ΧΑΡΩΝ 
 1 Εἶεν, ὦ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν
 πάλαι εὐτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα
 παρεσκευασμένον· ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ
 ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ
 τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν,
 ὅσον ἐπʼ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν.
 ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι
 δέον· κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ
 πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον·
 καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς
 δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα
 ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις
 ὑπολήψεται, καὶ ταῦτα, παῤ ἄλλῳ οὔσης τῆς
 αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς
 ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης
 ὕδωρ πεπωκὼς ἀναστρέψται πρὸς ἡμᾶς ἐπιλέλησται,
 καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίθζει
 ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος
 τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει
 ὁ γεννάδας παρελθών· μία γὰρ αὐτοῦ καὶ αὕτη
 
 
 τῶν τεχνῶν. ὁ δ᾿ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς,
 καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.

ΚΛΩΘΩ 
 2 Τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν 
 αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι
 πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ
 κἀκεῖνός ἐστιν. 
 
 
 
 ΧΛΩΘΩ 
 Ἀλλ᾿ οὐχ ὤστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου
 δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε
 αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλʼ ἐγὼ
 οἶδα τὴν αἰτίαν· παῤ ἡμῖν μὲν γὰρ ἀσφόδελος
 μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ
 δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ
 οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ
 καὶ τὸ νέκταρ ἄφθονον· ὥστε ἥδιον παῤ ἐκείνοις
 βραδύνειν ἔοικε. καὶ παῤ ἡμῶν μὲν ἀνίπταται
 καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων·
 ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην
 μόγις ποτὲ κατέρχεται.

ΚΛΩΘΩ 
 3 Μηκέτι χαλέπαινε, ὦ Χάρων· πλησίον γὰρ
 αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολούς τινας ἡμῖν ἄγων,
 μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ
 ῥάβδῳ σοβῶν. ἀλλὰ τί τοῦτο; δεδεμένον τινὰ ἐν
 αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ
 πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα,
 δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα.
 οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον
 καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν
 
 
 γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ
 Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν
 ἔοικας. 
 
 
 
 ΕΡΜΗΣ 
 Τί δ᾿ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον
 ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν
 τήμερον ἐγενόμην; 
 
 
 
 ΚΛΩΘΩ 
 Τίς δʼ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε; 
 
 
 
 ΕΡΜΗΣ 
 Τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο.
 ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν
 ὀδυρμῶν καὶ ὦν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας
 ἐστερῆσθαι λέγων. 
 
 
 
 ΚΛΩΘΩ 
 Εἶθ᾿ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος,
 ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου
 αὐτῷ νήματος;

ΕΡΜΗΣ 
 4 Ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος
 οὖτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες
 αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυγών·
 ἀφʼ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος,
 παῤ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ
 τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς
 εὐάγωγος ἦν· ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει,
 ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ
 δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ
 ανίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατʼ
 αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς
 
 
 ἔθος, ἀπαριθμοῦντος τῷ Λἰακῷ κἀκείνου λογιζομένου
 αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς
 πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδ᾿ ὅπως ὁ
 τρισκατάρατος ἀπιὼν ᾤχετο, ἐνέδει οὖν νεκρὸς
 εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς
 ὀφρῦς, “Μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ,” φησί, “χρῶ
 τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανᾣ παιδιαί· τὰ
 νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα.
 τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ
 σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παῤ ἕνα
 ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταί
 σε ἡ Ἄτροπος.” ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν
 λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν,
 κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς
 τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν
 ἄγουσαν πρὸς τὸ φῶς· εἵπετο δὲ αὐθαίρετός μοι
 ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος
 θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ·
 παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.

ΚΛΩΘΩ 
 5 Ἡμεῖς δέ, ὧ Χάρων, ὀλιγωρίαν ἢδη τοῦ Ἑρμοῦ
 κατεγινώσκομεν. 
 
 
 
 ΧΑΡΩΝ 
 Τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν
 γεγενημένης διατριβῆς; 
 
 
 
 ΚΛΩΘΩ 
 Εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη
 τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη,
 
 
 ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι,
 τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν
 τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ
 συντίθει· σὺ δέ, ὧ Ἑρμῆ, τὰ νεογνὰ ταυτὶ πρῶτα
 ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι; 
 
 
 
 ΕΡΜΗΣ 
 Ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι
 μετὰ τῶν ἐκτιθεμένων. 
 
 
 
 ΧΑΡΩΝ 
 Βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς
 ἥκεις ἄγων. 
 
 
 
 ΕΡΜΗΣ 
 Βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις
 ἐμβιβασώμεθα; 
 
 
 
 ΚΛΩΘΩM 
 Τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ
 με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν
 ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη.
 τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ
 ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους
 ἀράμενον παραγαγεῖν. 
 
 
 
 ΕΡΜΗΣ 
 Ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι,
 τακεροὶ πάντες καὶ πέπειροι καὶ καθ᾿ ὥραν
 τετρυγημένοι. 
 
 
 
 ΧΑΡΩΝ 
 Νὴ Δί᾿, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.

ΚΛΩΘΩ 
 6 Τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε·
 καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες
 
 
 
 ἥκετε· μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς
 ἐπισκέψομαι. πολεμοῦτας ἀποθανεῖν ἔδει χθὲς
 ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοἴς ὀγδοήκοντα καὶ τὸν
 Ὀξυάρτου υἱὸν μετ᾿ αὐτῶν Γωβάρην. 
 
 
 
 ΕΡΜΗΣ 
 Πάρεισι. 
 
 
 
 ΚΛΩΘΩ 
 Δι᾿ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ
 φιλόσοφος Θεαγένης διὰ τὴν ἐταίραν τὴν
 Μεγαρόθεν. 
 
 
 
 ΕΡΜΗΣ 
 Οὑτοιὶ πληςίον. 
 
 
 
 ΚΛΩΘΩ 
 Ποῦ δ᾿ οἱ περὶ τῆς βασιλείας ὑπ᾿ ἀλλήλων
 ἀποθανόντες; 
 
 
 
 ΕΡΜΗΣ 
 Παρεστᾶσιν. 
 
 
 
 ΚΛΩΘΩ 
 Ὁ δ’ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς
 θονευθείς; 
 
 
 
 ΕΡΜΗΣ 
 Ἰδού σοι πληςίον. 
 
 
 
 ΚΛΩΘΩ 
 Τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω
 δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκοπις μένους,
 οἱ δ᾿ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα
 ποῦ εἰσιν, ὦ Ἐρμῆ; 
 
 
 
 
 ΕΡΜΗΣ 
 Πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ
 γυναῖκας ἅμα βούλει παραγάγω; 
 
 
 
 ΚΛΩΘΩ 
 Μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα· καὶ
 γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ
 τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν
 μετʼ αὐτῶν Ἀγαθοκλέα.

7 ποῦ δʼ ὁ φιλόσοφος
 Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα
 καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε
 σηπιαν ὠμὴν ἀποθανεῖν; 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Πάλαι σοι παρέστηκα, βελτίστη Κλωθοῖ.
 τι δε με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν
 χρόνον; σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας.
 καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα
 διακόψας ἐλθεῖν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἄρρηκτον
 ἦν. 
 
 
 
 ΚΛΩΘΩ 
 Ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων
 ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ
 τύχῃ. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Μὰ Δί᾿, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον
 ἐμβιβασώμεθα· δέδια γὰρ μή σε παραπείσῃ
 δεόμενος.

ΚΛΩΘΩ 
 8 Φέρ᾿ ἴδω τίς ἐστι. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Μεγαπένθης ὁ Λακύδου, τύραννος. 
 
 
 
 ΚΛΩΘΩ 
 Ἐπίβαινε σύ. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς 
 ὀλίγον ἔασον ἄνελθεῖν. εἶτά σοι αὐτοματος ἥξω
 καλοῦντος μηδενός. 
 
 
 
 ΚΛΩΘΩ 
 Τί δὲ ἔστιν οὖ χάριν ἀφικέσθαι θέλεις; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον·
 ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται. 
 
 
 
 ΚΛΩΘΩ 
 Ληρεῖς· ἀλλὰ ἔμβαινε. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ· μίαν με
 ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω
 τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν
 εἶχον θησαυρὸν κατορωρυγμένον. 
 
 
 
 ΚΛΩΘΩ 
 Ἄραρεν· οὐκ ἂν τύχοις. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Ἀπολεῖται οὖν χρυςὸς τοσοῦτος; 
 
 
 
 ΚΛΩΘΩ 
 Οὐκ ἀπολεῖται. θάρει τούτου γε ἕνεκα· Μεγακλῆς
 γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται. 
 
 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας
 ἔγωγε οὐ προαπέκτεινα; 
 
 
 
 ΚΛΩΘΩ 
 Ἐκεῖνος αὐτός· καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα
 καὶ μικρόν τι πρός, τὰς παλλακίδας
 καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Ἀδικεῖς, Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις
 διανέμουσα. 
 
 
 
 ΚΛΩΘΩ 
 Σὺ γὰρ οὐχἰ Κυδιμάχου αὐτὰ ὄντα, γενναιότατε,
 παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ
 τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Ἀλλὰ νῦν ἐμὰ ἦν. 
 
 
 
 ΚΛΩΘΩ 
 Οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεαως.

ΜΕΓΑΠΕΝΘΗΣ 
 9 Ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος
 εἰπεῖν βούλομαι· ὑμεῖς δὲ ἀπόστητε πρὸς
 ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα
 χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι
 τήμερον. 
 
 
 
 ΚΛΩΘΩ 
 Ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ
 μνήμης ἔχεις; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω
 οὓς ἔλαβον ἀποκτείνας Κλεόπριτον, ἕλκοντας
 ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν. 
 
 
 
 
 ΚΛΩΘΩ 
 Ἕλκετε αὐτόν· ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι
 ἡμῖν ἑκών. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ
 τὰ νεώρια· ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε
 μόνας ἡμέρας. 
 
 
 
 ΚΛΩΘΩ 
 Ἀμέλησον· ἄλλος τειχιεῖ. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ. 
 
 
 
 ΚΛΩΘΩ 
 Τὸ ποῖον; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι
 Πισίδας καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα
 ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα
 ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον. 
 
 
 
 ΚΛΩΘΩ 
 Οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ
 σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.

ΜΕΓΑΠΕΝΘΗΣ 
 10 Καὶ μὴν ἐγγυητὰς ὑπῖν ἕτοιμος παρασχέσθαι
 τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ,
 καὶ ἄντανδρον ὑμῖν ἀντ᾿ ἐμαυτοῦ παραδώσω τὸν
 ἀγαπητόν. 
 
 
 
 ΚΛΩΘΩ 
 Ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς
 καταλιπεῖν; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Πάλαι ταῦτα ηὐχόμην· νυνὶ δὲ ὁρῶ τὸ βέλτιον. 
 
 
 
 
 
 ΚΛΩΘΩ 
 Ἥξει κἀκεῖνός σοι μετʼ ὀλίγον ὑπὸ τοῦ νεωστὶ
 βασιλεύοντος ἀνῃρημενος.

ΜΕΓΑΠΕΝΘΗΣ 
 11 Οὐκοῦν ἀλλὰ. τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά
 μοι. 
 
 
 
 ΚΛΩΘΩ 
 Τὸ ποῖον; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἔξει τὸν
 τρόπον. 
 
 
 
 ΚΛΩΘΩ 
 Ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν
 γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν
 ἐμοίχευεν. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα
 ἐλεύθερον; 
 
 
 
 ΚΛΩΘΩ 
 Ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ
 τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες δὲ
 καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι
 πάντες ἀνατετραμμενοι γέλωτα παρέξουσι τοῖς
 θεωμένφις. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει 
 τοῖς δρωμένοις; 
 
 
 
 ΚΛΩΘΩ 
 Τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενομενος;
 ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες
 καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα
 
 
 
 
 νοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀοχῆς
 ὄντες φίλοί καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Καὶ μὴν σπένδοντες ἐν τοῖς συμποςίοις μεγάλῃ
 τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν
 ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι·
 καὶ ὅλως, ὅρκος αὐτοῖς ἢν ἐγώ. 
 
 
 
 ΚΛΩΘΩ 
 Τοιγαροῦν παρ’ ἑνὶ αὐτῶν χθὲς δειπνήσας απεθανες·
 τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο
 δευρὶ κατέπεμψέ σε. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Τοῦτ᾿ ἄρα πικροῦ τινος ᾐσθόμην τί βουλόμενος
 δὲ ταῦτα ἔπραξε; 
 
 
 
 ΚΛΩΘΩ 
 Πολλά με ἀνακρίνες, ἐμβῆναι δέον.

ΜΕΓΑΠΕΝΘΗΣ 
 12 Ἔν με πνίηει μάλιστα, ὦ Κλωθοἱ, δι᾿ ὅπερ
 ἐπόθουν κἃν πρὸς ὀλίγου ἐς τὸ φῶς ἀνακῦψαι
 πάλιν. 
 
 
 
 ΚΛΩΘΩ 
 Τι δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες
 εἶναι. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα
 εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ
 οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης—οὐδεὶς γὰρ
 οὐδὲ ἐφύλαττέ με—Γλυκέριον τὴν παλλάκιδα
 
 
 
 ἐπαιμου—καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν—
 παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει
 καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτ᾿ ἐπειδὴ ἅλις
 εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, “Σὺ
 μέντοι,” φησίν, “ὦ μιαρὸν ἀνθρώπιον, πληγάς
 μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·” καὶ
 ταῦθʼ ἄμα λέγων παρέτιλλέ τέ με καὶ κατὰ κόρρης
 ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας
 μου καί, “Εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,”
 ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ
 εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη
 καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ
 ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα
 τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα
 καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο.
 ὦν εἰ λαβοίμην—

ΚΛΩΘΩ 
 13 Παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη
 σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον
 λαβεῖν; 
 
 
 
 ΚΛΩΘΩ 
 Κατὰ τυραννου μεν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ
 Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ
 κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην· τὸ δὲ
 νῦν ἔχον μὴ διάτριβε. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων
 ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως·
 ἀναβιῶναί με ἔασον μόνον. 
 
 
 
 
 ΚΛΩΘΩ 
 Ποῦ στιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ,
 σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη
 ἑκών. 
 
 
 
 ΕΡΜΗΣ 
 Ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ,
 παὶ τὸ δεῖνα, ὅπως ἀαφλῶς— 
 
 
 
 ΧΑΡΩΝ 
 Αμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. 
 
 
 
 ΚΛΩΘΩ 
 Ὅτι τί; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον
 μυρίους. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσι
 σκαιὸν ὄντα; πικρὰν δʼ οὖν τὴν τυραννίδα ἔξεις
 γευσάμενος τοῦ ξύλου. 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι
 τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος
 ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ
 δεῖν προσεπαττάλευσα; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Τονγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ
 προσπεπατπροσπεπατταλευμένος.

ΜΙΚΥΛΑΟΣ 
 14 Εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος;
 ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί
 με δεῖ; 
 
 
 
 
 
 ΚΛΩΘΩ 
 Σὺ δὲ τίς εἶ; 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Ὁ σκυτοτόμος Μίκυλλος. 
 
 
 
 ΚΛΩΘΩ 
 Εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος
 ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον;
 θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ
 διατριβή. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Ἄκουσον, ὦ βελτίστη Μοιρῶν· οὐ πάνυ με ἡ τοῦ
 Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι
 ὅτι “πύματον ἐγὼ τὸν Οὖτιν κατέδομαι”· ἄν τε
 γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν.
 ἄλλως τε οὐδ᾿ ὅμοια τἀμὰ τοῖς τῶν πλουσίων·
 ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν· ὁ μέν
 γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον,
 φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν
 τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους
 καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας
 εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν
 ἤχθετο· οὐ γὰρ οἷθ᾿ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται
 τοῖς τοιούτοις ἡ ψνχὴ καὶ οὐκ ἐθέλει
 ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα·
 μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὖτος
 ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς.
 ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι
 καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς,
 δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Ἅιδην
 φέρουσαν ὁδόν· ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω
 
 
 καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν
 τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος
 ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθά
 σε καταλιπαρῶν. ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον
 ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν,
 οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος
 ἦν, κἀπειδὴ μόνον ἡ Ἀτροπος ἔνευσέ μοι, ἄσμενος
 ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα—κρηπῖδα
 γάρ τινα ἐν ταῖν χεροῖν εἶχον—ἀναπηδήσας εὐθὺς
 ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος
 εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω ὁρῶν· οὐδὲν
 γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει.
 καὶ νὴ Δί᾿ ἤδη καλὰ τὰ παῤ ὑμῖν πάντα ὁρῶ· τότε
 γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον
 διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ. τεκμαίρομαι
 δὲ μηδʼ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας
 ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ δὲ μέγιστον,
 μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδʼ ὑπὸ
 τῶν δυνατωτέρων ῥαπίζεσθαι. εἰρήνη δὲ πᾶσι καὶ
 πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα· ἡμεῖς μὲν
 οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν
 οἱ πλούσιοι.

ΚΛΩΘΩ 
 16 Πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων. τί
 δʼ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν; 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Ἄκουσον, ὦ τιμιωτάτη μοι θεῶν· παροικῶν ἄνω
 τῷ τυράννῳ πάνυ ἀκριβῶς ἑώρων τὰ γνγνόμενα
 παῤ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι·
 τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον,
 καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν
 
 
 
 χρνυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς
 κλίνας τὰς ἀργυρόποδας· ἔτι δὲ καὶ ἡ κνῖσα ἡ
 τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με,
 ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι
 κατεφαίνετο καὶ μονονουχὶ πάντων καλλίων
 καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος
 τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν
 ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων.
 ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι
 ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον
 κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς
 κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ
 μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ
 θαλάττῃ κοχλίδων.

17 οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ
 τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα
 ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων,
 ἀλλʼ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει
 τὴν οὐσίαν ἀπολιπών, —οὗτος γὰρ
 ἄγχιστα ἧν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν
 κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον—οὐκ εἶχον ὅπως
 καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος
 ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ
 μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις
 πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο,
 κατὰ μικρὸν συλλέγων τὰ μετʼ ὀλίγον ἐκχυθησόμενα
 πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. ἀλλὰ τί
 οὐκ ἀπερχόμεθα ἤδη; καὶ μεταξὺ γὰρ πλέοντες τὰ
 λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες. 
 
 
 
 
 ΚΛΩΘΩ 
 Ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ
 ἀγκύριον.

ΧΑΡΩΝ 
 18 Οὗτος, ποῖ φέρῃ; πλῆρες ἤδη τὸ σκάφος· αὐτοῦ
 περίμενε εἰς αὔριον· ἕωθέν σε διαπορθμεύσομεν. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν ἀπολιμπάνων·
 ἀμέλει γράψομαί σε παρανόμαων ἐπὶ
 τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν κακῶν· ἤδη
 πλέουσιν· ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι.
 καίτοι τί οὐ διανήχομαι κατʼ αὐτούς; οὐ γὰρ δέδια
 μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς· ἄλλως
 τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν. 
 
 
 
 ΚΛΩΘΩ 
 Τί τοῦτο; περίμεινον, ὦ Μίκυλλε· οὐ θέμις
 οὕτω σε διελθεῖν. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι. 
 
 
 
 ΚΛΩΘΩ 
 Μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβω
 αὐτόν· καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον.

ΧΑΡΩΝ 
 19 Ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς
 ὁρᾷς. 
 
 
 
 ΕΡΜΗΣ 
 Ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου. 
 
 
 
 ΚΛΩΘΩ 
 Καλῶς ὁ Ἑρμῆς ἐνενόησεν. 
 
 
 
 
 ΧΑΡΩΝ 
 Ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου
 καταπάτει· ἡμεῖς δὲ εὐπλοῶμεν. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας
 ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν
 ἔχοιμι δοῦναί σοι καταπλεύσας· πλέον γὰρ οὐδέν
 ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου·
 τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ πρόσκωπος
 εἶναι· μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ
 καρτερόν μοι ἐρετμὸν δῷς μόνον. 
 
 
 
 ΧΑΡΩΝ 
 Ἔρεττε· καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ
 λαβεῖν. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ἦ καὶ ὑποκελεῦσαι δεήσει; 
 
 
 
 ΧΑΡΩΝ 
 Νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν
 ναυτικῶν. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλ᾿, ὁρᾷς, ἀντεπηχοῦσιν
 οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα
 ἐπιταραχθήσεται.

ΝΕΚΡΟΙ 
 20 Οἴμοι τῶν κτημάτων.—Οἴμοι τῶν ἀγρῶν.—
 Ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον.—Ὅσα τάλαντα
 ὁ κληρονόμος σπαθήσει παραλαβών.—
 Αἰαῖ τῶν νεογνῶν μοι παιδίων.—Τίς ἄρα τὰς
 ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην; 
 
 
 
 
 
 ΕΡΜΗΣ 
 Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ
 θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Ἄπαγε· οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμ 
 εὐπλοῶν. 
 
 
 
 ΕΡΜΗΣ 
 Ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ.
 οἴμοι τῶν καττυμάτων· οἴμοι τῶν κρηπίδων τῶν
 παλαιῶν· ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι
 ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος
 διαμενῶ, οὐδὲ τοῦ χειμόῶνος ἀνυπόδητός τε καὶ
 ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ
 κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει
 καὶ τὸ κεντητήριον; 
 
 
 
 ΕΡΜΗΣ 
 Ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη
 καταπεπλεύκαμεν.

ΧΑΡΩΝ 
 21 Ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε·
 καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ
 τὸν ὀβολόν, ὦ Μίκυλλε. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Παίζεις, ὧ Χάρων, ἢ καθ᾿ ὕδατος, φασίν, γράφεις
 παρὰ Μικύλλου δή τινα ὀβολὸν προσδοκῶν.
 ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ
 ὀβολὸς ἢ στρογγύλον. 
 
 
 
 ΚΑΡΩΝ 
 Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον.
 
 
 
 ἀποβαίνετε δʼ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ
 κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ
 ἤδη κἀκεῖνα δεῖ. 
 
 
 
 ΚΛΩΘΩ 
 Ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών· ἐγὼ δὲ
 αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην
 καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι
 γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι. 
 
 
 
 ΕΡΜΗΣ 
 Προΐωμεν, ὦ οὖτοι· μᾶλλον δὲ πάντες ἑξῆς
 ἕπεσθέ μοι.

ΜΙΚΥΛΛΟΣ 
 22 Ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς
 Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων
 Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ
 οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλʼ ἤδη καὶ τὸ
 τριβώνιον τέως ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον
 γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως· ἀφανῆ γὰρ
 ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα.
 Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ἐνταῦθα λέγω σοι, Μίκυλλε· ἀλλʼ ἅμα, εἰ
 δοκεῖ, βαδίζωμεν. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Εὖ λέγεις· ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι,
 —ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια—οὐχ
 ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Εὖ λέγεις· ἰδοὺ γοῦν προσέρχεται δᾳδουχοῦσά
 
 
 
 
 τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ
 ἄρα που Ἐρινύς ἐστιν; 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Ἔοικεν ἀπό γε τοῦ σχήματος.

ΕΡΜΗΣ 
 23 Παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ
 τοῖς χιλίοις. 
 
 
 
 ΤΙΣΙΦΟΝΗ 
 Καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὖτος ὑμᾶς
 περιμένει. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Πρόσαγε αὐτούς, Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ,
 κήρυττε καὶ προσκάλει. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον
 ἐπίσκεψαι παραγαγων. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Τίνος ἕνεκα; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς 
 ἃ συνεπίσταμαι πονηρὰ δράσααντι αὐτῷ παρὰ τὸν
 βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ
 οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν
 τινα ἐβίωσα τὸν τρόπον. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Τίς δὲ σύ; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Δεῦῤ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι,
 σὺ δὲ προσκάλει τοὺς κατηγόρους.

ΕΡΜΗΣ 
 24 Εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο
 προσίτω. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Οὐδεὶς προσέρχεται. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ἀλλʼ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε· ἀπόδυθι
 δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην; 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ
 τὸν βίον, καθʼ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα
 ἐπὶ τῆς ψυχῆς περιφέρει. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ἰδού σοι γυμνὸς παρέστηκα· ὥστε ἀναζήτει
 ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν
 ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων.
 καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ
 τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται,
 μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὧ Κυνίσκε, ἢ
 πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 σοι φράσοω· πάλαι πονηρὸς διʼ ἀπαιδευσίαν
 γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας
 στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην
 κατʼ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς
 ἀπελουσάμην. 
 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος
 τῷ φαρμάκῳ. ἀλλʼ ἄπιθι ἐς τὰς Μακάρων
 νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας
 γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει.

ΜΙΚΥΛΛΟΣ 
 25 Καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ
 βραχείας τινὸς ἐξετάσεως δεόμενον· πάλαι γοῦν
 σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει. 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Τίς δὲ ὢν τυγχάνεις; 
 
 
 
 ΜΙΚΥΛΛΟΣ 
 Ὁ σκυτοτόμος Μίκυλλος. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος·
 ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί.
 τὸν τύραννον ἤδη προσκάλει. 
 
 
 
 ΕΡΜΗΣ 
 Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ;
 πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλ᾿
 αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον
 ὠθοῦσα. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Σὺ δέ, Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη·
 πλησίον γὰρ ἁνὴρ οὑτοσί.

ΚΥΝΙΣΚΟΣ 
 26 Τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει· γνώσῃ γὰρ αὐτὸν
 αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων.
 ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ
 λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ τρισκατάρατος
 
 
 
 ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν
 μοι δοκῶ· ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος 
 καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς
 τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε
 πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων
 ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον
 ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν,
 ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν
 ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων
 καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον
 τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε
 καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος
 οὐδὲ κατ᾿ ἀξίαν δύναιο ἂν παῤ αὐτοῦ
 λαβεῖν τὴν δίκην· ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις
 ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν
 ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καίνουργὸν
 αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὅς
 γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα
 ὅτι μὴ ἄλλως κενή τίς ἐστι κατ᾿ αὐτοῦ διαβολή,
 αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπʼ αὐτοῦ πεφονευμένους·
 μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι
 καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες,
 ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ
 μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες,
 οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες,
 οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν
 δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς
 δρωμένοις.

ΡΑΔΑΜΑΝΘΥΣ 
 27 Τί πρὸς ταῦτα φής, ὧ μιαρὲ σύ; 
 
 
 
 ΜΕΓΑΠΕΝΘΗΣ 
 Τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δ᾿
 ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων
 ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα
 πάντα Κυνίσκος μου κατεψεύσατο. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι
 μάρτυρας. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Τίνας τούτους λέγεις; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ
 τὴν κλίνην· μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες,
 οἷα πράττοντι συνηπίσταντο αὐτῷ. 
 
 
 
 ΕΡΜΗΣ 
 Ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παράστων. 
 εὖ γε ἐποίησαν ὑπακούσαντες. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Εἴπατε οὖν ὑμεῖς ἂ σύνιστε Μεγαπένθει τούτῳ·
 προτέρα δὲ σὺ ἡ Κλίνη λέγε. 
 
 
 
 ΚΛΙΝΗ 
 Πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι
 ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι·
 τοιαῦτα ἦν ἃ ἐπ᾿ ἐμοῦ διεπράττετο. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν
 αὐτὰ ὑπομένουσα, καὶ σὺ δὲ ὁ Λύχνος ἤδη
 μαρτύρει. 
 
 
 
 
 
 ΛΥΧΝΟΣ 
 Ἐγὼ τὰ μεθʼ ἡμέραν μὲν οὐκ εἶδον· οὐ γὰρ
 παρῆν· ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν,
 ὀκνῶ λέγειν· πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ
 καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι
 πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι
 θέλων· ὁ δὲ καὶ προσῆγέ με τοῖς δραωμένοις καὶ τὸ
 φῶς μου πάντα τρόπον κατεμίαινεν.

ΡΑΔΑΜΑΝΘΥΣ 
 28 Ἅλις ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν
 πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδοωμεν τῶν στιγμάταων.
 παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον
 δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν
 οὖν κολασθείη τρόπον; ἆῤ ἐς τὸν Πυριφλεγέθοντά
 ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ; 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Μηδαμῶς· ἀλλʼ εἰ θέλεις, ἐγώ σοι καινήν τινα
 καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν
 εἴσομαι. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι
 πίνειν τὸ Λήθης ὕδωρ. 
 
 
 
 ΡΑΔΑΜΑΝΘΥΣ 
 Πάνυ μὲν οὖν. 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Oὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.

ΡΑΔΑΜΑΝΘΥΣ 
 29 Διὰ τί δή; 
 
 
 
 
 ΚΥΝΙΣΚΟΣ 
 Χαλεπήν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἱος
 ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος
 τὴν τρυφήν. 
 
 
 
 ΡΑΔΛΜΛΝΘΥΣ 
 Εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν
 Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος
 ὦν ἔπραξε παρὰ τὸν βίον.