ἡ οὗτοϲ καὶ ὅδε τῆϲ ἐκεῖνοϲ διαϲτηματικῆϲ. ἡ μὲν γὰρ 
πληϲιάζει κατὰ τὴν δεῖξιν, ὥϲτε καὶ ἐπιλαμβανόμενόν τινα φάναι
οὗτόϲ με ἔπαιϲεν ἡ δὲ πάντοτε ἐν ἀποϲτήματι. ἔτι ἡ μὲν καὶ
κατὰ τὸ πρῶτον καὶ κατὰ τὸ δεύτερον πρόϲωπον ϲυντάϲϲεται, φυϲικῆϲ
 οὔϲηϲ τῆϲ ϲυντάξεωϲ· ὁ γὰρ ἑτέρου ἐπιψαύων πολὺ μᾶλλον ἑαυτοῦ·
 
 οὖτοϲ ἐγὼ ταχύτατι, 
 
Πίνδαροϲ ἐν Ὀλυμπιονίκαιϲ (lV 37) ὁμοίωϲ καὶ ἐπὶ τῆϲ ὅδε·
 
 ἔνδον μὲν δὴ ὅδ᾿ αὐτὸϲ ἐγώ (φ 207), 
 
ὁ ποιητήϲ. ὦ οὖτοϲ, ἦ οἰῇ ϲτρατείαν ἐϲϲείϲθαι; Ϲώφρων Ἀνδρείοιϲ
(fr. 23 Ahreus). ἡ δὲ ἐκεῖνοϲ μόνωϲ ἐπὶ τοῦ τρίτου. πάλιν
γὰρ δὴ ή 
 
 κεῖνοϲ μὲν δὴ ὅδ᾿ αὐτὸϲ ἐγώ (ω 321) 
 
ἀναπολεῖ τὸν ἐκ διαϲτήματοϲ χρόνου νοούμενον. Τῷ δ᾿ ἀναφορικῶϲ
τίθεϲθαι κοινὸν καὶ τῆϲ ἐκεῖνοϲ καὶ οὗτοϲ καὶ ὅδε,
 
 κεῖνοϲ ἀνήρ, ὅτ᾿ ἐμεῖο κυνώπιδοϲ (δ 145) 
 
οὗτοϲ ὁ Κροῖϲοϲ, Ἡρόδοτοϲ (I 6) 
 
 τούϲδε δ´ ἔα φθινύθειν (Β 346)· 
 ὃϲ γάρ ῤα μάλιϲτα 
 ἥνδανε (ρ 172)· 
 τῆϲδε δ᾿ ἂν οὐ φθονέοιμι (τ 348). 
 
 τοιοῦτο καὶ τὸ 
 
 νηῦϲ δέ μοι ἥδ᾿ ἔϲτηκεν ἐπ᾿ ἀγροῦ νόϲφι πόληοϲ (α 185) 
 
 
 

 
μεμπτέοι γὰρ οἱ ψιλῶϲ ἀναγνόντεϲ, ἵνα ὁ καί νοῆται, ὑπολαμβάνοντεϲ
αὐτὴν δεικτικῶϲ μόνωϲ τίθεϲθαι.

Τὴν ἐκεῖνόϲ φαϲι τῷ ε πλεονάζειν, καθότι αἱ διάλεκτοι μαρτυροῦϲιν,
Ἴωνεϲ κεῖνοϲ, Αἰολεῖϲ κῆνοϲ, Δωριεῖϲ τῆνοϲ. — τό τε ε
 πρὸ τοῦ κ κείμενον δαϲύνεται, ὅτε μὴ ἐν κλίϲει παρακέοιτο ἔξωθεν 
προϲερχόμενον. τοῦ μὲν οὖν προτέρου Ἑκάτη, Ἑκάβη, ἑκάϲ, ἑκηβόλοϲ,
ἑκών, κὰν ἀπὸ τοῦ εἴκω ἐνεϲτῶτοϲ ἐϲχηματιϲμένον ᾖ· τοῦ δὲ
δευτέρου ἐκάλουν, ἔκλων, ἔκλυον. ἐχρῆν οὖν τὸ ἐκεῖνοϲ δαϲύνεϲθαι.
τὸ ἐν τρίτοιϲ προϲώποιϲ ε δαϲύνεται, ἕθεν, ἕο, ἑοῖ· πῶϲ
 οὐν ψιλῶϲ τὸ ἐκεῖνοϲ»;

Ὑπὲρ τοῦ οὖν μὴ πλεονάζειν λεκτέον. αἱ διάλεκτοι καὶ ἀφαιροῦϲι
καὶ πλεονάζουϲιν, ἑορτή ὁρτή, τελέωϲ λέωϲ, τρόμοϲ τέτρομοϲ, 
ἐγώ ἐγώνη. ἀλλὰ καὶ Ἀλκμὰν πρώτῳ
 
 μάκαρϲ ἐκεῖνοϲ (fr. 14 Bergk3) 
 
 φηϲί. — Ψιλοῦται τὸ ε πρὸ τοῦ κ, ἔκταϲιϲ καὶ ἐκτόϲ. ἀλλ᾿ ἴϲωϲ
τὴν πρόθεϲιν αἰτιάϲαιτο ἄν τιϲ· καὶ τὸ ἁπαλόϲ δαϲυνόμενον ἐπιφορᾶϲ
γενομένηϲ τοῦ τ ἐψιλώθη, ἀταλόϲ ἴϲωϲ ἄρα καὶ τὸ 2 ἐκ δαϲέοϲ
ἐψίλου τὸ ε. — Αἱ ἀφαιρέϲειϲ ψιλὴν καταλιμπάνουϲι τὴν ἄρχουϲαν,
λείβειν εἴβειν, φημί ἠμί. γαῖα αἶα· ἀλλ᾿ οὐκέτι τὸ ὑϲ ἀπὸ τοῦ 
 ϲῦϲ ἐψιλώθη, ὅτι ἀρκτικὸν ὄν τὸ ῦ δαϲύνεται.— Τὸ ε πλεονάζον ἐν
διϲυλλάβοιϲ ἀναβιβάζει τὸν τόνον, ἔειπεν, ἔοργεν, ἕεδνα, ἕαδεν,
εἰ πλεοναϲμόϲ· τὸ γὰρ ἑώρων διὰ τὸ χρονικὸν παράγγελμα οὐκ ἀνεβίβαϲε
τὸν τόνον. πῶϲ οὖν οὐ προπαροξύνεται τὸ ἐκεῖνοϲ, — Τὸ ε
κατὰ τὸ τρίτον δαϲύνεται ἀφαιρουμένου τοῦ κατὰ τὸ δεύτερον ϲ,
 ϲέο ἕο, ϲέθεν ἕθεν· τὸ δὲ ἐκεῖνοϲ οὐχ οὕτωϲ ἔχει. Τὸ ε πλεονάζει
ἐν ταῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομέναιϲ λέξεϲιν, ἑώρων, ἐῳνοχόει, 
ἑόϲ, ἐέ, ἐοῖ, ἑῆϲ πῶϲ οὖν ἐν τῷ ἐκεῖνοϲ πλεονάζει; ἐδείχθη
γὰρ ὡϲ τὸ ἐχθέϲ ἐντελέϲτερον τοῦ χθέϲ καὶ τὸ ἐθέλω τοῦ θέλω. —
 
 

 
Τὸ ἀφαιρούμενον ε καὶ λεκτὸν καταλιμπάνον ψιλοῦται· καὶ διὰ τοῦτο
τὸ μὲν ἕϲτηκα δαϲύνεται, τὸ δὲ ἔϲτηϲα ψιλοῦται· ἐφ᾿ οὐ μὲν γὰρ
ἀφαίρεϲιϲ,
 
 ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ (τ 188), 
 
 καὶ λεκτόν, ἐφ’ οὐ δὲ οὐκέτι. ὑγιῶϲ ἄρα καὶ τὸ ἐκεῖνοϲ ψιλοῦται, 
εἴγε ἡ ἀφαίρεϲιϲ λεκτὸν καταλιμπάνει. — Τὸ πλεονάζον καὶ διὰ τοῦ
πλεονάϲματοϲ καὶ διὰ τοῦ ὁλοκλήρου πολύ πρότερον ϲημαίνεται, ἀδελφεόϲ
ἀδελφόϲ, ἑόϲ ὄϲ· πῶϲ οὔν, εἶπερ ἐκεῖ, πῶϲ οὐχὶ καὶ κεῖ;

Αἰολεῖϲ κῆνοϲ·
 
 φαίνεταί μοι κῆνοϲ ἴϲοϲ θέοιϲιν 
 ἔμμεν ὤνηρ, 
 
Ϲαπφώ (fr. 2 Ahrens Bergk). Δωριεῖϲ τῆνοϲ· καθαιρημένοϲ θην
B καὶ τῆν οϲ ὑπὸ τῶ χρόνω, Ϲώφρων (fr. 1i1 Ahrens). ϲπανίωϲ διὰ
τοῦ κὲ
 
 καὶ κῆνοϲ ἐν ϲάλεϲϲιν πολλοῖϲ ἥμενοϲ, 
 
Ἀλκμάν (fr. 13 Bergk3).

Δεικτικώτεραι γινόμεναι προϲλαμβάνουϲι τὸ ῑ, οὑτοϲί, ὁδί,
ἐκεινοϲί. ϲπανίωϲ γὰρ ἐπ᾿ ἀναφορᾶϲ, ὡϲ παρὰ Δημοϲθένει Ϲάτυροϲ
οὑτοϲί (p. 401, 16 Reiske). οἰκεία ἡ κατὰ τὸ τέλοϲ ὀξεῖα ἐπὶ τούτων,
εἴγε τὰ δεικτικώτερα μᾶλλον τοῖϲ τέλεϲι τὴν ὀξεῖαν προϲνέμει.

Ἡ ὁ δεῖνα παρ᾿ Ἀττικοῖϲ πολλάκιϲ καὶ ἐπὶ τοῦ τυχόντοϲ λαμβανομένη,
παρὰ δὲ Ϲυρακουϲίοιϲ δίχα τοῦ ᾱ, οὐχ ὁδεῖν τυ ἐπικαζε,
Ϲφρων Ἀνδρείοιϲ (fr. 24 Ahrens). Οὐ κατὰ πρόϲθεϲιν ἡ ὁδί προϲλαβοῦϲα
τὸ ν ἐγίνετο ὁδῖν, καθάπερ καὶ ἡ ούτοϲίν καὶ ἡ ἐκεινοϲίν
 
 

 
παρ᾿ Ἀττικοῖϲ. πρῶτον γὰρ ἂν καὶ τὸν τόνον ἐφύλαϲϲεν ὀξύν, καθάπερ
καὶ τὸ οὑτοϲί· ἔπειτα ταὐτὸν ἂν ἐϲήμαινεν, ὥϲπερ καὶ αἱ προκείμεναι
καὶ καθόλου πάϲα πλεονάϲαϲα ϲτοιχείῳ λέξιϲ. νῦν δὲ τὸ μὲν 
ὁδί ὀξύνεται, καὶ δεικτικόν ἐϲτι· τὸ δὲ ὁδεῖν καὶ περιϲπᾶται, καὶ ἐπί
 τινοϲ τυχόντοϲ παραλαμβάνεται. ἔπειτα τὰ πλεονάϲαντα ἔϲωθεν κλίνεται,
τουτονί καὶ τουτουῒ· πῶϲ οὖν τοῦ δεῖνοϲ ἔξωθεν ἡ κλίϲιϲ;
ἄμεινον οὖν ἦν θέμα καταλιπεῖν, ἢ ἀποκοπὴν τοῦ ὁδεῖνα, ἵνα καὶ τὰ
τοῦ τόνου ϲυμφωνῇ καὶ τὰ τῆϲ ϲημαϲίαϲ. βέλτιον θέμα, ἐπεὶ καὶ αἱ
ἀποκοπαὶ ἄκλιτοι.

«Πᾶν πτωτικὸν ἢ κατὰ τὸ τέλοϲ τὴν κλίϲιν ποιεῖται, ἢ πρὸ τέλουϲ, 
ὅτε ἐπεκτέταται, ὡϲ ἐν τῷ τοιοῦδε, τοιῷδε· πῶϲ οὖν τοῦ δεῖνοϲ
καὶ ἔτι τοῦ δεείνατοϲ, καὶ τῷ δεῖνι καὶ τῷ δείνα τι, δύο κλίϲειϲ
ἀνεδέξατο; πῶϲ δὲ καὶ δύο τόνουϲ, πάϲηϲ λέξεωϲ μίαν ὀξεῖαν ἐχούϲηϲ
ἢ περιϲπωμένην;» — Πολλάκιϲ καὶ ἐπ᾿ ὀνομάτων καθ᾿ ἑνὸϲ ὑποκειμένου
 δύο κλίϲειϲ γίνονται, Νέα πόλιϲ Νέαϲ πόλεωϲ, ἀγαθὸϲ δαίμων
ἀγαθοῦ δαίμονοϲ· οἲϲ ἐξ ἀνάγκηϲ παρέπεται καὶ τὸ διτονεῖν, ὅτι καὶ
δύο κλίϲειϲ. οὐ πιθανὸν οὖν καὶ τουδεῖνοϲ ὡϲ ϲωλῆνοϲ προφέρεϲθαι, 
ὤϲ φηϲι Τρύψων (p. 31 Velsen), εἵνα μὴ διτονήϲῃ ἡ λεξιϲ», δύο κλίϲεων
γινομένων.

Τὰϲ κατὰ τὸ τρίτον πρόϲωπον, λέγω δὴ τὴν ἵ καὶ τὰϲ ϲυζύγουϲ,
ἀναφορὰν προϲώπων δηλούϲαϲ, ϲυμβέβηκε μεταλαμβάνεϲθαι εἰϲ τὴν
αὐτόϲ καὶ αὐτή καὶ αὐτό, εὐλόγωϲ, ἐπεὶ καὶ αὐτὴ ἀναφέρεται πάντοτε 
ἐπί τι πρόϲωπον, ὅτε μὴ ἐπιτέτακται πρώτῳ καὶ δευτέρῳ· ἀλλὰ
καὶ ἡ οὗτοϲ καὶ ἡ ἐκεῖνοϲ μεθίϲτανται εἰϲ αὐτήν· κατὰ γὰρ τοῦ αὐτοῦ
 προϲώπου νοεῖται τὸ ἐκεῖνοϲ ἐνίκηϲε, τοιγαροῦν αὐτὸϲ τιμῆϲ
 
 
 

 
μεταλήψεται. οὐκέτι δὲ καὶ ἡ αὐτόϲ εἰϲ τὸ ἐκεῖνοϲ, οὐδὲ αἱ ϲύζυγοι,
αὐτὸϲ ἐνίκηϲε, τοιγαροῦν οὗτοϲ χαρήϲεται· δύο γὰρ τὰ
νοούμενα πρόϲωπα. τοῦτο δὲ ϲυμβέβηκεν, ἐπεὶ ἡ μὲν ἐκεῖνοϲ καὶ ἡ
οὗτοϲ, δεῖξιν ϲημαίνουϲαι, τὴν ὑπόγυιον γνῶϲιν τοῦ προϲώπου παριϲτάϲιν,
 ἡ δὲ αὐτὸϲ ἐπ᾿ ἀναπολούμενον πρόϲωπον φέρεται. ὀρθῶϲ οὐν 
ἐπὶ τὴν διὰ τοῦ ἐκεῖνοϲ δηλουμένην δεῖξιν ἐπαναπολεῖται ἡ αὐτόϲ,
οὐκέτι μέντοι ⟨ἡ⟩ ἐκεῖνοϲ ἢ οὗτοϲ ἐπὶ τὴν αὐτόϲ δύναται ἀναπέμπεϲθαι·
πρώτη γὰρ ἡ διὰ τῶν δεικτικῶν ἀντωνυμιῶν γνῶϲιϲ.

Οὐ μόνον δὲ διαφέρει τῶν κατὰ τὸ τρίτον φωνῇ, ᾗ αἱ μὲν ἀπαρέμφατοι
γένουϲ διὰ τῆϲ φωνῆϲ, (οἷ γὰρ καὶ ἕ), ἡ δὲ καὶ διὰ τῆϲ 
φωνῆϲ γένουϲ ἐϲτὶ παραϲτατική, ἀλλ᾿ ἡ καὶ πρώτῳ καὶ δευτέρῳ ϲυντάϲϲεται,
 αἱ δὲ οὔ. καὶ αἱ μὲν ἀκωλύτωϲ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται,
ἡ δὲ μόνωϲ ὀρθοτονεῖται, ἀναμφιλέκτωϲ μὲν κατὰ πᾶϲαν πτῶϲιν,
κατὰ δὲ αἰτιατικὴν οὐκ ἀναμφιλέκτωϲ. τινὲϲ μὲν γὰρ ἐγκλίνουϲιν, ὅτε
ἀπόλυτοϲ ἡ ϲημαϲία, καθάπερ ἐκείνη ἡ ἀνάγνωϲιϲ 
 
 κόψε γάρ αὐτον ἔχοντα (Μ 204).

Τρύφων (p. 28 Velsen) δὲ παρήνει καὶ ταύτην ὀρθοτονεῖν, «καθὸ αἱ
 τριγενεῖϲ τῶν ἀντωνυμιῶν μόνωϲ όρθοτονοῦνται, αἱ δὲ ἐγκλινόμεναι οὔποτε
γένουϲ ἐμφατικαὶ διὰ τῆϲ φωνῆϲ. — καὶ καθὸ αἱ κατὰ γενικὴν καὶ δοτικὴν
μὴ ἐγκλιθεῖϲαι οὐδὲ κατ᾿ αἰτιατικήν· οὔτε δὲ ἡ αὐτοῦ οὔθ᾿ ἡ 
αὐτῷ ἐγκλίνονται, οὐκ ἄρα οὐδὲ ἡ αἰτιατική. — ἔτι αἱ ἐγκλινόμεναι καὶ
ὀρθοτονύμεναι κατὰ τὸ τρίτον, ἡνίκα ὀρθοτονοῦνται, πάντωϲ καὶ
ἀντανακλῶνται, ἡ δὲ αὐτόν οὐκέτι.»

Ἀλλὰ ἀντίκειται τὸ ϲημαινόμενον· διαφέρει γὰρ τὸ ἔπαιϲέν αὐτον
 ἐγκλινόμενον τοῦ ὀρθοτονουμένου· ὃ μὲν γὰρ ἔμφαϲιν ὑπεροχῆϲ ϲημαίνει, 
λέγω δὲ τὸ ὀρθοτονούμενον, ὃ δὲ καὶ ἐπ᾿ εὐτελοῦϲ τινοϲ τάϲϲεται.
αἱ γένουϲ παραϲτατικαὶ καὶ δεῖξιν ϲημαίνουϲαι ἀλλότριαί εἰϲιν
ἐγκλίϲεωϲ· οὐδὲν οὖν τὸ κωλῦον τὴν αὐτόν ἐγκλίνειν, ἀμοιροῦϲαν
 
 

 
δείξεωϲ. ἔτι δεικτικώτεραι γινόμεναι διὰ τοῦ ῑ ἐπεκτείνονται, οὑτοϲί,
ὁδί· ἀλλ᾿ οὐκέτι ἡ αὐτόϲ, οὐδὲ γὰρ δεικτική.

«Οὐχ ὑγιὲϲ λέγειν, ἐπεὶ καὶ τὸ ἕ ἐγκλίνεται, εὐθέωϲ καὶ τὸ μεταλαμβανόμενον
αὐτόν. ἰδού γὰρ τὸ
 
 ἐπεί ἑο κήδετο λίην (ξ 461) 
 
καὶ τὸ
 
 καί οἱ ἐπευχόμενοϲ (Φ 121) 
 
καὶ τὰ μεταλαμβανόμενα ταύτηϲ τῆϲ τάϲεωϲ οὐ τυγχάνει.» Ἅπερ οὐκ
ἤγειρε τὴν ὑπερκειμένην ϲυλλαβὴν εἰϲ ὀξεῖαν, ὁμοίωϲ τῇ αὐτόν αἰτιατικῇ,
 ἐπεὶ τοῖϲ τετραχρόνοιϲ τὸ ἐγκλιτικὸν οὐ παρείπετο· οὐδὲ κατὰ
τὴν προτέραν ϲυλλαβὴν ὠξύνθη, ὅπερ τοῖϲ τετραχρόνοιϲ παρηκολούθει, 
ὡϲ ἐπὶ τοῦ ἔδωκεν ἥμιν, ἤρπαϲεν ἥμων, ἐπεὶ Αἰολικώτερα τὰ τῆϲ
προφορᾶϲ καθίϲτατο. ὅθεν οὐδὲ ἐπὶ τῆϲ ἀπολελυμένηϲ ϲημαϲίαϲ δεῖ
τὸν τόνον τῆϲ περιϲπωμένηϲ τρανότερον προφέρεϲθαι, ἀλλὰ νοεῖν
 ὅπωϲ τὸ τῆϲ ἐγκλίϲεωϲ ϲχῆμα φυλάϲϲηται.

Προείρηται ὡϲ παντὶ προϲώπῳ ὀρθοτονουμένῳ ϲύνεϲτι, διὸ καὶ
ἐπιταγματικὴ ἐκαλεῖτο ὑπὸ Ἀριϲτάρχου. Ἀλλὰ μὴν καὶ κτητικαῖϲ ϲυντάϲϲεται,
γενικῆϲ πτώϲεωϲ αὖϲα. καὶ ϲαφέϲ ἐϲτιν ὡϲ πάλιν ϲύνταξιν 
ἔχει τῆϲ πρωτοτύπου, ἥτιϲ ἐν τῷ κτήτορι νοεῖται κατὰ γενικήν,
 
 αὐτῶν γὰρ ϲφετέρῃϲιν (α 7), 
 ἢ ἐὸν αὐτοῦ χρεῖοϲ (α 409)· 
 
τὰ γὰρ ἐντὸϲ πρόϲωπα τούτων ἐν γενικῇ πτώϲει νοεῖται.

Μόνη διπλαϲιάζεται παρὰ Δωριεῦϲιν ἡ αὐτόϲ ἐν τῷ αὐταυτόϲ, αἰ
 
 
 

 
δὲ μὴ ἐ γῶν ἔμαθον ταῖϲ αὐταυτᾶϲ χερϲίν, Ϲώφρων (fr. 65 Ahrens).
Μὸνη ϲυντίθεται μετὰ ἀντωνυμιῶν κατὰ τέλοϲ καὶ μετὰ ἄλλων
μερῶν λόγου ἐν ἀρχῇ, αὐτάρεϲκοϲ, αὐτοδίδακτοϲ. καὶ διὰ τοῦτο
ἐϲημειοῦτο τὸ φίλαυτοϲ· εἴρηται ἡ αἰτία ἐν τῷ περὶ ϲχημάτων.

Ἐπεὶ πρώτῳ καὶ δευτέρῳ ϲυντάϲϲεται προϲώπῳ καὶ τρίτῳ, ὑπέ 
λαβόν τινεϲ αὐτὴν κοινὴν τῶν τριῶν προϲώπων καθεϲτάναι. Πρὸϲ
 τοῦτο φαίημεν, ὅτι πρώτου καὶ δευτέρου νοεῖται διὰ τὰϲ ϲυντάξειϲ
τῶν ἀντωνυμιῶν ἢ ῥημάτων, αὐτὸϲ ἔδωκα, αὐτ τὸϲ ἰδέ αὐτὴ μέντοι
κατ᾿ ἰδίαν τρίτου ἐϲτί· καὶ δῆλον ἐκ τῶν ἀπαρεμφάτων, ἄπερ ἀντωνυμίᾳ
ϲυνταϲϲόμενα παρεμφατικὰ γίνεται προϲώπου· τὸ γὰρ ἐμὲ γράφειν 
πρώτου καὶ τὸ ϲὲ γράφειν δευτέρου. ἐν ᾧ οὖν αὐτόν
φαμεν γράφειν καὶ τρίτου νοεῖται, ὁμόλογον ὅτι τὸ αὐτόϲ τρίτου
προϲώπου. — τὸ δὲ μεῖζον· αἱ κατὰ τὸ τρίτον εἰϲ αὐτὴν μεταλαμβάνονται,
 ὅπερ οὐκ ἐνδεχόμενον, εἰ μὴ καὶ αὐτὴ τρίτου προϲώπου καθειϲτήκει.

Τινὲϲ ἐπεχείρηϲαν εἰϲ τὰ ὀνόματα μεταλαμβάνειν τὴν αὐτόϲ, «καθὸ 
ἰϲοδυναμεῖ τῷ μόνοϲ,
 
 Τυδείδηϲ αὐτόϲ περ ἐών (Θ 99), 
 
καὶ καθὸ ἄρθρου ἐπιδεκτική, τῶν εἰϲ οϲ πρωτοτύπων μὴ ἐπιδενομένων
τὰ ἄρθρα. — ϲύγκριϲίν τε καὶ παραγωγὴν ἀνεδέξατο, ὡϲ ἐν Ἀλκυόνι 
 
 
 

 
Ἐπίχαρμοϲ, αὐτότεροϲ αὐτῶν (fr. 2 Ahrens). — ὀξύνεταί τε ὁμοίωϲ 
τῷ καυτόϲ, τῶν ἄλλων βαρυτονουμένων. Πάνυ δ᾿ εὐήθη τὰ προκείμενα.
οὐ γὰρ τὰ ἀντί τινων μερῶν λόγου παραλαμβανόμενα ταὐτά
ἐϲτιν ἐκείνοιϲ. τὸ Ἴλιον εἴϲυ (A 71) ἀντὶ τοῦ εἰϲ Ἴλιον, καὶ τὰ
 ἐπιρρήματα οὐ ταὐτὰ ταῖϲ προθέϲεϲι. τὸ βριθομένη (Θ 307) μετοχικὸν
ἀντὶ τοῦ βρίθεται, καὶ οὐ πάντωϲ ῥῆμα καὶ μετοχὴ ταὐτόν.
ἄλλα μυρία. διὰ τί ἄρθρου ἐϲτὶ δεκτική, εἴρηται. ἄλλωϲ τε τοῖϲ
μὲν ὀνόμαϲι τὸ ἄρθρον προϲελθὸν μιᾶϲ ἀναπολήϲεώϲ ἐϲτι. παραϲτατικόν, 
ὁ ἄνθρωποϲ ἦλθεν, ὁ καὶ πάλαι γινωϲκόμενοϲ· ἐν δὲ τῷ ὁ αὐτόϲ
 πλείονεϲ αἱ ἀναφοραί. ἕνεκα γελοίου ἡ κωμῳδία ϲχήματά τινα
ἔπλαϲεν, ὥϲτε οὐ κριτήριον τῆϲ λέξεωϲ τὸ αὐτότεροϲ, ἐπεὶ καὶ Δαναὠτατοϲ
ὑπερτίθεται παρὰ Ἀριϲτοφάνει, τῶν κυρίων οὐ ϲυγκρινομένων.
— εἰ δὲ καθὸ ὀξύνεται, ὄνομα, καὶ τὸ ἐκεῖνοϲ ὅμοιον τῷ Φιλῖνοϲ καὶ
τὸ οὑτοϲ τῷ κοῦφοϲ, καὶ οὐ πάντωϲ ὀνόματα.

Ἀντ᾿ ὀνομάτων παραλαμβάνεται, ὅπερ ἴδιον ἀντωνυμιῶν. — ἐδείχθη 
τε ὡϲ αἱ κατὰ τὸ τρίτον εἰϲ αὐτὴν μεθίϲτανται, καθὸ δυνάμει αἱ αὐταί
εἰϲιν ἀντωνυμίαι. τὰ τοῦ πρώτου καὶ δευτέρου προϲώπου ῥήματα
 ἀντωνυμίαιϲ παρατιθέμενα αὐτοτέλειαν ποιεῖ, ἐγὼ ἔγραψα, ϲὺ ἐλάληϲαϲ
ὀνόμαϲι δὲ οὖ, εἰ μὴ τὸ λέγεϲθαι ἢ ὑπάρχειν ἤ τι τούτοιϲ ἰϲοδυναμοῦν,
 Δίων λέγομαι, Θέων ὑπάρχω. ἡ δ᾿ αὐτόϲ ἅπαϲι ῥήμαϲιν,
αὐτὸϲ λέγω, αὐτὸϲ ἔδωκα. εἰ τὰ τέλη τῶν ϲυνθέτων 
ἐπικρατεῖ, καὶ τὸ εὔτακτοϲ ὄνομα καὶ τὸ χειρογραφῶ ῥῆμα, πῶϲ οὐχὶ
γέλοιον τὸ μὲν ϲαυτοῦ καὶ ἐμαυτοῦ ἀντωνυμίαϲ φάναι, τῆϲ αὐτοῦ
ἐγκειμένηϲ κατὰ τὸ τέλοϲ, τὸ δὲ τέλοϲ ὄνομα;

Ἐμοῦ. Ὁμοφωνοῦϲα αὕτη κτητικῇ τῇ ἀπὸ τῆϲ ἐμόϲ, κατὰ τὰ
λοιπὰ ϲχήματα διαϲτέλλεται· ἐμοῖο γὰρ ἡ παρὰ τὴν κτητικήν, ή 
δ᾿ ἐμέο καὶ ἐμεῦ καὶ ἐμέθεν καὶ ἐμεῖο παρὰ τὴν πρωτότυπον. καὶ
ἔτι ἡ μὲν ἔγκλιϲιϲ παρακολουθεῖ, ἡ δ᾿ οὔ. — Ἀλλὰ καὶ ἡ μοῦ μονοϲύλλαβοϲ
 
 

 
τῆϲ ἐμοῦ διϲυλλάβου προείρηται τίϲι διαφέρει. — Λείπεται
διαλαβεῖν, δι’ ἥν αἰτίαν ἡ ἐμαυτοῦ ϲύνθετοϲ μεταλαμβάνεται εἰϲ τὴν
ἐγκεκλιμένην, οὐκέτι δὲ εἰϲ τὴν ὀρθοτονουμένην. τὸ γὰρ
 
 πρὸϲ ταῖϲ ἐμαυτοῦ νῦν θύραιϲ (Menandri fr. .CCXCIII Meineke) 
 
ἴϲον ἐϲτὶ τῷ πρὸϲ ταῖϲ θύραιϲ μου, αὐτὸ μόνον τῆϲ ἀντιδιαϲτολῆϲ 
 ἀφῃρημένον. εἰ δὲ ἐντελῶϲ ἐδείχθη, ὡϲ αἱ ὀρθοτονούμεναι τῶν ἀντωνυμιῶν,
ὅτε τὴν τοῦ ῥήματοϲ διάθεϲιν ἐφ’ ἕτερον οὐκ ἔχουϲι πρόϲωπον
ϲυντείνουϲαν, πάντωϲ εἰϲ ϲύνθετον μεταλαμβάνονται, ὁμόλογον ὡϲ καὶ
ἐπὶ τοῦ πρώτου καὶ δευτέρου ταὐτὸν παρακολουθήϲει περιϲϲὸν ἄρα
ζητεῖν, διὰ τί αἱ ϲύνθετοι ⟨οὐ⟩ μεταλαμβάνονται εἰϲ ἁπλᾶϲ ὀρθοτονουμέναϲ· 
αὐταὶ γὰρ εἰϲ ϲύνθετον μετατιθέμεναί εἰϲιν ὑπὲρ τοῦ τὸ μεταβατικὸν
 διαϲτεῖλαι τοῦ ἀντανακλωμένου.

Ἐμεῦ. κοινὴ Ἰώνων καὶ Δωριέων ,
 
 ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον (δ 746) 
 
ἄκουε νῦν καὶ ἐμεῦ, Ῥώγκα . Ϲώφρων (fr. 64 Ahrens) καὶ Φερε. 
κύδηϲ ἐν τῇ θεολογίᾳ, καὶ ἔτι Δημόκριτοϲ ἐν τοῖϲ περὶ ἀϲτρονομίαϲ
καὶ ἐν τοῖϲ ὑπολειπομένοιϲ ϲυντάγμαϲι ϲυνεχέϲτερον χρῶνται τῇ ἐμεῦ
καὶ ἔτι τῇ ἐμέο. διὸ καὶ ὁλοκληροτέραν ἄν τιϲ αὐτὴν ὑπολάβοι τῆϲ
 ἐμεῖο καὶ ϲεῖο, καθὸ οἱ πεζολόγοι ⟨τῇ μὲν⟩ διὰ του i οὐκ ἐχρήϲαντο,
τῇ δὲ διὰ τοῦ ε· καίτοι τῶν περὶ Τρύφωνα (p 27 Velsen) οὐκ ἀπιθάνοιϲ 
λόγοιϲ προϲκεχρημένων ὑπὲρ τοῦ τὴν ἐμεῖο ἐντελεϲτέραν εἶναι· εἰ γὰρ
ἀπὸ τῶν εἰϲ φωνῆεν ληγουϲῶν γενικῶν μείζονεϲ γινόμεναι ἢ κατὰ τὸ
τέλοϲ μεγεθύνονται ἢ κατὰ τὴν παραλήγουϲαν, οὐδέποτε δὲ ἐν ἀμφοτέροιϲ
βραχύνονται, Ἀτρείδᾶο Ἀτρείδεω, Πριάμοιο, καὶ ἔτι ἐπ’ ἀντωνυμιῶν,
 ἐμοῖο, ϲοῖο, πῶϲ οὐχὶ κατὰ τόνδε τὸν λόγον ἡ ἐμέο καὶ ϲέο ἐλλείπουϲι 
τῷ ι, ἀπὸ τῆϲ ἐμοῦ καὶ ϲοῦ αὐξηθεῖϲαι; Ἀλλ’ εἴρηται ὅτι ἰϲχυρότερα
τὰ τῶν πεζολόγων μαρτύρια. ἄλλωϲ τε εἰ ἐδείκνυντο αἱ ἀντωνυμίαι
 
 

 
πρωτοτυποῦϲαι ἀνακόλουθοι καὶ κατὰ ἀριθμὸν καὶ κατὰ πτῶϲιν, οὐκ
ἀπεμφαῖνον εἰ καὶ κατὰ αὐξήϲειϲ τῶν πτώϲεων.

Ἐμέθεν. Πυκνῶϲ αἱ χρήϲειϲ παρὰ Αίολεῦϲιν,
 
 ἐμεθεν δ’ ἔχειϲθα λάθαν· 
 ῆ τιν’ ἄλλον 
 μᾶλλον ἀνθρώπων ἔμεθεν φίληϲθα (Sapphus fr. 89 Ahrens, 
 21 et 22 Bergk 3). 
 
ἀλλὰ καὶ παρὰ Ϲυρακουϲίοιϲ· ἔτι μεθὲν ἁ καρδία πα δῇ, Ϲώφρων
Γυναικείοιϲ (fr. 46 Αhrens). παρά τε τῷ ποιητῇ ἡ χρῆϲιϲ καὶ ϲχεδὸν
 ϲυνεχήϲ. διὸ οὐδὲ Αἰολικώτερον χρὴ ἀναγινώϲκειν , διηκούϲηϲ καὶ ἐπὶ
πολλὰϲ διαλέκτουϲ τῆϲ χρήϲεωϲ. «Ἐπεὶ δέ, φαϲίν , ἀπὸ τῆϲ Λέϲβου
γενικῆϲ ἐπίρρημά τι ἀποτελεῖται Λεϲβόθεν , οἴκου οἴκοθεν, οὐρανοῦ 
οὐρανόθεν, τοῦ υ παραιρουμένου, οὕτω καὶ ἀπὸ τῆϲ ἐμεῦ τὸ ἐμέθεν
ἀποτελούμενον ἐπίρρημα ἂν γένοιτο.» Πάνυ δὲ ληρώδηϲ ἡ τοιαύτη
 παράδοϲιϲ. οὔτε γὰρ τὰ παραγόμενα , μετατιθέντα τὰ τέλη, οὐχὶ τὸ
αὐτὸ μέροϲ λόγου καταϲτήϲεται, οὔτε φυλάξαντα τὸ αὐτὸ μέροϲ λόγου.
τὸ οἰκον δέ καὶ τὰ παραπλήϲια τὸ αὐτὸ τέλοϲ ἐφύλαξε τῆϲ αἰτιατικῆϲ,
ἀλλ’ οὐ τὸ αὐτὸ μέροϲ λόγου τὸ
 
 ἀπὸ χαλκόφι χαλκόϲ (Λ 351) 
 
 οὐκ ἐφύλαξε, καὶ ἴϲον τῷ ἀπὸ χαλκοῦ. αὐτή τε ἡ διὰ τοῦ θεν παραγωγὴ 
ὁτὲ μὲν ἐπιρρηματικῶϲ τὸ ἐκ τόπου ϲημαίνει, Λεϲβόθεν, πάντοθεν,
Ἰλιόθεν, ὁτὲ δὲ ταὐτὸ ϲημαίνει τῷ πρωτοτύπῳ. τί γὰρ ἂν
εἴη τὸ
 
 ϲχεδόθεν δέ οἱ ἤλθεν Ἀθήνη (β 267 ) 
 
 ἢ οὐ δῆλον ὡϲ ϲχεδόν; οὐ γὰρ ϲύνεγγυϲ οὐρανὸϲ τῆϲ γῆϲ, ἵν’οὕτωϲ
ἀκούηται «ἐκ τοῦ ϲύνεγγυϲ τόπου».
 
 Ἴδηθεν μεδέων (Γ 276) 
 
ἀντὶ το Ἴδηϲ· εὔηθεϲ γὰρ τὸν ἐξ Ἴδηϲ τῆϲ κατὰ Κρήτην παραδέχεϲθαι, 
τὸν ἐπιχώριον Ἰδαῖον Δία παραπεμψάμενον.
 
 

 
 
 Αἴαϲ δ’ ἐγγύθεν ἦλθεν (p 128)· 
 
ἄλλα μυρία. διὸ καὶ ἐπὶ τῆϲ προκειμένηϲ λέξεωϲ ἡ ἐξέταϲιϲ προαγέϲθω.
Εἰ μὲν οὐν ἐν τῷ ἐμέθεν καὶ ϲέθεν ἔγκειται τὸ ἔξ, καθάπερ ἐπὶ τοῦ
οὐρανόθεν, Διόθεν, ὁμόλογον ὅτι ὁμοίωϲ τούτοιϲ παραχθέντα ἐπιρρήματά
 ἐϲτιν· εἰ δὲ τὴν αὐτὴν ϲύνταξιν ἔχει τῇ γενικῇ, ϲαφὲϲ ὅτι καὶ 
ταὐτὸ μέροϲ λόγου· οὐ γὰρ φωναῖϲ μεμέριϲται τὰ τοῦ λόγου μέρη,
ϲημαινομένοιϲ δέ. τῶν γενικῶν μετὰ καὶ ἄλλων προθέϲεων ἡ πρό
ἡγεῖται. τῶν δὲ ἐκ τόπου ἐπιρρημάτων οὐδέποτε · οὐ γὰρ πρὸ οἰκόθεν
φηϲί τιϲ, πρὸ οἴκου δέ, οὐδὲ πρὸ Λεϲβ όθεν, πρὸ Λέϲβου δέ. ὅθεν
εὶ τὸ 
 
 πρὸ ἕθεν (ε 96) 
 
τὴν αὐτὴν ϲύνταξιν ἔχει τῷ πρὸ αὐτοῦ, ἀντωνυμία γενήϲεται ἡ ἕθεν.
 ταὐτὸ καὶ ἐπὶ τοῦ
 
 ἐξ ἐμέθεν (1 456). 
 
ἴϲον γὰρ τῷ ἐξ ἐμοῦ. παρὸν δὲ καὶ τὰϲ γενικὰϲ μεταλαμβάνονταϲ εἰϲ 
τὰϲ προκειμέναϲ ἀνεπίληπτον τὴν φράϲιν καθιϲτάνειν. τὸ δ’
 
 ἐξ οὐρανόθεν (θ 21) 
 
πλεονάζει τῷ ἔξ, ἐντελὲϲ μέντοι τὸ
 
 οὐρανόθεν προῖαλλεν (Θ 365). 
 
 Οὐχ ὑγιὲϲ λέγειν ὅτι «τὰ ἐπιρρήματα πρόϲωπα οὐκ ἔχει· πῶϲ οὐν 
 ἐμέθεν, ϲέθεν , ἕθεν; πρὸϲ γὰρ τοῦτο φήϲει τιϲ, ὅτι κατὰ πρόϲωπα τὰ
ἐπιρρήματα παρῆκται.

Τὰϲ μὲν οὐν ἄλλαϲ τῶν πλαγίων ϲυμβέβηκεν ἐν μεταβάϲει ἑτέρου
προϲώπου νοεῖϲθαι, ἐμὲ ἐπαίδευϲαϲ, Διονυϲίῳ ἐλάληϲαϲ· διὰ
γὰρ τῶν ῥημάτων αἱ εὐθεῖαι Τἀϲ δὲ ϲυνθέτουϲ τῶν ἀντωνυμιῶν 
τὴν μετάβαϲιν ποιεῖϲθαι ἀπὸ τοῦ αὐτοῦ προϲώπου εἰϲ τὸ αὐτὸ πρόϲωπον,
 ἐμαυτὸν ἔπαιϲα, ἐμαυτῷ ἐλάληϲα. (διὸ καὶ ἀντανακλώμεναι καλοῦνται,
ἀπὸ μεταφορᾶϲ τῶν εἰϲ αὐτὰ ἀντανακλωμένων ϲωμάτων) τὴν
μέντοι γενικὴν καὶ ἐπὶ ἕτερον πρόϲωπον ϲυντείνειν. ἐν οἱϲ καὶ ἄρθρον
τότε ἐπιδέχεται. τῶν ἄλλων ἀντωνυμιῶν ἄρθρον οὐ προϲλαμβανουϲῶν, 
τῷ ἐμαυτοῦ φίλῳ διελεξάμην, τοῦ ἐμαυτοῦ δούλου δεϲπόζω.
καὶ ϲαφὲϲ τὸ αἴτιον. ἐπεὶ γὰρ ἅπαξ πᾶϲα γενικὴ ἐπὶ πρᾶγμά τι φέρεται,
 Πλάτωνοϲ ἤκουϲα, ἢ ἐπί τι κτῆμα, Πλάτωνοϲ δοῦλοϲ, ἐμοῦ
 
 

 
δοῦλοϲ, τοῦτο κἀν τῇ προκειμένῃ παρακολουθεῖ. ίδοὺ μὲν γὰρ κατὰ
πράγματοϲ ἐμαυτοῦ ῆκουϲα, κατὰ δὲ κτήματοϲ ἐμαυτοῦ δο ὐλ ῳ
διελεξά μην, ἐμαυτοῦ ἀγρὸν ἔϲκα ψα. ἐν οἵϲ καὶ τὸ ἄρθρον προϲτίθεται,
οὐκ αὐτῆϲ ὄν ἀδύνατον γάρ, ὡϲ προαπέδειξα· τοῦ δὲ κτήματοϲ.
 ὁμόλογον ἐκ τοῦ μεταϲχηματίζεϲθαι πρὸϲ τὸ ϲχῆμα τοῦ κτήματοϲ,
τῷ ἐμαυτο ῦ δούλ ῳ, τοὺϲ ἐμαυτοῦ δούλουϲ, καὶ ἔτι ἐκ τοῦ μὴ
προϲλαμβάνειν ἄρθρον , ἐν οἷϲ οὐδὲ ἐπὶ κτῆμα φέρεται, ϲαυτοῦ 
ἀκούειϲ. διὸ καὶ αἱ ἐξῆϲ πτώϲειϲ, οὐδέποτε ἐπὶ κτῆμα φερόμεναι,
ἀπροϲδεεῖϲ εἰϲιν ἄρθρου.

Διὸ οὐδὲ ϲυγκαταθετέον Tρύφωνι (p. 29 Velsen) φάϲκοντι, «ἐν οἰϲ
ἄρθρον προϲλαμβάνει ἡ γενική, καὶ ἐν οἵϲ κτῆμα ϲημαίνει ,ἐν τούτοιϲ ὁμόλογοϲ
ἡ ϲύνθεϲίϲ ἐϲτιν ὡϲ ἐκ τῆϲ ἐμοῦ κτητικῆϲ τὴν ϲύνθεϲινἐποιήϲατο· ἐν
οἶϲ δὲ οὐκέτι, ἀπὸ τῆϲ ἐμοῦ, ἥ τιϲ πρωτότυπόϲ ἐϲτιν᾿ . —Εἰϲὶ δὲ καὶ 
ἄλλαι ἀποδείξειϲ τοῦ μὴ ἐγκεῖϲθαι τὴν ἀπὸ τοῦ ἐμόϲ γενικήν. ταῖϲ κτητικαῖϲ
 τὰ ὑπακουόμενα ὁμοιόϲχημα , ταῖϲ δὲ γενικαῖϲ ἀδιαφορεῖ τὸ ὑπακουόμενον.
τοῦ μὲν οὖν προτέρου ἐμὸϲ οἰκοϲ, Ἀριϲτάρχειοϲ δοῦλοϲ,
ἐμοὶ δοῦλοι, ἐμο ὺϲ δούλουϲ· τοῦ δὲ δευτέρου Ἀριϲτάρχου
δοῦλοι ἢ δοῦλαι ἢ οἱαιδήποτε πτώϲειϲ μεθ’ οἱουδήποτε γένουϲ,
μετὰ ἀριθμοῦ ἀδιαφόρου. εἰ τοῦθ’ ὑγιέϲ, ἐν οἶϲ τῷ ἐμαυτοῦ ἀδιάφορα
 τὰ ἐπιφερόμενα, ἐν τούτοιϲ τῆϲ γενικῆϲ ἡ κτῆϲιϲ μηνύεται καὶ οὐ τῆϲ 
κτητικῆϲ ἀντωνυμίαϲ. ἔτι γε μὴν καὶ ἐκ τῶν παρατιθεμένων ἄρθρων
ἐνὸν πιϲτώϲαϲθαι, ἐν οἵϲ πάλιν γενικῇ μὲν κτῆϲιν ϲημαινούϲῃ ἀδιάφορα
τὰ ἄρθρα, κτητικῇ δὲ ἀντωνυμίᾳ ἢ ὀνόματι ὁμοιόϲχημα παρατίθεται,
ὁ ἡμέτεροϲ, ὁ ἐμόϲ, ὁ Ἀριϲτάρχειοϲ, τοῦ Ἀριϲταρχείου,
 τοῦ ἡμετέρου· γενικῇ δὲ τοὺϲ Ἀριϲτάρχου, τοῖϲ Ἀριϲτά ρχου,
τοῖϲ ἐκείν ου. ἐν οἱϲ οὖν πάλιν ἀδιάφορα τὰ ἄρθρα, το ὺς ἐμαυτοῦ 
καὶ τὰϲ ἐμαυτοῦ, ἐν τούτοιϲ τῆϲ γενικῆϲ ἡ κτῆϲιϲ. πρὸϲ τούτοιϲ,
ὅτε μὲν γενικὴ κτητική τινοϲ κτῆϲιν δηλοῖ, δύο κτήματα νοεῖται, καὶ
φαίνεται ὅτι τὸ μὲν τῆϲ κτητικῆϲ ἐϲτὶ λέξεωϲ, τὸ δὲ ἕτερον τῆϲ γενικῆϲ,
 ὡϲ εἰ ἔλεγε τοῦ ἐμοῦ ἀγροῦ καρπόϲ, τοῦ ἐμοῦ δούλου παῖδα
 
 

 
ἔτυ ψα. εἴπερ οὐν ἡ ϲύνθεϲιϲ ἐν κτητικῇ, κἄν δύο κτήϲειϲ ἐνοοῦντο
 ἐν τῷ ἐμαυτοῦ δοῦλον ἔπαιϲα μία δέ ἐϲτι· μετάξαντεϲ γοῦν εἰϲ
τὴν ἐγκεκλιμένην φαμὲν δοῦλόν μου ἔπαιϲα. εἰ δὲ οὕτωϲ ἐνοοῦμεν
δοῦλον τοῦ ἐμοῦ φίλου ἔπαιϲα, κἂν ὅλωϲ ὁμόλογον ἦν τὸ ϲχῆμα
ἐκ τῆϲ ἐμοῦ κτητικῆϲ ϲυγκείμενον.

Πάϲῃ γενικῇ κτῆϲιν ϲημαινούϲη πᾶϲα πτῶϲιϲ μετὰ παντὸϲ γένουϲ
καὶ ἀριθμοῦ ἐπιφέρεται. τῇ δὲ ἐμαυτοῦ οὔποτε εὐθεῖα ϲυντάϲϲεται. τὸ
δ’ αἰτιον προῦπτον. αἱ γὰρ ϲύνθετοι τῶν ἀντωνυμιῶν ἰϲόζυγον ἀπαιτοῦϲι
 ῥῆμα, αἵ τε εὐθεῖαι ἐν τρίτῳ προϲώπῳ νοούμεναι τὰ ῥήματα εἰϲ
αὑτὰϲ ἐπάγονται, Δίων περιπατεῖ. Ϲωκράτηϲ διαλέγεται. ϲαφὲϲ 
ὅτι οὐ ϲυϲτήϲεται ἡ τοιαύτη ϲύνταξιϲ τῶν ῥημάτιυν οὐ δυναμένων
προϲχωρεῖν οὔτε τῇ εὐθείᾳ διὰ τὴν ἀντανακλωμένην, οὔτε τῇ ἀντανακλωμένῃ
διὰ τὴν εὐθεῖαν. Ἔϲτι μέντοι εὑρεῖν φράϲιν μετὰ γενικῆϲ
καὶ εὐθείαϲ, ὅταν τὸ ῥῆμα μηκέτι μάχηται. πρώτου γὰρ καθεϲτὸϲ μετ’
 εὐθείαϲ ϲυνταγήϲεται, ὅταν ὕπαρξιν ϲημαίνη τὸ ῥῆμα, τῆϲ ἐμαυτοῦ 
ἀκωλύτωϲ καὶ αὐτῆϲ ἐπιζητούϲηϲ ῥῆμα πρώτου προϲώπου ἐν τῷ ἐμαυτοῦ
εἰμι ϲύμβουλοϲ, ἐμαυτοῦ εἰμι κατήγοροϲ.

Εὺθείαϲ ἀμοιρεῖ ἡ προκειμένη γενική·ο γὰρ εἰ ἅπαξ εἴρηται, καὶ ταῦτα
ὑπὸ κωμικῆϲ ἀδείαϲ, ὡϲ ἐν Μετοίκοιϲ Πλάτωνοϲ (fr.lI Meineke), τοῦτο
κανών ἐϲτι τῆϲ κατὰ φύϲιν εὐθείαϲ ϲιγηθείϲηϲ. Πᾶϲα πλάγιοϲ εὐθείᾳ ϲυντάϲϲεται  
 μετάβαϲίν τινα προϲώπου ἐπὶ πρόϲωπον δηλοῦϲα, ἐμὲ Διονύϲιὸϲ
 
 
 

 
ἔπαιϲεν, ἐγώ ϲε ἐδίδαξα ἀλλὰ μὴν καὶ αἱ διαθέϲειϲ οὐ μόνον
ἐκ τινων ἐπί τιναϲ ἐγίνοντο, ἀλλὰ καὶ αὐτοχειρία δρᾶϲιϲ, καὶ ὅϲα καὶ
ἐν ἄλλοιϲ προϲώποιϲ ἐνοεῖτο, ταῦτα καὶ ἐπὶ ταὐτὰ πρόϲωπα μετῄει.
ἐμερίζοντο γοῦν αἱ μὲν ϲύνθετοι τῶν πλαγίων εἰϲ τὰ αὐτοπαθῆ τῶν
 προϲώπων, αἱ δ’ ἁπλαῖ εἰϲ τὰ ἀλλοπαθῆ , ἐμαυτὸν ἔπαιϲα, ἐμὲ
 ϲὺ ἔπ αιϲαϲ, τῶν ῥημάτων τὰϲ εὐθείαϲ ἐν αὐτοῖϲ δηλούντων, εἴγε πᾶν 
ῥῆμα εὐθεῖαν ἔχει ἐγκειμένην. φανερὸν οὐν ὡϲ ταῖϲ ϲυνθέτοιϲ ἐξ
ἀνάγκηϲ ἐπιφερόμενα τὰ ῥήματα τῆϲ εὐθείαϲ ἐγίνετο παραϲτατικά , ἧϲ
καὶ χρείαν εἶχεν ἡ ϲύνταξιϲ· περιϲϲὸν οὐν ἐϲτὶ ζητεῖν εὐθεῖαν τῶν προκειμένων
 πτώϲεων.

’«Αλλά, φαϲιν, «οὐ δὲν κωλύει ἐν τῷ πρώτῳ προϲώπῳ ἐν τῷ
ἐμαυτόϲ καὶ τὴν αὐτόϲ εὐθεῖαν ἐγκεῖϲθαι, ὅθεν καὶ τὸ ἐμαυτὸϲ ἔπαιϲα
πλάγιον μὲν νοεῖϲθαι ἐν τῇ ἀρχούϲῃ κατὰ ϲύνθεϲιν , εὐθεῖαν δέ, ἡ καὶ 
ϲυντάϲϲεται τὸ ῥῆμα, ἐν τῇ κατὰ τέλοϲ». Ἀλλά γε πρὸϲ τοῦτο ῥητέον.
 —τὸ μὲν πρῶτον ἄκλιτον μένει τὸ ϲχῆμα καὶ κατὰ τὸ τέλοϲ καὶ
κατὰ μέϲην λέξιν , κατὰ μὲν τὸ τέλοϲ, ὅτι πάντοτε ἡ εὐθεῖα ϲύνεϲτι
πάϲη πλαγίῳ, κατὰ δὲ μέϲην λέξιν, ἡ τὰ ϲυντεθέντα ἀκίνητα. — τὸ δὲ
δεύτερον, ὡϲ καὶ ἄδηλοϲ ἡ φράϲιϲ γενήϲεται· πότερον γὰρ ἡ ϲυγκειμένη
γενική ἐϲτιν ἢ δοτικὴ 〈ἢ αἰτιατική⟩ , οὐ γνωϲτόν, τοῦ τέλουϲ ἐκθλιβέντοϲ. 
 ἔπειτα , εἰ ὑπὲρ διαϲτολῆϲ τῶν μεταβατικῶν πλαγίων αἱ ϲύνθετοι
γεγὸναϲι, περιϲϲὸν ζητεῖν τὴν εὐθεῖαν· οὐδὲ γὰρ ἔϲτιν εὐθεῖα ἐν μεταβάϲει
προϲώπου λαμβανομιένη, ἕν δὲ καὶ τὸ αὐτὸ πρόϲωπον δηλοῦϲα,
αὐτὸϲ ἔγρα ψε καὶ αὐτὸϲ ἐκλή θ η. ἔνθεν ἄρα μοι δοκεῖ, ὡϲ καὶ
προείρηται, τὴν ἐγώ ἀϲύνθετον καθεϲτάναι, ἐπεὶ μὴ αὐτοπαθὴϲ ἐγίνετο
 ἐν ϲυνθέϲει, ἀλλοπαθὴϲ δὲ ἐν ἁπλότητι, ὅπερ καὶ ἐπὶ τῶν πλαγίων
ϲυνέβαινεν.

«Οὐχὶ οὐν καὶ τὸ 
 
 ἀλλήλουϲ τρώϲητε (τ 12) 
 
 
 

 
διὰ μιᾶϲ ϲυνθέϲεωϲ φωνῆϲ εὐθεῖαν καὶ πλάγιον ἐν μεταβάϲει προϲώπων
δηλοῖ; » Ἀλλὰ μὴν ἡ λέξιϲ οὔτε ἀμφίβολοϲ οὔτε ἄκλιτοϲ, οὐκ ἀμφίβολοϲ
μέν, καθὸ ἐπὶ τέλει ϲυντεθεῖϲα ή πλάγιοϲ δεόντωϲ πρὸϲ τὸ
ϲημαινόμενον ἐκλίνετο, ἀλλήλοιϲ ἔδωκαν, ἀλλήλουϲ ἔπαιϲαν
κλιτικὴ δέ, καθὸ οὐδὲν ἦν τὸ κωλῦϲαν τὸ τέλοϲ κλίνειν, τῆϲ εὐθείαϲ 
 κατὰ τὸ ἄρχον μέροϲ τῆϲ ϲυνθέϲεωϲ νοουμένηϲ, ἤτιϲ καὶ ἕνεκα τοῦ
ϲυντεθεῖϲθαι ἀκίνητοϲ ἐφυλάϲϲετο, καὶ ἕνεκα τοῦ τὴν εὐθεῖαν ἐν τοῖϲ
μεταβατικοῖϲ προϲώποιϲ πάντοτε ϲυνυπάρχειν. Περιϲϲὸν οὐν ἐϲτι
ζητεῖν, «εἰ κατ’ ἀκολουθίαν φωνῆϲ οὐκ ἔχουϲιν εὐθεῖαν αἱ ϲύνθετοι,
ἀλλ’ οὐν γε κατὰ τὸ ϲημαινόμενον· ὡϲ ἡ ἐγώ πρὸϲ τὴν ἐμοῦ, οὕτωϲ 
ἡ ἐγὼ αὐτόϲ πρὸϲ τὴν ἐμαυτοῦ». ἅπαξ γὰρ ἐδείχθη, ὡϲ ἕνεκα τῶν
αὐτοπαθειῶν αἱ ἀντωνυμίαι τὴν ϲύνθεϲιν ἀνεδέξαντο, ὅπερ ἐν μόναιϲ
πλαγίοιϲ ἑωρᾶτο. οὔτε ἐν ϲυνθέϲει ἄρα εὐθείαϲ ἔχουϲιν , οὔτε ἡ ἐμαυτοῦ
γενική ἐϲτι τοῦ ἐγὼ αὐτόϲ. ἐγὼ γὰρ αὐτὸϲ ἤκουϲα, καὶ κατὰ τοῦ
αὐτοῦ προϲώπου μετοχῆϲ ἐπιφερομένηϲ, ἐμοῦ αὐτοῦ ἀκούϲαντοϲ, 
ὡϲ Ἀρίϲταρχοϲ εἶπεν, Ἀριϲτάρχου είπόντοϲ. οὐκ ἔϲτι· δέ τιϲ
εὐθεῖα μὴ ἔχουϲα γενικὴν ϲυνταϲϲομένην τῷ αὐτῷ ῥήματι. ἔτι τὸ ἐγὼ
αὐτὸϲ ἤκουϲα ϲημαίνει ἔξωθέν τινα φωνήν, τὸ δὲ ἐμαυτοῦ ἤκουϲα
οὐκέτι.

Ἑξῆϲ ῥητέον περὶ τοῦ ἀριθμοῦ τῶν ϲυνθέτων, εί δεόντωϲ τὰ μὲν 
τρίτα ἀφ’ ἑνικῆϲ ϲυντάξεωϲ εἰϲ πληθυντικὰ προάγεται· Ἑαυτούϲ γὰρ
καὶ ἑαυτῶν τὰ δὲ πρῶτα καὶ δεύτερα οὐκέτι. Τὸν μὲν οὐν Ἀρίϲταρχον
 ἐπιμἐμφεϲθαί φαϲι τὰ ϲχήματα, καθὸ ἀφ’ ἑνικῆϲ ϲυντάξεωϲ
τῆϲ ἑαυτόν πληθυντικὴ ἐγένετο ἡ ἑαυτούϲ, μάρτυρά τε ἐπάγεϲθαι τὸν
ποιητήν , «παρ’ ᾡ τὰ τοῦ. Ἑλληνιϲμοῦ ἠκρίβωται, ἐν οἷϲ πάντοτε ἐν 
διαλύϲει ἐϲτὶ τὰ τρίτα, ὁμοίωϲ τοῖϲ πρώτοιϲ καὶ δευτέροιϲ, ϲφᾶϲ αὐ·
τούϲ καὶ ϲφῶν αὐτῶν. πρὸϲ οἷϲ καὶ τῶν πρώτων καὶ δευτέρων
οὐκ ὄντων ἐν ϲυνθέϲει πληθυντικῇ , ἐξ ἀνάγκηϲ καὶ τοῖϲ τρίτοιϲ παρηκολούθει
 ταὐτόν . — Πρὸϲ ὃν οἱ ἀντιλέγοντέϲ φαϲιν , «ὠϲ καὶ ἀφ’
ἑνικῆϲ ϲυνθέϲεωϲ τῆϲ ἑνδέκατοϲ τὸ ἑνδέκατοι πληθυντικὸν ἐγίνετο, τήν 
τε χρῆϲιν ὡϲ ὑγιῆ πιϲτοῦνται διὰ τῶν Πλατωνικῶν παραδειγμάτων·
τάϲ τε κατὰ τὸ τρίτον πρόϲωπον πολλάκιϲ διαφεύγειν ⟨τὰ⟩ τῶν κατὰ
 
 

 
τὸ πρῶτον καὶ δεύτερον. δυϊκαὶ γοῦν εἰϲὶν εὐθεῖαι πρώτου καὶ δευτέρου
προϲώπου, ἀλλ᾿ οὐκέτι καὶ τρίτου. τὶ οὖν θαυμαϲτόν , εἰ καὶ τρίτου
εἰϲί, πρώτου καὶ δευτέρου οὐκ οὐϲῶν ; ἄλλωϲ τε καὶ ἄλλαι λέξειϲ κατὰ
τύχην ἐϲιγήθηϲαν· οὕτω καὶ αἱ προκείμεναι. —Ἀλλ᾿ ἔμοιγε δοκεῖ ὁ 
 τοῦ Ἀριϲτάρχου λόγοϲ κριτικώτεροϲ εἶναι, ἔχοι δ᾿ ἂν οὕτω τὰ τῆϲ
ἐπικρίϲεωϲ. Παντὶ προῦπτον ὡϲ ἡ πλείων παράθεϲιϲ τῆϲ ἐλάϲϲονοϲ
κανών. ὅθεν εἰ δεκαδυο ϲχήματα ἐϲιγήθη, πάϲηϲ πτώϲεωϲ δυϊκά, καὶ
πληθυντικά πρώτου καὶ δευτέρου προϲώπου, δηλονότι γενικῆϲ καὶ δοτικῆϲ
καὶ αἰτιατικῆϲ, πρὸϲ τρία πληθυντικὰ τρίτου προϲώπου, γενικῆϲ,
 δοτικῆϲ, αἰτιατικῆϲ, πῶϲ οὐχὶ παράλογα τὰ τρία πρὸϲ τὰ δώδεκα ; — 
«Ἀλλὰ τρίτα οὐκ ἔϲτι , πρώτου καὶ δευτέρου ὄντοϲ». Εἰ μὲν οὖν τὰ
ἄλλα πάντα τρίτα ἐϲεϲίγηντο, κἂν ἦν τιϲ πιθανότηϲ τοῦ καὶ τὰ τρίτα
ὄντα πρῶτον καὶ τρίτον μὴ εἶναι. εἰ δὲ ἕν που ἐϲιγήθη διὰ τὸ ὑφ᾿ 
ἑτέρων ϲυζυγιῶν ἀναπεπληρῶϲθαι, πῶϲ οὐχὶ γέλοιον τοϲαύταϲ φωνὰϲ
 ϲυζύγωϲ κατὰ τύχην ϲεϲιγῆϲθαι; τούτου οὐν ἐν μηδενὶ μέρει λόγου
παρακολουθήϲαντοϲ, παντί τῳ δῆλον ὑπὲρ ἀκριβείαϲ ἐξετάϲαντι τῆϲ ἐν 
τοῖϲ μέρεϲι τοῦ λόγου, ὡϲ ἡ Ὁμηρικὴ ποίηϲιϲ μᾶλλον τῶν ἄλλων
ἠνύϲθη. ὅθεν οὐ μᾶλλον ἡ Πλάτωνοϲ χρῆϲιϲ ἀξιοπιϲτοτέρα τῆϲ οὐκ
οὔϲηϲ παρὰ τῷ ποιητῇ.

Παρὸν δὲ ἐξετάϲαι καὶ διὰ λόγου τὸ ἀληθέϲ. — «Ἀπὸ ἑνικῶν ϲυνθέϲεων
πληθυντικαὶ ἐκφοραὶ γίνονται κατὰ τὸ τέλοϲ, ἀνδροφόνοϲ
ἀνδροφόνοι, ἑνδέκατοϲ ἑνδέκατοι. ὅθεν καὶ ἀπὸ τοῦ ἑαυτόν
τὸ ἑαυτούϲ πεϲεῖται. — Οὐδὲν γὰρ κωλῦον τὰ προκείμενα εἰϲ πλῆθοϲ 
μετάγειν· ἐν δυϲὶ γὰρ προϲώποιϲ ἕκαϲτον αὐτῶν ἀκούεται. ὁ γὰρ
 ἄνδρα φονεύϲαϲ ἢ ὁ μετὰ δέκα εἰϲ ἢ οἱ μετὰ δέκα πλείονεϲ ἀνεμποδίϲτωϲ
εἴχον τὸ ἕτερον τῶν προϲώπων πληθυντικόν· τὸ μέντοι τῆϲ
ἀντωνυμίαϲ ϲχῆμα ἠδυνάτει, ἅτε δὴ καθ᾿ ἑνὸϲ καὶ τοῦ αὐτοῦ προϲώπου
λαμβανόμενον, κατὰ μὲν τὸ τέλοϲ τῆϲ ϲυνθέϲεωϲ εἰϲ πλῆθοϲ μετάγεϲθαι,
κατὰ δὲ τὸ ἄρχον εἰϲ ἕν, ἐπεὶ ἕνεκα τούτου ἑνικὸν καὶ πληθυντικὸν 93 A.
 ἐνοεῖτο διὰ μιᾶϲ φωνῆϲ καθ᾿ ἑνὸϲ καὶ τοῦ αὐτοῦ προϲώπου, ὅπερ ἄλογον.
εὐλόγωϲ ἄρα τὰ ϲχήματα ἐϲιγήθη.

Τὸ ἄρχον μέροϲ αἱ ϲύνθετοι κινοῦϲαι πρόϲωπα παριϲτᾶϲιν, ὁμοίωϲ
ταῖϲ ἁπλαῖϲ, τὸ δὲ τέλοϲ, ὅτε γένοϲ· ἐμαυτόν γὰρ καὶ ἐμαυτήν.
ὅθεν ἐπιϲτατέον τῷ οὐδετέρῳ ϲχήματι κατ’ αἰτιατικὴν ϲιγηθέντι, ἐπεὶ
ἴϲωϲ καὶ ἡ κατάληξιϲ ϲυνήγετο εἰϲ ο κατ’ ὀξὺν τόνον, (καθὸ αἱ οὐδέτεραι
 τῶν ἀντωνυμιῶν, χωρὶϲ τῶν κτητικῶν, είϲ ο ἔληγον μετὰ τάϲεωϲ 
τῆϲ τοῦ ἀρϲενικοῦ,) ὅπερ ἐν μέρει λόγου οὐκ ἐνὸν εὐρέϲθαι (τῆϲ ἀπό
καὶ ὑπό ὑφαιρουμένων, καθότι ἀδύνατον πρόθεϲιν βαρύνεϲθαι, χωρὶϲ εὶ
μὴ ἀναϲτρέφοιτο· οὐδὲ γὰρ Αἰολεῖϲ τὸν ἐπὶ ταύταιϲ τόνον ἀναβιβάζουϲιν)·
ὑπολείπεται οὐν ϲημειούμενον τὸ αὐτό (καὶ, εἰ ἕν ἐϲτι, τὸ
εἰϲὅ). ἀλλ’ εἰ καὶ τοῦτο ἁπλοῦν ἔϲτιν , οὐ πάντωϲ καὶ τὸ ἐξ αὐτοῦ 
ϲύνθετον, λέγω δὲ τὸ ἐμαυτό· ὑπὸ γὰρ ἀκριβεϲτέρου λόγου ἐμποδίζεται.
 εἰ τι γὰρ οὐδέτερόν ἐϲτιν αἰτιατικῆϲ πτώϲεωϲ, τοῦτο καὶ εὐθείαϲ
ἐϲτίν ἀλλ’ ἀδύνατον τὸ τῆϲ εὐθείαϲ ϲυνίϲταϲθαι· εὐλόγωϲ ἄρα καὶ τὸ
τῆϲ αἰτιατικῆϲ ϲχῆμα ἐϲιγήθη. ἀλλ’ εἰ ἅπαξ Εὐριπίδηϲ ἐχρήϲατο ἐπὶ
δευτέρου προϲώπου ἐν τῷ 
 
 ἔγειρέ μοι ϲεαυτὸ καὶ γίγνου θραϲύ (fr. 694 Nauck Dindorf), 
 
τοῦτο οὐ κανῶν γενήϲεται τοῦ εὐλόγωϲ ϲιγηθέντοϲ ϲχήματοϲ.

Περιϲϲὸν οὐν ἐϲτὶ ζητεῖν , «εὶ κατ’ ἀκολουθίαν φωνῆϲ οὐκ ἔχουϲιν
εὐθεῖαν αἱ ϲύνθετοι, ἀλλ’ οὐν γε κατὰ τὸ ϲημαινὸμενον· ὡϲ ἡ ἐγώ
πρὸϲ τὴν ἐμοῦ, οὔτωϲ ἡ ἐγῶ αὐτόϲ πρὸϲ τὴν ἐμαυτοῦ. ἅπαξ γὰρ 
ἐδείχθη, ὡϲ ἕνεκα τῶν αὐτοπαθειῶν αἱ ἀντωνυμίαι τὴν ϲύνθεϲιν ἀνεδέξαντο,
ὅπερ ἐν μόναιϲ πλαγίοιϲ ἑωρᾶτο. οὕτε ἐν ϲυνθέϲει ἄρα εὐθείαϲ
ἔχουϲιν, οὕτε ἡ ἐμαυτοῦ γενική ἐϲτι τοῦ ἐγὠ αὐτόϲ. ἐγ ὠ γὰρ αὐτὸϲ
 ἤκουϲα, καὶ κατὰ τοῦ αὐτοῦ προϲώπου μετοχῆϲ ἐπιφερομένηϲ, ἐμοῦ
αὐτοῦ ἀκούϲαν τοϲ, ὡϲ Ἀρίϲταρχοϲ εἶπεν, Ἀριϲτάρ χου 
εἰπόντοϲ. οὐκ ἔϲτι δέ τιϲ εὐθεῖα μ ὴ ἔχουϲα γενικὴν ϲυνταϲϲομένην 
 
 
 

 
 τῷ αὐτῷ ῥήματι. ἔτι τὸ ἐγὼ αὐτὸϲ ἤκουϲα ϲημαίνει ἔξωθέν τινα
φωνήν, τὸ δὲ ἐμαυτοῦ ἤκουϲα οὐκέτι.

Εἰ τὰ ϲυντεθέντα καθ᾿  οἱανδήποτε πτῶϲιν μένει κατὰ πᾶϲαν πλάγιον,
ϲύνθετον δὲ τὸ ἐμωυτοῦ παῤ Ἴωϲι καὶ παῤ ἡμῖν, καθὸ καὶ ὁ
 τόνοϲ ὁμολογεῖ (μία γὰρ ἡ περιϲπωμένη)· τί δήποτε τὸ ἐν τῇ αἰτιατικῇ 
ϲχῆμα ἐϲημειοῦτο, ὡϲ οὐ δυνάμενον τὴν διὰ τοῦ ω γραφὴν ἀναδέξαϲθαι,
«εἴ γέ, φαϲι, «τὸ ε καὶ τὸ α οὐκ εἰϲ ω κιρνᾶται» —ἄλλωϲ τε εἰ καὶ
κατὰ πτῶϲιν ϲυνετίθεντο, οὐδὲν ἦν τὸ κωλῦον ἐν τῇ ἐμαυτόν αἰτιατικῇ
τὸ α εἰϲ ω μετατίθεϲθαι Ἰωνικῷ ἔθει. καθάπερ καὶ τὸ αὐθαδήϲ αὐτώδηϲ.

Ἡ ἐμοῦϲ κοινὴ οὖϲα Ϲυρακουϲίων καὶ Βοιωτῶν, καθὸ καὶ Κόριννα 
(fr. 37 Bergk3) καὶ Ἐπίχαρμοϲ ἐχρήϲαντο, πρὸϲ ἐνίων ἐδόκει μᾶλλον 
κατωρθῶϲθαι τῆϲ δίχα τοῦ ϲ προφερομένηϲ, εἴγε τὰ εἰϲ ω λήγοντα εἰϲ
ουϲ κατὰ γενικὴν λήγει. Πρῶτον μὲν οὐ παρὰ Δωριεῦϲιν· ἔπειτα τὸ
ϲύμφωνον αὐτοὺϲ ἔλαθε ποῦ γὰρ τῆϲ εὐθείαϲ τὸ γ; πῶϲ δὲ καὶ τὸ
 δεύτερον εἰϲ ουϲ λήγει; τεοῦϲ γάρ, τῆϲ εὐθείαϲ εἰϲ υ ληγούϲηϲ. Ἔτι
καὶ ἐμέοϲ οἱ αὐτοὶ Δωριεῖϲ, καὶ ἐν ϲυναλοιφῇ ἐμεῦϲ αἱ χρήϲειϲ παρ᾿ 
Ἐπιχάρμῳ. ἡ μέντοι ἐμίο καὶ ἐμίω καὶ ἔτι ϲὺν τῷ ϲ ἐμίωϲ καὶ 
ἐμῶϲ διϲυλλάβωϲ, παρὰ Ῥίνθωνι.
 
 Ἰτέον ἐπὶ τὰϲ κατὰ τὸ δεύτερον.

Τῇ μὲν οὖν ἐμοῦ ϲύζυγοϲ ἡ ϲοῦ, πάλιν τὴν αὐτὴν ὁμοφωνίαν
ἀναδεδεγμένη κτητικῇ τε καὶ πρωτοτύπῳ· τῇ δὲ ἐμεῦ ἡ ϲεῦ, ἐμέο ϲέο,
ἐμεῖο ϲεῖο, ἐμέθεν ϲέθεν, ϲυνθέτῳ τε τῇ ἐμαυτοῦ ἡ ϲαυτοῦ. ἀλλὰ
μὴν καὶ τῇ ἐμοῦϲ Δωρίῳ ἡ τεοῦϲ, Ἡρακλῆϲ τεοῦϲ κάρρων ἦϲ, 
 Ϲώφρων (fr. 27 Ahrens), καὶ ἔτι Κόριννα·
 
 περὶ τεοῦϲ Ἑρμᾶϲ ποτ᾿  Ἄρευα πουκτεύϊ (fr. 3 Ahrens, 11 Bergk3). 
 
Ἔϲτι καὶ ἡ τιοῦϲ, διὰ τοῦ ι, ἣν καὶ ἀναλογωτέραν ἡγητέον, ἐπεὶ τὸ
ε εἰϲ ι μεταβάλλουϲι, φωνήεντοϲ ἐπιφερομένου. Ἔτι τῇ ἐμέοϲ ἡ τέοϲ
 
 

 
κατ᾿  ἔγκλιϲιν ϲύζυγοϲ, ἐκπεφάναντί τεοϲ ταὶ δυϲθαλίαι, Ϲώφρων
(fr. 75 Abreus)· τὸ γὰρ ὀρθοτονούμενον κτητικὴν ϲημαίνει.

Τεῦϲ. Αὕτη ϲύζυγοϲ τῇ ἐμεῦϲ. Ἐπίχαρμοϲ ἐν Κωμαϲταῖϲ ἢ
Ἁφαίϲτῳ (fr. 64 Ahrens)·
 
 Ἀλλ᾿ οὐδὲ ποτιθιγεῖν ἔτ᾿  ἐγὼν τεῦϲ ἀξιῶ· 
 καὶ πόκ᾿  ἐγὼν παρὰ τεῦϲ τι μαθών, 
 
θεόκριτοϲ (V 39)· ἔϲτι δὲ καὶ Βοιωτιακὸν δῆλον ὡϲ·
 
 τεῦϲ γὰρ ὁ κλᾶροϲ (Corinnae fr. 17 Ahrens, 24 Bergk3). 
 
δ περιϲπαϲθὲν τὴν πρωτότυπον ϲημαίνει· ἴϲον γὰρ ἔϲται τῷ ϲοῦ, οὐκ
ἄλληϲ· τὸ δὲ ἐν ὀξείᾳ τάϲει, ἐν μέντοι τῇ ἀναγνώϲει ἐγκλιθέν, ἴϲον 
τῇ ϲόϲ.

Ἡ ϲέο μεταβάλλει τὸ ϲ εἰϲ τὸ τ παρὰ Δωριεῦϲιν. Ἀλκμάν (fr. 19
Bergk3)·
 
 ἐμὲ Λατοῖδα τέο λάχοϲ χόρον 
 
καὶ ἔτι τεῦ.

Ἀπὸ τῆϲ ϲοῦ Δώριοϲ ἐγίνετο ἡ τεοῦ ὁμότονοϲ, μεταθεῖϲα τὸ ϲ
εἰϲ τὸ τ καὶ πλεονάϲαϲα τῷ ε, καθάπερ καὶ ἡ ϲόϲ ἐν τῷ τεόϲ. Τινὲϲ
μέντοι ἠξίουν βαρυτονεῖν, οἰόμενοι ἀπὸ τῆϲ τέο τῇ τοῦ υ προϲθέϲει
γεγενῆϲθαι. Ἡ χρῆϲιϲ παῤ Ἐπιχάρμῳ καὶ Ϲώφρονι.
 
 αἰνοδρυφὴϲ δὲ τάλαινα· τεοῦ κάτα τυμβοχόηϲα (Callim. 11 
 p. 753 Schneider). 
 
Ϲώφρων (fr. 76 Ahrens)· οὐχ ἥϲϲων τεοῦ. Ἐπίχαρμοϲ (fr. 157 Ahrens)·
 
 παιδὶ τεοῦ. 
 
Καὶ ἔτι ἡ τίοϲ. Ἡ μέντοι τίω καὶ τίωϲ, ϲυζυγοῦϲαι τῇ ἐμίω καὶ
ἐμίωϲ, πάλιν παρὰ τῷ αὐτῷ Ῥίνθωνι εἴρηνται.

Εἰ αἱ ὁμοιοκατάληκτοι ἐν δευτέροιϲ προϲώποιϲ ταῖϲ κατὰ τὸ πρῶτον
 ἀποβολῇ τοῦ ϲ τὰ τρίτα ἀποτελοῦϲι, ϲυμφανὲϲ ὡϲ καὶ ἀπὸ τῆϲ ϲοῦ ἡ
οὑ πρωτότυποϲ γενήϲεται, πάλιν ὁμοφωνοῦϲα τῇ ἀπὸ τῆϲ ὅϲ γενικῇ
 
 

 
ϲυνάρθρῳ. Τὴν μὲν οὖν χρῆϲιν παῤ Ὁμήρῳ οὐκ ἐνὸν εἰρέϲθαι, παρὰ
μέντοι Ἀττικοῖϲ· καὶ γὰρ Πλάτων ϲυνεχῶϲ ἐχρήϲατο, οἵ τε κωμικοὶ
καὶ τραγικοί. ὁ μέντοι Ζηνόδοτοϲ καὶ τὸ 
 
 ἀπὸ ἕο χειρὶ παχείῃ (Υ 261) 
 
 διὰ τῆϲ ου ἔγραφεν. ὅπερ παραπεμπτέον, οὐχ ὡϲ μὴ πρωτότυπον,
ἀλλ᾿  ὡϲ μὴ ϲύνηθεϲ· τῇ γὰρ εἰϲ ου καταλήξει χρῆται ὁ ποιητὴϲ ἐπὶ 
μόνηϲ κτητικῆϲ, τῇ δὲ ἐμεῦ καὶ ταῖϲ ϲυζύγοιϲ ἀντὶ τῶν πρωτοτύπων
μόνων,
 
 πατρὸϲ ἐμοῦ κλέοϲ εὐρὺ μετέρχομαι (γ 83)· 
 
 ἐπὶ δὲ τῆϲ πρωτοτύπου
 
 ἐμεῦ δ᾿  ἕλετο μέγαν ὅρκον (δ 746).

Ἡ εὗ ἀπὸ τῆϲ ϲεῦ, ἐν ἐγκλίϲει,
 
 εἴ πώϲ εὑ πεφίδοιτο (Υ 464) 
 
κἀκεῖνο δέ τινεϲ ὀρθοτονοῦϲι προϲπνέοντεϲ,
 
 φρίξαϲ εὖ λοφιήν (τ 446) 
 
ἀντὶ τοῦ τὴν αὑτοῦ.

Ἡ ἕο κατ᾿  ἔγκλιϲιν, 
 
 ἐπεί ἑο κήδετο λίην (ξ 461)· 
 
καὶ κατ᾿  ὀρθὸν τόνον,
 
 ἀπὸ ἕο χειρὶ παχείῃ (Υ 261). 
 
Εἴρηται δὲ περὶ τῆϲ εἵο, ὡϲ μόνωϲ ὀρθοτονεῖται.

Ἡ ἕθεν ὀρθοτονεῖται μέν, ὡϲ ἐπὶ τοῦ
 
 ἀπὸ ἑθεν ἧκε χαμᾶζε (Μ 205), 
 
ἐγκλίνεται δέ, ὡϲ ἐπὶ τοῦ 
 
 ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων (Α 114). 
 
Οὐ γάρ, ὡϲ ἔνιοι, χρὴ μόνωϲ ὀρθοτονεῖν, ὅτι καὶ τὸ πρῶτον καὶ τὸ
δεύτερον ὀρθοτονεῖται μόνωϲ· ἰδοὺ γὰρ καὶ ἐπὶ τῶν δυϊκῶν, ὀρθοτονουμένων
τῶν πρώτων καὶ τῶν δευτέρων, τὰ τρίτα ἐγκλίνεται. ἄλλωϲ
τε τὸ τι μεθὲν ἁ καρδία παδῇ (Sophronis fr. 46 Ahrens) ἐγκέκλιται.
 οὐκ ἐπειδὴ οὖν κατὰ τύχην παῤ Ὁμήρῳ τὰ πρῶτα ὠρθοτονήθη,
εὐθέωϲ καὶ τὰ τρίτα.

Ϲαφὲϲ ὅτι καὶ τὸ Αἰολικὸν δίγαμμα ταῖϲ κατὰ τὸ τρίτον πρόϲωπον 
 
 

 
προϲνέμεται, καθὸ καὶ αἱ ἀπὸ φωνήεντοϲ ἀρχόμεναι δαϲύνονται. Ἀλκαῖοϲ
(fr. 6 Alrens, 11 Bergk3)·
 
 ὥϲτε θέων μηδέν᾿ Ὀλυμπίων 
 
λῦϲαι ἄτερ Fέθεν.

Ἑοῦϲ. Αὕτη ἀκόλουθοϲ Δωρικῇ τῇ τεοῦϲ. ᾖ ϲυνεχῶϲ καὶ Κόριννα 
ἐχρήϲατο. ἐν Κατάπλῳ (fr. 4 Ahrens, 2 Bergk3)·
 
 νίκαϲ᾿ ὁ μεγαλοϲθένηϲ 
 Ὠαρίων, χώραν τ᾿ ἀπ᾿ ἑοῦϲ 
 πᾶϲαν ὠνούμηνεν.

Ἑοῦ. Αὕτη τῇ τεοῦ ἀκόλουθοϲ, ἀποβολῆϲ γενομένηϲ τοῦ κατ᾿ 
ἀρχὴν ϲυμφώνου. εἴρηται κατ᾿ ἀρχὴν περὶ τοῦ πλεονάϲαντοϲ ε κατὰ
τὸ δεύτερον πρόϲωπον.

Τῆϲ ἐκεῖνοϲ καὶ οὖτοϲ αἱ γενικαὶ παρὰ Δωριεῦϲι διὰ τοῦ ω,
 τήνω καὶ τούτω, τοῦ τέλουϲ βαρυτονουμένου. πρὸϲ τῷ καὶ τὸν
λόγον ἀπαιτεῖν, καθότι βαρύτονοι αἱ εὐθεῖαι, καὶ τὸ πλεῖϲτον τῆϲ 
χρήϲεωϲ οὕτωϲ ἔχει. πρὸϲ οἷϲ καὶ τὸ τουτῶ περιϲπώμενον. ἐπιρρήματόϲ
ἐϲτι παραϲτατικόν, τουτῶ θάμεθα, Ϲώφρων (fr. 42 Ahrens.).
τὸ δὲ αὐτῶ περιϲπαϲθήϲεται, ὅτι καὶ τὸ αὐτόϲ ὀξύνεται.

Τὴν ἑαυτοῦ φαϲιν ὠλιγωρῆϲθαι, καθὸ τὴν μὲν ἐν ἀρχῇ ϲύνθεϲιν
αἰτιατικῆϲ ἔχει. τὸ δὲ τέλοϲ γενικῆϲ. Ἀλλ᾿  οὔτε τὰ ϲύνθετα τὴν αὐτὴν 
 κλίϲιν ἀναδέχεται τοῖϲ κατὰ παράθεϲιν, ἐπεὶ ἰδοὺ τὸ λεοντοφόνοϲ ἐκ
γενικῆϲ ϲυνεϲτὸϲ εἰϲ αἰτιατικὴν ἀναλύεται, ὁ λέοντα φονεύϲαϲ, καὶ τὸ
φιλοπλάτων ἐξ εὐθείαϲ εἰϲ αἰτιατικήν, ὁ φιλῶν Πλάτωνα· οὔτε πάντωϲ
αἰτιατικὴ ἔγκειται· τί γὰρ οὐ μᾶλλον ἡ εὗ ἐϲτι ϲυντεθεῖϲα ἢ ἡ διϲύλλαβοϲ
ἡ ἕο πρὸϲ οἷϲ οὐδὲ ἡ δοκοῦϲα ἐν ϲυνθέϲει κατωρθῶϲθαι ἐν 
δυϲὶν αἰτιατικαῖϲ, λέγω δὴ τὴν ἑαυτόν, πάντωϲ δύο αἰτιατικὰϲ ϲημαίνει·
αὐτὸϲ γὰρ αὑτὸν ἔπαιϲεν.

Κἀκεῖνο δὲ ἐπιϲτατέον, εἰ ὅλωϲ ϲὺν τῷ ε γραφήϲεται ἢ διϲυλλάβωϲ
μόνωϲ, μόνον κατ᾿  ἀρχὴν προϲπνεόμενον· τὰ γὰρ τῆϲ χρήϲεωϲ
ἐπ᾿  ἴϲηϲ.» Εἴρηται ὡϲ αἱ ἀπὸ τοῦ ϲ ἀρχόμεναι ὁμοιοκατάληκτοι ἀποβολῇ 
 
 

 
τοῦ ϲ τὰ τρίτα ἀποτελοῦϲιν ὅθεν ἀκόλουθοϲ τῇ μὲν ϲεαυτόν ἡ
ἑαυτόν, τῇ δὲ ϲαυτόν ἡ αὑτόν. —Φήϲει τιϲ τὴν διϲύλλαβον ὠλιγωρῆϲθαι,
ἐν οἷϲ πᾶϲα λέξιϲ ϲύνθετοϲ μέροϲ ἔχει ἑκατέραϲ τῶν φωνῶν.
ἡ γοῦν ἐμαυτόν. ϲαυτόν ἔχουϲιν ἡ μὲν τὸ εμ, ἡ δὲ τὸ ϲ. ἀνάγκη οὖν .
 καὶ τὴν ἑαυτόν μέροϲ ἔχειν, ὅπερ οὐκ ἄλλο γενήϲεται ἢ τὸ ε.» Ἀλλ᾿
ἡ τοῦ δαϲέοϲ πνεύματοϲ μονὴ ἀρκετὴ εἰϲ ὑπόμνηϲιν τῆϲ ϲυνθέϲεωϲ,
ἐπεὶ τὰ τρίτα τῶν δευτέρων οὐ πλεονοϲυλλαβεῖ, εἰ μὴ ἐν πάθει πλεοναϲμὸϲ
γένοιτο, ὡϲ ἡ ἑοῖ καὶ ἑόϲ καὶ ἑέ. —«Ἀλλά», φαϲιν, εἰ τὸ ε
τῆϲ εὗ ἀντωνυμίαϲ κατὰ τὴν ϲύνθεϲιν ἐκθλίβεται, δῆλον ὡϲ καὶ τὸ
 πνεῦμα ἀποβληθήϲεται.» Ἀλλ᾿  οὐκ ἐκθλίβεται, ἀλλὰ κιρνᾶται. ἔπειτα
ἡ ἀφαίρεϲιϲ τοῦ ϲ ἐν δευτέροιϲ δαϲείαϲ ἐϲτὶν ἐμποιητική, ϲέθεν ἕθεν. 
δῆλον οὖν ὡϲ τῆϲ μὲν ϲαυτόν διϲυλλάβου ἀκόλουθον διϲύλλαβον τὸ
αὑτόν, τῆϲ δὲ ϲεαυτόν τριϲυλλάβου ἀκόλουθον τριϲύλλαβον τὸ ἑαυτόν.

Φανερὸν ὡϲ οἱ προϲχρηϲάμενοι τῇ ἑαυτούϲ ϲὺν ταῖϲ ϲυζύγοιϲ
 ἐπὶ πρώτου καὶ δευτέρου παρὰ τὰ πρόϲωπα ἁμαρτάνουϲιν, ὅθεν καὶ
τοὺϲ δαϲέωϲ ἀναγνόνταϲ τὸ
 
 αὐτῶν γὰρ ἀπωλόμεθ’ ἀφραδίῃϲιν (κ 27) 
 
καὶ
 
 ὃς δέ μοι οἷοϲ ἔην, εἴρυτο δὲ ἄϲτυ καὶ αὐτούϲ (Ω 499) 
 
 οὐ μετρίωϲ ἂν μεμψαίμεθα, οὐκ ὀλίγην ἀπειρίαν καταγγέλλονταϲ τοῦ
ποιητοῦ διὰ τὴν ἰδίαν εὐήθειαν, εἴγε τρίτου καθεϲτῶϲαι ἐπὶ πρώτου
λαμβάνονται. — πρὸϲ οἷϲ οὐδέποτε ἑνικὴ παῤ αὐτῷ ϲύνθετοϲ, μή τί
γε καὶ πληθυντική, ἧϲ τὸ ϲχῆμα παράλογον ἐδείχθη. — καὶ εἰ μὲν τριϲυλλάβωϲ
ποτὲ εἴρητο, κὰν ἦν ϲυμφανὲϲ ἁμάρτημα· ἐν οἷϲ οὖν διϲυλλαβεῖ,
 ϲαφὲϲ ὅτι ἁπλῆ ἐϲτι, λείπουϲα ἐθίμωϲ αὐτῷ τῇ ἡμῶν, «ἡμῶν .
αὐτῶν ἀπωλόμεθ’ ἀφραδίῃϲιν», καὶ «ἡμᾶϲ αὐτούϲ». καὶ γὰρ ἐφ᾿ ἑνικῶν,
αὐτὸϲ νῦν ἰδὲ πῶμα, θοῶϲ δ᾿  ἐπὶ δεϲμὸν ἴηλον (θ 443)
καὶ
 
 αὐτὸϲ ἑκών οἱ δῶκα (δ 649). 
 
 Ἀλλὰ καὶ ἐφ᾿  ἑνικῶν, ὡϲ ἂν ἀπαιτοῦντοϲ τοῦ λόγου, ὑπὸ τῶν περὶ
τὸν Ἀϲκαλωνίτην ἐκεῖναι προϲεπνεύϲθηϲαν,
 
 

 
 
 αὐτόν μιν πληγῇϲιν (δ 244), 
 
ἵνα μὴ ὡϲ ὑπ᾿  ἄλλου πεπληγμένοϲ νοῆται· καὶ
 
 ἄλλῳ δ᾿  αὐτὸν φωτὶ κατακρύπτων (δ 247) 
 
καὶ
 
 τὴν αὐτοῦ φιλέει καὶ κήδεται (Ι 342), 
 
καὶ
 
 μέγα μὲν κλέοϲ αὐτῆϲ 
 ποιεῖται (β 125) 
 
 ἐφ᾿  ἧϲ οὐδὲ τὸ τῆϲ ἐπιφερομένηϲ πτώϲεωϲ ἁρμοϲτόν· δέον γὰρ ποιεῖν
«ποθήν» ϲὺν τῷ ν. Ἀλλὰ καὶ ἐπὶ τούτων ὁ αὐτὸϲ λόγοϲ εἰρήϲεται, 
ᾦ κατ᾿  ἔλλειψιν πάλιν τῶν τρίτων ὁμοίωϲ ταῖϲ κατὰ τὸ πρῶτον καὶ
δεύτερον ἐξηνέχθηϲαν, εἴγε καὶ τὸ ἀκριβὲϲ τῆϲ ἀναγνώϲεωϲ κατὰ αὐτὸ
τὸ τοῦ ποιητοῦ ϲύνηθεϲ ἐξετάζεται. ἀξιοῦμεν γὰρ ἀπαρεμφάτωϲ ἀναγινώϲκειν
 
 τὰ δ᾿  ἄποινα δέχεϲθαι (Α 20) 
 
καὶ
 
 ἐπιτεῖλαι (Δ 64) 
 
οὐ προπαροξύνοντεϲ, τοῦ λόγου ἀπαιτοῦντοϲ πρόϲταξιν. δέον δὲ καὶ
ἐπὶ τοῦ
 
 μὲν κλέοϲ αὐτῆϲ 
 ποιεῖται (β 125) 
 
ἐκδέχεϲθαι τὸ γίνεται, ἐν ᾦ καὶ ἁπλῆ ⟨ἡ⟩ ἀντωνυμία νοεῖται, καὶ ἡ
ἐπιφερομένη πτῶϲιϲ ἀκόλουθοϲ. ἀλλὰ μὴν καὶ τὸ
 
 αὐτόν μιν πληγῇϲιν (δ 244) 
 
δαϲυνόμενον τρεῖϲ ἀντωνυμίαϲ παραλήψεται· διὸ καὶ ὁ Πινδαρίων διὰ 
 τοῦ ε ἔγραφεν, ὁ δὲ Ἰξίων ἀξιοῖ, ὥϲτε ἀντὶ τῆϲ ἕ τὴν μίν παρειλῆφθαι.
ὅπερ βέλτιον ἐπὶ τῶν τοιούτων παρέλκεϲθαι τὴν μίν ὁμοίωϲ τῷ
 
 ἠέ μιν αὐτόν (Ω 472) 
 κὰδ δέ μιν αὐτὸν 
 εἰλύϲω ψαμάθοιϲιν (Φ 318), 
 
ἤ, ὡϲ Τρύφων (p. 30 Velsen) φηϲίν. ὅμοιον εἶναι τῷ ϲφέαϲ αὐτούϲ αὐτοὶ
 αὐτούϲ καὶ αὐτὸϲ αὑτόν· ᾦ ἀντέκειτο τὸ ⟨μὴ⟩ ἐν δυϲὶν ὀρθοτονουμέναιϲ
λαμβάνεϲθαι τὸ αὐτόν μιν ὁμοίωϲ τῷ ϲφέαϲ αὐτούϲ. Τὸ
 
 

 
 
 εὖ ἐντύναϲάν ἑ αὐτήν (Ξ 162) 
 
καὶ
 
 πυκάϲαϲάν ἑ αὐτήν (Ρ 551) 
 
μόνωϲ ἐν διαλύϲει ληπτέον, εἴγε ἀϲύνθετοϲ ἐν τῷ καθόλου ἡ τῶν
 ἀντωνυμιῶν χρῆϲιϲ παῤ αὐτῷ. ἄλλωϲ τε καὶ ἐλέγχονται ἐκ τῶν ϲυζύγων
ἀρϲενικῶν,
 
 ἕο δ᾿ αὐτοῦ πάντα κολούει (θ 211) 
 ἑὲ δ᾿ αὐτόν (Υ 173), 
 
 ἐφ᾿  ὧν καὶ μέϲουϲ ϲυνδέϲμουϲ ἔταξεν.—Καὶ παρὰ τοῖϲ Αἰολικοῖϲ δὲ
ὡϲ ἐν παραθέϲει ἀνεγνώϲθη
 
 ἔμ᾿ αὔτα τοῦτ᾿ ἔγων ϲυνόϊδα (Sapphus fr. 102 Ahrens,15 Bergk3) 
 ἐμ᾿ αὔτῳ παλαμάϲομαι (Alcaei fr. 87 Ahrens, 72 Bergk3), 
 
ἀλλ᾿ ἐμάχετο τὸ
 
 νόον δὲ Fαύτω 
 πάμπαν ἀέρρει (Alcaei fr. 88 Αhrens, 78 Bergk), 
 
ἅπερ ἀϲύνηθεϲ ἐν ἁπλότητι μὴ οὐχὶ τὸ ε προϲλαμβάνειν. καὶ ἔτι 
ὁμοίωϲ παρὰ τῷ αὐτῷ Ἀλκαίῳ ἐν ἑβδόμῳ (fr. 89. 90) Ahrens, 87. 101
Bergk3)
 
 ϲὺ δὲ ϲαύτω τομίαϲ ἔϲῃ. 
 ἀλλὰ ϲαύτω μετέχων ἄβαϲ πρὸϲ πόϲιν. 
 
πῶϲ γὰρ ταῦτα ϲύνθετα, τῶν πρώτων ἐν διαλύϲει ὄντων δῆλον οὖν
ὡϲ ἀνώμαλοϲ ἡ ἀνάγνωϲιϲ τῶν πρώτων πρὸϲ τὰ ἑξῆϲ.

Αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον τῆϲ δοτικῆϲ ὀξυνόμενοι
 
 

 
 τὴν κατὰ τὸ τρίτον περιϲπωμένην ἔχουϲι· ϲοὶ μὲν γὰρ ἐγώ,
ϲὺ δ᾿  ἐμοί (Δ 63) ἐπὶ δὲ τοῦ
 
 ἢ ὀλίγον οῖ παῖδα (ε 800) 
 
περιϲπῶμεν. ὅθεν ὡϲ παράλογον ὁ Ϲιδώνιοϲ ὤξυνεν, ἡ αἱ ὁμοιοκατάληκτοι
καὶ ὁμότονοι κατὰ πᾶν πρόϲωπον. —Καὶ ἕνεκα μὲν τῶν δύο 
πρὸϲ τὸ ἓν τὸ ἓν εὐθύνεται, ἕνεκα δὲ τῆϲ τῶν φωνῶν ἀκολουθίαϲ
εὐθύνονται αἱ δύο. — πᾶϲα γὰρ δοτικὴ μακροκατάληκτοϲ οὐδέποτε
 ὀξύνεται· αἱ γὰρ ὀξυνόμεναι βραχυκατάληκτοι, καὶ διὰ τοῦτο μᾶλλον
τὸ ἐμίν Δωρικὸν ἀνάλογον. —ὁμότονοί εἰϲιν αἱ γενικαὶ ταῖϲ δοτικαῖϲ
ἰϲοϲυλλαβούϲαιϲ· πῶϲ οὖν αὖταί ὀξύνονται, τῶν γενικῶν περιϲπωμένων 
ἀνάλογοϲ ἄρα ἡ οἷ. —αἱ μονοϲύλλαβοι δοτικαὶ περιϲπῶνται· ἀνάλογοϲ
ἄρα ἡ οἷ. ὁμοτονοῦϲιν αἱ κτητικαὶ ταῖϲ πρωτοτύποιϲ, ἐμόϲ ἐγῶ,
ἐμόν ἐμέ, ϲόν ϲέ· εἰ οὖν ἐμῷ καὶ ϲῷ, πῶϲ οὐχὶ καὶ ἐμοῖ καὶ
ϲοῖ; ἀνάλογοϲ ἄρα ἡ οἷ. —«Ἀλλά», φαϲιν, «ἡ μὲν ἐμοῦ διαιρεῖται,
 ἡ δὲ ἐμοί οὐκέτι. —Ἀλλ᾿  οὐ τοῦτο αἴτιον γενήϲεται τῆϲ τάϲεωϲ, εἴ 
γέ τινα περιϲπώμενά ἐϲτιν ἀδιαίρετα καὶ ὀξυνόμενα διαιρούμενα. ἐκεῖνο
οὖν ῥητέον, ὡϲ πολλάκιϲ τὴν ἀκολουθίαν διαψεύδονται αἱ ἀντωνυμίαι·
τοιαῦται οὖν καὶ αἱ προκείμεναι.

Ἀττικοὶ ἔμοιγε. Αἰολεῖϲ ἔμοι βαρέωϲ. Βοιωτοὶ διὰ τοῦ υ, ἐμύ,
ϲυνήθωϲ, καθότι καὶ τὸ καλοί κα λύ. Δωριεῖϲ ἐμίν καὶ ἔτι ἐμίνγα. 
 Ϲώφρων (fr. 53 Ahrens) μόνον ἐμίνγα τὸ τοῦ γόγγρου τέμαχοϲ.
Ἡ ἐμίνη ϲυνήθηϲ Ταραντίνοιϲ· ἡ δὲ χρῆϲιϲ παρὰ Ῥίγθωνι.

Ϲοί. Ἀττικῶϲ. Ἴωνεϲ, Αἰολεῖϲ ὁμοίωϲ·
 
 ϲοὶ δ᾿  ἔγω λεύκαϲ ἐπὶ βῶμον αἶγοϲ 
 
Ϲαπφώ (fr. 7 Ahrens, Bergk2). καὶ τὸ κατὰ ἀπόλυϲιν διὰ τοῦ τ 
 
 κἀπιλείψω τοι (Sapphus fr. 91 Ahrens, 8 Bergk3). 
 
καὶ ϲαφὲϲ ὡϲ μᾶλλον Δώριοϲ ἡ μετάληψιϲ, παῤ οἷϲ τὸ ϲ τῶν ἀντωνυμιῶν
 τ γίνεται. τῶν δὴ ἀπολύτων διὰ τοῦ τ λεγομένων μόνη ϲημειούϲθω
διαϲταλτικὴ οὖϲα ἡ
 
 νῦν δέ τοι οἴῳ πάμπαν (τ 369). 
 
τὸ γὰρ
 
 οὖ τοι, τέκνον ἐμὸν, δέδοται (ε 428) 
 
δύναται ἔχειν τὸν λόγον οὕτωϲ· «οὐ δέδοταί ϲοι πολεμήϊα ἔργα, ἀλλὰ
τῷ Ἄρει· ϲὺ οὖν μετέρχου τὰ ἔργα τοῦ γάμου, ἵνα πρὸϲ τὸν Ἄρην
 
 

 
ἡ ϲύ διαϲτέλληται. —ὀρθοτονεῖται δὲ καὶ παῤ Ἀλκμᾶνι, ϲυνήθωϲ
Δωριεῦϲιν·
 
 ἅδοι Διὸϲ δόμῳ ὁ χορὸϲ ἁμὸϲ καὶ τοί, Γάναξ (fr. 86 Bergk3). — 
 
Λέγεται δὲ καὶ τίν καὶ ἔτι μετ᾿ ἐπενθέϲεωϲ τοῦ ε τεῖν, ἰδίωϲ γὰρ ἡ
 μετάθεϲιϲ ἡ εἰϲ τὸ τ τοῦ ε δεκτική ἐϲτι, ϲοῦ τοῦ τεοῦ, ϲόϲ τεόϲ.
— Τίθεται παρὰ Κορίννη καὶ ἐπ᾿  αἰτιατικῆϲ ἐν Κατάπλῳ,
 
 οὐ γὰρ τὶν ὁ φθονερὸϲ δαίμων (fr. 5 Abrens, 4 Bergk3)· 
 
ἀντὶ τοῦ ϲέ, καὶ ϲαφὲϲ ὡϲ κατ᾿  ἐναλλαγὴν πτώϲεωϲ. —Τινὲϲ μέντοι
ἠξίωϲαν τείνειν τὸ ῑ, ἵνα ἐκ τῆϲ τεί παρὰ Δωριεῦϲι διὰ τοῦ ει γραφομένηϲ 
 ᾖ ἐϲχηματιϲμένη, μεταθέϲει τοῦ εῑ εἰϲ τὸ ῑ, ὅπερ ϲύνηθεϲ, προϲειληφυῖά
τε τὸ ν ὁμοίωϲ τῷ ἐκεινοϲίν, οὑτοϲίν. ἀλλὰ ἀντίκειται τὸ
μόνον ἐν τρίτοιϲ τὸ ν προϲέρχεϲθαι.

Ϲύζυγοϲ τῇ ἐμίνη ἡ τίνη, ἣ ἔϲτι παρὰ Ταραντίνοιϲ.

Οἱ. Ϲυνήθηϲ Ἀττικοῖϲ καὶ Ἴωϲι. πεζολόγοι ἐχρήϲαντο Πλάτων
 καὶ Ξενοφῶν. εἴρηται ὡϲ ὀρθοτονουμένη περιϲπᾶται, τῶν ϲυζύγων 
ὀξυνομένων. Αἰολεῖϲ ϲὺν τῷ F·
 
 φαίνεταί Fοι κῆνοϲ (fr. 2 Ahrens, Bergk3 ad fr. 2) 
 
Ϲαπφώ. Βοιωτοὶ ϲυνήθωϲ εἰϲ τὸ Fῦ μεταλαμβάνουϲι. καὶ Δωριεῖϲ
ὁμοίωϲ ἡμῖν λέγουϲιν οὐκέτι οἱ δῶ, Ϲώφρων (fr. 77 Ahrens). —Ἡ
 μετὰ τοῦ ε μόνωϲ ὀρθοτονεῖται. εἴρηται δὲ ὡϲ καθόλου αἱ πλεονάϲαϲαι
τῷ ε μόνωϲ ὀρθοτονοῦνται.  — Τῇ τίν ϲύζυγοϲ ἡ ἵν, τοῦ τ ἀρθέντοϲ.
Ἡϲίοδοϲ·
 
 ἳν δ᾿  αὐτῷ θανάτου ταμίηϲ (fr. CCIV Goettling, V Schoemann). 
 
ἔϲτι καὶ ἡ ἐῖν ἀπὸ τῆϲ τεῖν παρὰ Ἀντιμάχῳ (p. 29 Stoll) καὶ Κορίννῃ 
 (fr. 36 Bergk3), ἐπὶ αἰτιατικῆϲ ἔϲθ᾿ ὅτε παραλαμβανομένη·

Ἡ ἐμέ πρὸϲ παϲῶν διαλέκτων λέγεται. παρὰ Δωριεῦϲι μετὰ τοῦ
ῑ, ἐμεί, ᾗ ϲυνεχῶϲ Ἐπίχαρμοϲ χρῆται. κοινῶϲ μέντοι ὁ Ϲώφρων (fr. 78
 
 

 
Ahreus) τί οὐ παῤ ἔμ’ ἐϲτράφθη. Ἡ ἀπολελυμένη οὐκ ἐπεκτείνεται.

Ἡ ϲέ ὁμοίωϲ πρὸϲ πάντων κοινή. Δωριεῖϲ διὰ τοῦ τ·
 
 εἰϲ τὲ καταρρεῖ, 
 
Θεόκριτοϲ (1 5). 
 
 πρὸϲ δὲ τὲ τῶν φίλων, 
 
Ἀλκμάν (fr. 52 Bergk3)· καὶ ἔτι μετὰ τοῦ ῑ,
 
 τεὶ γὰρ Ἀλέξανδροϲ δάμαϲεν (Alcmanis fr. 53 Bergk3). 
 
καὶ ἔτι κοινῶϲ·
 
 ϲὲ γὰρ ἅζομαι (Alemanis fr. 54 Bergk3). 
 
Εἴρηται ὡϲ ἡ ἐγκλινομένη διὰ τοῦ τύ ἐκφέρεται.

Ἡ ἕ ϲύζυγοϲ τῇ ϲέ, κοινὴ ἐν διαλέκτοιϲ. Αἰολεῖϲ μετὰ τοῦ F. Τὸ
 
 ἑὲ δ’ αὐτὸν ἐποτρύνει (Υ 171) 
 
εἰ κατὰ τὸ ἄρχον ὀξύνοιτο, δῆλον ὡϲ παράλογον ἕξει τὸν τόνον. εἴτε
γὰρ τὸ δεύτερον ε ἐπλεόναϲε, δῆλον ὡϲ καὶ ἐν αὐτῷ ὁ ὀξὺϲ τόνοϲ 
γενήϲεται, ὁμοίωϲ τῷ ἤ καὶ ἠέ. καὶ ἥλιοϲ καὶ ἠέλιοϲ (οὕτω γάρ τινεϲ
ὑπέλαβον ἐκ τοῦ τὸ ἄρχον δαϲύνεϲθαι, ὅπερ ἴδιον ἦν τῆϲ ἀντωνυμίαϲ.
 ἐλελήθει δὲ αὐτούϲ, ὅτι ἀρκτικὴ οὖϲα ἡ δαϲεῖα ἐπὶ τοῦ πλεοναϲμοῦ
ἀνατρέχει, ἑώρων καὶ ἕεδνα. ἄλλωϲ τε τὸ πλεονάζον ε ἔξωθεν ἐν
ἀντωνυμίαιϲ, ἑόϲ, ἑοῦ, ἑοῖ)· εἴτε τὸ ἄρχον, ὅπερ ἔϲτι, πάλιν τῆϲ 
ἀντωνυμίαϲ φυλάξει τὸν τόνον, εἴγε οἱ πλεοναϲμοὶ τοὺϲ τόνουϲ τηροῦϲιν,
ἑοῖ, ἑοῦ. — ὑπόψυχρον γὰρ τὸ λέγειν ὡϲ ἐδιπλαϲιάϲθη ἡ ἀντωνυμία,
πρὸϲ οὐδὲν χρειῶδεϲ τριῶν ἀντωνυμιῶν παραλαμβανομένων, ϲυνήθουϲ
τε ὄντοϲ τοῦ κατὰ τὸ ε πλεοναϲμοῦ.

Οὐκ ἔϲτι παρὰ Δωριεῦϲιν ἐν τρίτῳ ἡ διὰ τοῦ ῑ ἐπέκταϲιϲ ὁμοίωϲ 
τῇ τεί καὶ ἐμεί.

Ἡ μίν μόνωϲ ἐγκλίνεται. διὸ καὶ ταῖϲ ἐγκλινομέναιϲ μόναιϲ ἰϲοδυναμεῖ
οὐκέτι δὲ καὶ ταῖϲ ὀρθοτονουμέναιϲ, ἐν οἶϲ κατ’ ἀρχὴν ἐκεῖναι
τιθέμεναι, λέγω δὲ τὴν αὐτόν, τὴν ἕ, οὐκ ἔχουϲι τὴν μίν ἀνθυφαγομένην·
 
 

 
εἴρηται δὲ ὡϲ ἀδύνατον ἐγκλιτικὸν μόριον ἐν ἀρχῇ εὑρέϲθαι.
Ἔτι διαφέρει τῆϲ ⟨αὐτόν ἡ⟩μίν, ᾖ ἡ ἐξ αὐτῆϲ μὲν μετάληψιϲ γίνεται 
εἰϲ τὴν αὐτόν, οὐκέτι δὲ ἡ αὐτόν εἰϲ τὴν μίν μεταλαμβάνεται, ἡνίκα
ἐν πρώτῳ καὶ δευτέρῳ ἐϲτί. τοῦτο δὲ καὶ ἐπὶ τῶν κατὰ τὸ τρίτον
 παϲῶν.

Ἴωνεϲ διὰ τοῦ μ, Δωριεῖϲ δὲ διὰ τοῦ ν.

Ἔτι καὶ ἡ νίν τάϲϲεται ἐπὶ πλήθουϲ·
 
 ὅϲτιϲ δὴ τρόποϲ ἐξεκύλιϲϲέ νιν, 
 
Πίνδαροϲ Ἰϲθμιονίκαιϲ (fr. 2 Boeckh).
 
 προϲφωνεῖτέ νιν ἐπὶ νίκαιϲ, 
 
Βακχυλίδηϲ (fr. 8 Bergk3) καὶ πλεῖϲτα ἄλλα. ὁ δὲ πλάνοϲ τῆϲ τοιαύτηϲ 
ἀφορμῆϲ ἴϲωϲ ἐρρύη ἐκ τοῦ
 
 εὕρομεν ἐν βήϲϲηϲι τετυγμένα δώματα καλά, 
 ἀμφὶ δέ μιν λύκοι ἦϲαν ὀρέϲτεροι (κ 210. 212) 
 
 καὶ
 
 ἦ μάλα δὴ τάδε δώματα κάλ᾿ Ὀδυϲῆοϲ 
 
καῖ
 
 οὐκ ἄν τίϲ μιν ἀνήρ (ρ 264. 268). 
 
ἦν δὲ τὰ τοιαῦτα ἐπὶ τὴν ϲυνωνυμίαν φερόμενα τοῦ δῶμα, ὁμοίωϲ τῷ 
 
 νεφέλη δέ μιν ἀμφεκάλυπτε, 
 τὸ μὲν οὐ ποτε (μ 74. 15) 
 
τὸ νέφοϲ·
 
 αἱ μὲν ἀγχιϲτῖναι· τὰ δ’ ἐρῆμα φοβεῖται (Ε 141. 140). 
 ἐννῆμαρ μέν· τῇ δεκάτη δέ (A 53. 54). 
 
 ἐποίϲει γοῦν
 
 γιγνώϲκω δ’ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται (ρ 269). 
 
τὸ δ’ ἐπὶ τοῦ Ἄρεωϲ καὶ Ἀθηνᾶϲ
 
 οὐδ’ εἰ μάλα μιν χόλοϲ ἥκει (P 399), 
 
 
 

 
ὡϲ εἰ ἔλεγε χωρὶϲ ἐφ’ ἑκατέρου. τὸ γὰρ πληθυντικὸν ἐφ’ ἐνικοῦ μεταλαμβανόμενον
καὶ εὔλογον καὶ ϲύνηθεϲ, εἴγε ἐμπεριεκτικόν ἐϲτι τὸ
πλῆθοϲ τοῦ ἑνόϲ, οὐκέτι δὲ τὸ ἑνικὸν τοῦ πληθυντικοῦ. καὶ ἔτι ἐπὶ
δυϊκοῦ. διὸ πάλιν τὸ δυϊκὸν οὐκ ἔϲτιν ἐπὶ πληθυντικοῦ· τὸ γὰρ
 
 κρινθέντε δύω καὶ πεντήκοντα (θ 48) 
 
πρὸϲ τὰ δύο, καὶ τὸ
 
 οἶνον πινόντων (α 340) 
 
ἀντὶ τοῦ πινέτωϲαν Ἀττικόν ἐϲτι. — Τί οὖν οὐχὶ καὶ τὰ δύο ἐφ’ ἑνόϲ
τάϲϲεται; Ὅτι καὶ τὸ δυικὸν ὄνομα κυρίου ἀριθμοῦ, ὅμοιον τῷ τέϲϲαρεϲ
ἢ τρεῖϲ ὄν· τὸ δὲ πληθυντικὸν κοινὸν παντὸϲ ἀριθμοῦ τοῦ ὑπὲρ τὴν 
δυάδα.

Αἱ δυϊκαὶ κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον πάϲηϲ πτώϲεωϲ
 μόνωϲ ὀρθοτονοῦνται· καὶ ἡ αἰτία εἴρηται. Εὐθείαϲ μὲν καὶ αἰτιατικῆϲ
κοινῶϲ, νῶι, ϲφ ῶι Ἀττικαὶ δὲ τῶν αὐτῶν πτώϲεων νώ καὶ ϲφ φώ,
αἶϲ καὶ ὁ ποιητὴϲ προϲχρῆται, 
 
 νὼ ἀναβηϲάμενοι (ο 475), 
 ϲφὼ δὲ μάλ’ ἠθέλετον (Λ 782)· 
 
γενικῆϲ καὶ δοτικῆϲ νῶιν καὶ ϲφῶιν. μονοϲυλλάβωϲ Εὔπολιϲ
Μαρικᾷ (fr. XIII Meineke)·
 
 νὼ γάρ, ἄνδρεϲ, οὐχ ἱππεύομεν, 
 
 καὶ ἔτι ἐν Φίλοιϲ
 
 εὐφρανῶ δὲ νώ (fr. 1 Meineke). 
 
τοιοῦτο δ’ ἦν τὸ
 
 

 
 
 οὐ γὰρ ϲφῷν τε γένοϲ ἀπόλωλε τοκήων (δ 62), 
 
ὅπερ ἐδόκει ἐπίμεμπτον εἶναι, ὡϲ τρίτον πληθυντικὸν δίχα τοῦ ῑ γραφόμενον,
τοῦ λόγου ἀπαιτοῦντοϲ δεύτερον· πρὸϲ γὰρ αὐτοὺϲ ὑπὲρ
αὐτῶν·
 
 ἀλλ’ ἀνδρῶν γένοϲ ἐϲτέ (δ 63). 
 
ἡ πρόϲθεϲιϲ οὖν τοῦ ῑ, ποιοῦϲα τὸ Ἀττικόν, καὶ εἰϲ ἀκρίβειαν τὸν 
λόγον καθιϲτάνει. καὶ ἦν ἱκανὴ ἀπόδειξιϲ τοῦ εἶναι αὐτὴν γενικὴν
δευτέρου Ἀττικὴν τὸ καὶ ταῖϲ εὐθείαιϲ ϲυνεχέϲτερον αὐτὸν κεχρῆϲθαι.
πρὸϲ οἶϲ᾿ ἀκριβὴϲ πάντοτε περὶ τὰϲ ἀντωνυμίαϲ ἐϲτίν.

Αἱ Ἀττικαὶ κατὰ τὴν εὐθεῖαν ὀξυτόνωϲ ἀνεγνώϲθηϲαν παρὰ τῷ
ποιητῇ καὶ ἅπαϲι τραγικοῖϲ τε καὶ κωμικοῖϲ, αἵ τε γραφαὶ οὐκ ἔχουϲι
τὸ ῑ προϲκείμενον, οἰκεία τε πτωτικῷ τῷ διὰ τοῦ ω ἡ ὀξεῖα τάϲιϲ.
«καὶ διὰ τοῦτο ἐπαινετέα», φαϲίν, εἦ καὶ ἡ γραφὴ ἀνάλογοϲ καὶ ὁ 
τόνοϲ, ἡ 
 
 πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρί (Ε 219). 
 
ἡ μέντοι νῶι καὶ ϲφῶι πάλιν οὐκ ἀκόλουθοι, καθὸ οὐδὲν δυϊκὸν εἰϲ ῑ
λήγει. — Ἀλλ’ οὔτωϲ ἐχόντων τῶν ϲχημάτων, εἰϲ ἄπορον περιίϲταται
ὁ λόγοϲ. οὔτε γὰρ ἀπὸ τῶν κοινῶν αἱ Ἀττικαὶ καταϲταθήϲονται, οὔτε
ἀπὸ τῶν Ἀττικῶν αἱ κοιναί. — Εἰ γὰρ τὸ ῑ προϲῆλθε τῇ Ἀττικῇ ὡϲ 
 ὁλοκληροτέρᾳ, καθάπερ φίλοιϲ καὶ φίλοιϲι, πῶϲ ϲυλλαβικῆϲ χώραϲ ἔτυχε
πάντοτε γὰρ μετὰ φωνήεντοϲ προϲτιθέμενον ἀδιάϲτατόν ἐϲτι, μετὰ δὲ
ϲυμφώνου ϲυλλαβῆϲ τυγχάνει· τοῦ προτέρου κενή κεινή, δέουϲ
δείουϲ, τοῦ δευτέρου φίλοιϲι, οὑτοϲί, ἐκεινοϲί. πῶϲ δὲ οὐχὶ
ἐντὸϲ τοῦ ῑ ἡ κλίϲιϲ ἔπεϲε, καθάπερ ἐπὶ τοῦ τουτουῑ, ἐκεινουΐ; φαμὲν
 δὲ ἔξωθεν προϲτιθέντεϲ τὸ ν, ὡϲ ἂν τοῦ ῑ μὴ προϲεληλυθότοϲ, νῶιν.
 
 

 
 — πρὸϲ οἶϲ καὶ βίαιον ὁλοκληρότερον τὸ Ἀττικὸν ἐκδέχεϲθαι τῆϲ πάντων
χρήϲεωϲ. ἀλλ’ εἰ διαίρεϲιϲ, ἑνὸϲ ὄντοϲ τοῦ ω· καὶ τοῦτο
ἀϲύϲτατον. πρὸ γὰρ τοῦ ω τὰ τοιαῦτα, καὶ οὐδέποτε διὰ τοῦ ῑ,
νυμφέων, μουϲέων, ὀρέων. — «ἀλλ’ ἴϲωϲ ἐν τῇ κατὰ διάϲταϲιν
διαιρέϲει ἐϲτίν, ὡϲ κόϊλον, πάϊϲ· καὶ εὐλόγωϲ προπεριϲπαϲθήϲεται 
τὸ νῶι διὰ τὴν τῆϲ βραχείαϲ ἐπιφοράν». ἀλλὰ πολὺ πρότερον δοθήϲεται
 διὰ τοῦ ῑ αὐτὰϲ γράφεϲθαι, ὅπερ οὐχ εὑρέθη. τεκμηριοῦνταί τε
ἐκ τοῦ Βοιωτιακοῦ, ἐπεὶ οὐδέποτε παρὰ αὐτοῖϲ νοί διὰ τοῦ οι. — οὐκ
ἐπεὶ δὲ παρ’ Ἀττικοῖϲ ἔϲτι νωίτεροϲ καὶ ϲφωίτεροϲ, εὐθέωϲ καὶ κατὰ
τὴν εὐθεῖαν τὸ ῑ προϲγεγράψεται· ἀπὸ γὰρ γενικῶν αἱ κτητικαί, αἵτινεϲ 
ϲὺν τῷ ῑ γράφονται.

«Ἄλλ’ ἐκ τῶν ἐναντίων ἀπὸ τῆϲ νῶι τὸ Ἀττικόν.» — Εἰ μὲν οὖν
κατὰ τὴν πρόϲληψιν τοῦ ῑ, καθὸ Καδμῇδεϲ καὶ Νηρῇδεϲ, πάλιν ἡ
 γραφὴ τὸ ῑ ἕξει, ὅ τε τόνοϲ περιϲπαϲθήϲεται, οὐδενὸϲ ἐμποδίου ὄντοϲ·
εἰ δὲ ἀπεκόπη. τὸ μὲν ῑ οὐχ ἕξει, τὸν δὲ τόνον περιϲπάϲει, καθὸ καὶ 
ἀπὸ τοῦ δῶμα δῶ καὶ ἀπὸ τοῦ ἧλοϲ ἧλ.

Ἀπ’ οὐδετέραϲ οὖν τοῦ λόγου καθιϲταμένου, θεματικὰϲ ἀμφοτέραϲ
εἰϲηγήϲαντο, εἴγε ἡ χρῆϲιϲ παρὰ τῷ ἀρχαιοτάτῳ ποιητῇ ἀμφοτέρων
ἐϲτί· καὶ παρὰ μὲν τοῖϲ μετοίκοιϲ Ἴωϲι τὴν διϲύλλαβον ἐμμεῖναι, παρὰ
δὲ τοῖϲ καταμείναϲιν Ἀττικοῖϲ τὴν μονοϲύλλαβον. — Εἰ δὲ δέον ἐϲτὶν 
 ἀπὸ τῆϲ κοινῆϲ τὴν Ἀττικὴν καθίϲταϲθαι, καθὸ καὶ ⟨αἱ⟩ ἄλλαι ἔχονται
ἀφορμῆϲ τῶν κοινῶν, λεκτέον ὡϲ ἡ νώ καὶ ϲφώ ἀποκοπεῖϲαι οὐκ
ἀήθωϲ τοῖϲ Ἀττικοῖϲ (Ποϲειδῶ γάρ φαϲι καὶ μὰ τὸν Ἀπόλλω τουτονί)
οὐκέτι περιεϲπάϲθηϲαν, κατάληξιν δυικὴν ἀναδεξάμεναι. ἄλλωϲ
τε τὰ εἰϲ ω λήγοντα πτωτικά, κλίϲεωϲ τυγχάνοντα, οὔποτε περιϲπαϲμὸν 
ἀνεδέξατο. τούτῳ γὰρ τῷ λόγῳ καὶ ἡ νεώ γενικὴ ὠξυτονήθη, μετὰ
 καὶ ἄλλων λόγων τῆϲ γενικῆϲ τὸν περιϲπαϲμὸν ἀπαιτούϲηϲ· καὶ τὸ
 
 Λητὼ τὰρ ἥλκηϲε (λ 580) 
 
καὶ τὸ
 
 Πυθὼ δ’ ἐρχομένην (λ 581) 
 
 
 

 
καὶ τὰ τούτοιϲ παραπλήϲια, κἆν τὸ ἐντελὲϲ ἔχωϲι Λητόα καὶ Πυθόα,
ἀναγκαίωϲ ὠξύνθη. ἕνεκα γὰρ τούτου καὶ διϲτάϲαι τὸν Ἀρίϲταρχόν
φαϲι περὶ τοῦ
 
 ἠῶ δῖαν ἔμεινε (I 662), 
 
 καθὸ ἦν τὸ ἐντελὲϲ ἠόα. — Αἱ ἀποκοπαί, ἐὰν τύχωϲι πτωτικῆϲ κατα 113 A.
λήξεωϲ, κλίνονται, μάκαρ, μάρτυρ,
 
 γηράντεϲϲι τοκεῦϲιν (Hesiod. O. D. 188) 
 
κλιθήϲονται οὖν αἱ προκείμεναι ἀντωνυμίαι δυϊκῆϲ μᾶλλον καταλήξεωϲ
τυχοῦϲαι. — αἵ τε γενικαὶ αὐτῶν εὐλόγωϲ διὰ τοῦ ῑ γράφονται, εἴγε
 παντὸϲ δυϊκοῦ εὐθεῖα μὲν ἕν ἔχει φωνῆεν, γενικὴ δὲ δύο, ὧν τὸ δεύτερον
ῑ· ἀλλὰ καὶ περιϲπαϲθήϲονται, εἴγε τὰ ὀξύτονα τῶν δυϊκῶν B
περιϲπᾶται κατὰ γενικήν.

Διὰ τοῦ ε ἡ νῶε παρὰ Ἀντιμάχῳ ἐν Θηβαῒδι
 
 ἔδρακε νῶε μολοῦϲα (p. 28 Stoll)· 
 
 καὶ
 
 τού τε νῶε 
 ἐν Ἰολάῳ Κόριννα (fr. 16 Ahrens, 5 Bergk3).

Ϲφωέ. Αὕτη αἰτιατικὴν μόνην ϲημαίνει,
 
 τίϲ τάρ ϲφωε θεῶν (A 8) 
 
 καὶ ἐπεὶ ϲύνηθεϲ Ὁμήρῳ τὸ διϲυλλαβοῦν, ϲαφὲϲ ὅτι καὶ τὸ
 
 ἤ τίϲ ϲφωε πόρεν θεὸϲ ἀντιβολήϲαϲ (K 546) 
 
οὐ τοῦ ἔπορε τὸ ε ἔχει, τῆϲ δὲ ἀντωνυμίαϲ, Ἰακῶϲ κεκλιμένου τοῦ C
ῥήματοϲ. Καὶ ἔτι
 
 εἰ μή ϲφω’ Αἴαντε (P 531) 
 
 τὸ πλῆρεϲ ϲφωέ. παρὰ γὰρ Ἀντιμάχῳ καὶ μονοϲυλλάβωϲ ἐν τρίτῃ
Θηβαῖδοϲ (p. 28 Stoll)
 
 τὸ καί ϲφω γείνατο μήτηρ, 
 
 
 

 
καὶ ἐν πρώτη (p. 28 Stoll)
 
 ἀϲπαϲίωϲ τέ ϲφω ἄγεν οἴκαδε.

Βίαιοϲ ὁ Ἰξίων ἐϲτὶ τὴν ϲφωε καὶ ἐπὶ δευτέρου τάϲϲων,
 
 ἀμφοτέρω τὰρ ϲφῶε φιλεῖ (H 280. K 552). 
 
«ἐπεὶ καὶ ἡ νῶε διὰ τοῦ ε. — καὶ ἔτι ὡϲ τῇ ϲφώ ἐπὶ τρίτου νοουμένῃ 
τὸ ε προϲέρχεται, οὕτω καὶ τῇ κατὰ τὸ δεύτερον πάλιν νοουμένῃ Ἀττικῇ
προϲέρχεται». Ἀλλ’ οὕτε ἡ διὰ τοῦ ε νῶε εὐπαράδεκτοϲ, καθότι
ϲπανιωτάτη, ἅπαξ που ἢ δὶϲ εἰρημένη· οὔτε ἡ κατὰ τὸ τρίτον μονοϲύλλαβοϲ,
 κατὰ τὸν αὐτὸν λόγον. — πρὸϲ οἶϲ οὐδὲ ὁ χρηϲάμενοϲ
ἀξιοπιϲτότεροϲ τῶν μὴ χρηϲαμένων. — πάνυ δὲ εὔηθεϲ, τῆϲ κατὰ τὸ 
πρῶτον πρόϲωπον εἰϲ ῑ ληγούϲηϲ, μὴ οὐχὶ καὶ τὴν κατὰ τὸ δεύτερον
παραδέχεϲθαι. — πρὸϲ οἶϲ καὶ πάλιν πάμπολλοϲ ἡ χρῆϲιϲ. ποία δὲ
καὶ ἀνάγκη, ὀρθῶϲ ἐχούϲηϲ τῆϲ ϲφῶι, τὴν ϲφῶε παραλαμβάνειν;

Τρύφων (p. 28 Velsen) ϲυγκατατιθέμενοϲ τῷ Ἰξίωνί φηϲι «τὴν ϲφέ ἀντωνυμίαν
κατ’ ἐπένθεϲιν τοῦ ω δυϊκὴν γενέϲθαι τῆϲ αὐτῆϲ πτώϲεωϲ, καὶ ἔτι 
 τὴν ϲφίν, ὡϲ τοῦ ω πτωτικοῦ ὄντοϲ δυικῶν». Πῶϲ οὖν οὐχὶ καὶ αἱ κατὰ
τὸ πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον τὸν αὐτὸν τρόπον ἐϲχηματίϲθηϲαν ;
— Ἡ ϲφίν καὶ ἀποβάλλει τὸ ν, ἡ δὲ ϲφωίν οὐδέποτε. — ἡ ϲφίν δοτικῆϲ,
ἡ δὲ γενικῆϲ καὶ δοτικῆϲ. — τί δὲ οὐχὶ καὶ ἐπὶ τῶν διϲυλλάβων
ἡ ἐπένθεϲιϲ τοῦ ω, λέγω δὲ τῆϲ ϲφέαϲ καὶ ϲφίϲιν;

Ὁμοίωϲ οὖν τὰϲ τοῦ πρώτου καὶ δευτέρου θέματά τινεϲ ἠξίουν
 εἶναι, καὶ ἐκδόϲειϲ τινὰϲ παρατιθέμενοι τὸ
 
 τάρ ϲφωι (A 8) 
 
ϲὺν τῷ ῑ γράφειν, «ἐπεὶ καὶ ἡ ϲφῶιν (Θ 415), δευτέρου οὖϲα προϲώπου,
κατὰ τόνου ἐναλλαγὴν τὸ τρίτον ἀποτελεῖ ἐν τῷ
 
 καί ϲφωιν δὸϲ ἄγειν2 (A 338). 
 
Ἀλλὰ μήποτε τὸ μαρτύριον παράλογον· ποία γὰρ καὶ ἄλλη ἀντωνυμία
τόνου ἐναλλαγῇ προϲώπου γίνεται μεταβατική, —

«Ἀλλ’ ἴϲωϲ ἐκεῖνοϲ ὁ λόγοϲ ἰϲχυρόϲ, ὡϲ αἱ φθάϲαϲαι κατὰ τὸ
πρῶτον καὶ τὸ δεύτερον ὁμοιοκαταληκτῆϲαι, πάντωϲ καὶ κατὰ τὸ τρίτον· 
ὅθεν εἰ νῶι καὶ ϲφῶι καὶ ἐπ’ αἰτιατικῆϲ, πάντωϲ καὶ κατὰ τὸ τρίτον.»
Ἀλλ’ αἱ ὁμοιοκατάληκτοι οὐ πάντωϲ τοῖϲ αὐτοῖϲ ϲτοιχείοιϲ χρῶνται·
 οὐκ ἄλογοϲ οὖν ἡ κατὰ τὸ ε ἐναλλαγή. — ἄλλωϲ τε αἱ ὁμοιοκατάληκτοι
καὶ ἰϲόπτωτοι, ἡ δὲ ϲφωέ αἰτιατικῆϲ μόνηϲ, τῆϲ κατὰ τὸ πρῶτον
καὶ δεύτερον καὶ εὐθεῖαν ϲημαινούϲηϲ. οὐ γὰρ ὑγιὲϲ τὸ λέγειν ὡϲ
ἀκόλουθοϲ τῇ νῶε, ὅτε οὐδὲ Ὅμηροϲ ἐχρήϲατο.

«Πρὸϲ οἷϲ δοθήϲεται ἡ διὰ τοῦ ῑ γραφὴ ἀκόλουθοϲ τῇ νῶι.» Ἀλλὰ 
 μὴν οὐδ’ ἡ
 
 καί ϲφωιν δὸϲ ἄγειν (A 338) 
 
ἀνάλογοϲ· θέμα γὰρ ἴδιόν ἐϲτιν ὀξύτονον, οὐχὶ ἔγκλιμα τῆϲ ϲφῶιν.
ποῖον γὰρ ἄλλο μόριον βαρυνόμενον δύναται ἐγκλίνεϲθαι; διὰ τοῦτο
καὶ τὸ ϲφωέ κατ’ ἰδίαν λεγόμενον ὀξύνεται. εἴρηται μὲν ὡϲ ἀδύνατον
 ἔγκλιμα μετάβαϲιν προϲώπου ϲημαίνειν.

Ἴϲωϲ τιϲ φήϲει, ἰδοὺ ἡ ἡμέων βαρυτονουμένη ἐγκλιτική ἐϲτι.» 
Πρῶτον οὐ φύϲει βαρύνεται, διήρηται δὲ ἐκ περιϲπωμένου· διόπερ
ἀκωλύτωϲ τὴν ἔγκλιϲιν ἀνεδέξατο. — ἔπειτα τὰ ἐγκλιτικὰ λεγόμενα
τὴν τῆϲ ὑπερκειμένηϲ λέξεωϲ ὀξεῖαν ἐγείρει.

«Εἰ αἱ διὰ τοῦ ϲφ, φαϲίν, ἐκφερύμεναι ἀντωνυμίαι τρίτου καθεϲτᾶϲιν,
ὥϲπιρ ἅπαϲαι αἱ πληθυντικαὶ καὶ πᾶϲαι αἱ δυϊκαί, δῆλον ὡϲ
αἱ κατὰ τὸ δεύτερον ἀπὸ τρίτου μετατιθέμεναί εἰϲι. κἀκεῖνο δὲ προϲτίθενται,
 
 

 
 «ὡϲ αἱ ἐγκλινόμεναι καὶ ὀρθοτονοῦνται· ἐγκλινομένηϲ οὖν τῆϲ
ϲφωίν ἦν τὸ ὀρθοτονούμενον ϲφῶιν, ὅπερ ἐπὶ δευτέρου μετελήφθη». —
Οὐ δεῖ μέντοι τῆϲ χρήϲεωϲ τὸ διηνεκὲϲ βιάζεϲθαι. — ἔπειτα δὲ ἡ αἰτία
τοῦ μόνωϲ ὀρθοτονεῖν οὐ μόνον τὰϲ τοῦ δευτέρου, ἀλλὰ καὶ τὰϲ τοῦ
πρώτου, εἴρηται. πρὸϲ οἶϲ καὶ τὰ τῆϲ γραφῆϲ ἀντιπίπτει· ἰδοὺ γὰρ 
τὸ τρίτον ϲφωέ, τὸ δεύτερον διὰ τοῦ ῑ. τὸ δὲ μεῖζον· τὰ δεύτερα
 ὀρθοτονούμενα δίπτωτά ἐϲτι, τὰ δὲ τρίτα οὐκέτι ἐγκλινόμενα, τῶν
ἐγκλινομένων τὰϲ αὐτὰϲ πτώϲειϲ ἀναδεχομένων. χωρὶϲ εἰ μὴ καὶ γενικὴν
ϲημαίνοι ἡ ϲφωίν ἐν τῷ
 
 ἀλλ’ εἶπ’ εἶ ϲφωιν καταλύϲομεν (δ 28), 
 
περὶ ἧϲ ἄξιον ἐπιϲτῆϲαι ὡϲ ἐπὶ πλειόνων εὑρίϲκεται γενικὴν ϲημαίνουϲα,
καθὸ ἐπὶ τοῦ
 
 πρίν ϲφωιν ὑπὸ κροτάφοιϲιν ἰούλουϲ (λ 319) 
 
καὶ
 
 γυιώϲω μέν ϲφωιν (Θ 402). 
 
 καὶ δῆλον ὅτι δοτικαί εἰϲι καὶ εἰϲ γενικὴν μεταλαμβάνονται, ὡϲ ἐν ϲχήματοϲ
ἔθει, ὁμοίωϲ τῷ
 
 Ἀχιλῆι δαμαϲθείϲ (X 55) 
 
καὶ
 
 Τρωϲὶ δαμείϲ (C 461).

«Καὶ δῆλον ὅτι ἡ κτητικὴ δυικὴ κατὰ τὸ τοῦ κτήτοροϲ πρόϲωπον
ἀφορμὴν δέδωκε τοῦ τὴν γενικὴν τοῦ τρίτου ϲεϲιγῆϲθαι. εἰ γὰρ ἀπὸ
 γενικῆϲ τῆϲ νῶιν νωίτεροϲ καὶ ϲφῶιν ϲφωίτεροϲ, δῆλον ὡϲ καὶ ἀπὸ
τῆϲ τοῦ τρίτου γενικῆϲ ἐγίνετο δυικόν· ὅπερ οὐκ ἔϲτιν. ἔνθεν οὖν τὸ
πρωτότυπον τρίτον ἀπαράδεκτον.» Ἀλλὰ πρόϲ γε τοῦτο ῥητέον, ὡϲ 
οὐχ ἡ τῶν παραγώγων ὑποϲτολὴ αἰτία γενήϲεται τοῦ μηδὲ τὰ
 
 
 

 
πρωτότυπα ὑπάρχειν. ἔϲτι γὰρ μυρία, ἄπερ οὐ παρῆκται, τοῦ λόγου
ἀπαιτοῦντοϲ, ὥϲπερ καί τινα ϲυνεξειλκυϲμένα τιϲὶ παραγωγαῖϲ, τοῦ
λόγου οὐκ ἐπιτρέποντοϲ. ἐπεὶ καὶ ἡ τοῦ κτητικοῦ ἔλλειψιϲ εὔλογοϲ,
εἴγε πάϲα παράγωγοϲ ἀντωνυμία ἀπὸ ὀρθοτονουμένηϲ πρωτοτύπου 
 ϲχηματίζεται, ὡϲ ἐν τοῖϲ πρὶν εἴρηται, ἡ δὲ μόνωϲ ἐγκλίνεται.

Παντί τῳ δῆλον, ὡϲ ἡ δυϊκὴ τοῦ ἐκεῖνοϲ, οὗτοϲ ἐκείνω, τούτω.
περὶ γὰρ τοῦ
 
 τῶδε δὲ νῶι (Θ 109) 
 
ἐζητεῖτο. «ἕνεκα γάρ». φαϲι, τῆϲ ἑνικῆϲ δοτικῆϲ ὀξυτονηθήϲεται τὸ
 τώ, ἵνα τὸ δυϊκὸν διαϲτολῆϲ τύχῃ». Ἀλλ’ εἰ ἕνεκα τούτου, ληρῶδεϲ·
ἄπειρα γὰρ τὰ ϲυνεμπίπτοντα. «Ἔτι βαρείαϲ καὶ βραχείαϲ ἐπιφερο 
μένηϲ ἀδύνατον ὀξεῖαν εὑρέϲθαι μετὰ μακρᾶϲ. διὸ τὸ τῶδε προπεριϲπαϲτέον.
Τί οὖν τὸ εἴθε, αἴθε, ναίχι, οὐχὶ καθὸ ἐπέκταϲιϲ, τῆϲ
ἀρτίου ὑπερεχούϲηϲ τὴν ἐπεκτεινομένην; οὐχὶ οὖν καὶ τὸ
 
 τώδε δὲ νῶι (Θ 109) 
 
τῶν ἐπεκτεταμένων τὰ οὖν δυϊκὰ εἰϲ ω λήγοντα οὐδέποτε περιϲπᾶται·
οὐδὲ γὰρ θέλει τὸ πτωτικὸν ω περιϲπᾶϲθαι ἐπὶ τέλουϲ. ὅτι γὰρ ἐπὶ 
τέλουϲ ἐϲτίν, ὅτι ἐπεκτέταται, δῆλον, ὡϲ ἡ κλίϲιϲ ἐντόϲ, τοῦδε,
τοῖνδε, οἵδε, τῶνδε, τοῖϲδε, τούϲδε.

Αἱ πληθυντικαὶ καὶ κοινολεκτοῦνται κατ’ εὐθεῖαν πρόϲ τε Ἰώνων καὶ
 
 
 

 
Ἀττικῶν, ἡμεῖϲ, ὑμεῖϲ, ϲφεῖϲ. ἔϲτι πιϲτώϲαϲθαι καὶ τὸ ἀδιαίρετον
τῆϲ εὐθείαϲ παρ’ Ἴωϲιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην, Ἑκαταῖον.
τὸ γὰρ ἐν Εἰδωλοφανεῖ· «ὑμέεϲ Αἰόλιον περιχεύετε» παρὰ Παρθενίῳ
 ὑπὸ ποιητικῆϲ ἀδείαϲ παραληφθὲν οὐ καταψεύϲεται διαλέκτου πιϲτουμένηϲ
ἐλλογίμοιϲ ϲυγγραφεῦϲιν. Ἀμέϲ Δώριον. Ἀλκμάν (fr. 65 Bergk3)· 
 
 ὡϲ ἁμὲϲ τὸ καλὸν μελίϲκον. 
 
Οὐκ ἐπίληπτοϲ δὲ ἡ τάϲιϲ, καθὸ τὰ πτωτικὰ ἀπέϲτραπται τὴν ἐπὶ τοῦ
εϲ ὀξεῖαν (καὶ διὰ τοῦτο ἔνιοι τὸ βιόπλανεϲ βαρύνουϲιν ἀπὸ τοῦ βιοπλανήϲ,
καὶ ἐπίτηδεϲ, καὶ
 
 ἄκλεεϲ αὔτωϲ (H 100) 
 
 ἀπὸ τοῦ ἀκλεήϲ). Πρῶτον αἱ πρωτότυποι ἀντωνυμίαι οὐκ ἀκόλουθοι
ἐδείχθηϲαν τοῖϲ ἄλλοιϲ πτωτικοῖϲ. ἔπειτα Δωριεῖϲ ἐπὶ τὸ τέλοϲ φιλοῦϲι
τὴν ὀξεῖαν προϲάτειν, παρ’ οἶϲ πάλιν ἡ ἀφαίρεϲιϲ τοῦ ῑ ὀξείαϲ γίνεται
ἐμποιητική, ἐπεὶ ποιεῖϲ ποιέϲ, πάλιν τῆϲ καταλήξεωϲ ἐπιλήπτωϲ
ὀξυνομένηϲ, εἴγε τὰ ῥήματα τὴν ὀξεῖαν τάϲιν ἀπέϲτραπται· καὶ τὸ νοέν 
καὶ τὸ δαϲμηφορέν ὀξύνεται πάλιν τῇ αὐτῇ ὑφαιρέϲει τοῦ ῖ. πρὸϲ οἷϲ
 καὶ ἡ περιϲπωμένη ϲυϲτελλομένη ὀξεῖα γίνεται, τύπου τινὸϲ μὴ ἐμποδίζοντοϲ.
Αἰολεῖϲ ἄμμεϲ·
 
 ἄμμεϲ δ’ ἀν τὸ μέϲϲον (Alcaei fr. 10 Ahrens, 18 Bergk3). 
 
τοιοῦτον καὶ τὸ
 
 ἄμμεϲ ἐῒϲκομεν (ι 321).

Τοῦ δευτέρου ὑμεῖϲ. Δωριεῖϲ ὑμέϲ· ὑμὲϲ δὲ ἐπεγγυάμενοι
θωκεῖτε, Ϲώφρων (fr. 41 Ahrens). Αἰολεῖϲ ὔμμεϲ·
 
 οὖ τί μοι ὔμμεϲ (Sapphus fr. 23 Bergk3). 
 ἃϲ θέλετ’ ὕμμϲϲ, 
 
ἐν δευτέρῳ Ϲαπφώ (fr. 95 Ahrenus, 24 Berpk3). Βοιωτοὶ μετὰ διφθόγγου
 τοῦ ου·
 
 οὐμὲϲ δὲ κομιϲθέντεϲ 
 
Κόριννα ἕπτ’ ἐπὶ Θήβαιϲ (fr. 9 Ahrens, 6 Bergk3).

Αἱ ὑποϲτολαὶ τοῦ ι ὁμολογοῦϲι τὴν διὰ τοῦ ει γραφήν· παραπεμπτέον
οῦν τούϲ διὰ τοῦ ε ἠξιωκόταϲ γράφειν, ὡϲ τοῦ ι εἰϲ τὸ ε
μεταβαλλομένου, κέρνημι, πέρημι. ἐπὶ γὰρ βραχυνομένου ἡ μετάληψιϲ.
« Ἔτι εἰ πᾶϲαί», φαϲι, «δι’ ἑνόϲ, καὶ ἡ εὐθεῖα ἕν ἕξει φωνῆεν».
 Ἀλλὰ καὶ ἡ ϲοφῶν ἕν ἔχει φωνῆεν , αἱ δὲ ὑπόλοιποι δύο. εἰ δὲ οὐ 
διαιρεῖται εἰϲ δύο ε, καθότι αἱ εἰϲ ειϲ εὐθεῖαι τοῦτο ἀναδέχονται, φαίνοτιται
τὴν ἐν ὀνόμαϲιν ἀκολουθίαν ζητοῦντεϲ ἐν ἀντωνυμίαιϲ, ἤνπερ
οὐχ εῦρομεν. πολλῷ δὲ πρότερον καὶ τὴν εἰϲ ϲ γενικὴν ἑνικήν· αὕτη
γὰρ τῶν διὰ δύο ε ἐκφερομένων εὐθειῶν γενική ἐϲτιν.

Ούδ’ ὑγιὲϲ διὰ τὸν μακρὸν χρόνον τῆϲ εὐθείαϲ δύο φωνήεντα
παραδέχεϲθαι, ὥϲ τινεϲ ψήθηϲαν. ἐπεὶ τί ἂν εἴη τὸ ἰχθῦϲ ἢ νέκυϲ καὶ 
τὰ τούτοιϲ ὅμοια ϲυναιρούμενα, αἱ τε παρ’ Ἴωϲι γραφαί, πόλιϲ,
φύϲιϲ; Πάλιν δὲ καὶ τὴν δοτικὴν γράφειν διὰ τοῦ ε, ἐπεί», φαϲι,
καὶ ἡ εὐθεῖα καὶ ἡ γενική· ἡμέων γάρ· καὶ ἡ αἰτιατική. ἡμέαϲ*. Ἀλλ’
 ἡ μὲν γενικὴ καὶ αίτιατικὴ διήρηνται, ἡ δὲ ἀδιαίρετοϲ τυγχάνει, πιϲτουμένη
παραδόϲει καὶ διαλέκτων ἐκφορᾷ· ἁμίν γὰρ Δωριεῖϲ, καὶ ἄμμιν
Αἰολεῖϲ. ἄλλωϲ τε οὐδὲ τὸ νύμφαιϲ ἔχει τὸ ἕ, τοῦ νυμφέων ἐν διαιρέϲει 
ἔχοντοϲ τὸ ε.

Ἡ ϲφεῖϲ οὔτε παρ’ Αίολεῦϲιν οὔτε παρὰ Δωριεῦϲιν ἀκολουθίαν
 ἔϲχε πρὸϲ τὰ τούτων πρῶτα καὶ δεύτερα , οὐκ ἀπεοικότωϲ· καὶ γὰρ ἡ
ἐμεί καὶ τεί, παρὰ τοῖϲ Δωριεῦϲι προϲλαβοῦϲαι τὸ i, οὐκέτι κατὰ τὸ
τρίτον προϲέλαβον.

Ἡ ἡμέων τριϲυλλαβοῦϲα παρ’ Ἴωϲιν ὑπεμφαίνει ἀκολουθίαν,
καθὸ αἱ εἰϲ ειϲ λήγουϲαι εὐθεῖαι τὸν τρόπον τοῦτον κλίνονται· ταχέων 
 
 

 
γὰρ καὶ βαϲιλέων. ὡϲ τὴν ἁμέϲ Δωρικὴν καὶ ἔτι τὴν ἄμμεϲ Αἰολικὴν
ὁμοίωϲ ταῖϲ εἰϲ εϲ ληγούϲαιϲ εὐθείαιϲ ἰϲοϲύλλαβον ἔχειν γενικήν
ἁμῶν γὰρ καὶ ἄμμων. — Αλλ’ εἶπερ μὴ ἦν διῃρημένη, οὐκ ἂν παρὰ
μόνοιϲ Ἴωϲιν εὑρίϲκετο, διαιρετικωτάτοιϲ οὐϲί. — πρὸϲ οῖϲ ἐδείχθη,
 ὡϲ ἀνακόλουθοι ἕνεκα φωνῆϲ αἱ ἀντωνυμίαι. ἐχρῆν γὰρ καὶ τὴν εὐθεῖαν 
ἑνικὴν λόγου ἔχεϲθαι, καὶ τὴν γενικὴν εἰϲ οϲ περατοῦϲθαι, ὡϲ ταχέοϲ
καὶ βαϲιλέωϲ. — οὐδέποτε τὸ ι προϲλαμβάνουϲιν ἥ τε ταχέων καὶ αἱ
παραπλήϲιοι· εἴπερ οὔν ἀκόλουθοϲ, οὐκ ἂν ἐγίνετο ἡμείων.

Ἡ ἁμῶν παρὰ Δωριεῦϲι καὶ ϲύναρθρον γενικὴν ϲημαίνει ἀκόλουθον
τῇ ἁμόϲ. τῇ μέντοι διαιρέϲει ἡ πρωτότυποϲ διαλλάϲϲει τῆϲ κτητικῆϲ, 
οὐκέτι τὸ αὐτὸ ἀναδεχομένηϲ. Ἀλκμάν (fr. 66 Bergk3)·
 
 ὅϲαι δὲ παῖδεϲ ἁμέων 
 ἐντί, τὸν κιθαριϲτὰν αἰνέοντι. 
 
Ὁμοίωϲ Aίολεῖϲ. Ἀλκαῖοϲ (fr. 67 Ahrens, 88 Bergk 3)
 
 μηδ’ ὀνίαιϲ τοῖϲ πέλαϲ ἀμμέων παρέχην. 
 
ἐπὶ δὲ τῆϲ ϲυνάρθρου
 
 πατέρων ἄμμων 
 
καὶ τῇ ἐντελεϲτέρ
 
 ἀμμετέρων ἀχέων (Aleaei fr. 103. 104 Ahrens, adesp. 57. 58 
 Bergk 3). 
 
Ὁμοίωϲ Βοιωτοί, ἁμίων, ἐπὶ δὲ τῆϲ κτητικῆϲ ἁμῶν,
 
 ἁμῶν δόμων (Corinnae fr. 2 Berpk 3).

Ὑμῶν. Αὕτη κοινὴ καὶ Δωριέων, ϲημαίνουϲά τε πάλιν καὶ κτητικὴν
τὴν ἀπὸ τῆϲ ὑμόϲ εὐθείαϲ. πάλιν δὲ ἐν διαιρέϲει διαφέρει ἡ
πρωτότυποϲ. ὑμέων γὰρ ἀπρὶξ ἔχονται, Ϲώφρων (fr. 79 Ahrens). 
καὶ Ἴωνεϲ·
 
 ὑμέων δ’ ἀνδρὶ ἑκάϲτῳ (ν 7 ). 
 
ἔτι αἱ πρωτότυποι διοίϲουϲι τῷ ἐγκλίνεϲθαι καὶ ὀρθοτονεῖϲθαι, τῶν κτητικῶν
αὐτὸ μόνον ὀρθοτονουμένων. Τὸ δ’
 
 ὧδέ τιϲ ὑμείων μεμνημένοϲ ( Τ 153) 
 
 
 

 
πλεονάζον ἀκόλουθον τῇ ἡμείων. Αἰολεῖϲ ὐμμέων. Ἀλκαῖοϲ (fr. 77 
Ahrens, 96 Bergk3)·
 
 οἵ τινεϲ ἔϲλοι 
 ὐμμέων τε καὶ ἀμμέων. 
 
 οὑμίων Βοιωτοί· τὸ δέ τιϲ οὑμίων ἀκουϲάτω, Κόριννα (fr. 13
Ahrens, 22 Bergk 3).

Ϲφῶν. Καὶ Ϲφέων ἀκολούθωϲ τῇ ἡμέων,
 
 τῷ ϲφεων πολέεϲ κακὸν οἶτον ἐπέϲπον (γ 134) 
 
καὶ
 
 ὦϲαν ἀπὸ ϲφείων (Δ 535. Ν 148), 
 
ὡϲ ὑμείων. Τῇ ϲφείων καὶ Αἰολεῖϲ χρῶνται καὶ Δωριεῖϲ, Δωριέων
δὲ Ϲυρακούϲιοι διὰ τοῦ ψ πάϲαϲ τὰϲ διὰ τοῦ ϲφ, μονοϲυλλαβούϲαϲ
μὲν ἀναμφιλέκτωϲ, ἐπὶ δὲ τῶν ὑπὲρ μίαν ϲυλλαβὴν ἀμφίβολα τὰ τῶν
γραφῶν· ἔνια γὰρ δίχα τοῦ ψ.

Ἐν ἴϲῳ τῷ αὐτῶν παρὰ Ϲυρακουϲίοιϲ τίθεται τὸ ὧν. Ϲώφρων
(fr. 80 Ahrens) ὁ δ’ ἐκ τῶ ϲκότεοϲ τοξεύων αἰὲν ἕνα τινὰ ὧν 
ζυγαϲτροφεῖ.

Ὅν τρόπον τὸ νυμφέων διαιρεῖται, τὸν αὐτὸν τρόπον καὶ τὸ
αὐτέων, ὁπότε θηλυκὸν ϲημαίνει. καὶ ἔτι αὐτάων.

Δῆλοϲ ἡ ἀπὸ τοῦ ἐκεῖνοϲ καὶ τῶν ὁμοίων κλίϲιϲ.

Ἡμῖν Ἴωνεϲ, ᾦ  καὶ Ἀττικοί. Τὸ ἐγκλινόμενον παρ’ Ἴωϲι ϲυϲτέλλει
τὸ ι ϲημειῶδεϲ, καθὸ αἱ ἐγκλινόμεναι τὸν αὐτὸν χρόνον φυλάττουϲι 
ταῖϲ ὀρθοτονουμέναιϲ. Ἡ ἁμίν Δωρικὴ ϲυϲτέλλει τὸ ι, ἐν οἷϲ ἐγκλινομένη
προπεριϲπᾶται,
 
 αἰ γὰρ ἁμιν τούτων μέλοι (Alem. fr. I7 Bergk 3)· 
 
 
 

 
ὀξυνομένη τε
 
 ἁμδ’ ὑπαυλήϲει μέλοϲ, 
 
Ἀλκμάν (fr. 78 Bergk 3). οἰκεῖοϲ ὁ χρόνοϲ πληθυντικῇ διὰ τοῦ ι ἐκφερομένῃ.
Αἰολεῖϲ ἄμμι·
 
 ἀλλά τιϲ ἄμμι δαίμων (Sapph.fr. 113. Ahrens, adesp. 56 Berqk 3). 
 
τοιοῦτον ἦν καὶ τὸ
 
 ἄμμι δ’ ἀρήγει (Ο 493). 
 
ὁμόλογον ὅτι, κἂν ὀρθοτονῆται, μίαν καὶ τὴν ⟨αὐτὴν⟩ τάϲιν ἔχει.

Ὁμολογουμένηϲ δὲ τῆϲ διὰ τοῦ ι γραφῆϲ, πάλιν τινὲϲ ἐπιθανεύϲαντο,
εἰϲηγούμενοι τὸ ε ἐγκεῖϲθαι· καθάπερ γὰρ τῷ ταχεῖϲ παράκειται 
τὸ ταχέϲιν, οὕτω καὶ τῷ ἡμεῖϲ τὸ ἡμέϲιν. τό τε ἐν τετάρτῳ Ἀλκαίου
(fr. 91 Ahrens, 100) Berpk 3)
 
 ἄμμεϲιν πεδάορον 
 
 οὕτω φέρεϲθαι ἀπὸ τοῦ ἡμέϲιν. ἀπὸ δὴ τοῦ ἡμέϲιν κατὰ ἀφαίρεϲιν
τοῦ ϲ καὶ ϲυνέλευϲιν τοῦ ε ἐγίνετο ἡμεῖν, εὐλόγωϲ καὶ τοῦ χρόνου 
μηκυνθέντοϲ καὶ τοῦ τόνου περιϲπαϲθέντοϲ, εἴγε πᾶϲα δοτικὴ πληθυντικὴ
τεινομένη διὰ δύο φωνηέντων ἐκφέρεται». Πρῶτον τὰ τῆϲ γραφῆϲ
διαφέρεται. ἔπειτα θεματικαὶ πᾶϲαι ἐδείχθηϲαν, πρὸϲ τῷ τὰϲ δοτικὰϲ
ἐν πλεονάϲματι ἔχειν τὸ ν, οὐ αἰρομένου ἀλύμαντα τὰ τῆϲ προφορᾶϲ·
 ὅπερ τῷ ἡμῖν οὐ παρέπεται. τὰ γὰρ παρ’ Αἰολεῦϲιν ἕνεκα τῆϲ ϲυντάξεωϲ 
πολλάκιϲ ἀποβάλλει τὸ ν δι’ εὐφωνίαν,
 
 ἄειϲον ἄμμι τὰν ἰόκολπον (Alcaei fr. 4 Ahrens, 63 Bergk 3)· 
 αἰ δέ κ’ ἄμμι Ζεὺϲ τελέϲῃ νόημα 
 
Ἀλκαῖοϲ (fr. 60 Ahrens, 77 Bergk 3), καὶ ἐπ’ ἄλλων. μένει τε ἐπὶ τοῦ
 
 ἄμμιν ἀθάνατοι θέοι 
 νίκαν 
 
Ἀλκαῖοϲ τρίτῳ (fr. 86 Ahrens, 80 Bergk 3), καὶ ἐπ’ ἄλλων πλειόνων.

Ὑμῖν. Πάλιν παρ’ Ἴωϲι προπεριϲπᾶται ἐγκλινομένη, καθὸ ϲυϲτέλλει
 τὸ ι. καὶ ἔτι παρὰ Δωριεῦϲιν· ὅϲαιϲ ὑμίν αἰνέϲω, Cώφρων (fr. 81
 
 

 
Ahrens). καὶ ἐν ὀρθῇ τάϲει· οὐ μάν τοι δίφρον ἐπημμένον
ὑμίν (Sophr. fr. 82 Ahrens). Ὑμμιν Αἰολεῖϲ·
 
 ταῖϲ κάλαιϲ ὕμμιν τὸ νόημα τῶμον 
 οὐ διάμειπτον (Sapph. fr. 114 Ahrens, 14 Hergk3). 
 
 ὁμοίωϲ αἱ Αίολικαί, ἀποβάλλουϲαι τὸ ν καὶ φυλάϲϲουϲαι, τὴν ἐν ὀνόμαϲι
δοτικῆϲ πληθυντικῆϲ ϲύνταξιν ἀναδέχονται.

Εἰ ὁμόχρονοι αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον, ϲαφὲϲ ὅτι ἡ ϲφίν
ϲυϲτελλομένη ὁμολογεῖται ἀπ᾿ Ἰακῆϲ ἐγκλίϲεωϲ, εἴγε, ὅτε ἐγκλίνουϲιν 
οἱ Ἴωνεϲ, ϲυϲτέλλουϲι τὸ ι, ἡ δὲ μόνωϲ ἐϲτὶν ἐγκλιτική· ὑπὸ γὰρ
 Ἡϲιόδου ἐν ἀρχῇ τεθεῖϲα εὐλόγωϲ ὠρθοτονήθη ἐν τρίτῳ,
 
 ϲφὶν δ᾿ αὐτοῖϲ μέγα πῆμα (fr. 63 Goettling, 49 Schoemaun).

Ϲφίϲιν. Αὕτη ἐπεκταθεῖϲα καὶ ὀρθοῦ τόνου ἔτυχεν. Ἀμφοτέραιϲ
μέντοι ἐπακολουθεῖ τὸ ν ἀποβάλλειν δι᾿ εὐφωνίαν,
 
 ἀλλά ϲφι δόϲαν (ι 93), 
 ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω (P 453)· 
 
φυλάϲϲεται δὲ ἐν τῷ 
 
 ὅψ ϲφιν ἐϋφρονέων (A 73), 
 μετὰ ϲφίϲιν εἶχον ἀτυζομένην (X 474).

Οὐχ ὑγιὲϲ δὲ πάλιν εἰϲηγεῖϲθαι τὴν «ϲφίϲιν ἀπὸ τῆϲ ϲφέϲι, ⟨διὰ⟩
 μεταθέϲεωϲ τοῦ ε εἰϲ τὸ ι, Βοιωτικῶϲ ἢ Ἰακῶϲ· καὶ οὕτωϲ ὁλόκληροϲ ἡ
ϲφίϲιν, ἧϲ ϲυγκοπὴ ἡ ϲφίν». Παρὰ Βοιωτοῖϲ οὐ μετατίθεται, ϲυμφώνου
ἐπιφερομένου. τὸ ε εἰϲ τὸ ι ἀλλ᾿ οὐδὲ παῤ Ἴωϲιν, ὅτε μὴ ἀπ᾿
εὐθείαϲ εἴη τῆϲ διὰ τοῦ ι. ἐν οἷϲ οὖν αἱ κατὰ τὸ τρίτον μιᾷ ϲυλλαβῇ 
 
 
 

 
ἐνδέουϲι τῶν κατὰ τὸ δεύτερον, ἡ ϲφίϲιν ἀπὸ τῆϲ ϲφίν ἐπεκτέταται,
καὶ καθὸ αἱ τοῦ τρίτου εὐεπέκτατιο μονοϲύλλαβο,

«Αι τοῦ τρίτου κτητικαί, ἐνικαὶ κατὰ τὸ ἐντὸϲ πρόϲωπον, διὰ
τοῦ ϲφ πλήθουϲ παραϲτατικαὶ γίνονται κατὰ τὸν κτήτορα παρὰ Δωριεῦϲιν,
ὅϲ ϲφόϲ· ἴϲον γὰρ τῷ ϲφέτεροϲ· ὅν ϲφόν· καὶ ἐπὶ τῶν 
 λοιπῶν ταὐτόν. καὶ ἐπὶ πρωτοτύπων οὖν ταὐτόν· ἰδοὺ γὰρ ἕ καὶ
ϲφέ. εἰ τοῦτο, καὶ τὸ ϲφίν ἀπὸ ἑνικοῦ τοῦ ἴν, Δωρικῶϲ.» Παραπεμπτέον
δὲ τὸν λόγον, εὐδιάϲειϲτον ὄντα, ἐν οἴϲ καὶ ὁλόκληρον τὴν
ϲφέ παραδεξόμεθα καὶ αὐτήν τε τὴν ϲφίν. — πῶϲ δὲ οὐχὶ καὶ τὸ
κοινολεκτούμενον ζητήϲει τιϲ — οὐκ ἐξομαλίζεται δὲ τὸ τῆϲ εὐθείαϲ 
καὶ γενικῆϲ· ἀπὸ γὰρ τῆϲ ἴ καὶ οὐ οὐκ εἰϲὶν ἀκόλουθοι πληθυντικαί. —
 ἐπηυξήθη οὖν ἀπὸ μονοϲυλλάβου τῆϲ ϲφίν ἡ ϲφίϲιν, οὐχ ὁμοίωϲ τοῖϲ
ὀνόμαϲιν· οὐδὲ γὰρ ταὐτὰ παρακολουθεῖ, ἃ καὶ τοῖϲ ὀνόμαϲι. ταχέοϲ
γὰρ καὶ ταχέεϲ, ἀφ᾿ οὗ καὶ τὸ ταχέεϲϲιν, ἅπερ οὐκ ἐπὶ τῆϲ ϲφεῖϲ.

Ϲυρακούϲιοι ψίν· αμανι ψιν γενομενα, Ϲώφρων (fr. 87 Ahrens). 
Ἡ διὰ τοῦ ψ γραφὴ ἐπὶ πλήθουϲ ταϲϲομένη οἰκειοτέρα τῆϲ διὰ τοῦ ϲφ.

Καὶ ϲὺν τῷ ᾱ λέγεται παρ᾿ Αἰολεῦϲιν·
 
 ὅτα πάννυχοϲ ἄϲφι κατάγρει, 
 
Ϲαπφῶ (fr. 98 Ahrens, 43 Berpk3).

Ἡμἃϲ. Ταύτηϲ ὁλοκληροτέραν φαϲὶ τὴν παρὰ τοῖϲ Ἴωϲι διήρημένην, 
λέγω δὲ τὴν ἡμέαϲ. «ὃν γὰρ τρόπον παρὰ τὸ ταχεῖϲ ταχέαϲ,
οὕτωϲ ἡμεῖϲ ἡμέαϲ, καὶ Ἀττικῶϲ ἡμᾶϲ. ὡϲ Εὐβοέαϲ Εὐβοᾶϲ.» Ἀλλ᾿
οὕτε ἡ ἡμεῖϲ ὁμοία τῇ ταχεῖϲ, ὡϲ ἀπεδείχθη, οὕτε Ἀττικοὶ τὸ ε καὶ
τὸ ᾱ ϲυναιροῦϲιν, ὅτε μὴ καθαρεύοι τὸ ε, ὡϲ ἐπὶ τοῦ ἱέαϲιν ἱᾶϲιν· οὐ
γὰρ ἔτι ἐπὶ τοῦ τιθέαϲι. καὶ Εὐβοᾶϲ φαϲίν, ἀλλ᾿ οὐκέτι ταχᾶϲ.

Τὸ 
 
 μηδ’ ἦμαϲ ὑπεκφύγοι (π 372) 
 
Ἰώνων ἔθει φαϲὶ ϲυνεϲτάλθαι κατὰ τὴν ἀπόλυτον ϲημαϲίαν.

Ἀμὲ Δωριεῖϲ ἀ δ’ ἄρ’ ἅμ’ ἐλωβ βῆτο, Ϲώφρων Γυναικείοιϲ
 (fr. 66 Ahrens). Ἄμμε Αίoλεῖϲ·
 
 ὄπταιϲ ἄμμε, 
 
Ϲαπφὼ πρώτῳ (fr. 93 Ahrens, 115 Bergk3). τινὲϲ δὲ ἀποκεκόφθαι
φαϲὶν ἀπὸ τοῦ ἀμμέαϲ καὶ ἁμέαϲ, ἐπεὶ οἰκεία αἰτιατικαῖϲ ἡ εἰϲ αϲ κατάληξιϲ.

Ὑμᾶϲ. Καὶ ὑμέαϲ, ἀκολούθωϲ τῇ ἡμέαϲ. Δωριεῖϲ ὑμέ· ἐμὲ 
δ’ Ἀρχωνίδαϲ ἴαλλε παρ’ ὑμὲ, Ἀνδρείοιϲ Ϲώφρων (fr. 25 Ahrens).
ὔμμε Αἰολεῖϲ·
 
 τὸ γὰρ θέων ἰότητ’ ὔμμε λαχόντων γέραϲ ἄφθιτον 
 ἀνθήϲει, 
 
 Ἀλκαῖοϲ πρώτῳ (fr. 63 Ahrens, 83 Bergk3).

Ἡ ϲφᾶϲ ἐϲθ’ ὅτε ϲυϲτέλλει τὸ ᾱ κατ’ ἔγκλιϲιν, ϲυζύγωϲ τῇ
 
 μηδ’ ἤμαϲ (π 372), 
 
ἐν τῷ
 
 μέγα δέ ϲφαϲ ἀποϲφήλειε πόνοιο (Ε 567). 
 
 Τὴν μὲν οὖν κτητικήν, ϲύζυγον οὖϲαν τῇ ἁμάϲ Δωρικῇ,
 
 ϲαωϲέμεναι νέαϲ ἁμάϲ (N 96) 
 
ἀντὶ τοῦ ἡμετέραϲ, προϲῆκον ὀξύνειν,
 
 ϲφὰϲ γὰρ παρθέμενοι κεφαλάϲ (β 237). 
 
τὴν δὲ πρωτότυπον περιϲπᾶν ὁμοίωϲ τῇ ἡμᾶϲ καὶ ὑμᾶϲ· ἀφ’ ἧϲ Ἰακὴ 
 διαίρεϲιϲ ἡ 
 
 ϲφέαϲ αὐτούϲ ἀρτύναντεϲ (M 43. 86)· 
 
ϲαφέϲ ἐϲτιν ὡϲ ἐγκλιθεῖϲα ἐν τῷ
 
 οὐ μέν ϲφαϲ ἔτ’ ἔολπα (Θ 315) 
 
περιεγράφετο τῆϲ περιϲπωμένηϲ.

Ϲφέ. Εἴρηται ὡϲ μόνωϲ ἐγκλιτιτή ἐϲτι, ϲυζυγεῖ μέντοι Δωρικῇ
 
 

 
τῇ ἀμέ καὶ ὑμέ. Πάλιν δὲ καὶ ταύτην ἀπὸ τῆϲ ϲφέαϲ φαϲὶν ἀποκεκόφθαι.
 Ψέ Ϲυρακούϲιοι. Ϲώφρων· πῶϲ ψε καὶ γινώϲκωμεϲ,
(fr. 84 Ahrens). Ἄϲφε Αἰολεῖϲ
 
 ὅτ’ ἄϲφ’ ἀπολλυμένουϲ ϲάωϲ, 
 
Ἀλκαῖοϲ δευτέρῳ (fr. 92 Ahrens, 73 Bergk3).

Ἐχομένωϲ καὶ ὑπὲρ τῶν κτητικῶν ῥητέον, ὦν καὶ διαφορὰϲ έξεθἐμεθα
ὡϲ πρὸϲ τὰϲ πρωτοτύπουϲ ἐν τοῖϲ κατ’ ἀρχήν. — Αἱ κτητικαὶ
τῶν ἀντωνυμιῶν εἰϲ γενικὴν ἐγκλινομένην ἀναλύονται μετὰ τοῦ
ὑπακουομένου κτήματοϲ, καθ’ οἱανδήποτε ἂν ὤϲι πτῶϲιν, ἐμὸϲ οἰκὸοϲ
οἰκόϲ μου, ἐμῷ δούλῳ δούλῳ μου, 
 
 ἴνα νωιτέρην ὄπ’ ἀκούϲῃϲ (μ 185), 
 
ἵνα ἡμῶν τῆϲ φωνῆϲ ἐπακούϲῃϲ· καὶ ἐπὶ τῶν λοιπῶν τὸ αὐτό.
Παντὶ κτητικῷ τὸ ὑπακουόμενον κτῆμα ὁμοιόϲχημόν ἐϲτιν, Ἐξκτόρειοι
δοῦλοι, Ἀλριϲτάρχειοι δοῦλοι, ἡμέτεροι δοῦλοι, δοῦλοι ἐμοί·
γενικῇ μέντοι κτῆϲιν δηλούϲῃ πάλιν τὸ ὑπακουόμενον κτῆμα ἀδιάφορον, 
αὐτοῦ δοῦλοι ἢ δοῦλαι ἢ οἶκοϲ ἢ ὁτιδηποτοῦν κτῆμα. διὸ καὶ
 τὰ κτητικῶϲ ὑπακουόμενα ἐὰν μὴ ὁμοιοειδῆ τυγχάνῃ, οὔτε κτητικὴ ἀντωνυμία
παραλαμβάνεται οὔτε κτητικὸν ὄνομα, γενικὴ δέ. ϲαφὲϲ
δὲ ἐκ τοῦ
 
 θαύμαζεν δ’ Ὀδυϲεὺϲ λιμέναϲ καὶ νῆαϲ ἐΐϲαϲ, 
 αὐτῶν θ’ ἡρώων ἀγοράϲ (η 43) 
 
ἡ γὰρ ἀνομοείδεια γενικὴν ἀπήτηϲε τὴν αὐτῶν. — Μὴ ὑπολαβέτω δέ
τιϲ, ὡϲ αἱ κτητικαὶ τὸ γένοϲ παρεμφαίνουϲι μόνον τοῦ κτήματοϲ, τοῦ
 δὲ κτήτοροϲ οὐκέτι. «ὡϲ ἐπὶ τοῦ ἐμόϲ, ἡμέτεροϲ· ἀρϲενικὰ γὰρ τὰ
κτήματα, τὰ δὲ τοῦ κτήτοροϲ ἄδηλα ἐν γένει· καὶ γὰρ ἐπ’ ἄρϲενοϲ 
τὸ ἐμόϲ καὶ ἐπὶ θήλεοϲ.»  — Λέληθε γὰρ ὡϲ μᾶλλον ὥριϲται τὸ τοῦ
 
 

 
κτήτοροϲ πρόϲωπον διὰ τῆϲ δείξεωϲ καὶ ἀναφορᾶϲ. καὶ δείξεωϲ μὲν
ἐμόϲ, ϲόϲ, ἀναφορᾶϲ δὲ ὡϲ ϲφέτεροϲ, τῶν κτημάτων ἀδήλων ὄντων
κατὰ τὴν ποιότητα. τῷ γὰρ ἐμόϲ τί μᾶλλον ὑπακούεται οἶκοϲ ἢ ἵπποϲ
ἢ δοῦλοϲ ἢ τι τῶν οιούτων;

Αἱ κτητικαὶ ἀπὸ γενικῶν μόνων ϲχηματιζόμεναι, κτῆϲιν ϲημαινουϲῶν, 
καὶ εἰϲ γενικήν, ὡϲ προείρηται, ἀναλύονται κτῆϲιν ϲημαίνουϲαι. καὶ
αἱ μὲν ἀπὸ πρώτου ἑνικοῦ πρώτου ἂν ῥηθεῖεν, ἑνικαί τε κατὰ τὸν
κτήτορα, οἷον ἐμοῦ ἐμόϲ. ὁμοίωϲ αἱ ἀπὸ τοῦ δευτέρου, ϲοῦ ϲόϲ,
καὶ ἔτι αἱ ἀπὸ τρίτου, οὐ ὅϲ. καὶ ἐπὶ δυϊκῶν ταὐτόν, νῶιν
 νωίτεροϲ, ϲφῶιν ϲφωίτεροϲ. τούτων τὸ τρίτον ὑπεϲτάλη διὰ
τὸ μόνωϲ ἐγκλίνεϲθαι, ὅπερ ἡ παραγωγὴ οὐ παραδέχεται· προείρηται 
δὲ καὶ ἐν τοῖϲ ἐπάνω. καὶ ἐπὶ πληθυντικῶν, ἡμῶν ἡμέτεροϲ,
ὑμῶν ὑμέτεροϲ, ϲφῶν ϲφέτεροϲ.

Τούτων τὰ τρίτα ἐν δυϲὶ τρίτοιϲ νοεῖται, τὰ μέντοι πρῶτα καὶ
 δεύτερα οὐ πάντωϲ ἐν πρώτοιϲ καὶ τρίτοιϲ, καὶ δευτέροιϲ καὶ τρίτοιϲ,
ὥϲ τινεϲ ὑπέλαβον ἐκ τοῦ ἐμόϲ ἐϲτι καὶ ϲόϲ ἐϲτιν. ἰδοὺ γὰρ πρώτου
πρὸϲ δεύτερον, ἐμὸϲ εἰ φίλοϲ, καὶ δευτέρου πρὸϲ πρῶτον,
 
 ἀλλὰ πατὴρ τεόϲ εἰμι (π 188). 
 
δύναται γὰρ καὶ τρίτου πρὸϲ πρῶτον, ὡϲ ἐπὶ τοῦ ὅϲ εἰμι ἴϲον γάρ
 ἐϲτι τῷ αὐτοῦ εἰμί. ϲκληρὸν γάρ ἐϲτι τὸ λέγειν καὶ πρώτου πρὸϲ
πρῶτον καὶ δευτέρου πρὸϲ δεύτερον ἐν τῷ ἐμόϲ εἰμι καὶ ϲὸϲ εἶ.
μόναιϲ γὰρ ταῖϲ ἀντανακλωμέναιϲ τὸ τοιοῦτο παρακολουθεῖ, χωρὶϲ εἰ
μὴ καὶ αὐταὶ μεταλαμβάνοιντο εἰϲ τὰϲ ϲυνθέτουϲ, καθάπερ καὶ ἐνίαϲ
 
 
 

 
 τῶν κατὰ τὸ τρίτον κτητικῶν ἐπιδείκνυμεν εἰϲ ϲυνθέτουϲ μεταλαμβανομέναϲ.
νοείϲθω δὲ ὡϲ ἡ τοιαύτη ϲύνταξιϲ ῥήματα ἀπαιτεῖ ὕπαρξιν
ϲημαίνοντα· ἐπὶ γὰρ τῶν ἄλλων οὐκέτι· ἐμὸϲ γράφω· οὐκέτι δὲ καὶ
ἐν δευτέρῳ.

Ἴϲωϲ τιϲ δόξει τὰ κτήματα ὁρίζεϲθαι ἐν τοῖϲ πρὸϲ πρόϲωπον λόγοιϲ, 
 παῖδεϲ ἐμοί ἐμὸϲ εἶ. ϲόϲ εἰμι, ἡμέτερε. Ὅπερ οὐ τοῦ κτήματοϲ
ἴδιον, τοῦ δὲ μετειλημμένου δευτέρου προϲώπου, ὅπερ πάλιν οὐδὲ
 τοῦτο κατὰ τὸ παντελὲϲ ὥριϲται. προϲδέεται γὰρ τὸ ϲόϲ εἰμι· ἡ δοῦλοϲ
ἢ ἄλλο τι, καὶ ἡμέτερε· δοῦλε ἢ πάτερ. πάλιν οὖν καὶ ἐπὶ τῶν τοιούτων
ἡ ποιότηϲ ἐνδεῖ.

Βραχύϲ λόγοϲ πρὸϲ τοὺϲ οἰομένουϲ ἀπ’ αἰτιατικῶν παρῆχθαι τὰϲ
ἀντωνυμίαϲ· «παρὰ γὰρ Δώριον τὴν ἁμέ καὶ ὑμέ καὶ ἔτι ϲφέ τὸ ἁμέτεροϲ
καὶ ὑμέτεροϲ καὶ ϲφέτεροϲ. καὶ ἔτι παρὰ τὴν Αἰολικὴν τὴν ἄμμε
B τὸ ἀμμέτεροϲ, καὶ παρὰ τὴν νῶι καὶ ϲφῶι νωιτεροϲ καὶ ϲφιτεροϲ.
— Πρῶτον οὐκ ἐξωμάλιϲται· πῶϲ γὰρ αἱ ἑνικαί: ἐμέ γὰρ καὶ ἐμόϲ, 
ϲέ ϲόϲ καὶ ἕ ὅϲ, οὐδαμῶϲ τοῦ ε ἐγκειμένου. πῶϲ δὲ καὶ τὸ
ἡμέτεροϲ καὶ ὑμέτεροϲ τῷ ᾱ ·οὐ προϲχρῆται, εἴγε τὸ ἡμᾶϲ καὶ ὑμᾶϲ
— ἔπειτα εἰϲ γενικὰϲ ἀναλυόμεναι ϲυμφανεῖϲ εἰϲι καὶ ἀπὸ γενικῶν
παρηγμέναι. — ἔπειτα ἡ αὐτόϲ ἐπιταγματικὴ ὁμοιόϲχημοϲ οὖϲα ἀεὶ ἐπιτάϲϲεται
ταῖϲ πρωτοτύποιϲ, ταῖϲ δὲ κτητικαῖϲ κατὰ μόνην γενικήν· 
 καὶ δῆλον ὡϲ τῇ κατὰ τὸ ἐντὸϲ πρόϲωπον νοουμένῃ ϲυντάϲϲεται, ἥ τιϲ
οὐκ ἄλλη ὀφείλει πτῶϲιϲ εἶναι ἡ γενική, ἀφ’ ἧϲ καὶ ἡ παραγωγή,
 
 αὐτῶν γὰρ ϲφετέρῃϲιν (α 7) 
 
καὶ 
 
 ἢ ἑὸν αὐτοῦ χρεῖοϲ (α 409).

Ὃν τρόπον αἱ ϲύνθετοι τὸ γένοϲ ἢ τὴν πτῶϲιν μετατιθεῖϲαι κατὰ
 τὸ τέλοϲ κινοῦνται, τὸ δὲ πρόϲωπον κατὰ τὸ ἄρχον, τὸν αὐτὸν τρόπον
καὶ αἱ κτητικαὶ ἐπὶ γένουϲ καὶ πτώϲεωϲ κατὰ τὸ τέλοϲ, ἐν προϲώποιϲ
κατὰ τὸ ἄρχον. ἔχουϲι μέντοι περιϲϲὸν τὸ ἐν ἀριθμοῖϲ κατ’ ἄμφω τὰ
μέρη κινεῖϲθαι· ἐμὸϲ γὰρ καὶ νωιτέρω καὶ ἡμέτεροι.

Ἄξιον ἐπιϲτάϲεωϲ ἐκεῖνο, ὁτιδήποτε τὰ μὲν ῥήματα κινούμενα ἐν
προϲώποιϲ κατὰ τὸ τέλοϲ κινεῖται, αἱ δὲ ἀντωνυμίαι οὐκέτι, ἀλλὰ κατὰ
τὸ ἄρχον. Καὶ ἴϲωϲ τιϲ οἰήϲεται τὸν λόγον περιϲϲὸν εἴναι, φάϲκων
τὰ μὲν ῥήματα εἰναι, τὰϲ δὲ ἀντωνυμίαϲ. Ἀλλὰ κοινὸν ἔχουϲι τὸ 
 πρόϲωπον δηλοῦν, καὶ ἔτι μένει ἡ ζήτηϲιϲ. ἔπειτα ἡ μετοχὴ καὶ ἡ
κτητικὴ ἀντωνυμία ἐν γένει καὶ πτώϲει κινούμεναι κατὰ τὸ τέλοϲ κινοῦνται,
καθάπερ καὶ τὰ ὀνόματα, καὶ οὐ διήλλαξε, διάφορα καθεϲτῶτα.
Λεκτέον οὖν ὡϲ φυϲικῶϲ τὸ τοιοῦτον ἀπετελέϲθη. αἱ πτώϲειϲ ἐν τῷ
τέλει κινοῦνται, καὶ τοῦτο ἀποδείξεωϲ οὐ δεῖται· πτῶϲιν δὲ ἐπιδέχονται
 αἱ ἀντωνυμίαι· ὀφείλουϲιν ἄρα κατὰ τὸ τέλοϲ κινεῖϲθαι. ὅπερ καὶ 
παρακολουθεῖ. ἀλλὰ μὴν εἰ καὶ κατὰ τὸ τέλοϲ ἐν προϲώποιϲ ἐκινοῦντ ο ,
ϲαφὲϲ ὅτι παρηκολούθηϲεν ἂν ϲυγχύνεϲθαι τὴν π τῶϲιν διὰ τὴν μετάθεϲιν
τὴν ἐκ τοῦ προϲώπου. προνοητικώτατα ἄρα κατὰ τὸ ἄρχον
κινεῖται, ἵνα ἄχραντοϲ ἡ πτῶϲιϲ μείνῃ. τὰ μέντοι ῥήματα, οὐκ ὄντα
 δεκτικὰ πτώϲεωϲ ἢ μόνηϲ εὐθείαϲ, ἀκωλύτωϲ τὸ τέλοϲ ἐκίνει ἐν προϲώποιϲ,
ἐπεὶ οὐκέτι τὰ τῆϲ πτώϲεωϲ ἀμφήριϲτα.

Νοείϲθωϲαν οὖν πάλιν αἱ πληθυντικαὶ τῶν κτητικῶν, αἵ τε δυϊκαί, 
ἐν ϲυλλήψει καθεϲτῶϲαι πρώτου καὶ δευτέρου ἢ καὶ τρίτου, καθότι καὶ
αἱ πρωτότυποι ἐδείχθηϲαν. ἡμέτεροϲ γὰρ ὁ ἐμὸϲ καὶ ϲὸϲ καί, εἰ τύχοι,
 ἄλλου του· καὶ νωίτεροϲ ὁ ἐμὸϲ καὶ ϲόϲ, ἐμὸϲ καὶ ἐκείνου.

Κοινὸν μὲν ἔχουϲιν αἱ κτητικαὶ ἀντωνυμίαι πρὸϲ τὰ κτητικὰ ὀνόματα
 
 
 

 
 τὴν ἐν ἀμφοτέροιϲ κτῆϲιν ὑπακουομένην, τὴν τῶν διϲϲῶν προϲώπων
ἔννοιαν, τὸ εἰϲ γενικὰϲ ἀναλύεϲθαι μετὰ τοῦ κτήματοϲ· οὐ κοινὰ
δέ, καθὸ αἱ ἀντωνυμίαι κοιναὶ παντὸϲ κτήτορόϲ εἰϲι, τὰ δὲ κτητικὰ
ἰδιάζει κατὰ τὸν κτήτορα ἔϲθ’ ὅτε. τὸ μὲν γὰρ ἐμόϲ, ϲόϲ κοινὸν ἐπὶ
πάντων, τὸ δὲ Ἑκτόρειοϲ ἴδιον· ἐπὶ γὰρ μόνου Ἕκτοροϲ. ῷ τρόπῳ 
διαφέρει καὶ τὸ Ἰλιόθεν τοῦ ἄλλοθεν· τὸ μὲν ἐκ τόπου μετὰ ἰδιότητοϲ,
τὸ δὲ κοινὸν παντὸϲ τόπου. Πάντοτε ἐν δυϲὶ τρίτοιϲ τὰ κτητικὰ
 νοεῖται, αἱ δὲ ἀντωνυμίαι οὐ πάντοτε, ὡϲ ἐδείχθη. — Κατὰ τὸν κτήτορα
ἀμφιβάλλεται ὁ ἀριθμὸϲ ἐν προϲηγορικοῖϲ, ἀνθρώπεια ἴχνη,
πότερον ἑνὸϲ ἢ πλειόνων· αἱ δὲ ἀντωνυμίαι οὔποτε. αἴτιον δὲ οὐκ 
ἄλλο ἐϲτὶ τῆϲ ἀμφιβολίαϲ ἢ τὸ τέλοϲ τοῦ ὀνόματοϲ, δι’ οὐ τὸν ἀριθμὸν
καταλαμβανόμεθα, ὅπερ κατὰ παραγωγὴν τοῦ κτητικοῦ παραφθείρεται.
ὅτε μὲν γάρ ἐϲτιν ὑόϲ ἢ ὑῶν, νοεῖται ὁ ἀριθμόϲ, ἐπὶ δὲ τοῦ
 ὕειαι ἢ βόειαι ϲάρκεϲ οὐκέτι. αἱ μέντοι ἀντωνυμίαι, κατὰ ἀριθμὸν θέματα
οὖϲαι, οὐκέτι ἀμφιβολίαν ἐνεποίουν· οὐδὲ γὰρ ἀπὸ τῶν αὐτῶν 
ϲυλλαβῶν ἤρχοντο. διὰ τοῦτο ἀπὸ τῆϲ ἐμοῦ γενικῆϲ ἑνικῶϲ παρελαμβάνετο
ἡ ἐμόϲ, καὶ ἔτι νῶιν νωίτεροϲ δυικῶϲ κατὰ τὸν κτήτορα, καὶ.
ἔτι πληθυντικῶϲ ἡμῶν ἡμέτεροϲ. ἐπεὶ δὲ τὰ κύρια ἑνικῶϲ πάντοτε
νοεῖται, εἴγε ἰδίαν ποιότητα ϲημαίνει, ὀρθῶϲ οὐδὲ τὰ ἀπ’ αὐτῶν
κτητικὰ ἐπὶ πλήθουϲ νοεῖται, λέγω δὲ τὸ Ἑκτόρειοϲ καὶ τὰ παραπλήϲια. 
 . Κάκεῖνο δὲ διαφέρουϲιν, ἡ ἀϲύνηθεϲ τῷ μὲν Αἰάντειοϲ τὸ πατήρ ἐπιφέρειν,
 παῖϲ δὲ ἢ ἀδελφόϲ, τῷ δὲ ἐμόϲ καὶ ϲόϲ.

Ὅν τρόπον τὰ εἰϲ οϲ λήγοντα τριγενῆ ὀνόματα εἰϲ τὰ γένη καὶ
τοὺϲ ἀριθμοὺϲ καὶ τὰϲ πτώϲειϲ μεταϲχηματίζεται, τὸν αὐτὸν δὴ τρόπον
καὶ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν κατὰ τὸ τέλοϲ ϲχηματίζονται κατὰ πᾶν 
πρόϲωπον. ὡϲ γὰρ τὸ καλόϲ, οὕτω καὶ τὸ ἐμόϲ καὶ ϲόϲ καὶ ὅϲ, κατὰ
 τὸ ἐντὸϲ ἑνικῶϲ νοούμεναι, καὶ ὡϲ τὸ ὁϲιώτεροϲ, οὕτω καὶ τὸ νωίτεροϲ
καὶ ϲφωίτεροϲ, δυϊκῶϲ κατὰ τὸ ἐντὸϲ νοούμεναι (ὑπὲρ γὰρ τῆϲ τοῦ
τρίτου ἐκλείψεωϲ εἴρηται)· καὶ ἔτι ὡϲ τὸ χαριέϲτατοϲ, οὕτω καὶ τὸ ἡμέτεροϲ,
ὑμέτεροϲ, πληθυντικῶϲ κατὰ τὸν κτήτορα νοούμεναι.

Ἡ τεόϲ Δωρικὴ τῇ ϲόϲ ὁμωνυμεῖ. καὶ κοινῶϲ μέν πού φηϲιν ὁ
ποιητὴϲ
 
 

 
 
 ϲὸϲ δέ που ἔκφυγε κῆραϲ ἀδελφεόϲ (δ 512), 
 
Δωρικῶϲ δὲ τὸ 
 
 πατὴρ τεόϲ (π 188) 
 
καὶ ἔτι τὰ ἀπ᾿ αὐτῆϲ,
 
 τεὰ ἅρματα καὶ τεὼ ἵππω (Ε 237). 
 
καὶ παρ᾿ Αἰολεῦϲιν. Ἀλκαῖοϲ ἐν πρώτῳ·
 
 τὸ δ᾿ ἔργον ἀγήϲαιτο τέα κόρα (fr. 57 Ahrens, 14 Bergk3)· 
 
καὶ
 
 οἴκω τε περ ϲῶ καίπερ ἀτιμίαιϲ (fr. Alc. 93 Abrens, 74 Bergk3), 
 
 ὁ αὐτὸϲ κοινῷ ἔθει Ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ Βοιωτοὶ μεταβάλλουϲι τὸ
ε εἰϲ ῑ, καθότι καὶ τὸ θεόϲ θιόϲ. Εἴρηται ὡϲ ϲυναλειφθεῖϲα, τεύϲ, όξυτόνωϲ 
λέγεται.

Ἡ ὅϲ καὶ ἑόϲ διϲυλλάβωϲ λέγεται. ἐν οἷϲ ἀμφίβολον κἀκεῖνο,
πότερον διὰ τοῦ θ, ὡϲ Ἀρίϲταρχοϲ,
 
 ὅθ᾿ ἑὸϲ δόμοϲ ἀμφεκάλυψεν (ο 118), 
 
ἢ διὰ τοῦ τ,
 
 ὅτε ὅϲ δόμοϲ· 
 
καὶ γὰρ τὰϲ πλαγίουϲ διττῶϲ ἔϲτιν εὑρέϲθαι,
 
 ἀλλ᾿ οὐδ᾿, ἀχνύμενόϲ περ, ἑοῦ (N 419) 
 ἡ δ᾿ ὅτε δὴ οὐ πατρὸϲ (η 3) 
 κὰδ δ᾿ ἐν Ἀθήνῃϲ εἶϲεν, ἑῷ (8 549) 
 
καὶ
 
 οὕνεκ᾿ ἄρ᾿ οὐχ ῷ πατρί Φν 265), 
 
καὶ
 
 αὐτὰρ Ἀχιλλεὺϲ κλαῖεν ἑὸν πατέρα (Ω 511)· 
 ὃν καὶ Ὀδυϲϲῆοϲ φθῖϲαι γόνον (δ 741). 
 
καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων,
 
 Ζεὺϲ δὲ πρὸϲ ὃν λέχοϲ ἤι᾿  (A 609)· 
 ἥν ἄτην ὀχέων (φ 302), 
 
 καὶ
 
 μεθ᾿ ἑὸν βέλοϲ (N 513)· 
 
καὶ ἐπὶ πληθυντικῶν·
 
 

 
 
 ἢ ἑοὶ αὐτοῦ 
 θῆτέϲ τε δμῶέϲ τε (δ 643). 
 
Κἀκεῖνο δὲ δύναται ὀρθὴν πληθυντικὴν ϲημαίνειν, εἰ κατ’ ὀρθὸν τόνον
ἀναγνοίημεν,
 
 οἱ δὲ οἱ ἐβλάφθηϲαν (δ 643).

Οὐ πιθανὸν τὸ λέγειν, ὡϲ οὐ πεπλεονάκει τὸ ε ἐν τῇ ἑόϲ, ἀπὸ
μέντοι τῆϲ ἕο Ἰακῆϲ παρῆκτο. Τί οὖν οὐχὶ καὶ ἀπὸ τῆϲ ἐμέο καὶ ϲέο
ϲύζυγοι ἐγίνοντο ἐμεόϲ καὶ ϲεόϲ ἄμεινον οὖν λέγειν ὡϲ ἢ πεπλεονάκει
τῷ ε, καθὰ καὶ αἱ πρωτότυποι πολλάκιϲ, ἢ ἀπὸ τῆϲ τεόϲ Δωρικῆϲ
ἀπετελέϲθη, ἐπεὶ ἀδύνατον τὰ τρίτα τῶν δευτέρων πλεονοϲυλλαβεῖν.

Αἰολεῖϲ μετὰ τοῦ F κατὰ πᾶϲαν πτῶϲιν καὶ γένοϲ·
τὸν Fὸν παῖδα κάλει,
 Ϲαπφῶ (fr. 106 Ahrens,117 Bersk3). καὶ Ἀλκμὰν δέ, ϲυνεχῶϲ αἰολίζων,
φηϲί
 
 τὰ Fὰ κάδεα (fr. 99 Berk3). 
 
ὁμοίωϲ καὶ Βοιωτοί Κόριννα (fr. 10 Ahrens, 19 Bergk3)
 
 ευωνυμιηϲ πῆδα Fόν θέλωϲα φίληϲ ἀγκάληϲ ἑλέϲθη.

Εἴρηται ὑπὲρ τῆϲ ὁμοφωνίαϲ τῆϲ ἐμοῦ, ϲοῦ, οὐ πρὸϲ τὰϲ πρωτοτύπουϲ.
 καὶ ὡϲ τῇ εἰϲ ου καταλήξει ἐπὶ τῶν κτητικῶν ὁ ποιητὴϲ
χρῆται, ἐπὶ δὲ τῶν πρωτοτύπων οὐκέτι, 
 
 εἰ δή τοι ϲοῦ πατρὸϲ (β 271) 
 
καὶ
 
 πατρὸϲ ἐμοῦ κλέοϲ (γ 83). 
 ἡ δ’ ἄχεϊ οὖ παιδόϲ (ο 358) 
 
 
 

 
ὅθεν πρὸϲ ἐνίων καὶ τὸ
 
 οἵ θ’ αἵματοϲ ἐξ ἐμεῦ εἰϲί (T 105) 
 
διὰ τοῦ ο ἐγράφετο, ἵνα μὴ δόξῃ τὸ αἵματοϲ πλεονάζειν. Ἐτι γε μὴν
ἐπὶ τοῦ
 
 πρώτω γὰρ καὶ δαιτὸϲ ἀκουάζεϲθον ἐμεῖο (Δ 343) 
 
λείπειν φαϲὶ τὴν περί ἐθίμωϲ, ἵν’ ἦ « περὶ δαιτὸϲ πρῶτοι ἐμοῦ μεταλαμβάνετε.
Τί οὖν ἂν εἴη τὸ
 
 ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα (Δ 174)· 
 ἢ μή τιϲ ϲεῦ μῆλα (ι 405); 
 
 ἢ οὐδ’ ὅλωϲ τοῖϲ τοιούτοιϲ ἐπιϲτατέον. αἱ γὰρ γενικαί, ὅτε ἐπὶ κτῆμα
φέρονται, ἰϲοδυναμοῦϲι ταῖϲ κτητικαῖϲ· διὸ καὶ ἀκωλύτωϲ τὰ κτητικὰ 
εἰϲ αὐτὰϲ ἀναλύεται. οὐ μὴν τὰ Ζηνοδότεια παράλογα,
 
 μνῆϲαι πατρὸϲ ϲεῖο (Ω 486) 
 
καὶ
 
 πατρὸϲ ἐμεῖο πατήρ (Ξ 118. τ 180)· 
 
τῷ γὰρ αὐτῷ ἐνέχεται λόγῳ· προκριτέαι μέντοι αἱ κτητικαὶ γραφαί,
καθότι αἱ γενικαὶ κτῆϲιν δηλοῦϲαι ἐγκεκλιμέναι θέλουϲιν εἶναι, δοῦλόϲ 
μου, οἶκοϲ ὕμων, αἱ δὲ ὀρθοτονούμεναι οὔ. «Οὐχὶ οὖν καὶ τὸ
 
 ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα (Δ 174) 
 
 ὀρθοτονεῖται, καὶ τὸ
 
 ἀκουάζεϲθον ἐμεῖο (Δ 343) 
 
καὶ
 
 οἵ θ᾿ αἵματοϲ ἐξ ἐμεῦ εἰϲὶν (T 105) 
 
Ἀλλ’ ἀναγκαίωϲ, ἡ μὲν ϲέο, ὅτι ἐν ἀρχῇ, ἡ δὲ ἐμεῖο καὶ
 
 ϲεῖο μέγα κλέοϲ (π 241), 
 
καθὸ τῷ ῑ πλεονάζουϲιν, ἡ δὲ ἐμεῦ, ὅτι ϲυντέτακται προθέϲει.

Εἰ αἱ κτητικαὶ οὐδέποτε ἐπὶ πρᾶγμα φέρονται, ϲαφὲϲ ὅτι ὡϲ τὸ
 
 ὀδυϲϲαμένοιο τεοῖο (Θ 37. 468) 
 
ἐπὶ πρᾶγμα φερόμενον ὠλιγώρηται· δέον γὰρ γενικὴν παραλαμβάνειν,
 
 

 
ἥτιϲ καὶ ἐπὶ πρᾶγμα φέρεται. εἰ δ᾿ ἀπὸ τῆϲ τέο Θετταλικῶϲ ἐξετάθη,
ὥϲ τινεϲ ὠήθηϲαν, δῆλον ὡϲ καὶ κατὰ τὸ πρῶτον καὶ τρίτον· ὅπερ οὐκ
 ἔϲτι· ψεῦδοϲ ἄρα καὶ τοῦτο.

Αἰολεῖϲ ἔμω, ϲῶ, ὧ. — Ἡ ἐμοῖο, ϲοῖο, οἷο ἤτοι μετὰ διαιρέϲεωϲ
τὸ ι προϲέλαβον, ἢ Θετταλικαί εἰϲιν, ὡϲ καὶ Ἀριϲτάρχῳ ἤρεϲκεν. 
Οὐκ ἄλογοϲ δ᾿ ἂν εἴη καὶ ἡ αἰτία τοῦ τὴν μὲν κτητικὴν διὰ τῆϲ οι παράγεϲθαι,
τὴν δὲ πρωτότυπον διὰ τῆϲ ει. εἴ γε ἀπὸ τοῦ καλοῦ καλοῖο,
μετατιθεμένου τοῦ υ εἰϲ τὸ ι καὶ προϲτιθεμένου τοῦ ο, ϲαφὲϲ ὅτι καὶ
 ἐπὶ τῆϲ ἐμοῦ ταὐτὸν παρηκολούθει. ὅπερ ἔθιμον ἐπὶ κτητικῶν παρὰ
τῷ ποιητῇ, εἰϲ ου λήγειν ἐπὶ γενικῆϲ, τὸ δὲ πρωτότυπον εἰϲ εο καὶ 
ευ, ἀφ᾿ ἧϲ πάλιν ἀνάλογον τὸ ἐμεῖο.

Τὸ
 
 ὡϲ οὐδὲν γλύκιον ἧϲ πατρίδοϲ (ι 34) 
 
τρίτον νοητέον· τοῦτο γὰρ οὐ κατὰ τὸ αὐτῷ ἀρέϲκον ἀνεφωνήθη
πρὸϲ τοῦ ἥρωοϲ. ἐποίϲει γοῦν ἔτι διῆκον ἐπὶ παντὸϲ 
 
 εἰ καί τιϲ ἀπόπροθεν. 
 
 οὕτωϲ ἔχει καὶ τὸ
 
 οὔτι ἔγωγε 
 ἧϲ γαίηϲ δύναμαι (ι 27)· 
 
τῆϲ γὰρ ἑκαϲταχοῦ γῆϲ. Τὸ μέντοι 
 
 ἀλλ᾿ αἰεὶ φρεϲὶν ᾗϲιν ἔχων (ν 320), 
 
ἀντὶ τοῦ ἐμαῖϲ, εὐλόγωϲ ὑπ᾿ Ἀριϲτάρχου ὑπωπτεύετο ὡϲ νόθον, καθὸ
ἀδιάπτωτοϲ ἐν ἀντωνυμίαιϲ. πλεῖϲτα γοῦν ἔϲτι παῤ ἑτέροιϲ εὑρεῖν,
ϲφέτερον πατέρα (Hes. O. D. 2) ἀντὶ τοῦ ὑμέτερον, ἀντὶ τοῦ
 τεά, τοι κήδεα λέξον ἑά παρὰ Καλλιμάχῳ, (fr. 536. 557 Schneider), 
καὶ πάλιν παῤ αὐτῷ ἀντὶ τοῦ ϲφωιτέρου. Ἀλκμάν (fr. 3. 30 Bergk3)·
 
 ὑμέ τε καὶ ϲφετέρωϲ ἵππωϲ· 
 ϲφεὰ δὲ προτὶ γούνατα πίπτω. — 
 
ἀλλὰ μὴν καὶ τὸ ϲφετερίζομαι, ϲύνηθεϲ ὄν, ὠλιγώρηται ἐπὶ πρῶτου
 
 

 
καὶ δευτέρου ταϲϲόμενον. ἀλλ᾿ οὐδ᾿ ἐν τῇ κατὰ τὸ τρίτον ἐκφορᾷ
ὑγιέϲ, εἴγε οὐδέποτε ἀπ᾿ ἀντωνυμιῶν ῥήματα παράγεται. — Οὐ πιθανὴν
ἀπολογίαν τινέϲ φαϲιν, ὡϲ ἐν ῥήμαϲι παραλλαγὴ προϲώπων· 
«διώκετον (Κ 364) γὰρ ἀντὶ τοῦ διωκέτην· καὶ ἐν ὀνόμαϲιν· ἠέλιοϲ
 (Γ 277) γὰρ ἀντὶ τοῦ ἥλιε καὶ ἐν ἐγκλίϲεϲι δέχεϲθαι (Α 20) ἀντὶ
τοῦ δέχεϲθε· οὕτω καὶ ἐν προϲώποιϲ ἀντωνυμιῶν». μένει γὰρ ἡ αὐτὴ
παραλογία. πρὸϲ οἷϲ καὶ ἃ παρατίθενται, ἔθιμα διαλέκτων.  — «Αἱ
κατὰ τὸ τρίτον», φαϲὶν, «εὶϲ τὸ ἴδιον μεταλαμβάνονται, διὸ καὶ τὸν
ϲφέτερον πατέρα (Hes. O. D. 2) ἀντὶ τοῦ τὸν ἴδιόν τινεϲ δέχονται.»
 Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον κτητικαὶ τὸ 
ἴδιόν τινοϲ ϲημαίνουϲι πῶϲ γὰρ ἀλλότριον ὂν κτῆμά τινοϲ
 
 Ἐν ταῖϲ Ζηνοδοτείοιϲ διορθώϲεϲι δίχα τοῦ ν τὸ 
 Ζεὺϲ δὲ πρὸϲ ὃ λέχοϲ (Α 609) 
 
ἐγράφετο, καὶ ἡ ἀφορμὴ ἐκ τῶν ὑποτακτικῶν ἄρθρων, ἅπερ ὁμοφωνεῖ
 ταῖϲ κτητικαῖϲ κατὰ τὸ τρίτον. «τὸ γὰρ ὅϲ ὑποτακτικὸν ὁμόφωνον
τῷ ἀπὸ τοῦ ἐμόϲ ϲόϲ ὅϲ, καὶ ἐπὶ πάντων ταὐτόν. ἄλλωϲ τε εἰ ἀπὸ 
τοῦ αὐτόϲ, ἐκεῖνοϲ, οὗτοϲ τὰ οὐδέτερα εἰϲ ο ἔληξεν, οὐκ ἀπίθανον ἐπὶ
τοῦ ὅϲ ἀντωνυμικοῦ τὸ οὐδέτερον εἰϲ ο λήγειν.» — Ῥητέον δὲ πρὸϲ
μὲν τὸ πρῶτο, ὡϲ οὐ μᾶλλον ἡ ἀντωνυμία παράλογοϲ ἤπερ τὸ ἄρθρον,
 καθὸ εἰϲ ν οὐκ ἔληξεν. — ἔπειτα τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον
ὁμοιοκατάληκτα καὶ κατὰ τὸ τρίτον· ὅθεν εἰ ἐμόν καὶ ϲόν, καὶ
ὅν. — πρὸϲ οἰϲ οὐδὲ πάντοτε ὁμοφωνεῖ· ἰδοὺ γὰρ ἑόϲ μὲν ἡ ἀντωνυμία, 
οὐκέτι δὲ τὸ ἄρθρον. — πρὸϲ δὲ τὸ δεύτερον, ὅτι ἡ μὲν ἐκεῖνο
καὶ τοῦτο μονοπρόϲωποι, τὸ δὲ διπρόϲωπον. — ἄλλωϲ τε θεματικώτεραι
 αἱ πρωτότυποι καὶ ἐν τοῖϲ γένεϲιν· ἀπὸ γὰρ τοῦ οὗτοϲ αὕτη,
καὶ ἔτι τοῦτο, τοῦ ἀρϲενικοῦ οὐκ ἀπὸ τοῦ τ ἠργμένου. — ἔτι αἱ κτητικαὶ
 
 

 
ἀντωνυμίαι ὡϲ ὀνόματα καθ’ ἅπαν εἰϲ τὰ γένη καὶ τὰϲ πτώϲειϲ
παράγονται, τῶν δὲ ὀνομάτων εἰϲ ον τὰ οὐδέτερα. δῆλόν τε ὡϲ
 καὶ τὸ ἄρθρον κατώρθωται. τὰ γὰρ ἀπὸ τοῦ τ ἀρχόμενα προτακτικὰ
ἀποβολῇ τοῦ τ τὰ ὑποτακτικὰ ποιεῖ· ὅθεν εἰ τό, δῆλον ὡϲ καὶ ὅ.

Ἐδείχθη ὡϲ ἀπὸ ἐγκλινομένων οὐ παράγονται αἱ κτητικαί. καὶ οἱ 
ἀξιοῦντεϲ οὖν ἐγκεκλιμένην, ὡϲ τρίτου, εἶναι γενικὴν τὴν
 
 ἀλλ’ εἴπ’ ἤ ϲφωιν (δ 28) 
 
καὶ
 
 γυιώϲω μέν ϲφωιν (Θ 402) 
 
 καὶ ἀπ’ αὐτῆϲ κτητικὴν παρ’ Ἀντιμάχῳ (p. 30 Stoll) εἰρῆϲθαι ἐπὶ Τυ. 
δέωϲ καὶ Πολυνείκουϲ τὸ ϲφωιτέρην ὀϊζύν καὶ διὰ τῆϲ δευτέραϲ
 ἐπὶ Ἐξτεοκλέουϲ καὶ Πολυνείκουϲ τὸ ϲφωίτερον μῦθον, ἑαυτοῖϲ
ἐναντιοῦνται. δέον γὰρ μᾶλλον ἐπίμεμπτον καταλείπειν τὸ ϲχῆμα ἢ
μαχόμενον πρὸϲ τὰ ὅλα. ἄλλωϲ τε οὐδέποτε τρίτον δευτέρῳ ὁμοφωνεῖ·
ἔϲτι δὲ δεύτερον κατὰ τὸ ἐντὸϲ δυϊκὸν ἀπὸ πρώτου τοῦ νωίτεροϲ 
τὸ ϲφωίτεροϲ.

Τὴν ἡμέτεροϲ, κατὰ τὸν κτήτορα οὖϲαν πληθυντικήν, διχῶϲ λέγουϲι
Δωριεῖϲ· ἁμέτεροϲ γὰρ καὶ ἀμόϲ, καὶ ὑμέτεροϲ καὶ ὑμόϲ,
καὶ ϲφέτεροϲ καὶ ϲφόϲ. — Προείρηται ὡϲ καὶ παρ’ Ὁμήρῳ τὰ τοιαῦτα
Δωρικά, 
 
 τὰ δ’ οὐ μένοϲ ἁμὸν ἐρύξει (Θ 178) 
 ἀμφὶ ϲφοῖϲ ὀχέεϲϲι (Ϲ 231)· 
 
καὶ τὸ
 
 πρὸϲ πέτρῃϲι βαλὼν ὑμῆϲ (ι 284) 
 
 οὐ μὴν κατὰ τὸ τέλοϲ διὸ οὐδὲ τὸ 
 
 ϲαωϲέμεναι νέαϲ ἁμάϲ (N 96) 
 
οὐ ϲυνεϲτάλη κατὰ τὸ τέλοϲ, καθὸ οὐδὲν τοῖϲ τέλεϲιν ἐδώριζε. καὶ
γάρ πού φηϲι
 
 οὐδέπω ἁμῆϲ 
 γῆϲ ἐπέβην (λ 166 —67). — 
 
 
 

 
Τὸ
 
 ϲφεᾶϲ ἔειξε χώραϲ 
 
παρ᾿  Ἀλκμᾶνι (fr. 31 Bergk3) τῷ ε πλεονάζει. — Εἴρηται ὡϲ τὸ
 
 ἤτοι γὰρ πατέρ᾿ ἁμὸν (Z 414) 
 
 ἴϲον ἐϲτὶ τῷ ἡμέτερον, ἀλλ᾿ οὐχ ὥϲ τινεϲ ὑπέλαβον ἐκ τοῦ ἐμόν μετειλῆφθαι· 
οὐ γάρ ποτε τὸ ε εἰϲ ᾱ μακρὸν μεταλαμβάνεται, ὅτι μὴ
ἐπὶ τοῦ κέν ϲυνδέϲμου, καὶ ταῦτα, εἰ δοθείη. ἄλλωϲ τε ϲύνηθέϲ ἐϲτι
τὸ πληθυντικοῖϲ ἀντὶ ἑνικῶν χρῆϲθαι,
 
 ἡμεῖϲ δ᾿  o νύ τι τοῖοι ἀμυνέμεναι (β 60) 
 
 καὶ ἐφ᾿ ἑνὸϲ τοῦ Πατρόκλου,
 
 ἡμέτεροϲ θεράπων (Π 244)· 
 
τοιοῦτον οὗν καὶ τὸ «ἁμόν». — πρὸϲ οῖϲ καὶ τὸ ὑμόν καὶ ϲφόν ϲυζυγοῦντα 
ὁμολογεῖ τὸ ἐντὸϲ πληθυντικόν. καὶ ἡ ϲυνήθηϲ φράϲιϲ ἀνάπλεόϲ
ἐϲτι τοῦδε τοῦ ϲχήματοϲ. καὶ οὐκ ἀπεμφαίνει ὁ λόγοϲ· ἐμπεριεκτικὸϲ
 γάρ ἐϲτιν ὁ πληθυντικὸϲ ἀριθμὸϲ τοῦ ἑνικοῦ.

Οὐχὶ οὗν καὶ ὁ δυικόϲ; τί οὖν οὐχὶ δυικοῖϲ χρώμεθα ἀντὶ ἐνικῶν·
Ἀλλ᾿ οὐκ ἔϲτιν ὅμοια· ὁ μὲν γὰρ δυικὸϲ ὡϲ κύριον ὄνομα κατὰ τοῦ
δύο ἐτάχθη, ὁ δὲ πληθυντικὸϲ κοινὸϲ παντὸϲ πλήθουϲ καθέϲτηκε, καὶ 
διὰ τοῦτο γενικὸϲ ὢν κατὰ τῶν ἰδικῶν τάϲϲεται.  — διὸ καὶ μεμφόμεθα
 τὸ δυϊκὸν κατὰ πληθυντικῶν ταϲϲόμενον, καὶ ἔτι τὸ ἑνικόν. — πάλιν
δὴ ὁ Ἀλκμὰν (fr. 31 Bergk) τὸ ϲφεᾶϲ ἀντὶ ἑνκοῦ ἔταξε καὶ τὸ
 
 ϲφοῖϲ ἀδελφιδεοῖϲ κᾶρα καὶ φόνον (fr. 56 Bergk3) — 
 
Ἡϲίοδοϲ μέντοι ἐπίμεμπτόϲ ἐϲτιν εἰπὼν
 
 ἑὸν κακὸν ἀμφαγαπῶντεϲ (0. D. 58), 
 
 ἐν ῷ ἑνικῷ ἀντὶ πληθυντικοῦ ἐχρήϲατο· καὶ Καλλίμαχοϲ·
 
 
 

 
 μοῦϲαί νιν ἑοῖϲ ἐπὶ τυννὸν ἔθεντο (fr. 420 Schneider),
καὶ
 
 ἑὸν δέ μιν οἶα γονῆα (fr. 11 Schneider)· 
 
δέον γὰρ ϲφόν» καὶ «ϲφοῖϲ». καὶ παρὰ ἄλλοιϲ δὲ πλεῖϲτα· παραπεμπτέον
δὲ ὑπὲρ τοῦ μὴ ἐπὶ πλεῖον προάγειν τὸν λόγον. — ὑπὲρ δὲ 
τοῦ Ἡϲιοδείου οὕτω τινὲϲ ἐκδέχονται· «τῆϲ ἀντὶ πυρὸϲ δοθείϲηϲ γυναικὸϲ
τέρπονται ἑὸν ἕκαϲτοϲ κακὸν ἀγαπῶντεϲ».

Αἰολεῖϲ ἀμμέτερον καὶ ἄμμον καὶ ὔμμον καὶ ϲφόν. Ϲαπφώ
(fr. 70 Ahrens, 10 Bergk3)
 
 ἔμε τιμίαν ἐπόηϲαν ἔργα τὰ ϲφὰ δοῖϲαι. 
 
Ὑπὲρ δὲ τοῦ τὸ ἁμόϲ καὶ ὑμόϲ μὴ ϲυγκεκόφθαι παρὰ ταῖϲ διαλέκτοιϲ
οὐ ῥητέον, ὥϲ τινεϲ ὑπέλαβον, καθὸ δύο ϲυλλαβαὶ οὐ ϲυγκόπτονται·
ἰδοὺ γὰρ τὸ Δευκαλίδηϲ καὶ Ἀνθεμίδηϲ· ἀλλὰ καθὸ μὴ βαρύνονται, τοῦ
ἡμέτεροϲ βαρυνομένου καὶ ὑμέτεροϲ καὶ ϲφέτεροϲ. χωρὶϲ εἰ μὴ λέγοι
 τιϲ ϲυνεκδεδραμηκέναι αὐτὰϲ κατὰ τὴν τάϲιν τῇ ἐμόϲ καὶ ϲφόϲ· τὸ γὰρ 
ϲφόϲ καὶ μονοϲυλλαβοῦν ἀναγκαίωϲ ὠξύνετο.

Τῆϲ ἐμαυτ τοῦ πλαγίου καὶ ἔτι τῶν ὑπολειπομένων οὔτε ῥητὴ ἡ
εὐθεῖα οὔτε ϲυϲτατή. καὶ ὅτι οὐ ῥητή, τουτέϲτιν οὐ ϲυνήθηϲ. ϲυμφανέϲ,
χωρὶϲ εἰ μὴ ἐν Μετοίκοιϲ Φερεκράτουϲ ἅπαξ ἐϲτὶν εἰρημένη,
καὶ ἴϲωϲ ἕνεκα τοῦ γελοίου. ὡϲ δὲ οὐκ ἔϲτι ϲυϲτατή, ϲαφὲϲ ἐντεῦθεν. 
— Καθότι αἱ πλάγιοι ϲύνταξιν ποιοῦνται ἐν διαβιβαϲμῷ προϲώπων 
 
 

 
πρὸϲ τὴν εὐθεῖαν, ἐμὲ Διονύϲιοϲ ἔπαιϲεν, ἐγώ ϲοι ἐλάληϲα, 
Ἀριϲτοφάνηϲ Ἀρίϲταρχον ἐδίδαξεν (ἦν δὲ καὶ ϲύνταξιϲ ἐν πλαγίοιϲ
μετὰ τῆϲ ἐπιταγματικῆϲ τοιάδε, ἐμὲ αὐτὸν ἔτυψεν οὗτοϲ,
ἐμοὶ αὐτῷ ἐλάληϲεν Ἀρίϲταρχοϲ. καὶ ἡ μὲν τοιαύτη ϲύνταξιϲ
 ἀϲυνελεύϲτουϲ εἴχεν εἰϲ ϲύνθεϲιν τὰϲ ἀντωνυμίαϲ)· ἐπεὶ δὲ πολλάκιϲ
αἱ ἐκ τῶν ῥημάτων ἐνέργειαι οὐ μόνον ἐξ ἑτέρων προϲώπων εἰϲ ἕτερα
ἀπετελοῦντο, ἀλλὰ καὶ αὐτοπάθειαί τινεϲ ἐγίνοντο, τουτέϲτιν ὅτε ἓν 
πρόϲωπον τό τε δρῶν καὶ τὸ δρώμενον, ἀπετελεῖτο διϲϲὸν ϲχῆμα τῶν
ἀντωνυμιῶν, τό τε ϲύνθετον, ὅπερ καλεῖται ἀντανακλώμενον, καὶ τὸ
 ἀλλοπαθέϲ. ἐμὲ αὐτὸν ἔπαιϲα ἐμαυτὸν ἔπαιϲα, ἐμοὶ αὐτῷ ἐλάληϲα
ἐμαυτῷ ἐλάληϲα. ἔνθεν τὰ κατὰ διάϲταϲιν παρὰ τοῖϲ ποιηταῖϲ εἰϲ ϲύν·
θεϲιν παραλαμβάνομεν, τοῦ τοιούτου παρεπομένου·
 
 ἐμέθεν περιδώϲομαι αὐτῆϲ (ψ 78)· 
 
ἴϲον γάρ ἐϲτι τῷ ἐμαυτῆϲ· καὶ
 
 ἀλλὰ τὰ μὲν νοέω καὶ φράϲϲομαι ἅϲϲ’ ἂν ἐμοί περ 
 αὐτῇ (ε 188)· 
 
ἀντὶ τοῦ ἐμαυτῇ.

Ἔνθεν οὖν λέγω ἐπὶ τῶν πλαγίων τὸ χρειῶδεϲ ἦν τῆϲ ϲυνθέϲεωϲ.
οὐ γὰρ δή γε ἐπὶ τῆϲ εὐθείαϲ ἔτι τὸ διϲϲὸν παρείπετο τῆϲ ϲυντάξεωϲ,
 λέγω τὸ αὐτοπαθὲϲ καὶ τὸ ἐν μεταβάϲει προϲώπου. διὸ οὐδὲ ϲυνετίθετο
τὸ ἐγὼ αὐτόϲ. — καὶ εἰ τοῦτο, προφανὲϲ ὅτι οὐδὲ τῆϲ ἐμαυτοῦ 
κτητικῆϲ εὐθεῖά τιϲ καταϲτήϲεται. — ἔπειτα ὤφειλεν οὐ μᾶλλον ἐμαυτόϲ
ὡϲ ἐγαυτόϲ, εἴγε καὶ τῆϲ ἐμοῦ ἐϲτὶν ὀρθὴ ἡ ἐγώ, μετ’ ἐπιταγματικῆϲ
τῆϲ αὐτόϲ. — Ἔτι ταῖϲ ϲυνθέτοιϲ ἀντωνυμίαιϲ ῥήματα ϲύνεϲτι τοῦ
 αὐτοῦ προϲώπου, ἐμαυτὸν ἔπαιϲα, ἐμαυτῷ ἐλάληϲα, καὶ δυνάμει
ἡ ϲύνταξιϲ τοιαύτη ἐϲτίν, ἐγὼ ἐμὲ ἔπαιϲα, ἐγῶ ἐμοὶ ἐλάληϲα. 
καὶ φανερόν ἐϲτιν ὅτι ἡ ϲύνταξιϲ τοῦ ῥήματοϲ δυνάμει ἐϲτὶν ὀρθὴ
πτῶϲιϲ μετὰ πράγματοϲ. εἰ οὖν ϲυϲταίη ἡ ἐμαυτόϲ καὶ μετ’ αὐτῆϲ
ῥῆμα τοῦ αὐτοῦ προϲώπου ϲυντάϲϲοιτο, γένοιντ’ ἂν δυνάμει δύο εὐθεῖαι.
 δύο δὲ εὐθεῖαι οὐδέποτε θέλουϲι ϲυντάϲϲεϲθαι ἐν ταῖϲ ϲυντάξεϲι τῶν
ῥημάτων, ἀλλὰ πλάγιοϲ καὶ εὐθεῖα, ἔν γε ταῖϲ ἐν μεταβάϲει ἐχούϲαιϲ
τὸ ἕτερον πρόϲωπον. οὐκ ἄρα ϲυϲτήϲεται ἡ ἐμαυτόϲ κατὰ τοῦτο.

Ἀλλὰ καὶ εἰ τοῦτό τιϲ παραλάβοι, ὡϲ τὸ ἀλλήλων καὶ ἀλλήλουϲ 
ϲύνθεϲιν ἔχει ἀπὸ προϲώπου εἰϲ πρόϲωπον διαβατικήν, ἐν εὐθείᾳ καὶ
 
 

 
πλαγίῳ νοουμένην, καὶ κατὰ τοῦτο οὐδὲν κωλύϲει καὶ τὴν ἐμαυτόϲ
ϲυϲτῆναι ἐκ πλαγίου καὶ εὐθείαϲ, φαίημεν ἂν ὅτι ἡ ἀντιπαράθεϲιϲ οὐκ
ἔϲτιν ὁμοία. ἐκεῖνο μὲν γὰρ ἐξ εὐθείαϲ καὶ πλαγίου ϲυνέϲτηκε, λέγω
δὴ τὸ ἀλλήλων καὶ ἀλλήλουϲ, καὶ οὐκ ἔϲτιν αὐτοῦ ἡ εὐθεῖα· δύο γὰρ
 εὐθεῖαι, ὡϲ ἔφαμεν, μετὰ ῥήματοϲ ἀϲύϲτατοί εἰϲιν ὡϲ πρὸϲ διάβαϲιν 
δραϲτικὴν τοῦ τε δρῶντοϲ καὶ τοῦ δρωμένου. ἐπὶ μέντοι τοῦ ἐμαυτόϲ
ἀντεϲτραμμένη ἡ ϲύνθεϲιϲ· πλάγιον γὰρ καὶ εὐθεῖαν ἐπινοοῦμεν ϲυντεθειμένην.

Καὶ ἐγίνετο τὸ ϲχῆμα ἄκλιτον. οὔτε γὰρ κατὰ τὸ τέλοϲ κλίνεϲθαι
ἠδύνατο, ἐπεὶ μετὰ ῥήματοϲ ἡ ϲύνταξιϲ τῆϲ εὐθείαϲ οὖϲα οὐδέποτε 
πλάγιον ἀναδέχεται, χωρὶϲ εἰ μὴ ἐπὶ τῶν ϲεϲημειωμένων ϲυμβαμάτων
 καὶ παραϲυμβαμάτων παρὰ τοῖϲ Ϲτωικοῖϲ, λέγω δὲ τοῦ μέλει καὶ μεταμέλει·
οὔτε μὴν κατὰ τὸ ἄρχον μέροϲ τῆϲ ϲυνθέϲεωϲ, ἐπεὶ ἅπαξ τὰ
ϲυντιθέμενα ἄκλιτά ἐϲτιν. εἰ οὖν οὐκ ἔχει ἡ ἐμαυτόϲ γενικὴν καὶ τὰϲ
ὑπολειπομέναϲ, οὐδ’ ἡ γενικὴ καὶ αἱ ὑπολειπόμεναι ἕξουϲιν εὐθεῖαν. 
— πῶϲ οὖν οὐχὶ βίαιον τετριμμένον ϲχηματιϲμὸν παρώϲαϲθαι, καὶ
ἀτριβῆ καὶ ἄκλιτον καὶ ἔτι ἀμφίβολον παραδέξαϲθαι; πάλιν γὰρ τὸ
 ϲυντιθέμενον μέροϲ τῆϲ ϲυνθέϲεωϲ ἢ γενική ἐϲτιν ἢ δοτικὴ ἢ αἰτιατική.

Ἀλλ’ ἴϲωϲ τιϲ φαίη, πῶϲ οὖν τὸ ἀλλήλων κλίνεται; Ὅτι ἐξ εὐθείαϲ
ϲύγκειται καὶ πλαγίου. εἶτα ϲυνέβη τῇ μὲν κατ’ ἀρχὴν ϲυνθέϲει κατὰ 
δύο τρόπουϲ μὴ κινεῖϲθαι, καὶ καθότι εὐθεῖα ϲύν ῥήματι παραλαμβανομένη,
καὶ ὅτι ϲυνῆπται κατὰ ϲύνθεϲιν· τὸ δ᾿ἐπὶ τέλουϲ κλίνεϲθαι πάλιν
κατὰ δύο, καὶ καθότι ἐπὶ τέλουϲ ἐϲτίν, ὅπερ παρέπεται παντὶ πτωτικῷ
κλίϲιν ἀναδεχομένῳ, καὶ καθότι τῆϲ εὐθείαϲ μενούϲηϲ ϲυντάξει
 ῥήματοϲ κινούμενον τὸ πλάγιον ϲχῆμα, ὡϲ πρὸϲ τὴν διάθεϲιν τῆϲ 
εὐθείαϲ, ἐγώ ϲοι δέδωκα, ϲύ με ἔτυψαϲ, Ἀριϲτοφάνηϲ Ἀρίϲταρχον
ἐδίδαξεν.

Ἡ καλουμένη ἐπιταγματικὴ ἀντωνυμία καὶ προτάϲϲεται καὶ ὑποτάϲϲεται,
 
 αὐτῷ τοι μετόπιϲθεν (1 249)· 
 ϲοὶ δ’ αὐτῷ μελέτω (0 231)· 
 
 ἐπεκράτηϲε μέντοι τὸ τῆϲ ὑποτάξεωϲ, ὃ καλεῖται ἐπιταγματικόν. δν
τρόπον οὖν τὸ ἐπίρρημα καὶ προτάϲϲεται τῷ ῥήματι καὶ ὑποτάϲϲεται, 
ἀπὸ δὲ τῆϲ ἑτέραϲ ϲυντάξεωϲ, λέγω δὴ τῆϲ ὑποταγῆϲ, τὸ ὄνομα
ἔλαβε, τὸν αὐτὸν τρόπον καὶ ἡ προκειμένη ἐπιταγματικὴ ἀντωνυμία.
μή ποτε δὲ διὰ τοιοῦτόν τινα λόγον κατ’ ἀμφοτέραϲ τὰϲ ϲυντάξειϲ ἑνὸϲ
 τετύχηκϲν ὀνόματοϲ. ὅταν μὲν γὰρ προτάϲϲηται, ἀπὸ ταύτηϲ ἐννοίαϲ
καλεῖται ἐπιταγματική, οἱονεὶ ἐφ’ ἡ τάϲϲεται ἄλλη ἀντωνυμία , τουτέϲτιν
με θ᾿ἥν πρα. ατι νδ ται εν
ε . τ τάϲϲεϲθαι αὐτὴν δευτέραν 
 .