Πολυβίῳ τῷ Μεγαλοπολίτῃ, μνήμῃ παραδοῦναι τὰ καθ̓ ἑαυτὸν ἀξιόλογα
 τῶν ἔργων προελομένῳ, καλῶς ἔχειν ἐφάνη δἰ αὐτῶν ἐπιδεῖξαι τῶν
 πράξεων ὅπως οἱ Ῥωμαῖοι μετὰ τὸν τῆς πόλεως οἰκισμὸν ἑξακοσίοις
 ἔτεσι τοῖς περιοίκοις προσπολεμήσαντες μεγάλην ἀρχὴν οὐκ ἐκτήσαντο,
 μέρος δέ τι τῆς Ἰταλίας ὑφ̓ ἑαυτοὺς ποιησάμενοι, καὶ τούτου μετὰ τὴν
 Ἀννίβα διάβασιν καὶ τὴν ἐν Κάνναις ἧτταν ἐκπεπτωκότες, αὐτοῖς δὲ
 τοῖς τείχεσι τοὺς πολεμίους ὁρῶντες ἐπικειμένους, εἰς τοσοῦτον
 μέγεθος ἤρθησαν τύχης ὥστε ἐν οὐδὲ ὅλοις τρισὶ καὶ πεντήκοντα ἔτεσιν
 μὴ μόνον Ἰταλίαν ἀλλὰ καὶ Λιβύην κατακτήσασθαι πᾶσαν, ἤδη δὲ καὶ
 τοὺς ἑσπερίους Ἴβηρας ὑφ̓ ἑαυτοὺς καταστῆσαι, ἐπεὶ δὲ τοῦ πλείονος
 ἐφιέμενοι τὸν Ἰόνιον ἐπεραιώθησαν κόλπον, Ἑλλήνων τε ἐκράτησαν καὶ
 Μακεδόνας παρέλυσαν τῆς ἀρχῆς, αὐτόν τε ὃς τηνικαῦτα τούτων
 ἐβασίλευε ζωγρίαν ἑλόντες εἰς τὴν Ῥώμην ἀνήγαγον.

ἀλλὰ τούτων μὲν οὐκ ἄν τις ἀνθρωπίνην ἰσχὺν αἰτιάσαιτο, Μοιρῶν δὲ
 ἀνάγκην ἢ ἀστρῴων κινήσεων ἀποκαταστάσεις ἢ θεοῦ βούλησιν τοῖς ἐφ̓
 ἡμῖν μετὰ τὸ δίκαιον ἀκόλουθον οὖσαν. ταῦτα γὰρ εἱρμόν
 τινα αἴτιον τοῖς ἐσομένοις εἰς τὸ τοιῶσδε δοκεῖν ἐκβαίνειν
 ἐπιτιθέντα, δόξαν τοῖς ὀρθῶς τὰ πράγματα κρίνουσιν ἐμποιεῖ τοῦ θείᾳ
 τινὶ προνοίᾳ τὴν τῶν ἀνθρωπίνων ἐπιγεγράφθαι διοίκησιν, ὥστε
 εὐφορίας μὲν συνιούσης ψυχῶν εὐθενεῖν, ἀφορίας δὲ ἐπιπολαζούσης ἐς
 τὸ νῦν ὁρώμενον σχῆμα κατενεχθῆναι. χρὴ δὲ ἐπὶ τῶν πραγμάτων ὃ λέγω
 διασαφῆσαι.

Μετὰ τὴν ἐν Τροίᾳ στρατείαν ἄχρι τῆς ἐν Μαραθῶνι μάχης ἐλλόγιμον
 οὐδὲν οἱ Ἕλληνες φαίνονται πεπραχότες οὔτε πρὸς ἑαυτοὺς οὔτε πρὸς
 ἕτερον. Δαρείου δὲ αὐτοῖς διὰ τῶν ὑπάρχων πολλαῖς μυριάσιν
 ἐπιστρατεύσαντος, Ἀθηναίων ὀκτακισχίλιοι θείᾳ τινὶ ῥοπῇ γενόμενοι
 κάτοχοι, τοῖς παρατυχοῦσιν ἐξοπλισάμενοι καὶ ὑπαντήσαντες δρόμῳ,
 τοσοῦτον ἐκράτησαν ὥστε ἐννέα μὲν ἀνελεῖν μυριάδας, τοὺς δὲ
 λειπομένους ἀποδιῶξαι τῆς χώρας.

αὕτη πεποίηκεν ἡ μάχη περιφανέστερα τῶν Ἑλλήνων τὰ πράγματα. Ξέρξου
 δὲ μετὰ τὴν Δαρείου τελευτὴν πολλῷ μείζονι παρασκευασαμένου δυνάμει
 καὶ πᾶσαν τοῖς Ἕλλησι τὴν Ἀσίαν ἐπαγαγόντος, πληρώσαντός τε τὴν μὲν
 θάλατταν νεῶν πεζῶν δὲ τὴν γῆν, ἐπειδὴ διαβαίνειν ἀπὸ τῆς Ἀσίας ἐπὶ
 τὴν Εὐρώπην ἐχρῆν, ὡς οὐκ ἀρκούντων αὐτῷ τῶν στοιχείων εἰς ὑποδοχὴν
 τοῦ στρατεύματος εἰ μὴ καὶ τὰς ἀλλήλων ὑφαρπάσαιεν χρείας, ἐζεύγνυτο
 μὲν ὁ Ἑλλήσποντος πάροδον διδοὺς τοῖς πεζῇ διαβαίνουσιν, ὠρύττετο δὲ
 ὁ Ἄθως ἅμα τῇ θαλάττῃ καὶ τὰς ναῦς εἰσδεχόμενος.

ἐκπεπληγμένη δὲ καὶ πρὸς αὐτὴν τὴν ἀκοὴν ἡ Ἑλλὰς ἐκ τῶν
 ὄντων ὅμως παρεσκευάζετο, ναυμαχίας τε ἐν Ἀρτεμισίῳ καὶ πάλιν ἐν
 Σαλαμῖνι γενομένης τοσούτῳ λαμπροτέρᾳ τῆς προτέρας ἐχρήσατο νίκῃ,
 ὥστε Ξέρξην μὲν ἀγαπητῶς περισωθέντα φυγεῖν, τὸ πλεῖστον τῆς
 δυνάμεως ἀποβαλόντα, τοὺς δὲ περιλελειμμένους ἐν Πλαταιαῖς ἄρδην
 ἀπολομένους μεγάλην τοῖς Ἕλλησι δόξαν καταλιπεῖν, δἰ ἧς καὶ τοὺς τὴν
 Ἀσίαν οἰκοῦντας Ἕλληνας ἠλευθέρωσαν καὶ σχεδὸν πασῶν τῶν νήσων
 ἐκράτησαν.

Εἰ μὲν οὖν ἐφ̓ ἑαυτῶν διετέλεσαν ὄντες καὶ τοῖς παροῦσιν ἀρκούμενοι,
 καὶ μὴ διέστησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι περὶ τῆς τῶν Ἑλλήνων
 ἡγεμονίας ἀλλήλοις φιλονεικοῦντες, οὐκ ἂν ἕτεροί ποτε τῆς Ἑλλάδος
 ἐγένοντο κύριοι. τοῦ δὲ Πελοποννησιακοῦ πολέμου τὰς δυνάμεις τοῖς
 Ἕλλησιν ἐλαττώσαντος, περιστήσαντός τε εἰς χρημάτων ἀπορίαν τὰς
 πόλεις, γέγονεν χώρα Φιλίππῳ τὴν βασιλείαν, ἣν διεδέξατο πρὸς οὐδένα
 τῶν πλησιοχώρων ἀξιόμαχον οὖσαν, τέχναις τισὶ καὶ περινοίαις
 αὐξῆσαι:

χρήμασι γὰρ τὰς οὔσας αὐτῷ δυνάμεις καὶ τῶν συμμάχων ὅσοι
 προσεγίνοντο θεραπεύων, οὕτω τε μέγας ἐκ μικροῦ γεγονώς, τὸν ἐν
 Χαιρωνείᾳ πρὸς Ἀθηναίους διηγωνίσατο πόλεμον. πᾶσι δὲ μετὰ τὴν νίκην
 χειροήθως καὶ ἠπίως προσενεχθεὶς ἤδη καὶ τῇ Περσῶν ἐπιθέσθαι
 βασιλείᾳ διενοεῖτο, δύναμίν τε ἀξιόχρεων πρὸς τοῦτο συναγαγὼν ἐν
 παρασκευαῖς τὸν βίον ἀπέλιπεν.

Ἀλέξανδρος δὲ παραλαβὼν τὴν βασιλείαν, καὶ παραχρῆμα τὰ κατὰ τοὺς
 Ἕλληνας διαθείς, τρίτῳ τῆς βασιλείας ἔτει μετὰ δυνάμεως ἀρκούσης ἐπὶ
 τὴν Ἀσίαν ἐστέλλετο ῥᾳδίως δὲ τοὺς ἀντιστάντας αὐτῷ σατράπας
 νενικηκὼς ἐπ̓ αὐτὸν προῄει Δαρεῖον, ἀναριθμήτῳ στρατῷ τοὺς ἐν Ἰσσῷ
 τόπους κατειληφότα. συμπεσὼν δὲ τοῖς Πέρσαις εἰς χεῖρας
 καὶ τὸ πάσης ἐπέκεινα πίστεως τρόπαιον στήσας Δαρεῖον μὲν ἔτρεψεν
 εἰς φυγήν, αὐτὸς δὲ εἴχετο τῆς ἐπὶ Φοινίκην καὶ Συρίαν τὴν
 Παλαιστίνην ὁδοῦ.

τὰ μὲν οὖν ἐν Τύρῳ καὶ Γάζῃ πραχθέντα μαθεῖν ἔνεστιν ἐξ ὧν οἱ τὰ περὶ
 Ἀλεξάνδρου γράψαντες ἱστορήκασιν: αὐτὸς δὲ παρελθὼν ἐπὶ τὴν
 Αἴγυπτον, τῷ τε Ἄμμωνι προσευξάμενος καὶ τὰ περὶ τὸν Ἀλεξανδρείας
 οἰκισμὸν εὖ μάλα διοικησάμενος, ἐπανῄει τὰ λειπόμενα τοῦ πρὸς Πέρσας
 πολέμου πληρώσων.

πάντας δὲ φιλίους εὑρὼν ἐπὶ τὴν μέσην διέβη τῶν ποταμῶν, καὶ
 πυθόμενος Δαρεῖον μείζονι πολλῷ στρατῷ παρεσκευάσθαι, μετὰ τῆς οὔσης
 αὐτῷ δυνάμεως ὡς εἶχεν ὁρμήσας καὶ τὴν μάχην εἰς Ἄρβηλαν πρὸς αὐτὸν
 ποιησάμενος τοσοῦτον ἐκράτησεν ὥστε πάντας μὲν σχεδὸν ἀνελεῖν,
 Δαρείου δὲ σὺν ὀλίγοις φυγόντος τὴν ἀρχὴν καταλῦσαι Περσῶν.

Ἐπεὶ δὲ Δαρεῖον μὲν Βῆσος ἀνεῖλεν, Ἀλέξανδρος δὲ μετὰ τὰς ἐν Ἰνδοῖς
 πράξεις ἐπανελθὼν εἰς Βαβυλῶνα τοῦ βίου μετέστη, τότε δὴ τῆς
 Μακεδόνων ἀρχῆς εἰς σατραπείας διαιρεθείσης, οὕτω τε τοῖς πρὸς
 ἀλλήλους συνεχέσι πολέμοις ἐλαττωθείσης, ἡ τύχη Ῥωμαίοις τὰ
 λειπόμενα τῆς Εὐρώπης πεποίηκεν ὑποχείρια.

καὶ διαβάντες εἰς τὴν Ἀσίαν καὶ πρὸς τοὺς ἐν τῷ Πόντῳ βασιλεῖς καὶ
 πρὸς Ἀντίοχον πολεμήσαντες, ὕστερον δὲ καὶ πρὸς τοὺς ἐν
 Αἰγύπτῳ δυνάστας, ἕως μὲν ὅτε τὰ τῆς ἀριστοκρατίας ἐφυλάττετο,
 προστιθέντες ἔτους ἑκάστου τῇ ἀρχῇ διετέλουν, τῶν ὑπάτων
 ὑπερβαλέσθαι ταῖς ἀρεταῖς ἀλλήλους φιλονεικούντων: τῶν δὲ ἐμφυλίων
 πολέμων Σύλλα τε καὶ Μαρίου καὶ μετὰ ταῦτα Ἰουλίου Καίσαρος καὶ
 Πομπηίου Μάγνου διαφθειράντων αὐτοῖς τὸ πολίτευμα, τῆς ἀριστοκρατίας
 ἀφέμενοι μόναρχον Ὀκταβιανὸν εἵλοντο, καὶ τῇ τούτου γνώμῃ τὴν πᾶσαν
 διοίκησιν ἐπιτρέψαντες ἔλαθον ἑαυτοὺς κύβον. ἀναρρίψαντες ἐπὶ ταῖς
 πάντων ἀνθρώπων ἐλπίσιν καὶ ἑνὸς ἀνδρὸς ὁρμῇ τε καὶ ἐξουσίᾳ τοσαύτης
 ἀρχῆς καταπιστεύσαντες κίνδυνον.

εἴτε γὰρ ὀρθῶς καὶ δικαίως ἕλοιτο μεταχειρίσασθαι τὴν ἀρχήν, οὐκ ἂν
 ἀρκέσοι πᾶσιν κατὰ τὸ δέον προσενεχθῆναι, τοῖς πορρωτάτω που
 διακειμένοις ἐπικουρῆσαι μὴ δυνάμενος ἐξ ἑτοίμου, ἀλλ̓ οὔτε ἄρχοντας
 τοσούτους εὑρεῖν οἳ σφῆλαι τὴν ἐπ̓ αὐτοῖς αἰσχυνθήσονται ψῆφον, οὔτε
 ἄλλως ἠθῶν τοσούτων ἁρμόσαι διαφοραῖς. εἴτε διαφθείρων τῆς βασιλείας
 τοὺς ὅρους εἰς τυραννίδα ἐξενεχθείη, συνταράττων μὲν τὰς ἀρχάς,
 περιορῶν δὲ τὰ πλημμελήματα, χρημάτων δὲ τὸ δίκαιον ἀλλαττόμενος,
 οἰκέτας δὲ τοὺς ἀρχομένους ἡγούμενος, ὁποῖοι τῶν αὐτοκρατόρων οἱ
 πλείους, μᾶλλον δὲ πάντες σχεδὸν πλὴν ὀλίγων γεγόνασι, τότε δὴ πᾶσα
 ἀνάγκη κοινὸν εἶναι δυστύχημα τὴν τοῦ κρατοῦντος ἄλογον
 ἐξουσίαν:

οἵ τε γὰρ κόλακες παρὰ τούτου δωρεῶν καὶ τιμῶν ἀξιούμενοι τῶν
 μεγίστων ἀρχῶν ἐπιβαίνουσιν, οἵ τε ἐπιεικεῖς καὶ ἀπράγμονες μὴ τὸν
 αὐτὸν ἐκείνοις αἱρούμενοι βίον εἰκότως σχετλιάζουσιν οὐ
 τῶν αὐτῶν ἀπολαύοντες, ὥστε ἐκ τούτου τὰς μὲν πόλεις στάσεων
 πληροῦσθαι καὶ ταραχῶν, τὰ δὲ πολιτικὰ καὶ στρατιωτικὰ κέρδους
 ἥττοσιν ἄρχουσιν ἐκδιδόμενα καὶ τὸν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ
 ὀδυνηρὸν τοῖς χαριεστέροις ποιεῖν καὶ τῶν στρατιωτῶν τὴν ἐν τοῖς
 πολέμοις προθυμίαν ἐκλύειν.

Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, αὐτὴ σαφῶς ἔδειξε τῶν
 ἐκβεβηκότων ἡ πεῖρα καὶ τὰ εὐθὺς συμπεσόντα κατὰ τὴν Ὀκταβιανοῦ
 βασιλείαν. ἥ τε γὰρ παντόμιμος ὄρχησις ἐν ἐκείνοις εἰσήχθη τοῖς
 χρόνοις, οὔπω πρότερον οὖσα, Πυλάδου καὶ Βαθύλλου πρώτων αὐτὴν
 μετελθόντων, καὶ προσέτι γε ἕτερα πολλῶν αἴτια γεγονότα μέχρι τοῦδε
 κακῶν.

Ὀκταβιανοῦ δὲ ὅμως δόξαντος μετρίως μεταχειρίζεσθαι τὴν ἀρχήν, ἐξ οὗ
 μάλιστα ταῖς Ἀθηνοδώρου τοῦ Στωικοῦ συμβουλαῖς ἐπείσθη, Τιβέριος ὁ
 παρὰ τούτου διαδεξάμενος τὴν ἀρχὴν εἰς ἔσχατον ὠμότητος ἐκτραπεὶς
 ἀφόρητός τε δόξας εἶναι τοῖς ὑπηκόοις ἀπεδιώκετο καὶ ἔν τινι νήσῳ
 κρυπτόμενος ἐτελεύτησεν. Γάϊος δὲ Καλλίγουλα πᾶσι τοῖς ἀτοπήμασι
 τοῦτον ὑπερβαλόμενος ἀνῃρέθη, Χαιρέου διὰ τοῦ τοιούτου τολμήματος
 ἐλευθερώσαντος πικρᾶς τὸ πολίτευμα τυραννίδος.

Κλαυδίου δὲ τὰ καθ̓ ἑαυτὸν εὐνούχοις ἀπελευθέροις ἐκδόντος καὶ μετ̓
 αἰσχύνης ἀπαλλαγέντος, Νέρων τε καὶ οἱ μετ̓ αὐτὸν εἰς μοναρχίαν
 παρῄεσαν, περὶ ὧν ἔκρινα μηδὲν παντάπασιν διελθεῖν, ὡς
 ἂν μηδὲ ἐπ̓ ἐκμελέσι καὶ ἀλλοκότοις πράξεσιν αὐτῶν καταλείποιτο
 μνήμη.

Οὐεσπασιανοῦ δὲ καὶ τοῦ παιδὸς αὐτοῦ Τίτου τῇ ἀρχῇ μετριώτερον
 χρησαμένων, Δομετιανὸς ὠμότητι καὶ ἀσελγείᾳ καὶ πλεονεξίᾳ πάντας
 ὑπεράρας καὶ πεντεκαίδεκα τοὺς πάντας ἐνιαυτοὺς τῷ πολιτεύματι
 λυμηνάμενος, ἀναιρεθεὶς ὑπὸ Στεφάνου τῶν ἀπελευθέρων ἑνὸς ἔδοξε
 δίκας τῆς πονηρίας ἐκτίνειν.

Ἐντεῦθεν ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν παραλαβόντες, Νέρουας τε καὶ
 Τραϊανὸς καὶ μετὰ τοῦτον Ἀδριανὸς ὅ τε εὐσεβὴς Ἀντωνῖνος καὶ ἡ τῶν
 ἀδελφῶν συνωρὶς Βῆρος καὶ Λούκιος, πολλὰ τῶν λελωβημένων ᾐξίωσαν
 διορθώσεως, καὶ οὐ μόνον ἅπερ εἶχον ἀπολωλεκότες οἱ πρὸ αὐτῶν
 ἀνεκτήσαντο, ἀλλὰ καί τινα τῶν οὐκ ὄντων προσέθεσαν. Κομμόδου δὲ τοῦ
 Μάρκου παιδὸς τὴν βασιλείαν παραλαβόντος, καὶ οὐ τυραννίδι μόνον
 ἀλλὰ καὶ πράξεσιν ἑαυτὸν ἀλλοκότοις ἐκδόντος, εἶτα ὑπὸ Μαρκίας τῆς
 παλλακῆς φρόνημα ἀνδρεῖον ἀνελομένης ἀναιρεθέντος, Περτίναξ ἄρχειν
 ᾑρέθη.

τῶν δὲ περὶ τὴν αὐλὴν στρατιωτῶν οὐκ ἐνεγκόντων αὐτοῦ τὴν περὶ τὴν
 στρατιωτικὴν ἄσκησίν τε καὶ ἐπιστήμην ἀκρίβειαν, ἀλλὰ παρὰ τὸ
 καθῆκον αὐτὸν ἀνελόντων, μικροῦ μὲν ἡ Ῥώμη συνεταράχθη, τοῦ περὶ τὴν
 φυλακὴν τῶν βασιλείων τεταγμένου στρατιωτικοῦ τὴν τοῦ καταστῆσαι
 μόναρχον ὑφαρπάσαντος ἐξουσίαν, παρελομένου τε βίᾳ τὴν γερουσίαν
 ταύτης τῆς κρίσεως: ὠνίου δὲ τῆς ἀρχῆς προτεθείσης Δίδιος Ἰουλιανὸς
 ὑπὸ τῆς γυναικὸς ἐπαρθείς, ἀνοίᾳ μᾶλλον ἢ γνώμῃ φρενήρει, χρήματα
 προτείνας ὠνεῖται τὴν βασιλείαν, θέαμα δοὺς ἰδεῖν ἅπασιν οἷον οὔπω
 πρότερον ἐθεάσαντο:

εἰσήγετο γὰρ εἰς τὰ βασίλεια μήτε τῆς γερουσίας ἡγουμένης μήτε ἄλλης
 ἐννόμου δορυφορίας, μόνων δὲ τῶν καταστησάντων αὐτὸν εἰς τοῦτο
 στρατιωτῶν σὺν βίᾳ παραδόντων αὐτῷ τὰ βασίλεια καὶ τὴν ἐν τούτοις
 πᾶσαν ἀποσκευήν. ἀλλ̓ οὗτος μὲν ἅμα τε ἀνερρήθη καὶ παῤ
 αὐτῶν διεφθάρη τῶν εἰς τοῦτο παραγαγόντων αὐτόν, τῶν ἐν τοῖς
 ὀνείροις φαντασιῶν οὐδὲν ἀλλοιότερον διαγεγονώς:

τῆς δὲ γερουσίας εἰς τὸ διασκοπῆσαι τίνι δέοι παραδοῦναι τὴν ἀρχὴν
 ἀναβαλλομένης, Σεβῆρος ἀναδείκνυται βασιλεύς. παρελθόντων δὲ εἰς τὴν
 αὐτὴν ἀρχὴν Ἀλβίνου καὶ Νίγρου, πόλεμοι συνέστησαν αὐτοῖς οὐκ ὀλίγοι
 πρὸς ἀλλήλους ἐμφύλιοι, καὶ πόλεις διέστησαν, αἳ μὲν τῷδε αἳ δὲ τῷδε
 προσθέμεναι. ταραχῆς δὲ οὐκ ὀλίγης κατὰ τὴν ἑῴαν καὶ τὴν Αἴγυπτον
 κινηθείσης, Βυζαντίων τε ὡς τὰ Νίγρου φρονούντων καὶ ὑποδεξαμένων
 αὐτὸν εἰς ἔσχατον ἐλθόντων κινδύνου, κρατεῖ μὲν ἡ Σεβήρου μερίς:
 ἀναιρεθέντος δὲ Νίγρου, καὶ μετὰ τοῦτον Ἀλβίνου μετὰ τῆς ἀρχῆς καὶ
 τὸν βίον ἀπολιπόντος εἰς μόνον Σεβῆρον τὰ τῆς ἡγεμονίας
 περιίστατο.

τρέπεται τοίνυν ἐπὶ τὴν τῶν ἐκμελῶς πεπραγμένων διόρθωσιν, καὶ πρό γε
 ἁπάντων τοῖς στρατιώταις τοῖς ἀνελοῦσι Περτίνακα καὶ Ἰουλιανῷ
 παραδοῦσι τὴν βασιλείαν πικρῶς ἐπεξῆλθεν. ἔπειτα διαθεὶς ἐπιμελῶς τὰ
 στρατόπεδα, Πέρσαις μὲν ἐπελθὼν ἐφόδῳ μιᾷ Κτησιφῶντα εἷλε καὶ
 Βαβυλῶνα, διαδραμὼν δὲ τοὺς σκηνίτας Ἄραβας καὶ πᾶσαν Ἀραβίαν
 καταστρεψάμενος, ἄλλα τε πολλὰ γενναίως οἰκονομήσας, ἐγένετο μὲν
 περὶ τοὺς ἁμαρτάνοντας ἀπαραίτητος, τῶν ἐπὶ τοῖς ἀτόποις εὐθυνομένων
 δημοσίας ποιῶν τὰς οὐσίας,

πολλὰς δὲ τῶν πόλεων οἰκοδομήμασι πολυτελέσιν κοσμήσας ἀνέδειξεν
 Ἀντωνῖνον τὸν παῖδα τὸν ἑαυτοῦ βασιλέα. καὶ ἐπειδὴ τελευτᾶν ἔμελλεν,
 διαδόχους τῆς ἀρχῆς αὐτὸν καὶ Γέταν τὸν ἕτερον υἱὸν καταστήσας
 ἐπίτροπον αὐτοῖς Παπινιανὸν καταλέλοιπεν, ἄνδρα 
 δικαιότατον καὶ ἐπὶ νόμων γνώσει τε καὶ εἰσηγήσει πάντας τοὺς πρὸ
 αὐτοῦ καὶ μετ̓ αὐτὸν Ῥωμαίους νομοθέτας ὑπερβαλόμενον.

τοῦτον ὕπαρχον ὄντα τῆς αὐλῆς δἰ ὑποψίας εἶχεν ὁ Ἀντωνῖνος, δἰ οὐδὲν
 ἕτερον ἢ ὅτι δυσμενῶς ἔχοντα πρὸς τὸν ἀδελφὸν Γέταν αἰσθανόμενος
 ἐπιβουλεῦσαι, καθ̓ ὅσον οἷός τε ἦν, διεκώλυεν. τοῦτο τοίνυν ἐκ μέσου
 βουλόμενος ποιῆσαι τὸ κώλυμα, τῷ μὲν Παπινιανῷ τὴν διὰ τῶν
 στρατιωτῶν ἐπιβουλεύει σφαγήν, εὐρυχωρίαν δὲ ἔχων ἀναιρεῖ τὸν
 ἀδελφόν, οὐδὲ τῆς μητρὸς αὐτὸν προσδραμόντα ῥύσασθαι δυνηθείσης.

Ἐπεὶ δὲ καὶ Ἀντωνῖνος ἔδωκε τῆς ἀδελφοκτονίας μετ̓ οὐ πολὺ δίκην,
 καὶ αὐτοῦ τοῦ παίσαντος τοῦτον ἀγνοηθέντος, τὰ μὲν ἐν Ῥώμῃ
 στρατόπεδα Μακρῖνον ὕπαρχον ὄντα τῆς αὐλῆς ἀναδείκνυσι βασιλέα, τὰ
 δὲ κατὰ τὴν ἑῴαν Ἐμισηνόν τι μειράκιον ὡς γένει τῇ Ἀντωνίνου μητρὶ
 συναπτόμενον.

ἑκάστου δὲ στρατεύματος τῆς οἰκείας ἀναρρήσεως ἀντεχομένου στάσις
 ἐμφύλιος ἦν, τῶν μὲν περὶ τὸν Ἐμισηνὸν Ἀντωνῖνον ἀγόντων αὐτὸν ἐπὶ
 τὴν Ῥώμην, τῶν δὲ Μακρίνου στρατιωτῶν ἐξορμησάντων ἀπὸ τῆς
 Ἰταλίας.

συμπεσόντων δὲ ἀλλήλοις τῶν στρατοπέδων ἐν τῇ κατὰ Συρίαν Ἀντιοχείᾳ,
 τῷ παντὶ Μακρῖνος ἐλαττωθεὶς καὶ φυγῇ τὸ στρατόπεδον καταλιπὼν εἰς
 τὸν μεταξὺ πορθμὸν Βυζαντίου καὶ Χαλκηδόνος ἁλίσκεται, καὶ τὸ σῶμα
 ξαινόμενος τελευτᾷ.

Τοῦ δὲ Ἀντωνίνου κρατήσαντος καὶ τοῖς τὰ Μακρίνου φρονήσασιν ὡς
 δυσμενέσιν ἐπεξελθόντος, τά τε ἄλλα αἰσχρῶς καὶ ἐπονειδίστως
 βεβιωκότος, μάγοις τε καὶ ἀγύρταις ἐσχολακότος καὶ περὶ τὰ θεῖα
 ἠσεβηκότος, οὐκ ἐνεγκόντες οἱ Ῥωμαῖοι τὴν τῆς ἀσελγείας ὑπερβολήν,
 κατασφάξαντες καὶ τὸ σῶμα διασπάσαντας Ἀλέξανδρον
 ἀνέδειξαν βασιλέα, καὶ αὐτὸν ἐκ τῆς Σεβήρου γενεᾶς καταγόμενον.

οὗτος νέος ὤν ἔτι καὶ φύσεως εὖ ἔχων ἀγαθὰς ἅπασιν ἐπὶ τῇ βασιλείᾳ
 δέδωκεν ἔχειν ἐλπίδας, ἐπιστήσας ὑπάρχους τῇ αὐλῇ Φλαυιανὸν καὶ
 Χρῆστον, ἄνδρας τῶν τε πολεμικῶν οὐκ ἀπείρους καὶ τὰ ἐν εἰρήνῃ
 διαθεῖναι καλῶς ἱκανούς. Μαμαίας δὲ τῆς τοῦ βασιλέως μητρὸς
 ἐπιστησάσης αὐτοῖς Οὐλπιανὸν ἐπιγνώμονα καὶ ὥσπερ κοινωνὸν τῆς
 ἀρχῆς, ἐπειδὴ καὶ νομοθέτης ἦν ἄριστος καὶ τὸ παρὸν εὖ διαθεῖναι καὶ
 τὸ μέλλον εὐστόχως συνιδεῖν δυνατός, ἐπὶ τούτῳ δυσχεράναντες
 ἀναίρεσιν αὐτῷ μηχανῶνται λαθραίαν οἱ στρατιῶται.

αἰσθομένης δὲ τούτου Μαμαίας, καὶ ἅμα τῷ φθάσαι τὴν ἐπίθεσιν τοὺς
 ταῦτα βουλεύσαντας ἀνελούσης, κύριος τῆς τῶν ὑπάρχων ἀρχῆς Οὐλπιανὸς
 καθίσταται μόνος. ἐν ὑποψίᾳ δὲ τοῖς στρατοπέδοις γενόμενος ʽτὰς δὲ
 αἰτίας ἀκριβῶς οὐκ ἔχω διεξελθεῖν: διάφορα γὰρ ἱστορήκασιν περὶ τῆς
 αὐτοῦ προαιρέσεωσ̓ ἀναιρεῖται στάσεως κινηθείσης, οὐδὲ τοῦ βασιλέως
 ἀρκέσαντος αὐτῷ πρὸς βοήθειαν.

ἐντεῦθεν οἱ στρατιῶται κατὰ βραχὺ τῆς πρὸς Ἀλέξανδρον εὐνοίας
 ἀποστατοῦντες ἀπρόθυμοι περὶ τὰς τούτου προστάξεις ἐφαίνοντο, καὶ
 δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν ῥᾳθυμίαν εἰς στάσεις ἐχώρουν,
 συστραφέντες τε παρήγαγον Ἀντωνῖνον εἰς βασιλείαν.

ἐπεὶ δὲ τὸν ὄγκον οὐκ ἐνεγκὼν τῆς ἀρχῆς φυγῇ κατέστησεν ἑαυτὸν ἀφανῆ,
 καὶ Οὐράνιος δέ τις ἐκ δουλείου γένους ἀναρρηθεὶς παραχρῆμα μετὰ τῆς
 ἁλουργίδος Ἀλεξάνδρῳ προσήχθη, τὸ μὲν κατὰ τοῦ βασιλέως ηὐξάνετο
 μῖσος, ὃ δὲ ἐπὶ τοῖς πανταχόθεν περιεστῶσιν ἀπορούμενος τῷ τε σώματι
 καὶ τοῖς κατὰ φύσιν λογισμοῖς ἀλλοιότερος ἦν, ὥστε καὶ φιλαργυρίας
 αὐτῷ νόσον ἐνσκῆψαι καὶ χρημάτων ἐγκεῖσθαι συλλογῇ,
 ταῦτά τε παρὰ τῇ μητρὶ θησαυρίζειν.

ἐχόντων δὲ αὐτῷ τῶν πραγμάτων οὐχ ὑγιῶς, τὰ περὶ Παιονίαν καὶ Μυσίαν
 στρατεύματα καὶ πρότερον ἀλλοτρίως πρὸς αὐτὸν διακείμενα, τότε δὴ
 μᾶλλον πρὸς ἀπόστασιν ἐξηρέθιστο. τραπέντα δὲ εἰς νεωτερισμὸν ἄγει
 Μαξιμῖνον εἰς βασιλείαν, τότε τῆς Παιονικῆς ἴλης ἐξηγούμενον. καὶ
 Μαξιμῖνος μὲν τὰς περὶ αὐτὸν δυνάμεις ἀγείρας ἐπὶ τὴν Ἰταλίαν
 ἐξώρμησεν, ἀπαρασκεύῳ τῷ βασιλεῖ ῥᾷον οἰόμενος ἐπιθήσεσθαι:

Ἀλέξανδρος δὲ ἐν τοῖς περὶ τὸν Ῥῆνον ἔθνεσι διατρίβων, κἀκεῖσε τὰ
 νεωτερισθέντα μαθών, τῆς ἐπὶ τὴν Ῥώμην εἴχετο πορείας.
 ἐπαγγελλόμενος δὲ τοῖς στρατιώταις καὶ αὐτῷ Μαξιμίνῳ συγγνώμην εἰ
 τοῖς ἐγχειρηθεῖσιν ἐνδοῖεν, ὡς οὐχ οἷός τε γέγονεν τούτους
 ὑπαγαγέσθαι, πάσαις ἀπογνοὺς ταῖς ἐλπίσιν ἑαυτὸν ἐπιδέδωκεν τρόπον
 τινὰ τῇ σφαγῇ. Μαμαία δὲ προσελθοῦσα μετὰ τῶν ὑπάρχων ἐκ τῆς αὐλῆς
 ὡς δὴ τὴν ταραχὴν καταπαύσουσα αὐτή τε κατασφάττεται καὶ οἱ ὕπαρχοι
 σὺν αὐτῇ.

Τῆς δὲ βασιλείας ἤδη βεβαίως παρὰ Μαξιμίνου κατεχομένης, ἐν
 μεταμελείᾳ πάντες ἦσαν ὡς τυραννίδα πικρὰν μετρίας ἀλλαξάμενοι
 βασιλείας. γένους γὰρ ὢν ἀφανοῦς, ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ὅσα
 φύσει προσῆν αὐτῷ πλεονεκτήματα, τῇ τῆς ἐξουσίας ἐξέφαινεν παρρησίᾳ
 καὶ πᾶσιν ἀφόρητος ἦν, οὐχ ὑβρίζων εἰς τοὺς ἐν τέλει μόνον, ἀλλὰ καὶ
 μετὰ πάσης ὠμότητος τοῖς πράγμασι προσιών, μόνους δὲ θεραπεύων τοὺς
 συκοφάντας, ὅσοι μάλιστα τοὺς ἀπράγμονας κατεμήνυον ὡς ὀφείλοντάς τι
 τοῖς βασιλικοῖς ταμιείοις. ἤδη δὲ καὶ εἰς φόνους
 ἀκρίτους ἐχώρει χρημάτων ἐπιθυμίᾳ, καὶ ὅσα τῶν πόλεων ἦν οἰκεῖα
 ἐποίει, μετὰ τοῦ καὶ τοὺς οἰκήτορας τῶν οὐσιῶν ἀφαιρεῖσθαι.

βαρυνομένων δὲ τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἐπὶ τῇ λίαν ὠμότητι καὶ
 συνταραττομένων ἐπὶ ταῖς προφανέσι πλεονεξίαις, οἱ τὴν Λιβύην
 οἰκοῦντες Γορδιανὸν καὶ τὸν ὁμώνυμον τούτῳ παῖδα βασιλέας
 ἀναδείξαντες, ἔστειλαν ἐν Ῥώμῃ πρέσβεις ἄλλους τε καὶ Βαλεριανόν, ὃς
 τοῦ ὑπατικοῦ τάγματος ὢν ἐβασίλευσεν ὕστερον. ἡ δὲ σύγκλητος τὸ
 πραχθὲν ἀσμενίσασα παρεσκευάζετο πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν,
 τούς τε στρατιώτας εἰς ἐπανάστασιν ἐρεθίζουσα καὶ τὸν δῆμον
 ἀναμιμνήσκουσα τῶν εἰς ἕκαστον ἰδίᾳ καὶ κοινῇ πάντας ἀδικημάτων.

ἐπεὶ δὲ πᾶσι ταῦτα ἐδόκει, προχειρίζονται τῆς βουλῆς ἄνδρας εἴκοσι
 στρατηγίας ἐμπείρους: ἐκ τούτων αὐτοκράτορας ἑλόμενοι δύο, Βαλβῖνον
 καὶ Μάξιμον, προκαταλαβόντες τὰς ἐπὶ τὴν Ῥώμην φερούσας ὁδοὺς
 ἕτοιμοι πρὸς τὴν ἐπανάστασιν ἦσαν.

τοῦ δὲ Μαξιμίνου τούτων ἀπαγγελθέντων ἐπὶ τὴν Ῥώμην ὁρμήσαντος ἅμα
 τοῖς Μαυρουσίοις καὶ Κελτικοῖς τέλεσιν, οἱ μὲν τὴν Ἀκυληίαν
 τεταγμένοι φυλάττειν ἀποκλείσαντες αὐτῷ τὰς πύλας ἐς πολιορκίαν
 καθίσταντο, τῶν δὲ συναραμένων αὐτῷ μόλις τὸ κοινῇ λυσιτελοῦν
 ἑλομένων συμφρονησάντων τε τοῖς καθελεῖν τὸν Μαξιμῖνον ἐσπουδακόσιν,
 εἰς ἔσχατον ἐληλακὼς κινδύνου προσάγει τὸν παῖδα τοῖς στρατιώταις
 ἱκέτην, ὡς ἀρκέσοντα διὰ τὴν ἡλικίαν εἰς οἶκτον ἐκ τῆς ὀργῆς αὐτοὺς
 μεταστῆσαι.

τῶν δὲ θυμῷ μείζονι τόν τε νέον οἰκτρῶς ἀνελόντων καὶ αὐτὸν παραχρῆμα
 κατασφαξάντων, ἐπελθών τις καὶ τὴν κεφαλὴν χωρίσας τοῦ σώματος ἐπὶ
 τὴν Ῥώμην ἐπήγαγεν, σημεῖον ἐμφανὲς τοῦτο τῆς νίκης
 ποιούμενος. ταύτῃ τοίνυν ἀπαλλαγέντες τοῦ δέους τὴν ἐκ Λιβύης τῶν
 βασιλέων ἀνέμενον ἄφιξιν.

Τῶν δὲ βίᾳ χειμῶνος ἐν τῷ πλεῖν ἀπολομένων, Γορδιανῷ θατέρου τούτων
 ὄντι παιδὶ τὴν τῶν ὅλων ἡγεμονίαν ἡ γερουσία παρέδωκεν, ἐφ̓ οὗ τῆς
 προλαβούσης κατηφείας ὁ Ῥωμαίων ἀνίετο δῆμος, τοῦ βασιλέως σκηνικοῖς
 τε καὶ γυμνικοῖς ἀγῶσι τοὺς πολίτας ἀπαγαγόντος.

πάντων δὲ ὥσπερ ἐκ κάρου βαθέος ἀνασφηλάντων, ἐπιβουλὴ κατὰ. τοῦ
 βασιλεύοντος λαθραία συνίσταται, Μαξίμου καὶ Βαλβίνου στρατιώτας
 αὐτῷ τινὰς ἐπαναστησάντων: ἧς φωραθείσης αὐτοί τε οἱ τῆς σκευωρίας
 ἄρξαντες ἀναιροῦνται καὶ τῶν κοινωνησάντων αὐτοῖς οἱ πολλοί.

μετ̓ οὐ πολὺ δὲ καὶ Καρχηδόνιοι τῆς τοῦ βασιλέως εὐνοίας
 ἀλλοτριωθέντες Σαβινιανὸν εἰς βασιλείαν παράγουσιν: Γορδιανοῦ δὲ
 κινήσαντος τὰς ἐν Λιβύῃ δυνάμεις, ἐπανελθόντες πρὸς αὐτὸν τῇ γνώμῃ
 τὸν μὲν ἐπιθέμενον τῇ τυραννίδι παραδιδόασι, συγγνώμης δὲ τυχόντες
 τῶν περισχόντων αὐτοὺς κινδύνων ἠλευθερώθησαν.

ἐν τούτῳ δὴ πρὸς γάμον ἄγεται Γορδιανὸς Τιμησικλέους θυγατέρα, τῶν
 ἐπὶ παιδεύσει διαβοήτων ἀνδρός, ὃν ὕπαρχον τῆς αὐλῆς 
 ἀναδείξας ἔδοξεν τὸ διὰ τὸ νέον τῆς ἡλικίας τῇ κηδεμονιᾳ τῶν
 πραγμάτων ἐλλεῖπον ἀναπληροῦν.

Ἤδη δὲ τῆς βασιλείας οὔσης ἐν ὀχυρῷ, Πέρσαι τοῖς κατὰ τὴν ἑῴαν
 ἔθνεσιν ἐπιέναι προσεδοκῶντο, τὴν ἀρχὴν Σαπώρου παραλαβόντος μετὰ
 Ἀρταξέρξην τὸν ἀπὸ Παρθυαίων αὖθις εἰς Πέρσας τὴν ἀρχὴν
 μεταστήσαντα: μετὰ γὰρ Ἀλέξανδρον τὸν Φιλίππου καὶ τοὺς
 διαδεξαμένους τὴν Μακεδόνων ἀρχήν, Ἀντιόχου τῶν ἄνω σατραπειῶν
 ἄρχοντος Ἀρσάκης ὁ Παρθυαῖος διὰ τὴν εἰς τὸν ἀδελφὸν Τηριδάτην ὕβριν
 ἀγανακτήσας, πόλεμον πρὸς τὸν Ἀντιόχου σατράπην ἀράμενος, αἰτίαν
 δέδωκεν Παρθυαίοις ἐκβαλοῦσι Μακεδόνας εἰς ἑαυτοὺς τὴν ἀρχὴν
 περιστῆσαι.

τότε τοίνυν ἐπὶ Πέρσας ὁ βασιλεὺς ᾔει παρασκευῇ τῇ πάσῃ. τοῦ δὲ
 Ῥωμαϊκοῦ στρατοῦ δόξαντος ἐν τῇ πρώτῃ μάχῃ κεκρατηκέναι, Τιμησικλῆς
 ὁ τῆς αὐλῆς ὕπαρχος τελευτήσας ἠλάττωσε πολὺ τῷ βασιλεῖ τὴν ἐπὶ τῇ
 ἀσφαλείᾳ τῆς ἡγεμονίας πεποίθησιν. Φιλίππου γὰρ ὑπάρχου
 προχειρισθέντος, κατὰ βραχὺ τὰ τῆς εἰς τὸν βασιλέα τῶν στρατιωτῶν
 εὐνοίας ὑπέρρει.

ὁρμώμενος γὰρ ἐξ Ἀραβίας, ἔθνους χειρίστου, καὶ οὐδὲ ἐκ τοῦ βελτίονος
 εἰς τύχης ἐπίδοσιν προελθών, ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν εἰς
 ἐπιθυμίαν βασιλείας ἐτράπη: καὶ τῶν στρατιωτῶν τοὺς εἰς τὸ
 νεωτερίζειν ἐπιρρεπεῖς οἰκειούμενος, ἐπειδὴ τὴν τῶν στρατιωτικῶν
 σιτήσεων συγκομιδὴν ἅλις ἔχουσαν εἶδεν, ἔτι τοῦ βασιλέως περὶ Κάρρας
 καὶ Νέσσεβιν σὺν τῷ στρατῷ διατρίβοντος αὐτὸς ἐνδοτέρω τὰς ναῦς, αἳ
 τὴν στρατιωτικὴν τροφὴν εἶχον, εἰσιέναι διέταττεν, ὡς
 ἂν ἡ στρατιὰ λιμῷ πιεζομένη καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀνασταίη πρὸς
 στάσιν.

ἐκβάσης δὲ εἰς ἔργον αὐτῷ τῆς σκέψεως, οἱ στρατιῶται πρόφασιν τὴν
 τῶν ἀναγκαίων ἔνδειαν ποιησάμενοι, σὺν οὐδενὶ κόσμῳ τὸν Γορδιανὸν
 περιστάντες ὡς αἴτιον τῆς τοῦ στρατοπέδου φθορᾶς ἀναιροῦσι, Φιλίππῳ
 τὴν ἁλουργίδα κατὰ τὸ συγκείμενον περιθέντες. ὃ δὲ πρὸς μὲν Σαπώρην
 ἔθετο φιλίαν ἐνώμοτον, λύσας δὲ τὸν πόλεμον ἐπὶ τὴν Ῥώμην ἐξώρμα,
 τοὺς μὲν στρατιώτας ἁδραῖς διαδόσεσιν θεραπεύων, εἰς δὲ τὴν Ῥώμην
 ἐκπέμπων τοὺς ὅτι νόσῳ τετελεύτηκεν Γορδιανὸς ἀγγελοῦντας.

ἐπεὶ δὲ εἰς τὴν Ῥώμην ἀφίκετο, τοὺς ἐν τέλει τῆς βουλῆς λόγοις
 ἐπιεικέσιν ὑπαγαγόμενος ᾠήθη δεῖν τὰς μεγίστας τῶν ἀρχῶν τοῖς
 οἰκειότατα πρὸς αὐτὸν ἔχουσιν παραδοῦναι, καὶ Πρίσκον μὲν ἀδελφὸν
 ὄντα τῶν κατὰ Συρίαν προεστήσατο στρατοπέδων, Σεβηριανῷ δὲ τῷ
 κηδεστῇ τὰς ἐν Μυσίᾳ καὶ Μακεδονίᾳ δυνάμεις ἐπίστευσεν.

τούτῳ δὲ βεβαίως ἕξειν τὴν ἀρχὴν οἰηθεὶς αὐτὸς ἐπὶ Κάρπους
 ἐστράτευεν ἤδη τὰ περὶ τὸν Ἴστρον λῃσαμένους. μάχης δὲ γενομένης οὐκ
 ἐνεγκόντες οἱ βάρβαροι τὴν προσβολήν, εἴς τι φρούριον συμφυγόντες ἐν
 πολιορκίᾳ καθίσταντο. θεασάμενοι δὲ τοὺς ἐξ αὑτῶν ἄλλους ἄλλῃ
 διασπαρέντας αὖθις συνειλεγμένους, ἅμα τε ἀνεθάρρησαν καὶ
 ὑπεξελθόντες τῷ Ῥωμαϊκῷ στρατοπέδῳ συνέπιπτον.

οὐχ ὑποστάντες δὲ τὴν τῶν Μαυρουσίων ὁρμὴν λόγους περὶ σπονδῶν
 ἐποιήσαντο, οἷς ὁ Φίλιππος ῥᾷον θέμενος ἀνεχώρει. πολλῶν δὲ κατὰ
 ταὐτὸν ἐμπεσουσῶν ταραχῶν τοῖς πράγμασι, τὰ μὲν κατὰ τὴν ἑῴαν ταῖς
 τῶν φόρων εἰσπράξεσι καὶ τῷ Πρίσκον, ἄρχειν τῶν ἐκεῖσε καθεσταμένον
 ἐθνῶν, ἀφόρητον ἅπασιν εἶναι βαρυνόμενα, καὶ διὰ τοῦτο πρὸς τὸ
 νεωτερίζειν τραπέντα, Ἰωταπιανὸν παρήγαγον εἰς τὴν τῶν
 ὅλων ἀρχήν, τὰ δὲ Μυσῶν τάγματα καὶ Παιόνων Μαρῖνον.

συνταραχθέντος δὲ ἐπὶ τούτοις Φιλίππου, καὶ δεομένου τῆς γερουσίας ἢ
 συλλαβέσθαι οἱ πρὸς τὰ καθεστῶτα ἢ γοῦν, εἰ τῇ αὐτοῦ δυσαρεστοῖεν
 ἀρχῇ, ταύτης ἀφεῖναι, μηδενὸς δὲ τὸ παράπαν ἀποκριναμένου, Δέκιος
 καὶ γένει προέχων καὶ ἀξιώματι, προσέτι δὲ καὶ πάσαις διαπρέπων ταῖς
 ἀρεταῖς, μάτην ἔλεγεν αὐτὸν ἐπὶ τουτοις ἀγωνιᾶν: ῥᾷον γὰρ ἐν ἑαυτοῖς
 ταῦτα διαφθαρήσεσθαι,

τὸ βέβαιον ἔχειν οὐδαμόθεν δυνάμενα. ἐκβάντων δὲ εἰς ἔργον ὧν ὁ
 Δέκιος ἐκ τῆς τῶν πραγμάτων ἐτεκμήρατο πείρας, Ἰωταπιανοῦ τε καὶ
 Μαρίνου σὺν οὐ πολλῷ πόνῳ καθαιρεθέντων, οὐδὲν ἧττον ἐν φόβοις ὁ
 Φίλιππος ἦν, τὸ τῶν στρατιωτῶν μῖσος περὶ τοὺς ἐκεῖσε ταξιάρχους καὶ
 ἡγεμόνας εἰδώς. παρεκάλει τοίνυν τὸν Δέκιον τῶν ἐν Μυσίᾳ καὶ Παιονίᾳ
 ταγμάτων ἀναδέξασθαι τὴν ἀρχήν. τοῦ δὲ διὰ τὸ καὶ ἑαυτῷ καὶ Φιλίππῳ
 τοῦτ̓ ἀξύμφορον ἡγεῖσθαι παραιτουμένου, τῇ Θετταλικῇ λεγομένῃ
 πειθανάγκῃ χρησάμενος ἐκπέμπει κατὰ τὴν Παιονίαν αὐτόν, σωφρονιοῦντα
 τοὺς ἐκεῖσε τὰ Μαρίνου φρονήσαντας.

οἱ δὲ ταύτῃ στρατιῶται τὸν Δέκιον ὁρῶντες τοῖς ἡμαρτηκόσιν ἐπεξιόντα,
 κάλλιον εἶναι σφίσιν ἡγήσαντο καὶ τὸν παρὰ πόδας ἀποσείσασθαι
 κίνδυνον καὶ ἅμα προστήσασθαι μόναρχον, ὃς καὶ τῶν κοινῶν ἂν
 ἐπιμεληθείη κρεῖσσον καὶ οὐ σὺν πόνῳ περιέσται Φιλίππου, πολιτικῇ τε
 ἀρετῇ καὶ πολεμικῇ πείρᾳ προήκων.

περιθέντες οὖν αὐτῷ τὴν ἁλουργίδα, καὶ ἐφ̓ ἑαυτῷ λοιπὸν ὀρρωδοῦντα
 πρὸς τὴν τῶν πραγμάτων καὶ ἄκοντα συνωθοῦσι κηδεμονίαν. Φίλιππος
 τοίνυν, τῆς Δεκίου προσαγγελθείσης ἀναρρήσεως αὐτῷ, τὰ
 στρατόπεδα συναγαγὼν ἤλαυνεν ὡς ἐπιθησόμενος. οἱ δὲ σὺν τῷ Δεκίῳ,
 καίπερ πολλῷ πλείους εἶναι τοὺς ἐναντίους εἰδότες, ὅμως ἐθάρρουν, τῇ
 Δεκίου πεποιθότες ἐπιστήμῃ καὶ περὶ πάντα προνοίᾳ.

συμπεσόντων δὲ τῶν στρατοπέδων ἀλλήλοις, καὶ τοῦ μὲν τῷ πλήθει τοῦ δὲ
 τῇ στρατηγίᾳ πλεονεκτοῦντος, ἔπεσον μὲν ἐκ τῆς Φιλίππου μερίδος
 πολλοί, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ἀναιρεῖται, καὶ τοῦ παιδός, ὃν
 ἔτυχεν τῇ τοῦ Καίσαρος ἀξίᾳ τιμήσας, ἀποσφαγέντος. οὕτω μὲν οὖν
 Δέκιος τῆς τῶν ὅλων ἀρχῆς ἐγένετο κύριος.

Τῶν δὲ πραγμάτων διὰ τὴν Φιλίππου περὶ πάντα ἐκμέλειαν ταραχῆς
 πληρωθέντων, Σκύθαι τὸν Τάναϊν διαβάντες ἐλῄζοντο τὰ περὶ τὴν Θρᾴκην
 χωρία: οἷς ἐπεξελθὼν Δέκιος καὶ ἐν πάσαις κρατήσας ταῖς μάχαις,
 παρελόμενος δὲ καὶ τῆς λείας ἣν ἔτυχον εἰληφότες, ἀποκλείειν αὐτοῖς
 ἐπειρᾶτο τὴν οἴκαδε ἀναχώρησιν, διαφθεῖραι πανωλεθρίᾳ διανοούμενος,
 ὡς ἂν μὴ καὶ αὖθις ἑαυτοὺς συναγαγόντες ἐπέλθοιεν.

Γάλλον δὴ ἐπιστήσας τῇ τοῦ Τανάϊδος ὄχθῃ μετὰ δυνάμεως ἀρκούσης αὐτὸς
 τοῖς λειπομένοις ἐπῄει. χωρούντων δὲ τῶν πραγμάτων αὐτῷ κατὰ νοῦν,
 εἰς τὸ νεωτερίζειν ὁ Γάλλος τραπεὶς ἐπικηρυκεύεται πρὸς τοὺς
 βαρβάρους, κοινωνῆσαι τῆς ἐπιβουλῆς τῆς κατὰ Δεκίου παρακαλῶν.
 ἀσμενέστατα δὲ τὸ προταθὲν δεξαμένων, ὁ Γάλλος μὲν τῆς ἐπὶ
 τῇ τοῦ Τανάϊδος ὄχθῃ φυλακῆς εἴχετο, οἱ δὲ βάρβαροι
 διελόντες αὑτοὺς τριχῇ διέταξαν ἔν τινι τόπῳ τὴν πρώτην μοῖραν, οὗ

προβέβλητο τέλμα. τοῦ Δεκίου δὲ τοὺς πολλοὺς αὐτῶν διαφθείραντος, τὸ
 δεύτερον ἐπεγένετο τάγμα: τραπέντος δὲ καὶ τούτου, ἐκ τοῦ τρίτου
 τάγματος ὀλίγοι πλησίον τοῦ τέλματος ἐπεφάνησαν. τοῦ δὲ Γάλλου διὰ
 τοῦ τέλματος ἐπ̓ αὐτοὺς ὁρμῆσαι τῷ Δεκίῳ σημήναντος, ἀγνοίᾳ τῶν
 τόπων ἀπερισκέπτως ἐπελθών, ἐμπαγείς τε ἅμα τῇ σὺν αὐτῷ δυνάμει τῷ
 πηλῷ καὶ πανταχόθεν ὑπὸ τῶν βαρβάρων ἀκοντιζόμενος μετὰ τῶν συνόντων
 αὐτῷ διεφθάρη, διαφυγεῖν οὐδενὸς δυνηθέντος. Δεκίῳ μὲν οὖν ἄριστα
 βεβασιλευκότι τέλος τοιόνδε συνέβη:

παρελθόντος δὲ εἰς τὴν ἀρχὴν τοῦ Γάλλου, καὶ συναναδείξαντος ἑαυτῷ
 τὸν παῖδα Οὐολουσιανὸν βασιλέα, μόνον τε οὐχὶ βοῶντος ὡς ἐξ
 ἐπιβουλῆς αὐτοῦ Δέκιος μετὰ τοῦ στρατεύματος διεφθάρη, τὰ τῆς
 εὐημερίας τῶν βαρβάρων αὔξην ἐλάμβανεν:

οὐ γὰρ μόνον ἐπανελθεῖν αὐτοῖς εἰς τὰ οἰκεῖα ξυνεχώρει μετὰ τῆς λείας
 ὁ Γάλλος, ἀλλὰ καὶ χρημάτων τι μέτρον ἔτους ἑκάστου χορηγεῖν
 ὑπέσχετο, καὶ τοὺς αἰχμαλώτους, οἳ μάλιστα τῶν εὐπατριδῶν ἦσαν,
 ἐνεδίδου κατ̓ ἐξουσίαν ἀπάγειν, ὧν οἱ πλείους ἐκ τῆς ἐν Θρᾴκῃ
 Φιλιππουπόλεως ἁλούσης ἔτυχον εἰλημμένοι.

Ταῦτα οὕτως οὕτως ὁ Γάλλος διῳκηκὼς εἰς τὴν Ῥώμην ἀφίκετο, μέγα
 φρονῶν ἐπὶ τῇ τεθείσῃ πρὸς τοὺς βαρβάρους εἰρήνῃ. καὶ τὴν μὲν ἀρχὴν
 εὐφήμως τῆς Δεκίου βασιλείας ἐμέμνητο, καὶ τὸν ἔτι περιόντα τῶν
 αὐτοῦ παίδων ἐποιεῖτο:

χρόνου δὲ προϊόντος εἰς δέος καταστὰς μή ποτέ τινες τῶν εἰς τὰ
 πράγματα νεωτερίζειν εἰωθότων εἰς μνήμην τῶν Δεκίου βασιλικῶν ἀρετῶν
 ἀνατρέχοντες τῷ τούτου παιδὶ τὴν τῶν ὅλων ἀρχὴν παραδοῖεν,
 ἐπιβουλεύει θάνατον αὐτῷ, οὔτε τῆς ποιήσεως οὔτε τοῦ καλῶς ἔχοντος
 λόγον τινὰ ποιησάμενος.

ἐκμελῶς δὲ τοῦ Γάλλου τὴν ἀρχὴν μεταχειριζομένου, Σκύθαι πρῶτον μὲν
 τὰ πλησιόχωρα σφίσι συνετάραττον ἔθνη, προϊόντες δὲ ὁδῷ καὶ τὰ μέχρι
 θαλάττης αὐτῆς ἐλῄζοντο, ὥστε μηδὲ ἓν ἔθνος Ῥωμαίοις: ὑπήκοον
 ἀπόρθητον ὑπὸ τούτων καταλειφθῆναι, πᾶσαν δὲ ὡς εἰπεῖν ἀτείχιστον
 πόλιν καὶ τῶν ὠχυρωμένων τείχεσι τὰς πλείους ἁλῶναι.

οὐχ ἧττον δὲ τοῦ πανταχόθεν ἐπιβρίσαντος πολέμου καὶ ὁ λοιμὸς πόλεσίν
 τε καὶ κώμαις ἐπιγενόμενος, εἴ τι λελειμμένον ἦν ἀνθρώπειον γένος,
 διέφθειρεν, οὔπω πρότερον ἐν τοῖς φθάσασι χρόνοις τοσαύτην ἀνθρώπων
 ἀπώλειαν ἐργασάμενος.

Ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, καὶ τῶν κρατούντων οὐδαμῶς οἵων
 τε ὄντων ἀμῦναι τῷ πολιτεύματι, πάντα δὲ τὰ τῆς Ῥώμης ἔξω
 περιορώντων, αὖθις Γότθοι καὶ Βορανοὶ καὶ Οὐρουγοῦνδοι καὶ Κάρποι
 τὰς κατὰ τὴν Εὐρώπην ἐλῄζοντο πόλεις, εἴ τι περιλελειμμένον ἦν
 οἰκειούμενοι.

Πέρσαι δὲ τὴν Ἀσίαν ἐπῄεσαν, τήν τε μέσην καταστρεφόμενοι τῶν ποταμῶν
 καὶ ἐπὶ Συρίαν προϊόντες ἄχρι καὶ Ἀντιοχείας αὐτῆς, ἕως εἷλον καὶ
 ταύτην τῆς ἑῴας πάσης μητρόπ̔??ʼλιν οὖσαν, καὶ τοὺς μὲν
 κατασφάξαντες τῶν οἰκητόρων τοὺς δὲ αἰχμαλώτους ἀπαγαγόντες ἅμα
 λείας ἀναριθμήτῳ πλήθει οἴκαδε ἀπῄεσαν, πᾶν ὁτιοῦν ἴδιον ἢ δημόσιον
 τῆς πόλεως οἰκοδόμημα διαφθείραντες, οὐδενὸς παντάπασιν ἀντιστάντος.
 Πέρσαις μὲν οὖν ἐξεγένετο ῥᾳδίως τὴν Ἀσίαν 
 κατακτήσασθαι πᾶσαν, εἰ μὴ τῇ τῶν λαφύρων ὑπερβολῇ περιχαρεῖς
 γεγονότες ἀσμένως ταῦτα περισῶσαι καὶ ἀπαγαγεῖν οἴκοι
 διενοήθησαν:

τῶν δὲ Σκυθῶν ὅσον ἦν τῆς Εὐρώπης ἐν ἀδείᾳ πολλῇ νεμομένων, ἤδη δὲ
 καὶ διαβάντων εἰς τὴν Ἀσίαν καὶ τὰ μέχρι Καππαδοκίας καὶ Πισινοῦντος
 καὶ Ἐφέσου λῃσαμένων, Αἰμιλιανὸς Παιονικῶν ἡγούμενος τάξεων,
 ἀτόλμους ὄντας τοὺς ὑφ̓ ἑαυτὸν στρατιώτας ἀντιστῆναι τῇ τῶν βαρβάρων
 εὐημερίᾳ παραθαρσύνας ὡς οἷός τε ἦν, καὶ τοῦ Ῥωμαίων ἀξιώματος
 ἀναμνήσας, ἐπῄει τοῖς εὑρεθεῖσιν ἐκεῖσε βαρβάροις ἀπροσδοκήτως.

καὶ τοὺς πολλοὺς ἀνελών, ἤδη δὲ καὶ ἐπὶ τὴν ἐκείνων γῆν τοὺς
 στρατιώτας διαβιβάσας καὶ παραδόξως πᾶν τὸ προσπεσὸν διαφθείρας,
 παρὰ πᾶσάν τε ἐλπίδα τὰ Ῥωμαίοις ὑπήκοα τῆς ἐκείνων μανίας
 ἐλευθερώσας, αἱρεῖται παρὰ τῶν τῇδε στρατιωτῶν αὐτοκράτωρ. συναγαγὼν
 δὲ τὰς αὐτόθι δυνάμεις ἐκ τῆς κατὰ τῶν βαρβάρων νίκης ἐρρωμενεστέρας
 γεγενημένας ἐπὶ τὴν Ἰταλίαν ἤλαυνεν, ἀπαρασκεύῳ τῷ Γάλλῳ βουλόμενος
 εἰς μάχην ἐλθεῖν.

ὃ δὲ τῶν κατὰ τὴν ἑῴαν πεπραγμένων ἀνήκοος ὢν αὐτὸς μὲν τοῖς
 παρατυχοῦσι παρεσκευάζετο, Βαλεριανὸν δὲ ἔστελλεν τὰ ἐν Κελτοῖς καὶ
 Γερμανοῖς τάγματα οἴσοντα. μετὰ πολλοῦ δὲ τάχους Αἰμιλιανοῦ τῇ
 Ἰταλίᾳ προσαγαγόντος, ἐπειδὴ πλησίον ἀλλήλων γέγονε τὰ στρατεύματα,
 πολλῷ τὸν Γάλλον ἐλαττούμενον ταῖς δυνάμεσιν ὁρῶντες οἱ σὺν αὐτῷ,
 καὶ ἅμα πρὸς τὸ ἐκμελὲς καὶ ἀνειμένον τοῦ ἀνδρὸς ἀποβλέποντες,
 ἀναιροῦσιν αὐτὸν μετὰ τοῦ παιδός, καὶ προσχωρήσαντες Αἰμιλιανῷ
 κρατύνειν ἔδοξαν αὐτῷ τὴν ἀρχήν.

Βαλεριανοῦ δὲ μετὰ τῶν ὑπὲρ τὰς Ἄλπεις δυνάμεων ἐπὶ τὴν Ἰταλίαν ἐλαύνοντος καὶ σὺν πολλῷ πλήθει τὸν Αἰμιλιανὸν
 καταπολεμῆσαι προθυμουμένου, θεωροῦντες οἱ σὺν αὐτῷ στρατιωτικῶς
 μᾶλλον αὐτὸν ἤ ἀρχικῶς προσιόντα τοῖς πράγμασιν, ὡς πρὸς βασιλείαν
 ἀναρμόδιον ἀναιροῦσιν.

Παρελθὼν δὲ Βαλεριανὸς κοινῇ γνώμῃ πρὸς τὴν τῶν ὅλων ἀρχὴν σπουδὴν
 ἐποιεῖτο τὰ πράγματα εὖ διαθεῖναι. Σκυθῶν δὲ ἐξ ἠθῶν ἀναστάντων καὶ
 Μαρκομαννῶν πρὸς τούτοις ἐξ ἐφόδου τὰ πρόσοικα τῇ Ῥωμαίων ἀρχῇ χωρία
 λεηλατούντων, εἰς ἔσχατον μὲν ἡ Θεσσαλονίκη περιέστη κινδύνου, μόλις
 δὲ καὶ σὺν πόνῳ πολλῷ τῆς πολιορκίας λυθείσης τῶν ἔνδον καρτερῶς
 ἀντισχόντων, ταραχαῖς ἡ Ἑλλὰς ἐξητάζετο πᾶσα.

καὶ Ἀθηναῖοι μὲν τοῦ τείχους ἐπεμελοῦντο μηδεμιᾶς, ἐξότε Σύλλας τοῦτο
 διέφθειρεν, ἀξιωθέντος φροντίδος, Πελοποννήσιοι δὲ τὸν Ἰσθμὸν
 διετείχιζον, κοινὴ δὲ παρὰ πάσης φυλακὴ τῆς Ἑλλάδος ἐπ̓ ἀσφαλείᾳ τῆς
 χώρας ἐγίνετο.

συνιδὼν δὲ ὁ Οὐαλεριανὸς τὸν πανταχόθεν ἐπικείμενον τῇ Ῥωμαίων ἀρχῇ
 κίνδυνον, αἱρεῖται Γαλιηνὸν τὸν παῖδα τῆς ἀρχῆς κοινωνόν.
 ἐνοχλουμένων δὲ τῶν πραγμάτων ἁπανταχόθεν, αὐτὸς μὲν ἐπὶ τὴν ἑῴαν
 ἤλαυνεν Πέρσαις ἀντιστησόμενος, τῷ δὲ παιδὶ τὰ ἐν τῇ Εὐρώπῃ
 στρατόπεδα παρεδίδου, τοῖς πανταχόθεν ἐπιοῦσι βαρβάροις μετὰ τῶν
 ἐκεῖσε δυνάμεων ἀντιστῆναι παρεγγυήσας.

ὁρῶν δὲ ὁ Γαλλιηνὸς τῶν ἄλλων ἐθνῶν ὄντα τὰ Γερμανικὰ χαλεπώτερα
 σφοδρότερόν τε τοῖς περὶ τὸν Ῥῆνον οἰκοῦσιν Κελτικοῖς ἔθνεσιν
 ἐνοχλοῦντα, τοῖς μὲν τῇδε πολεμίοις αὐτὸς ἀντετάττετο,
 τοῖς δὲ τὰ περὶ τὴν Ἰταλίαν καὶ τὰ ἐν Ἰλλυριοῖς καὶ τὴν Ἑλλάδα
 προθυμουμένοις λῄσασθαι τοὺς στρατηγοὺς ἅμα τοῖς ἐκεῖσε στρατεύμασιν
 ἔταξε διαπολεμεῖν. αὐτὸς μὲν οὖν τὰς τοῦ Ῥήνου διαβάσεις φυλάττων ὡς
 οἷόν τε ἦν, πῇ μὲν ἐκώλυεν περαιοῦσθαι, πῇ δὲ καὶ διαβαίνουσιν
 ἀντετάττετο.

πλήθει δὲ παμπόλλῳ μετὰ δυνάμεως ἐλάττονος πολεμῶν, ἐν ἀπόροις τε ὤν,
 ἔδοξεν ἐν μέρει τὸν κίνδυνον ἐλαττοῦν τῷ σπονδὰς πρός τινα τῶν
 ἡγουμένων ἔθνους Γερμανικοῦ πεποιῆσθαι: τούς τε γὰρ ἄλλους βαρβάρους
 ἐκώλυεν οὗτος συνεχεῖς διὰ τοῦ Ῥήνου ποιεῖσθαι τὰς διαβάσεις, καὶ
 τοῖς ἐπιοῦσιν ἀνθίστατο. καὶ τὰ μὲν παροικοῦντα τὸν Ῥῆνον ἐν τούτοις
 ἦν,

Βορανοὶ δὲ καὶ Γότθοι καὶ Κάρποι καὶ Οὐρουγοῦνδοι ʽγένη δὲ ταῦτα
 περὶ τὸν Ἴστρον οἰκοῦντἀ μέρος οὐδὲν τῆς Ἰταλίας ἢ τῆς Ἰλλυρίδος
 καταλείποντες ἀδῄωτον διετέλουν, οὐδενὸς ἀνθισταμένου πάντα
 ἐπινεμόμενοι. Βορανοὶ δὲ καὶ τῆς εἰς τὴν Ἀσίαν διαβάσεως ἐπειρῶντο,
 καὶ ῥᾷόν γε κατεπράξαντο ταύτην διὰ τῶν οἰκούντων τὸν Βόσπορον, δέει
 μᾶλλον ἢ γνώμῃ πλοῖά τε δεδωκότων καὶ ἡγησαμένων τῆς διαβάσεως.

ἕως μὲν γὰρ βασιλεῖς αὐτοῖς ἦσαν παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν
 ἀρχήν, διά τε τὴν πρὸς Ῥωμαίους φιλίαν καὶ τὸ τῶν ἐμποριῶν
 εὐσύμβολον καὶ τὰ παρὰ τῶν βασιλέων αὐτοῖς ἔτους ἑκάστου πεμπόμενα
 δῶρα διετέλουν εἴργοντες ἐπὶ τὴν Ἀσίαν διαβῆναι βουλομένους τοὺς
 Σκύθας:

ἐπεὶ δὲ τοῦ βασιλείου γένους διαφθαρέντος ἀνάξιοί τινες καὶ
 ἀπερριμμένοι τῆς ἡγεμονίας κατέστησαν κύριοι, δεδιότες ἐφ̓ ἑαυτοῖς
 τὴν διὰ τοῦ Βοσπόρου τοῖς Σκύθαις ἐπὶ τὴν Ἀσίαν δεδώκασιν πάροδον,
 πλοίοις αὐτοὺς οἰκείοις διαβιβάσαντες, ἃ πάλιν ἀναλαβόντες
 ἀνεχώρησαν ἐπ̓ οἴκου.

τῶν δὲ Σκυθῶν τὰ ἐν ποσὶ πάντα λῃζομένων, οἱ μὲν τὴν παραλίαν
 οἰκοῦντες τοῦ Πόντου πρὸς τὰ μεσόγεια καὶ ὀχυρώτατα ἀνεχώρουν, οἱ δὲ
 βάρβαροι τῷ Πιτυοῦντι πρώτῳ προσέβαλλον, τείχει τε μεγίστῳ
 περιβεβλημένῳ καὶ λιμένα εὐορμότατον ἔχοντι.
 Σουκεσσιανοῦ δὲ τῶν ἐκεῖσε στρατιωτῶν ἡγεμόνος καθεσταμένου μετὰ τῆς
 οὔσης αὐτόθι δυνάμεως ἀντιστάντος καὶ τοὺς βαρβάρους ἀποδιώξαντος,
 δεδιότες οἱ Σκύθαι μή ποτε καὶ ἐν τοῖς ἄλλοις φρουρίοις πυθόμενοι
 καὶ συστάντες τοῖς ἐν τῷ Πιτυοῦντι στρατιώταις ἄρδην αὐτοὺς
 ἀπολέσωσιν, ὅσων δεδύνηντο πλοίων ἐπιλαβόμενοι, σὺν κινδύνῳ μεγίστῳ
 τὰ οἰκεῖα κατέλαβον, ἐν τῷ κατὰ Πιτυοῦντα πολέμῳ πολλοὺς τῶν
 σφετέρων ἀποβαλόντες.

οἱ μὲν οὖν τὸν Εὔξεινον πόντον οἰκοῦντες τῇ Σουκεσσιανοῦ στρατηγίᾳ
 περισωθέντες, ὡς διεξήλθομεν, οὐδεπώποτε τοὺς Σκύθας ἤλπισαν αὖθις
 περαιωθήσεσθαι, τὸν εἰρημένον μοι τρόπον ἀποκρουσθέντας: Οὐαλεριανοῦ
 δὲ Σουκεσσιανὸν μετάπεμπτον ποιησαμένου καὶ ὕπαρχον τῆς αὐλῆς
 ἀναδείξαντος καὶ σὺν αὐτῷ τὰ περὶ τὴν Ἀντιόχειαν καὶ τὸν ταύτης
 οἰκισμὸν οἰκονομοῦντος, αὖθις οἱ Σκύθαι πλοῖα παρὰ τῶν Βοσπορανῶν
 λαβόντες ἐπεραιώθησαν.

κατασχόντες δὲ τὰ πλοῖα, καὶ οὐχ ὥσπερ πρότερον τοῖς Βοσπορανοῖς
 ἐνδόντες μετὰ τούτων ἐπανελθεῖν οἴκαδε, πλησίον τοῦ Φάσιδος
 ὡρμίσθησαν, ἔνθα καὶ τὸ τῆς Φασιανῆς Ἀρτέμιδος ἱδρῦσθαι λέγουσιν
 ἱερὸν καὶ τὰ τοῦ Αἰήτου βασίλεια. πειραθέντες δὲ τὸ ἱερὸν ἑλεῖν καὶ
 οὐ δυνηθέντες εὐθὺ Πιτυοῦντος ἐχώρουν.

ἑλόντες δὲ ῥᾷστα τὸ φρούριον καὶ τῆς ἐν αὐτῷ φυλακῆς ἐρημώσαντες
 ἐχώρουν εἰς τὸ πρόσω. πλοίων δὲ πολλῶν εὐπορήσαντες καὶ τῶν
 αἰχμαλώτων τοῖς ἐρέττειν ἐπισταμένοις εἰς ναυτιλίαν χρησάμενοι,
 γαλήνης παρὰ πάντα σχεδὸν τὸν τοῦ θέρους καιρὸν γενομένης τῷ
 Τραπεζοῦντι προσέπλευσαν, πόλει μεγάλῃ καὶ πολυανθρώπῳ καὶ πρὸς τοῖς
 ἐθάσι στρατιώταις μυρίων ἑτέρων δύναμιν προσλαβούσῃ.

καταστάντες δὲ εἰς πολιορκίαν κρατήσειν μὲν ἤλπιζον οὐδὲ
 ὄναρ τῆς πόλεως δύο τείχεσι περιειλημμένης: αἰσθανόμενοι δὲ τοὺς
 στρατιώτας ῥᾳθυμίᾳ καὶ μέθῃ κατειλημμένους, καὶ οὔτε εἰς τὸ τεῖχος
 λοιπὸν ἀνιόντας, οὐδένα δὲ καιρὸν τὴν τρυφὴν καὶ τὰ συμπόσια
 παριέντας, δένδρα πάλαι πρὸς τοῦτο εὐτρεπισθέντα προσθέντες τῷ
 τείχει καθ̓ ὃ βάσιμον ἦν, κατ̓ ὀλίγους τε διὰ τούτων νυκτὸς οὔσης
 ἀναβάντες, αἱροῦσι τὴν πόλιν, τῶν μὲν στρατιωτῶν τῷ αἰφνιδίῳ καὶ
 ἀπροσδοκήτῳ τῆς ἐφόδου καταπλαγέντων καὶ τοῦ ἄστεως ὑποδραμόντων δἰ
 ἑτέρας πύλης, τῶν δὲ ἄλλων παρὰ τῶν πολεμίων ἀναιρεθέντων.

τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον ἁλούσης, γεγόνασι πλήθους ἀφάτου
 χρημάτων καὶ αἰχμαλώτων οἱ βάρβαροι κύριοι: πάντας γὰρ σχεδὸν τοὺς
 πέριξ οἰκοῦντας συνέβη κατ̓ αὐτὴν ὡς εἰς ὀχυρὸν χωρίον συναλισθῆναι.
 διαφθείραντες δὲ τά τε ἱερὰ καὶ τὰ οἰκοδομήματα καὶ πᾶν ὅ τι πρὸς
 κάλλος ἢ μέγεθος ἤσκητο, καὶ προσέτι τὴν ἄλλην χώραν καταδραμόντες,
 ἅμα πλήθει παμπόλλῳ νεῶν ἀνεχώρησαν ἐπ̓ οἴκου.

Τῶν δὲ ὁμορούντων Σκυθῶν θεασαμένων τὸν πλοῦτον ὃν ἐπηγάγοντο, καὶ
 εἰς ἐπιθυμίαν ἐλθόντων τοῦ δρᾶσαι τὰ παραπλήσια, πλοῖα μὲν
 κατεσκευάζετο, τῶν συνόντων αὐτοῖς αἰχμαλώτων ἢ ἄλλως κατ̓ ἐμπορίαν
 ἐπιμιγνυμένων ὑπουργησάντων εἰς τὴν τούτων δημιουργίαν, τὸν αὐτὸν δὲ
 τοῖς Βορανοῖς τρόπον ποιήσασθαι τὸν ἔκπλουν οὐκ ἔγνωσαν ὡς μακρὸν
 ὄντα καὶ δύσκολον καὶ διὰ τόπων ἤδη πεπορθημένων.

ἀναμείναντες δὲ τὸν χειμῶνα, τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾷ
 καταλιπόντες, τῆς πεζῆς δυνάμεως αὐτοῖς διὰ τῶν ᾐόνων κατὰ τὸ
 παρεῖκον συμπαραθεούσης, Ἴστρον καὶ Τομέα καὶ Ἀγχίαλον κατὰ τὸ
 δεξιὸν παραμείψαντες μέρος ἐπὶ τὴν Φιλεατίναν ἔβησαν
 λίμνην, ἣ κατὰ δυτικὰς τροπὰς Βυζαντίου πρὸς τῷ Πόντῳ διάκειται.
 γνόντες δὲ τοὺς ταύτῃ ἁλιέας ἐν τοῖς ἕλεσιν τοῖς ἐπικειμένοις τῇ
 λίμνῃ μετὰ τῶν ὄντων αὐτοῖς πλοίων ἀποκρυβέντας, ὁμολογίᾳ
 παραστησάμενοι καὶ τὴν πεζὴν δύναμιν ἐμβιβάσαντες ἐπὶ τὴν διὰ τοῦ
 πορθμοῦ τοῦ μεταξὺ Βυζαντίου καὶ Χαλκηδόνος ἐχώρουν διάβασιν.

οὔσης δὲ φυλακῆς ἔν τε αὐτῇ Χαλκηδόνι καὶ μέχρι τοῦ ἱεροῦ τοῦ πρὸς τῷ
 στόματι τοῦ Πόντου πολλῷ τοὺς ἐπιόντας ὑπεραιρούσης, οἳ μὲν τῶν
 στρατιωτῶν ἀνεχώρησαν ὑπαντῆσαι δῆθεν τῷ πεμφθέντι παρὰ βασιλέως
 ἡγεμόνι βουλόμενοι, οἳ δὲ εἰς τοσοῦτον κατέστησαν δέος ὥστε ἅμα τῇ
 ἀκοῇ προτροπάδην φυγεῖν. οὗ δὴ γενομένου, ἅμα τε ἐπεραιώθησαν οἱ
 βάρβαροι καὶ Χαλκηδόνα μηδενὸς ἀντιστάντος ἑλόντες χρημάτων καὶ
 ὅπλων καὶ ἄλλης ὅτι πλείστης ἀποσκευῆς γεγόνασιν ἐγκρατεῖς.

ἐπὶ δὲ τὴν Νικομήδειαν ἐχώρουν, μεγίστην οὖσαν καὶ εὐδαίμονα, διά τε
 πλοῦτον καὶ τὴν εἰς ἅπαντα εὐπορίαν ὀνομαστοτάτην. ἐπεὶ δὲ τῆς φήμης
 προκαταλαβούσης ἔφθασαν οἱ ταύτης οἰκήτορες ἀποδρᾶναι, τῶν χρημάτων,
 ὅσα περ οἷοί τε γεγόνασιν, ἐπικομισάμενοι, τῶν μὲν εὑρεθέντων οἱ
 βάρβαροι τὸ πλῆθος ἐθαύμασαν, διὰ δὲ τιμῆς πάσης καὶ θεραπείας
 Χρυσόγονον ἦγον τὸν ἐπὶ τὴν Νικομήδειαν αὐτοὺς ἐλθεῖν ἐκ πολλοῦ
 παρορμήσαντα.

ἐπιδραμόντες δὲ Νικαίᾳ καὶ Κίῳ καὶ Ἀπαμείᾳ καὶ Προύσῃ, τὰ παραπλήσιά
 τε καὶ ἐν ταύταις πεποιηκότες, ἐπὶ τὴν Κύζικον ὥρμησαν. τοῦ Ῥυνδάκου
 δὲ ποταμοῦ πολλοῦ ῥεύσαντος ἐκ τῶν γενομένων ὄμβρων, περαιωθῆναι
 τοῦτον ἀδυνατήσαντες ἀνεχώρησαν ὀπίσω, καὶ τὴν μὲν Νικομήδειαν
 ἐνέπρησαν καὶ τὴν Νίκαιαν, ἁμάξαις δὲ καὶ πλοίοις ἐμβαλόντες τὰ
 λάφυρα περὶ τῆς οἴκαδε ἐπανόδου διενοοῦντο, τοῦτο τῆς δευτέρας
 ἐφόδου ποιησάμενοι τέλος.

Οὐαλεριανὸς δὲ πυθόμενος τὰ κατὰ τὴν Βιθυνίαν, στρατηγῶν μὲν οὐδενὶ
 τὴν κατὰ τῶν βαρβάρων ἄμυναν ὑπὸ ἀπιστίας ἐθάρρει
 καταπιστεῦσαι, Φήλικα δὲ φυλάξοντα τὸ Βυζάντιον στείλας αὐτὸς ἀπὸ
 τῆς Ἀντιοχείας ἄχρι Καππαδοκίας ἐχώρει, τῇ παρόδῳ δὲ μόνον ἐπιτρίψας
 τὰς πόλεις ὑπέστρεψεν εἰς τοὐπίσω. λοιμοῦ δὲ τοῖς στρατοπέδοις
 ἐμπεσόντος καὶ τὴν πλείω μοῖραν αὐτῶν διαφθείραντος, Σαπώρης ἐπιὼν
 τὴν ἑῴαν ἅπαντα κατεστρέφετο.

Οὐαλεριανοῦ δὲ διά τε μαλακίαν καὶ βίου χαυνότητα βοηθῆσαι μὲν εἰς
 ἔσχατον ἐλθοῦσι τοῖς πράγμασιν ἀπογνόντος, χρημάτων δὲ δόσει
 καταλῦσαι τὸν πόλεμον βουλομένου, τοὺς μὲν ἐπὶ τούτῳ σταλέντας
 πρέσβεις ἀπράκτους ὁ Σαπώρης ἀπέπεμψεν, αὐτὸν δὲ ᾔτει τὸν βασιλέα
 περὶ τῶν ἀναγκαίων αὐτῷ νομιζομένων εἰς λόγους ἐλθεῖν. ὃ δὲ σὺν
 οὐδεμιᾷ φρονήσει κατανεύσας τοῖς αἰτουμένοις, ἀπερισκέπτως μετ̓
 ὀλίγων ὁρμήσας ἐπὶ Σαπώρην ὡς δὴ περὶ σπονδῶν αὐτῷ διαλεξόμενος,
 ἄφνω συλλαμβάνεται παρὰ τῶν πολεμίων. καὶ ἐν αἰχμαλώτου τάξει
 καταστὰς παρὰ Πέρσαις τὸν βίον ἀπέλιπεν, μεγίστην αἰσχύνην ἐν τοῖς
 μετὰ ταῦτα τῷ Ῥωμαίων ὀνόματι καταλελοιπώς.

Ὄντων δὲ τῶν ἀμφὶ τὴν ἑῴαν ἐν τούτοις, πάντα μὲν ἦν ἄναρχά τε καὶ
 ἀβοήθητα, Σκύθαι δὲ ὁμογνωμονήσαντες καὶ ἐκ παντὸς ἔθνους τε καὶ
 γένους εἰς ἓν συνελθόντες τήν τε Ἰλλυρίδα μοίρᾳ τινὶ σφῶν ἐλῄζοντο
 καὶ τὰς ἐν ταύτῃ πόλεις ἐπόρθουν, μοίρᾳ δὲ ἄλλῃ τὴν Ἰταλίαν
 καταλαβόντες καὶ ἄχρι τῆς Ῥώμης ἐπῄεσαν.

Γαλλιηνοῦ δὲ τοῖς ἐπέκεινα τῶν Ἄλπεων τόποις ἐγκαρτεροῦντος καὶ
 Γερμανικοῖς ἐνασχολουμένου πολέμοις, ἡ γερουσία τὴν Ῥώμην εἰς
 ἔσχατον ἐληλακυῖαν ὁρῶσα κακοῦ, τοὺς κατὰ ταύτην στρατιώτας
 ὁπλίσασα, δοῦσα δὲ ὅπλα καὶ τῶν ἀπὸ τοῦ δήμου τοῖς ἐρρωμενεστέροις,
 στράτευμα πλήθει τοὺς βαρβάρους ὑπεραῖρον
 συνήγαγεν. ὅπερ ὀρρωδήσαντες οἱ πολέμιοι τὴν μὲν Ῥώμην ἀπέλιπον,

τὴν δὲ Ἰταλίαν πᾶσαν ὡς εἰπεῖν ἐπελθόντες ἐκάκωσαν. ἐν ἐσχάτῳ δὲ καὶ
 τῶν ἐν Ἰλλυριοῖς πραγμάτων ἐκ τῆς τῶν Σκυθῶν ἐφόδου διακειμένων καὶ
 πάσης τῆς ὑπὸ Ῥωμαίους ἀρχῆς ἐς τὸ μηκέτι λοιπὸν εἶναι σαλευομένης,
 λοιμὸς ἐπιβρίσας ταῖς πόλεσιν, οἷος οὔπω πρότερον ἐν παντὶ τῷ χρόνῳ
 συνέβη, τὰς μὲν ἀπὸ τῶν βαρβάρων συμφορὰς μετριωτέρας ἀπέφηνεν, τοῖς
 δὲ τῇ νόσῳ κατειλημμένοις εὐδαιμονίζειν ἑαυτοὺς ἐδίδου καὶ τὰς
 ἑαλωκυίας ἤδη πόλεις, ἀνδρῶν παντάπασιν γενομένας ἐρήμους.

Ἐπὶ πᾶσι τούτοις ὁ Γαλιηνὸς συνταραχθεὶς εἰς τὴν Ῥώμην ἐπανῄει, τὸν
 ὑπὸ Σκυθῶν ἐπαχθέντα τῇ Ἰταλίᾳ πόλεμον διαθήσων. ἐν τούτῳ δὲ
 ἐπαναστάντων αὐτῷ Μέμορός τε τοῦ Μαυρουσίου καὶ Αὐριόλου καὶ
 Ἀντωνίνου καὶ ἑτέρων πλειόνων, οἱ μὲν ἄλλοι σχεδὸν ἅπαντες ὑπήχθησαν
 δίκῃ, Αὐρίολος δὲ ἀλλοτρίως πρὸς τὸν βασιλέα διετέλεσεν ἔχων.

ἐπεὶ δὲ καὶ Πόστουμος ἀρχὴν ἐν Κελτοῖς στρατιωτῶν ἐμπεπιστευμένος ἐς
 τὸ νεωτερίσαι προήχθη, τοὺς συναποστάντας αὐτῷ στρατιώτας ἀναλαβὼν
 ἐπὶ τὴν Ἀγριππῖναν ἤλαυνεν, πόλιν ἐπικειμένην τῷ Ῥήνῳ μεγίστην,
 κἀνταῦθα Σαλωνῖνον τὸν Γαλιηνοῦ παῖδα ἐπολιόρκει, καὶ εἰ μὴ
 παραδοθείη, τῆς πολιορκίας οὐκ ἔφασκεν ἀποστήσεσθαι. τῶν δὲ
 στρατιωτῶν ἀνάγκῃ τῆς πολιορκίας αὐτόν τε καὶ τὸν παραλαβόντα τὴν
 τούτου φυλακὴν ἐκ τοῦ πατρὸς Σιλβανὸν παραδόντων, ἀμφοτέρους ὁ
 Πόστουμος ἀνελὼν αὐτὸς τὴν ἐν Κελτοῖς ἐπικράτειαν εἶχε.

Τῶν δὲ Σκυθῶν τὴν Ἑλλάδα κάκιστα διαθέντων καὶ τὰς Ἀθήνας αὐτὰς
 ἐκπολιορκησάντων, Γαλιηνὸς μὲν ἐπὶ τὴν πρὸς τούτους
 μετῄει μάχην ἤδη τὴν Θρᾴκην καταλαβόντας, τοῖς δὲ περὶ τὴν ἑῴαν
 πράγμασιν οὖσιν ἐν ἀπογνώσει βοηθεῖν Ὀδαίναθον ἔταξεν, ἄνδρα
 Παλμυρηνὸν καὶ ἐκ προγόνων τῆς παρὰ τῶν βασιλέων ἀξιωθέντα τιμῆς. ὃ
 δὲ τοῖς αὐτόθι λελειμμένοις στρατοπέδοις δύναμιν ἀναμίξας ὅτι
 πλείστην οἰκείαν ἐπεξῄει τῷ Σαπώρῃ κατὰ τὸ καρτερόν, καὶ τάς τε
 πόλεις ἀνεκτᾶτο τὰς ἤδη παρὰ Περσῶν ἐχομένας, καὶ Νήσιβιν εἰλημμένην
 μὲν ὑπὸ Σαπώρου τὰ Περσῶν δὲ φρονοῦσαν ἑλὼν ἐξ ἐφόδου
 κατέσκαψεν.

ἐπεξελθὼν δὲ μέχρι Κτησιφῶντος αὐτοῖς οὐχ ἅπαξ ἀλλὰ καὶ δεύτερον,
 Πέρσας μὲν τοῖς οἰκείοις ἐναπέκλεισεν, ἀγαπῶντας εἰ παῖδας καὶ
 γυναῖκας καὶ ἑαυτοὺς περισώσαιεν, αὐτὸς δὲ τὰ περὶ τὴν ἤδη
 πεπορθημένην χώραν, ὡς οἷός τε ἦν, εὖ διετίθει. ἐπεὶ δὲ διατρίβων
 κατὰ τὴν Ἔμισαν καί τινα γενέθλιον ἄγων ἑορτὴν ἐξ ἐπιβουλῆς ἀνῃρέθη,
 τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνοβία, συνοικοῦσα μὲν
 Ὀδαινάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη καὶ διὰ τῶν ἐκείνῳ συνόντων
 τὴν ἴσην εἰσφέρουσα τοῖς πράγμασιν ἐπιμέλειαν.

Οὔσης δὴ τοιαύτης τῆς ἀμφὶ τὴν ἀνατολὴν καταστάσεως, ἀγγέλλεται
 Γαλλιηνῷ τῷ πρὸς Σκύθας ἐγκαρτεροῦντι πολέμῳ τὸν τῆς ἵππου πάσης
 ἡγούμενον Αὐρίολον, ἐν Μεδιολάνῳ τῇ πόλει τὴν ἐπὶ τὴν Ἰταλίαν
 πάροδον Ποστούμου τεταγμένον παραφυλάττειν, εἰς τὸ νεωτερίζειν
 τετράφθαι καὶ μνᾶσθαι τὴν τῶν ὅλων ἀρχὴν ἑαυτῷ.
 συνταραχθεὶς δὲ πρὸς τοῦτο παραχρῆμα τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοιπορίας
 εἴχετο, τὴν στρατηγίαν τοῦ πρὸς Σκύθας πολέμου Μαρκιανῷ
 παραδούς,

ἀνδρὶ τὰ πολέμια σφόδρα ἐξησκημένῳ. τούτου δὲ τὸν πόλεμον εὖ
 διατιθέντος, Γαλλιηνὸς ἐχόμενος τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοῦ εἰς τοιάνδε
 ἐπιβουλὴν ἐμπίπτει. Ἡρακλειανὸς ὁ τῆς αὐλῆς ὕπαρχος, κοινωνὸν τῆς
 σκέψεως λαβὼν Κλαύδιον ὃς μετὰ βασιλέα τῶν ὅλων ἐπιτροπεύειν ἐδόκει,
 θάνατον ἐπιβουλεύει Γαλιηνῷ. ἄνδρα δὲ εὑρὼν εἰς τὰ τοιαῦτα
 προχειρότατον ὃς τῆς τῶν Δαλματῶν ἦρχεν ἴλης, ἐγχειρίζει τούτῳ τὴν
 πρᾶξιν.

ὃ δὲ ἐπιστὰς τῷ Γαλλιηνῷ δειπνοποιουμένῳ, καὶ φήσας ἀγγεῖλαί τινα τῶν
 κατασκόπων ὡς Αὐρίολος ἅμα τῇ σὺν αὐτῷ δυνάμει προσάγει, τοῖς
 τοιούτοις ἐπτόησεν λόγοις. ὅπλα τε οὖν ᾔτει καὶ ἀναθορὼν ἐς τὸν
 ἵππον σύνθημα τοῖς στρατιώταις ἐδίδου μετὰ τῶν ὅπλων ἀκολουθεῖν, καὶ
 οὐδὲ τοὺς δορυφοροῦντας ἐκδεξάμενος ἤλαυνεν. γυμνὸν οὖν ὁ ἰλάρχης
 θεασάμενος ἀποσφάττει.

τῶν δὲ στρατιωτῶν κελεύσει τῶν ἡγουμένων ἡσυχασάντων, Κλαύδιος τὴν
 τῶν ὅλων ἡγεμονίαν παραλαμβάνει, καὶ πρότερον τῆς κοινῆς ψήφου
 ταύτην δούσης αὐτῷ. Αὐρίολος δ̓ ἐπὶ χρόνον συχνὸν ἔξω τῆς
 Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας ἐπεκηρυκεύετό τε παραχρῆμα πρὸς
 Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν
 ἀναιρεῖται, τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ὀργῇ.

Κατὰ τοῦτον δὴ τὸν χρόνον Σκυθῶν οἱ περιλειφθέντες, ἐκ τῶν
 προλαβουσῶν ἐπαρθέντες ἐφόδων, Ἑρούλους καὶ Πεύκας καὶ Γότθους
 παραλαβόντες καὶ περὶ τὸν Τύραν ποταμὸν ἀθροισθέντες, ὃς εἰς τὸν
 Πόντον εἰσβάλλει, ναυπηγησάμενοι πλοῖα ἑξακισχίλια καὶ τούτοις
 ἐμβιβάσαντες δύο καὶ τριάκοντα μυριάδας, ἄραντες διὰ τοῦ Πόντου,
 Τομεῖ μὲν τειχήρει πόλει προσβαλόντες ἀπεκρούσθησαν, προελθόντες δὲ
 καὶ ἐπὶ Μαρκιανούπολιν, ἣ Μυσίας ἐστίν, ἀναβάντες καὶ ταύτης
 διαμαρτόντες ἔπλεον ἐπὶ τὸ πρόσω, κατὰ πρύμναν τὸν ἄνεμον
 ἔχοντες.

ἐπεὶ δὲ τὰ στενὰ τῆς Προποντίδος κατέλαβον, τότε δὴ τῶν νεῶν τὸ
 πλῆθος ἐνεγκεῖν τὴν τοῦ ῥοῦ ταχυτῆτα μὴ δυνάμενον ἀλλήλοις τὰ πλοῖα
 προσήραττεν, καὶ ἐφέρετο τὰ σκάφη σὺν οὐδενὶ κόσμῳ, τῶν κυβερνητῶν
 μεθιέντων τοὺς οἴακας, ὥστε τὰς μὲν καταδῦναι αὐτάνδρους, τινὰς δὲ
 καὶ ἀνδρῶν ἐρήμους ὀκεῖλαι, πλήθους πολλοῦ καὶ ἀνθρώπων καὶ πλοίων
 ἀπολομένου.

διά τοι τοῦτο τοῦ μὲν στενοῦ τῆς Προποντίδος
 ὑπανεχώρουν οἱ βάρβαροι, τὴν δὲ ἐπὶ Κύζικον ἔπλεον. ἄπρακτοι δὲ
 διεκπεσόντες καὶ παραπλεύσαντες τὸν Ἑλλήσποντον, ἄχρι τε τοῦ Ἄθω
 παρενεχθέντες, κἀκεῖσε τῶν πλοίων ἐπιμέλειαν ποιησάμενοι,
 Κασσάνδρειαν καὶ Θεσσαλονίκην ἐπολιόρκουν. μηχανὰς δὲ τοῖς τείχεσι
 προσαγαγόντες καὶ παρὰ βραχὺ τοῦ ταύτας ἑλεῖν ἐλθόντες, ἐπειδὴ τὸν
 βασιλέα προσάγειν ἐπύθοντο, εἰς τὴν μεσόγειαν ἀναβάντες τὰ περὶ
 Δόβηρον καὶ Πελαγονίαν ἐλῄζοντο πάντα χωρία.

ἐς ἃ δὴ τρισχιλίους ἀποβαλόντες εἰς τὴν τῶν Δαλματῶν ἵππον
 ἐμπεπτωκότες, τοῖς λειπομένοις πρὸς τὴν οὖσαν ἅμα τῷ βασιλεῖ
 διηγωνίζοντο δύναμιν. μάχης δὲ γενομένης, ἐξ ἑκατέρου τε μέρους
 πεσόντων..., ἐτρέποντο μὲν οἱ Ῥωμαῖοι, διὰ δὲ ἀτρίπτων αὐτοῖς ὁδῶν
 ἀπροσδοκήτοις ἐπιπεσόντες πέντε τῶν βαρβάρων μυριάδας διέφθειραν.
 μοῖρα δὲ τῶν Σκυθῶν Θεσσαλίαν καὶ τὴν Ἑλλάδα περιπλεύσασα τοὺς ταύτῃ
 τόπους ἐλῄζετο, πόλεσιν μὲν ἐπιέναι μὴ δυναμένη τῷ φθῆναι ταύτας
 τειχῶν τε καὶ τῆς ἄλλης ἀσφαλείας φροντίδα ποιήσασθαι, τοὺς δὲ ἐν
 τοῖς ἀγροῖς εὑρισκομένους ἀπάγουσα.

Τῶν Σκυθῶν τοίνυν, ὡς διεξῆλθον, ἐσκεδασμένων καὶ τὸ πολὺ μέρος
 ἀποβαλόντων μειζόνων ἐφιεμένη ἡ Ζηνοβία πραγμάτων Ζάβδαν ἐπὶ τὴν
 Αἴγυπτον ἐκπέμπει, Τιμαγένους ἀνδρὸς Αἰγυπτίου τὴν ἀρχὴν τῆς
 Αἰγύπτου Παλμυρηνοῖς καταπραττομένου. συναχθέντος δὲ τοῦ
 στρατεύματος ἐκ Παλμυρηνῶν καὶ Σύρων καὶ βαρβάρων ἐς ἑπτὰ μυριάδας,
 καὶ Αἰγυπτίων δὲ πέντε μυριάσιν ἀντιπαραταξαμένων, μάχης καρτερᾶς γενομένης περιῆσαν οἱ Παλμυρηνοὶ παρὰ πολὺ τῷ πολέμῳ,
 καὶ φρουρὰν ἐγκαταστήσαντες πεντακισχιλίων ἀνδρῶν ἀνεχώρησαν.

Πρόβος δὲ καθῆραι τῶν καταποντιστῶν τὴν θάλατταν ἐκ βασιλέως ταχθείς,
 ἐπειδὴ τὴν Αἴγυπτον ἔγνω παρὰ Παλμυρηνῶν ἐχομένην, ἅμα τῇ σὺν αὐτῷ
 δυνάμει καὶ Αἰγυπτίων ὅσοι μὴ τὰ Παλμυρηνῶν φρονοῦντες ἔτυχον
 ἐπιθέμενος τὴν μὲν φρουρὰν ἐξέβαλεν: αὖθις δὲ Παλμυρηνῶν
 ἐπιστρατευσάντων, συναγαγόντος δὲ καὶ Πρόβου στρατόπεδον Αἰγυπτίων
 τε καὶ Λιβύων, ὑπέρτεροι μὲν ἦσαν Αἰγύπτιοι καὶ τῶν ὁρίων τῆς
 Αἰγύπτου Παλμυρηνοὺς ἤλαυνον, Πρόβου δὲ τὸ πρὸς τῇ Βαβυλῶνι
 καταλαβόντος ὄρος καὶ ταύτῃ τὴν ἐπὶ Συρίαν τῶν πολεμίων πάροδον
 ἀποκλείοντος, Τιμαγένης ἅτε δὴ ἴδρις τῶν τόπων, ἅμα δισχιλίοις
 Παλμυρηνῶν τὴν ἄκραν τοῦ ὄρους κατασχών, ἀδοκήτοις ἐπιστὰς τοῖς
 Αἰγυπτίοις διέφθειρεν: ἐν οἷς καὶ ὁ Πρόβος ἁλοὺς ἑαυτὸν ἀποσφάττει.

Τῆς Αἰγύπτου τοίνυν ὑπὸ Παλμυρηνοῖς γενομένης, οἱ ἐκ τῆς ἐν Ναΐσσῳ
 Κλαυδίου καὶ Σκυθῶν μάχης περιλειφθέντες, προβαλλόμενοι τὰς ἁμάξας,
 ὡς ἐπὶ Μακεδονίαν ἐχώρουν, σπάνει δὲ τῶν ἐπιτηδείων λιμῷ πιεζόμενοι
 διεφθείροντο αὐτοί τε καὶ ὑποζύγια. προάγουσι δὲ αὐτοῖς ἡ Ῥωμαίων
 ἵππος ὑπαντιάσασα, πολλούς τε ἀνελοῦσα, τοὺς λοιποὺς ἐπὶ τὸν Αἶμον
 ἀπέτρεψεν.

κυκλωθέντες δὲ τοῖς Ῥωμαίων στρατοπέδοις οὐκ ὀλίγους ἀπέβαλον. ἐπεὶ
 δὲ διαστάντων πρὸς ἑαυτοὺς πεζῶν καὶ ἱππέων ἐδόκει βασιλεῖ τοὺς
 πεζοὺς τοῖς βαρβάροις διαμαχέσασθαι, καρτερᾶς γενομένης μάχης
 ἐτρέποντο Ῥωμαῖοι: καὶ ἀναιρεθέντων οὐκ ὀλίγων, ἡ ἵππος ἐπιφανεῖσα
 μετρίαν αὐτοῖς τὴν τοῦ πταίσματος πεποίηκεν αἴσθησιν.

πρόσω δὲ τῶν Σκυθῶν ἐλασάντων καὶ Ῥωμαίων αὐτοῖς ἐπακολουθούντων, οἱ
 Κρήτην καὶ Ῥόδον περιπλεύσαντες βάρβαροι πράξαντες οὐδὲν ἀφηγήσεως
 ἄξιον ἀνεχώρησαν. λοιμοῦ δὲ κατασχόντος ἅπαντας αὐτούς,
 οἳ μὲν κατὰ Θρᾴκην οἳ.

δὲ κατὰ Μακεδονίαν ἐφθάρησαν. ὅσοι δὲ διεσώθησαν, ἢ τάγμασιν Ῥωμαίων
 συνηριθμήθησαν ἢ γῆν λαβόντες εἰς γεωργίαν ταύτῃ προσεκαρτέρησαν.
 ἁψαμένου δὲ τοῦ λοιμοῦ καὶ Ῥωμαίων, ἀπέθανον μὲν πολλοὶ τοῦ
 στρατεύματος, τελευτᾷ δὲ καὶ Κλαύδιος, ἐν πάσαις διαπρέψας ταῖς
 ἀρεταῖς καὶ πολὺν ἑαυτοῦ πόθον τοῖς ὑπηκόοις ἐναποθέμενος.

Κυντίλλου δέ, ὃς ἀδελφὸς ἦν Κλαυδίου, βασιλέως ἀναρρηθέντος ὀλίγους
 τε βιώσαντος μῆνας καὶ μνήμης οὐδὲν ἄξιον πεπραχότος, Αὐρηλιανὸς εἰς
 τὸν βασίλειον ἀναβιβάζεται θρόνον, Κυντίλλου κατά τινας τῶν
 λογοποιῶν ὑπὸ τῶν ἐπιτηδείων συμβουλευθέντος, ἅμα τῷ γνῶναι τὴν
 βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑαυτὸν ὑπεξαγαγεῖν καὶ ἑκόντα τῆς
 ἀρχῆς ἀποστῆναι τῷ πολλῷ κρείττονι. ὃ δὴ καὶ πεποιηκέναι λέγεται,
 τῶν ἰατρῶν τινὸς φλέβα τεμόντος αὐτῷ καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα,
 μέχρις αὖος ἐγένετο.

Αὐρηλιανὸς δέ, κρατυνάμενος τὴν ἀρχήν, ἐκ τῆς Ῥώμης
 ἐλάσας ἐπὶ τὴν Ἀκυληίαν ἐχώρει κἀκεῖθεν ἤλαυνεν ἐπὶ τὰ Παιόνων ἔθνη,
 τούτοις τοὺς Σκύθας μαθὼν ἐπιθέσθαι. πέμψας δὲ σκόπους ἀπαγγελοῦντας
 εἰσάγειν εἰς τὰς πόλεις σιτία καὶ ζῷα καὶ πᾶν ὅ τι οὖν τοὺς
 ἐναντίους ἔμελλεν ὠφελήσειν,

ταύτῃ τὸν ἐπικείμενον αὐτοῖς λιμὸν αὔξειν διενοεῖτο. περαιωθέντων δὲ
 τῶν βαρβάρων καὶ μάχης ἐν τῇ Παιονίᾳ γενομένης ἰσοπαλοῦς, νὺξ
 ἐπιγενομένη τὴν νίκην ἀμφήριστον ἀμφοτέροις πεποίηκεν. ἐν δὲ τῇ
 νυκτὶ τὸν ποταμὸν οἱ βάρβαροι διαβάντες ἅμα ἡμέρᾳ περὶ σπονδῶν
 ἐπεκηρυκεύοντο.

Πυθόμενος δὲ ὁ βασιλεὺς ὡς Ἀλαμαννοὶ καὶ τὰ πρόσοικα τούτοις ἔθνη
 γνώμην ποιοῦνται τὴν Ἰταλίαν ἐπιδραμεῖν, ἐπὶ τῇ Ῥώμῃ καὶ τοῖς περὶ
 ταύτην τόποις εἰκότως πλέον πεφροντικώς, ἱκανὴν τῇ Παιονίᾳ καταλιπὼν
 ἐπικουρίαν ἐπὶ τὴν Ἰταλίαν ἐτράπη, καὶ καταστὰς ἐς μάχην ἐν ταῖς
 περὶ τὸν Ἴστρον ἐσχατιαῖς πολλὰς τῶν βαρβάρων ἀπώλεσεν μυριάδας.

ἐν τούτῳ καὶ τὰ περὶ τὴν Ῥώμην ἐταράχθη, τινῶν ἀπὸ τῆς γερουσίας, ὡς
 ἐπιβουλῇ κατὰ τοῦ βασιλέως κοινωνησάντων, εἰς εὐθύνας ἠγμένων καὶ
 θανάτῳ ζημιωθέντων. ἐτειχίσθη δὲ τότε ἡ Ῥώμη πρότερον ἀτείχιστος
 οὖσα: καὶ λαβὸν τὴν ἀρχὴν ἐξ Αὐρηλιανοῦ συνεπληρώθη βασιλεύοντος
 Πρόβου τὸ τεῖχος. κατὰ τοῦτον τὸν χρόνον εἰς ἔννοιαν 
 ἦλθεν νεωτερισμοῦ Σεπτίμιός τε καὶ Οὐρβανὸς καὶ Δομιτιανός, καὶ
 παραχρῆμα τιμωρίαν ὑπέσχον ἁλόντες.

Διῳκημένων δὲ ὧδε τῶν περὶ τὴν Ἰταλίαν καὶ Παιονίαν, ὁ βασιλεὺς
 στρατείαν ἐπὶ Παλμυρηνοὺς ἄγειν διενοεῖτο, κρατοῦντας ἤδη τῶν τε
 Αἰγυπτιακῶν ἐθνῶν καὶ τῆς ἑῴας ἁπάσης καὶ μέχρις Ἀγκύρας τῆς
 Γαλατίας, ἐθελήσαντας δὲ καὶ Βιθυνίας μέχρι Χαλκηδόνος ἀντιλαβέσθαι,
 εἰ μὴ βεβασιλευκέναι γνόντες Αὐρηλιανὸν τὴν Παλμυρηνῶν ἀπεσείσαντο
 προστασίαν.

ἐλάσαντος τοίνυν ἅμα στρατῷ τοῦ βασιλέως, Ἀγκύρα τε προσετίθετο τῇ
 Ῥωμαίων ἀρχῇ καὶ Τύανα μετὰ ταύτην καὶ ἑξῆς ἅπασαι μέχρις
 Ἀντιοχείας, ἐν ᾗ Ζηνοβίαν εὑρὼν ἅμα στρατῷ πολλῷ παρεσκευασμένην
 εἰκότως ἐς μάχην ἀπήντα καὶ αὐτὸς εὐτρεπής.

ὁρῶν δὲ τοὺς Παλμυρηνῶν ἱππέας ὁπλίσει βαρείᾳ καὶ ἀσφαλεῖ
 τεθαρρηκότας καὶ ἅμα πείρᾳ τῇ περὶ τὴν ἱππασίαν πολὺ τῶν σφετέρων
 προέχοντας, τοὺς μὲν πεζοὺς πέραν που τοῦ Ὀρόντου ποταμοῦ
 διεχώρισεν, σύνθημα δὲ τοῖς Ῥωμαίων ἱππεῦσι δέδωκεν μὴ ἐκ τοῦ εὐθέος
 ἀκμῆτι τῇ Παλμυρηνῶν ἵππῳ συνάψαι, δεξαμένοις δὲ τὴν αὐτῶν ἔφοδον ἐς
 φυγὴν δοκεῖν τρέπεσθαι, καὶ τοῦτο ποιεῖν ἄχρις ἂν ἴδωσιν αὐτούς τε
 καὶ τοὺς ἵππους ὑπὸ τοῦ καύματος ἅμα καὶ τῆς τῶν ὅπλων βαρύτητος
 πρὸς τὴν δίωξιν ἀπειπόντας.

οὗ δὴ γενομένου καὶ τῶν βασιλέως ἱππέων τὸ παράγγελμα φυλαξάντων,
 ἐπειδὴ τοὺς ἐναντίους ἐθεάσαντο παρειμένους ἤδη καὶ τοῖς ἵπποις
 κεκμηκόσιν ἀκινήτους τοὺς ἐπικειμένους, ἀναλαβόντες τοὺς ἵππους
 ἐπῄεσαν καὶ αὐτομάτους τῶν ἵππων ἐκπίπτοντας συνεπάτουν. φόνος οὖν
 ἦν συμμιγής, τῶν μὲν ξίφεσι τῶν δὲ ὑπὸ τῶν ἵππων οἰκείων τε καὶ πολεμίων ἀναιρουμένων.

εἰσελθόντων δὲ τῶν ὅσοι διαφυγεῖν οἷοί τε γεγόνασιν εἰς τὴν
 Ἀντιόχειαν, Ζάβδας ὁ Ζηνοβίας στρατηγὸς ὀρρωδῶν μή ποτε μαθόντες οἱ
 τῆς Ἀντιοχείας οἰκήτορες τὸ περὶ τὴν μάχην πταῖσμα σφίσιν ἐπίθοιντο,
 ἄνδρα μεσαιπόλιον ἐμφέρειάν τινα πρὸς τὴν τοῦ βασιλέως ἰδέαν
 δοκοῦντά πως ἔχειν εὑρών, καὶ σχῆμα περιθεὶς οἷον εἰκὸς ἦν
 Αὐρηλιανὸν ἔχειν μαχόμενον, διὰ μέσης ἄγει τῆς πόλεως ὡς δὴ τὸν
 βασιλέα ζωγρίαν ἑλών.

καὶ τούτῳ τῷ σοφίσματι τοὺς Ἀντιοχεῖς ἀπατήσας αὐτός τε ὑπεξέδυ τῆς
 πόλεως οὔσης νυκτὸς ἅμα τῷ λελειμμένῳ στρατεύματι, καὶ τὴν Ζηνοβίαν
 ἑαυτῷ συνεξαγαγὼν ἐπὶ τὴν Ἔμισαν ἀνεχώρησεν. ὁ δὲ βασιλεὺς ἔχων ἐν
 νῷ γενομένης ἡμέρας ἀναλαβεῖν τὴν πεζὴν δύναμιν καὶ ἑκατέρωθεν
 ἐπιθέσθαι τραπεῖσιν ἤδη τοῖς πολεμίοις, ἐπειδὴ τὴν Ζηνοβίας ἔγνω
 φυγήν, εἰς τὴν Ἀντιόχειαν εἰσῄει, δεξαμένων αὐτὸν ἀσμένως τῶν
 πολιτῶν.

εὑρὼν δὲ τοὺς πολλοὺς τὴν πόλιν ἀπολιπόντας δέει τοῦ μὴ κακοῦ τινὸς
 ὡς τὰ Ζηνοβίας φρονήσαντας πειραθῆναι, προγράμματα πανταχοῦ πέμψας
 τοὺς πεφευγότας ἐκάλει, τῷ ἀκουσίῳ καὶ ἀναγκαστῷ πλέον ἢ προαιρέσει
 τὰ συμβάντα ἀνατιθείς.

συνδραμόντων δὲ ἅμα τῷ θεάσασθαι τὰ προγράμματα τῶν πεφευγότων καὶ
 τῆς τοῦ βασιλέως μετασχόντων φιλοφροσύνης, διαθεὶς τὰ περὶ τὴν πόλιν
 ἐπὶ τὴν Ἔμισαν ἤλαυνεν. μοῖραν δέ τινα Παλμυρηνῶν λόφον καταλαβοῦσαν
 εὑρὼν ὑπερκείμενον Δάφνης τοῦ προαστείου, τῷ ὑπερδεξίῳ
 τοῦ τόπου τὴν τῶν ἐναντίων πάροδον εἴργειν οἰομένην, τοῖς
 στρατιώταις ἐνεκελεύσατο συνασπισαμένοις καὶ πυκνῇ τῇ φάλαγγι τὴν
 πρὸς τὸ ὄρθιον ἀνάβασιν ποιουμένοις τά τε βέλη καὶ τοὺς ὀλοιτρόχους,
 εἰ καὶ τούτους τυχὸν ἐπαφεῖεν,

τῇ πυκνότητι τῆς φάλαγγος ἀποσείσασθαι. καὶ πρὸς τὸ παράγγελμα εἶχε
 προθύμους. ἐπειδὴ δὲ κατὰ τὸ προσταχθὲν τὴν πρὸς τὸ ἄναντες ἄνοδον
 ἐποίησαντο, καταστάντες τοῖς ἐναντίοις ἰσοπαλεῖς ἔτρεψαν εὐθὺς εἰς
 φυγήν: καὶ οἳ μὲν κατὰ τῶν κρημνῶν φερόμενοι διερρήγνυντο, τοὺς δὲ
 οἱ διώκοντες ἀπέσφαττον, οὗτοί τε καὶ οἱ μὴ μετασχόντες τῆς ἐπὶ τὸν
 λόφον ἀνόδου. μετὰ δὲ τὴν νίκην ἐπ̓ ἀδείας τὴν διάβασιν ποιουμένοις
 χαίροντας κύρον κατὰ ταῦτα τῇ ὁδοιπορίᾳ
 τοῦ βασιλέως χρωμένου.

δέχεται μὲν οὖν αὐτὸν Ἀπάμεια καὶ Λάρισσα καὶ Ἀρέθουσα: τὸ δὲ τῶν
 Παλμυρηνῶν στρατόπεδον ἰδὼν ἐν τῷ πρὸ τῆς Ἐμίσης πεδίῳ συνειλεγμένον
 εἰς πλῆθος ἑπτὰ μυριάδων ἔκ τε αὐτῶν Παλμυρηνῶν καὶ τῶν ἄλλων, ὅσοι
 τῆς στρατείας αὐτοῖς εἵλοντο μετασχεῖν, ἀντεστρατοπεδεύετο τῇ τε
 Δαλματῶν ἵππῳ καὶ Μυσοῖς καὶ Παίοσιν καὶ ἔτι γε Νωρικοῖς καὶ
 Ῥαιτοῖς, ἅπερ ἐστὶ Κελτικὰ τάγματα.

ἦσαν δὲ πρὸς τούτοις οἱ τοῦ βασιλικοῦ τέλους, ἐκ πάντων ἀριστίνδην
 συνειλεγμένοι καὶ πάντων διαπρεπέστατοι. συνετέτακτο δὲ καὶ ἡ
 Μαρουσία ἵππος αὐτοῖς, καὶ ἀπὸ τῆς Ἀσίας αἵ τε ἀπὸ Τυάνων δυνάμεις
 καὶ ἐκ τῆς μέσης τῶν ποταμῶν καὶ Συρίας καὶ Φοινίκης καὶ Παλαιστίνης
 τέλη τινὰ τῶν ἀνδρειοτάτων. οἱ δὲ ἀπὸ Παλαιστίνης πρὸς τῇ ἄλλῃ
 ὁπλίσει κορύνας καὶ ῥόπαλα ἐπεφέροντο.

συμπεσόντων δὲ τῶν στρατοπέδων ἀλλήλοις, ἔδοξεν ἡ τῶν
 Ῥωμαίων ἵππος κατά τι μέρος ἐκκλίνειν, ὡς ἂν μὴ πλήθει τῶν
 Παλμυρηνῶν ἱππέων πλεονεκτούντων καὶ περιιππαζομένων πως
 τὸ Ῥωμαίων στρατόπεδον ἐμπεσὸν ἐς κύκλωσιν λάθῃ. τῶν τοίνυν
 Παλμυρηνῶν ἱππέων τοὺς ἐκκλίναντας διωκόντων καὶ ταύτῃ τὴν τάξιν τὴν
 οἰκείαν παρεξελθόντων, ἐς τοὐναντίον ἀπέβη τοῖς Ῥωμαίων ἱππεῦσιν τὸ
 βουλευθέν: ἐδιώκοντο γὰρ τῷ ὄντι πολὺ τῶν πολεμίων ἐλασσωθέντες.

ὡς δὲ καὶ ἔπιπτον πλεῖστοι, τότε δὴ τῶν πεζῶν τὸ πᾶν ἔργον γενέσθαι
 συνέβη: τὴν γὰρ τάξιν τοῖς Παλμυρηνοῖς διαρραγεῖσαν ἰδόντες ἐκ τοῦ
 τοὺς ἱππέας τῇ διώξει σχολάσαι, συστραφέντες ἀτάκτοις αὐτοῖς καὶ
 ἐσκεδασμένοις ἐπέθεντο. καὶ φόνος ἦν ἦν ἐπὶ τούτῳ πολύς, τῶν μὲν
 τοῖς συνήθεσιν ἐπιόντων ὅπλοις, τῶν δὲ ἀπὸ Παλαιστίνης τὰς κορύνας
 καὶ τὰ ῥόπαλα τοῖς σιδήρῳ καὶ χαλκῷ τεθωρακισμένοις ἐπιφερόντων,
 ὅπερ μάλιστα τῆς νίκης ἐν μέρει γέγονεν αἴτιον, τῷ ξένῳ τῆς τῶν
 ῥοπάλων ἐπιφορᾶς τῶν πολεμίων καταπλαγέντων.

φευγόντων δὲ ἤδη τῶν Παλμυρηνῶν προτροπάδην, καὶ ἐν τῷ φεύγειν
 ἑαυτούς τε συμπατούντων καὶ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, τὸ πεδίον
 ἐπληροῦτο νεκρῶν ἀνδρῶν τε καὶ ἵππων, τῶν ὅσοι διαδρᾶναι
 δεδύνηνται τὴν πόλιν καταλαβόντων.

Ἀθυμίας δὲ πολλῆς εἰκότως ἐπὶ τῇ ἥττῃ Ζηνοβίαν ἐχούσης, βουλὴ
 προέκειτο περὶ τοῦ πρακτέου, καὶ κοινῇ γνώμῃ πᾶσιν ἐδόκει τοῖς μὲν
 περὶ τὴν Ἔμισαν πράγμασιν ἀπογνῶναι διὰ τὸ καὶ τοὺς Ἐμισηνοὺς
 ἀλλοτρίως πρὸς αὐτὴν ἔχοντας τὰ Ῥωμαίων αἱρεῖσθαι, Παλμύραν δὲ
 καταλαβεῖν καὶ τῷ τῆς πόλεως ὀχυρῷ τὴν ἀσφάλειαν ἐπιτρέψαντας
 σχολαίτερον σκοπῆσαι τὰ κατὰ σφᾶς. οὐδὲν ἦν ἔργου καὶ λόγου

τὸ μέσον, ἀλλὰ συνέθεον ἐφ̓ ὅπερ ἐδόκει. πυθόμενος δὲ τὴν Ζηνοβίας
 φυγὴν Αὐρηλιανὸς εἰς μὲν τὴν Ἔμισαν εἰσῄει, προθύμως αὐτὸν τῶν
 πολιτῶν δεχομένων, εὑρὼν δὲ πλοῦτον ὃν οὐχ οἵα τε ἐγεγόνει Ζηνοβία
 μετακομίσαι, παραχρῆμα σὺν τῷ στρατῷ τῆς ὁδοῦ τῆς ἐπὶ Παλμύραν
 εἴχετο. καὶ ἐπιστὰς τῇ πόλει, κύκλῳ περιλαβὼν τὸ τεῖχος ἐπολιόρκει,
 τῆς τροφῆς ἐκ τῶν πλησιαζόντων ἐθνῶν τῷ στρατοπέδῳ χορηγουμένης. τῶν
 δὲ Παλμυρηνῶν ἐπιτωθαζόντων ὡς ἀδυνάτου τῆς ἁλώσεως οὔσης, ἤδη δέ
 τινος καὶ εἰς αὐτὸν τὸν βασιλέα λόγους αἰσχροὺς ἀφιέντος, παρεστώς
 τις τῷ βασιλεῖ Πέρσης ἀνήρ εἰ κελεύεις ἔφη, τὸν ὑβριστὴν
 τοῦτον ὄψει νεκρόν .

ἐγκελευσαμένου δὲ τοῦ βασιλέως, προστησάμενος ἑαυτοῦ τινὰς ὁ Πέρσης
 τοὺς ἀποκρύπτοντας, ἐντείνας τὸ τόξον καὶ βέλος ἁρμόσας ἀφίησιν, ὃ
 δὴ προκεκυφότι τῆς ἐπάλξεως τῷ ἀνθρώπῳ καὶ ἔτι τὰς ὕβρεις ἐπαφιέντι
 προσπαγὲν κατάγει τε τοῦ τείχους αὐτὸν καὶ νεκρὸν τῷ στρατοπέδῳ καὶ
 τῷ βασιλεῖ δείκνυσιν.

ἐπεὶ δὲ ἀντεῖχον πολιορκούμενοι, σπάνει τῶν ἐπιτηδείων ἀπαγορεύσειν
 τοὺς πολεμίους ἐλπίσαντες, ἐγκαρτεροῦντας θεώμενοι καὶ αὐτοὶ τροφῆς
 ἐνδείᾳ πιεζόμενοι γνώμην ποιοῦνται ἐπὶ τὸν Εὐφράτην δραμεῖν, κἀκεῖσε
 παρὰ Περσῶν βοήθειαν εὑρέσθαι, πράγματά τε Ῥωμαίοις νεώτερα
 μηχανήσασθαι.

ταῦτα βουλευσάμενοι, καμήλῳ τὴν Ζηνοβίαν
 ἀναβιβάσαντες, αἳ δὴ καμήλων εἰσὶν τάχισται καὶ ἵππους
 ὑπεραίρουσαι τάχει, τῆς πόλεως ὑπεξάγουσιν. Αὐρηλιανὸς δὲ ἀχθόμενος
 ἐπὶ τῇ τῆς Ζηνοβίας φυγῇ, τῷ κατὰ φύσιν οὐκ ἐνδοὺς δραστηρίῳ, πέμπει
 παραχρῆμα τοὺς διώξοντας ταύτην ἱππέας.

οἳ δὲ καταλαβόντες ἤδη τὸν Εὐφράτην αὐτὴν μέλλουσαν περαιοῦσθαι,
 καταγαγόντες ἐκ τοῦ πλοίου πρὸς τὸν Αὐρηλιανὸν ἄγουσιν. ὃ δὲ τῷ μὲν
 ἀπροσδοκήτῳ τῆς θέας περιχαρὴς ἐγεγόνει, φιλότιμος δὲ ὢν φύσει,
 λαβὼν κατὰ νοῦν ὡς γυναικὸς κρατήσας οὐκ ἔσται τοῖς ἐσομένοις
 ἐπίδοξος, ἐδυσχέραινεν.

τῶν δὲ ἐναποκεκλεισμένων τῇ πόλει Παλμυρηνῶν αἱ γνῶμαι διχῇ
 διῃροῦντο, τῶν μὲν προκινδυνεύειν τῆς πόλεως ἐθελόντων καὶ
 διαπολεμεῖν παντὶ σθένει Ῥωμαίοις, τῶν δὲ ἱκετηρίας ἀπὸ τοῦ τείχους
 προτεινομένων αἰτούντων τε συγγνώμην ἐπὶ τοῖς προλαβοῦσιν. δεξαμένου
 δὲ τοῦ βασιλέως τὴν ἱκετείαν καὶ θαρρεῖν παρακελευσαμένου, πρὸ τῆς
 πόλεως ἐξεχέοντο, δῶρα καὶ ἱερεῖα προσάγοντες.

Αὐρηλιανὸς δὲ τὰ μὲν ἱερεῖα τιμήσας τὰ δὲ δῶρα δεξάμενος ἀθῴους
 ἠφίει. τῆς δὲ πόλεως γενόμενος κύριος καὶ τοῦ κατὰ ταύτην πλούτου
 καὶ τῆς ἄλλης ἀποσκευῆς καὶ ἀναθημάτων κρατήσας, ἐπανελθὼν εἰς τὴν
 Ἔμισαν εἰς κρίσιν ἤγαγε Ζηνοβίαν τε καὶ τοὺς ταύτῃ συναραμένους.
 ἐπεὶ δὲ αἰτίας ἔλεγεν ἑαυτὴν ἐξαιροῦσα, πολλούς τε ἄλλους ἦγεν εἰς
 μέσον ὡς παραγαγόντας οἷα γυναῖκα, ἐν οἷς καὶ Λογγῖνος ἦν, οὗ
 συγγράμματα ἔστι μέγα τοῖς παιδείας μεταποιουμένοις ὄφελος
 φέροντα:

ᾧπερ ἐφ̓ οἷς κατηγορεῖτο ἐλεγχομένῳ παραχρῆμα ὁ βασιλεὺς θανάτου
 ζημίαν ἐπέθηκεν, ἣν οὕτω γενναίως ἤνεγκεν ὁ Λογγῖνος ὥστε καὶ τοὺς
 σχετλιάζοντας ἐπὶ τῷ πάθει παραμυθεῖσθαι, καὶ ἄλλων δὲ Ζηνοβίας
 κατειπούσης κολάσεσιν ὑπαχθέντων.

Ἄξιον δὲ τὰ συνενεχθέντα πρὸ τῆς Παλμυρηνῶν 
 καθαιρέσεως ἀφηγήσασθαι, εἰ καὶ τὴν ἱστορίαν ἐν ἐπιδρομῇ φαίνομαι
 ποιησάμενος διὰ τὴν εἰρημένην ἐν προοιμίῳ μοι πρόθεσιν: Πολυβίου γὰρ
 ὅπως ἐκτήσαντο Ῥωμαῖοι τὴν ἀρχὴν ἐν ὀλίγῳ χρόνῳ διεξελθόντος, ὅπως
 ἐν οὐ πολλῷ χρόνῳ σφῇσιν ἀτασθαλίῃσιν αὐτὴν διέφθειραν ἔρχομαι
 λέξων.

ἀλλὰ ταῦτα μέν, ἐπειδὰν ἐν ἐκείνῳ γένωμαι τῆς ἱστορίας τῷ μέρει:
 Παλμυρηνοῖς δὲ μέρους οὐκ ὀλίγου τῆς Ῥωμαίων ἐπικρατείας ἤδη
 κεκρατηκόσιν, ὡς διεξῆλθον, ἐκ τοῦ θείου πολλὰ προεμηνύθη τὴν
 συμβᾶσαν αὐτοῖς δηλοῦντα καθαίρεσιν. τίνα δὲ ταῦτα, ἐρῶ. ἐν
 Σελευκείᾳ τῇ κατὰ Κιλικίαν Ἀπόλλωνος ἱερὸν ἵδρυτο καλουμένου
 Σ̔??ʼρπηδονἴου, καὶ ἐν τούτῳ χρηστήριον.

τὰ μὲν οὖν περὶ τοῦ θεοῦ τούτου λεγόμενα, καὶ ὡς ἅπασι τοῖς ὑπὸ λύμης
 ἀκρίδων ἐνοχλουμένοις Σελευκιάδας παραδιδοὺς ʽὄρνεα δὲ ταῦτα
 ἐνδιαιτώμενα τοῖς περὶ τὸ ἱερὸν τόποισ̓ συνεξέπεμπεν τοῖς αἰτοῦσιν,
 αἳ δὲ ταῖς ἀκρίσιν συμπεριιπτάμεναι καὶ τοῖς στόμασιν ταύτας
 δεχόμεναι καὶ παραχρῆμα διαφοροῦσαι πλῆθός τε ἄπειρον ἐν ἀκαριαίῳ
 διέφθειρον καὶ τῆς ἐκ τούτων βλάβης τοὺς ἀνθρώπους ἀπήλλαττον, ταῦτα
 μὲν τῇ τηνικαῦτα τῶν ἀνθρώπων εὐδαιμονίᾳ παρίημι, τοῦ καθ̓ ἡμᾶς
 γένους πᾶσαν ἀποσεισαμένου θείαν εὐεργεσίαν.

τοῖς Παλμυρηνοῖς δὲ χρωμένοις εἰ καθέξουσιν τὴν τῆς ἑῴας ἡγεμονίαν,
 ἔχρησεν ὁ θεὸς οὕτως 
 ἔξιτέ μοι μεγάρων, ἀπατήμονες οὔλιοι ἄνδρες, φύτλης
 ἀθανάτων ἐρικυδέος ἀλγυντῆρες. πυνθανομένοις δέ τισιν
 περὶ τῆς Αὐρηλιανοῦ κατὰ Παλμυρηνῶν στρατείας ὁ θεὸς ἀνεῖλε 
 
 κίρκος τρήρωσιν κρυερὸν γόον ἡγηλάζων, οἶος πολλῇσιν:
 ταὶ δὲ φρίσσουσι φονῆα.

Καὶ ἕτερον δὲ Παλμυρηνοῖς συνηνέχθη τοιοῦτον. Ἄφακα χωρίον ἐστὶν
 μέσον Ἡλιουπόλεώς τε καὶ Βίβλου, καθ̓ ὅ ναὸς Ἀφροδίτης Ἀφακίτιδος
 ἵδρυται. τούτου πλησίον λίμνη τις ἔστιν ἐοικυῖα χειροποιήτῳ
 δεξαμενῇ. κατὰ μὲν οὖν τὸ ἱερὸν καὶ τοὺς πλησιάζοντας τόπους πῦρ ἐπὶ
 τοῦ ἀέρος λαμπάδος ἢ σφαίρας φαίνεται δίκην, συνόδων ἐν τῷ τόπῳ
 χρόνοις τακτοῖς γινομένων, ὅπερ καὶ μέχρι τῶν καθ̓ ἡμᾶς ἐφαίνετο
 χρόνων.

ἐν δὲ τῇ λίμνῃ εἰς τιμὴν τῆς θεοῦ δῶρα προσέφερον οἱ συνιόντες ἔκ τε
 χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ ὑφάσματα μέντοι λίνου τε καὶ
 βύσσου καὶ ἄλλης ὕλης τιμιωτέρας: καὶ εἰ μὲν δεκτὰ ἐφάνη,
 παραπλησίως τοῖς βάρεσι καὶ τὰ ὑφάσματα κατεδύετο, εἰ δὲ ἄδεκτα καὶ
 ἀπόβλητα, αὐτά τε ἦν ἰδεῖν ἐπιπλέοντα τῷ ὕδατι τὰ ὑφάσματα καὶ εἴ τί
 περ ἦν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ ἄλλαις ὕλαις, αἷς φύσις οὐκ
 αἰωρεῖσθαι ἐπὶ τοῦ ὕδατος ἀλλὰ καταδύεσθαι.

τῶν Παλμυρηνῶν τοίνυν ἐν τῷ πρὸ τῆς καθαιρέσεως ἔτει συνελθόντων ἐν
 τῷ τῆς ἑορτῆς καιρῷ καὶ εἰς τιμὴν τῆς θεοῦ δῶρα χρυσοῦ καὶ ἀργύρου
 καὶ ὑφασμάτων κατὰ τῆς λίμνης ἀφέντων, πάντων τε τοῦ βάθους
 καταδύντων, κατὰ τὸ ἐχόμενον ἔτος ἐν τῷ καιρῷ τῆς ἑορτῆς ὤφθησαν
 αἰωρούμενα πάντα, τῆς θεοῦ διὰ τούτου τὰ ἐσόμενα δηλωσάσης.

Ἡ μὲν οὖν εἰς Ῥωμαίους εὐμένεια τοῦ θείου τῆς ἱερᾶς ἁγιστείας
 φυλαττομένης τοιαύτη: ἐπειδὰν δὲ εἰς ἐκείνους ἀφίκωμαι τοὺς χρόνους
 ἐν οἷς ἡ Ῥωμαίων ἀρχὴ κατὰ βραχὺ βαρβαρωθεῖσα εἰς ὀλίγον τι, καὶ
 αὐτὸ διαφθαρέν, περιέστη, τηνικαῦτα καὶ τὰς αἰτίας παραστήσω τοῦ
 δυστυχήματος, καὶ τοὺς χρησμοὺς ὡς ἂν οἷός τε ὦ
 παραθήσομαι τοὺς τὰ συνενεχθέντα μηνύσαντας.

ἐπανελθεῖν δὲ τέως καιρὸς ὅθεν ἐξέβην, ἵνα μὴ τὴν τάξιν τῆς ἱστορίας
 ἀτελῆ δόξω καταλιμπάνειν. Αὐρηλιανοῦ τοίνυν ἐπὶ τὴν Εὐρώπην
 ἐλαύνοντος, καὶ συνεπάγοντός οἱ Ζηνοβίαν τε καὶ τὸν παῖδα τὸν ταύτης
 καὶ πάντας ὅσοι τῆς ἐπαναστάσεως αὐτοῖς ἐκοινώνησαν, αὐτὴν μὲν
 Ζηνοβίαν φασὶν ἢ νόσῳ ληφθεῖσαν ἢ τροφῆς μεταλαβεῖν οὐκ ἀνασχομένην
 ἀποθανεῖν, τοὺς δὲ ἄλλους πλὴν τοῦ Ζηνοβίας παιδὸς ἐν μέσῳ τοῦ
 μεταξὺ Χαλκηδόνος καὶ Βυζαντίου πορθμοῦ καταποντωθῆναι.

ἐχομένου δὲ Αὐρηλιανοῦ τῆς ἐπὶ τὴν Εὐρώπην ὁδοῦ, κατέλαβεν ἀγγελία
 τοιαύτη, ὡς τῶν ἐν Παλμύρᾳ καταλειφθέντων τινὲς Ἀψαῖον παραλαβόντες,
 ὃς καὶ τῶν προλαβόντων αὐτοῖς γέγονεν αἴτιος, ἀποπειρῶνται
 Μαρκελλίνου τοῦ καθεσταμένου τῆς μέσης τῶν ποταμῶν παρὰ βασιλέως
 ὑπάρχου καὶ τὴν τῆς ἑῴας ἐγκεχειρισμένου διοίκησιν, εἴ πως ἀνέχεται
 σχῆμα βασίλειον ἑαυτῷ περιθεῖναι.

τοῦ δὲ εἰς τὸ διασκέπτεσθαι τὸ πρακτέον ἀναβαλλομένου, τὰ παραπλήσια
 καὶ αὖθις καὶ πολλάκις ἠνώχλουν. ὃ δὲ ἀποκρίσεσιν χρώμενος
 ἀμφιβόλοις αὐτὸς μὲν Αὐρηλιανῷ τὸ σκεφθὲν κατεμήνυσε, Παλμυρηνοὶ δὲ
 Ἀντιόχῳ περιθέντες ἁλουργὲς ἱμάτιον κατὰ τὴν Παλμύραν εἶχον.

Αὐρηλιανὸς δὲ ταῦτα ἀκηκοὼς αὐτόθεν, ὡς εἶχεν, ἐπὶ τὴν ἑῴαν
 ἐστέλλετο, καταλαβὼν δὲ τὴν Ἀντιόχειαν καὶ ἵππων ἁμίλλης
 ἐπιτελουμένης τῷ δήμῳ φανεὶς καὶ τῷ ἀδοκήτῳ πάντας ἐκπλήξας ἐπὶ τὴν
 Παλμύραν ἤλαυνεν. ἀμαχητὶ δὲ τὴν πόλιν ἑλὼν καὶ κατασκάψας, οὐδὲ
 τιμωρίας Ἀντίοχον ἄξιον διὰ τὴν εὐτέλειαν εἶναι νομίσας ἀφίησιν. σὺν
 τάχει δὲ καὶ Ἀλεξανδρέας στασιάσαντας καὶ πρὸς ἀπόστασιν ἰδόντας
 παραστησάμενος, θρίαμβον εἰς τὴν Ῥώμην εἰσαγαγὼν μεγίστης ἀποδοχῆς
 ἐκ τοῦ δήμου καὶ τῆς γερουσίας ἐτύγχανεν.

ἐν τούτῳ καὶ τὸ τοῦ Ἡλίου δειμάμενος ἱερὸν μεγαλοπρεπῶς
 τοῖς ἀπὸ Παλμύρας ἐκόσμησεν ἀναθήμασιν, Ἡλίου τε καὶ Βήλου
 καθιδρύσας ἀγάλματα. τούτων οὕτω διῳκημένων, Τέτρικον καὶ ἄλλους
 ἐπαναστάντας οὐ σὺν πόνῳ καθελὼν κατὰ τὴν ἀξίαν μετῆλθεν.

ἤδη δὲ καὶ ἀργύριον νέον δημοσίᾳ διέδωκεν, τὸ κίβδηλον ἀποδόσθαι τοὺς
 ἀπὸ τοῦ δήμου παρασκευάσας, τούτῳ τε τὰ συμβόλαια συγχύσεως
 ἀπαλλάξας. ἐπὶ τούτοις καὶ ἄρτων δωρεᾷ τὸν Ῥωμαίων ἐτίμησεν δῆμον.
 διαθέμενος δὲ ἅπαντα τῆς Ῥώμης ἐξώρμησεν.

διατρίβοντι δὲ αὐτῷ κατὰ τὴν Πέρινθον, ἣ νῦν Ἡράκλεια μετωνόμασται,
 συνίσταταί τις ἐπιβουλὴ τοιάδε. ἦν τις ἐν τοῖς βασιλείοις Ἔρως
 ὄνομα, τῶν ἔξωθεν φερομένων ἀποκρίσεων μηνυτὴς τεταγμένος. τούτῳ
 πταίσματός τινος ἕνεκεν ὁ βασιλεὺς ἀπειλήσας ἐς φόβον
 κατέστησεν.

καὶ δεδιὼς μὴ ταῖς ἀπειλαῖς ἔργον ἐπιτεθείη, τῶν δορυφόρων τισίν, οὓς
 μάλιστα τολμηροτάτους ᾔδει, κοινολογεῖται, καὶ γράμματα δείξας ἅπερ
 ἦν εἰς τύπον τῶν βασιλέως: γραμμάτων αὐτὸς μιμησάμενος ʽἐκ πολλοῦ
 γάρ οἱ τὰ τῆς μιμήσεως μεμελέτητὀ πείθει θάνατον ὑφορωμένους ʽτοῦτο
 γὰρ ἦν ἐκ τῶν γραμμάτων τεκμήρασθαἰ πρὸς τὴν κατὰ τοῦ βασιλέως
 ὁρμῆσαι σφαγήν.

ἐπιτηρήσαντες οὖν αὐτὸν ἐξιόντα τῆς πόλεως δίχα τῆς ἀρκούσης φυλακῆς
 ἐπελαύνουσιν, καὶ πάντες ἐπαγαγόντες τὰ ξίφη
 διώλεσαν. αὐτὸς μὲν οὖν ἐτάφη μεγαλοπρεπῶς αὐτόθι παρὰ τοῦ
 στρατοπέδου τῶν ἔργων ἕνεκα καὶ τῶν κινδύνων, οὓς ὑπὲρ τῶν κοινῶν
 ἀπεδείξατο πραγμάτων.

Τακίτου δὲ τὰ τῆς Ῥώμης ἀναδησαμένου βασίλεια καὶ τὴν ἀρχὴν ἔχοντος,
 Σκύθαι διὰ τῆς Μαιώτιδος λίμνης περαιωθέντες διὰ τοῦ Πόντου τὰ μέχρι
 Κιλικίας ἐπέδραμον. οἷς ἐπεξελθὼν Τάκιτος τοὺς μὲν αὐτὸς
 καταπολεμήσας ἐξεῖλεν, τοὺς δὲ Φλωριανῷ προβεβλημένῳ τῆς αὐλῆς
 ὑπάρχῳ παραδοὺς ἐπὶ τὴν Εὐρώπην ἐξώρμησεν. ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν
 ἐμπεσὼν ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε.

Μαξιμίνῳ γένει προσήκοντι τὴν Συρίας ἀρχὴν παραδέδωκεν. οὗτος τοῖς ἐν
 τέλει τραχύτατα προσφερόμενος εἰς φθόνον ἅμα καὶ φόβον κατέστησεν.
 τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτησεν,
 ἧς κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας αὐτῷ μὲν
 ἐπιθέμενοι Μαξιμίνῳ κατέσφαξαν, διώξαντες δὲ ἀναζευγνύντα ἐπὶ τὴν
 Εὐρώπην Τάκιτον ἀναιροῦσιν.

Ἐντεῦθεν εἰς ἐμφύλιον κατέστη τὰ πράγματα ταραχήν, τῶν μὲν κατὰ τὴν
 ἑῴαν βασιλέα Πρόβον ἑλομένων, τῶν δὲ κατὰ τὴν Ῥώμην Φλωριανόν. καὶ
 Πρόβος μὲν εἶχεν Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην
 καὶ τὴν Αἴγυπτον ἅπασαν, τὰ δὲ ἀπὸ Κιλικίας μέχρις Ἰταλίας
 Φλωριανός: ὑπήκουον δὲ αὐτῷ καὶ τὰ ὑπὲρ τὰς Ἄλπεις ἔθνη, Γαλάται καὶ
 Ἴβηρες ἅμα τῇ Βρεττανικῇ νήσῳ, καὶ προσέτι γε ἅπασα Λιβύη καὶ τὰ
 Μαυρούσια φῦλα.

παρεσκευασμένων δὲ εἰς πόλεμον ἀμφοτέρων, εἰς τὴν Ταρσὸν ὁ Φλωριανὸς
 ἀφικόμενος αὐτῇ στρατοπεδεύειν ἐγνώκει, τὴν κατὰ τῶν ἐν τῷ Βοσπόρῳ
 Σκυθῶν νίκην ἡμιτελῆ καταλελοιπώς, ταύτῃ τε καὶ τοῖς ἐγκεκλεισμένοις
 ἐνδοὺς ἀδεῶς τὰ οἰκεῖα καταλαβεῖν. τρίβοντος δὲ Πρόβου τὸν πόλεμον
 οἷα καὶ ἐξ ἐλάττονος πολλῷ δυνάμεως αὐτὸν ἀναδεξαμένου, κατὰ τὴν
 Ταρσὸν ἐν τῷ θέρει γινομένου καύματος, ἀηθήσαντες οἱ Φλωριανῷ
 συντεταγμένοι διὰ τὸ ἐκ τῆς Εὐρώπης τὸ πλέον τοῦ στρατεύματος
 εἶναι,

νόσῳ δεινῇ περιπίπτουσιν. ὅπερ μαθὼν ὁ Πρόβος εἰς καιρὸν ἐπιθέσθαι
 διέγνω. τῶν δὲ Φλωριανοῦ στρατιωτῶν καὶ παρὰ δύναμιν ἐπεξελθόντων
 ἐγένοντο μὲν ἀκροβολισμοὶ πρὸ τῆς πόλεως, ἔργου δὲ οὐδενὸς ἀφηγήσεως
 ἀξίου πραχθέντος ἀλλ̓ ἀποστάντων ἀλλήλων τῶν στρατοπέδων ἐλθόντες
 μετὰ ταῦτά τινες τῶν ἅμα Πρόβῳ στρατευομένων παραλύουσι Φλωριανὸν
 τῆς ἀρχῆς.

οὗ γενομένου χρόνον μὲν ἐφυλάχθη τινά, τῶν δὲ περὶ αὐτὸν οὐ κατὰ τὴν
 Πρόβου προαίρεσιν τοῦτο γεγενῆσθαι λεγόντων, ἀναλαβεῖν τὴν ἁλουργίδα
 Φλωριανὸς αὖθις ἠνέσχετο, μέχρις ἐπανελθόντες οἱ τὰ Πρόβῳ σὺν
 ἀληθείᾳ περὶ τούτου δοκοῦντα μηνύοντες ἀναιρεθῆναι παρὰ τῶν οἰκείων
 Φλωριανὸν πεποιήκασιν.

Περιστάσης δὲ τῆς βασιλείας εἰς Πρόβον, ἐλαύνων ἐπὶ τὰ πρόσω
 προοίμιον ἐποιήσατο τῶν ὑπὲρ τοῦ κοινοῦ πράξεων ἔργον ἐπαινετόν:
 παρὰ γὰρ τῶν ἀνελόντων Αὐρηλιανὸν καὶ ἐπιθεμένων Τακίτῳ δίκην ἔγνω
 λαβεῖν. ἀλλὰ προφανῶς μὲν οὐ πράττει τὸ βουλευθὲν δέει τοῦ μή τινα
 ταραχὴν ἐκ τούτου συμβῆναι, λόχον δὲ στήσας ἀνδρῶν οἷς
 τοῦτο τεθαρρηκὼς ἔτυχεν, ἐφ̓ ἑστίασιν τοὺς φονέας ἐκάλει.

τῶν δὲ συνελθόντων ἐλπίδι τοῦ βασιλικῇ κοινωνῆσαι τραπέζῃ, πρός τι
 τῶν ὑπερῴων ἀναχωρήσας ὁ Πρόβος, ἐξ οὗ τὸ γενησόμενον ἄποπτον ἦν,
 σύνθημα τοῖς ἐπιτεταγμένοις τὸ δρᾶμα ἐδίδου. τῶν δὲ τοῖς
 συνεληλυθόσιν ἀφράκτοις οὖσιν ἐπιθεμένων, ἅπαντες πλὴν ἑνὸς
 κατεσφάττοντο, ὃν μετ̓ οὐ πολὺ συλλαβόντες ὡς αἴτιον σφίσι κινδύνου
 γεγονότα παραδεδώκασιν ζῶντα πυρί.

Ταῦτα διαπραξαμένῳ τῷ Πρόβῳ Σατουρνῖνος γένει Μαυρούσιος, ἐπιτήδειος
 ὢν ἐς τὰ μάλιστα τῷ βασιλεῖ διὰ τοῦτό τε καὶ τὴν Συρίας ἀρχὴν
 ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως εἰς ἐπαναστάσεως
 ἔννοιαν ἦλθεν: ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα
 μετελθεῖν, ἔφθησαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται συγκατασβέσαντες τῇ
 τυραννίδι τὸν ἄνθρωπον.

ἔπαυσεν δὲ καὶ ἄλλην ἐπανάστασιν, ἐν τῇ Βρεττανίᾳ μελετηθεῖσαν, διὰ
 Βικτωρίνου Μαυρουσίου τὸ γένος, ᾧπερ πεισθεὶς ἔτυχεν τὸν ἐπαναστάντα
 τῆς Βρεττανίας ἄρχοντα προστησάμενος. καλέσας γὰρ τὸν Βικτωρῖνον
 πρὸς ἑαυτὸν καὶ ἐπὶ τῇ συμβουλῇ μεμψάμενος τὸ πταῖσμα ἐπανορθώσοντα
 πέμπει: ὃ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας περινοίᾳ οὐκ ἄφρονι
 τὸν τύραννον ἀναιρεῖ.

Ταῦτα διαθεὶς τὸν εἰρημένον μοι τρόπον καὶ κατὰ βαρβάρων μεγίστας
 ἀνεδήσατο νίκας, δύο πολέμους ἀγωνισάμενος καὶ τῷ μὲν αὐτὸς
 παραγεγονώς, τῷ δὲ ἑτέρῳ στρατηγὸν προστησάμενος. ἐπεὶ δὲ ταῖς ἐν
 Γερμανίᾳ πόλεσιν ἐνοχλουμέναις ἐκ τῶν περὶ τὸν Ῥῆνον βαρβάρων
 ἠναγκάζετο βοηθεῖν, αὐτὸς μὲν ὡς ἐπὶ τὸν Ῥῆνον ἤλαυνεν, ἐνισταμένου
 δὲ τοῦ πολέμου καὶ λιμοῦ πᾶσι τοῖς αὐτόθι τόποις ἐνσκήψαντος ἄπλετος
 ὄμβρος καταρραγεὶς συγκατήγαγε ταῖς ψακάσι καὶ σῖτον, ὥστε καὶ
 σωροὺς αὐτομάτως ἐν τόποις τισὶ συντεθῆναι.

πάντων δὲ τῷ παραδόξῳ καταπλαγέντων, τὴν μὲν ἀρχὴν ἅψασθαι καὶ τούτῳ
 θεραπεῦσαι τὸν λιμὸν οὐκ ἐθάρρουν, ἐπεὶ δὲ παντὸς δέους ἡ ἀνάγκη
 καρτερωτέρα, πέψαντες ἄρτους καὶ μεταλαβόντες ἅμα καὶ τὸν λιμὸν
 ἀπεσείσαντο καὶ τοῦ πολέμου ῥᾷστα τῇ τοῦ βασιλέως περιγεγόνασι
 τύχῃ.

Κατώρθωσεν δὲ καὶ ἄλλους πολέμους οὐ σὺν πόνῳ πολλῷ, μάχας δὲ
 καρτερὰς ἠγωνίσατο πρότερον μὲν πρὸς Λογγίωνας, ἔθνος Γερμανικόν,
 οὓς καταγωνισάμενος καὶ Σέμνωνα ζωγρήσας ἅμα τῷ παιδί, τὸν τούτων
 ἡγούμενον, ἱκέτας ἐδέξατο, καὶ τοὺς αἰχμαλώτους καὶ τὴν
 λείαν πᾶσαν, ἣν εἶχον, ἀναλαβὼν ἐπὶ ῥηταῖς ὁμολογίαις ἠφίει, καὶ
 αὐτὸν Σέμνωνα μετὰ τοῦ παιδὸς ἀπέδωκε.

καὶ δευτέρα γέγονεν αὐτῷ μάχη πρὸς Φράγκους, οὓς διὰ τῶν στρατηγῶν
 κατὰ κράτος νενικηκὼς αὐτὸς Βουργούνδοις καὶ Βανδίλοις ἐμάχετο.
 πλήθεσι δὲ τὴν οἰκείαν δύναμιν ἐλαττουμένην ὁρῶν, μερίδα τινὰ
 παρασπάσασθαι τῶν πολεμίων διενοεῖτο καὶ ταύτῃ διαμάχεσθαι.

καί πως συνέδραμεν τῇ γνώμῃ τοῦ βασιλέως ἡ τύχη. τῶν γὰρ στρατοπέδων
 ὄντων παῤ ἑκάτερα ποταμοῦ αιγυος, εἰς μάχην τοὺς πέραν βαρβάρους οἱ
 Ῥωμαῖοι προεκαλοῦντο: οἳ δὲ ἐπὶ τούτῳ παροξυνθέντες, ὅσοι περ οἷοί
 τε ἦσαν, ἐπεραιοῦντο. καὶ συμπεσόντων σφίσι τῶν στρατοπέδων οἳ μὲν
 ἀπεσφάττοντο τῶν βαρβάρων, οἳ δὲ καὶ ζῶντες ὑπὸ τοὺς Ῥωμαίους
 γεγόνασιν.

τῶν δὲ λειπομένων σπονδὰς αἰτησάντων ἐφ̓ ᾧτε καὶ τὴν λείαν καὶ τοὺς
 αἰχμαλώτους, οὓς ἔτυχον ἔχοντες, ἀποδοῦναι, τυχόντες τῆς αἰτήσεως οὐ
 πάντα ἀπέδοσαν. πρὸς ὃ βασιλεὺς ἀγανακτήσας ἀναχωροῦσιν αὐτοῖς
 ἐπιθέμενος ἀξίαν ἐπέθηκεν δίκην, αὐτούς τε ἀποσφάξας καὶ τὸν
 ἡγούμενον Ἰγίλλον ζωγρίαν ἑλών. ὅσους δὲ ζῶντας οἷός τε γέγονεν
 ἑλεῖν, εἰς Βρεττανίαν παρέπεμψεν. οἳ τὴν νῆσον οἰκήσαντες
 ἐπαναστάντος μετὰ ταῦτά τινος γεγόνασι βασιλεῖ χρήσιμοι.

Τούτων οὕτω περὶ τὸν Ῥῆνον αὐτῷ διαπολεμηθέντων, ἄξιον μηδὲ τὰ κατ̓
 ἐκεῖνον τὸν χρόνον Ἰσαύροις πραχθέντα παραδραμεῖν. Λύδιος τὸ γένος
 Ἴσαυρος, ἐντεθραμμένος τῇ συνήθει λῃστείᾳ, στῖφος ὅμοιον ἑαυτῷ
 περιποιησάμενος τὴν Παμφυλίαν ἅπασαν καὶ Λυκίαν ἐπῄει:
 συνελθόντων δὲ στρατιωτῶν ἐπὶ τῇ τῶν λῃστῶν καταλήψει, πρὸς Ῥωμαϊκὸν
 στρατόπεδον οὐχ οἷός τε ὢν ἀντιτάττεσθαι Κρῆμναν κατελάμβανε, πόλιν
 οὖσαν Λυκίας, ἐν ἀποκρήμνῳ τε κειμένην καὶ κατὰ μέρος χαράδραις
 βαθυτάταις ὠχυρωμένην, ἐν ταύτῃ πολλοὺς ὡς ἐν ἀσφαλεῖ καὶ τειχήρει
 καταφυγόντας εὑρών.

ἐπεὶ δὲ τοὺς Ῥωμαίους εἶδεν ἐγκειμένους τῇ πολιορκίᾳ καὶ τὴν ἐν ταύτῃ
 τριβὴν γενναίως ὑφισταμένους, τὰ οἰκοδομήματα καθελὼν ἀρόσιμον
 ἐποίει τὴν γῆν, σπείρων τε σῖτον παρεσκεύαζε τοῖς ἐν τῇ πόλει
 δαπάνην. ὁρῶν δὲ τὸ πλῆθος πολλῆς δεόμενον χορηγίας, τὴν ἄχρηστον
 ἡλικίαν, ἄρρενά τε καὶ θήλεα, ἠφίει τῆς πόλεως ἐκβαλών: ἐπεὶ δὲ οἱ
 πολέμιοι τὸ Λυδίου βούλευμα προϊδόμενοι τοὺς ἐκβληθέντας αὖθις ἐπὶ
 τὴν πόλιν ἰέναι συνήλαυνον, ἐμβαλὼν εἰς τὰς περὶ τὴν πόλιν χαράδρας
 διέφθειρεν.

ὄρυγμα δέ τι, χρῆμα θαυμάσιον, ἀπὸ τῆς πόλεως ἐπὶ τὰ ἐκτὸς διορύξας
 καὶ μέχρι τῶν ἐπέκεινα τοῦ πολεμίου στρατοπέδου τόπων ἐκτείνας,
 ἐξέπεμπεν διὰ τούτου τινὰς ἐκ τῆς πόλεως ἐφ̓ ἁρπαγῇ θρεμμάτων καὶ
 ἄλλης τροφῆς: ἐκ τούτου τε χορηγεῖν ἐν μέρει τοῖς πολιορκουμένοις
 εὐπόρει, μέχρις οἱ πολέμιοι τοῦτο γυναικὸς αὐτοῖς μηνυσάσης
 ἐξεῦρον:

ἀλλ̓ οὐδὲ οὕτως ἀπεῖπεν ὁ Λύδιος, ἀλλ̓ οἴνου μὲν κατὰ βραχὺ τοὺς αὐτῷ
 συνόντας ἀπέστησεν καὶ σῖτον ἐμέτρει τοῦ συνήθους ἐλάττονα, τῶν δὲ
 σιτίων καὶ οὕτως ἐπιλιπόντων εἰς ἀνάγκην κατέστη τοῦ πάντας ἀπολέσαι
 ἐν τῇ πόλει πλὴν ὀλίγων ἀνδρῶν αὐτῷ τε ἐπιτηδείων καὶ πρὸς φυλακὴν
 ἀρκεῖν δοκούντων. κατέσχεν δὲ καὶ γυναῖκας, ἃς ἐπὶ τῇ τῆς φύσεως ἀναγκαίᾳ χρείᾳ κοινὰς εἶναι πεποίηκεν ἅπασιν.

ἐπεὶ δὲ πρὸς πάντα κίνδυνον ἐγνώκει διαπαλαῖσαι, συμβαίνει τι μετὰ
 πάντα ταῦτα τοιοῦτον. συνῆν τις ἀνὴρ αὐτῷ μηχανάς τε κατασκευάζειν
 εἰδὼς καὶ ἐκ μηχανῶν εὐστόχως ἀφιέναι βέλη δυνάμενος, ὥστε ὁσάκις
 ἐνεκελεύσατο ὁ Λύδιος αὐτῷ κατά τινος τῶν πολεμίων ἀφιέναι βέλος, μὴ
 διαμαρτεῖν τοῦ σκοποῦ.

τούτῳ τοίνυν ἐπιτάξας τρῶσαί τινα τῶν ἐναντίων, ἐπειδὴ διήμαρτε βέλος
 ἐκπέμψας ἢ ἐκ τύχης ἢ ἐκ προνοίας, γυμνώσας τῆς ἐσθῆτος ἐσχάτως
 ἐμαστίγωσεν, προσαπειλήσας καὶ θάνατον. ὃ δὲ καὶ ἐπὶ ταῖς βασάνοις
 ἀγανακτῶν καὶ ἐπὶ ταῖς ἀπειλαῖς δεδιὼς καιροῦ δοθέντος ὑπεξάγει τῆς
 πόλεως ἑαυτόν:

ἐντυχὼν δὲ τοῖς ἀπὸ τοῦ στρατοπέδου, καὶ ὅσα πέπραχέν τε καὶ ἔπαθεν
 πρὸς τούτους ἐκφήνας, ἐπέδειξεν οὖσαν ἐν τῷ τείχει θυρίδα δἰ ἧς
 εἰώθει Λύδιος κατασκοπεῖν τὰ ἐν τῷ στρατοπέδῳ γινόμενα, ταύτης τε
 προκύπτοντα κατὰ τὸ σύνηθες ὑπισχνεῖτο τοξεύειν.

ἀποδεξαμένου δὲ αὐτὸν ἐπὶ τούτῳ τοῦ τῆς στρατείας ἡγουμένου, στήσας
 μηχανήν, προστησάμενός τε τοὺς αὐτὸν ἀποκρύπτοντας ὡς ἂν μὴ παρὰ τῶν
 ἐναντίων ὁρῷτο, προκύπτοντα τῆς ὀπῆς τὸν Λύδιον θεασάμενος καὶ τὸ
 βέλος ἀφεὶς πλήττει καιρίαν.

ὃ δὲ πράξας καὶ μετὰ τὴν πληγὴν εἴς τινας τῶν συνόντων αὐτῷ τὰ
 ἀνήκεστα, καὶ τοῖς λελειμμένοις ὅρκους ἐπαγαγὼν περὶ τοῦ μὴ ἐνδοῦναι
 τῇ πολιορκίᾳ καθάπαξ, μόλις ἐξέλιπεν. οἱ δὲ κατὰ τὴν πόλιν οὐκ
 ἐνεγκόντες ἔτι τὴν πολιορκίαν ἐξέδοσαν ἑαυτοὺς τῷ στρατοπέδῳ, καὶ
 τούτῳ τῷ τρόπῳ τὸ λῃστικὸν τέλος ἐδέξατο.

Τῆς δὲ κατὰ Θηβαΐδα Πτολεμαΐδος ἀποστάσης βασιλέως, 
 πόλεμον δὲ πρὸς Κοπτίτας ἐπὶ χρόνον βραχὺν ἀραμένης, αὐτήν τε καὶ
 τοὺς συμμαχήσαντας αὐτῇ Βλέμμυας παρεστήσατο Πρόβος διὰ τῶν τότε
 στρατηγησάντων. Βαστέρνας δέ, Σκυθικὸν ἔθνος, ὑποπεσόντας αὐτῷ
 προσέμενος κατῴκισε Θρᾳκίοις χωρίοις: καὶ διετέλεσαν τοῖς Ῥωμαίων
 βιοτεύοντες νόμοις.

καὶ Φράγκων τῷ βασιλεῖ προσελθόντων καὶ τυχόντων οἰκήσεως μοῖρά τις
 ἀποστᾶσα, πλοίων εὐπορήσασα, τὴν Ἑλλάδα συνετάραξεν ἅπασαν, καὶ
 Σικελίᾳ προσσχοῦσα καὶ τῇ Συρακοσίων προσμίξασα πολὺν κατὰ ταύτην
 εἰργάσατο φόνον. ἤδη δὲ καὶ Λιβύῃ προσορμισθεῖσα, καὶ ἀποκρουσθεῖσα
 δυνάμεως ἐκ Καρχηδόνος ἐπενεχθείσης, οἵα τε γέγονεν ἀπαθὴς
 ἐπανελθεῖν οἴκαδε.

Πρόβου δὲ βασιλεύοντος καὶ τόδε συνέβη. τῶν μονομάχων ἐς ὀγδοήκοντα
 συστάντες, διαχρησάμενοι τοὺς φυλάττοντας, εἶτα τῆς πόλεως
 ἐξελάσαντες τὰ ἐν ποσὶν ἐλῄζοντο, πολλῶν, οἷα συμβαίνειν φιλεῖ,
 συναναμιχθέντων αὐτοῖς. ἀλλὰ καὶ τούτους βασιλεὺς δύναμιν ἐκπέμψας
 ἐξέτριψεν.

Ταῦτα διαπραξαμένῳ τῷ Πρόβῳ, καλῶς τε καὶ δικαίως οἰκονομήσαντι τὴν
 ἀρχήν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγγέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ
 Νωρικῷ δυνάμεων Κάρῳ περιθέντων τὴν ἁλουργίδα.

τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς
 Κάρον μετέστησαν, αὐτῷ δ̓ ἐπιστάντες ἐρήμῳ βοηθείας τῷ
 Πρόβῳ κωλύοντος οὐδενὸς διεχρήσαντο, βασιλεύσαντα ἐνιαυτοὺς ἓξ μῆνας
 δ .

Ὅτι Καρῖνος ὁ τοῦ Κάρου υἱὸς βασιλεύσας πρᾶγμα μὲν εἰς κοινὸν ὄφελος
 φέρον οὐδὲν εἰργάσατο, τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ̓ ἑαυτὸν
 ἐκδοὺς παρανάλωμα τῆς τρυφῆς ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων
 ἀνθρώπων, κατά τι προσκεκρουκέναι νομισθέντων αὐτῷ. βαρυνομένων δὲ
 πάντων ἐπὶ τῇ πικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι καὶ πάντα
 ἐκμελῶς καὶ δίχα λογισμοῦ πράττοντος

Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου καὶ πάντα ἐκμελῶς καὶ
 λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ
 τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι
 δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι Σαβίνῳ Ἰουλιανῷ
 τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες
 μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ.

Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. τότε δὴ
 τῶν στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας
 ἀναπεισάντων, Διοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα
 περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν.

ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδόν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβίνου
 Ἰουλιανοῦ στρατιώταις καὶ τρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ
 τινῶν ἐπελθόντων αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνός, οὗ τὴν
 γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν.

ἐκ τοῦ τὸν μακρότατον ἀνθρώπου βίον τὸ μέσον
 διάστημα περιλαμβάνειν ταύτης τῆς ἑορτῆς: σέκουλα γὰρ τὸν αἰῶνα Ῥωμαῖοι καλοῦσιν. συντελεῖ δὲ πρὸς λοιμῶν καὶ φθορῶν
 καὶ νόσων ἀκέσεις. ἔσχεν δὲ τὴν ἀρχὴν ἐξ αἰτίας τοιᾶσδε. Οὐαλέσιος,
 ἀφ̓ οὗ τὸ Οὐαλεριανῶν κατάγεται γένος, ἦν ἐν τῷ Σαβίνων ἔθνει
 περιφανής. τούτῳ πρὸ τῆς οἰκίας ἄλσος ἦν ἐκ δένδρων μεγίστων. τούτων
 πεσόντος κεραυνοῦ καταφλεχθέντων ἠπόρει πρὸς τὸ ἐκ τοῦ κεραυνοῦ
 σημαινόμενον, νόσου δὲ τοῖς αὐτοῦ παισὶν ἐνσκηψάσης ὑπὲρ τὴν τῶν
 ἰατρῶν τέχνην διὰ τῶν μάντεων ᾔει.

τῶν δὲ διὰ τοῦ τρόπου τῆς τοῦ πυρὸς πτώσεως ὅτι θεῶν ἐστὶ μῆνις
 τεκμηραμένων, εἰκότως δἰ ἐκθυσιῶν ὁ Οὐαλέσιος τὸ θεῖον ἐξιλεοῦτο: ὤν
 τε μετὰ τῆς γυναικὸς ἐν φόβῳ, καὶ τὸν τῶν παίδων θάνατον ἐλπίζων
 ὅσον οὐδέπω συμβήσεσθαι, προσπεσὼν τῇ Ἑστίᾳ δύο τελείας ἀντὶ τῶν
 παίδων αὐτῇ δώσειν ὑπισχνεῖτο ψυχάς, ἑαυτοῦ τε καὶ τῆς τῶν παίδων
 μητρός.

ἀποβλέπων δὲ εἰς τὸ κεραυνόβλητον ἄλσος ἀκούειν φωνῆς ἔδοξεν, ἀπάγειν
 εἰς Τάραντα ἐγκελευομένης τὰ τέκνα, κἀκεῖσε θερμήναντα τοῦ Τιβέρεως ὕδωρ ἐπὶ τῆς Ἅιδου καὶ Περσεφόνης ἐσχάρας τοῖς
 παισὶν δοῦναι πιεῖν. ταῦτα ἀκούσας, τότε δὴ πλέον τὴν τῶν παίδων
 σωτηρίαν ἀπήλπισεν: Τάραντά τε γὰρ πόρρω που τῆς Ἰταλίας εἶναι, καὶ
 οὐκ ἂν ἐν ταύτῃ τοῦ Τιβέρεως ὕδωρ φανήσεσθαι. διδόναι δὲ αὐτῷ
 πονηρὰν ἐλπίδα καὶ τὸ θερμῆναι τὸ ὕδωρ ἐπὶ βωμοῦ χθονίων δαιμόνων
 ἀκοῦσαι.

ἐπὶ τούτοις ἀπορησάντων καὶ τῶν τερατοσκόπων, αὖθις πυθόμενος ἔγνω
 δεῖν τῷ θεῷ πείθεσθαι, καὶ ἐμβαλὼν πλοίῳ ποταμίῳ τὰ τέκνα κατήγαγε
 τὸ πῦρ. ἐκτενόντων δὲ αὐτῶν ὑπὸ καύματι, τούτῳ προσέπλει τῆς ὄχθης
 τῷ μέρει καθ̓ ὃ τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἠρεμαῖον ἐδόκει. καλύβῃ δὲ
 ποιμένος ἐναυλισθεὶς ἅμα τοῖς παισὶν ἤκουεν κατάγεσθαι δεῖν ἐν τῷ
 Τάραντι: ταύτην γὰρ εἶχεν ὁ τόπος προσηγορίαν, τῷ κατὰ τὴν ἄκραν
 Ἰαπυγίαν ὁμώνυμος ὢν Τάραντι.

προσκυνήσας οὖν ἐπὶ τῇ συντυχίᾳ τὸ θεῖον ὁ Οὐαλέσιος ἐπὶ τὴν χέρσον
 ὀκεῖλαι τῷ κυβερνήτῃ προσέταττεν, καὶ ἀποβὰς τοῖς ποιμέσιν ἐξεῖπεν.
 ἀρυσάμενος δὲ ἐκ τοῦ Θύμβριδος ὕδωρ, καὶ τοῦτο θερμήνας ἐπί τινος
 κατὰ τὸν τόπον ὑπ̓ αὐτοῦ πεποιημένης ἐσχάρας, ἔδωκε πιεῖν τοῖς
 παισίν.

οἳ δὲ ἅμα τῷ πιεῖν ὕπνου προσγενομένου κατέστησαν ὑγιεῖς. ὄναρ δὲ
 θεασάμενοι, προσαγαγεῖν ἱερεῖα μέλανα Περσεφόνῃ καὶ Ἅιδῃ καὶ τρεῖς
 ἐπαλλήλους ἄγειν παννυχίδας ᾠδῶν καὶ χορῶν,
 ἀφηγήσαντο πρὸς τὸν πατέρα τὸ ὄναρ ὡς ἀνδρὸς μεγάλου καὶ θεοπρεποῦς
 ταῦτα ποιεῖν ἐπισκήψαντος ἐπὶ τοῦ κατὰ Τάραντα Ἀρείου πεδίου, καθ̓ ὃ
 καὶ ἀνεῖται τόπος εἰς γυμνάσιον ἵππων.

βουλομένου δὲ τοῦ Οὐαλεσίου βωμὸν αὐτόθι καθιδρῦσαι, καὶ τῶν λιθοξόων
 ὀρυττόντων ἐπὶ τούτῳ τὸν τόπον, βωμὸς εὑρέθη πεποιημένος, ἐν ᾧ
 γράμματα ἦν Ἅιδου καὶ Περσεφόνης . τότε τοίνυν σαφέστερον
 διδαχθεὶς τὸ πρακτέον, τούτῳ τῷ βωμῷ τὰ μέλανα προσῆγεν ἱερεῖα καὶ
 τὰς παννυχίδας ἐν αὐτῷ διετέλει ποιῶν.

οὗτος δὲ ὁ βωμὸς καὶ ἡ τῆς ἱερουργίας κατάστασις ἀρχὴν ἔλαβεν ἐξ
 αἰτίας τοιᾶσδε. Ῥωμαίοις καὶ Ἀλβανοῖς πόλεμος ἦν: ὄντων δὲ ἀμφοτέρων
 ἐν ὅπλοις ἐπεφάνη τις τερατώδης τὴν ὄψιν, ἠμφιεσμένος δέρματι
 μέλανι, καὶ βοῶν ὡς Ἅιδης καὶ Περσεφόνη, πρὶν εἰς χεῖρας ἐλθεῖν,

θυσίαν ὑπὸ γῆν αὐτοῖς ποιῆσαι προσέταξαν. καὶ ταῦτα εἰπὼν ἀφανὴς
 γίνεται. τότε τοίνυν οἱ Ῥωμαῖοι ταραχθέντες ἐπὶ τῷ φάσματι καὶ τὸν
 βωμὸν ὑπὸ γῆς ἵδρυσαν, καὶ τὴν θυσίαν πεποιηκότες χώματι βάθους
 εἴκοσι ποδῶν κατεκάλυψαν τὸν βωμόν, ὡς ἂν πλὴν Ῥωμαίων ἅπασι τοῖς
 ἄλλοις ἄδηλον εἴη. τοῦτον ὁ Οὐαλέσιος εὑρὼν καὶ τὴν θυσίαν καὶ τὰς
 παννυχίδας ἐπιτελέσας ἐκλήθη Μάνιος Οὐαλέριος Ταραντῖνος: τούς τε
 γὰρ χθονίους θεοὺς μάνης καλοῦσι Ῥωμαῖοι, καὶ τὸ ὑγιαίνειν βαλῆρε,
 Ταραντῖνος δὲ ἀπὸ τῆς ἐν τῷ Τάραντι θυσίας.

χρόνοις δὲ ὕστερον λοιμοῦ συμβάντος τῇ πόλει τῷ πρώτῳ μετὰ τοὺς
 βασιλέας ἔτει, Πόπλιος Βαλέριος Ποπλικόλας ἐν τούτῳ τῷ βωμῷ θύσας
 Ἅιδῃ καὶ Περσεφόνῃ μέλανα βοῦν καὶ δάμαλιν μέλαιναν
 ἠλευθέρωσε τῆς νόσου τὴν πόλιν, ἐπιγράψας τῷ βωμῷ ταῦτα. Πόπλιος
 Βαλέριος Ποπλικόλας τὸ πυροφόρον πεδίον Ἅιδῃ καὶ Περσεφόνῃ
 καθιέρωσα καὶ θεωρίας ἤγαγον Ἅιδῃ καὶ Περσεφόνῃ ὑπὲρ τῆς Ῥωμαίων
 ἐλευθερίας.

μετὰ δὲ ταῦτα νόσων καὶ πολέμων ἐνσκηψάντων ἔτει μετὰ τὸν τῆς πόλεως
 οἰκισμὸν πεντακοσιοστῷ δευτέρῳ, λύσιν εὑρεῖν ἡ γερουσία τῶν κακῶν ἐκ
 τῶν Σιβύλλης βουλομένη χρησμῶν, τοῖς εἰς τοῦτο τεταγμένοις ἀνδράσιν
 δέκα τοὺς χρησμοὺς ἀνερευνῆσαι παρεκελεύσατο. τῶν δὲ λογίων
 παυθήσεσθαι τὸ κακόν, εἰ θύσαιεν Ἅιδῃ καὶ Περσεφόνῃ,
 προαγορευσάντων, ἀναζητήσαντες τὸν τόπον Ἅιδῃ καὶ Περσεφόνῃ κατὰ τὸ
 προσταχθὲν καθήγισαν, Μάρκου Ποπιλίου τὸ
 τέταρτον ὑπατεύοντος.

καὶ τῆς ἱερουργίας συντελεσθείσης τῶν ἐπικειμένων ἀπαλλαγέντες τὸν
 βωμὸν αὖθις ἐκάλυψαν, ἐν ἐσχάτῳ που κείμενον τοῦ Ἀρείου πεδίου.
 ταύτης ἐπὶ χρόνον τῆς θυσίας ἀμεληθείσης, αὖθίς τινων συμπεσόντων
 ἀποθυμίων ἀνενεώσατο τὴν ἑορτὴν Ὀκταβιανὸς ὁ σεβαστός, ὑπάτων ὄντων Λουκίου Κηνσωρίνου καὶ Μανίου
 Μανιλίου Πουηλίου , τὸν θεσμὸν Ἀτηίου Καπίτωνος
 ἐξηγησαμένου, τοὺς δὲ χρόνους, καθ̓ οὕς ἔδει
 τὴν θυσίαν γενέσθαι καὶ τὴν θεωρίαν ἀχθῆναι, τῶν πεντεκαίδεκα
 ἀνδρῶν, οἳ τὰ Σιβύλλης θέσφατα φυλάττειν ἐτάχθησαν,
 ἀνερευνησάντων.

μετὰ δὲ τὸν Σεβαστὸν Κλαύδιος ἤγαγεν τὴν ἑορτήν, οὐ φυλάξας τὸν τῶν
 ὡρισμένων ἐτῶν ἀριθμόν. μεθ̓ ὃν Δομετιανὸς τὸν Κλαύδιον
 παραπεμψάμενος, καὶ τὴν περίοδον τῶν ἐτῶν ἀφ̓ οὗ τὴν ἑορτὴν ὁ
 Σεβαστὸς ἐπετέλεσεν ἀριθμήσας, ἔδοξεν τὸν ἐξ ἀρχῆς παραδοθέντα
 φυλάττειν θεσμόν. ἐπὶ τούτοις ὁ Σεβῆρος τῶν δέκα καὶ ἑκατὸν
 ἐνστάντων ἐτῶν ἅμα τοῖς παισὶν Ἀντωνίνῳ καὶ Γέτᾳ τὴν αὐτὴν ἑορτὴν
 κατεστήσατο, Χίλωνος καὶ Λίβωνος ὄντων ὑπάτων.

Τοιοῦτος δέ τις ὁ τρόπος ἀναγέγραπται τῆς ἑορτῆς. περιιόντες οἱ
 κήρυκες εἰς τὴν ἑορτὴν συνιέναι πάντας ἐκέλευον ἐπὶ θέαν ἣν οὔτε
 πρότερον εἶδον οὔτε μετὰ ταῦτα θεάσονται. κατὰ δὲ τὴν ὥραν τοῦ
 θέρους, πρὸ ἡμερῶν ὀλίγων τοῦ τὴν θεωρίαν ἀχθῆναι, ἐν τῷ Καπιτωλίῳ
 καὶ ἐν τῷ νεῷ τῷ κατὰ τὸ Παλάτιον οἱ δεκαπέντε ἄνδρες ἐπὶ βήματος
 καθήμενοι τῷ δήμῳ διανέμουσι τὰ καθάρσια: ταῦτα δέ ἐστιν δᾷδες καὶ
 θεῖον καὶ ἄσφαλτος. δοῦλοι δὲ τούτων οὐ μετέχουσιν, ἀλλὰ ἐλεύθεροι
 μόνοι.

συνελθόντος δὲ τοῦ δήμου παντὸς ἔν τε τοῖς ῥηθεῖσιν τόποις καὶ ἐν τῷ
 ἱερῷ τῆς Ἀρτέμιδος, ὃ ἐν τῷ Ἀουεντίνῳ λόφῳ καθίδρυται, σῖτον καὶ
 κριθὴν ἕκαστος φέρει καὶ κύαμον. καὶ ταῖς Μοίραις ἄγουσι παννυχίδας
 μετὰ σεμνότητος ἐν νυξίν. ἐνστάντος δὲ τοῦ
 χρόνου τῆς ἑορτῆς, ἣν ἐν τρισὶν ἡμέραις ἐν τῷ τοῦ Ἄρεως ἐπιτελοῦσι
 πεδίῳ καὶ ταῖς ἴσαις νυξίν, καθιεροῦτο τὰ τελούμενα παρὰ τὴν ὄχθην
 τοῦ Θύμβριδος ἐν τῷ Τάραντι. θύουσι δὲ θεοῖς Διὶ καὶ Ἥρᾳ καὶ
 Ἀπόλλωνι καὶ Λητοῖ καὶ Ἀρτέμιδι, καὶ προσέτι γε Μοίραις καὶ
 Εἰλειθυίαις καὶ Δήμητρι καὶ Ἅιδῃ καὶ Περσεφόνῃ.

τῇ δὲ πρώτῃ τῶν θεωριῶν νυκτὶ δευτέρας ὥρας ὁ αὐτοκράτωρ ἐπὶ τὴν
 ὄχθην τοῦ ποταμοῦ τριῶν παρασκευασθέντων βωμῶν τρεῖς ἄρνας θύει μετὰ
 τῶν δεκαπέντε ἀνδρῶν, καὶ τοὺς βωμοὺς καθαιμάξας ὁλοκαυτεῖ τὰ
 θύματα. κατασκευασθείσης δὲ σκηνῆς δίκην θεάτρου, φῶτα ἀνάπτεται καὶ
 πυρά, καὶ ὕμνος ᾅδεται νεωστὶ πεποιημένος, θεωρίαι τε ἱεροπρεπεῖς
 ἄγονται.

κομίζονται δὲ οἱ ταῦτα ποιοῦντες μισθὸν τὰς ἀπαρχὰς τῶν καρπῶν, σίτου
 καὶ κριθῆς καὶ κυάμων: αὗται γάρ, ὡς εἴρηταί μοι, καὶ τῷ δήμῳ παντὶ
 διανέμονται. τῇ δὲ μετὰ ταύτην ἡμέρᾳ εἰς τὸ Καπιτώλιον
 ἀναβάντες, κἀνταῦθα τὰς νενομισμένας θυσίας προσαγαγόντες, ἐντεῦθέν
 τε ἐπὶ τὸ κατεσκευασμένον θέατρον ἐλθόντες, τὰς θεωρίας ἐπιτελοῦσιν
 Ἀπόλλωνι καὶ Ἀρτέμιδι. τῇ δὲ μετὰ ταύτην ἡμέρᾳ γυναῖκες ἐπίσημοι,
 κατὰ τὴν ὥραν ἣν ὁ χρησμὸς ὑπηγόρευσεν, εἰς τὸ Καπιτώλιον
 συνελθοῦσαι λιτανεύουσιν τὸν θεὸν καὶ ὑμνοῦσιν ὡς θέμις.

ἡμέρᾳ δὲ τρίτῃ ἐν τῷ κατὰ τὸ Παλάτιον Ἀπόλλωνος ἱερῷ τρὶς ἐννέα
 παῖδες ἐπιφανεῖς μετὰ παρθένων τοσούτων, οἱ πάντες ἀμφιθαλεῖς, ὅπερ
 ἐστὶν ἀμφοτέρους τοὺς γονεῖς ἔχοντες περιόντας, ὕμνους ᾅδουσι τῇ τε
 Ἑλλήνων καὶ Ῥωμαίων φωνῇ καὶ παιᾶνας, δἰ ὧν αἱ ὑπὸ Ῥωμαίους σώζονται
 πόλεις. ἄλλα τε κατὰ τὸν ὑφηγημένον παρὰ τοῦ θείου τρόπον ἐπράττετο,
 ὧν ἐπιτελουμένων διέμεινεν ἡ ἀρχὴ Ῥωμαίων ἀλώβητος. ὡς ἂν δὲ καὶ ἐπὶ
 τῶν πραγμάτων ἀληθῆ ταῦτα εἶναι πιστεύσωμεν, αὐτὸν παραθήσομαι τὸν
 Σιβύλλης χρησμόν, ἤδη πρὸ ἡμῶν παῤ ἑτέρων ἀνενηνεγμένον.

Ἀλλ̓ ὁπόταν μήκιστος ἴῃ χρόνος ἀνθρώποισι ζωῆς, εἰς
 ἐτέων ἑκατὸν δέκα κύκλον ὁδεύων, 
 
 
 μεμνῆσθαι, Ῥωμαῖε, καὶ εἰ μάλα λῆσαι εαυτὸς, μεμνῆσθαι
 τάδε πάντα, θεοῖσι μὲν ἀθανάτοισι ῥέζειν ἐν πεδίῳ παρὰ
 Θύβριδος ἄπλετον ὕδωρ, ὅππῃ στεινότατον, νὺξ ἡνίκα γαῖαν
 ἐπέλθῃ ἠελίου κρύψαντος ἑὸν φάος: ἔνθα σὺ ῥέζειν ἱερὰ
 παντογόνοις Μοίραις ἄρνας τε καὶ αἶγας κυανέας, ἐπὶ ταῖς δ̓
 Εἰλειθυίας ἀρέσασθαι παιδοτόκους θυέεσσιν, ὅπῃ θέμις: αὖθι
 δὲ Γαίῃ πληθομένῃ χώροις ὗς ἱρεύοιτο μέλαινα. 
 
 
 πάνλευκοι ταῦροι δὲ Διὸς παρὰ βωμὸν ἀγέσθων ἤματι,
 μηδ̓ ἐπὶ νυκτί: θεοῖσι γὰρ οὐρανίοισιν ἡμέριος πέλεται
 θυέων τρόπος, ὣς δὲ καὶ αὐτός ἱρεύειν. δαμάλης τε βοὸς
 δέμας ἀγλαὸν Ἥρης δεξάσθω νηὸς παρὰ σεῦ. καὶ Φοῖβος
 Ἀπόλλων, ὅστε καὶ Ἠέλιος κικλήσκεται, ἶσα δεδέχθω
 θύματα Λητοΐδης. καὶ ἀειδόμενοί τε Λατῖνοι παιᾶνες
 κούροισι κόρῃσί τε νηὸν ἔχοιεν ἀθανάτων. χωρὶς δὲ κόραι
 χορὸν αὐταὶ ἔχοιεν, καὶ χωρὶς παίδων ἄρσην στάχυς, ἀλλὰ
 γονήων πάντες ζωόντων, οἷς ἀμφιθαλὴς ἔτι φύτλη. αἱ δὲ
 γάμου ζεύγλαις δεδμημέναι ἤματι κείνῳ γνὺξ Ἥρης παρὰ βωμὸν
 ἀοίδιμον ἑδριόωσαι 
 
 
 δαίμονα λισσέσθωσαν. ἅπασι δὲ λύματα δοῦναι ἀνδράσιν
 ἠδὲ γυναιξί, μάλιστα δὲ θηλυτέρῃσιν. πάντες δ̓ ἐξ οἴκοιο
 φερέσθων ὅσσα κομίζειν ἐστὶ θέμις θνητοῖσιν ἀπαρχομένοις
 βιότοιο, δαίμοσι μειλιχίοισιν ἱλάσματα καὶ μακάρεσσιν
 Οὐρανίδαις. τὰ δὲ πάντα τεθησαυρισμένα κείσθω, ὄφρα τε
 θηλυτέρῃσι καὶ ἀνδράσιν ἑδριόωσιν ἔνθεν πορσύνῃς
 μεμνημένος. ἤμασι δ̓ ἔστω νυξί τ̓ ἐπασσυτέρῃσι θεοπρέπτους
 κατὰ θώκους παμπληθὴς ἄγυρις. σπουδὴ δὲ γέλωτι μεμίχθω.
 ταῦτά τοι ἐν φρεσὶν ᾗσιν ἀεὶ μεμνημένος εἶναι, καί
 σοι πᾶσα χθὼν Ἰταλὴ καὶ πᾶσα Λατίνων αἰὲν ὑπὸ σκήπτροισιν
 ἐπαυχένιον ζυγὸν ἕξει.

Εἰ τοίνυν, ὡς τὸ θεοπρόπιόν φησι καὶ τὸ ἀληθὲς ἔχει,
 τούτων ἁπάντων κατὰ θεσμὸν ἐπιτελουμένων ἐφυλάττετο μὲν ἡ Ῥωμαίων
 ἀρχή, καὶ διετέλεσαν τὴν καθ̓ ἡμᾶς πᾶσαν ὡς εἰπεῖν οἰκουμένην ὑφ̓
 ἑαυτοὺς ἔχοντες: ἀμεληθείσης δὲ τῆς ἑορτῆς ἀποθεμένου Διοκλητιανοῦ
 τὴν βασιλείαν, ὑπερρύη κατὰ βραχὺ καὶ ἔλαθε κατὰ τὸ πλέον
 βαρβαρωθεῖσα, ὡς αὐτὰ ἡμῖν τὰ πράγματα ἔδειξεν. βούλομαι
 δὲ καὶ ἐκ τῶν χρόνων ἀληθῆ δεῖξαι τὸν λόγον.

ἀπὸ γὰρ τῆς Χίλωνος καὶ Λίβωνος ὑπατείας, καθ̓ ἣν Σεβῆρος τὴν τῶν
 Σεκουλαρίων ἤγαγεν ἑορτήν, ἄχρις ὅτε Διοκλητιανὸς ἐνάκις ὀκτάκις δὲ
 Μαξιμιανὸς γεγόνασιν ὕπατοι, διέδραμεν εἷς ἐνιαυτὸς πρὸς τοῖς
 ἑκατόν, καὶ τότε Διοκλητιανὸς ἰδιώτης ἐκ βασιλέως ἐγένετο καὶ
 Μαξιμιανὸς ταὐτὸν τοῦτο πεποίηκεν. τρὶς δὲ ἤδη γεγονότων ὑπάτων
 Κωνσταντίνου καὶ Λικιννίου τῶν δέκα καὶ ἑκατὸν ἐνιαυτῶν ὁ χρόνος
 συνεπληροῦτο, καθ̓ ὃν ἔδει τὴν ἑορτὴν κατὰ τὸ νενομισμένον ἀχθῆναι.
 τούτου δὲ μὴ φυλαχθέντος ἔδει γ̓ ἄῤ εἰς τὴν νῦν συνέχουσαν ἡμᾶς
 ἐλθεῖν τὰ πράγματα δυσκληρίαν.

Διοκλητιανὸς μὲν τελευτᾷ τρισὶν ἐνιαυτοῖς ὕστερον, ἤδη δὲ
 καταστάντες αὐτοκράτορες Κωνστάντιος καὶ Μαξιμιανὸς ὁ Γαλέριος
 ἀνέδειξαν Καίσαρας Σεβῆρον καὶ Μαξιμῖνον, ἀδελφῆς ὄντα παῖδα τοῦ
 Γαλερίου, Σεβήρῳ μὲν τὴν Ἰταλίαν Μαξιμίνῳ δὲ τὰ πρὸς ἀνίσχοντα ἥλιον
 παραδόντες.

τῶν δὲ πραγμάτων εὖ διακειμένων καὶ τῶν πανταχοῦ βαρβάρων ἐκ τῶν
 προλαβόντων κατορθωμάτων ἀσμένως ἡσυχαζόντων, Κωνσταντῖνος ἐξ
 ὁμιλίας γυναικὸς οὐ σεμνῆς οὐδὲ κατὰ νόμον συνελθούσης Κωσταντίῳ τῷ
 βασιλεῖ γεγενημένος, ἤδη μὲν ἔχων ἔννοιαν ἐν ἑαυτῷ βασιλείας, εἰς
 μείζονα δὲ καταστὰς ἐπιθυμίαν ἀφ̓ οὗ Σεβῆρος καὶ
 Μαξιμῖνος τῆς τοῦ Καίσαρος τιμῆς ἔτυχον, ἔγνω τοὺς τόπους λιπεῖν ἐν
 οἷς ἔτυχεν διατρίβων, ἐξορμῆσαι δὲ πρὸς τὸν πατέρα Κωστάντιον ἐν
 τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὄντα καὶ τῇ Βρεττανίᾳ συνεχέστερον
 ἐνδημοῦντα.

δεδιὼς δὲ μή ποτε φεύγων καταληφθείη ʽπεριφανὴς γὰρ ἦν ἤδη πολλοῖς ὁ
 κατέχων αὐτὸν ἔρως τῆς βασιλείασ̓ τοὺς ἐν τοῖς σταθμοῖς ἵππους, οὕς
 τὸ δημόσιον ἔτρεφεν, ἅμα τῷ φθάσαι τὸν σταθμὸν κολούων καὶ ἀχρείους
 ἐῶν τοῖς ἑξῆς ἑστῶσιν ἐχρῆτο. καὶ ἑξῆς τοῦτο ποιῶν τοῖς μὲν
 διώκουσιν ἀπέκλεισε τὴν ἐπὶ τὸ πρόσω πορείαν, αὐτὸς δὲ προσήγγιζεν
 τοῖς ἔθνεσιν ἐν οἷς ἦν ὁ πατήρ.

συμβὰν δὲ τὸν αὐτοκράτορα Κωνστάντιον ἐν αὐτῷ τελευτῆσαι τῷ χρόνῳ,
 τῶν μὲν ὄντων αὐτῷ γνησίων παίδων οὐδένα πρὸς βασιλείαν ἔκριναν
 ἀξιόχρεων, ὁρῶντες δὲ Κωνσταντῖνον εὖ ἔχοντα σώματος οἱ περὶ τὴν
 αὐλὴν στρατιῶται, καὶ ἅμα δωρεῶν μεγαλοπρεπῶν ἐπαρθέντες ἐλπίσιν,
 τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ περιέθεσαν.

ἐν δὲ τῇ Ῥώμῃ τῆς εἰκόνος αὐτοῦ δειχθείσης κατὰ τὸ σύνηθες, οὐκ
 ἀνασχετὸν εἶναι νομίσας Μαξέντιος ὁ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου παῖς,
 εἰ Κωνσταντίνῳ μὲν ἐκβαίη τὸ σπουδασθὲν ἐξ ἀσέμνου μητρὸς γεγονότι,
 βασιλέως δὲ τοιούτου παῖς αὐτὸς γεγονὼς εἰκῇ κείμενος μείνοι τὴν
 πατρῴαν ἀρχὴν ἑτέρων ἐχόντων,

προσλαβὼν ὑπηρέτας τῆς ἐγχειρήσεως Μαρκελλιανὸν καὶ Μάρκελλον
 ταξιάρχους καὶ Λουκιανόν, ὅς τοῦ χοιρείου κρέως ἦν χορηγὸς ὃ τὸ
 δημόσιον ἐπεδίδου τῷ Ῥωμαίων δήμῳ, καὶ προσέτι γε τοὺς περὶ τὴν
 αὐλὴν στρατιώτας, οὕς πραιτωριανοὺς καλοῦσιν, εἰς τὸν 
 βασίλειον θρόνον παρὰ τούτων ἀνεβιβάσθη, μεγάλαις ἀμείβεσθαι δωρεαῖς
 τοὺς τοῦτο δόντας αὐτῷ κατεπαγγειλάμενος. ὥρμησαν δὲ ἐπὶ τὴν πρᾶξιν
 Ἀβελλίου πρότερον ἀναιρεθέντος, ἐπειδὴ τοῦ τῆς πόλεως ὑπάρχου τόπον
 ἐπέχων ἔδοξεν τοῖς ἐγχειρουμένοις ἐναντιοῦσθαι.

Ταῦτα μαθὼν Μαξιμιανὸς ὁ Γαλέριος ἐκπέμπει τὸν Καίσαρα Σεβῆρον
 πολεμήσοντα Μαξεντίῳ. ἐξορμήσαντα δὲ αὐτὸν τοῦ Μεδιολάνου καὶ διὰ
 τῶν Μαυρουσίων ἐλθόντα ταγμάτων, χρήμασι τὸ πολὺ μέρος τῶν σὺν αὐτῷ
 στρατιωτῶν διαφθείρας Μαξέντιος, ἤδη δὲ καὶ τὸν τῆς αὐλῆς ὕπαρχον
 προσποιησάμενος Ἀνουλλῖνον, ἐκράτησεν ῥᾷστα Σεβήρου συμφυγόντος εἰς
 τὴν Ῥάουενναν, πόλιν ὀχυρωτάτην τε καὶ πολυάνθρωπον καὶ τροφῶν
 ἔχουσαν πλῆθος αὐτῷ τε καὶ τοῖς δὺν αὐτῷ στρατιώταις ἀρκοῦν.

ταῦτα γνοὺς Μαξιμιανὸς ὁ Ἑρκούλιος, καὶ ὑπὲρ τοῦ παιδὸς εἰκότως
 ἀγωνιῶν Μαξεντίου, τῆς Λουκανίας, ἐν ᾗ τότε ἦν, ἐξορμήσας ἐπὶ τὴν
 Ῥάουενναν ᾔει. συνιδὼν δὲ ὡς οὐκ ἂν ἄκων ταύτης ἐκβληθείη Σεβῆρος
 ἀσφαλοῦς τε οὔσης καὶ τροφὰς ἐχούσης ἀρκούσας, ὅρκοις ἀπατήσας ἐπὶ
 τὴν Ῥώμην ἐλθεῖν ἔπεισεν. διιόντα τοίνυν αὐτὸν καὶ εἴς τι χωρίον
 ἐλθόντα ᾧ Τρία καπηλεῖα προσηγορία, λόχος ἐγκαταστὰς αὐτόθι παρὰ
 Μαξεντίου, συλλαβὼν καὶ βρόχῳ τὸν τράχηλον ἀρτήσας ἀνεῖλεν.

οὐκ ἐνεγκὼν δὲ μετρίως τὰ ἐπὶ τῷ Καίσαρι Σεβήρῳ γενόμενα Μαξιμιανὸς ὁ
 Γαλέριος ἐκ τῆς ἑῴας ἐπὶ τὴν Ῥώμην ἔγνω παραγενέσθαι δίκην τε
 Μαξεντίῳ τῶν ἡμαρτημένων πρέπουσαν ἐπιθεῖναι: γενόμενος
 δὲ κατὰ τὴν Ἰταλίαν καὶ τοὺς στρατιώτας οὐ πιστῶς περὶ αὑτὸν ἔχειν
 αἰσθόμενος ἐπὶ τὴν ἑῴαν ἀνέζευξεν, μάχης οὐδεμιᾶς γενομένης.

ἐν τούτῳ καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος, δυσανασχετῶν ἐπὶ ταῖς
 κατεχούσαις τὴν πολιτείαν ταραχαῖς, πρὸς Διοκλητιανὸν ἀφικνεῖται
 τηνικαῦτα ἐν Καρνούτῳ πόλει Κελτικῇ διατρίβοντα, καὶ πείθειν
 ἐπιχειρεῖ τὴν βασιλείαν ἀναλαβεῖν καὶ μὴ περιιδεῖν τὴν τοσούτῳ χρόνῳ
 καὶ πόνοις αὐτῶν περισωθεῖσαν ἐκδοθῆναι παραφρονούσῃ νεότητι καὶ
 παρανοίᾳ τῶν εἰσφρησάντων ἑαυτοὺς τῇ βασιλείᾳ σαλευομένην.

Διοκλητιανοῦ δὲ μὴ θεμένου τοῖς αἰτουμένοις, ἀλλὰ τὴν ἡσυχίαν
 ἔμπροσθεν ποιησαμένου τοῦ πράγματα ἔχειν ʽἴσως γὰρ καὶ προῄδει τὴν
 καθέξουσαν τὰ πράγματα σύγχυσιν οἷα καὶ τῇ περὶ τὸ θεῖον ἀεὶ
 προσκείμενος ἁγιστείᾀ, διαμαρτὼν τῆς πείρας ὁ Ἑρκούλιος καὶ μέχρι
 Ῥαουέννης ἐλθὼν αὖθις ἐπὶ τὰς Ἄλπεις ἤλαυνεν, ἐντευξόμενος ἐκεῖσε
 διατρίβοντι Κωνσταντίνῳ.

φύσει δὲ ὤν φιλοπράγμων καὶ ἄπιστος, δώσειν ὑποσχόμενος τὴν θυγατέρα
 Φαῦσταν αὐτῷ καὶ τὴν ὑπόσχεσιν ἐν ταὐτῷ πληρώσας, παράγειν ἐπεχείρει
 καὶ πείθειν ὡς ἂν διώκοι μὲν ἐκ τῆς Ἰταλίας ἀναχωροῦντα Γαλέριον
 Μαξιμιανόν, ἐπιβουλεύοι δὲ Μαξεντίῳ.

ὡς ἔχων δὲ πρὸς ταῦτα πειθήνιον, ἀνεχώρει μὲν τοῦ Κωσταντίνου,τὴν δὲ
 βασιλείαν ἀναλαβεῖν αὖθις ἐσπούδαζεν, ἐλπίδι τοῦ καὶ Κωσταντῖνον τὸν κηδεστὴν καὶ τὸν υἱὸν Μαξέντιον κακῶς διαθήσειν.

ἀλλὰ τούτων ὄντων ἐν ἐγχειρήσεσιν ἔτι, Μαξιμιανὸς ὁ Γαλέριος ἐκ
 προλαβούσης ἑταιρίας ἐπιτήδειον ὄντα αὐτῷ Λικίννιον βασιλέα
 καθίστησιν, ἐπιστρατεῦσαι τοῦτον Μαξεντίῳ διανοούμενος. ἐπεὶ δὲ
 ταῦτα βουλευομένῳ τραῦμα δυσίατον ἐνσκῆψαν αὐτῷ τοῦ βίου μετέστησεν,
 εἴχετο μὲν καὶ Λικίννιος τῆς βασιλείας, Ἑρκούλιος δὲ Μαξιμιανὸς
 ἀναλαβεῖν, ὡς εἴρηταί μοι, τὴν βασιλείαν ἐπιχειρήσας ἀλλοτριῶσαι μὲν
 τῆς πρὸς Μαξέντιον εὐνοίας τοὺς στρατιώτας ἐσπούδασεν, τοῦ δὲ
 δωρεαῖς καὶ ἐλεειναῖς ἱκεσίαις αὐτοὺς ἐπισπασαμένου καὶ τῆς κατὰ
 Κωνσταντίνου διὰ τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιβουλῆς ἐπειρᾶτο.
 προκαταλαβούσης δὲ Φαύστης τὸ ἐγχειρούμενον καὶ τῷ Κωσταντίνῳ τοῦτο
 μηνυσάσης, ἀπορούμενος ἐπὶ τῷ πάντων ἐκπεσεῖν ὁ Ἑρκούλιος νόσῳ κατὰ
 τὴν Ταρσὸν ἐτελεύτησεν.

Ταύτην δὲ διαφυγὼν ὁ Μαξέντιος τὴν ἐπιβουλήν, ἔχειν τε ἤδη βεβαίως
 οἰόμενος τὴν ἀρχήν, ἐν Λιβύῃ καὶ Καρχηδόνι τοὺς τὴν εἰκόνα τὴν αὐτοῦ
 περιοίσοντας ἔπεμπεν. ὅπερ γενέσθαι κωλύσαντες οἱ αὐτόθι στρατιῶται
 τῇ περὶ Γαλέριον Μαξιμιανὸν εὐνοίᾳ καὶ μνήμῃ, ἐπειδὴ Μαξέντιον
 ἐπιστρατεύσειν αὑτοῖς ἔγνωσαν ταύτης ἕνεκα τῆς ἀντιστάσεως, εἰς τὴν
 Ἀλεξάνδρειαν ἀνεχώρησαν. ἱκαναῖς δὲ δυνάμεσι περιπεσόντες, αἷς
 ἀντίσχειν οὐχ οἷοί τε ἦσαν, ἐπὶ τὴν Καρχηδόνα πάλιν ἀπέπλευσαν.

ἐφ̓ οἷς κινηθεὶς ὁ Μαξέντιος ὥρμησεν ἐπὶ τὴν Λιβύην ἐκπλεῦσαι καὶ τῶν
 ταῦτα τολμησάντων ἁμαρτήματα μετελθεῖν. τῶν δὲ μάντεων
 ἐκθυσαμένων αἴσιά τε οὐκ εἶναι τὰ ἱερεῖα λεγόντων, ὀκνήσας τὸν
 ἔκπλουν διά τε τὸ μὴ καλὰ φανῆναι τὰ ἱερὰ καὶ διὰ τὸ δεδιέναι μή
 ποτε Ἀλέξανδρος ἀντισταίη, τόπον ἐπέχειν τοῖς ὑπάρχοις τῆς αὐλῆς ἐν
 Λιβύῃ καθεσταμένος, καταπραττόμενος ἑαυτῷ τῆς αὐτῶν ὑπονοίας
 ἀπηλλαγμένην τὴν ἐπὶ Λιβύην ἐκ τῆς Ἰταλίας διάβασιν, ἐκπέμπει πρὸς
 Ἀλέξανδρον, ὅμηρον αἰτῶν αὑτῷ τὸν ἐκείνου παῖδα δοθῆναι: ἦν γὰρ παῖς
 τῷ Ἀλεξάνδρῳ τήν τε ἡλικίαν ἀκμάζων καὶ τὴν ὄψιν ὡραῖος.

ὃ δὲ ὑποπτεύσας ὡς οὐχ ὁμηρείας ἕνεκεν αἰτοίη τὸν παῖδα δοθῆναι
 Μαξέντιος ἀλλ̓ ἐπὶ πράξεσιν ἀπίστοις, ἀπωθεῖται τὴν ἐπὶ τούτῳ
 πρεσβείαν. ἐπεὶ δὲ καὶ τοὺς δόλῳ διαχρησομένους αὐτὸν ὁ Μαξέντιος
 ἐξαπέστειλεν καὶ προδοσίᾳ τὸ σκευωρηθὲν ἐφωράθη, τότε δὴ καιρὸν
 εὑρόντες οἱ στρατιῶται πρὸς ἀπόστασιν ἐπιτήδειον τὴν ἁλουργίδα
 περιέθεσαν Ἀλεξάνδρῳ, Φρυγί τε ὄντι τὸ γένος καὶ δειλῷ καὶ ἀτόλμῳ
 καὶ πρὸς πάντα πόνον ὀκνοῦντι καὶ προσέτι γεγηρακότι.

Κατὰ δὲ τὴν Ρώμην ἐμπεσόντος πυρὸς εἴτε ἐξ ἀέρος εἴτε ἐκ γῆς ʽτοῦτο
 γὰρ ἄδηλον̓ ὁ τῆς Τύχης ἐφλέχθη ναός. πάντων δὲ σβέσαι τὴν πυρὰν
 συνδραμόντων, βλάσφημα ῥήματα κατὰ τοῦ θείου τῶν
 στρατιωτῶν τις ἀφείς, καὶ τοῦ πλήθους διὰ τὴν πρὸς τὸ θεῖον
 εὐσέβειαν ἐπελθόντος ἀναιρεθείς, ἐκίνησε τοὺς στρατιώτας εἰς στάσιν:
 καὶ μικροῦ δεῖν εἰς τὴν κατὰ τῆς πόλεως ἀπώλειαν ἦλθον, εἰ μὴ ταχέως
 τὴν τούτων ὁ Μαξέντιος μανίαν ἐπράϋνεν.

Ἐντεῦθεν προφάσεις ἀναζητεῖ τοῦ πρὸς Κωνσταντῖνον πολέμου, καὶ
 ποιησάμενος ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς ὀδυνᾶσθαι, Κωνσταντίνου
 δεδωκότος αἰτίαν αὐτῷ τῆς τελευτῆς, ἐπὶ Ῥαιτίαν ἐλαύνειν διενοεῖτο
 ὡς τοῦ ἔθνους τούτου καὶ Γαλλίᾳ καὶ τοῖς Ἰλλυριῶν κλίμασι
 πλησιάζοντος. ὠνειροπόλει γὰρ καὶ Δαλματίας καὶ Ἰλλυριῶν περιέσεσθαι
 διὰ τῶν ἐκεῖσε στρατιωτικῶν ἡγεμόνων καὶ τῶν Λικιννίου δυνάμεων.

ταῦτα κατὰ νοῦν ἔχων Μαξέντιος ᾠήθη δεῖν τὰ ἐν Λιβύῃ πρότερον
 διαθεῖναι, καὶ συναγαγὼν δυνάμεις ἀνδρῶν, ἡγεμόνα τε ταύταις
 ἐπιστήσας Ῥούφιον Βουλουσιανὸν τὸν τῆς αὐλῆς ὕπαρχον, εἰς τὴν Λιβύην
 διαβιβάζει, συνεκπέμψας αὐτῷ Ζηνᾶν, ἄνδρα καὶ ἐπὶ πολεμικῇ πείρᾳ καὶ
 πραότητι διαβόητον.

τῇ δὲ πρώτῃ προσβολῇ τῶν σὺν Ἀλεξάνδρῳ στρατιωτῶν ἐγκλινάντων ἐπὶ
 στρατιωτικὸν τάγμα συνέφευγε καὶ Ἀλέξανδρος: οὗ τινὸς ὑπὸ τοῖς
 πολεμίοις γενομένου καὶ αὐτὸς συλληφθεὶς ἀπεπνίγη. τοῦτο δὲ τοῦ
 πολέμου δεξαμένου τὸ τέλος, εὐρυχωρία τοῖς συκοφάνταις
 ἐδόθη πάντας ὡς εἰπεῖν, ὅσοι κατὰ τὴν Λιβύην ἦσαν γένους ἢ
 περιουσίας εὖ ἔχοντες, ὡς τὰ Ἀλεξάνδρου φρονήσαντας ἐνδεικνύναι:

καὶ φειδὼ παντάπασιν ἦν οὐδεμία, τῶν μὲν ἀναιρουμένων τε καὶ τὰς
 οὐσίας ἃς ἔτυχον ἔχοντες ἀπολλύντων εἰσήγετο δὲ θρίαμβος εἰς τὴν Ῥώμην ἐκ τῶν ἐν Καρχηδόνι κακῶν.
 Μαξέντιος μὲν οὖν ταῦτα διαπραξάμενος, καὶ τοῖς κατὰ τὴν Ἰταλίαν τε
 καὶ τὴν Ῥώμην αὐτὴν μετὰ πάσης ὠμότητός τε καὶ ἀσελγείας
 προσενεχθείς, ἐν τούτοις πως ἦν.

Ὁ δὲ Κωνσταντῖνος καὶ πρότερον ὑπόπτως πρὸς αὐτὸν ἔχων, τότε μᾶλλον
 εἰς τὴν κατ̓ αὐτοῦ παρεσκευάζετο μάχην: καὶ συναγαγὼν δυνάμεις ἔκ τε
 ὧν ἔτυχεν ἔχων δορικτήτων βαρβάρων καὶ Γερμανῶν καὶ τῶν ἄλλων
 Κελτικῶν ἐθνῶν, καὶ τοὺς ἀπὸ τῆς Βρεττανίας συνειλεγμένους, εἰς
 ἐννέα που μυριάδας πεζῶν ἅπαντας καὶ ὀκτακισχιλίους ἱππέας, ἤλαυνεν
 ἐκ τῶν Ἄλπεων ἐπὶ τὴν Ἰταλίαν, τὰς μὲν προσαγούσας ἑαυτὰς ἐκεχειρίᾳ
 πόλεις ἀβλαβεῖς ἀφιείς, τὰς δὲ ἐς ὅπλα ἐούσας καταστρεφόμενος.

παρασκευαζομένου δὲ μείζονι δυνάμει καὶ Μαξεντίου, Ῥωμαίων μὲν καὶ
 Ἰταλῶν εἰς ὀκτὼ μυριάδας αὐτῷ συνεμάχουν, καὶ Τυρρηνῶν ὅσοι τὴν
 παραλίαν ἅπασαν ᾤκουν, παρείχοντο δὲ καὶ Καρχηδόνιοι στράτευμα
 μυριάδων τεσσάρων, καὶ Σικελιῶται πρὸς τούτοις, ὥστε εἶναι τὸ
 στράτευμα πᾶν ἑπτακαίδεκα μυριάδων, ἱππέων δὲ μυρίων πρὸς τοῖς
 ὀκτακισχιλίοις.

τοσαύτῃ παρασκευασαμένων ἀμφοτέρων στρατιᾷ, Μαξέντιος γέφυραν ἐπὶ τοῦ
 Θύμβριδος ἐπήγνυτο, μὴ συνάψας ἅπασαν ἀπὸ τῆς ὄχθης τῆς πρὸς τῇ
 πόλει μέχρι τῆς ἄλλης, ἀλλ̓ εἰς δύο διελόμενος μέρη, ὥστε ἐν τῷ μεσαιτάτῳ τοῦ ποταμοῦ τὰ πληροῦντα μέρος τῆς γεφύρας
 ἑκάτερον συναντᾶν πως ἀλλήλοις περόναις σιδηραῖς, ἀνασπωμέναις ἡνίκα
 μή τις βουληθείη ζυγῶσαι τὴν γέφυραν.

ἐπέταξε δὲ τοῖς μηχανοποιοῖς, ἐπειδὰν ἴδωσι τὸν
 Κωνσταντίνου στρατὸν τῇ ζεύξει τῆς γεφύρας ἐφεστῶτα, ἀνασπάσαι τὰς
 περόνας καὶ διαλῦσαι τὴν γέφυραν, ὥστε εἰς τὸν ποταμὸν τοὺς ἐπὶ
 ταύτῃ ἑστῶτας πεσεῖν. καὶ Μαξέντιος μὲν ταῦτα ἐμηχανᾶτο,

Κωσταντῖνος δὲ μέχρι τῆς Ῥώμης ἅμα τῷ στρατῷ προελθὼν ἐν τῷ πεδίῳ τῷ
 πρὸ τῆς πόλεως ἐστρατοπεδεύετο, ἀναπεπταμένῳ τε ὄντι καὶ ἐς ἱππασίαν
 ἐπιτηδείῳ. Μαξέντιος δὲ ἐναποκλείσας ἑαυτὸν τοῖς θεοῖς ἱερεῖα
 προσήγαγεν καὶ τῶν ἱεροσκόπων περὶ τῆς τοῦ πολέμου τύχης
 ἀνεπυνθάνετο καὶ τὰ Σιβύλλης διηρευνᾶτο. καί τι θέσφατον εὑρὼν
 σημαῖνον ὡς ἀνάγκη τὸν ἐπὶ βλάβῃ τι πράττοντα Ῥωμαίων οἰκτρῷ θανάτῳ
 περιπεσεῖν, πρὸς ἑαυτοῦ τὸ λόγιον ἐλάμβανεν ὡς δὴ τοὺς ἐπελθόντας τῇ
 Ῥώμῃ καὶ ταύτην διανοουμένους ἑλεῖν ἀμυνόμενος.

ἐξέβη δὲ ὅπερ ἦν ἀληθές. ἐξαγαγόντος γὰρ Μαξεντίου πρὸ τῆς Ῥώμης τὸ
 στράτευμα, καὶ τὴν γέφυραν ἣν αὐτὸς ἔζευξε διαβάντος,
 γλαῦκες ἀπείρῳ πλήθει καταπτᾶσαι τὸ τεῖχος ἐπλήρωσαν: ὅπερ
 θεασάμενος ὁ Κωσταντῖνος ἐνεκελεύετο τάττεσθαι τοῖς οἰκείοις.
 στάντων δὲ κατὰ κέρατα τῶν στρατοπέδων ἀντίων ἀλλήλοις, ἐπαφῆκε τὴν
 ἵππον ὁ Κωσταντῖνος, ἣ δὲ ἐπελάσασα τῶν ἐναντίων ἱππέων ἐκράτει.

ἀρθέντος δὲ καὶ τοῖς πεζοῖς τοῦ σημείου, καὶ οὗτοι σὺν κόσμῳ τοῖς
 πολεμίοις ἐπῄεσαν. γενομένης δὲ μάχης καρτερᾶς αὐτοὶ μὲν Ῥωμαῖοι καὶ
 οἱ ἐκ τῆς Ἰταλίας σύμμαχοι πρὸς τὸ κινδυνεύειν ἀπώκνουν, ἀπαλλαγὴν
 εὑρεῖν πικρᾶς εὐχόμενοι τυραννίδος, τῶν δὲ ἄλλων στρατιωτῶν ἄφατον
 ἔπιπτεν πλῆθος ὑπό τε τῶν ἱππέων συμπατούμενον καὶ ἀναιρούμενον ὑπὸ
 τῶν πεζῶν.

μέχρι μὲν οὖν ἡ ἵππος ἀντεῖχεν, ἐδόκει πως ἐλπὶς ὑπεῖναι
 τῷ Μαξεντίῳ: τῶν δὲ ἱππέων ἐνδόντων, ἅμα τοῖς λειπομένοις εἰς φυγὴν
 τραπεὶς ἵετο διὰ τῆς τοῦ ποταμοῦ γεφύρας ἐπὶ τὴν πόλιν. οὐκ
 ἐνεγκόντων δὲ τῶν ξύλων τὸ βάρος ἀλλὰ ῥαγέντων, ἐφέρετο μετὰ πλήθους
 ἄλλου καὶ αὐτὸς Μαξέντιος κατὰ τοῦ ποταμοῦ.

ἀγγελθείσης δὲ τοῖς ἐν τῇ πόλει τῆς νίκης, χαίρειν μὲν οὐδεὶς ἐπὶ
 τοῖς πεπραγμένοις ἐθάρρει διὰ τὸ τὴν ἀγγελίαν οἴεσθαί τινας εἶναι
 ψευδῆ: τῆς δὲ Μαξεντίου κεφαλῆς ἐπὶ δόρατος ἀνενεχθείσης, ἀποθέμενοι
 τὸν φόβον εἰς ἡδονὴν τὴν ἀθυμίαν μετήγαγον.

Ἐπὶ τούτοις οὕτως ἐκβᾶσιν ὁ Κωσταντῖνος ὀλίγοις μέν τισι τῶν
 ἐπιτηδειοτάτων Μαξεντίῳ δίκην ἐπέθηκεν, τοὺς δὲ πραιτωριανοὺς
 στρατιώτας ἐκτρίψας καὶ τὰ φρούρια τὰ τούτους ἔχοντα καθελών,
 διαθέμενός. τε τὰ κατὰ τὴν Ῥώμην, ἐπὶ Κελτοὺς καὶ Γαλάτας ἐξώρμησεν.
 μεταπεμψάμενος δὲ Λικίννιον ἐν τῷ Μεδιολάνῳ κατεγγυᾷ τὴν ἀδελφὴν
 τούτῳ Κωσταντίαν, ἣν καὶ πρότερον αὐτῷ δώσειν ὑπέσχετο τῆς πρὸς
 Μαξέντιον δυσμενείας κοινωνὸν ἔχειν βουλόμενος.

τούτου πραχθέντος Κωσταντῖνος μὲν ἐπὶ Κελτοὺς ἀνεχώρει, Λικιννίῳ δὲ
 καὶ Μαξιμίνῳ πολέμων ἐμφυλίων ὑπεκκαυθέντων καὶ μάχης ἐν Ἰλλυριοῖς
 καρτερᾶς γενομένης, ἔδοξεν μὲν τὴν ἀρχὴν ὁ Λικίννιος ἐλαττοῦσθαι,
 παραχρῆμα δὲ ἀναμαχεσάμενος εἰς φυγὴν τρέπει τὸν Μαξιμῖνον, ὃς διὰ
 τῆς ἑῴας ἐπὶ τὴν Αἴγυπτον ἀπιὼν ἐλπίδι τοῦ συναγαγεῖν εἰς τὸν
 πόλεμον δυνάμεις ἀρκούσας ἐν Ταρσῷ τελευτᾷ.

Οὕτω τῆς βασιλείας εἰς Κωσταντῖνον καὶ Λικίννιον περιστάσης,
 ὀλιγίστου χρόνου διαδραμόντος εἰς διαφορὰν ἦλθον ἀλλήλοις, Λικιννίου
 μὲν οὐ δεδωκότος αἰτίαν, Κωνσταντίνου δὲ κατὰ τὸ σύνηθες αὐτῷ περὶ
 τὰ συγκείμενα φανέντος ἀπίστου καὶ τῶν ἐθνῶν τινὰ τῶν τῇ βασιλείᾳ
 Λικιννίου λαχόντων παρασπᾶσθαι βουληθέντος. τῆς τοίνυν
 ἔχθρας αὐτοῖς ἐμφανοῦς γενομένης, ἀμφότεροι τὰς περὶ σφᾶς δυνάμεις
 συναγαγόντες εἰς μάχην συνῄεσαν.

ἀλλὰ Λικίννιος μὲν εἰς Κίβαλιν συνήθροιζε τὸν στρατόν. πόλις δὲ αὕτη
 Παιονίας ἐστίν, ἐπὶ λόφου κειμένη. στενὴ δὲ ὁδὸς ἣ ἐπὶ τὴν πόλιν
 ἀνάγει, σταδίων πέντε τὸ εὖρος ἔχουσα, ἧς τὸ πολὺ μέρος ἐπέχει λίμνη
 βαθεῖα, τὸ δὲ λειπόμενον ὄρος ἐστίν, ἐν ᾧ καὶ ὁ λόφος ἐφ̓ οὗπερ ἡ
 πόλις. ἐντεῦθεν πεδίον ἀναπεπταμένον ἐκδέχεται πολύ τι καὶ ἐς ἄποψιν
 ἄπειρον. ἐν τούτῳ Λικίννιος ἐστρατοπεδεύετο, τὴν φάλαγγα τὴν οἰκείαν
 εἰς μῆκος ἐκτείνων ὑπὸ τὸν λόφον, ὡς ἂν μὴ ἀσθενῆ δόξαιεν εἶναι τὰ
 κέρατα.

τοῦ δὲ Κωσταντίνου πρὸς τῷ ὄρει τὸν στρατὸν τάξαντος, ἡγεῖτο μὲν ἡ
 ἵππος: τοῦτο γὰρ ἔδοξεν εἶναι λυσιτελέστερον, ἵνα μὴ τοῖς πεζοῖς οἱ
 πολέμιοι σχολαίτερον ἐμβάλλουσιν ἐμπίπτοντες ἐπὶ τὸ πρόσω διὰ τὴν
 δυσχωρίαν προϊέναι κωλύοιεν. οὗ δὴ γενομένου κρατήσας ἐν τάχει τῆς
 ἐμβολῆς, τῶν σημείων ἀρθέντων αὐτίκα τοῖς ἐναντίοις ἐπῄει, καὶ
 γέγονε μάχη πάσης ὡς εἰπεῖν ἄλλης καρτερὡ??ʼέρα: τῶν γὰρ βελῶν
 ἐκτοξευθέντων ἑκατέρῳ στρατεύματι, ταῖς αἰχμαῖς καὶ τοῖς δόρασιν ἐπὶ
 χρόνον συχνὸν συνεπλάκησαν.

τῆς δὲ μάχης ἀρξαμένης μὲν ἐξ ἠοῦς, ἑσπέρας δὲ ἄχρι παραταθείσης
 ἐνίκα τὸ δεξιὸν κέρας, οὗ Κωσταντῖνος ἡγεῖτο. τραπέντων δὲ τῶν
 ἐναντίων εἰς φυγήν, ἐπειδὴ καὶ Λικίννιον εἶδον ἐπὶ τὸν ἵππον
 ἀναπηδῶντα καὶ πρὸς δρασμὸν ἕτοιμον αἱ σὺν αὐτῷ φάλαγγες, οὐκέτι
 κατὰ χώραν ἠνείχοντο μένειν οὔτε δείπνου μεταλαβεῖν: ἀπολιπόντες δὲ
 θρέμματα καὶ ὑποζύγια καὶ τὴν ἄλλην πᾶσαν ἀποσκευήν, σιτία δὲ
 τοσαῦτα φέροντες ὅσα πεινῆν κατ̓ ἐκείνην οὐκ εἴα τὴν νύκτα, σπουδῇ πάσῃ καταλαμβάνουσιν ἅμα Λικιννίῳ τὸ
 Σίρμιον.

πόλις δὲ Παιονίας τὸ Σίρμιον, ὃ παραρρέει ποταμὸς ἐπὶ θάτερα Σάος,
 εἰς τὸν Ἴστρον ἐμβάλλων. παραδραμὼν δὲ καὶ ταύτην καὶ λύσας τὴν τοῦ
 ποταμοῦ γέφυραν ἐπὶ τὰ πρόσω προῄει, δύναμιν ἐκ τῶν κατὰ Θρᾴκην
 χωρίων ἀγεῖραι διανοούμενος.

Κατασχὼν δὲ Κωσταντῖνος τὴν Κίβαλιν καὶ τὸ Σίρμιον καὶ πάντα ὅσα
 φεύγων ὁ Λικίννιος ὀπίσω κατέλειπεν, πέμπει πεντακισχιλίους ὁπλίτας
 ἐπὶ τὴν αὐτοῦ δίωξιν. ἀλλ̓ ἐκεῖνοι μέν, ἀγνῶτες τῆς ὁδοῦ δἰ ἧς
 ἔφευγε Λικίννιος ὄντες, φθάσαι τοῦτον οὐκ ἠδυνήθησαν: ὁ δὲ
 Κωσταντῖνος ζεύξας τὴν τοῦ Σάου γέφυραν, ἣν ὁ Λικίννιος ἔτυχεν
 διαλύσας, ἅμα τῷ στρατῷ Λικιννίου κατόπιν ἐχώρει. διαβὰς δὲ ἐπὶ τὴν
 Θρᾴκην ἀφικνεῖται πρὸς τὸ πεδίον ἐν ᾧ Λικίννιον στρατοπεδευόμενον
 εὗρεν.

ἐν δὲ τῇ νυκτὶ καθ̓ ἣν ἐπέστη, τάξας τὴν ἑαυτοῦ δύναμιν, ἐπέταττε
 τοῖς στρατιώταις ἅμα ἠοῖ πρὸς μάχην παρασκευάζεσθαι. γενομένης δὲ
 ἡμέρας θεασάμενος ὁ Λικίννιος τὸν Κωσταντῖνον σὺν τῷ στρατεύματι καὶ
 αὐτὸς ἀντετάττετο, κοινωνὸν ἔχων τοῦ πολέμου Οὐάλεντα Καίσαρα παῤ
 αὐτοῦ μετὰ τὴν ἀπὸ Κιβάλεως φυγὴν καταστάντα. συμπεσόντων δὲ τῶν
 στρατοπέδων ἀλλήλοις, τὰ μὲν πρῶτα διαστάντες τόξοις ἐχρῶντο, τῶν δὲ
 βελῶν δαπανηθέντων δόρασι καὶ ἐγχειριδίοις ἐνέπιπτον.

ἔτι δὲ τῶν στρατοπέδων καρτερῶς ἐγκειμένων, οἱ παρὰ Κωσταντίνου
 διῶξαι Λικίννιον προσταχθέντες ἐφίστανται τοῖς στρατεύμασι
 μαχομένοις ἔκ τινος ἀπόπτου χωρίου, κάμψαντες δὲ διά τινος λόφου
 δεῖν ἐνόμισαν ἐξ ὑπερδεξίου τόπου τοῖς οἰκείοις συμμῖξαι καὶ τοὺς
 ἐναντίους ἐς κύκλωσιν καταστῆσαι. φυλαξαμένων δὲ τῶν σὺν Λικιννίῳ
 καὶ γενναίως πρὸς ἅπαντας ἀγωνισαμένων, πολλῶν δὲ καὶ ἀναριθμήτων ἐξ
 ἑκατέρου πεσόντων τῆς τε μάχης ἰσοπαλοῦς γενομένης, ἐκ
 συνθήματος ἀλλήλων ἐχωρίσθη τὰ στρατεύματα.

Τῇ δὲ ὑστεραίᾳ γενομένης ἀνακωχῆς, ἀμφοτέρους ἐδόκει κοινωνίαν ἔχειν
 καὶ ὁμαιχμίαν ἐφ̓ ᾧ τὸν μὲν Κωνσταντῖνον ἄρχειν Ἰλλυριῶν καὶ τῶν
 ἐπέκεινα πάντων ἐθνῶν, Λικίννιον δὲ Θρᾴκην ἔχειν καὶ τὴν ἑῴαν καὶ τὰ
 ταύτης ἐπέκεινα, Οὐάλεντα δὲ τὸν ὑπὸ Λικιννίου Καίσαρα καθεσταμένον
 ἀναιρεθῆναι, τῶν συμβεβηκότων κακῶν αἴτιον εἶναι λεγόμενον.

οὗ δὴ γενομένου, καὶ δοθέντων ὅρκων ἦ μὴν βέβαια ταῦτα παῤ ἑκατέρου
 φυλάττεσθαι, πρὸς πίστιν βεβαιοτέραν τοῦ ταῖς συνθήκαις ἐμμεῖναι
 Κωσταντῖνος μὲν καθίστησι Καίσαρα Κρίσπον, ἐκ παλλακῆς αὐτῷ γεγονότα
 Μινερβίνης ὄνομα, ἤδη νεανίαν ὄντα, καὶ Κωσταντῖνον οὐ πρὸ πολλῶν
 ἡμερῶν ἐν Ἀρελάτῳ τῇ πόλει τεχθέντα, ἀναδείκνυται δὲ σὺν αὐτοῖς
 Καῖσαρ καὶ ὁ Λικιννίου παῖς Λικιννιανός, εἰς εἰκοστὸν προελθὼν μῆνα
 τῆς ἡλικίας. τοῦτο μὲν οὖν τέλος ἐγένετο τοῦ δευτέρου πολέμου.

Κωσταντῖνος δὲ πυθόμενος Σαυρομάτας τῇ Μαιὥ??ʼιδι προσοικοῦντας
 λίμνῃ, ναυσὶ διαβάντας τὸν Ἴστρον, τὴν οὖσαν ὑπ̓ αὐτῷ λῄζεσθαι
 χώραν, ἦγεν ἐπ̓ αὐτοὺς τὰ στρατόπεδα. συναντησάντων δὲ καὶ τῶν
 βαρβάρων αὐτῷ μετὰ Ῥαυσιμόδου τοῦ σφῶν βασιλεύοντος, τὴν ἀρχὴν οἱ
 Σαυρομάται προσέβαλλον πόλει φρουρὰν ἀρκοῦσαν ἐχούσῃ, ἧς τὸ μὲν ἀπὸ
 γῆς ἀνατρέχον ἐς ὕψος τοῦ τείχους ἐκ λίθων ᾠκοδόμητο,

τὸ δὲ ἀνωτέρω ξύλινον ἦν. οἰηθέντες τοίνυν οἱ Σαυρομάται ῥᾷστα τὴν
 πόλιν αἱρήσειν, εἰ τοῦ τείχους ὅσον ξύλινον ἦν καταφλέξαιεν, πῦρ τε
 προσῆγον καὶ τοὺς ἐπὶ τοῦ τείχους ἐτόξευον. ἐπεὶ δὲ οἱ ἐφεστῶτες
 τοῖς τείχεσι βέλεσί τε καὶ λίθοις τοὺς βαρβάρους ἐξ ὑπερδεξίων
 βάλλοντες ἔκτεινον, ἀπαντήσας Κωσταντῖνος καὶ κατὰ νώτου τοῖς
 βαρβάροις ἐπιπεσὼν πολλοὺς μὲν ἀπέκτεινεν τοὺς δὲ πλείους
 ἐζώγρησεν,

ὥστε τοὺς λειπομένους φυγεῖν. Ῥαυσίμοδος δὴ τὸ πολὺ μέρος ἀποβαλὼν
 τῆς δυνάμεως, ἐς τὰς ναῦς ἐμβὰς ἐπεραιοῦτο τὸν Ἴστρον, διανοούμενος
 καὶ αὖθις τὴν Ῥωμαίων λῄζεσθαι χώραν. ὅπερ ἀκούσας ὁ Κωνσταντῖνος
 ἐπηκολούθει, τὸν Ἴστρον καὶ αὐτὸς διαβάς, καὶ συμφυγοῦσι πρός τινα
 λόφον ὕλας ἔχοντα πυκνὰς ἐπιτίθεται, καὶ πολλοὺς μὲν ἀνεῖλεν, ἐν οἷς
 καὶ Ῥαυσίμοδον αὐτόν, πολλοὺς δὲ ζωγρίας ἑλὼν τὸ περιλειφθὲν πλῆθος
 χεῖρας ἀνατεῖναν ἐδέξατο, καὶ μετὰ πλήθους αἰχμαλώτων ἐπανῄει πρὸς
 τὰ βασίλεια.

Διανείμας δὲ τούτους ταῖς πόλεσιν ἐπὶ τὴν Θεσσαλονίκην ἐχώρει, καὶ
 τὸν ἐν ταύτῃ λιμένα πρότερον οὐκ ὄντα κατασκευάσας ἐπὶ τὸν πρὸς
 Λικίννιον αὖθις παρεσκευάζετο πόλεμον. καὶ τριακόντοροι μὲν εἰς
 διακοσίας κατεσκευάσθησαν, ναῦς δὲ φορτίδες συνήχθησαν πλέον ἢ
 δισχίλιαι, πεζὸς δὲ στρατὸς ἐς δώδεκα μυριάδας, ἡ ναῦς καὶ ἵππος
 μυρία. Λικίννιος δὲ Κωνσταντῖνον ἀκούσας ἐν παρασκευαῖς εἶναι,
 διέπεμπεν ἀγγέλους κατὰ τὰ ἔθνη πλοῖα πολεμικὰ καὶ δυνάμεις πεζάς τε
 καὶ ἱππικὰς εὐτρεπεῖς ποιῆσαι κελεύων.

καὶ σὺν παντὶ τάχει τριήρεις ἐξέπεμπόν οἱ Αἰγύπτιοι μὲν ὀγδοήκοντα,
 Φοίνικες δὲ τὰς ἴσας, Ἴωνες δὲ καὶ Δωριεῖς οἱ ἐν τῇ
 Ἀσίᾳ ἑξήκοντα, Κύπριοι δὲ τριάκοντα καὶ Κᾶρες εἴκοσι, Βιθυνοὶ δὲ
 τριάκοντα, καὶ πεντήκοντα Λίβυες. ὁ δὲ πεζὸς στρατὸς ἦν πεντεκαίδεκά
 που μυριάδων, ἱππεῖς δὲ πεντακισχίλιοί τε καὶ μύριοι: τούτους δὲ
 Φρυγία καὶ Καππαδοκία παρεῖχεν. ὡρμίσθησαν δὲ αἱ νῆες ἐν τῷ Πειραιεῖ
 μὲν αἱ Κωσταντίνου,

κατὰ δὲ τὸν Ἑλλήσποντον ἃς Λικίννιος εἶχεν. οὕτω τῶν ναυτικῶν τε καὶ
 πεζῶν ἑκατέρῳ ταχθέντων, ὁ μὲν Λικίννιος ἐν Ἀδριανοπόλει τῆς Θρᾴκης
 τὸ στρατόπεδον εἶχεν, Κωσταντῖνος δ̓ ἐκ τοῦ Πειραιῶς τὰς ναῦς
 μετεπέμπετο, κατὰ τὸ πλέον ἐκ τῆς Ἑλλάδος οὔσας, ἐκ δὲ τῆς
 Θεσσαλονίκης ἅμα τῷ πεζῷ προελθὼν παρὰ τὴν ᾐόνα τοῦ Ἕβρου ποταμοῦ,
 τῆς Ἀδριανουπόλεως ἐν ἀριστερᾷ ἰόντος, ἐστρατοπέδευεν.

ἐκτάξαντος δὲ καὶ τοῦ Λικιννίου τὴν δύναμιν ἀπὸ τοῦ ὑπερκειμένου τῆς
 πόλεως ὄρους ἄχρι σταδίων διακοσίων, καθ̓ ὃ Τῶνοσεειος ποταμὸς τῷ
 Ἕβρῳ συμβάλλει, συχνὰς μὲν ἡμέρας ἀλλήλοις ἀντεκαθέζετο τὰ
 στρατόπεδα, κατανοήσας δὲ ὁ Κωσταντῖνος ὅπῃ μάλιστα στενότατός ἐστιν
 ὁ ποταμὸς ἑαυτοῦ,

τοιόνδε τι μηχανᾶται. ξύλα κατάγειν ἐκ τοῦ ὄρους ἐπέταττεν τῷ
 στρατοπέδῳ καὶ σχοίνους πλέκειν ὡς δὴ μέλλων ζευγνύναι τὸν ποταμὸν
 καὶ ταύτῃ διαβιβάζειν τὸ στράτευμα. τούτῳ δὲ βουκολήσας τοὺς
 ἐναντίους, ἀνελθὼν ἐπί τινα λόφον ὕλας συνεχεῖς ἔχοντα, καλύπτειν
 τοὺς ἐντὸς ὄντας αὐτῶν δυναμένας, ἐγκατέστησεν αὐτόθι πεζοὺς μὲν
 τοξότας πεντακισχιλίους,

ἱππέας δὲ ὀγδοήκοντα. δώδεκα δὲ παραλαβὼν ἱππέας, ἅμα
 τούτοις διὰ τοῦ στενοῦ, καθ̓ ὃ μάλιστα διαβατὸς ὁ ποταμὸς ἦν,
 ὑπερβὰς τὸν Ἕβρον ἀδόκητος ἐμπίπτει τοῖς πολεμίοις, ὥστε πεσεῖν μέν
 τινας, πολλοὺς δὲ φυγεῖν προτροπάδην, τοὺς δ̓ ἄλλους πρὸς
 τὸ αἰφνίδιον καταπεπληγμένους ἑστάναι κεχηνότας ἐπὶ τῷ τῆς διαβάσεως
 ἀδοκήτῳ.

ἐπ̓ ἀδείας δὲ καὶ τῶν ἄλλων ἱππέων περαιωθέντων καὶ ἑξῆς παντὸς τοῦ
 στρατεύματος, πολὺς μὲν ἐγένετο φόνος ʽἔπεσον γὰρ μυριάδες που τρεῖς
 καὶ τετρακισχίλιοἰ, τοῦ ἡλίου δὲ πρὸς δύσιν ὄντος ὁ μὲν Κωσταντῖνος
 ἀνελάμβανε τὰ στρατόπεδα, Λικίννιος δέ, ὅσους οἷός τε γέγονεν τῶν
 οἰκείων ἀναλαβών, ἤλαυνεν διὰ τῆς Θρᾴκης, ὡς ἂν τὸ ναυτικὸν
 καταλάβοι.

ἡμέρας δὲ γενομένης, πάντες ὅσοι τοῦ Λικιννίου στρατεύματος κατὰ τὸ
 ὄρος ἢ εἰς φάραγγας ἔτυχον πεφευγότες, ἐξέδοσαν ἑαυτοὺς Κωσταντίνῳ
 μετὰ τῶν ἀπολειφθέντων τῆς Λικιννίου φυγῆς. Λικιννίου δὲ φυγόντος
 εἰς τὸ Βυζάντιον, ὁ Κωσταντῖνος κατόπιν ἐχώρει καὶ τὸ Βυζάντιον
 ἐπολιόρκει.

τοῦ δὲ ναυτικοῦ, καθάπερ εἴρηταί μοι, τοῦ μὲν Πειραιῶς ἐκπλεύσαντος
 εἰς δὲ Μακεδονίαν ὁρμιζομένου μεταπέμπεται τοὺς ναυάρχους ὁ
 Κωσταντῖνος, ἐν τῷ στόματι τοῦ Ἑλλησπόντου τὰς ναῦς παραγενέσθαι
 κελεύσας.

ἀφικομένου δὲ τοῦ στόλου κατὰ τὸ προσταχθέν, οἱ μὲν Κωσταντίνου
 στρατηγοὶ μόναις ὀγδοήκοντα τριακοντόροις ταῖς ἄριστα πλεούσαις
 ἔγνωσαν ναυμαχεῖν οἷα τοῦ τόπου διὰ τὴν στενότητα πλήθει νεῶν οὐκ
 ὄντος ἐπιτηδείου, Ἄβαντος δὲ ὁ Λικιννίου ναύαρχος διακοσίαις ἐπέπλει ναυσί, σφόδρα καταφρονῶν τῆς τῶν ἀντιπάλων νεῶν
 ὀλιγότητος, καὶ ἐν μέσῳ ταύτας λήψεσθαι ῥᾳδίως οἰόμενος.

ἀρθέντων δὲ τῶν σημείων ἐξ ἑκατέρου καὶ τῶν πρῳρέων ἐπελθόντων
 ἀλλήλοις, οἱ μὲν Κωσταντίνου ναύαρχοι σὺν κόσμῳ τοῖς ἐναντίοις
 ἐπιόντες ἔπλεον, τοῦ Ἀβάντου δὲ σὺν οὐδεμιᾷ τάξει τὸν κατὰ τῶν
 ἐναντίων ἐπίπλουν ποιουμένου, προσήρασσε μὲν τὰς ναῦς ἀλλήλαις τῷ
 πλήθει στενοχωρουμένας, καὶ παρεδίδου τρόπον τινὰ τοῖς ἐναντίοις ἐς
 κατάδυσίν τε καὶ παντοίαν φθοράν. πολλῶν δὲ ναυτῶν καὶ στρατιωτῶν
 εἰς θάλασσαν ἐκπεσόντων νὺξ ἐπιγενομένη τὴν ναυμαχίαν διέλυσεν: καὶ
 οἳ μὲν εἰς Ἐλεοῦντα τῆς Θρᾴκης ὡρμίσθησαν, οἳ δὲ εἰς τὸν Αἰάντιον
 εἰσέπλευσαν λιμένα.

τῇ δὲ ὑστεραίᾳ τοῦ βορέου πολλοῦ πνεύσαντος, προελθὼν Ἄβαντος τοῦ
 Αἰαντίου λιμένος ἐς ναυμαχίαν παρεσκευάζετο. τῶν δὲ μεινάντων ἐν τῷ
 στόματι τοῦ Ἑλλησπόντου πεντηκοντόρων ἐκ προστάγματος τῶν στρατηγῶν
 ἀφικομένων εἰς Ἐλεοῦντα, καταπλαγεὶς ἐπὶ τῷ πλήθει τῶν νεῶν Ἄβαντος
 ἐνεδοίαζεν ἐπιπλεῦσαι τοῖς ἐναντίοις.

περὶ δὲ μέσην ἡμέραν ὑπέρρει μὲν τό βόρειον πνεῦμα, νότος δὲ πνεύσας
 πολὺς καὶ τὸν Λικιννίου στόλον πρὸς τῇ τῆς Ἀσίας εὑρὼν ᾐόνι τὰς μὲν
 ὀκέλλειν ἐποίει, τὰς δὲ πέτραις προσήρασσεν, τὰς δὲ αὐτάνδρους
 κατέδυεν, ὥστε ἄνδρας μὲν πεντακισχιλίους, ναῦς δὲ αὐτάνδρους
 διαφθαρῆναι τριάκοντα καὶ ἑκατόν, δἰ ὧν ἔτυχεν ὁ Λικίννιος τοῦ
 στρατοῦ μέρος ἐκ τῆς Θρᾴκης εἰς τὴν Ἀσίαν ἐκπέμψας οἷα
 στενοχωρουμένων τῷ πλήθει τῶν μετὰ Λικιννίου πολιορκουμένων ἐν τῷ
 Βυζαντίῳ.

φυγόντος δὲ Ἀβάντου μετὰ τεσσάρων νεῶν εἰς τὴν Ἀσίαν, τὰ μὲν τῆς
 ναυμαχίας τοῦτον διεπολεμήθη τὸν τρόπον: πλοίων δὲ
 παντοῖα κομιζόντων φορτία εἰς τὸν Ἑλλήσποντον ἀφικομένων καὶ
 πλείστην ἐπιτηδείων εὐπορίαν τοῖς Κωσταντίνου στρατηγοῖς
 ἐμποιησάντων, ἀνήγοντο μὲν οὗτοι μετὰ τοῦ στόλου παντὸς ὡς τοῖς τὸ
 Βυζάντιον πολιορκοῦσι συμμίξοντες, κυκλωσόμενοι δὲ καὶ διὰ θαλάσσης
 τὴν πόλιν, οἱ δὲ Λικιννίου πεζοὶ μηδὲ τὴν θέαν τῆς ναυτικῆς δυνάμεως
 ὑποστάντες, ἐπιλαβόμενοι νεῶν εἰς τὸν Ἐλαιοῦντα ἀπέπλεον.

Ἐγκείμενος δὲ τῇ πολιορκίᾳ Κωσταντῖνος, καὶ χῶμα ἴσον ἔχον ὕψος τῷ
 τείχει κατασκευάσας, πύργους τε στήσας ἐπὶ τοῦ χώματος ξυλίνους,
 ὑψηλοτέρους τοῦ τείχους, δἰ ὧν τοὺς τὸ τεῖχος φυλάττοντας
 κατετόξευον, ὡς ἄν ἐπ̓ ἀδείας κριοὺς καὶ ἄλλας μηχανὰς τῷ τείχει
 προσάγοι, διενοεῖτο τὴν πόλιν ἑλεῖν. τούτοις ὁ Λικίννιος ἀπορούμενος
 ἔγνω, καταλιπὼν τὸ Βυζάντιον καὶ ἐν τούτῳ τὸ τῆς στρατιᾶς
 ἀσθενέστερον ἐάσας, μετὰ τῶν ἐπιτηδείων οἱ καὶ δείγματα εὐνοίας εἰς
 αὐτὸν ἀποδειξαμένων εἰς Χαλκηδόνα τῆς Βιθυνίας δραμεῖν:

πεπιστεύκει γὰρ ὡς δυνήσεται στρατιὰν ἐκ τῆς Ἀσίας συναγαγὼν αὖθις
 ἀναμαχέσασθαι. διαπλεύσας τοίνυν εἰς τὴν Χαλκηδόνα, καὶ κοινωνὸν
 ἑλόμενος τοῦ κινδύνου Μαρτινιανόν, ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων
 ὄντα ʽμάγιστρον τοῦτον ὀφφικίων καλοῦσι Ῥωμαῖοἰ, Καίσαρα καθίστησι
 καὶ μετὰ στρατιᾶς εἰς Λάμψακον ἐκπέμπει, κωλύσοντα τὴν ἀπὸ τῆς
 Θρᾴκης ἐπὶ τὸν Ἑλλήσποντον τῶν ἐναντίων διάβασιν: αὐτὸς δὲ εἰς τοὺς
 λόφους καὶ τὰς περὶ τὴν Χαλκηδόνα φάραγγας τὴν οἰκείαν ἔτασσε
 δύναμιν.

τούτου δὲ ὄντος ἐν τούτοις, ὁ Κωσταντῖνος ἔχων πλῆθος νεῶν καὶ
 φορτίδων καὶ πολεμιστηρίων, διὰ τούτων τε βουλόμενος τῆς ἀντιπέραν
 ᾐόνος κρατῆσαι, δεδιὼς τὸ τῆς κατὰ Βιθυνίαν ᾐόνος ναυσὶ μάλιστα
 φορτίσι δυσπρόσοδον, κέλητας καὶ ἀκάτια ταχυναυτοῦντα 
 κατασκευάσας ἐπὶ τὸ λεγόμενον Ἱερὸν ἄκρον, πρὸς τῷ στόματι τοῦ
 Πόντου κείμενον, ἀναπλέει, σταδίοις διακοσίοις Χαλκηδόνος διεστηκός,
 κἀνταῦθα τὴν στρατιὰν ἀποβιβάσας ἐπί τινας λόφους ἀνῄει, καὶ ἐξ
 αὐτῶν παρετάττετο.

Λικίννιος δὲ τὴν Βιθυνίαν ἐχομένην ὑπὸ τῶν ἐναντίων ὁρῶν, ἐν πᾶσίν τε
 κινδύνοις ἐξεταζόμενος, Μαρτινιανὸν μὲν ἐκ τῆς Λαμψάκου
 μετακαλεῖται, τοὺς δὲ στρατιώτας παραθαρσύνας καὶ αὐτὸς ἡγήσεσθαί
 σφισι καθυποσχόμενος συνέταττε τὸ στρατόπεδον ὡς ἐς μάχην, καὶ τῆς
 πόλεως προελθὼν ἀπήντα παρεσκευασμένοις ἤδη τοῖς ἐναντίοις.

μάχης δὲ καρτερᾶς ἐν τοῖς μεταξὺ Χαλκηδόνος καὶ τοῦ Ἱεροῦ τόποις
 γενομένης, παρὰ πολὺ τὸ Κωσταντίνου μέρος ἐκράτει, σὺν πολλῷ τε τόνῳ
 τοῖς πολεμίοις ἐπιπεσὸν τοσοῦτον εἰργάσατο φόνον ὥστε ἀπὸ τριῶν καὶ
 δέκα μυριάδων τρεῖς μόλις διαφυγεῖν. Βυζάντιοι μὲν οὖν ἅμα τῷ ταῦτα
 γενέσθαι τὰς πύλας ἀναπετάσαντες ἐδέχοντο Κωσταντῖνον, ἐποίουν δὲ
 ταὐτὸ καὶ Χαλκηδόνιοι: Λικίννιος δὲ μετὰ τὴν ἧτταν ἐς Νικομήδειαν
 ἐχώρει σὺν τοῖς περιλειφθεῖσιν ἱππεῦσιν καὶ πεζῶν χιλιάσιν ὀλίγαις.

Ἐν τούτῳ τῷ χρόνῳ πρὸς βασιλέα Κωσταντῖνον ηὐτομόλησε Πέρσης ἀνήρ,
 Ὁρμίσδης ὄνομα, τοῦ βασιλείου γένους, ἐξ αἰτίας τοιᾶσδε. τοῦ πατρὸς
 αὐτῷ Περσῶν βασιλεύοντος καὶ τὴν γενέθλιον ἐπιτελοῦντος κατὰ τὸν
 Περσῶν νόμον ἡμέραν, Ὁρμίσδης εἰσῄει θήραν πολλὴν εἰσαγαγὼν εἰς τὰ
 βασίλεια. τῶν δὲ παρακληθέντων εἰς τὴν εὐωχίαν οὐ τιμησάντων αὐτὸν
 οὐδὲ κατὰ τὸ καθῆκον ἐπαναστάντων, ἀγανακτήσας ἠπείλησε τὸν Μαρσύου
 μόρον αὐτοῖς ἐπιθήσειν.

οἱ μὲν οὖν πλείους ἠγνόησαν τὸν λόγον οἷα δὴ οὐκ ἐπιχώριον ὄντα,
 Πέρσης δέ τις ἐπιδημήσας τῇ Φρυγίᾳ καὶ τὸ κατὰ τὸν 
 Μαρσύαν ἀκηκοὼς διήγημα τῆς ἀπειλῆς Ὁρμίσδου τὴν ἔννοιαν τοῖς
 παρακαθημένοις ἐξεῖπεν. οἳ δὲ κατασχόντες ἐν μνήμῃ τὴν ἀπειλήν,
 ἐπειδὴ τὸν πατέρα τὸν Ὁρμίσδου τελευτῆσαι συνέβη, μεμνημένοι τῶν
 ἀπειληθέντων οἱ Πέρσαι τὸν μὲν ἀδελφὸν τὸν αὐτοῦ νεώτερον ὄντα
 βασιλέα χειροτονοῦσι, καὶ ταῦτα τοῦ νόμου τῷ πρεσβυτέρῳ τῶν βασιλέως
 παίδων διδόντος τὴν τῶν ὅλων ἡγεμονίαν, Ὁρμίσδῃ δὲ πέδας ἐπιθέντες
 ἐφύλαττον ἔν τινι λόφῳ πρὸ τοῦ ἄστεος ὄντι.

χρόνου δέ τινος διαδραμόντος ἡ τούτου γυνὴ τοιόνδε τρόπον αὐτῷ
 μηχανᾶται φυγήν. ἰχθὺν ἀγρεύσασα μέγαν ῥίνην σιδηρᾶν ἐντίθησιν τῇ
 τούτου νηδύϊ, καὶ ἀναρράψασα δίδωσιν εὐνούχῳ τῶν πιστοτάτων, εἰπεῖν
 αὐτὸν Ὁρμίσδῃ κελεύσασα παρόντος οὐδενὸς φαγεῖν τὸν ἰχθὺν καὶ τῷ
 κατὰ τὴν τούτου νηδὺν εὑρισκομένῳ χρήσασθαι πρὸς βοήθειαν. τοῦτο
 βουλευσαμένη καμήλους ἐκπέμπει πλήρεις οἴνου καὶ ἀφθόνου τροφῆς,
 εὐωχεῖσθαι διδοῦσα τοῖς τὸν.

ἄνδρα φυλάττουσιν. ἐπεὶ δὲ οἱ μὲν φύλακες τῇ εὐωχίᾳ προσεῖχον,
 Ὁρμίσδης δὲ τὸν ἰχθὺν διελὼν εὗρεν τὴν ῥίνην, τὰς ἐπικειμένας τοῖς
 ποσὶν πέδας διατεμὼν ἀναλαβών τε τὴν τοῦ εὐνούχου στολὴν διὰ μέσων
 τῶν φυλάκων ἤδη μεθυόντων ἐξῄει, καὶ τῶν εὐνούχων ἕνα παραλαβὼν
 ἀφικνεῖται πρὸς τὸν Ἀρμενίων βασιλέα, φίλον ὄντα καὶ ξένον αὐτῷ. καὶ
 διὰ τούτου μετ̓ ἀσφαλείας διασωθεὶς τῷ Κωσταντίνῳ προσέδραμε, καὶ
 πάσης ἠξιώθη τιμῆς τε καὶ θεραπείας. ἀλλὰ ταῦτα μὲν ὅπως ἔσχεν
 ἀφηγησάμην.

Κωσταντίνου δὲ τὸν Λικίννιον καὶ ἐν τῇ Νικομηδείᾳ πολιορκοῦντος,
 ἀπογνοὺς ταῖς ἐλπίσιν, ἐπιστάμενός τε ὡς οὐδεμία δύναμις ἔστιν αὐτῷ
 πρὸς μάχην ἀρκοῦσα, τῆς πόλεως προελθὼν ἱκέτης τῷ Κωσταντίνῳ
 καθίσταται, καὶ τὴν ἁλουργίδα προσαγαγὼν βασιλέν τε καὶ
 δεσπότην ἐβόα, συγγνώμην ἐπὶ τοῖς προλαβοῦσιν αἰτῶν:

ἐθάρρει γὰρ ὡς βιώσεται, τῆς αὐτοῦ γαμετῆς ὅρκους ἐπὶ τούτῳ παρὰ
 Κωσταντίνου λαβούσης. ὁ δὲ Κωσταντῖνος Μαρτινιανὸν μὲν παρεδίδου
 τοῖς δορυφόροις ἐπὶ θανάτῳ, Λικίννιον δὲ εἰς τὴν Θεσσαλονίκην
 ἐκπέμψας ὡς βιωσόμενον αὐτόθι σὺν ἀσφαλείᾳ, μετ̓ οὐ πολὺ τοὺς ὅρκους
 πατήσας ʽἦν γὰρ τοῦτο αὐτῷ σύνηθεσ̓ ἀγχόνῃ τοῦ ζῆν αὐτὸν ἀφαιρεῖται.

Περιστάσης δὲ τῆς πάσης εἰς μόνον Κωσταντῖνον ἀρχῆς, οὐκέτι λοιπὸν
 τὴν κατὰ φύσιν ἐνοῦσαν αὐτῷ κακοήθειαν ἔκρυπτεν, ἀλλὰ ἐνεδίδου τῷ
 κατ̓ ἐξουσίαν ἅπαντα πράττειν. ἐχρῆτο δὲ ἔτι καὶ τοῖς πατρίοις
 ἱεροῖς, οὐ τιμῆς ἕνεκα μᾶλλον ἢ χρείας: ᾗ καὶ μάντεσιν ἐπείθετο,
 πεπειραμένος ὡς ἀληθῆ προεῖπον ἐπὶ πᾶσι τοῖς κατωρθωμένοις αὐτῷ.
 ἐπεὶ δ̓ εἰς τὴν Ῥώμην ἀφίκετο μεστὸς πάσης ἀλαζονείας, ἀφ̓ ἑστίας
 ᾠήθη δεῖν ἄρξασθαι τῆς ἀσεβείας.

Κρίσπον γὰρ παῖδα τῆς τοῦ Καίσαρος, ὡς εἴρηταί μοι πρότερον,
 ἀξιωθέντα τιμῆς, εἰς ὑποψίαν ἐλθόντα τοῦ Φαύστῃ τῇ μητρυιᾷ
 ʽ??ʼυνεῖναι, τοῦ τῆς φύσεως θεσμοῦ μηδένα λόγον ποιησάμενος ἀνεῖλεν.
 τῆς δὲ Κωσταντίνου μητρὸς Ἑλένης ἐπὶ τῷ τηλικούτῳ πάθει
 δυσχεραινούσης καὶ ἀσχέτως τὴν ἀναίρεσιν τοῦ νέου φερούσης,
 παραμυθούμενος ὥσπερ αὐτὴν ὁ Κωσταντῖνος κακῷ τὸ κακὸν ἰάσατο
 μείζονι: βαλανεῖον γὰρ ὑπὲρ τὸ μέτρον ἐκπυρωθῆναι κελεύσας καὶ τούτῳ
 τὴν Φαῦσταν ἐναποθέμενος

ἐξήγαγεν νεκρὰν γενομένην. ταῦτα συνεπιστάμενος ἑαυτῷ, καὶ προσέτι γε
 ὅρκων καταφρονήσεις, προσῄει τοῖς ἱερεῦσι καθάρσια τῶν ἡμαρτημένων
 αἰτῶν. εἰπόντων δὲ ὡς οὐ παραδέδοται καθαρμοῦ τρόπος δυσσεβήματα
 τηλικαῦτα καθῆραι δυνάμενος, Αἰγύπτιός τις ἐξ Ἰβηρίας εἰς τὴν Ῥώμην
 ἐλθὼν καὶ ταῖς εἰς τὰ βασίλεια γυναιξὶν συνήθης γενόμενος, ἐντυχὼν
 τῷ Κωσταντίνῳ πάσης ἁμαρτάδος ἀναιρετικὴν εἶναι τὴν τῶν Χριστιανῶν
 διεβεβαιώσατο δόξαν καὶ τοῦτο ἔχειν ἐπάγγελμα, τὸ τοὺς ἀσεβεῖς
 μεταλαμβάνοντας αὐτῆς πάσης ἁμαρτίας ἔξω παραχρῆμα καθίστασθαι.

δεξαμένου δὲ ῥᾷστα τοῦ Κωσταντίνου τὸν λόγον καὶ ἀφεμένου μὲν τῶν
 πατρίων, μετασχόντος δὲ ὧν ὁ Αἰγύπτιος αὐτῷ μετεδίδου, τῆς ἀσεβείας
 τὴν ἀρχὴν ἐποιήσατο τὴν μαντικὴν ἔχειν ἐν ὑποψίᾳ: πολλῶν γὰρ αὐτῷ
 διὰ ταύτης προρρηθέντων εὐτυχημάτων καὶ ἐκβάντων εἰς ἔργον, ἐδεδίει
 μή ποτε καὶ ἄλλοις κατ̓ αὐτοῦ τι πυνθανομένοις τὸ ἐσόμενον
 προρρηθείη, καὶ ἐκ ταύτης τῆς προαιρέσεως πρὸς τὸ ταῦτα καταλύειν
 ἐτράπη.

τῆς δὲ πατρίου καταλαβούσης ἑορτῆς, καθ̓ ἣν ἀνάγκη τὸ στρατόπεδον ἦν
 εἰς τὸ Καπιτώλιον ἀνιέναι καὶ τὰ νενομισμένα πληροῦν, δεδιὼς τοὺς
 στρατιώτας ὁ Κωσταντῖνος ἐκοινώνησε τῆς ἑορτῆς. ἐπιπέμψαντος δὲ αὐτῷ
 φάσμα τοῦ Αἰγυπτίου τὴν εἰς τὸ Καπιτώλιον ἄνοδον ὀνειδίζον ἀνέδην,
 τῆς ἱερᾶς ἁγιστείας ἀποστατήσας, εἰς μῖσος τὴν γερουσίαν καὶ τὸν
 δῆμον ἀνέστησεν.

Οὐκ ἐνεγκὼν δὲ τὰς παρὰ πάντων ὡς εἰπεῖν βλασφημίας πόλιν ἀντίρροπον
 τῆς Ῥώμης ἐζήτει, καθ̓ ἣν αὐτὸν ἔδει βασίλεια καταστήσασθαι.
 γενόμενος δὲ μεταξὺ Τρῳάδος καὶ τῆς ἀρχαίας Ἰλίου καὶ τόπον εὑρὼν
 εἰς πόλεως κατασκευὴν ἐπιτήδειον, θεμελίους τε ἐπήξατο καὶ τείχους
 τι μέρος εἰς ὕψος ἀνέστησεν, ὅπερ ἄχρι τοῦδε ὁρᾶν ἔνεστι τοῖς ἐπὶ
 τὸν Ἑλλήσποντον πλέουσιν. ἐλθὼν δὲ εἰς μετάμελον καὶ ἀτελὲς τὸ ἔργον
 καταλιπὼν ἐπὶ τὸ Βυζάντιον ᾔει.

θαυμάσας δὲ τὴν τῆς πόλεως θέσιν ἔκρινε ταύτην ὅτι μάλιστα αὐξῆσαι
 καὶ ἐς βασιλέως οἴκησιν ἁρμοδίαν καταστῆσαι. κεῖται μὲν γὰρ ἡ πόλις
 ἐπὶ λόφου, μέρος ἐπέχουσα τοῦ ἰσθμοῦ τοῦ διὰ τοῦ καλουμένου Κέρατος
 καὶ τῆς Προποντίδος ἐκτελουμένου. καὶ τὸ μὲν παλαιὸν εἶχε τὴν πύλην
 ἐν τῇ συμπληρώσει τῶν στοῶν ἃς Σεβῆρος ὁ βασιλεὺς ᾠκοδομήσατο,
 παυσάμενος τῆς κατὰ Βυζαντίων ὀργῆς, ὅτι Νίγρον ὑπεδέξαντο πολέμιον
 ὄντα:

τὸ δὲ τεῖχος διὰ τοῦ λόφου καθιέμενον ἦν ἀπὸ τοῦ δυτικοῦ μέρους μέχρι
 τοῦ τῆς Ἀφροδίτης ναοῦ καὶ θαλάσσης τῆς ἀντικρὺ Χρυσοπόλεως, ἀπὸ δὲ
 τοῦ βορείου λόφου κατὰ τὸν ἴσον τρόπον κατιὸν ἄχρι τοῦ λιμένος, ὃ
 καλοῦσιν Νεώριον, καὶ ἐπέκεινα μέχρι θαλάσσης ἣ κατευθὺ κεῖται τοῦ
 στόματος δἰ οὗ πρὸς τὸν Εὔξεινον ἀνάγονται Πόντον. μῆκος δὲ ἔχει τὸ
 στενὸν τοῦτο μέχρι τοῦ Πόντου σταδίων περί που τριακοσίων.

τὸ μὲν οὖν ἀρχαῖον τῆς πόλεως μέγεθος τοῦτο ἦν: ἀγορὰν
 δὲ ἐν τῷ τόπῳ καθ̓ ὃν ἡ πύλη τὸ ἀρχαῖον ἦν οἰκοδομήσας κυκλοτερῆ,
 καὶ στοαῖς διστεγέσι ταύτην περιλαβών, ἁψῖδας δύο μαρμάρου
 Προκοννησίου μεγίστας ἀλλήλων ἀντίας ἀπετύπωσε, δἰ ὧν ἔνεστιν
 εἰσιέναι τε εἰς τὰς Σεβήρου στοὰς καὶ τῆς πάλαι πόλεως ἐξιέναι.
 πολλῷ δὲ μείζονα τὴν πόλιν ἀποφῆναι βουλόμενος, τοῦ πάλαι τείχους
 ἐπέκεινα σταδίοις πεντεκαίδεκα τείχει περιέβαλε τὴν πόλιν
 ἀπολαμβάνοντι πάντα τὸν ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν.

τούτῳ τῷ τρόπῳ πολλῷ μείζονα τῆς προτέρας ἀποτελέσας, καὶ βασίλεια
 κατεσκεύασεν οὐ πολλῷ τῆς Ῥώμης ἐλάττονα: καὶ τὸν ἱππόδρομον εἰς
 ἅπαν ἐξήσκησε κάλλος, τὸ τῶν Διοσκούρων ἱερὸν μέρος αὐτοῦ
 ποιησάμενος, ὧν καὶ τὰ δείκηλα μέχρι νῦν ἔστιν ἐπὶ τῶν τοῦ
 ἱπποδρόμου στοῶν ἑστῶτα ἰδεῖν. ἔστησεν δὲ κατά τι τοῦ ἱπποδρόμου
 μέρος καὶ τὸν τρίποδα τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος, ἔχοντα ἐν ἑαυτῷ καὶ
 αὐτὸ τὸ τοῦ Ἀπόλλωνος ἄγαλμα.

οὔσης δὲ ἐν τῷ Βυζαντίῳ μεγίστης ἀγορᾶς τετραστόου, κατὰ τὰς τῆς μιᾶς
 στοᾶς ἄκρας, εἰς ἣν ἀνάγουσιν οὐκ ὀλίγοι βαθμοί, ναοὺς ᾠκοδομήσατο
 δύο, ἐγκαθιδρύσας ἀγάλματα, θατέρῳ μὲν μητρὸς θεῶν Ῥέας, ὅπερ ἔτυχον
 οἱ σὺν Ἰάσονι πλεύσαντες ἱδρυσάμενοι κατὰ τὸ Δίνδυμον ὄρος τὸ
 Κυζίκου τῆς πόλεως ὑπερκείμενον. φασὶν δὲ ὡς καὶ τοῦτο διὰ τὴν περὶ
 τὸ θεῖον ἐλωβήσατο ῥᾳθυμίαν, τούς τε περὶ ἑκάτερα λέοντας περιελὼν
 καὶ τὸ σχῆμα τῶν χειρῶν ἐναλλάξας:

κατέχειν γὰρ πάλαι δοκοῦσα τοὺς λέοντας νῦν εἰς εὐχομένης μεταβέβληται σχῆμα, τὴν πόλιν ἐφορῶσα καὶ περιέπουσα. ἐν δὲ
 θατέρῳ Ῥώμης ἱδρύσατο Τύχην. κατασκευάσας δὲ οἰκίας τισὶν τῶν ἐκ τῆς
 γερουσίας ἀκολουθήσασιν αὐτῷ, διετέλεσεν πόλεμον οὐδένα κατωρθωκώς.
 ἐπελθόντων δὲ Θαϊφάλων, Σκυθικοῦ γένους, ἱππεῦσι πεντακοσίοις, οὐ
 μόνον οὐκ ἀντετάξατο τούτοις, ἀλλὰ τὸ πολὺ τῆς δυνάμεως ἀποβαλὼν καὶ
 τὰ μέχρι τοῦ χάρακος αὐτοὺς λῃζομένους ἰδὼν ἀγαπητῶς ἀποδρὰς
 διεσώθη.

Μείνας δὲ ἀπόλεμος καὶ τρυφῇ τὸν βίον ἐκδοὺς διένειμε τῷ Βυζαντίων
 δήμῳ σίτησιν δημοσίαν, ἣν ἄχρι τοῦδε διέμεινεν ἔχων. εἰς οἰκοδομίας
 δὲ πλείστας ἀνωφελεῖς τὰ δημόσια χρήματα δαπανῶν, τινὰ κατεσκεύασεν
 ἃ μικρὸν ὕστερον διελύετο, βέβαια διὰ τὴν ἔπειξιν οὐ γενόμενα.
 συνετάραξεν δὲ καὶ τὰς πάλαι καθεσταμένας ἀρχάς.

δύο γὰρ τῆς αὐλῆς ὄντων ὑπάρχων καὶ τὴν ἀρχὴν κοινῇ μεταχειριζομένων,
 οὐ μόνον τὰ περὶ τὴν αὐλὴν τάγματα τῇ τούτων ᾠκονομεῖτο φροντίδι καὶ
 ἐξουσίᾳ, ἀλλὰ καὶ τὰ ἐπιτετραμμένα τὴν τῆς πόλεως φυλακὴν καὶ τὰ
 ταῖς ἐσχατιαῖς ἐγκαθήμενα πάσαις: ἡ γὰρ τῶν ὑπάρχων ἀρχὴ δευτέρα
 μετὰ τὰ σκῆπτρα νομιζομένη καὶ τῶν σιτήσεων ἐποιεῖτο τὰς ἐπιδόσεις
 καὶ τὰ παρὰ τὴν στρατιωτικὴν ἐπιστήμην ἁμαρτανόμενα ταῖς καθηκούσαις
 ἐπηνώρθου κολάσεσι.

Κωσταντῖνος δὲ τὰ καλῶς καθεστῶτα κινῶν μίαν οὖσαν ἐς τέσσαρας
 διεῖλεν ἀρχάς. ὑπάρχῳ γὰρ ἑνὶ τὴν Αἴγυπτον ἅπασαν πρὸς τῇ Πενταπόλει
 Λιβύης καὶ τὴν ἑῴαν ἄχρι Μεσοποταμίας καὶ προσέτι γε Κίλικας καὶ
 Καππάδοκας καὶ Ἀρμενίους καὶ τὴν παράλιον ἅπασαν ἀπὸ Παμφυλίας ἄχρι
 Τραπεζοῦντος καὶ τῶν παρὰ τὸν Φᾶσιν φρουρίων παρέδωκεν, τῷ αὐτῷ καὶ
 Θρᾴκην ἐπιτρέψας, Μυσίᾳ τε μέχρις Ἀσήμου καὶ Ῥοδόπῃ μέχρι Τοπήρου
 πόλεως ὁριζομένην, καὶ Κύπρον μέντοι καὶ τὰς Κυκλάδας νήσους δίχα
 Λήμνου καὶ Ἴμβρου καὶ Σαμοθρᾴκης:

ἑτέρῳ δὲ Μακεδόνας καὶ Θεσσαλοὺς καὶ Κρῆτας καὶ τὴν Ἑλλάδα καὶ τὰς
 περὶ αὐτὴν νήσους καὶ ἀμφοτέρας Ἠπείρους, καὶ πρὸς ταύταις Ἰλλυριοὺς
 καὶ Δάκας καὶ Τριβαλλοὺς καὶ τοὺς ἄχρι τῆς Βαλερίας Παίονας, καὶ ἐπὶ
 τούτοις τὴν ἄνω Μυσίαν: τῷ δὲ τρίτῳ τὴν Ἰταλίαν ἅπασαν καὶ Σικελίαν
 καὶ τὰς περὶ αὐτὴν νήσους καὶ ἔτι γε Σαρδόνα καὶ Κύρνον καὶ τὴν ἀπὸ
 Σύρτεων κέρνης ἄχρι Λιβύην, τῷ δὲ τετάρτῳ τοὺς ὑπὲρ τὰς Ἄλπεις
 Κελτούς τε καὶ Ἴβηρας πρὸς τῇ Βρεττανικῇ νήσῳ.

ταύτῃ διελόμενος τὴν τῶν ὑπάρχων ἀρχὴν καὶ ἄλλοις τρόποις ἐλαττῶσαι
 ταύτην ἐσπούδασεν: ἐφεστώτων γὰρ τοῖς ἁπανταχοῦ στρατιώταις οὐ μόνον
 ἑκατοντάρχων καὶ χιλιάρχων ἀλλὰ καὶ τῶν λεγομένων δουκῶν, οἳ
 στρατηγῶν ἐν ἑκάστῳ τόπῳ τάξιν ἐπεῖχον, στρατηλάτας
 καταστήσας, τὸν μὲν τῆς ἵππου τὸν δὲ τῶν πεζῶν, εἰς τούτους τε τὴν
 ἐξουσίαν τοῦ τάττειν στρατιώτας καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας
 μεταθείς, παρείλετο καὶ ταύτης τοὺς ὑπάρχους τῆς αὐθεντίας.

ὅ τι δὲ τοῦτο καὶ τοῖς ἐν εἰρήνῃ καὶ τοῖς κατὰ πόλεμον
 ἐλυμήνατο πράγμασιν, αὐτίκα ἐρῶ. τῶν ὑπάρχων τοὺς ἁπανταχοῦ φόρους
 διὰ τῶν ὑπηρετουμένων αὐτοῖς εἰσπραττόντων καὶ τὴν στρατιωτικὴν ἐκ
 τούτων ποιουμένων δαπάνην, ἐχόντων δὲ τοὺς στρατιώτας ὑποχειρίους
 εἰς τὸ δίκας ὑπέχειν κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπὶ τοῖς ἁμαρτήμασιν,
 εἰκότως οἱ στρατιῶται κατὰ νοῦν ἔχοντες ὡς ὁ χορηγῶν τὴν σίτησιν
 αὐτοῖς καὶ πταίουσιν ἐπεξέρχεται, πράττειν τι παρὰ τὸ καθῆκον οὐκ
 ἐθάρρουν δέει καὶ τῆς τῶν σιτήσεων ἀφαιρέσεως καὶ τῆς παρὰ πόδας
 κολάσεως.

νῦν δὲ ἑτέρου μὲν ὄντος τοῦ τὰς τροφὰς ἐπιδιδόντος ἑτέρου δὲ τοῦ τῆς
 ἐπιστήμης κυρίου, κατ̓ ἐξουσίαν ἅπαντα πράττουσι, πρὸς τῷ καὶ τὸ
 πλέον τῶν σιτήσεων μέρος εἰς κέρδος τοῦ στρατηγοῦ καὶ τῶν
 ὑπηρετουμένων τούτῳ χωρεῖν.

Ἔπραξεν δέ τι Κωσταντῖνος καὶ ἕτερον, ὃ τοῖς βαρβάροις ἀκώλυτον
 ἐποίησε τὴν ἐπὶ τὴν Ῥωμαίοις ὑποκειμένην χώραν διάβασιν. τῆς γὰρ
 Ῥωμαίων ἐπικρατείας ἁπανταχοῦ τῶν ἐσχατιῶν τῇ Διοκλητιανοῦ προνοίᾳ
 κατὰ τὸν εἰρημένον ἤδη μοι τρόπον πόλεσι καὶ φρουρίοις καὶ πύργοις
 διειλημμένης, καὶ παντὸς τοῦ στρατιωτικοῦ κατὰ ταῦτα τὴν οἴκησιν
 ἔχοντος, ἄπορος τοῖς βαρβάροις ἦν ἡ διάβασις, πανταχοῦ δυνάμεως
 ἀπαντώσης τοὺς ἐπιόντας ἀπώσασθαι δυναμένης.

καὶ ταύτην δὴ τὴν ἀσφάλειαν διαφθείρων ὁ Κωσταντῖνος τῶν στρατιωτῶν
 τὸ πολὺ μέρος τῶν ἐσχατιῶν ἀποστήσας ταῖς οὐ δεομέναις βοηθείας
 πόλεσιν ἐγκατέστησε, καὶ τοὺς ἐνοχλουμένους ὑπὸ βαρβάρων ἐγύμνωσε
 βοηθείας, καὶ ταῖς ἀνειμέναις τῶν πόλεων τὴν ἀπὸ τῶν στρατιωτῶν
 ἐπέθηκε λύμην, δἰ ἣν ἤδη πλεῖσται γεγόνασιν ἔρημοι, καὶ τοὺς
 στρατιώτας ἐκδόντας ἑαυτοὺς θεάτροις καὶ τρυφαῖς
 ἐμαλάκισε, καὶ ἁπλῶς εἰπεῖν τῆς ἄχρι τοῦδε τῶν πραγμάτων ἀπωλείας
 αὐτὸς τὴν ἀρχὴν καὶ τὰ σπέρματα δέδωκε.

Καίσαρα δὲ καταστήσας ἤδη τὸν ἑαυτοῦ παῖδα Κωνσταντῖνον, ἀποδείξας
 δὲ σὺν αὐτῷ καὶ Κωνστάντιον καὶ Κώνσταντα παῖδας ὄντας αὐτῷ, ηὔξησε
 τὴν Κωνσταντινούπολιν εἰς μέγεθος πόλεως σφόδρα μεγίστης, ὥστε καὶ
 τῶν μετ̓ αὐτὸν αὐτοκρατόρων τοὺς πολλοὺς τὴν οἴκησιν ἑλομένους τὴν
 ἐν αὐτῇ πλῆθος ὑπὲρ τὴν χρείαν συναγαγεῖν, τῶν ἁπανταχοῦ γῆς ἢ
 στρατείας ἢ ἐμπορίας ἕνεκεν ἢ ἄλλων ἐπιτηδευμάτων εἰς ταύτην
 ἀγειρομένων:

διὸ καὶ τείχεσιν ἑτέροις, πολλῷ μείζοσιν ὧν Κωνσταντῖνος ἐποίησεν,
 αὐτὴν περιέβαλον, καὶ τὰς οἰκήσεις οὕτως εἶναι συνεχώρησαν συνεχεῖς
 ὥστε καὶ οἰκουροῦντας καὶ ἐν ταῖς ἀγοραῖς ὄντας στενοχωρεῖσθαι τοὺς
 ταύτης οἰκήτορας καὶ μετὰ κινδύνου βαδίζειν διὰ τὴν τῶν ἀνθρώπων καὶ
 ζῴων πολυπλήθειαν. ἐπεγαιώθη δὲ καὶ τῆς περὶ αὐτὴν θαλάσσης οὐκ
 ὀλίγον, πάλων κύκλῳ παγέντων καὶ οἰκοδομημάτων αὐτοῖς ἐπιτεθέντων,
 ἃ καὶ καθ̓ ἑαυτὰ πόλιν ἀρκεῖ μεγάλην πληρῶσαι.

Καί μοι πολλάκις ἐπῆλθε θαυμάσαι πῶς εἰς τοσοῦτο τῆς Βυζαντίων
 πόλεως ηὐξημένης ὡς μηδεμίαν ἄλλην εἰς εὐδαιμονίαν ἢ μέγεθος αὐτῇ
 παραβάλλεσθαι, πρόρρησις ἐκ θεῶν οὐδεμία περὶ τῆς εἰς ἀμείνονα τύχην
 αὐτῆς ἐπιδόσεως τοῖς πρὸ ἡμῶν ἀνθρώποις ἐδόθη.

καὶ ταύτην ἐκ πολλοῦ τὴν ἔννοιαν ἔχων, πολλάς τε βίβλους ἱστορικὰς
 καὶ χρησμῶν συναγωγὰς ἀνελίξας, χρόνον τε ἐν τῷ περὶ
 τούτων ἀπορεῖν δαπανήσας, ἐνέτυχον μόλις χρησμῷ τινὶ Σιβύλλης εἶναι
 λεγομένῳ τῆς Ἐρυθραίας ἢ Φαεννοῦς τῆς Ἠπειρώτιδος ʽκαὶ αὐτὴ γὰρ
 γενομένη κάτοχος ἐκδεδωκέναι χρησμοὺς λέγεταἰ, ᾧ πεποιθότα Νικομήδην
 τὸν Προυσίου καὶ πρὸς τὸ δοκοῦν λυσιτελεῖν ἑρμηνεύοντα πόλεμον
 ἄρασθαι πρὸς τὸν πατέρα Προυσίαν, Ἀττάλῳ πειθόμενον. ἔχει δὲ τὸ
 λόγιον οὕτως.

Ὦ βασιλεῦ Θρῃκῶν, λείψεις πόλιν ἐν προβάτοισιν, 
 αὐξήσεις δὲ λέοντα μέγαν, γαμψώνυχα, δεινόν, ὅς ποτε
 κινήσει πατρίας κειμήλια χώρας, 
 
 
 γαῖαν δ̓ αἱρήσει μόχθων ἄτερ. οὐδέ σέ φημι σκηπτούχοις
 τιμαῖσιν ἀγάλλεσθαι μάλα δηρόν, ἐκ δὲ θρόνων πεσέειν, οἷοι
 κύνες ἀμφὶς ἔχουσι. κινήσεις δ̓ εὕδοντα λύκον γαμψώνυχα,
 δεινόν: οὐδ̓ ἐθέλοντι γὰρ εἴσω ὑπὸ ζυγὸν αὐχένα θήσει.
 δὴ τότε Βιθυνῶν γαῖαν λύκοι οἰκήσουσι Ζηνὸς
 ἐπιφροσύναισι. ταχὺ δ̓ ἐπιβήσεται ἀρχὴ ἀνδράσιν οἳ Βύζαντος
 ἕδος καταναιετάουσι. τρὶς μάκαρ Ἑλλήσποντε, θεόκτιτα τείχεά
 τ̓ ἀνδρῶν, 
 θείαισιν ἐφετμαῖς ἣν λύκος
 αἰνόλυκος πτήξει κρατερῆς ὑπ̓ ἀνάγκης. ὦμε γὰρ εἴσασίν τε
 ἐμὸν ναίοντες ἔδεθλον, 
 
 
 οὐκέτι σιγήσω πατρὸς νόον, ἀλλ̓ ἀναδείξω ἀθανάτων
 λογίων θνητοῖς εὔσημον ἀοιδήν. Θρῇσσα κύει μέγα πῆμα, τόκος
 δέ οἱ οὐκέτι τηλοῦ, σπειραι παῖδα κακὸν . . καὶ τῇδε
 φέρουσαν: τρηχὺ παῤ ἠπείρου πλευρὰς ἐπιναισεται ἕλκος,
 καὶ μέγ̓ ἀνοιδήσει, ταχὺ δὲ ῥαγὲν αἱμοροήσει.

τοῦτο τὸ λόγιον πάντα μὲν ὡς εἰπεῖν, ὑπεμφαῖνον ὄντως
 καὶ ἐν αἰνίγμασι, λέγει, τά τε ἐσόμενα Βιθυνοῖς κακὰ διὰ
 τὴν τῶν ἐπενεχθέντων αὐτοῖς ἐς τὰ μετὰ ταῦτα φόρων βαρύτητα καὶ ὡς ἡ
 ἀρχὴ ταχέως ἐπιβήσεται ἀνδράσιν οἳ Βύζαντος ἕδος
 καταναιετάουσι . τὸ δὲ μετὰ χρόνον οὐκ ὀλίγον τὰ προρρηθέντα
 ἐκβῆναι μὴ λαμβανέτω τις εἰς τὸ περὶ ἑτέρου τινὸς λέγειν τὴν
 πρόρρησιν: πᾶς γὰρ χρόνος τῷ θείῳ βραχὺς ἀεί τε ὄντι καὶ ἐσομένῳ.
 ταῦτα δὴ οὖν ἔκ τε τῶν τοῦ χρησμοῦ ῥημάτων καὶ ἀπὸ τῶν ἐκβάντων
 ἐτεκμηράμην. εἰ δέ τῳ τὸ χρησθὲν ἑτέρως ἔχειν δοκεῖ, ταύτῃ νοείτω.

Κωνσταντῖνος δὲ ταῦτα διαπραξάμενος διετέλεσε δωρεαῖς οὐκ ἐν δέοντι
 γινομέναις, ἀλλὰ εἰς ἀναξίους καὶ ἀνωφελεῖς ἀνθρώπους, τοὺς φόρους
 ἐκδαπανῶν, καὶ τοῖς μὲν εἰσφέρουσι γινόμενος φορτικός, τοὺς δὲ μηδὲν
 ὠφελεῖν δυναμένους πλουτίζων:

τὴν γὰρ ἀσωτίαν ἡγεῖτο φιλοτιμίαν. οὗτος καὶ τὴν εἰσφορὰν ἐπήγαγε
 χρυσοῦ τε καὶ ἀργύρου πᾶσι τοῖς ἁπανταχοῦ γῆς μετιοῦσι τὰς ἐμπορίας
 καὶ τοῖς ἐν ταῖς πόλεσι πανωνίαν προτιθεῖσι, μέχρι καὶ τῶν
 εὐτελεστάτων, οὐδὲ τὰς δυστυχεῖς ἑταίρας ἔξω ταύτης ἐάσας τῆς
 εἰσφορᾶς, ὥστε ἦν ἰδεῖν μέλλοντος τοῦ τετραετοῦς: ἐνίστασθαι χρόνου,
 καθ̓ ὃν ἔδει τοῦτο τὸ τέλος εἰσφέρεσθαι, θρήνους ἀνὰ πᾶσαν πόλιν καὶ
 ὀδυρμούς, ἐνστάντος δὲ μάστιγας καὶ βασάνους ἐπιφερομένας τοῖς
 σώμασι τῶν διὰ πενίας ἔσχατον ζημίαν ὑπενεγκεῖν μὴ δυναμένων.

ἤδη δὲ καὶ μητέρες ἀπέδοντο παῖδας, καὶ πατέρες ἐπὶ πορνείου
 θυγατέρας ἐστήσαντο, ἐκ τῆς τούτων ἐργασίας ἀργύριον τοῖς τοῦ
 χρυσαργύρου πράκτορσιν εἰσενεγκεῖν ἐπειγόμενοι. βουλόμενος δὲ καὶ
 τοῖς ἐν λαμπρᾷ τύχῃ περινοῆσαί τι λυπηρόν, ἕκαστον εἰς τὴν τοῦ
 πραίτωρος ἀξίαν ἐκάλει, καὶ τῷ προκαλύμματι τῆς τιμῆς ἀργύρου
 σταθμὸν ἀπῄτει πολύν.

ἦν οὖν ἰδεῖν τῶν εἰς τοῦτο τεταγμένων ἐπιδημούντων ταῖς πόλεσι φυγὴν
 ἁπάντων καὶ ἀποδημίαν ἀλλόφυλον, δέει τοῦ μὴ σὺν ἀπωλείᾳ τῆς οὐσίας
 ταύτης τυχεῖν τῆς ἀξίας. ἀπεγράψατο δὲ τὰς τῶν λαμπροτάτων οὐσίας,
 τέλος ἐπιθεὶς ᾧ τινὶ φόλλιν αὐτὸς ἐπέθηκεν ὄνομα. καὶ ταῖς τοιαύταις
 εἰσφοραῖς τὰς πόλεις ἐξεδαπάνησεν: ἐπιμεινάσης γὰρ καὶ
 μετὰ Κωσταντῖνον τῆς ἀπαιτήσεως ἐπὶ χρόνον συχνόν, ἐξαντλουμένου
 κατὰ βραχὺ τοῦ πλούτου τῶν πόλεων, ἔρημοι τῶν οἰκούντων αἱ πλεῖσται
 γεγόνασι.

Τούτοις ἅπασι τοῖς τρόποις ὁ Κωσταντῖνος τῷ πολιτεύματι λυμηνάμενος
 ἐτελεύτησε νόσῳ. διαδεξαμένων δὲ τὴν βασιλείαν τῶν αὐτοῦ παίδων
 ὄντων τριῶν ʽἐτέχθησαν δὲ οὗτοι οὐκ ἀπὸ Φαύστης τῆς τοῦ Ἑρκουλίου
 Μαξιμιανοῦ θυγατρός, ἀλλ̓ ἐξ ἄλλης, ᾗ μοιχείας ἐπαγαγὼν μέμψιν
 ἀπέκτεινεν̓, εἴχοντο τῶν πραγμάτων, τῇ τῆς νεότητος ἐνδιδόντες ῥοπῇ
 μᾶλλον ἢ τῷ τῶν κοινῶν ὠφελίμῳ.

πρῶτον γὰρ ἐνείμαντο τὰ ἔθνη, καὶ Κωνσταντῖνος μὲν ὁ πρεσβύτερος ἅμα
 τῷ νεωτάτῳ Κώνσταντι τὰ ὑπὲρ τὰς Ἄλπεις ἅπαντα καὶ τὴν Ἰταλίαν καὶ
 Ἰλλυρίδα πρὸς τούτοις ἔλαχεν ἔχειν, ἔτι δὲ τὰ περὶ τὸν Εὔξεινον
 Πόντον καὶ τὴν ὑπὸ Καρχηδόνα Λιβύην, Κωνσταντίῳ δὲ τὰ περὶ τὴν Ἀσίαν
 καὶ τὴν ἑῴαν καὶ Αἴγυπτον ἐπετέτραπτο. συνῆρχον δὲ αὐτοῖς τρόπον
 τινὰ Δαλμάτιος, Καῖσαρ ὑπὸ Κωνσταντίνου κατασταθείς, ἔτι δὲ
 Κωνστάντιος, ἀδελφὸς ὢν αὐτοῦ, καὶ Ἀννιβαλλιανός, ἐσθῆτι χρώμενοι
 κοκκοβαφεῖ καὶ περιχρύσῳ, τῆς τοῦ λεγομένου νωβελισσίμου παῤ αὐτοῦ
 Κωνσταντίνου τυχόντες ἀξίας αἰδοῖ τῆς συγγενείας.

Ἀλλὰ τῆς ἀρχῆς οὕτως ἑκάστῳ νεμηθείσης, Κωνστάντιος ὥσπερ ἐξεπίτηδες
 μὴ κατόπιν γενέσθαι τῆς τοῦ πατρὸς ἀσεβείας ἐσπουδακώς, ἀφ̓ ἑστίας
 ἀρξάμενος αἷμα συγγενὲς ἀνδρείου τρόπου δεῖγμα παρασχεῖν ἅπασιν
 ἠβουλήθη.

καὶ πρῶτον μὲν Κωνσταντίῳ πατρὸς ἀδελφῷ διὰ τῶν στρατιωτῶν
 καταπράττεται θάνατον, ἔπειτα καὶ Δαλματίῳ τῷ Καίσαρι ῥάπτει τὴν
 ὁμοίαν ἐπιβουλήν, συναναιρεθῆναι τούτῳ καὶ Ὀπτᾶτον παρασκευάσας, ὃς
 παρὰ Κωνσταντίνου τῆς ἀξίας τετυχήκει τοῦ πατρικίου, πρώτου ταύτην
 ἐπινοήσαντος τὴν τιμήν, καὶ προκαθῆσθαι τοὺς ταύτης ἠξιωμένους τῶν
 τῆς αὐλῆς ὑπάρχων νομοθετήσαντος.

ἀνῃρέθη δὲ τότε Ἀβλάβιος ὁ τῆς αὐλῆς ὕπαρχος, τῆς Δίκης ἀξίαν αὐτῷ
 ποινὴν ἐπιθείσης ἀνθ̓ ὧν ἐπεβούλευσε θάνατον Σωπάτρῳ τῷ φιλοσόφῳ
 φθόνῳ τῆς Κωνσταντίνου πρὸς αὐτὸν οἰκειότητος. ὥσπερ δὲ κατὰ πάσης
 χωρῶν τῆς συγγενείας, καὶ Ἀννιβαλλιανὸν τούτοις ἐπέθηκεν, ὑποθέμενος
 ἐκβοᾶν τοῖς στρατιώταις ὡς οὐκ ἂν ἄρχοντος ἑτέρου πλὴν τῶν
 Κωνσταντίνου παίδων ἀνάσχοιντο. ταῦτα μὲν οὕτω Κωνσταντίῳ διεπονήθη.

Κωνσταντίνῳ δὲ καὶ Κώνσταντι περὶ τῆς ὑπὸ Καρχηδόνα Λιβύης καὶ
 Ἰταλίας γενομένης ἀμφισβητήσεως, ἀφυλάκτῳ βουλόμενος ὁ Κώνστας
 ἐπιθέσθαι τἀδελφῷ ἐπὶ μὲν τριετῆ χρόνον τὴν ἔχθραν ἔμεινεν
 ἐπικρύπτων, καραδοκήσας δὲ χώρας ἐπιβάντα πρὸς αὐτὸν φιλίως ἐχούσης
 ἔστειλε στρατιώτας, τῷ μὲν φαινομένῳ Κωνσταντίῳ συμμαχήσοντας εἰς
 τὸν κατὰ Περσῶν πόλεμον, ἐπιθησομένους δὲ Κωνσταντίνῳ μὴ προϊδομένῳ
 τι τούτων: οἳ τὰ ἐπιτάγματα πληροῦντες ἀναιροῦσι τὸν
 Κωνσταντῖνον.

τούτῳ δὲ τῷ τρόπῳ τὸν ἀδελφὸν ὁ Κώνστας ἐκποδὼν ποιησάμενος διὰ
 πάσης ὠμότητος ἐχώρει κατὰ τῶν ὑπηκόων, πᾶσαν ἀφόρητον
 ὑπερβαλλόμενος τυραννίδα. βαρβάρους γὰρ εὐπροσώπους ὠνούμενος καὶ
 ἔχων ἐν ὁμήρων τάξει παῤ ἑαυτῷ, πάντα τε πράττειν ἐφιεὶς κατὰ τῶν
 ὑπηκόων αὐτοῖς οἷα τὴν ὥραν ἐπιδιδοῦσιν αὐτῷ πρὸς διαφθοράν, εἰς
 ἔσχατον ἤγαγε πάντα τὰ ὑπ̓ αὐτὸν ἔθνη κακοῦ.

πρὸς ἃ δυσχεραίνοντες οἱ περὶ τὴν αὐλήν, ἐπειδὴ ταῖς περὶ θήραν
 τέρψεσιν αὐτὸν ἐγκείμενον εἶδον, ἡγεμόσι πρὸς τοῦτο χρησάμενοι
 Μαρκελλίνῳ τῷ τοῦ ταμιείου προεστηκότι καὶ Μαγνεντίῳ τῷ τὴν ἀρχὴν
 ἐπιτετραμμένῳ τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν ʽτάγματα δὲ ταῦτα ἐπώνυμἀ τρόπῳ τοιῷδε τὴν ἐπιβουλὴν τὴν κατ̓
 αὐτοῦ σκευωροῦσι.

γενέθλιον ἄξειν ἡμέραν οἰκείου παιδὸς ὁ Μαρκελλῖνος εἰπὼν ἐκάλει πρὸς
 ἑστίασιν ἄλλους τε πολλοὺς ἐξέχοντας τοῦ στρατοπέδου καὶ Μαγνέντιον
 σὺν αὐτοῖς: τοῦ δὲ συμποσίου μέχρι μέσων ἐκταθέντος νυκτῶν, ὁ
 Μαγνέντιος διά τι δῆθεν τῶν ἀναγκαίων ἀναστὰς ἐκ τοῦ δείπνου, καὶ
 πρὸς βραχὺ τῶν δαιτυμόνων ἑαυτὸν ἀποστήσας, ἐφαίνετο τοῖς συμπόταις
 ὥσπερ ἐν σκηνῇ τὴν βασιλικὴν ἠμφιεσμένος στολήν.

τῶν δὲ περὶ ʽ??ʼο δεῖπνον ἀνειπόντων αὐτὸν βασιλέα, πάντες ὁμοίως
 ὅσοι τὴν πόλιν Αὐγουστόδουνον ᾤκουν ʽἐν αὐτῇ γὰρ ταῦτα ἐπράχθἠ τῆς
 αὐτῆς ἐγίνοντο γνώμης. ἐπεὶ δὲ ἡ φήμη καὶ περαιτέρω διέτρεχεν, ὁ ἐκ
 τῶν ἀγρῶν ὄχλος εἴσω συνέρρει τῆς πόλεως. ἐν τούτῳ δὲ καὶ ἐκ τῶν ἐν
 Ἰλλυριοῖς ἱππέων εἰς ἀναπλήρωσιν τῶν ἐν Κελτοῖς ταγμάτων
 ἀποσταλέντες ἀνεμίγησαν τοῖς ἐπὶ ταύτῃ τῇ πράξει συνειλεγμένοις.

καὶ ἁπλῶς εἰπεῖν ὁμίλου στρατιωτικοῦ παντὸς οἱ προεστῶτες εἰς ἓν
 συνελθόντες, ἐπειδὴ τοὺς ἀρχηγοὺς τῆς συνωμοσίας ἐκβοήσαντας εἶδον,
 οὐκ εἰδότες σχεδὸν τὸ πραττόμενον, ἐπεβόων ἅπαντες, Σεβαστὸν
 ἀνακαλοῦντες Μαγνέντιον. τούτων ὁ Κώνστας αἰσθόμενος ἀποδρᾶναι πρός
 τινα πολίχνην ὡρμήθη τοῦ Πυρηναίου πλησίον ᾠκισμένην:
 Ἑλένη δὲ τοὔνομα τῷ πολιχνίῳ. καταληφθεὶς δὲ ὑπὸ Γαΐσωνος, εἰς τοῦτο
 μετά τινων ἐπιλέκτων σταλέντος, ἀνῃρέθη, πάσης αὐτὸν βοηθείας
 ἀπολιπούσης.

Μαγνεντίου τοίνυν τὴν ἀρχὴν ἔχοντος καὶ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν
 καὶ τῆς Ἰταλίας αὐτῆς κυριεύοντος, τὴν στρατηγίαν τῶν ἐν Παιονίαις
 στρατοπέδων Βετρανίων ἔχειν ταχθείς, ὅτι Μαγνέντιος εἰς βασιλείαν
 ἤχθη πυθόμενος, εἰς τὴν αὐτὴν ἦλθεν ἐπιθυμίαν καὶ ψήφῳ τῶν αὐτόθι
 ταγμάτων βασιλεὺς ἀνεδείχθη, καὶ ἐν τῇ Μούρσῃ Παιονίας οὔσῃ πόλει
 διέτριβε. τούτων οὕτως ἐχόντων Πέρσαι μὲν τὰς τῆς ἑῴας ἐλῄζοντο
 πόλεις, καὶ μάλιστα τῆς μέσης τῶν ποταμῶν, Κωνστάντιος δέ, καὶ ταῦτα
 τῷ πρὸς αὐτοὺς ἐλαττούμενος πολέμῳ, τοῖς κατὰ Μαγνέντιον ὅμως
 ἐπεξελθεῖν ἐγνώκει καὶ Βετρανίωνα.

ταῦτα δὲ αὐτοῦ λογιζομένου καὶ ἐν παρασκευαῖς ὄντος, Μαγνεντίου
 διατρίβοντος ἐν Κελτοῖς, Νεπωτιανὸς ἐξ ἀδελφῆς Κωνσταντίνου τεχθεὶς
 Εὐτροπίας ὄνομα, συναγαγὼν πλῆθος οὐ καθεστώτων ἀνθρώπων ἀλλὰ
 λῃστείᾳ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ̓ ἑαυτοὺς παραδόντων, ἔπεισι τῇ
 Ῥώμῃ βασιλικὸν σχῆμα δεικνύς.

Ἀνικήτου δὲ τοῦ παρὰ Μαγνεντίου κατασταθέντος ὑπάρχου τῆς αὐλῆς τῶν
 ἀπὸ τοῦ δήμου τινὰς ἐξοπλίσαντος καὶ τῆς πόλεως ἐξαγαγόντος ὡς δὴ
 Νεπωτιανῷ πολεμήσοντας, μάχη μὲν ἐγίνετο καρτερά, τῶν δὲ Ῥωμαίων οἷα
 δὴ ἀπείρων καὶ ἀσυντάκτων οὐ σὺν πολλῷ πόνῳ τραπέντων, φεύγοντας
 αὐτοὺς ὁ τῆς αὐλῆς ὕπαρχος θεασάμενος καὶ ἐπὶ τῇ πόλει δεδιὼς τὰς
 πύλας ἀπέκλεισεν:

οὓς οὐ δυνηθέντας διαφυγεῖν ἐπιδιώξαντες οἱ Νεπωτιανοῦ στρατιῶται
 πάντας ἀπώλεσαν. ἀλλὰ Νεπωτιανὸν μὲν οὐ πολλαῖς ἡμέραις ὕστερον
 ἐκπέμψας Μαγνέντιος δύναμιν, ἡγουμένου Μαρκελλίνου τοῦ τὴν ἀρχὴν
 ἐπιτετραμμένου τῶν περὶ τὴν αὐλὴν τάξεων, ὃν μάγιστρον ὀφφικίων
 καλοῦσιν, ἀνεῖλε:

Κωνστάντιος δὲ ἐκ τῆς ἑῴας ἐπὶ τὸν κατὰ Μαγνεντίου πόλεμον ἐξορμήσας
 ᾠήθη δεῖν πρότερον τέχνῃ τινὶ φίλιον ἑαυτῷ
 Βετρανίωνα καταστῆσαι διὰ τὸ μὴ πρὸς δύο λοιπὸν πόλεμον 
 ἀλλὰ πρὸς ἕνα τύραννον ἔχειν. ἐγένετο δὲ καὶ Μαγνεντίῳ
 σπουδὴ τὴν φιλίαν ἐπισπάσασθαι Βετρανίωνος καὶ σὺν αὐτῷ τὸν πρὸς
 Κωνστάντιον διαγωνίσασθαι πόλεμον.

ἑκατέρου τοίνυν κήρυκας περὶ τούτου πρὸς Βετρανίωνα στείλαντος εἵλετο
 Κωνσταντίῳ θέσθαι μᾶλλον ἢ Μαγνεντίῳ. τῶν οὖν Μαγνεντίου πρέσβεων
 ἀναχωρησάντων ἀπράκτων συνελθεῖν ἐς ταὐτὸ τὰ στρατόπεδα Κωστάντιος
 παρεκάλει, καὶ σκέμμα κοινὸν περὶ τοῦ πρὸς Μαγνέντιον προτεθῆναι
 πολέμου.

παραχθέντος δὲ Βετρανίωνος τοῖς Κωνσταντίου λόγοις, ἐπὶ βήματός τινος
 ἐπὶ τούτῳ κατασκευασθέντος ἀνέβησαν. Κωστάντιος τοίνυν λαχὼν πρῶτος
 εἰπεῖν διὰ γένους ἀξίωσιν, πανταχοῦ τῶν λόγων τῆς τοῦ πατρὸς
 ἀνεμίμνησκε τοὺς στρατιώτας φιλοτιμίας καὶ τῶν ὅρκων οὓς ὀμωμόκασιν,
 ἦ μὴν εὔνοιαν τοῖς τούτου φυλάξειν παισίν, ἠξίου τε μὴ περιιδεῖν
 ἀθῷον ἀναχωροῦντα Μαγνέντιον, Κωνσταντίνου παιδὸς ὄντα φονέα, μεθ̓
 οὗ πολλοὺς πολέμους διεπόνησαν καὶ μεγίσταις ἐτιμήθησαν δωρεαῖς.

τούτων ἀκηκοότες οἱ στρατιῶται, προκατειλημμένοι τε δώροις ἁδροῖς, τὰ
 κίβδηλα τῆς βασιλείας ἐξεβόησαν ἐκκαθαίρεσθαι, καὶ ἅμα Βετρανίωνα
 τῆς ἐσθῆτος ἐκδύσαντες κατήγαγον ἐκ τοῦ βήματος ἰδιώτην. Κωνστάντιος
 δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὸν συγχωρήσας ἐδίδου βίον αὐτῷ διατρίβοντι
 κατὰ τὴν Βιθυνίαν ἀρκοῦντα. καὶ βιοὺς ἐν ταύτῃ χρόνον οὐκ ἔχων ἔτι
 πράγματα τετελεύτηκε.

Τούτῳ τῷ τρόπῳ τῆς κατὰ Βετρανίωνος ἀπάτης εἰς ἔργον ἐκβάσης, ἐπὶ
 Μαγνέντιον ἐλαύνων Κωστάντιος Γάλλον, ὄντα τοῦ θείου
 παῖδα, Ἰουλιανοῦ δὲ τοῦ μετὰ ταῦτα βασιλεύσαντος ἀδελφὸν ὁμοπάτριον,
 Καίσαρα καθίστησι, καὶ Κωσταντίαν αὐτῷ κατεγγυήσας τὴν ἀδελφήν, εἴτε
 τοῖς Περσῶν πολέμοις ἀντιστησόμενον, εἴτε, ὅπερ ἦν ἀληθές, πρόφασιν
 τῆς αὐτοῦ βουλόμενος εὑρεῖν ἀναιρέσεως: μόνοι γὰρ ἔτυχον αὐτός τε
 καὶ ἁδελφὸς ἐκ τοῦ Κωσταντίου γένους περιλειφθέντες, τῶν ἄλλων πρὸς
 αὐτοῦ πάντων ἀνῃρημένων, ὡς διεξήλθομεν ἤδη.

τούτῳ μὲν οὖν τὸ τοῦ Καίσαρος ἐπιτίθησι σχῆμα, Λουκιλλιανῷ δὲ τὸν
 πρὸς Πέρσας ἐπιτρέψας πόλεμον αὐτὸς ἐπὶ Μαγνέντιον ἐχώρει, καὶ τὰ
 Βετρανίωνος στρατόπεδα τοῖς οὖσιν αὐτῷ συμπαραλαβών. καὶ Μαγνέντιος
 δὲ μείζοσι παρασκευαῖς ἐγνωκὼς ἀπαντῆσαι, Δεκέντιον γένει
 συναπτόμενον ἐπὶ φυλακῇ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν ἀναδείκνυσι
 Καίσαρα.

τῶν δὲ στρατοπέδων ἐν Παιονίαις συνδραμόντων καὶ περὶ Μοῦρσαν πόλιν
 ἀλλήλων ἐγγὺς γενομένων, ἐν τοῖς περὶ τὰ Ἄδρανα τέμπεσι καθίσας ὁ
 Μαγνέντιος λόχον ἐπιπέμπει τινὰ τοῖς Κωνσταντίου στρατηγοῖς ἄγγελον,
 τὴν πορείαν ἀναβαλλόμενον, ὅπως ἂν Σισκίαν οἱ ἐναντίοι καταλάβωσιν:
 ἐν ταύτῃ γὰρ αὐτόν, ὡς ἀναπεπταμένα πεδία ἐχούσῃ, μάχην
 συνάψειν.

ταῦτα Κωστάντιος ἀκούσας, καὶ περιχαρὴς τῇ ἀγγελίᾳ γενόμενος, εἰ
 μέλλοι τῇ ἵππῳ πλεονεκτῶν ἐν ἱππασίμοις πολεμήσειν
 χωρίοις, ἐξανέστησεν ὡς ἐπὶ Σισκίαν τὸν στρατόν. προϊοῦσι δὲ αὐτοῖς
 ἀνόπλοις καὶ ἀσυντάκτοις ʽοὐδὲ γὰρ ἤλπιζόν τι τῶν ἐσομένων̓
 ἐπιπεσόντες οἱ κατὰ ἐνέδραν τοῖς τέμπεσι προκαθίσαντες λόχοι, καὶ
 λίθοις ἅπαντας ὡς εἰπεῖν καταχώσαντες, τῆς περαιτέρω
 διαβάσεως ἀπεκώλυσαν.

πολλῶν δὲ πεσόντων Μαγνέντιος μὲν ἐπὶ τοσούτῳ πλεονεκτήματι
 μεγαλαυχούμενος, ἀναλαβὼν τὴν δύναμιν, οὐκ ἠνείχετο τῆς ἐπὶ πλέον
 τοῦ πολέμου τριβῆς, ἀλλὰ ἐπὶ Παιονίαν ἐχώρει, καὶ παραγενόμενος ἐν
 τοῖς πρὸ τοῦ Ποτοβίου πεδίοις, ἅτινα μέσα τέμνων Δρᾶος ὁ ποταμός,
 Νωρικοὺς καὶ Παίονας παραμείψας, ἐπὶ τὸν Ἴστρον ἐκδίδωσιν, ἐπὶ
 Παίονας ἤλαυνε, Σιρμίου πλησίον συνάψαι τὴν μάχην διανοούμενος. φασὶ
 δὲ ὡς τῆς μητρὸς αὐτῷ ταύτην ἀπαγορευούσης τὴν ὁδὸν καὶ κελευούσης
 ἐπὶ Ἰλλυριοὺς διαβαίνειν ἠπείθησε, καὶ ταῦτα μάντιν ἀληθῆ ταύτην
 εἶναι πολλαῖς προλαβούσαις προρρήσεσι πεπεισμένος.

ἀλλὰ Μαγνεντίου διανοουμένου πότερον χρὴ γεφύρᾳ
 περαιωθῆναι τὸν Σάον ποταμὸν ἢ ζεῦξαι πλοῖα καὶ ταύτῃ διαβιβάσαι τὸ
 στράτευμα, Κωνστάντιος ἐκπέμπει Φίλιππον, τῶν ἐν μεγίστοις ἀξιώμασιν
 ἄνδρα καὶ φρονήσει προέχοντα, τῷ μὲν προφανεῖ περὶ σπονδῶν καὶ
 εἰρήνης διαλεξόμενον, τοῖς δὲ ἀληθέσι τὴν Μαγνεντίου
 πολυπραγμονήσοντα δύναμιν, καὶ ἣν ἔχει περὶ τὸν πόλεμον ἔννοιαν, καὶ
 ʽ??ʼοίαις ὁδοῖς χρῆσθαι διανοεῖται.

ὃ δὲ ἐπειδὴ πλησίον ἦν, συνήντησε Μαρκελλίνῳ μεγίστην παρὰ Μαγνεντίῳ
 δύναμιν ἔχοντι, καὶ σὺν αὐτῷ πρὸς Μαγνέντιον ᾔει. συναγαγὼν τοίνυν
 εἰς ἐκκλησίαν τὸ στράτευμα, λέγειν ἐκέλευε Φιλίππῳ τὴν αἰτίαν δἰ ἣν
 παραγέγονεν. ὃ δὲ πρὸς μὲν τὸ στρατόπεδον ἔλεγεν ὡς οὐ προσήκει
 Ῥωμαίοις ὄντας ὑπηκόους κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι, καὶ μάλιστα
 Κωνσταντίνου παιδὸς βασιλεύοντος, μεθ̓ οὗ πολλὰ κατὰ βαρβάρων
 ἔστησαν τρόπαια, πρὸς δὲ Μαγνέντιον ὡς δέοι μνήμην ἔχειν αὐτὸν τῶν
 Κωνσταντίνου καὶ περὶ αὐτόν τε καὶ τοὺς αὐτοῦ γονέας εὐεργεσιῶν:
 δεδέχθαι γὰρ ὑπ̓ ἐκείνου καὶ μεγίστων ἠξιῶσθαι τιμῶν. καὶ ταῦτα
 διεξελθὼν παραχωρῆσαι μὲν ᾔτει Μαγνέντιον Ἰταλίας,
 ἔχειν δὲ τὰ ὑπὲρ τὰς Ἄλπεις ἔθνη καὶ τούτων ἄρχειν ἁπάντων.

ταῦτα ῥηθέντα παρὰ Φιλίππου μικροῦ δεῖν ἅπαν τὸ στράτευμα
 συνετάραξεν. ἐφ̓ οἷς ὀρρωδήσας ὁ Μαγνέντιος, καὶ σὺν πολλῷ πόνῳ
 καταστήσας τοὺς στρατιώτας εἰς τὸ λέγειν τι βουλόμενον αὐτὸν
 ὑπομεῖναι, τὴν μὲν εἰρήνην ἀσμενίζειν καὶ αὐτὸς ἔλεγε, λύειν δὲ τέως
 τὴν ἐκκλησίαν ἐκέλευσεν, ἄχρις ὅτε τὸ πρακτέον. σκοπήσας, ἣν ἔχει
 περὶ τούτου γνώμην τῇ ὑστεραίᾳ μηνύσειεν.

ἐπὶ τούτῳ τῆς συνόδου λυθείσης Μαρκελλῖνος μὲν ἐδέχετο Φίλιππον ὡς
 ἐπιξενωθησόμενον αὑτῷ, Μαγνέντιος δὲ καθ̓ ἑαυτὸν ἔστρεφε γνώμην,
 πότερον χρὴ Φίλιππον ἄπρακτον ἀποπέμπειν ἢ κατέχειν παῤ ἑαυτῷ, τὸν
 ἐπὶ τοῖς πρέσβεσι πατοῦντι θεσμόν. τέως δὲ τοὺς λοχαγοὺς καὶ
 δεκαδάρχας, καὶ ὅσοι ταῖς τάξεσι τῶν στρατιωτῶν ἐφεστᾶσιν, ἐδόκει
 δειπνίζειν αὐτῷ,

καὶ παρὰ τὸ δεῖπνον ἣν εἶχε γνώμην ἐκφῆναι. πράξας δὲ τοῦτο,
 γενομένης ἡμέρας αὖθις τὸ στράτευμα συναγείρας, ὅσα Κώνστας εἰς
 αὐτοὺς ἐπαρῴνησε διεξῄει, καὶ ὅπως οὐκ ἐνεγκόντες τὸ μέγεθος ὧν εἰς
 τὸ πολίτευμα παρηνόμει πάντες ἐπὶ τὸ κοινῇ λυσιτελοῦν ὥρμησαν,
 ἐλευθερώσαντες δὲ πονηροῦ θηρίου τὰς πόλεις αὐτῷ τὴν βασιλείαν
 ἐπέθηκαν ἄκοντι.

ταῦτα λέγοντος ἐξανέστησαν ἅπαντες εἰς τὸ πολεμεῖν, καὶ παραχρῆμα
 τὰς ὁπλίσεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸ περαιωθῆναι τὸν Σάον.
 ἀπαγγειλάντων δὲ τῶν κατασκόπων τὴν ἔφοδον, οἱ Σισκίαν τὴν πόλιν
 φυλάττοντες ἐπικειμένην τῇ ὄχθῃ τοῦ Σάου τοὺς μὲν κατηκόντιζον
 ἐπιβῆναι τῆς ὄχθης τοῦ ποταμοῦ βουλομένους, τοῖς δὲ ἀνθίσταντο τὴν
 γέφυραν διαβαίνειν ἐπιχειροῦσιν, ὡς πολλοὺς μὲν κατασφαγῆναι,
 πλείους δὲ ὑπὸ ἑαυτῶν ὠθουμένους καὶ τῶν ἐναντίων εἰς τὸν ποταμὸν
 ἐμπεσεῖν.

φόνου δὲ γενομένου πολλοῦ καὶ τῶν μὲν ἐν τῷ φεύγειν τῆς τοῦ ποταμοῦ
 γεφύρας ἀποπιπτόντων, τῶν δὲ σὺν τόνῳ πολλῷ διωκόντων, εἰς ἔσχατον
 ἐλθὼν ὁ Μαγνέντιος κακοῦ τοιάδε μηχανησάμενος τὸν ἐνεστῶτα διαδρᾶναι
 κίνδυνον οἷός τε γέγονε. πήξας ἐν τῇ γῇ τὸ δόρυ,
 καὶ τῇ δεξιᾷ νεύσας τοῖς ἐναντίοις ὡς δή τι βουλόμενος εἰπεῖν
 εἰρηναῖον, ἐπειδὴ τὴν ἀκοὴν εἶδεν ὑπέχοντας, οὐ δίχα τῆς τοῦ
 βασιλέως κελεύσεως ἔφη τὸν Σάον ἐθελῆσαι περαιωθῆναι, Φιλίππου δὲ
 εἰπόντος χρῆναι τὴν Ἰταλίαν αὐτὸν καὶ Νωρικοὺς ἀπολιπόντα τὴν
 Ἰλλυρίδα καταλαβεῖν καὶ ἐν ταύτῃ τοὺς περὶ τῶν σπονδῶν ποιήσασθαι
 λόγους.

τούτων ἀκηκοὼς τῶν λόγων Κωνστάντιος ἀπέστησε μὲν τῆς διώξεως τοὺς
 οἰκείους, ἐνεδίδου δὲ Μαγνεντίῳ τὴν ἑαυτοῦ στρατιὰν εἰς τὰ μεταξὺ
 Νωρικοῦ καὶ Παιονίας καὶ Μυσίας καὶ Δακίας πεδία μεταστῆσαι, τῶν μὲν
 δυσχωριῶν ἀπαλλαγῆναι βουλόμενος, ὡς δὲ τῇ ἵππῳ πλεονεκτῶν ἐν
 ἱππασίμοις αὐτὸν καταπολεμῆσαι χωρίοις. ἐκβάσης δὲ τῆς
 σκέψεως εἰς ἔργον αὐτῷ, τόπον ἐπιτήδειον εἰς τὸ πληρῶσαι τὸ
 σπουδαζόμενον ἐνόμισεν εἶναι τὴν Κίβαλιν, ἐν ᾗ καὶ Κωνσταντῖνος
 μάχην Λικιννίῳ συνάψας ἐνίκησε κατὰ κράτος.

θέσιν γὰρ ἐχούσης τῆς πόλεως οἵαν ἀφηγούμενος τὰ τότε πραχθέντα
 διεξῆλθον, μέρος μὲν τοῦ στρατεύματος εἶχεν ἐν ταύτῃ, χάρακα δὲ
 μεταξὺ τοῦ λόφου τοῦ τὴν πόλιν ἔχοντος καὶ τοῦ μέχρι τοῦ Σάου
 ποταμοῦ πεδίου κατασκευάσας, πᾶν μὲν ὅσον οὐ διέζωστο τῷ ποταμῷ
 τάφρῳ βαθείᾳ καὶ χάρακι πυκνῷ περιέβαλεν, ὅσον δὲ ὁ ποταμὸς περιεῖχε
 ναυσὶ συμπλακείσαις ἀλλήλαις ἐγεφύρωσε, διαλύων τὴν γέφυραν, ὁπότε
 δοκοίη, καὶ πάλιν ῥᾷστα συνάπτων.

ἐν τούτῳ σκηνὰς τῷ πλήθει πηξάμενος, καὶ βασιλικὴν ἐν τῷ μεσαιτάτῳ
 κατασκευάσας σκηνήν, τῶν εἰς μέγεθος καὶ κάλλος ἐξησκημένων πόλεων
 κατ̓ οὐδὲν διαλλάττουσαν ἀνέδειξεν. τῶν δὲ ταξιάρχων καὶ λοχαγῶν
 βασιλέως δειπνοποιοῦντος εὐωχουμένων, μόνοι Λατῖνος καὶ Θαλάσσιος,
 τὰ πρῶτα παρὰ βασιλεῖ φέροντες, τῆς θοίνης οὐ μετεῖχον, Φιλίππου
 πεφροντικότες, ὃν ἐπὶ πρεσβείᾳ πρὸς αὑτὸν σταλέντα Μαγνέντιος εἶχεν.

Ἀλλὰ τοῦτο βουλευομένων αὐτῶν ἧκεν Τιτιανός, εἷς τῶν ἀπὸ τῆς ἐν Ῥώμῃ
 συγκλήτου βουλῆς, λόγους ἀπὸ Μαγνεντίου φέρων ὑπερηφάνους, ὃς κατὰ
 Κωνσταντίνου καὶ τῶν ἐξ αὐτοῦ γεγονότων ἄτοπα πολλὰ συμφορήσας, καὶ
 τὴν τῶν πόλεων ἀπώλειαν τῇ περὶ τὴν ἀρχὴν ἀναθεὶς ἐκμελείᾳ, τῆς
 ἀρχῆς ἐκέλευεν ἐκστῆναι Μαγνεντίῳ Κωνστάντιον, εἰ ζῆν αὐτῷ μετ̓
 ἀσφαλείας συγχωρήσειεν ἀγαπῶντα.

τοῦ δὲ θεόν τε καὶ Δίκην αἰτήσαντος γενέσθαι τιμωροὺς τοῦ Κώνσταντος
 φόνου, σὺν αὐτοῖς τε πολεμήσειν εἰπόντος, Τιτιανὸς μὲν πρὸς
 Μαγνέντιον ἐπανιέναι συνεχωρεῖτο, καὶ ταῦτα Φιλίππου παῤ ἐκείνῳ
 μεμενηκότος, Μαγνέντιος δὲ προαγαγὼν τὸν στρατόν, Σισκίαν ἑλὼν ἐξ
 ἐφόδου κατέσκαψεν, ἐπελθὼν δὲ πάντα τὰ περὶ τὸν Σάον χωρία καὶ λείαν
 πλείστην ἀπαγαγὼν ἐπὶ τὸ Σίρμιον ἤλαυνεν, ἀμαχητὶ καὶ ταύτην
 αἱρήσειν οἰόμενος.

διαμαρτὼν δὲ τῆς ἐγχειρήσεως ʽἀπεκρούσθη γὰρ ὑπό τε τοῦ πλήθους τῶν
 οἰκητόρων καὶ τῶν ἐπιτεταγμένων τὴν πόλιν φυλάττειν στρατιωτῶν̓ ἐπὶ
 τὴν Μοῦρσαν ἐχώρει ἅμα τῇ δυνάμει πάσῃ. τῶν δὲ κατὰ τὴν πόλιν
 ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ εἰς τὰς ἐπάλξεις ἀναβάντων ἠπόρει
 περὶ τὸ πρακτέον ὁ Μαγνέντιος, οὔτε μηχανὰς ἔχων οὔτε ἄλλως
 πλησιάσαι τῷ τείχει δυνάμενος:

κατηκοντίζετο γὰρ βέλεσί τε καὶ λίθοις ὑπὸ τῶν ἐπὶ τῶν ἐπάλξεων
 μαχομένων. ἐπεὶ δὲ καὶ Κωνσταντίῳ τὰ περὶ τῆς πολιορκίας ἠγγέλθη,
 μετὰ πάσης ἐξαναστὰς τῆς δυνάμεως παρεγένετο βοηθήσων τῇ πόλει
 κινδυνευούσῃ, παραμείψας Κίβαλιν καὶ γῆν ἅπασαν ὅσην ὁ Δρᾶος
 παραρρεῖ ποταμός.

Μούρσῃ τε πλησιάσας ὁ Μαγνέντιος πῦρ προσῆγε ταῖς πύλαις, ὡς ἂν τοῦ
 καλύπτοντος τὰ ξύλα σιδήρου δαπανηθέντος εἴξαντα τῷ πυρὶ τὴν εἰς
 τὴν πόλιν εἴσοδον ἀναπετάσαιεν τῷ
 στρατῷ. τοῦτο μὲν οὖν αὐτῷ πρὸς ἔργον οὐκ ἤχθη, τῶν ἐπὶ τοῦ τείχους
 ὕδατι πολλῷ κατασβεννύντων τὸ πῦρ: τὸν δὲ Κωνστάντιον προσαγαγόντα
 τῇ Μούρσῃ πυθόμενος ἕτερόν τι μηχανᾶται τοιόνδε.

στάδιον ἦν τι πρὸ τῆς πόλεως τῶν ἀφορισθέντων ἄνωθεν τῇ τῶν ὁπλομάχων
 ἁμίλλῃ, πανταχόθεν ὕλαις ἀμφηρεφές. τούτῳ Κελτῶν φάλαγγας τέσσαρας
 ἐναπέκρυψεν, ἐγκελευσάμενος, ἐπειδὰν ἐφισταμένου Κωνσταντίου μέλλοι
 πρὸ τῆς πόλεως συνάπτεσθαι μάχη, τοῖς ἐναντίοις ἐπελθεῖν ἀδοκήτοις,
 ὥστε αὐτοὺς ἐν μέσῳ ληφθέντας πανωλεθρίᾳ διαφθαρῆναι. τούτου δὲ τοῖς
 ἐφεστῶσι τῷ τείχει γνωσθέντος εὐθὺς ὁ Κωνστάντιος Σκολιδώαν καὶ
 Μαναδὸν τοὺς ταξιάρχους ἐξέπεμπεν:

οἳ δὲ τοὺς ὑπ̓ αὐτοῖς τεταγμένους ὁπλίτας τε καὶ τοξότας ἀριστίνδην
 ἑλόμενοι τὰς θύρας τοῦ σταδίου πάσας ἀπέκλεισαν, ἀπολαβόντες δὲ τοὺς
 ὑπερκειμένους τούτου βαθμοὺς πανταχόθεν τε τοὺς ἐν τῷ σταδίῳ
 κυκλώσαντες κατετόξευσαν. ἐπεὶ δέ τινες αὐτῶν ἐπιθέντες τὰ σάκη ταῖς
 κεφαλαῖς ἐπειράθησαν τοῦ σταδίου διαρρῆξαι τὰς θύρας, ὁμοῦ
 συμπεσόντες καὶ τούτους βέλεσί τε βαλλοντες καὶ θείνοντες ξίφεσι
 διέμειναν, ἄχρις ὅτε διέφθειραν ἅπαντας.

τούτῳ τῷ τρόπῳ τῆς Μαγνεντίου διαπεσούσης ἐπιβουλῆς καὶ τῆς ἐνέδρας
 εἰς τοὐναντίον αὐτῷ περιστάσης, εἰς ταὐτὸν ἀμφότερα γενόμενα τὰ
 στρατεύματα συνέπιπτεν ἀλλήλοις ἐν τῷ πρὸ τῆς Μούρσης πεδίῳ. μάχης
 τε γενομένης οἵα σχεδὸν οὔπω πρότερον ἐν τούτῳ τῷ πολέμῳ φαίνεται
 γεγονυῖα, πίπτουσι μὲν ἐξ ἑκατέρου πλεῖστοι,

Κωνστάντιος δὲ θεασάμενος ὡς ἐμφυλίου τῆς μάχης οὔσης οὐδὲ τὰ τῆς
 νίκης ἐκβήσεται κατὰ νοῦν αὐτῷ, τῶν Ῥωμαϊκῶν 
 στρατοπέδων τοσοῦτον ἐλαττουμένων καὶ τοῖς πανταχόθεν ἐπικειμένοις
 βαρβάροις μετὰ τοσαύτην φθορὰν ἀντέχειν οὐ δυναμένων, εἰς ἔννοιαν
 ἦλθε τοῦ σπονδαῖς τισὶ καὶ συμβάσεσι καταλῦσαι τὸν πόλεμον.

ταῦτα δὲ αὐτοῦ τῶν στρατοπέδων ἔτι συμπεπλεγμένων ἀλλήλοις
 λογιζομένου, πρὸς μείζονα λύσσαν ἐπαρθέντες οἱ Μαγνεντίῳ
 συναγωνιζόμενοι οὐδὲ νυκτὸς μαχομένοις αὐτοῖς ἐπελθούσης ἐπαύσαντο,
 ἐπέμεινάν τε αὐτοί γε οἱ στρατηγοὶ στρατιωτῶν ἔργα πληροῦντες καὶ
 τοῖς καθ̓ ἕκαστον στρατιώταις ἐπικεῖσθαι τοῖς ἐναντίοις
 ἐγκελευόμενοι.

καὶ τῶν Κωνσταντίου δὲ στρατηγῶν εἰς ἀνάμνησιν τῆς ἀνδρείας καὶ τῆς
 Ῥωμαίων δόξης ἐπανελθόντων, νυκτός τε βαθείας οὔσης, ἔπαιον ἀλλήλους
 δόρασί τε καὶ ξίφεσι καὶ παντὶ τῷ προσπίπτοντι καὶ εἰς χεῖρας ἰόντι:
 καὶ οὔτε τὸ σκότος οὔτε ἕτερόν τι τῶν εἰωθότων ἀνακωχὴν πολέμου
 ποιεῖν ἔπαυσε τὰ στρατόπεδα τοῦ φονᾶν κατ̓ ἀλλήλων καὶ ἐν εὐτυχήματι
 μεγίστῳ ποιεῖσθαι τὸ σὺν ἀλλήλοις ἅπαντας ἄρδην ἀποθανεῖν.

τῶν δὲ στρατηγῶν ἀνδρείας καὶ ἀρετῆς ἔργα κατὰ τὴν μάχην
 ἐπιδειξαμένων μέγιστα, πίπτουσιν ἄλλοι τε καὶ Ἀρκάδιος ὁ τοῦ
 τάγματος τῶν Ἀβούλκων ἡγούμενος καὶ Μενέλαος ὁ τῶν ἐξ Ἀρμενίας
 ἱπποτοξοτῶν ἄρχειν τεταγμένος.

Ἄξιον δὲ τὰ περὶ Μενελάου λεγόμενα μὴ παραδραμεῖν σιωπῇ. τοῦτόν φασι
 τρία κατὰ ταὐτὸν ἐναρμόζοντα τῷ τόξῳ βέλη, καὶ χρώμενον ἀφέσει μιᾷ,
 μὴ καθ̓ ἑνὸς σώματος ἀλλὰ τριῶν ἐμπηγνύναι τὰ βέλη, τούτῳ δὲ τῷ
 τρόπῳ τῆς τοξείας χρησάμενον πλῆθος μὲν οὐκ ὀλίγον κατατοξεῦσαι τῶν
 πολεμίων, αἴτιόν τε ὡς εἰπεῖν γενέσθαι τῆς τῶν ἐναντίων φυγῆς.

ἀλλ̓ ἔπεσε μὲν καὶ οὗτος, τοῦ πάσης ἐξηγουμένου τῆς Μαγνεντίου
 στρατιᾶς αὐτὸν ἀνελόντος, ἔπεσε δὲ ἅμα τούτῳ καὶ Ῥωμύλος, βέλει μὲν
 πρότερον παρὰ Μενελάου πεμφθέντι βληθείς, οὐδὲ μετὰ τὴν πληγὴν δὲ
 τοῦ πολεμεῖν ἀποστάς, ἕως ὅτε καὶ αὐτὸν τὸν βαλόντα ἀνεῖλεν.

Ὑπερτέρου τοίνυν κατὰ τὴν μάχην τοῦ Κωνσταντίου γενομένου καὶ τῶν
 Μαγνεντίου στρατευμάτων λαμπρῶς ἤδη φευγόντων, φόνος
 μὲν παμπληθὴς ἀνδρῶν τε καὶ ἵππων καὶ τῶν ἄλλων ὑποζυγίων ἐγίνετο:
 πάσαις δὲ ταῖς ἐλπίσιν ἀπογνοὺς ὁ Μαγνέντιος, δεδιὼς μή ποτε παρὰ
 τῶν ἔτι λελειμμένων ἐκδοθείη τῷ Κωνσταντίῳ, διενοεῖτο τοὺς περὶ
 Παιονίαν τόπους καταλιπὼν ἐκδραμεῖν ἐπὶ τὴν Ἰταλίαν, κἀκεῖθεν
 συναγαγὼν δύναμιν ἑτέραν ἀναμάχεσθαι.

ἐπεὶ δὲ τοὺς κατὰ τὴν Ῥώμην ἔγνω τὰ Κωνσταντίου φρονοῦντας ἢ τῷ μίσει
 τῷ πρὸς αὐτὸν ἢ τῷ τὰ κατὰ τὴν μάχην γεγενημένα μαθεῖν, τὰς Ἄλπεις
 ὑπεραναβῆναι διέγνω καὶ ἐκ τῶν ἐκεῖσε βιοτευόντων ἐθνῶν ἀσφάλειαν
 τέως ἑαυτῷ περινοῆσαι.

πυθόμενος δὲ ὡς καὶ τοὺς περὶ τὸν Ῥῆνον βαρβάρους χρημάτων πλήθει
 δυσμενεῖς αὐτῷ πεποίηκεν ὁ Κωνστάντιος καὶ τὰ τῶν Γαλατῶν ἔθνη διά
 τινων εὔνοιαν εἰσφερόντων αὐτῷ στρατηγῶν ἄβατα πεποίηκεν αὐτῷ, μήτε
 δὲ διὰ τῶν ἑσπερίων Ἰβήρων εἰς Μαυρουσίους οἷός τε γενόμενος
 διαβῆναι τῷ καὶ τοὺς ταύτῃ Ῥωμαίων συμμάχους εἰς εὔνοιαν τὸν
 Κωνστάντιον ἐπισπάσασθαι, πανταχόθεν ἀπορούμενος θάνατον ἐθελούσιον
 σωτηρίας αἰσχρᾶς ἔμπροσθεν ἐποιήσατο, μᾶλλον δὲ οἰκείαις χ̔??ʼρσὶν ἢ
 ταῖς τῶν πολεμίων εἵλετο τὸν βίον ἀπολιπεῖν.

Μαγνέντιος μὲν οὖν τοῦτον ἀνῃρέθη τὸν τρόπον, ἔτη βασιλεύσας τρία
 καὶ μῆνας ἔτι πρὸς τούτοις ἕξ, γένος μὲν ἕλκων ἀπὸ βαρβάρων,
 μετοικήσας δὲ εἰς Λετούς, ἔθνος Γαλατικόν, παιδείας τε τῆς Λατίνων
 μετασχών, ἐν μὲν τοῖς πλεονεκτήμασι τῆς τύχης θρασύς, δειλὸς δὲ ἐν
 ταῖς περιστάσεσι, τὴν ἐνοῦσαν αὐτῷ φύσει κακοήθειαν κρύψαι δεινὸς
 καὶ τοῖς ἀγνοοῦσι τὸν αὐτοῦ τρόπον εὐήθης εἶναι καὶ χρηστὸς
 νομιζόμενος.

Ταῦτα μὲν οὖν περὶ Μαγνεντίου προήχθην εἰπεῖν, ἐπειδή τισιν ἔδοξεν
 ἀγαθῶν αἴτιος γεγενῆσθαι κατὰ τὸν καιρὸν τῆς αὐτοῦ
 βασιλείας τοῖς πράγμασιν, ὥστε γνωσθῆναι περὶ αὐτοῦ τἀληθῆ, καὶ ὡς
 οὐδὲν ἐξ ἀγαθῆς αὐτῷ πεποίηται προαιρέσεως. Δεκέντιος δὲ παρὰ
 Μαγνεντίου μεταπεμφθεὶς εἰς βοήθειαν καὶ τῆς ἐπὶ τὴν Ἰταλίαν
 ὁδοιπορίας ἐχόμενος, ἅμα τῷ πυθέσθαι τὰ τούτῳ συμβάντα στρατιωτικοῖς
 τάγμασι καὶ ἴλαις περιπεσὼν οὐδεμίαν τε ὁρῶν σωτηρίας ἐλπίδα, βρόχω
 περιστρέψας τὸν τράχηλον ἀπηλλάγη.

Ἐπὶ τούτοις τῆς τῶν ὅλων ἀρχῆς εἰς μόνον Κωνστάντιον περιστάσης
 ἀλαζονεία μὲν αὐτῷ προσεγίνετο, τὴν τύχην ἐνεγκεῖν μετρίως οὐ
 δυνηθέντι, προσεπετίθετο δὲ καὶ τὰ περὶ τοὺς τοιούτους εἰωθότα
 συνίστασθαι τῶν συκοφαντιῶν ἐργαστήρια, τοῖς δοκοῦσιν εὖ ἔχειν τύχης
 ἐπιβουλεύοντα: τῷ γὰρ κατάγειν ἐκείνους τῆς εὐπραγίας αὐτοὶ τὰς
 τούτων ἀξίας ἕξειν ἐλπίζοντες εἰκότως εἰς τὰς κατ̓ αὐτῶν ἐτρέποντο
 διαβολάς.

οὗτοι κοινωνοὺς τῆς κακοηθείας εὐνούχους τῶν περὶ τὴν αὐλήν τινας
 ποιησάμενοι, περιστάντες πείθουσι τὸν Κωνστάντιον ὡς Γάλλος ὢν
 ἀνεψιὸς αὐτοῦ, τῆς τοῦ Καίσαρος ἠξιωμένος τιμῆς, οὐκ ἀρκούμενος
 ταύτῃ πειρᾶται τὴν βασιλείαν ἑαυτῷ περιθεῖναι. καὶ ὅτι τοῦτο ἀληθὲς
 ἦν πείσαντες, εἰς τὴν κατὰ τοῦ Γάλλου σφαγὴν ἐπαίρουσι τὸν
 Κωνστάντιον. ἦσαν δὲ οἱ ταύτην πλέξαντες τὴν ἐπιβουλὴν Δυνάμοις καὶ
 Πικέντιος, εὐτελεῖς ἄνδρες καὶ διὰ τῶν τοιούτων κακῶν ἐπὶ μεῖζον
 ἐλθεῖν τύχης σπουδάζοντες.

ἐκοινώνει δὲ αὐτοῖς τῆς πράξεως καὶ Λαμπάδιος ὁ τῆς αὐλῆς ὕπαρχος,
 ἀνὴρ δύνασθαι παρὰ τῷ βασιλεῖ πάντων ἀεὶ πλέον ἐπιθυμῶν. τοῦ τοίνυν
 Κωνσταντίου ταῖς τοιαύταις θεμένου διαβολαῖς μετάπεμπτος μὲν ὁ
 Γάλλος ἐγίνετο, τὸ κατ̓ αὐτοῦ σπουδαζόμενον ἀγνοῶν: ἀφικόμενον δὲ
 αὐτὸν ὁ Κωνστάντιος πρῶτον μὲν τῆς τοῦ Καίσαρος ἐκδύει τιμῆς, ἐπεὶ δὲ πεποίηκεν ἰδιώτην, τοῖς δημίοις ἐκδίδωσιν εἰς
 σφαγήν, οὐ τοῦτο πρῶτον κατὰ συγγενοῦς αἵματος τὸ μύσος ἐξαμαρτών,
 ἀλλ̓ ἑτέροις πλείοσι τοῦτο προσθείς.

ταῦτα ἐπὶ Γάλλῳ τῷ Καίσαρι πεπραχὼς ὁ Κωνστάντιος αὐτὸς μὲν κατὰ τὴν
 Ἰταλίαν ἐκ Παιονίας διέβη, θεώμενος δὲ τὰ πανταχοῦ Ῥωμαίοις ὑπήκοα
 βαρβαρικαῖς ἐφόδοις ἀπειλημμένα, καὶ Φράγκους μὲν καὶ Ἀλαμαννοὺς καὶ
 Σάξονας ἤδη τεσσαράκοντα πόλεις ἐπικειμένας τῷ Ῥήνῳ κατειληφότας,
 καὶ αὐτὰς μὲν ἀναστάτους πεποιηκότας, τοὺς δὲ τούτων οἰκήτορας
 ἄπειρον ὄντας πλῆθος λῃσαμένους μετὰ πλούτου λαφύρων ἀναριθμήτου,
 Κουάδους δὲ καὶ Σαυρομάτας ἐπὶ πολλῆς ἀδείας Παιονίαν κατατρέχοντας
 καὶ τὴν ἀνωτέρω Μυσίαν, Πέρσας δὲ τοῦ τὴν ἑῴαν παρενοχλεῖν οὐκ
 ἀφισταμένους, εἰ καὶ πρότερον ἡσύχαζον δέει τοῦ μὴ τὸν Καίσαρα
 Γάλλον αὐτοῖς ἐπελθεῖν, ταῦτα τοίνυν λαβὼν κατὰ νοῦν καὶ ἀπορῶν ὅ τι
 πράξειε, μόνος μὲν ἀρκέσειν οὐκ ᾤετο δυνήσεσθαι πεπονηκόσιν οὕτω
 τοῖς πράγμασι βοηθήσειν, ἑλέσθαι δὲ κοινωνὸν τῆς ἀρχῆς οὐκ ἐθάρρει
 διά τε φιλαρχίας ὑπερβολὴν καὶ τὸ πάντας ἔχειν ἐν ὑποψίᾳ τοῦ μηδένα
 παντάπασιν εὐνοήσειν αὐτῷ.

καὶ πολλὴ μὲν αὐτὸν ἐπὶ τούτοις εἶχεν ἀμηχανία, τῆς δὲ Ῥωμαϊκῆς ἀρχῆς
 ἐν μεγίστῳ κινδύνῳ κειμένης Εὐσεβία ἡ Κωνσταντίου γαμετή, παιδείας
 τε εἰς ἄκρον ἥκουσα καὶ φρονήσει τὴν γυναικείαν ὑπεραίρουσα φύσιν,
 εἰσηγεῖται γνώμην αὐτῷ, καταστῆσαι Καίσαρα τοῖς ὑπὲρ τὰς Ἄλπεις
 ἔθνεσιν Ἰουλιανὸν παραινέσασα, Γάλλου μὲν ἀδελφὸν ὁμοπάτριον ὄντα, παῖδα δὲ Κωνσταντίου παιδός, ὃς παρὰ
 Διοκλητιανοῦ Καῖσαρ ἔτυχε γεγονώς. ἐπεὶ δὲ ᾔδει τὸν βασιλέα
 Κωνστάντιον ἡ Εὐσεβία πρὸς πᾶν ὑπόπτως τὸ συγγενὲς διακείμενον,
 τρόπῳ τοιῷδε τὸν ἄνδρα παρήγαγε.

ʽν̔έος ἐστἲ φησί ʽκαὶ τὸ ἦθος ἁπλοῦς καὶ λόγων ἀσκήσει τὸν ἅπαντα
 βίον ἐσχολακὼς καὶ πραγμάτων παντάπασιν ἄπειρος, ἀμείνων τε ἔσται
 παντὸς ἑτέρου περὶ ἡμᾶς: ἢ γὰρ τύχῃ δεξιᾷ περὶ τὰ πράγματα χρώμενος
 ἐπιγράφεσθαι τὸν βασιλέα ποιήσει τὰ αἰσίως ἐκβάντα, ἢ κατά τι
 πταίσας τεθνήξεται, καὶ οὐδένα ἕξει τοῦ λοιποῦ Κωνστάντιος ὡς ἐκ
 γένους βασιλικοῦ πρὸς τὴν τῶν ὅλων ἀρχὴν κληθησόμενον.ʼ

τούτων τῶν λόγων ἀνασχόμενος ὁ Κωνστάντιος ἐκ τῶν Ἀθηνῶν Ἰουλιανὸν
 μεταπέμπεται, τοῖς αὐτόθι φιλοσοφοῦσι συνόντα καὶ ἐν παντὶ
 παιδεύσεως εἴδει τοὺς ἑαυτοῦ καθηγεμόνας ὑπερβαλόμενον. ἐπεὶ δὲ εἰς
 τὴν Ἰταλίαν ἐκ τῆς Ἑλλάδος μετάπεμπτος ἦλθεν, ἀναδείκνυσι μὲν αὐτὸν
 Καίσαρα, κατεγγυᾷ δὲ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ, καὶ τοῖς ὑπὲρ τὰς
 Ἄλπεις ἔθνεσιν ἔπεμπεν.

ἄπιστος δὲ ὢν φύσει, καὶ ὡς εὔνους αὐτῷ καὶ πιστὸς ἔσται μήπω
 τεθαρρηκώς, συνεκπέμπει Μάρκελλον αὐτῷ καὶ Σαλούστιον, αὐτοῖς καὶ οὐ
 τῷ Καίσαρι τὴν αὐτόθι καταπιστεύσας διοίκησιν. ταύτῃ τὰ κατὰ
 Ἰουλιανὸν διαθεὶς ὁ Κωνστάντιος αὐτὸς μὲν ἐπὶ Παιονίαν καὶ Μυσίαν
 ἐχώρει, κἀνταῦθα τὰ περὶ Κουάδους καὶ Σαυρομάτας οἰκονομήσας ἐπὶ τὴν
 ἑῴαν ἐτρέπετο, τῶν Περσικῶν ἐφόδων εἰς ταύτην αὐτὸν ἑλκουσῶν:

Ἰουλιανοῦ δὲ τὰς Ἄλπεις ὑπερβάντος, τοῖς τε ὑπ̓ αὐτὸν τεταγμένοις
 Γαλατικοῖς ἔθνεσιν ἐπιστάντος, καὶ τῶν βαρβάρων οὐδὲν ἧττον μετὰ
 πάσης ἀδείας ἐπεισιόντων, τοῖς αὐτοῖς λόγοις ἡ Εὐσεβία χρησαμένη
 πείθει Κωνστάντιον ἐπιτρέψαι τὴν διοίκησιν αὐτῷ τῶν ἐκεῖσε
 πραγμάτων.

Τὰ μὲν οὖν ἐντεῦθεν ἄχρι παντὸς τοῦ βίου Ἰουλιανῷ πραχθέντα
 συγγραφεῦσι καὶ ποιηταῖς ἐν πολυστίχοις γέγραπται βίβλοις, εἰ καὶ
 μηδεὶς τῶν συγγεγραφότων τῆς ἀξίας τῶν ἔργων ἐφίκετο: πάρεστι δὲ τῷ
 βουλομένῳ συλλαβεῖν ἅπαντα τοῖς λόγοις ἐντυγχάνοντι τοῖς αὐτοῦ καὶ
 ταῖς ἐπιστολαῖς, ἀφ̓ ὧν ἔνεστι μάλιστα τὰ κατὰ πᾶσαν αὐτῷ πεπραγμένα
 τὴν οἰκουμένην περιλαβεῖν. ἐπεὶ δὲ προσήκει τὴν τάξιν ἡμᾶς μὴ
 διασπάσαι τῆς ἱστορίας, εἰρήσεται καὶ ἡμῖν συντόμως ἕκαστα κατὰ τοὺς
 οἰκείους καιρούς, καὶ μάλιστα ὅσα τοῖς ἄλλοις παραλελεῖφθαι δοκεῖ.

Κωνστάντιος τοίνυν ἐπιτρέψας ἅπαντα τῷ Καίσαρι πράττειν ὅσα
 συνοίσειν ἐδόκει τοῖς ὑπ̓ αὐτὸν ἔθνεσιν, ἐπὶ τὴν ἑῴαν ἐχώρει, τὸν
 πρὸς Πέρσας πόλεμον διαθήσων. Ἰουλιανὸς δὲ τὰ μὲν ἐν Κελτοῖς
 στρατιωτικὰ διεφθαρμένα κατὰ τὸ πλέον εὑρών, τοὺς δὲ βαρβάρους
 ἀκώλυτον ἔχοντας τὴν τοῦ Ῥήνου διάβασιν καὶ μέχρι σχεδὸν τῶν πρὸς
 θαλάττῃ πόλεων διελθόντας, τὴν τοῦ περιλελειμμένου στρατιωτικοῦ
 δύναμιν ἀνεσκόπει.

συνιδὼν δὲ ὡς οἱ μὲν κατὰ τὴν χώραν καὶ πρὸς τὴν ἀκοὴν τοῦ τῶν
 βαρβάρων ὀνόματος πτώσσουσιν, οἱ δὲ παρὰ Κωνσταντίου δοθέντες αὐτῷ,
 τριακόσιοι καὶ ἑξήκοντα τὸν ἀριθμὸν ὄντες, μόνον εὔχεσθαι, καθάπερ
 αὐτός πού φησιν, ᾔδεσαν, ὅσους μὲν οἷός τε γέγονε τοῖς τάγμασιν
 ἐγκατέλεξε, πολλοὺς δὲ καὶ ἐθελοντὰς ἐδέξατο. ποιησάμενος δὲ καὶ
 ὅπλων φροντίδα, παλαιὰ μὲν κατά τινα πόλιν εὑρὼν 
 ἀποκείμενα, τῆς προσηκούσης ἐπιμελείας ἀξιώσας τοῖς στρατευομένοις
 διένειμεν.

ἀγγειλάντων δὲ τῶν κατασκόπων ὡς περὶ πόλιν Ἀργέντορα, τὴν πρὸς τῇ
 τοῦ Ῥήνου κειμένην ὄχθῃ, πλῆθος ἄπειρον ἐπεραιώθη βαρβάρων, ἅμα τῷ
 γνῶναι μετὰ τοῦ σχεδιασθέντος αὐτῷ στρατοπέδου προῄει, συμμίξας δὲ
 τοῖς πολεμίοις πάσης ὑπερβολῆς ἐπέκεινα τὸ τρόπαιον ἔστησεν, ἓξ μὲν
 ἐν αὐτῇ τῇ μάχῃ μυριάδων ἀπολομένων, ἑτέρων δὲ τοσούτων ἁλαμένων
 κατὰ τοῦ Ῥήνου καὶ διαφθαρεισῶν ἐν τῷ ῥεύματι, ὥστε εἴ τις ἐθέλοι τῇ
 πρὸς Δαρεῖον Ἀλεξάνδρου μάχῃ ταύτην παραβαλεῖν τὴν νίκην, οὐκ ἂν
 εὕροι ταύτην ἐκείνης ἐλάττονα.

Πραχθὲν δέ τι μετὰ τὴν νίκην τῷ Καίσαρι σιωπῇ παραδραμεῖν οὐ
 προσήκει. ἦν ἑξακοσίων ἱππέων ἴλη τῷ Καίσαρι, σφόδρα τὰ πολέμια
 γεγυμνασμένων. τούτων τῇ ῥώμῃ καὶ τῇ πείρᾳ θαρρῶν μέρος οὐ μικρὸν
 τῆς ἐλπίδος ἐν αὐτοῖς ἐσάλευεν. ἐπεὶ δὲ ἡ μάχη συνέστη, πάντες μὲν
 τὴν κατὰ δύναμιν ἐπιδεικνύμενοι προθυμίαν τοῖς πολεμίοις ἐνέκειντο,
 ὑπερτέρου δὲ πολλῷ τοῦ Ῥωμαϊκοῦ γενομένου στρατεύματος οὗτοι μόνοι
 πρὸς φυγὴν τραπέντες τὰς τάξεις ἀπέλιπον, ὥστε καὶ αὐτὸν
 τὸν Καίσαρα σὺν ὀλίγοις ἐπελάσαντα καλεῖν τε αὐτοὺς
 καὶ κοινωνεῖν τῆς νίκης παρακελεύεσθαι, τοὺς δὲ μηδὲ οὕτω μετασχεῖν
 ἐθελῆσαι τῆς μάχης.

εἰκότως τοίνυν ὁ Καῖσαρ ἀχθόμενος ἐφ̓ οἷς τό γε ἧκον εἰς αὐτοὺς
 ἐκδεδώκασι τοῖς βαρβάροις τοὺς ὁμοφύλους, τὴν μὲν ἀπὸ τῶν νόμων
 ὡρισμένην τιμωρίαν αὐτοῖς οὐκ ἐπέθηκεν, ἀμφιέσας δὲ ἐσθῆτι γυναικείᾳ
 διὰ τοῦ στρατοπέδου παρήγαγεν ἐπ̓ ἐξαγωγῇ, στρατιώταις ἀνδράσι
 χαλεπωτέραν θανάτου τὴν τοιαύτην ποινὴν ἡγησάμενος.
 καὶ ἀπέβη τοῦτο εἰς δέον αὐτῷ τε κἀκείνοις: ἐν γὰρ τῷ δευτέρῳ πρὸς
 Γερμανοὺς πολέμῳ τὴν ἐπιτεθεῖσαν αὐτοῖς αἰσχύνην ἔχοντες κατὰ νοῦν
 μόνοι σχεδὸν παρὰ πάντας τοὺς ἄλλους ἠρίστευσαν.

Ἐπεὶ δὲ ταῦτα διεπονήθη τῷ Καίσαρι, κατὰ σχολὴν στρατιωτῶν
 συναγείρας πλῆθος ἐπὶ τὸν κατὰ τοῦ Γερμανικοῦ παντὸς παρεσκευάζετο
 πόλεμον. ἀντιπαραταξαμένων δὲ τῶν βαρβάρων πλήθει παμπόλλῳ, τὴν
 τούτων ἔφοδον οὐκ ἀναμείνας ὁ Καῖσαρ αὐτὸς ἐπεραιοῦτο τὸν Ῥῆνον,
 ἄμεινον κρίνας οὐκ ἐν τῇ τῶν Ῥωμαίων ἀλλ̓ ἐν τῇ τῶν βαρβάρων γῇ
 πολεμητέα εἶναι, τούτῳ τε μὴ τὰς πόλεις βαρύνεσθαι καὶ αὖθις τῇ τῶν
 βαρβάρων ἐπιστασίᾳ.

γενομένης δὲ μάχης ἰσχυροτάτης καὶ πλήθους ἀπείρου βαρβάρων ἐν ταύτῃ
 πεσόντος, ἄχρι τῶν Ἑρκυνίων δρυμῶν τοὺς φεύγοντας ὁ Καῖσαρ
 ἐπιδιώξας, πολύν τε ἐργασάμενος φόνον καὶ τὸν υἱὸν τοῦ τῶν βαρβάρων
 ἡγουμένου Βαδομάριον ζωγρίαν ἑλών, ἀπήγαγε τὸν στρατὸν
 ἐν τῇ οἰκείᾳ παιωνίζοντα ἐπὶ ταῖς νίκαις ἀνυμνοῦντά τε τὰ τοῦ
 Καίσαρος στρατηγήματα.

τὸν μὲν δὴ Βαδομάριον Ἰουλιανὸς ἐξέπεμπε Κωνσταντίῳ, τῇ τούτου τύχῃ
 τὴν νίκην ἀνατιθείς: οἱ δὲ βάρβαροι πρὸς ἔσχατον ἐληλακότες κινδύνου
 καὶ περὶ παίδων ἤδη καὶ γυναικῶν δεδιότες, μή ποτε καὶ μέχρι τῶν
 τόπων ἐκείνων ἐν οἷς ἦσαν ἐπεξελθὼν ὁ Καῖσαρ ἅπαν αὐτῶν τὸ γένος
 ἄρδην ληΐσεται, στέλλουσι πρέσβεις περὶ φιλίας διαλεξομένους καὶ
 περὶ τοῦ Ῥωμαίοις μηδεπώποτε πολεμήσειν.

ὁ δὲ Καῖσαρ οὐκ ἄλλως ἔφη περὶ φιλίας αὐτοῖς ἐς λόγους ἰέναι, πρὶν
 τοὺς αἰχμαλώτους ἅπαντας, ὅσους ἐκ τῶν ἁλουσῶν πόλεων ἔτυχον ἐν τοῖς
 πρὸ τούτου χρόνοις ἀπαγαγόντες, ἀπολαβεῖν. τῶν δὲ καὶ τοῦτο ποιεῖν
 ὁμολογησάντων καὶ πάντας ὅσοι περίεισιν ἔτι διδόναι, πραγματευόμενος
 ὁ Καῖσαρ τὸ μηδένα τῶν αἰχμαλώτων μείναντα παρὰ τοῖς βαρβάροις
 λαθεῖν τοιόνδε τι μηχανᾶται.

τοὺς ἀφ̓ ἑκάστης πόλεώς τε καὶ κώμης διαφυγόντας μεταπεμψάμενος
 ἀπῄτει λέγειν ὀνομαστὶ τίνας ἀπὸ τῆς ἑκάστου πόλεως ἢ κώμης ἀπήγαγον
 αἰχμαλώτους οἱ βάρβαροι: ἑκάστου δὲ τοὺς κατὰ συγγένειαν ἢ
 γειτνίασιν ἢ φιλίαν ἢ ἄλλην τινὰ συντυχίαν ἐγνωσμένους
 ἐξονομάσαντος, ἐκέλευεν τοῖς βασιλικοῖς ὑπογραφεῦσιν ἅπαντας
 ἀπογράφεσθαι. τούτου δὲ γενομένου καὶ τῶν πρέσβεων ἀγνοούντων τὸ
 βούλευμα, διαβὰς τὸν Ῥῆνον ἐπέτρεπε τοῖς πρέσβεσι μετὰ τῶν
 αἰχμαλώτων ἐπανελθεῖν.

τῶν δὲ μετ̓ οὐ πολὺ τὸ προσταχθὲν πληρωσάντων, φησάντων τε πάντας
 ἔχειν τοὺς αἰχμαλώτους, ἐπὶ βήματος ὑψηλοῦ καθίσας ὁ Καῖσαρ, στήσας
 τε τοῦ βήματος ὄπισθεν τοὺς ὑπογραφέας, παρὰ μὲν τῶν βαρβάρων κατὰ
 τὸ συγκείμενον παραγενέσθαι τοὺς αἰχμαλώτους ἐκέλευε, τῶν δὲ καθ̓
 ἕνα παριόντων καὶ τὰς ἑαυτῶν λεγόντων προσηγορίας οἱ τῷ Καίσαρι
 παρεστῶτες ὑπογραφεῖς ἐκ τῶν ὄντων παῤ αὐτοῖς γραμμάτων ἀνεζήτουν τὰ
 τούτων ὀνόματα, καὶ παραβάλλοντες οὕς τε πρότερον
 ἀπεσημειώσαντο καὶ τοὺς φανέντας τῷ Καίσαρι, καὶ πολλῷ πλείους τοὺς
 παρὰ τῶν οἰκείων πολιτῶν καὶ κωμητῶν ὀνομασθέντας εὑρόντες, ὄπισθεν
 παρεστῶτες ἐμήνυον τοῦτο τῷ Καίσαρι.

τοῦ δὲ τοῖς τῶν βαρβάρων πρέσβεσιν ἀπειλήσαντος πολεμεῖν ὡς οὐ πάντας
 ἀποδοῦσι τοὺς αἰχμαλώτους, εἶτα καὶ λείποντας ἐξ ἑκάστης πόλεώς τε
 καὶ κώμης ὑποβαλλόντων τῶν ὑπογραφέων ἐξονομάσαντος, οἰηθέντες οἱ
 βάρβαροι θείᾳ τινὶ ῥοπῇ καὶ τὰ σφόδρα κεκρυμμένα καὶ ἄδηλα δηλοῦσθαι
 τῷ Καίσαρι, πάντας ὅσους ἂν εὕρωσι ζῶντας παραδώσειν ὁμολογήσαντες,
 τοὺς πατρίους ὅρκους ἐπὶ τούτῳ δεδώκασιν.

οὗ δὴ γενομένου καὶ πλήθους αἰχμαλώτων ἀποδοθέντος ὅσον εἰκὸς ἦν ἐκ
 τεσσαράκοντα πόλεων κατὰ κράτος ἁλουσῶν συνειλέχθαι, ἠπόρει περὶ τὸ
 πρακτέον ὁ Καῖσαρ, τὰς πόλεις ἄρδην ἀπολομένας ὁρῶν, τὴν δὲ γῆν
 χρόνον οὐκ ὀλίγον μείνασαν ἀγεώργητον, τροφῆς τε οὐκ ὀλίγης
 δεομένους τοὺς ἐκ τῶν βαρβάρων ἀποδοθέντας, ἥτις οὐδὲ ἀπὸ τῶν
 πλησίον πόλεων εὐπόριστος ἦν διὰ τὸ μηδὲ ταύτας ἀπειράτους γενομένας
 τῆς τῶν βαρβάρων ἐφόδου τροφῆς ἀρκούσης οὐκ εὐπορεῖν. οὐκ ἔχων οὖν ὅ
 τι χρήσηται τοῖς παροῦσι, τοιόνδε τι μηχανᾶται.

τοῦ Ῥήνου πρὸς ταῖς ἐσχατιαῖς τῆς Γερμανίας, ὅπερ ἐστὶν ἔθνος
 Γαλατικόν, εἰς τὸ Ἀτλαντικὸν πέλαγος ἐκδιδόντος, οὗ τῆς ᾐόνος ἡ
 Βρεττανικὴ νῆσος ἐννακοσίοις σταδίοις διέστηκεν, ἐκ τῶν περὶ τὸν
 ποταμὸν ὑλῶν ξύλα συναγαγὼν ὀκτακόσια κατεσκεύασε πλοῖα μείζονα
 λέμβων, ταῦτά τε εἰς τὴν Βρεττανίαν ἐκπέμψας κομίζεσθαι σῖτον
 ἐποίει: καὶ τοῦτον τοῖς ποταμίοις πλοίοις ἀνάγεσθαι διὰ τοῦ Ῥήνου
 παρασκευάζων, τοῦτό τε ποιῶν συνεχέστερον διὰ τὸ βραχὺν εἶναι τὸν
 πλοῦν, ἤρκεσε τοῖς ἀποδοθεῖσι ταῖς οἰκείαις πόλεσιν
 εἰς τὸ καὶ τροφῇ χρήσασθαι καὶ σπεῖραι τὴν γῆν καὶ ἄχρις ἀμητοῦ τὰ
 ἐπιτήδεια ἔχειν.

Ταῦτα δὲ ἔπραξεν οὔπω σχεδὸν εἰς πέμπτον καὶ εἰκοστὸν τῆς ἡλικίας
 ἐνιαυτὸν προελθών. ἐχόντων δὲ τῶν στρατιωτῶν πρὸς αὐτὸν εὐμενῶς διά
 τε τὴν τοῦ βίου λιτότητα καὶ τὸ περὶ τοὺς πολέμους ἀνδρεῖον καὶ περὶ
 χρηματισμὸν ἐγκρατὲς καὶ τὰς ἄλλας ἀρετάς, ἐν αἷς πάντας ὡς εἰπεῖν
 τοὺς καθ̓ αὑτὸν ἀνθρώπους ὑπερεβάλετο, φθόνῳ βληθεὶς ὁ Κωνστάντιος
 ἐπὶ τοῖς Ἰουλιανοῦ κατορθώμασιν, οἰηθεὶς δὲ τὴν Σαλουστίου, τῶν
 δεδομένων αὐτῷ συμβούλων ἑνός, ἀγχίνοιαν αἰτίαν αὐτῷ τῆς τοσαύτης
 εἶναι περὶ τὰ πολέμια καὶ τὴν ἄλλην διοίκησιν δόξης, μεταπέμπεται
 τοῦτον ὡς δὴ τοῖς κατὰ τὴν ἑῴαν αὐτὸν ἐπιστήσων.

ἑτοίμως δὲ τοῦ Ἰουλιανοῦ τοῦτον ἀφέντος ʽἐγνώκει γὰρ ἐν ἅπασι
 Κωνσταντίῳ πειθήνιος εἶναἰ τὰ μὲν ἐπιτετραμμένα πάντα τῷ Καίσαρι
 καθ̓ ἑκάστην ὡς εἰπεῖν ἐλάμβανεν οὐκ ὀλίγην ἐπίδοσιν, τῶν στρατιωτῶν
 αὐξανομένων πλήθει καὶ πολεμικαῖς ἐμπειρίαις, τῶν πόλεων ἐν εἰρήνῃ
 καὶ ἀπολαύσει τῶν ἀπὸ ταύτης οὐσῶν ἀγαθῶν.

πάντων δὲ ὡς εἰπεῖν τῶν αὐτόθι βαρβάρων ἀπογνόντων ἐλπίδι πάσῃ, καὶ
 ὅσον οὐδέπω τοὺς ἔτι περιλελειμμένους ἀπολεῖσθαι πανωλεθρίᾳ
 προσδοκησάντων, Σάξονες οἱ πάντων δὴ καρτερώτατοι τῶν ἐκεῖσε
 νεμομένων βαρβάρων θυμῷ καὶ ῥώμῃ καὶ καρτερίᾳ τῇ περὶ τὰς μάχας
 εἶναι νομίζοντες, Κουάδους μοῖραν σφῶν ὄντας εἰς τὴν ὑπὸ Ῥωμαίων

κατεχομένην ἐκπέμπουσι γῆν. οἳ δὲ ὑπὸ Φράγγων ὁμόρων αὐτοῖς ὄντων
 κωλυόμενοι διαβῆναι δέει τοῦ μὴ τῷ Καίσαρι δοῦναι δικαίαν αἰτίαν τῆς
 κατ̓ αὐτῶν αὖθις ἐφόδου, πλοῖα ναυπηγησάμενοι καὶ διὰ τοῦ Ῥήνου τὴν
 ὑπὸ Φράγγων ἐχομένην ὑπερβαλόμενοι γῆν ἐπὶ τὴν ὑπήκοον Ῥωμαίοις
 ὡρμήθησαν, καὶ τῇ Βαταβίᾳ προσσχόντες, ἣν διχῇ σχιζόμενος ὁ Ῥῆνος
 νῆσον ποιεῖ πάσης ποταμίας μείζονα νήσου, τὸ Σαλίων ἔθνος, Φράγγων
 ἀπόμοιραν, ἐκ τῆς οἰκείας χώρας ὑπὸ Σαξόνων εἰς ταύτην τὴν νῆσον
 ἀπελαθέντας ἐξέβαλλον. αὕτη δὲ ἡ νῆσος οὖσα πρότερον πᾶσα Ῥωμαίων
 τότε ὑπὸ Σαλίων κατείχετο.

τοῦτο μαθὼν ὁ Καῖσαρ ἀντεπῄει μὲν τοῖς Κουάδοις, παρεγγυᾷ δὲ τῷ
 στρατῷ τούτοις μὲν κατὰ τὸ καρτερὸν διαμάχεσθαι, Σαλίων δὲ μηδένα
 κτείνειν ἢ κωλύειν ἐπὶ τὰ Ῥωμαίων ὅρια διαβαίνειν οἷα μὴ ὡς
 πολεμίους ἐφισταμένους τῇ χώρᾳ, ἀνάγκῃ δὲ τῇ παρὰ Κουάδων
 ἐλαύνεσθαι. ταύτης αἰσθόμενοι τοῦ Καίσαρος τῆς φιλανθρωπίας οἱ
 Σάλιοι οἳ μὲν ἀπὸ τῆς νήσου μετὰ τοῦ σφῶν βασιλέως εἰς τὴν ὑπὸ
 Ῥωμαίους ἐπεραιοῦντο γῆν, οἱ δὲ συμφυγόντες εἰς τὰ ὄρη κατῄεσαν,
 ἱκέται τοῦ Καίσαρος ἅπαντες καθιστάμενοι καὶ ἐθελοντὶ

τὰ καθ̓ ἑαυτοὺς ἐκδιδόντες. ὃ δὲ πρὸς μὲν πόλεμον οὐδένα θαρροῦντας
 ἔτι τοὺς βαρβάρους ὁρῶν, ἐφόδοις δὲ λαθραίαις καὶ λῃστείαις
 προσέχοντας οὐ μικρά τε οὐδὲ τὰ τυχόντα ἐκ τούτου τὴν χώραν
 ἐργαζομένους κακά, καὶ ἀπορῶν ὅ τι πράξειεν, ἔμφρονι στρατηγήματι
 ταύτην μετῄει τῶν βαρβάρων τὴν τέχνην.

ἀνήρ τις ἦν μέγεθος σώματος ὑπὲρ τοὺς ἄλλους ἅπαντας ἔχων, καὶ τὴν
 ἀνδρείαν ἀνάλογον τῷ σώματι. τούτῳ βαρβάρῳ τὸ γένος ὄντι καὶ
 λῃστεύειν σὺν αὐτοῖς εἰωθότι παρέστη τὰ οἰκεῖα ἤθη καταλιπόντι πρὸς
 τοὺς ὑπὸ Ῥωμαίοις Κελτοὺς μεταστῆναι.

διατρίβων οὖν ἀπὸ χρόνου τινὸς ἐν Τριβέροις ʽἔστι δὲ αὕτη πόλις
 μεγίστη τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν̓ ἐπειδὴ τοὺς ὑπὲρ τὸν Ῥῆνον
 βαρβάρους ἑώρα τὰς τῇδε κατατρέχοντας πόλεις καὶ τὰ πάντων ἀκωλύτως
 λῃζομένους, ὅτε τὴν τοῦ Καίσαρος οὔπω Ἰουλιανὸς εἶχεν ἀρχήν, ἀμύνειν
 μὲν διενοεῖτο τοῖς πόλεσιν, οὐκ ἔχων δὲ παρρησίαν οἷα νόμου μηδενὸς
 αὐτῷ τοῦτο ποιεῖν ἐπιτρέψαντος, τὴν μὲν ἀρχὴν μόνος εἰς τὰ δασύτατα
 κρυπτόμενος τῶν ὑλῶν ἐκαραδόκει τὰς τῶν βαρβάρων ἐφόδους, καὶ νυκτὸς
 ἐπιὼν ἤδη παρειμένοις μέθῃ καὶ ὕπνῳ κεφαλὰς ὅσων οἷός τε ἦν βαρβάρων
 ἀπέτεμεν καὶ τοῖς ἐν τῇ πόλει φέρων ἐδείκνυ.

συνεχῶς δὲ τοῦτο ποιῶν ὄκνον οὐκ ὀλίγον ἐποίησε τοῖς βαρβάροις,
 ἀγνοοῦσι μὲν τὸ γινόμενον, τῷ δὲ καθ̓ ἑκάστην ὡς εἰπεῖν ἐλαττοῦσθαι
 τοῦ κακοῦ συναισθανομένοις. ἐπειδὴ δὲ καὶ ἄλλοι συνεμίγησαν τούτῳ
 λῃσταὶ καὶ καθ̓ ἕνα συνιόντες πλῆθος γεγόνασι, τότε δὴ τῷ Καίσαρι
 προσελθὼν ὁ Χαριέττων ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ ταύτην εὑρόντι πρώτῳ
 κατὰ τῶν βαρβάρων ἐπιβουλὴν̓ ἀναφαίνει τὸ πρότερον οὔπω πολλοῖς
 ἐγνωσμένον.

ὁ δὲ Καῖσαρ, ἐπειδὴ μὴ ῥᾴδιον ἦν αὐτῷ διὰ τοῦ στρατοπέδου ταῖς ἐν
 νυκτὶ τῶν βαρβάρων λαθραίαις ἐφόδοις ἐπεξιέναι ʽκατ̓ ὀλίγους γὰρ καὶ
 ἐν πολλοῖς ἑαυτοὺς διασπείραντες ἐλῄστευον, ἡμέρας δὲ γενομένης
 οὐδένα θεάσασθαι παντάπασιν ἦν: ἐν γὰρ τοῖς περὶ τοὺς
 ἀγροὺς δρυμοῖς ἀπεκρύπτοντο, σιτούμενοι τὰ ἐκ τῆς λῃστείας αὐτοῖς
 προσγινόμενἀ, τὸ δυσχείρωτον τῶν πολεμίων λαβὼν κατὰ νοῦν εἰς
 ἀνάγκην κατέστη τοῦ μὴ στρατοπέδῳ μόνον ἀλλὰ καὶ λῃστικῷ συστήματι
 τοὺς λῃστὰς μετελθεῖν.

ἀποδεξάμενος οὖν τὸν Χαριέττωνα καὶ τοὺς σὺν αὐτῷ, συνάψας τε αὐτοῖς
 τῶν Σαλίων πολλούς, νυκτὸς μὲν αὐτοὺς λῃστεύουσι τοῖς Κουάδοις οἷα
 μεμελετημένους λῃστείαις ἐπέπεμπεν, ἡμέρας δὲ οὔσης ἐν τοῖς
 ὑπαίθροις ἔταττε τὰ στρατόπεδα, καὶ πάντας ὅσοι τὸ λῃστικὸν οἷοί τε
 ἐγίνοντο διαφυγεῖν ἔκτεινε.

τοῦτό τε ποιῶν διετέλεσεν, ἕως ὅτε καταστάντες εἰς ἐσχάτην
 στενοχωρίαν οἱ ʽ??ʼουάδοι, καὶ ἐκ πολλῶν ὀλίγοι γενόμενοι,
 προσεχώρησαν ἅμα τῷ σφῶν ἡγουμένῳ τῷ Καίσαρι, πλῆθός τε αἰχμαλώτων
 ἤδη συλλαβόντι κατὰ τὰς προτέρας ἐφόδους καὶ τὸν τοῦ βασιλέως παῖδα
 παρὰ Χαριέττωνος εἰλημμένον.

ἐπεὶ δὲ ἱκετηρίας αὐτοὺς ἐλεεινῶς προτεινομένους ὁμήρους ἀπῄτει τῶν
 ἐπισήμων τινὰς καὶ τούτοις ἅμα τὸν τοῦ βασιλέως υἱόν, εἰς θρῆνον
 οἰκτρότατον καταστὰς ὁ τῶν βαρβάρων ἡγούμενος ὤμνυε δακρύων ὡς
 ἀπόλοιτο μ̔??ʼτὰ τῶν ἄλλων αὑτῷ καὶ ὁ υἱός. τότε τοίνυν ἐλεήσας ὁ
 Καῖσαρ δάκρυα πατρὸς τόν τε παῖδα αὐτῷ δείκνυσιν ἐν εὐπαθείᾳ
 τρεφόμενον, καὶ φήσας ἔχειν ἐν ὁμήρου τάξει, καὶ σὺν αὐτῷ τῶν εὖ
 γεγονότων ἄλλους ὁμήρους λαβών, ἐφιλοτιμήσατο τὴν εἰρήνην ἐφ̓ ᾧ
 μηδέποτε κατὰ Ῥωμαίων χεῖρας ἆραι.

Ταῦτα οὕτως διαθεὶς ὁ Καῖσαρ Σαλίους τε καὶ Κουάδων μοῖραν καὶ τῶν
 ἐν τῇ Βαταουίᾳ νήσῳ τινὰς τάγμασιν ἐγκατέλεξεν, ἃ καὶ νῦν ἐφ̓ ἡμῶν
 ἔτι δοκεῖ περισώζεσθαι. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κωνστάντιος ὁ
 βασιλεὺς ἦν κατὰ τὴν ἑῴαν τὰ Περσῶν ἔχων ἐν φροντίδι
 μόνα καὶ τοῖς ἐκεῖσε πολέμοις ἐγκαρτερῶν: τά τε γὰρ ὑπὲρ τὰς Ἄλπεις
 ἔθνη καλῶς εἶχεν αὐτῷ τῇ τοῦ Καίσαρος κυβερνώμενα προνοίᾳ, καὶ
 Ἰταλία πᾶσα καὶ Ἰλλυριοὶ κίνδυνον εἶχον οὐδένα, τῶν ὑπὲρ τὸν Ἴστρον
 βαρβάρων δέει τοῦ μὴ διὰ Γαλατίας τὸν Καίσαρα διαβάντα τὸν Ἴστρον
 αὐτοῖς ἐπελθεῖν σωφρονούντων.

Κωνσταντίου τοίνυν ἐν τούτοις ὄντος οἱ Πέρσαι, Σαπώρην ἔχοντες
 βασιλέα, τὰ περὶ τὴν μέσην ἐλῄζοντο τῶν ποταμῶν, καὶ τὰ περὶ τὴν
 Νίσιβιν ἅπαντα καταστρεψάμενοι καὶ αὐτὴν ἤδη πάσῃ δυνάμει τὴν πόλιν
 ἐπολιόρκουν. τοῦ δὲ στρατηγοῦ Λουκιλλιανοῦ πρὸς τὴν πολιορκίαν
 ἀρκέσαντος, καὶ νῦν μὲν τοῖς ἀπὸ τῆς τύχης ὀρθῶς χρησαμέμου νῦν δὲ
 καὶ στρατηγήμασιν, ἡ μὲν πόλις τὰ περιστάντα διέφυγεν, εἰς ἔσχατον
 ἐλθοῦσα κινδύνου. τὸ δὲ ὅπως περιττὸν ἡγησάμην διεξελθεῖν, αὐτοῦ τοῦ
 Καίσαρος ἐν ἰδίᾳ συγγραφῇ πάντα ἀφηγησαμένου τὰ τότε πραχθέντα, ἅπερ
 ἔστιν εἰς χεῖρας λαβόντα τὴν ἐν λόγοις ἄκραν τοῦ ἀνδρὸς συνιδεῖν
 ἀρετήν.

Δοκούντων δὲ εἶναι τῶν κατὰ τὴν ἑῴαν ἐν ἡσυχίᾳ, καὶ τῶν τοῦ Καίσαρος
 κατορθωμάτων ἐν τοῖς ἁπάντων στόμασιν ὄντων, δεινῶς ὁ
 Κωνστάντιος συνεστάλη τῷ φθόνῳ. τῇ δὲ τῶν ἐν Κελτοῖς τε καὶ Ἴβηρσι
 πραγμάτων εὐημερίᾳ δακνόμενος ἐμηχανᾶτο προφάσεις, δἰ ὧν ἂν δυνηθείη
 κατὰ βραχὺ καὶ ἀνεπαισθήτως τὰς τοῦ Καίσαρος ἐλαττῶσαι δυνάμεις,
 οὕτω τε τῆς ἀξίας αὐτὸν παραλῦσαι. πέμπει τοίνυν ὡς αὐτόν, τάγματα
 δύο τῶν ἐν Κελτοῖς στρατιωτῶν ἐκπεμφθῆναι κελεύων ὡς
 δὴ τῆς ἀπὸ τούτων δεόμενος βοηθείας.

Ἰουλιανοῦ δὲ ἀγνοίᾳ τῆς αὐτοῦ προαιρέσεως, καὶ ἅμα διὰ τὸ μὴ πρόφασιν
 ὀργῆς αὐτῷ δοῦναι, τὸ ἐπίταγμα παραχρῆμα πληρώσαντος, τὰ μὲν ἐν
 Κελτοῖς ἠξιοῦτο πάσης ἐπιμελείας, τοῦ στρατιωτικοῦ κατὰ τὸ συνεχὲς
 αὐξανομένου, καὶ τῶν παροικούντων ταῖς ἐσχατιαῖς βαρβάρων
 κατεπτηχότων καὶ πόλεμον μὲν οὐδὲ ὄναρ ἐνθυμουμένων, Κωνστάντιος δὲ
 καὶ ἕτερα τάγματα στρατιωτικὰ πεμφθῆναί οἱ παρὰ τοῦ Καίσαρος ᾔτει.
 καὶ τυχὼν τῆς αἰτήσεως ἄλλας μετ̓ οὐ πολὺ τέσσαρας ἴλας ὡς αὑτὸν
 ἐκέλευεν ἐκπεμφθῆναι, καὶ παραχρῆμα παρασκευάζεσθαι πρὸς ἐκδημίαν ὁ
 Καῖσαρ τοῖς στρατιώταις ἐσήμαινεν.

Ἰουλιανοῦ δὲ ἐν τῷ Παρισίῳ ʽΓερμανίας δὲ αὕτη πολίχνἠ διατρίβοντος,
 ὡς δὴ πρὸς ἐκδημίαν εὐτρεπεῖς ὄντες οἱ στρατιῶται νυκτὸς ἄχρι
 βαθείας ἐδείπνουν περὶ τὰ αὐτόθι βασίλεια, τῶν βουλευομένων κατὰ τοῦ
 Καίσαρος οὐδὲ ἓν λογιζόμενοι. τῶν δὲ ταξιάρχων τινὲς τὸ πάλαι κατ̓
 αὐτοῦ μηχανώμενον ἐπὶ τῶν πραγμάτων εὗρον ἀληθές, καὶ ἀνώνυμα
 γραμμάτια τῶν στρατιωτῶν ἐν μέσῳ κατὰ τὸ λεληθὸς διαρρίψαντες
 ἐδήλουν διὰ τούτων ὡς ὁ Καῖσαρ, ὁ δοὺς ἅπασιν ὡς εἰπεῖν τὸ κατὰ
 βαρβάρων τρόπαια στῆσαι διὰ τῶν οἰκείων στρατηγημάτων κατὰ μηδέν τε
 τῶν καθ̓ ἕκαστον ἐν τῷ μάχεσθαι διαλλάττων, εἰς ἔσχατον ἥξει
 κινδύνου κατὰ βραχὺ τοῦ βασιλέως τὴν αὐτοῦ δύναμιν ὑποκλέπτοντος, εἰ
 μὴ συνδραμόντες ἅπαντες ὁμοῦ τὴν τῶν στρατιωτῶν κωλύσαιεν

ἐκδημίαν. ταῦτα τὰ γραμματίδια διεσπαρμένα τινὲς τῶν στρατιωτῶν
 ἀναγνόντες, καὶ εἰς τὸ πλῆθος τὸ μελετώμενον ἐνεγκόντες, ἐξηρέθισαν
 ἅπαντας εἰς ὀργήν. καὶ ἀναστάντες ἐκ τοῦ πότου σὺν θορύβῳ πολλῷ, τῶν
 κυλίκων ἐν ταῖς χερσὶν ἔτι κειμένων, ὥρμησαν ἐπὶ τὰ βασίλεια,
 διαρρήξαντές τε τὰς θύρας σὺν οὐδενὶ κόσμῳ κατάγουσι δημοσίᾳ τὸν
 Καίσαρα, καὶ ἐπί τινος ἀσπίδος μετέωρον ἄραντες ἀνεῖπόν τε σεβαστὸν
 αὐτοκράτορα, καὶ ἐπέθεσαν σὺν βίᾳ τὸ διάδημα τῇ κεφαλῇ.

ὃ δὲ δυσανασχετῶν μὲν ἐπὶ τῷ γεγονότι, τὸ δὲ ἀνακαλέσασθαι τὸ πραχθὲν
 οὐδεμίαν οἰηθεὶς ἔχειν ἀσφάλειαν Κωνσταντίου μήτε ὅρκοις ἐμμένοντος
 μήτε συνθήκαις ἢ ἄλλην τινὰ τῶν ἐν ἀνθρώποις πίστιν φυλάττοντος,
 ὅμως ἐπειρᾶτο τῆς αὐτοῦ γνώμης, καὶ πρέσβεις ἐκπέμψας παρὰ τὴν αὑτοῦ
 προαίρεσίν τε καὶ γνώμην ἔφη προβῆναι τὰ τῆς ἀναρρήσεως, οἷς εἰ
 παράσχοι συγγνώμην, ἕτοιμος ἔφασκεν εἶναι τὴν τοῦ Καίσαρος ἔχειν
 ἀξίαν, ἀποθέμενος τὸ διάδημα.

Κωνστάντιος δὲ εἰς τοσοῦτον ὀργῆς τε καὶ ἀλαζονείας ἠνέχθη ὥστε πρὸς
 τοὺς πρέσβεις εἰπεῖν ὡς προσήκει Ἰουλιανὸν τοῦ ζῆν ἀντεχόμενον
 ἀποθέσθαι πρὸς τῇ βασιλείᾳ καὶ τὸ τοῦ Καίσαρος σχῆμα, καταστάντα δὲ
 ἰδιώτην ἑαυτὸν τῇ προαιρέσει τοῦ βασιλέως ἐκδοῦναι: μηδὲ γὰρ
 πείσεσθαί τι δεινὸν μηδὲ ἀντάξιον ὧν ἐτόλμησε. ταῦτα ἀκηκοὼς
 Ἰουλιανὸς παρὰ τῶν πρέσβεων εἰς τὸ ἐμφανὲς ἔδειξεν ἣν εἶχε περὶ τὸ
 θεῖον προαίρεσιν, ἄντικρυς εἰς ἐπήκοον πάντων εἰπὼν ὡς τοῖς θεοῖς
 ἄμεινον ἢ τοῖς Κωνσταντίου λόγοις ἑαυτόν τε καὶ τὸν ἑαυτοῦ βίον
 ἐκδοῦναι.

Ἐντεῦθεν ἅπασι φανερὰ γέγονεν ἡ πρὸς Ἰουλιανὸν Κωνσταντίου δυσμένεια.
 καὶ Κωνστάντιος μὲν πρὸς ἐμφύλιον παρεσκευάζετο πόλεμον, Ἰουλιανῷ δὲ
 δυσχεραίνειν ἐπὶ τοῖς συμβεβηκόσιν ἐπῄει, ὡς, εἰ μέλλοι τῷ τὴν ἀρχὴν
 αὐτῷ δεδωκότι τοῦ Καίσαρος πολεμεῖν, ἀχαρίστου παρὰ τοῖς πολλοῖς
 ἀποίσεται δόξαν. ὄντι δὲ περὶ ταῦτα καὶ πᾶσαν γνώμην ἀνακυκλοῦντι,
 σφόδρα τε ὀκνηρῶς ἔχοντι πρὸς ἐμφύλιον

πόλεμον, ἔδειξε δἰ ἐνυπνίου τὸ θεῖον αὐτῷ τὸ ἐσόμενον: ἐν Βιέννῃ γὰρ
 διατρίβοντι κατ̓ ὄναρ ὁ Ἥλιος ἐδόκει δεικνύναι τοὺς ἀστέρας αὐτῷ,
 λέγειν τε ταῦτα τὰ ἔπη 
 Ζεὺς ὅταν εἰς πλατὺ τέρμα πέλῃ κλυτοῦ Ὑδροχόοιο,
 Παρθενικῆς δὲ Κρόνος μοίρῃ βαίνῃ ἐπὶ πέντε εἰκοστῇ,
 βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης τέρμα φίλου βιότου
 στυγερὸν καὶ ἐπώδυνον ἕξει.

τούτῳ τῷ ἐνυπνίῳ θαρρήσας εἴχετο μὲν κατὰ τὸ σύνηθες 
 αὐτῷ τῆς τῶν κοινῶν πραγμάτων ἐπιμελείας, ἐπεὶ δὲ ἦν ἔτι χειμών, τὰ
 μὲν ὅσα περὶ τοὺς βαρβάρους τῆς δεούσης ἠξιοῦτο προνοίας, ὥστε, εἰ
 δεήσει καὶ τῶν ἄλλων αὐτὸν ἀντιλαβέσθαι πραγμάτων, ἐν ἀσφαλείᾳ πάσῃ
 τὰ ἐν Κελτοῖς πράγματα μεῖναι, παρεσκευάζετο δέ, Κωνσταντίου κατὰ
 τὴν ἑῴαν ὄντος, τὴν αὐτοῦ προκαταλαβεῖν ἐπιχείρησιν.

ἀκμάζοντος δὲ ἤδη τοῦ θέρους διαθεὶς τὰ περὶ τοὺς ὑπὲρ τὸν Ῥῆνον
 βαρβάρους, καὶ τοὺς μὲν πολέμῳ σωφρονεῖν ἀναγκάσας, τοὺς δὲ τῇ πείρᾳ
 τῶν προλαβόντων εἰρήνην ἀγαπᾶν μᾶλλον ἢ πόλεμον πείσας, ὡς ἐς μακρὰν
 ἀποδημίαν διέταττε τὸ στρατόπεδον, ʽ??ʼαταστήσας δὲ ταῖς πόλεσι καὶ
 ταῖς ἐσχατιαῖς πολιτικούς τε καὶ στρατιωτικοὺς ἡγεμόνας ἅμα τῇ
 δυνάμει ᾔει εἰς τὰς Ἄλπεις.

ἐλθὼν δὲ εἰς Ῥαιτούς, ὅθεν ὁ Ἴστρος ἀρχόμενος Νωρικούς τε καὶ
 Παιονίαν πᾶσαν παραμείβεται καὶ προσέτι γε Δάκας καὶ τοὺς ἐν Θρᾴκῃ
 Μυσοὺς καὶ Σκύθας, οὕτω τε εἰς τὸν Εὔξεινον ἐξίησι πόντον, πλοῖα
 ποτάμια κατασκευάσας αὐτὸς μὲν ἅμα τρισχιλίοις εἰς τὸ πρόσω διὰ τοῦ
 Ἴστρου παρῆγε, δισμυρίους δὲ πεζῇ τὸ Σίρμιον καταλαμβάνειν
 διέταττεν.

ἐπεὶ δὲ ἦν συνεχὴς εἰρεσία μετὰ τῆς τοῦ ῥοῦ φορᾶς καὶ τῶν ἐτησίων
 ἀνέμων αὐτῷ συντελεσάντων, ἑνδεκάτῃ μὲν ἡμέρᾳ περὶ τὸ Σίρμιον ἦλθε,
 φοιτησάσης δὲ ἀγγελίας ὡς ὁ βασιλεὺς παρεγένετο, πάντες μὲν ὡς
 εἰπεῖν Κωνστάντιον ἡγοῦντο εἶναι τὸν ἐπιστάντα,
 δεξάμενοι δὲ Ἰουλιανὸν ἐν ἐκπλήξει πάντες ἦσαν, φάσματι τὸ συμβὰν
 ἀπεικάζοντες. φθασάσης δὲ μετ̓ οὐ πολὺ καὶ τῆς ἀπὸ Κελτῶν αὐτῷ
 παρακολουθούσης δυνάμεως, τῇ Ῥωμαίων γερουσίᾳ καὶ ταῖς ἐν τῇ Ἰταλίᾳ
 δυνάμεσιν ἔγραφεν ἔχειν ἐν ἀσφαλεῖ τὰς πόλεις ὡς αὐτοῦ
 βασιλεύοντος.

ἐπεὶ δὲ Ταῦρος καὶ Φλωρέντιος οἱ κατ̓ ἐκεῖνον τὸν ἐνιαυτὸν ὕπατοι,
 τῆς Κωνσταντίου μερίδος ὄντες, ἅμα τῷ μαθεῖν ὅτι Ἰουλιανὸς ὑπερβὰς
 τὰς Ἄλπεις εἰς Παιονίαν ἀφίκετο φυγῇ τὴν Ῥωμαίων ἀπέλιπον, φυγάδας
 μὲν αὐτοὺς ὑπάτους ἐν τοῖς συμβολαίοις ἐκέλευε γράφεσθαι, πάσας δὲ
 τὰς πόλεις ἃς ἔτυχεν ἤδη διαδραμὼν ἐφιλοφρονεῖτο, χρηστὰς
 ἐναποτιθέμενος πᾶσιν ἐλπίδας. ἔγραφε δὲ καὶ Ἀθηναίοις καὶ
 Λακεδαιμονίοις καὶ Κορινθίοις, τὰς αἰτίας τῆς σφετέρας ἐμφαίνων
 ἀφίξεως.

Ὄντι δὲ αὐτῷ κατὰ τὸ Σίρμιον ἐξ ἁπάσης ὡς εἰπεῖν τῆς Ἑλλάδος
 ἐστέλλοντο πρέσβεις, οἷς ἀποκρινάμενος τὰ προσήκοντα, καὶ ὅσα ἦν
 δίκαια φιλοτιμησάμενος, σὺν τῷ παρὰ Κελτῶν στρατοπέδῳ καὶ ἕτερον ἔκ
 τε αὐτοῦ τοῦ Σιρμίου καὶ τῶν Παίοσι καὶ Μυσοῖς ἐνιδρυμένων ταγμάτων
 συναγαγών, ἐπὶ τὰ πρόσω παρῄει. καταλαβὼν δὲ τὴν Νάϊσον αὐτόθι μετὰ
 τῶν μάντεων τὸ πρακτέον ἐσκόπει. ὡς δὲ μένειν αὐτῷ τέως κατὰ χώραν
 ἐδήλου τὰ ἱερά, τοῦτο ἐποίει, παρατηρῶν ἅμα καὶ τὸν τῷ ἐνυπνίῳ
 δηλούμενον χρόνον.

ὡς δὲ καὶ τὰ τῶν ἀστρῴων συντρέχειν ἐδόκει κινήσεων, ὄντι κατὰ τὴν
 Νάϊσον ἐκ τῆς Κωνσταντινουπόλεως αὐτῷ πλῆθος ἱππέων ἀπήγγειλεν ὡς
 Κωνστάντιος μὲν ἐτελεύτησε, καλοίη δὲ Ἰουλιανὸν ἐπὶ τὴν τῶν ὅλων
 ἀρχὴν τὰ στρατόπεδα. δεξάμενος δὴ τὸ παρὰ τοῦ θείου δεδωρημένον
 εἴχετο τῆς ἐπὶ τὰ πρόσω πορείας. ἐπεὶ δὲ εἰς τὸ Βυζάντιον
 παρεγένετο, πάντες μὲν αὐτὸν σὺν εὐφημίαις ἐδέχοντο, πολίτην καὶ
 τρόφιμον ἑαυτῶν ὀνομάζοντες οἷα δὴ ἐν ταύτῃ τεχθέντα τε καὶ τραφέντα
 τῇ πόλει, καὶ τὰ ἄλλα θεραπεύοντες ὡς μεγίστων τοῖς ἀνθρώποις

αἴτιον ἐσόμενον ἀγαθῶν. ἐν ταύτῃ τῆς πόλεως ἅμα καὶ τῶν στρατοπέδων
 ἐπιμελούμενος ἔδωκε μὲν τῇ πόλει γερουσίαν ἔχειν ὥσπερ τῇ Ῥώμῃ,
 λιμένα δὲ μέγιστον αὐτῇ δειμάμενος, τῶν ἀπὸ τοῦ νότου κινδυνευόντων
 ἀλεξητήριον πλοίων, καὶ στοὰν σιγματοειδῆ μᾶλλον ἢ εὐθεῖαν, ἐπὶ τὸν
 λιμένα κατάγουσαν, ἔτι δὲ βιβλιοθήκην ἐν τῇ βασιλέως οἰκοδομήσας
 στοᾷ καὶ ταύτῃ βίβλους ὅσας εἶχεν ἐναποθέμενος, ἐπὶ τὸν κατὰ Περσῶν
 παρεσκευάζετο πόλεμον. δέκα δὲ διατρίψας ἐν τῷ Βυζαντίῳ μῆνας
 κατέστησε στρατηγοὺς Ὁρμίσδην καὶ Βίκτορα, καὶ τοὺς ταξιάρχους
 αὐτοῖς καὶ τὰ στρατόπεδα παραδοὺς ἐπὶ τὴν Ἀντιόχειαν ἤλαυνε.

μεθ̓ ὅσης μὲν οὖν ἡσυχίας καὶ εὐλαβείας τὴν ὁδὸν ἅπασαν οἱ στρατιῶται
 διήνυσαν, λέγειν οὐκ ἀναγκαῖον: οὐδὲ γὰρ ἦν εἰκὸς ἀπηχές τι πρᾶξαι
 τούτους ὑπὸ Ἰουλιανῷ βασιλεῖ τεταγμένους. ἐπιδημήσαντα δὲ αὐτὸν τῇ
 Ἀντιοχείᾳ δέχεται μὲν φιλοφρόνως ὁ δῆμος: φιλοθεάμων δὲ ὤν φύσει,
 καὶ τρυφῇ μᾶλλον ἤ πράξεσι σπουδαίαις ἐκδεδομένος, εἰκότως τὴν περὶ
 τὰ πάντα τοῦ βασιλέως ἐδυσχέραινε φρόνησιν καὶ σωφροσύνην, εἴργοντός
 τε θεάτρων ἑαυτόν, σπανίως τε καὶ οὐδὲ διὰ πάσης θεωρουμένου τῆς
 ἡμέρας.

ἀφέντες τοίνυν φωνὰς ἀλλοκότους ἐλύπησαν. ὃ δὲ ἠμύνατο, τιμωρίαν μὲν
 οὐδεμίαν ἔργῳ αὐτοῖς ἐπιθείς, λόγον δὲ ἀστειότατον εἰς αὐτούς τε καὶ
 τὴν πόλιν συνθείς, ὃς τοσαύτην ἐν ἑαυτῷ μετ̓ εἰρωνείας ἔχει πικρίαν
 ὥστε πανταχοῦ γῆς ἤρκεσε τὰ Ἀντιοχέων ὀνείδη
 διενεγκεῖν. ἀλλ̓ ἐκείνοις μὲν ὑπὲρ ὧν ἔπταισαν μετεμέλησεν, ὁ δὲ
 βασιλεὺς βοηθήσας τὰ εἰκότα τῇ πόλει καὶ πλῆθος πολὺ παραδοὺς
 βουλευτῶν, ἐκ πατρὸς εἰς τοῦτο καταγομένων καὶ ἔτι ὅσους ἔτυχον
 τεκοῦσαι βουλευτῶν θυγατέρες, ὅπερ ὀλίγαις δεδομένον ἔγνωμεν
 πόλεσιν, ἄλλα τε πολλὰ καλῶς καὶ δικαίως οἰκονομήσας, ἐπὶ τὸν κατὰ
 Περσῶν παρεσκευάζετο πόλεμον.

Λήγοντος δὲ ἤδη τοῦ χειμῶνος τὴν στρατιὰν συναγαγὼν καὶ κατὰ τάξιν
 ἐν κόσμῳ προπέμψας ἐξώρμησε τῆς Ἀντιοχείας, οὐδὲ τῶν ἱερείων αἰσίων
 αὐτῷ γενομένων. τὸ δὲ ὅπως εἰδὼς ὑπερβήσομαι. πέμπτῃ δὲ τὴν
 Ἱεράπολιν ἡμέρᾳ καταλαβών, ἔνθα ἔδει τὰ πλοῖα πάντα συνδραμεῖν
 στρατιωτικά τε καὶ φορτηγά, ἔκ τε Σαμοσάτων καὶ ἐξ
 ἄλλων τὸν Εὐφράτην καταπλέοντα τόπων, τούτοις ἐπιστήσας Ἱέρειον τῶν
 ἡγουμένων τινὰ στρατιωτικῶν ταγμάτων προέπεμπεν.

αὐτὸς δὲ τρεῖς ἐπιμείνας τῇ Ἱεραπόλει μόνας ἡμέρας ἐπὶ Βάτνας τῆς
 Ὀσδροηνῆς πολίχνιόν τι προῄει, οὗ δὴ ὑπαντήσαντες Ἐδεσηνοὶ πανδημεὶ
 στέφανόν τε προσέφερον καὶ μετ̓ εὐφημίας εἰς τὴν σφῶν πόλιν ἐκάλουν.
 ὅ δὲ ἀποδεξάμενος καὶ ἐπιστὰς τῇ πόλει, καὶ ὅσα ἔδει χρηματίσας, ἐπὶ
 Κάρρας ἐβάδιζε.

δυοῖν τοίνυν ἐντεῦθεν ὁδοῖν προκειμέναιν, τῆς μὲν διὰ τοῦ ποταμοῦ
 Τίγρητος καὶ πόλεως Νισίβιος ταῖς Ἀδιαβηνῆς σατραπείαις ἐμβαλλούσης,
 τῆς δὲ διὰ τοῦ Εὐφράτου καὶ τοῦ Κιρκησίου ʽφρούριον δὲ τοῦτο
 κυκλούμενον ὑπό τε τοῦ Ἀβώρα ποταμοῦ καὶ αὐτοῦ τοῦ Εὐφράτου, τοῖς δὲ
 Ἀσσυρίων ὁρίοις συναπτόμενον̓, σκεπτομένου τε τοῦ βασιλέως ποτέρᾳ
 τούτων χρήσασθαι δέοι πρὸς τὴν διάβασιν, ἔφοδος ἀπηγγέλθη Περσῶν ὡς
 καταδραμόντων τόπους Τόπους Ῥωμαίοις ὑποχειρίους.

καὶ συνταραχθῆναι μὲν ἐκ τούτου τῷ στρατοπέδῳ συνέβη: μαθὼν δὲ ὁ
 βασιλεὺς λῃστὰς εἶναι μᾶλλον, οἳ διαρπάσαντες τ̔??ʼ ἐν ποσὶν
 ἀνεχώρησαν, ἔγνω φυλακὴν ἀρκοῦσαν τοῖς ἐπὶ τὸν Τίγρητα χωρίοις
 καταλιπεῖν, ὡς μὴ τῆς δυνάμεως ἁπάσης σὺν αὐτῷ διὰ τῆς ἑτέρας ὁδοῦ
 τῇ Περσῶν ἐπιούσης ἐπικρατείᾳ λαθόντες οἱ Πέρσαι Νίσιβιν καὶ τὰ
 ταύτῃ προσκείμενα πάντα κακώσαιεν, εὑρόντες ἔρημα βοηθείας.

ἔδοξεν οὖν ὀκτακισχιλίους καὶ μυρίους ὁπλίτας αὐτόθι καταλειφθῆναι,
 στρατηγεῖν δὲ τούτων Σευαστιανὸν καὶ Προκόπιον,
 αὐτὸν δὲ ἅμα τῇ πάσῃ δυνάμει διὰ τοῦ Εὐφράτου χωρῆσαι, διχῇ διελόντα
 τὴν σὺν αὐτῷ στρατιάν, ὥστε πανταχόθεν, εἴ τινες τῶν πολεμίων
 φανεῖεν, εἶναι τοὺς τούτοις ἀνθισταμένους, καὶ μὴ ἐπ̓ ἀδείας τὰ
 προσπεσόντα καταδραμεῖν.

Ταῦτα ἐν Κάρραις διαθεὶς ʽἡ δὲ πόλις διορίζει Ῥωμαίους καὶ
 Ἀσσυρίουσ̓ ἠβουλήθη τὸ στρατόπεδον ἐξ ἀπόπτου τινὸς θεωρῆσαι χωρίου,
 ἄγασθαι δὲ τὰ πεζικὰ τάγματα καὶ τὰς τῶν ἱππέων ἴλας: ἦσαν δὲ
 ἅπαντες ἄνδρες πεντακισχίλιοι καὶ ἑξακισμύριοι. ἐξορμήσας δ̓ ἐκ
 Καρρῶν καὶ τὰ ἐν μέσῳ διαδραμὼν φρούρια μέχρι Καλλινίκου, κἀκεῖθεν
 ἐλθὼν ἐπὶ τὸ Κιρκήσιον περὶ οὗ πρότερον εἴρηται, διαβὰς τὸν Ἀβώραν
 ποταμὸν ἔπλει διὰ τοῦ Εὐφράτου, νεὼς ἐπιβάς.

ἠκολούθουν δὲ καὶ οἱ στρατιῶται, τὰς σιτήσεις δὴ κεκομισμένοι, καὶ
 ἀνέβαινον εἰς τὰ πλοῖα, ὅσοις ἐπετέτακτο τοῦτο: ἤδη γὰρ ὁ στόλος
 ἀπαντήσας ἐτετυχήκει, φέρων ἀριθμὸν πλοίων ἐκ μὲν ξύλων πεποιημένων
 ἑξακοσίων, ἀπὸ δερμάτων δὲ πεντακοσίων. ἦσαν δὲ πρὸς τούτοις καὶ
 στρατιωτικαὶ νῆες πεντήκοντα, καὶ ἕτεραι πλατεῖαι συνηκολούθουν, δἰ
 ὧν, εἴ που δεήσειεν, ἔδει γίνεσθαι ζεύγματα πεζῇ διδόντα τῷ
 στρατοπέδῳ τοὺς ποταμοὺς διαβαίνειν.

ἠκολούθει δὲ καὶ ἄλλα πάμπολλα πλοῖα, τὰ μὲν τροφὰς φέροντα τῷ
 στρατῷ, τὰ δὲ ξύλα πρὸς μηχανὰς ἐπιτήδεια, τὰ δὲ καὶ τὰ ἤδη
 κατεσκευασμένα πολιορκητικὰ μηχανήματα. κατέστησαν δὲ ναύαρχοι
 Λουκιανὸς καὶ Κωνστάντιος. οὔσης δὲ τοιαύτης τῆς τοῦ
 στρατοῦ τάξεως, ἀπό τινος βήματος ὁ βασιλεὺς πᾶσιν
 ὁμοῦ τὰ καθήκοντα προσφωνήσας, ἀργυρῶν τε νομισμάτων τριάκοντα καὶ
 ἑκατὸν τῶν στρατιωτῶν ἕκαστον δόσει τιμήσας, τὴν ἐπὶ Πέρσας εἰσβολὴν
 ἐποιήσατο, τοῦ μὲν πεζοῦ Βίκτορα στρατηγὸν καταστησάμενος, Ὁρμίσδην
 δὲ τῆς ἵππου, καὶ Ἀρινθαῖον σὺν τούτῳ.

περὶ δὲ Ὁρμίσδου καὶ πρότερον εἴρηται, ὅτι Πέρσης τε ἦν καὶ βασιλέως
 υἱός, ὑπὸ δὲ ἀδελφοῦ ἀδικηθεὶς καὶ φυγὼν πρὸς Κωνσταντῖνόν τε ἦλθε
 τὸν βασιλέα καὶ εὐνοίας δοκίμια παρασχόμενος τιμῶν καὶ ἀρχῶν ἠξιώθη
 μεγίστων.

Εἰσβαλόντι τοίνυν εἰς τὰ Περσῶν ὅρια τῷ βασιλεῖ τὸ μὲν εὐώνυμον
 εἶχεν ἡ ἵππος, τῶν δὲ πεζῶν μοῖρα τὸ δεξιόν, συμπαραθέουσα τῇ ᾐόνι
 τοῦ ποταμοῦ, ἠκολούθει τὸ δὲ λοιπὸν ἡ στρατιά, σταδίοις διεστῶσα
 ἑβδομήκοντα. τοῦτο δὲ τὸ μέσον εἶχε τά τε νωτοφόρα ζῷα, τὰ βαρέα τῶν
 ὅπλων καὶ τὴν ἄλλην παρασκευὴν φέροντα, καὶ ὅσον ἦν ὑπηρετικόν, ὡς
 ἂν ἐπ̓ ἀσφαλοῦς εἶεν καὶ οὗτοι, τοῦ στρατοῦ πανταχόθεν αὐτοὺς
 περιέχοντος. οὕτω διαθεὶς τὴν ἐπὶ τὸ πρόσω πορείαν χιλίους ἔγνω καὶ
 πεντακοσίους προπέμψαι, κατασκεψομένους ʽ??ʼί τι πολέμιον ἢ προφανῶς
 ἢ δἰ ἐνέδρας ἐπίοι, Λουκιλλιανὸν αὐτοῖς ἐπιστήσας.

ἑξήκοντα δὲ προελθὼν σταδίους εἴς τι χωρίον Ζαυθὰ
 προσαγορευόμενον ἦλθε, καὶ ἐντεῦθεν εἰς Δοῦρα, ἴχνος μὲν ὡς ἄρα ποτὲ
 πόλις ἦν φέρουσαν, τότε δὲ ἔρημον: οὗ Γορδιανοῦ τοῦ βασιλέως
 ἐδείκνυτο τάφος. ἔνθα καὶ πλῆθος ἐλάφων φανὲν οἱ στρατιῶται
 κατατοξεύσαντες ἅλις ἐχρήσαντο τῇ ἐκ τούτων τροφῇ. σταθμοὺς δ̓
 ἐντεῦθεν διελθὼν τέσσαρας εἴς τι χωρίον ἀφίκετο: Φαθούσας ὄνομα
 τούτῳ. ἦν δὲ ἀντικρὺ ἐν τῷ ποταμῷ νῆσος, ἔχουσα φρούριον ὑπὸ
 πλείστων οἰκούμενον.

τούτῳ Λουκιλλιανὸν ἐπιπέμψας ἅμα τοῖς ὑπ̓ αὐτὸν κατασκόποις χιλίοις
 ἐπολιόρκει τὸ φρούριον. καὶ ἕως μὲν ἦν νύξ, ἐλάνθανον οἱ
 πολιορκοῦντες, ἡμέρας δὲ γενομένης ὑπὸ τῶν ἐν τῷ φρουρίῳ τινὸς
 ὑδρείας ἕνεκα προελθόντος ὀφθέντες εἰς θόρυβον τοὺς ἔνδον
 κατέστησαν. πάντων τε εἰς τὸ τεῖχος ἀναβάντων, ὁ βασιλεὺς ἐπὶ τὴν
 νῆσον μηχαναῖς ἅμα καὶ ἑτέραις δυνάμεσι περαιωθεὶς παρενεγύησε τοῖς
 ἔνδον ἑαυτούς τε καὶ τὸ φρούριον παραδοῦσι πρόδηλον ἐκφυγεῖν
 ὄλεθρον.

ἐπεὶ δὲ τοῦτο πεποιήκασιν, ἄνδρας μὲν σὺν παισὶ καὶ γυναιξὶν εἰς τὴν
 ὑπὸ Ῥωμαίων ἐχομένην γῆν ἅμα φυλακῇ στρατιωτῶν παρέπεμψε, Πουσαίῳ δὲ
 τῷ τούτων ἡγουμένῳ δοὺς ταξιάρχου φροντίδα τὸ λοιπὸν ἐν τοῖς
 ἐπιτηδείοις εἶχε, πιστοῦ πειραθείς.

Ἐντεῦθεν ὁδόν τινα διαμείψας ἐνέτυχεν ἑτέρᾳ τοῦ ποταμοῦ νήσῳ, καθ̓
 ἣν φρούριον ὀχυρώτατον ἦν. ᾧ προσβαλὼν ὁ βασιλεύς, καὶ ἄληπτον
 πανταχόθεν εὑρών, ἐκδοῦναι σφᾶς αὐτοὺς ἀπῄτει καὶ μὴ ἀναμεῖναι τὸν
 ἐκ τῆς ἁλώσεως κίνδυνον. τῶν δὲ τοῦτο ποιήσειν ὅπερ ἂν καὶ τοὺς
 ἄλλους δρῶντας θεάσαιντο ὑποσχομένων, ἐπὶ τὰ πρόσω διῄει.

καὶ ἕτερα δὲ φρούρια κατέλιπε, ταῖς ὁμοίαις πεισθεὶς
 ὑποσχέσεσιν: ᾤετο γὰρ μὴ περὶ μικρὰ διατρίβειν τὸν χρόνον, ἀλλ̓ εἰς
 τὸ κεφάλαιον ἑαυτὸν ἐμβαλεῖν τοῦ πολέμου. σταθμοὺς δέ τινας
 παραμείψας εἰς Δάκιρα παρεγένετο, πόλιν ἐν δεξιᾷ πλέοντι τὸν
 Εὐφράτην κειμένην: ἥν τινα τῶν οἰκούντων ἔρημον εὑρόντες οἱ
 στρατιῶται σῖτόν τε πολὺν ἐναποκείμενον ἥρπασαν καὶ ἁλῶν πλῆθος οὐ
 μέτριον, γυναῖκάς τε τὰς ἐγκαταλειφθείσας ἀποσφάξαντες οὕτω
 κατέσκαψαν ὥστε οἴεσθαι τοὺς ὁρῶντας μηδὲ γεγονέναι πόλιν
 αὐτόθι.

ἐπὶ δὲ τῆς ἄντικρυς ᾐόνος, δἰ ἧς ὁ στρατὸς ἐποιεῖτο τὴν πορείαν, πηγή
 τις ἦν ἄσφαλτον ἀνιεῖσα. μεθ̓ ἥν εἰς Σίθα, εἶτα εἰς Μηγίαν
 ἀφικόμενος, μετ̓ ἐκείνην εἰς Ζαραγαρδίαν πόλιν ἦλθεν, ἐν ᾗ βῆμα ἦν
 ὑψηλὸν ἐκ λίθου πεποιημένον, ὃ Τραϊανοῦ καλεῖν εἰώθασιν οἱ
 ἐγχώριοι.

ταύτην ῥᾷστα τὴν πόλιν οἱ στρατιῶται διαρπάσαντες καὶ ἐμπρήσαντες
 αὐτήν τε τὴν ἡμέραν καὶ τὴν ὑστεραίαν ἡσυχίαν ἦγον. θαυμάσας δὲ ὁ
 βασιλεὺς ὅτι τοσαύτην τοῦ στρατοῦ διαδραμόντος ὁδὸν οὐδεὶς ἐκ Περσῶν
 οὔτε λόχος ἐξ ἐνέδρας οὔτε ἐκ τοῦ προφανοῦς ἀπήντησέ τι πολέμιον,
 Ὁρμίσδην εἰς κατασκοπὴν ἐκπέμπει μετὰ δυνάμεως, οἷα τὰ Περσῶν διὰ
 πάσης ἀκριβείας εἰδότα.

ὅς μικροῦ πρὸς ἔσχατον ἐληλύθει μετὰ τῶν σὺν αὐτῷ κίνδυνον, εἰ μὴ
 τύχη τις αὐτοὺς ἐκ παραδόξου διέσωσεν. ὁ γὰρ σουρήνας ʽἀρχῆς δὲ
 τοῦτο παρὰ Πέρσαις ὄνομἀ λόχον ἔν τινι τόπῳ καθίσας Ὁρμίσδην καὶ
 τοὺς σὺν αὐτῷ στρατιώτας ἐκαραδόκει, παριοῦσιν ἐθέλων

ἐπελθεῖν, οὐδὲν τοιοῦτον προσδεχομένοις: καὶ δὴ τὰ τῆς ἐλπίδος αὐτοῖς
 εἰς ἔργον ἐξέβαινεν, εἰ μὴ διῶρυξ ἐν μέσῳ τοῦ Εὐφράτου, πέρα τοῦ
 συνήθους ῥυεῖσα, τῶν περὶ τὸν Ὁρμίσδην ἐκώλυσε τὴν διάβασιν. καὶ διὰ
 τοῦτο ἀναβληθείσης τῆς παρόδου, τῇ ὑστεραίᾳ φανέντι τῷ σουρήνᾳ καὶ
 τοῖς κοινωνήσασιν αὐτῷ τῆς ἐνέδρας συστραφέντες ἐπέθεντο, καὶ τοὺς
 μὲν ἀνελόντες τοὺς δὲ τρέψαντες εἰς φυγὴν τῇ λοιπῇ στρατιᾷ
 συνέμιξαν.

Προελθόντες δὲ εἰς τὰ πρόσω εἴς τινα τοῦ Εὐφράτου διώρυχα διῆλθον,
 ἐκτεινομένην μὲν εἰς μῆκος ἄχρι τῆς Ἀσσυρίων, συμπαρατεινομένην δὲ
 πάσῃ τῇ μέχρι τοῦ Τίγρητος χώρᾳ. ἐνταῦθα πηλῷ κολλώδει καὶ τέλμασιν
 ἐμπεσόντες οἱ στρατιῶται, καὶ τοὺς ἵππους μάλιστα τῇ δυσχωρίᾳ
 θεώμενοι δυσχεραίνοντας, καὶ οὐδὲ σὺν τοῖς ὅπλοις οἷοί τε ὄντες
 διανήξασθαι τὴν διώρυχα, τοῦ τε βάθους οὐκ ἐνδιδόντος καὶ τοῦ πηλοῦ
 διὰ τὸ δίυγρον ὑπερβῆναι μὴ συγχωροῦντος, ἐν ἐσχάτῃ τοῦ πρακτέου
 κατέστησαν ἀπορίᾳ.

καθίστη δὲ αὐτοῖς τὸν κίνδυνον μείζονα τὸ τοὺς πολεμίους ἐπὶ τῆς
 ἀντιπέρας ὄχθης ὁρᾶσθαι βέλεσί τε καὶ λίθων ἐκ σφενδονῶν ἀφέσει τὴν
 διάβασιν εἴργοντας. οὐδενὸς δὲ λύσιν εὕρασθαι δυναμένου τῶν
 περιεστώτων κινδύνων, ἀγχινοίᾳ τῇ περὶ πάντα καὶ ἐμπειρίᾳ πολεμικῇ
 προέχων ὁ βασιλεὺς ἔγνω τοῖς ἀπολυθεῖσιν ἐπὶ κατασκοπὴν χιλίοις καὶ
 πεντακοσίοις ἀνδράσιν, ὑπὸ Λουκιλλιανῷ τεταγμένοις, σημῆναι κατὰ
 νώτου χωρῆσαι τῶν πολεμίων, ἐπισπάσασθαί τε τὴν τούτων ὁρμήν, τούτῳ
 τε τῷ τρόπῳ δοῦναι σφίσιν ἀκώλυτον τὸν τῆς διώρυχος
 ἔκπλουν.

ἐκπέμπει τε πρὸς τοῦτο Βίκτορα τὸν στρατηγὸν μετὰ 
 δυνάμεως ἀρκούσης. ὅ δὲ νύκτα ἐπιτηρήσας, ὡς ἂν μὴ ὀφθείη παρὰ τῶν
 Περσῶν ἀποχωρῶν τοῦ στρατεύματος, καὶ οὕτω δὲ προελθὼν ὁδὸν τοσαύτην
 ὅση τὸ γιγνόμενον οὐδὲ ἡμέρας οὔσης ὁρᾶν ἐδίδου τοῖς ἐναντίοις,
 περαιωθεὶς τὴν διώρυχα τοὺς ὑπὸ Λουκιλλιανῷ τεταγμένους ἐζήτει.

προελθὼν δὲ περαιτέρω, πολεμίου παντάπασιν οὐδενὸς αἰσθόμενος,
 ἐκβοήσεσί τε ἀνεκάλει τοὺς ὁμοφύλους καὶ σαλπίγγων ἤχοις πλησιάσαι
 σφίσιν ἐσήμαινεν. ἀπαντησάντων δὲ κατὰ νοῦν αὐτῷ καὶ τῶν ἀπὸ τῆς
 τύχης συμπάντων ὁ Λουκιλλιανὸς τεκμηράμενος, τῇ μετὰ Βίκτορος οὔσῃ
 δυνάμει συμμίξας, ἐπῄει κατὰ νώτου τοῖς πολεμίοις ἀπροσδοκήτως.

οἳ δ̓ ἀπαράσκευοι πρὸς τοῦτο ληφθέντες ἐκτείνοντό τε καὶ ἔφευγον ὅπῃ
 παρείκοι. καὶ ὁ βασιλεύς, ἐκβάντος αὐτῷ εἰς ἔργον τοῦ στρατηγήματος,
 ἐπεραιοῦτο τὴν διώρυχα κωλύοντος οὐδενός. καὶ τὴν μὲν ἵππον τοῖς
 παρατυχοῦσι πλοίοις, τὴν δὲ πεζὴν ναυσίν, ἃς ἐν πολλοῖς μέρεσι τῆς
 διώρυχος εὗρε, διαβιβάσας εἴχετο τῆς ἐπὶ τὸ πρόσω πορείας, πολέμιον
 τέως οὐδὲν ὑφορώμενος.

Ἐλθὼν δὲ εἰς πόλιν ᾗ Βηρσαβῶρα ἦν ὄνομα, τὸ μέγεθος ἐσκόπει τῆς
 πόλεως καὶ τὸ τῆς θέσεως ὀχυρόν. δύο μὲν γὰρ κυκλοτερέσι περιείληπτο
 τείχεσιν, ἀκρόπολις δ̓ ἦν ἐν μέσῳ τεῖχος ἔχουσα καὶ αὐτή, τμήματι
 κύκλου τρόπον τινὰ ἐμφερές, πρὸς ἣν ὁδός τις ἦν ἀπὸ τοῦ ἐνδοτέρου
 τῆς πόλεως τείχους,

οὐδὲ αὐτὴ ῥᾳδίαν ἔχουσα τὴν ἀνάβασιν. καὶ τὰ μὲν πρὸς δυσμὰς τῆς
 πόλεως καὶ μεσημβρίαν περιφερής τις καὶ σκολιὰ διέξοδος εἶχε, τοῦ δὲ
 πρὸς ἄρκτον μέρους παρασπασάμενοι τοῦ ποταμοῦ διώρυχα πλατεῖαν
 προυβάλοντο, δἰ ἧς καὶ ὕδωρ

εἰς χρῆσιν τῶν ἐνοικούντων ὠχέτευον. τὰ δὲ πρὸς ἕω τάφρῳ βαθείᾳ καὶ
 χάρακι διὰ σταυρωμάτων ἐκ ξύλων ὀχυρῶν ἐναπείληπτο. πύργοι δὲ
 εἱστήκεσαν περὶ τὴν τάφρον μεγάλοι, τὰ μὲν ἀπὸ γῆς μέχρι μέσου δἰ
 ὀπτῆς πλίνθου δεδεμένης ἀσφάλτῳ, τὰ δὲ μετὰ τὸ μέσον πλίνθῳ τε ὁμοίᾳ
 καὶ γύψῳ δεδομημένα.

ταύτην πολιορκίᾳ τὴν πόλιν ὁ βασιλεὺς ἑλεῖν ἐγνωκὼς εἰς τὸ ἔργον
 παρεκάλει τοὺς στρατιώτας. τῶν δὲ τὸ κέλευμα σὺν προθυμίᾳ πάσῃ
 πληροῦν ὡρμηκότων, οἱ τὴν πόλιν οἰκοῦντες εἰς φιλίαν ἠξίουν ἐλθεῖν
 τῷ βασιλεῖ, νῦν μὲν Ὁρμίσδην αὐτοῖς πεμφθῆναι διαλεχθησόμενον περὶ
 σπονδῶν ἐξαιτοῦντες, νῦν δὲ ὕβρεσιν αὐτὸν περιβάλλοντες ὡς αὐτόμολον
 καὶ φυγάδα καὶ τῆς πατρίδος προδότην. ἐφ̓ οἷς εἰς ὀργὴν εἰκότως ὁ
 βασιλεὺς ἀναστὰς ἔργου πάντας ἔχεσθαι καὶ ἐγκεῖσθαι τῇ πολιορκίᾳ
 προθύμως ἐκέλευε.

τῶν δὲ ἐφ̓ ᾧ τεταγμένος ἕκαστος ἦν ὁρμησάντων, οἱ κατὰ τὴν πόλιν
 ὄντες οὐκ ἀξιόχρεως ἑαυτοὺς εἰς φυλακὴν τῶν τῆς πόλεως τειχῶν
 θεασάμενοι συνέφυγον ἅπαντες ἐπὶ τὴν ἀκρόπολιν. ὅπερ ἰδὼν ὁ βασιλεὺς
 ἐπαφῆκε τῇ πόλει τῶν οἰκούντων ἐρημωθείσῃ τὴν δύναμιν: ἣ δὲ τὰ τείχη
 καθελοῦσα καὶ τὰς οἰκίας ἐμπρήσασα μηχανάς τε ἐπὶ τῶν ἐρειπίων τῆς
 πόλεως ἵστη, καὶ ἀπὸ τούτων τοὺς ἐπὶ τῆς ἀκροπόλεως ἔβαλλε βελῶν καὶ
 λίθων ἀφέσει. ἐπεὶ δὲ οἱ ἀπὸ τῆς πόλεως λίθοις τε καὶ βέλεσι
 συνεχέσιν ἠμύνοντο τοὺς πολιορκοῦντας, ἐγίνετό τε πολὺς ἑκατέρωθεν
 φόνος, τότε δὴ ὁ βασιλεύς, εἴτε ἐξ οἰκείας ἐννοίας, τῇ τῶν τόπων
 ἁρμοσάμενος θέσει, εἴτε καὶ τοῦτο ἐκ πολυμαθείας λαβών, μηχάνημά τι
 κατεσκεύασε τοιόνδε.

ξύλα μέγιστα τέσσαρα πρὸς ἄλληλα συνδήσας σιδήρῳ καὶ πύργου σχῆμα
 τετραγώνου διὰ τούτων ἀπεργασάμενος, ἀντιστήσας τε τῷ τῆς ἀκροπόλεως
 τείχει, τῇ τε κατὰ βραχὺ τοῦ ὕψους προσθήκῃ τῷ μήκει τῶν τειχῶν ἴσον
 ἀποτελέσας, εἰς τοῦτον ἀνεβίβασε τοξότας τε καὶ τοὺς ἀπὸ μηχανῶν
 ἀφιέντας λίθους καὶ βέλη. τότε τοίνυν ἔκ τε τῶν
 πολιορκούντων οἱ Πέρσαι καὶ ἐκ τῶν ἐφεστηκότων τῇ μηχανῇ πανταχόθεν
 καταβαλλόμενοι μέχρι μέν τινος ἀντέσχον, τελευτῶντες δὲ ὁμολογίᾳ τὴν
 ἀκρόπολιν ὑπέσχοντο παραδώσειν, εἰ μέτριόν τι παρὰ τοῦ βασιλέως
 αὐτοῖς ὑπαρχθείη.

καὶ συνεδόκει τῶν ἔνδον Περσῶν ἕκαστον διὰ μέσου τοῦ στρατεύματος
 ἀσφαλῶς διαβῆναι, ῥητὸν ἀργύριον καὶ ἱμάτιον ἔχοντα, παραδοθῆναι
 δὲ τῷ βασιλεῖ τὴν ἀκρόπολιν. οὗ δὴ γεγονότος ἄνδρες
 ἀφείθησαν πεντακισχίλιοι περί που τὸν ἀριθμόν, δίχα τῶν πλοίοις
 μικροῖς διὰ τῆς διώρυχος οἵων τε γενομένων διαφυγεῖν. συνεξῆλθε δὲ
 τῷ πλήθει καὶ Μομόσειρος τούτων ἡγούμενος.

τοῦτον δὲ τὸν τρόπον καὶ τῆς ἀκροπόλεως αἱρεθείσης, ἔρευναν οἱ
 στρατιῶται τῶν ἐναποκειμένων ποιούμενοι σῖτόν τε ἄπλετον εὗρον καὶ
 ὅπλα παντοῖα καὶ μηχανήματα καὶ ἐπίπλων πλῆθος οὐ μέτριον καὶ τῆς
 ἄλλης ἀποσκευῆς. τοῦ μὲν οὖν σίτου τὸ πλέον ἐναπετέθη τοῖς πλοίοις
 εἰς ἀποτροφὴν τοῦ στρατοῦ, μέρος δὲ τούτου καὶ αὐτοὶ πρὸς ἑαυτοὺς
 διενείμαντο,

καὶ δίχα τῆς δημοσίας σιτήσεως ἧς εἶχον: τῶν δὲ ὅπλων ὅ??ʼα μὲν
 ἐπιτήδεια Ῥωμαίοις ἐδόκει πρὸς πόλεμον εἶναι, ταῦτα τῷ στρατοπέδῳ
 διεδόθη, τὰ δὲ Περσικῇ μόνον ἁρμόδια χρήσει, αὐτοῖς δὲ οὐκέτι, τὰ
 μὲν πυρὶ παρεδόθησαν, τὰ δὲ τῷ ποταμῷ φέρεσθαι καὶ καταδύεσθαι
 συνεχώρησαν. ἐντεῦθεν οὐχ ἡ τυχοῦσα τῷ Ῥωμαίων ἀξιώματι προσεγένετο
 δόξα, πόλεως μεγάλης καὶ τῶν ἐν Ἀσσυρίᾳ μετὰ Κτησιφῶντα μεγίστης,
 οὕτω τε ὠχυρωμένης, ἐν δύο μόναις ἡμέραις κατὰ κράτος ἁλούσης. ἐφ̓
 οἷς ὁ βασιλεὺς φιλοφρονούμενος τὸ στράτευμα λόγοις τε καθήκουσιν
 ἐτίμα καὶ ἕκαστον ἀργυροῖς ἑκατὸν νομίσμασιν ἐδωρεῖτο.

Ἀλλὰ ταῦτα μὲν ὧδε ἐπράχθη, ὁ σουρήνας δὲ μετὰ δυνάμεως οὐκ ὀλίγης
 ἔκ τινος τῶν ἐν Ἀσσυρίᾳ πόλεων τοῖς προηγουμένοις τοῦ
 Ῥωμαίων στρατοπέδου κατασκοπῆς ἕνεκεν ἐπελθών, οὐ προϊδομένοις τὸ
 ἐσόμενον, ἕνα μὲν τῶν ἡγουμένων τριῶν ὄντων ἀνεῖλεν ἅμα τισὶ τῶν ὑπ̓
 αὐτῷ τεταγμένων, τρέψας δὲ τοὺς ἄλλους ἐγκρατὴς ἐγένετο στρατιωτικοῦ
 σημείου, δράκοντος ἐκτύπωμα φέροντος, οἷα φέρειν εἰώθασιν ἐν ταῖς
 μάχαις Ῥωμαῖοι.

τοῦτο μαθὼν οὐκ ἤνεγκε μετρίως ὁ βασιλεύς, ἀλλὰ μετὰ θυμοῦ τοῖς ἀμφὶ
 τὸν σουρήναν ὡς εἶχεν ἐπιπεσὼν τούτων μὲν εἰς φυγὴν ἔτρεψεν ὅσοι
 διαφυγεῖν ἠδυνήθησαν, τὸ δὲ σημεῖον ἀναλαβὼν τὸ παρὰ τῶν πολεμίων
 ἀφαιρεθὲν ἐπῆλθε παραχρῆμα τῇ πόλει καθ̓ ἣν ὁ σουρήνας ἀποκρύπτων
 τὸν λόχον τοῖς κατασκόποις ἐπῆλθεν, εἷλέ τε κατὰ κράτος καὶ
 ἐπυρπόλησε. τὸν δὲ τῶν κατασκόπων ἡγεμόνα, διότι τοῖς πολεμίοις τὸ
 σημεῖον ἀπέλιπε, τὴν σωτηρίαν τῆς Ῥωμαϊκῆς μεγαλοφροσύνης ἔμπροσθεν
 ποιησάμενος, παρέλυσέ τε τῆς ζώνης καὶ ἐν ἀτιμίᾳ τὸ λοιπὸν εἶχεν ἅμα
 τοῖς κοινωνήσασιν αὐτῷ τῆς φυγῆς.

Προελθὼν δὲ ἐπέκεινα, διά τε τοῦ ποταμοῦ τὴν πορείαν ποιούμενος,
 ἦλθεν εἴς τι χωρίον ᾧ πόλις ἐπλησίαζε Φισσηνία προσαγορευομένη.
 ταύτης τῷ τείχει συμπαρέθεε τάφρος, ἣν βαθυτάτην οὖσαν ἐπλήρωσαν
 ὕδατος οἱ Πέρσαι, μέρος εἰς ταύτην οὐκ ὀλίγον τοῦ πλησιάζοντος
 μετοχετεύσαντες ποταμοῦ: βασιλέως ποταμὸς ἦν ὄνομα τούτῳ. ταύτην
 διαδραμόντες τὴν πόλιν ʽοὐδὲν γὰρ ἦν ἐκ ταύτης εὐλαβεῖσθαι πολέμιον̓
 ὁδὸν διῄεσαν τέλματι χειροποιήτῳ διάβροχον: οἱ γὰρ Πέρσαι τήν τε
 διώρυχα τῇ χώρᾳ καὶ τὸν ποταμὸν αὐτὸν ἐπαφέντες ἀδύνατον κατά γε τὴν
 αὐτῶν οἴησιν πεποιήκασι τῷ στρατῷ τὴν διάβασιν.

ἀλλ̓ ὅμως τοῦ βασιλέως προθέοντος καὶ ὁ στρατὸς ἠκολούθει, βρέχων
 ἄχρι γονάτων τοὺς πόδας: αἰσχύνην γὰρ ἡγοῦντο μὴ ποιεῖν ἅπερ ἐθεῶντο
 ποιοῦντα τὸν βασιλέα. ἡλίου δὲ ἤδη δύντος ὁ μὲν στρατὸς ἐπὶ τῶν
 τόπων ηὐλίζετο τούτων, βασιλεὺς δὲ στρατιώτας ἑαυτῷ
 καὶ τεχνίτας ἀκολουθεῖν ἐπιτάξας, δένδρα ἐκτέμνων καὶ ξύλα διώρυχάς
 τε ἐζεύγνυε, τοῖς τέλμασί τε γῆν ἐπετίθει, καὶ τὰ βαθέα τῶν ὁδῶν
 ἀπεπλήρου, καὶ ταῖς στενοχωρίαις εὖρος ἐνεποίει τὸ μέτριον ἔχον.
 ἐπανελθών τε διῆγε τὴν στρατιὰν μετὰ ῥᾳστώνης, ἕως εἰς Βίθραν
 ἐληλύθει πόλιν, ἐν ᾗ βασίλεια ἦν καὶ οἰκήματα βασιλεῖ τε ὁμοῦ πρὸς
 ὑποδοχὴν ἀρκοῦντα καὶ στρατοπέδῳ.

Προελθὼν δὲ ἐντεῦθεν καὶ τῶν αὐτῶν ἐχόμενος πόνων ἡγεῖτο τοῦ πλήθους
 καὶ τὴν ὁδὸν εὐφορωτέραν ἐποίει. καὶ τούτῳ τῷ τρόπῳ διήνεγκεν
 ἅπαντας, ἕως ἦλθεν εἰς τόπον ἔχοντα μὲν οἴκησιν οὐδεμίαν, ἄλσος δὲ
 ἐκ φοινίκων πεποιημένον, ἐν ᾧ καὶ ἄμπελοι παραπεφύκεσαν ἄχρι τῆς τῶν
 φοινίκων κόμης τοῖς κλήμασιν ἀνατρέχουσαι, παρέχουσαί τε ὁρᾶν τὸν ἐκ
 τῶν φοινίκων καρπὸν ἀναμεμιγμένον τοῖς βότρυσιν. ἐν τούτῳ τὴν
 ἐπελθοῦσαν νύκτα διαγαγὼν ἐπὶ τὰ πρόσω τῇ ὑστεραίᾳ προῆγεν.

ἐλθὼν δὲ πλησίον φρουρίου τινὸς πληγὴν καιρίαν δέχεσθαι ἐμέλλησε: τῶν
 γὰρ ἀπὸ τοῦ φρουρίου τις Πέρσης ἐπελθὼν τῇ τοῦ βασιλέως κεφαλῇ τὸ
 ξίφος ἐπήλασεν. ὃ δὲ προϊδόμενος ἐπέθηκε τὴν ἀσπίδα τῇ κεφαλῇ, καὶ
 ταύτῃ τὴν πληγὴν ἀπεσείσατο.

ἐκεῖνον μὲν οὖν οἱ στρατιῶται συμπεσόντες κατέσφαξαν, καὶ τοὺς σὺν
 αὐτῷ πάντας, εἰ μήπω γέ τινες διαδύντες συνέφυγον εἰς τὸ φρούριον:
 δυσανασχετῶν δὲ ὁ βασιλεὺς ἐπὶ τῷ τολμήματι τὸ φρούριον ἀνεσκόπει,
 καὶ ὅπου ἁλώσιμον εἴη περιιὼν ἐθεώρει.

περὶ τοῦτο δὲ ἔχοντος αὐτοῦ, τοῖς ἐν τῷ ἄλσει τῶν φοινίκων ἐπιμείνασι
 στρατιώταις ὁ σουρήνας ἀπρόοπτος ἐπιφανεὶς τῶν τε ὑποζυγίων καὶ τῆς
 ἀποσκευῆς κρατήσειν ἤλπισε, καὶ ἅμα τὸν βασιλέα τοῦτο μαθόντα πάντως
 ἀποστήσειν τῆς τοῦ φρουρίου πολιορκίας. ἀλλ̓ ἐκεῖνος
 μὲν ἐν νῷ ταῦτα βαλόμενος ἀμφοτέρων διήμαρτεν, ὁ δὲ βασιλεὺς ἐν
 πολλῷ τὴν τοῦ φρουρίου καθαίρεσιν ἐποιεῖτο:

πόλις τε γὰρ ἐπλησίαζεν αὐτῷ Βησουχὶς ὄνομα, πολυάνθρωπος, καὶ ἄλλα
 φρούρια πλεῖστα, ὧν συνέβαινε τοὺς οἰκήτορας ἀπολιπόντας τὰ σφέτερα
 ὡς οὐκ ἀρκοῦντα πρὸς σωτηρίαν εἰς τὸ παρὰ τοῦ βασιλέως
 πολιορκούμενον συνδραμεῖν, πλὴν τῶν εἰς Κτησιφῶντα διαφυγόντων ἢ
 κατὰ τὸ δασύτατον τοῦ ἄλσους ἀποκρυβέντων. ὁ μὲν οὖν βασιλεὺς
 ἐνίστατο τῇ πολιορκίᾳ κατὰ τὸ καρτερόν, οἱ δὲ ἀπολυθέντες ἐκ τῆς
 στρατιᾶς εἰς τὸ κατασκοπεῖν καὶ βοηθεῖν, εἴ πού τι φανείη πολέμιον,
 οὐκ ἀπεκρούσαντο μόνον τοὺς ἐπελθόντας αὐτοῖς, ἀλλὰ τοὺς μὲν
 ἀνελόντες τοὺς δὲ προτροπάδην διώξαντες ἐν ἀσφαλεῖ τῷ βασιλεῖ τὰ
 πολιορκίας ἐποίησαν. ἐπεὶ δὲ τῶν φευγόντων τινὲς καὶ ἐν τοῖς ὑπὸ τὸ
 ἄλσος ἕλεσιν ἦσαν, οὐδὲ τούτους οἱ ἐπὶ κατασκοπῇ καταλειφθέντες
 ἀφῆκαν ἀθῴους, ἀλλὰ τοὺς μὲν ἔκτειναν τοὺς δὲ αἰχμαλώτους
 ἀπήγαγον.

οἱ δὲ ἐν τῷ φρουρίῳ πολιορκούμενοι βελῶν παντοίων ἀφέσει τοὺς
 ἐναντίους ἠμύνοντο, λίθων δὲ οὐκ ὄντων αὐτοῖς ἔνδον ἀσφάλτῳ βώλους
 πεπυρωμένους ἠκόντιζον. ἐτύγχανον δὲ τῶν πεμπομένων αἱ βολαὶ ῥᾳδίως
 οἷα καὶ ἐξ ὑπερδεξίου καὶ κατὰ πλήθους πεμπόμεναι.

ἀλλ̓ οὐδὲ οἱ τῶν Ῥωμαίων στρατιῶται, καὶ ταῦτα ταῖς ἐξ ὕψους
 βοηθείαις ἐλαττούμενοι, παρῆκαν εἶδος ἀνδρείας καὶ πολεμικῆς
 ἐπιστήμης: λίθοις γὰρ χειροπλήθεσιν ἔβαλλον, βέλεσί τε οὐκ ἐκ τόξων
 μόνον ἀφιεμένοις ἀλλὰ καὶ ἐκ μηχανημάτων, ἅπερ οὐκ ἐφ̓ ἑνὸς μόνον
 ἵστατο πηγνύμενα σώματος,

ἀλλὰ καὶ δύο καὶ τρία καὶ πλείω διῄει. τοῦ δὲ φρουρίου κειμένου μὲν
 ἐπὶ λόφου, τείχεσι δὲ δύο καὶ πύργοις ἑκκαίδεκα μεγάλοις ὠχυρωμένου,
 πέριξ τε τάφρῳ περιειλημμένου βαθείᾳ, κατά τι μέρος ὕδωρ εἰσφερούσῃ
 τοῖς ἐν τῷ φρουρίῳ πρὸς πότον ἐπιτήδειον, χῶμα
 ἐπιχέειν ὁ βασιλεὺς τῇ τάφρῳ τοὺς στρατιώτας ἐκέλευσεν, ἕτερόν τε
 ἐπὶ τούτῳ πρὸς ὕψος ἀνιστάμενον ἐξισωθῆναι τῷ πύργῳ.

κατὰ δὲ μέρος ἕτερον τὴν ὑπὸ τὰ τείχη γῆν ὀρύττειν ἐγνώκει, κατὰ τὸ
 μέσον τοῦ ἐνδοτέρου τείχους, διὰ τοῦ ὀρύγματος ἐπιθήσεσθαι τοῖς
 πολεμίοις πραγματευόμενος. τῶν δὲ πολεμίων τοὺς ἐγείροντας τὸ χῶμα
 βολαῖς συνεχέσιν εἰργόντων, τὴν μὲν ἐν τῷ προφανεῖ μάχην ὁ βασιλεὺς
 ἀνεδέξατο, πολυειδέσιν ἀμυντηρίοις κατὰ τῶν βαλλομένων εἴτε βελῶν
 εἴτε πυρσῶν χρώμενος, Νευΐττᾳ δὲ καὶ Δαγαλαΐφῳ τά τε ὀρύγματα καὶ
 τὰς τῶν χωμάτων ἐγέρσεις ἐπέτρεψεν.

Οὐίκτορι δὲ παραδοὺς ὁπλίτας τε καὶ ἱππέας τὰ μέχρι Κτησιφῶντος αὐτῷ
 διερευνᾶσθαι προσέταξεν, ὥστε, εἴ πού τι φανείη πολέμιον ἀφελκύσαι
 τὸν βασιλέα τῆς πολιορκίας πειρώμενον, τούτου διὰ τῶν ὑπ̓ αὐτῷ
 τεταγμένων κωλυθῆναι τὴν ἐπιχείρησιν, ἅμα δὲ τὴν ὁδὸν τὴν ἐπὶ
 Κτησιφῶντα, σταδίων οὖσαν ἐνενήκοντα, γεφυρῶν τε κατασκευαῖς καὶ
 ζευγμάτων αὐτῷ καὶ τῷ στρατῷ ῥᾴονα καταστῆσαι.

ταύτῃ διελὼν τοῖς ἡγεμόσι τὴν ἐπιμέλειαν, αὐτὸς μὲν διὰ τῶν σὺν αὐτῷ
 κριὸν μιᾷ πύλῃ προσαγαγὼν οὐ κατέσεισε μόνον αὐτὴν ἀλλὰ καὶ ἔλυσε,
 τοὺς δὲ ἐπὶ τῶν ὀρυγμάτων τεταγμένους ἐκμελῶς ἰδὼν τῷ ἔργῳ χρωμένους
 ἐκείνους μὲν ἀπέστησε, ταύτην αὐτοῖς ὑπὲρ τῆς ἐκμελείας τὴν ἀτιμίαν
 ἐπαγαγών,

ἑτέρους δὲ ἀντεκατέστησεν. αὐτὸς δὲ κριὸν ἕτερον ἄλλῃ προσέφερε πύλῃ.
 καὶ ταύτης δὲ τὴν προσβολὴν οὐκ ἐνεγκούσης, ἧκεν ἀγγελῶν τις ὡς οἱ
 ταχθέντες τὰ ἀπὸ τῆς τάφρου μέχρι τῆς πόλεως αὐτῆς διορύττειν ἤδη
 πρὸς τέλος ἀφίκοντο τοῦ ἔργου καὶ πρὸς τὸ ἀναδῦναι γεγόνασιν
 εὐτρεπεῖς. ἦσαν δὲ οὗτοι τρεῖς λόχοι, ματτιάριοι καὶ λαγκιάριοι

καὶ βίκτορες. ὁ βασιλεὺς δὲ ταύτην μὲν τέως ἐπέσχεν αὐτῶν τὴν ὁρμήν,
 πύλῃ δὲ ἑτέρᾳ θᾶττον ἐκέλευσεν εὐτρεπίζεσθαι μηχανήν, καὶ τὴν
 στρατιὰν αὐτῇ πᾶσαν ἐφίστη, πείθων τοὺς πολεμίους ὡς τῇ ὑστεραίᾳ
 ταύτην προσαγαγὼν ἐγκρατὴς τοῦ φρουρίου γενήσεται. ἐποίει δὲ τοῦτο
 πᾶσαν ἔννοιαν τοῖς Πέρσαις τῆς διὰ τοῦ ὀρύγματος ἀναιρῶν
 πολιορκίας.

τῶν ἀπὸ τοῦ φρουρίου τοίνυν ἁπάντων εἰς τὸ τὴν μηχανὴν ἀποκρούσασθαι
 συστραφέντων, διορύξαντες τὸν ὑπόνομον οἱ ταύτῃ ταχθέντες, εἶτα τὴν
 ἐπικειμένην ἄχρι τῆς ἐπιφανείας γῆν διατρήσαντες, ἐφάνησαν οἰκίας ἐν
 μέσῳ καθ̓ ἣν ἔτυχέ τις ἀλετρὶς γυνὴ νυκτὸς οὔσης ἔτι βαθείας σῖτον
 ἄλευρα εἶναι ἐργαζομένη. ταύτην μὲν οὖν ὁ πρώτως ἀναδὺς ἐκβοᾶν
 μέλλουσαν παίσας ἀνεῖλεν. ἦν δὲ Σουπεράντιος, ἐν τῷ λόχῳ τῶν
 βικτόρων οὐκ ἄσημος, ἐπὶ τούτῳ δὲ Μάγνος, καὶ τρίτος ὁ Ἰοβιανὸς τοῦ
 τάγματος τῶν ὑπογραφέων προτεταγμένος, ἔπειτα δὲ πλείους.

εὐρυνομένου δὲ κατὰ βραχὺ τοῦ στομίου πάντες ἦσαν ἐν μέσῳ. τότε δὴ
 λοιπὸν ἐπὶ τὸ τεῖχος ἐλάσαντες ἐπέστησαν παρὰ πᾶσαν ἐλπίδα τοῖς
 Πέρσαις ᾅσματα λέγουσιν ἐπιχώρια, τὴν μὲν τοῦ σφῶν βασιλέως ἀνδρείαν
 ὑμνοῦντα, διαβάλλοντα δὲ τὴν τοῦ Ῥωμαίων βασιλέως ἀνέφικτον
 ἐπιχείρησιν: ῥᾷον γὰρ ἔφασκον αὐτὸν τὴν τοῦ Διὸς αἱρήσειν αὐλὴν ἢ τὸ
 φρούριον.

ἐπιθέμενοι δὲ τοὺς ἐν χερσὶν ἔπαιόν τε καὶ ἐκ τοῦ τείχους ὠθοῦντες
 διέφθειρον, τοὺς δὲ καὶ διώκοντες παντοδαποῖς θανάτου τρόποις
 ἀνῄρουν, οὔτε γυναικῶν οὔτε παίων ἀπεχόμενοι, πλὴν εἰ μή πού γέ
 τινας αἰχμαλώτους αὐτοῖς ἔδοξεν ἔχειν. Ἀναβδάτης δὲ ὁ
 ἀρχιφύλαρχος ἐν τῷ διαδρᾶναι τὸ φρούριον ἁλοὺς ἅμα τοῖς ἀμφ̓ αὐτόν,
 ὀγδοήκοντα τὸν ἀριθμὸν οὖσι, τῷ βασιλεῖ προσήχθη δεδεμένος ὀπίσω τὰς
 χεῖρας.

κατὰ ταῦτα τοῦ φρουρίου κατὰ κράτος ἁλόντος, ἡβηδὸν δὲ πάντων ὅσοι
 κατὰ τοῦτο ἦσαν ἀναιρεθέντων, ἐκ παραδόξου δὲ ὀλίγων διασωθέντων,
 ἐφ̓ ἁρπαγὴν ὁ στρατὸς τῶν ἀποκειμένων κτημάτων ἐχώρει. κομισαμένου
 δὲ ἑκάστου τὸ προσπεσόν, τό τε τεῖχος ἄχρις ἐδάφους προσενεχθεισῶν
 αὐτῷ πλείστων μηχανῶν κατηνέχθη, καὶ τὰ οἰκήματα πυρί τε καὶ ταῖς
 τῶν στρατιωτῶν χερσὶ κατελύθησαν, οὕτω τε εἰς τὸ μὴ γεγενῆσθαί ποτε
 δοκεῖν περιέστη.

Τῆς δὲ ἐπὶ τὸ πρόσω πορείας ἐχόμενος διῄει μὲν καὶ ἕτερα οὐκ
 ὀνομαστὰ φρούρια, παραγίνεται δὲ καὶ εἰς περίβολον ὃν βασιλέως θήραν
 ἐκάλουν. ἦν δέ τι τειχίον χωρίον ἀπειληφὸς ἔνδον πολύ, δένδρεσι
 πεφυτευμένον παντοδαποῖς. ἐν τούτῳ θηρίων παντοίων ἐναποκλειόμενα
 γένη τροφῆς τε οὐκ ἠποροῦντο διὰ τὸ καὶ ταύτην αὐτοῖς ἐπεισάγεσθαι,
 καὶ παρεῖχον τῷ βασιλεῖ τοῦ θηρᾶν, ἡνίκα ἂν βουληθείη,

ῥᾳστώνην. τοῦτο Ἰουλιανὸς θεασάμενος διαρρήγνυσθαι κατὰ πολλὰ μέρη τὸ
 τεῖχος ἐπέταττεν, οὗ δὴ γενομένου φεύγοντα παρὰ τῶν στρατιωτῶν τὰ
 θηρία κατετοξεύετο. ἐνταῦθά που πλησίον γενόμενος βασίλεια εἶδεν εἰς
 τὸν Ῥωμαϊκὸν μεγαλοπρεπῶς ἐξησκημένα τύπον, καὶ μαθὼν ταῦτα ὑπὸ
 Ῥωμαίων ᾠκοδομῆσθαι κατέλιπεν, οὐ συγχωρήσας τοῖς ταξιάρχοις
 λωβήσασθαί τι τῶν ἐν αὐτοῖς, αἰδοῖ τοῦ Ῥωμαίους λέγεσθαι τοὺς ταῦτα
 δημιουργήσαντας.

Ἐντεῦθεν ἡ στρατιὰ φρούριά τινα παραδραμοῦσα εἰς πόλιν ἀφίκετο Μείνας
 Σαβαθὰ καλουμένην: διέστηκε δὲ αὕτη σταδίοις τριάκοντα
 τῆς πρότερον μὲν Ζωχάσης νῦν δὲ Σελευκείας ὀνομαζομένης. καὶ ὁ μὲν
 βασιλεὺς πλησίον που μετὰ τῆς πολλῆς στρατιᾶς ηὐλίσθη, προηγούμενοι
 δὲ οἱ κατάσκοποι τὴν πόλιν κατὰ κράτος αἱροῦσι. τῇ δ̓ ὑστεραίᾳ τὰ
 τείχη ταύτης ὁ βασιλεὺς περινοστῶν ἑώρα σώματα προσηρτημένα σταυροῖς
 ἔμπροσθεν τῶν πυλῶν:

ταῦτα δὲ ἔφασκον οἱ ἐπιχώριοι συγγενῶν εἶναι διαβληθέντος τινὸς ὡς
 προδότου πόλεως γεγονότος, ἣν ἔτυχεν ὁ βασιλεὺς Κάρος Περσῶν οὖσαν
 ἑλών. ἐνταῦθα Ἀναβδάτης ὁ φρούραρχος εἰς κρίσιν ἤγετο, παραγαγὼν μὲν
 ἐπὶ πολὺ τὸν Ῥωμαίων στρατὸν ὡς δὴ συντελέσων αὐτῷ πρὸς τὸν κατὰ
 Περσῶν πόλεμον, τότε δὲ ἐξελεγχθεὶς ὡς ἐλοιδορεῖτο παρὰ πλείστοις
 Ὁρμίσδην προδότην ἀποκαλῶν καὶ τῆς κατὰ Περσῶν αἴτιον ἐκστρατείας:
 καὶ ἐπὶ τούτοις ἁλοὺς ἀνῃρέθη.

Προϊόντος δὲ περαιτέρω τοῦ στρατοῦ, τὰ ἕλη διερευνώμενος Ἀρινθαῖος
 πολλούς τε ἐν τούτοις εὑρὼν αἰχμαλώτους ἀπήγαγεν. ἐνταῦθα πρῶτον οἱ
 Πέρσαι συστραφέντες ἐπῆλθον τοῖς τοῦ στρατοῦ προτρέχουσι
 κατασκόποις, ὀξέως δὲ τραπέντες εἰς τὴν πλησίον ἀγαπητῶς συνέφυγον
 πόλιν. κατὰ δὲ τὴν ἀντιπέρας ὄχθην τοῦ ποταμοῦ τοῖς ἐπιτεταγμένοις
 τὴν τῶν ὑποζυγίων φυλακὴν οἰκέταις, καὶ ὅσοι μετὰ
 τούτων ἦσαν, ἐπελθόντες οἱ Πέρσαι τοὺς μὲν ἀπέκτειναν τοὺς δὲ ζῶντας
 ἀπήγαγον, ὅπερ πρῶτον ἐλάττωμα Ῥωμαίοις συμβὰν ἀθυμίαν ἐνεποίησε τῷ
 στρατεύματι.

Ἐντεῦθεν ὁρμήσαντες ἦλθον εἴς τινα διώρυχα μεγίστην, ἣν ἔλεγον οἱ
 τῇδε παρὰ Τραϊανοῦ διωρύχθαι Πέρσαις ἐπιστρατεύσαντος: εἰς ἣν
 ἐμβαλὼν ὁ Ναρμαλάχης ποταμὸς εἰς τὸν Τίγριν ἐκδίδωσι. ταύτην ὁ
 βασιλεὺς καθῆραί τε ἅμα καὶ ἐρευνᾶν διενοήθη, πόρον τε τοῖς πλοίοις
 ἐπὶ τὸν Τίγρητα παρασκευάζων, καὶ εἴ πῃ παρείκοι, γεφύρας τῇ τοῦ
 πολλοῦ στρατοῦ διαβάσει.

τούτων δὲ ταύτῃ πραττομένων, ἐπὶ τῆς ἀντικρὺ ὄχθης πλῆθος Περσῶν
 συνδραμὸν ἱππέων τε καὶ πεζῶν, εἴ τις ἐπιχειρηθείη διάβασις,
 ἐπειρᾶτο κωλύειν. ταύτην ὁ βασιλεὺς τὴν παρασκευὴν τῶν πολεμίων
 βλέπων ἐπὶ τὸ διαπλέειν ἐπ̓ αὐτοὺς ἠρεθίζετο, καὶ σὺν ὀργῇ τοῖς
 στρατηγοῖς ἐνεκελεύετο τῶν πλοίων ἐπιβαίνειν.

ἐπεὶ δὲ τὴν ἀντιπέρας ὄχθην θεωροῦντες ὑψηλοτέραν καὶ ἅμα θριγκόν
 τινα συμπαρατεινόμενον, εἰς ἔρυμα μὲν παραδείσου βασιλικοῦ τὴν ἀρχὴν
 ᾠκοδομημένον, τότε δὲ καὶ τείχους πληροῦντα χρείαν, δεδιέναι τὰς ἐξ
 ὕψους τῶν βελῶν τε καὶ πυρσῶν βολὰς ἔλεγον. ἐγκειμένου δὲ τοῦ
 βασιλέως δύο νῆες ὁπλιτῶν πλήρεις ἐπεραιώθησαν, ἃς εὐθὺς οἱ Πέρσαι
 πυροφόρων βελῶν πλῆθος ἀφέντες κατέφλεξαν.

ἐκδειματωθέντος δὲ πλέο τοῦ στρατοῦ, τὴν συμβᾶσαν ὁ βασιλεὺς
 καταστρατηγήσας διαμαρτίαν ʽπεριγεγόνασιν̓ ἔφη τῆς διαβάσεως, καὶ
 κύριοι τῆς ὄχθης γεγόνασι: τοῦτο γὰρ δηλοῖ τὸ πῦρ τὸ ἀπὸ τῶν
 πλοίων ἐξαφθέν, ὅπερ αὐτὸς ἐπέσκηψα τοῖς ἐπὶ τῶν
 νεῶν στρατιώταις σύμβολον τῆς νίκης ποιήσασθαι. τότε τοίνυν
 ἅπαντες,

ὡς εἶχον, εἰς τὰ πλοῖα ἐμβάντες ἐπεραιώθησαν: καὶ ὅπῃ βάσιμον ἦν τὸ
 ὕδωρ ἐπιπηδήσαντες, εἴς τε τὸν ἐκ χειρὸς ἀγῶνα καταστάντες τοῖς
 Πέρσαις, οὐ μόνον ἐκράτησαν τῆς ὄχθης, ἀλλὰ καὶ τὰ πρότερον
 περαιωθέντα δύο πλοῖα καταλαβόντες ἡμίφλεκτα τοὺς περιλελειμμένους
 ἔτι τῶν ἐν αὐτοῖς ὁπλιτῶν περιέσωσαν.

ἐπιπεσόντων δὲ λοιπὸν τῶν στρατοπέδων ἀλλήλοις, ἐκ μέσης νυκτὸς
 διέμεινε μέχρι μέσης ἡμέρας ἡ μάχη. τέλος ἐνδόντες ἔφυγον
 προτροπάδην οἱ Πέρσαι, τῆς φυγῆς ἡγησαμένων τῶν στρατηγῶν: ἦσαν δὲ
 οὗτοι Πιγράξης τε, γένει καὶ ἀξιώσει προέχων ἁπάντων μετὰ τὸν σφῶν
 βασιλέα, καὶ Ἀνάρεος καὶ ὁ σουρήνας αὐτός.

φεύγουσι δὲ ἐπεκδραμόντες Ῥωμαῖοί τε καὶ σὺν τούτοις οἱ Γότθοι
 πολλοὺς μὲν ἀπώλεσαν, χρυσοῦ δὲ πολλοῦ καὶ ἀργύρου γεγόνασιν
 ἐγκρατεῖς, ἔτι δὲ κόσμου παντοίου τοῖς τε ἀνδράσι καὶ ἵπποις
 περικειμένου, καὶ κλινῶν ἀργυρῶν καὶ τραπεζῶν, ὅσαις ἐνέτυχον ὑπὸ
 τῶν στρατηγῶν ἐν τῷ χάρακι καταλελειμμέναις.

ἔπεσον δὲ καὶ ἐν τῇ μάχῃ Περσῶν μὲν πεντακόσιοι καὶ δισχίλιοι,
 Ῥωμαίων δὲ οὐ πλείους πέντε καὶ ἑβδομήκοντα. τὸν δὲ ἐπὶ τῇ νίκῃ τοῦ
 στρατοπέδου παιᾶνα Βίκτωρ ὁ στρατηγὸς ἔδοξέ πως ἐλαττοῦν καταπέλτῃ
 τρωθείς.

Τῇ δὲ ὑστεραίᾳ τὸν Τίγρητα ποταμὸν ὁ βασιλεὺς τὸ στράτευμα ἐπὶ
 πολλῆς ἀδείας διαβιβάσας, τρίτῃ μετὰ τὴν μάχην ἡμέρᾳ καὶ αὐτὸς μετὰ
 πάσης τῆς ἀμφ̓ αὐτὸν δορυφορίας ἐπεραιοῦτο, καὶ πρός τι χωρίον ἐλθὼν
 ʽἈβουζαθὰ τοῦτο Πέρσαι καλοῦσιν̓ ἡμέρας ἐν τούτῳ διέμεινε πέντε.

διασκοπῶν δὲ περὶ τῆς ἐπέκεινα πορείας ἄμεινον ἔχειν ᾠήθη μηκέτι συμπαραπέμπειν τῇ ὄχθῃ τοῦ ποταμοῦ τὸν στρατόν, ἀνιέναι δὲ
 ἐπὶ τὴν μεσόγειαν, ὡς οὐδενὸς ὑπολειπομένου πλοίων εἰς χρείαν αὐτοὺς
 καθιστάντος. ταῦτα δὴ λαβὼν κατὰ νοῦν εἰσηγεῖται βουλὴν τῷ στρατῷ,
 τὰ πλοῖα ἐμπρῆσαι κελεύων.

καὶ πάντα, πλὴν ὀκτωκαίδεκα Ῥωμαϊκῶν Περσικῶν δὲ τεσσάρων, ἐδαπανήθη
 πυρί: ταῦτα γὰρ ἁμάξαις φερόμενα ἠκολούθει, ταῖς ἀνακυπτούσαις ὡς
 εἰκὸς ὑπηρετησόμενα χρείαις. ὀλίγον δ̓ ἀνωτέρω τοῦ ποταμοῦ τὸ
 λειπόμενον ἔδει ποιήσασθαι τῆς ὁδοῦ. Νοορδᾷ δὲ τῷ τόπῳ προσσχόντες
 αὐτοῦ που κατέλυον: ἔνθα πολλοὶ πανταχόθεν ἡλίσκοντο Πέρσαι καὶ
 κατεσφάζοντο.

ἐλθόντες δὲ εἰς τὸν Δοῦρον ποταμὸν διέβησαν τοῦτον γέφυραν ζεύξαντες.
 ἐπεὶ δὲ τοὺς Πέρσας ἐθεάσαντο τὸν μὲν ἐν τῇ γῇ πάντα χιλὸν
 κατακαύσαντας, ὡς ἂν τὰ ὑποζύγια τῶν Ῥωμαίων τροφῆς ἀπορίᾳ πιέζοιτο,
 συστάντας δὲ αὐτοὺς κατὰ πολλοὺς λόχους ἐκδέχεσθαι τοὺς Ῥωμαίους ὡς
 δὴ μὴ σφόδρα πολλοὺς διανοουμένους, τότε δὴ συνειλεγμένους εἰς
 ταὐτὸν θεασάμενοι πρὸς τὴν ὄχθην ἀπεχώρησαν τοῦ ποταμοῦ.

τῶν δὲ ἡγουμένων τοῦ στρατοῦ κατασκόπων εἰς χεῖρας ἐλθόντων μοίρᾳ
 τινὶ Περσικῇ, Μακαμαῖός τις γυμνὸς ὑπὸ προθυμίας ἐπιπεσὼν τέσσαρας
 μὲν ἀναιρεῖ, συστραφέντων δ̓ ἅμα πολλῶν ἐπ̓ αὐτὸν κατασφάττεται.
 Μαῦρος δὲ ἀδελφὸς ὢν αὐτοῦ, τὸ σῶμα ἰδὼν ἐν μέσοις κείμενον Πέρσαις,
 ἁρπάζει τε αὐτὸ καὶ τὸν πρῶτον παίσαντα κτείνει. καὶ οὐκ ἀπεῖπε
 βαλλόμενος, ἄχρις ὅτε τὸν ἀδελφὸν ἔμπνουν ἔτι τῷ
 Ῥωμαίων στρατῷ παρέδωκεν.

Ἐλθόντες δὲ εἰς πόλιν Βαρσαφθὰς τὸν χιλὸν εὗρον ὑπὸ τῶν βαρβάρων
 καταπρησθέντα. μοίρας δέ τινος Περσῶν ἅμα Σαρακηνοῖς ἐπιφανείσης,
 καὶ οὐδὲ ἄχρι θέας τὸν Ῥωμαϊκὸν στρατὸν ὑποστάσης ἀλλ̓ αὐτόθεν
 ἀφανοῦς γενομένης, κατ̓ ὀλίγους εἰς ταὐτὸ συνιόντες οἱ Πέρσαι
 συνειλεγμένοι τε εἰς πλῆθος ἤδη παρεῖχον ὑπόνοιαν ὡς ἐπελευσόμενοι
 τοῖς ὑποζυγίοις.

τότε δὴ πρῶτος ἐνδὺς τὸν θώρακα ὁ βασιλεὺς παντὸς μὲν αὐτὸς προέδραμε
 τοῦ στρατεύματος, οἱ Πέρσαι δὲ οὐχ ὑπέμειναν, ἀλλ̓ εἰς τοὺς αὐτοῖς
 ἐγνωσμένους ἀποδρᾶναι διέγνωσαν τόπους. προϊὼν δὲ εἰς κώμην ἐλήλυθε
 Σύμβραν, ἥτις ἐν μέσῳ δυοῖν κεῖται πόλεων, αἷς ὀνόματα Νίσβαρα καὶ
 Νισχαναδάλβη.

διαιρεῖ δὲ ταύτας ὁ Τίγρις, καὶ γέφυρα ἦν, ἣ τὰς ἐπιμιξίας τοῖς
 ἀμφοτέρων οἰκήτορσιν ἐδίδου ῥᾳδίας καὶ συνεχεῖς, ἣν οἱ Πέρσαι
 κατέφλεξαν, ὡς ἂν μὴ διὰ ταύτης οἱ Ῥωμαῖοι κατ̓ ἐξουσίαν ἑκατέροις
 παρενοχλοῖεν. ἔνθα που λόχοι Περσῶν ἀναφανέντες ὑπὸ τῶν
 προνομευόντων κατασκόπων ἐτράπησαν. καὶ ἅμα τροφὴν ἄφθονον ὁ στρατὸς
 εὑρὼν ἐν ταύτῃ τῇ κώμῃ, καὶ ὅσα πρὸς τὴν χρείαν ἤρκει λαβών, τὸ
 περιττὸν ὅσον ἦν ἅπαν διέφθειρεν.

ἐπεὶ δὲ μεταξὺ Δανάβης πόλεως καὶ Σύγκης ἐγένοντο, τοῖς φύλαξι τῆς
 οὐραγίας τοῦ στρατοπέδου συμπεσόντες οἱ Πέρσαι πολλοὺς ἀπέκτειναν,
 πλείους δὲ ἀποβαλόντες ἐτράπησαν, καὶ ἄλλως ἐλαττωθέντες: ἀνῃρέθη
 γὰρ ἐν ταύτῃ τῇ μάχῃ σατράπης τις τῶν ἐπιφανῶν ὄνομα Δάκης, ὃς ἔτυχε
 πρότερον ἐπὶ πρεσβείαν πρὸς τὸν βασιλέα Κωνστάντιον ἀπεσταλμένος,
 εἰρήνης πέρι καὶ καταλύσεως τοῦ πολέμου διαλεξόμενος.

Ἰδόντες δὲ αὐτοὺς οἱ πολέμιοι πλησιάζοντας Ἀκκήτῃ πόλει τοὺς ἐν τῇ
 γῇ καρποὺς ἐπυρπόλουν: οἷς ἐπιδραμόντες οἱ Ῥωμαῖοι τὸ
 πῦρ κατέσβεσαν καὶ τῶν καρπῶν τοῖς λειπομένοις ἐχρήσαντο.

περαιτέρω δὲ προελθόντες εἰς Μάρωνσα παρεγένοντο κώμην, ᾗ τοῖς τὴν
 οὐραγίαν τοῦ στρατοῦ φυλάττουσιν ἐπιθέμενοι Περσῶν λόχοι συνέπεσον,
 καὶ ἀπώλεσαν ἄλλους τε στρατιώτας καὶ Βετρανίωνα τὸν ἡγεμονίαν
 ἔχοντα τοῦ λόχου καὶ ἀνδρείως ἀγωνισάμενον.
 καὶ πλοῖα δὲ. ἥλω κατόπιν πολὺ τοῦ στρατοπέδου τοῖς πολεμίοις
 περιπεσόντα.

παραδραμόντες δὲ κώμας τινὰς εἰς Τούμμαραν ἦλθον, ἔνθα μεταμέλεια
 πάντας εἰσῆλθε τῆς τῶν πλοίων ἐμπρήσεως: τά τε γὰρ ὑποζύγια πρὸς τὴν
 τῶν ἐπιτηδείων κομιδὴν οὐκ ἐπήρκει, τοσαύτην ὁδὸν καὶ πᾶσαν διὰ
 πολεμίας ταλαιπωρούμενα, καὶ οἱ Πέρσαι τὰ γεννήματα συλλέγοντες ὅσα
 οἷοί τε ἦσαν, καὶ τοῖς ὀχυρωτάτοις ἐναποκλείσαντες τόποις, τῆς ἀπὸ
 τούτων χρείας τὸ Ῥωμαϊκὸν ἀφῃροῦντο στρατόπεδον. ἐν τούτοις δὲ ὅμως
 οὖσιν αὐτοῖς ἐπεφάνη Περσικὰ τάγματα, καὶ μάχης γενομένης ἐκράτουν
 τῷ πλείονι Ῥωμαῖοι, πολλοὺς ἅμα τῶν Περσῶν ἀνελόντες.

Τῇ δὲ μετὰ ταῦτα ἡμέρᾳ περὶ πλήθουσαν ἀγορὰν οἱ Πέρσαι συνταχθέντες
 εἰς πλῆθος τοῖς οὐραγοῖς τοῦ Ῥωμαίων στρατεύματος ἀδοκήτοις
 ἐπέπεσον. οἳ δὲ ἀσύντακτοι τέως ὄντες καὶ τῷ αἰφνιδίῳ τῆς ἐφόδου
 συνταραχθέντες ὅμως ἀντεπιέναι προεθυμοῦντο, τοῦ βασιλέως ᾗπερ
 εἰώθει περιιόντος καὶ εἰς θάρσος τὰς τάξεις ἐγείροντος.

ἐπεὶ δὲ εἰς χεῖρας ἅπαντες ἦλθον ἀλλήλοις, ἐπιὼν τοὺς ταξιάρχους καὶ
 λοχαγούς, ἀναμεμιγμένος δὲ τῷ πλήθει, πλήττεται ξίφει παῤ αὐτὴν τῆς
 μάχης τὴν ἀκμήν, καὶ ἐπιτεθεὶς ἀσπίδι φοράδην ἐπὶ τὴν σκηνὴν ἄγεται,
 μέχρι τε νυκτὸς μέσης ἀρκέσας ἀπέθανεν, οὐ πόρρω τὴν Περσῶν
 ἡγεμονίαν ἀπωλείας καταστήσας ἐσχάτης.

ἔτι δὲ τῆς τελευτῆς τοῦ βασιλέως οὔσης ἀδήλου, τῶν
 Ῥωμαίων ὁ στρατὸς ἐπὶ τοσοῦτον ἐκράτησεν ὥστε πεντήκοντα μὲν τῶν ἐν
 μεγίστῃ δυνάμει σατράπας πεσεῖν, καὶ ἐπὶ τούτοις Περσῶν ἄπειρον
 πλῆθος. ἐπεὶ δὲ ἡ τοῦ βασιλέως καταφανὴς ἐγένετο τελευτὴ καὶ
 ἀνέστρεψαν οἱ πολλοὶ ἐπὶ τὴν σκηνὴν ἔνθα νεκρὸς ἔκειτο, ἔτι μὲν
 ἔνιοι Ῥωμαίων ἐμάχοντο καὶ τῶν πολεμίων ἐκράτουν, λόχοι δέ τινες ἀπὸ
 φρουρίου Περσικοῦ τοῖς. ὑπὸ Ὁρμίσδην τεταγμένοις ἐπιθέμενοι
 κατέστησαν εἰς χεῖρας.

μάχης δὲ καρτερᾶς γενομένης ἔπεσεν Ἀνατόλιος ὁ τῶν περὶ τὴν αὐλὴν
 ἡγούμενος τάξεων, ὃν καλοῦσι Ῥωμαῖοι μάγιστρον: καὶ Σαλούστιος ὁ τῆς
 αὐλῆς ὕπαρχος, ἐκπεσὼν τοῦ ἵππου, μικροῦ κατεσφάγη τῶν πολεμίων
 ἐπικειμένων, εἰ μὴ τῶν ὑπηρετῶν τις ἀποβὰς τοῦ ἵππου δέδωκεν αὐτῷ
 ῥᾳστώνην φυγῆς, συναποκλινάντων αὐτῷ καὶ τῶν ἀμφὶ τὸν βασιλέα δύο
 ταγμάτων, οὓς σκουταρίους προσαγορεύουσιν.

ἐκ δὲ τῶν εἰς φυγὴν τετραμμένων ἄνδρες ἑξήκοντα μόνοι, σφῶν καὶ τοῦ
 Ῥωμαίων ἀξιώματος μεμνημένοι παραβαλλόμενοί τε ἄχρι θανάτου, τοῦ
 φρουρίου γεγόνασιν ἐγκρατεῖς ἀφ̓ οὗ τοῖς Ῥωμαίοις ἐπεξελθόντες οἱ
 Πέρσαι πλεονεκτεῖν ἔδοξαν: καὶ τρεῖς ἑξῆς ἡμέρας τῶν πολεμίων
 ἐφεδρευόντων, οὐκ ὀλίγου μέρους τοῖς πολιορκοῦσιν ἐπιθεμένου,
 περιεσώθησαν.

Τότε τοίνυν τῶν ἐν τέλει πάντων ἅμα τῷ στρατοπέδῳ συνειλεγμένων
 βουλὴ προετίθετο τίνι δέοι παραδοθῆναι τὴν τῶν ὅλων ἡγεμονίαν, ὡς
 οὐχ οἵου τε ὄντος δίχα τοῦ πάντων ἡγησομένου τοὺς ἐπικειμένους ἐν
 μέσῃ τῇ πολεμίᾳ κινδύνους διαφυγεῖν. καὶ ψήφῳ κοινῇ βασιλεὺς
 Ἰοβιανὸς ἀναδείκνυται, Βαρρωνιανοῦ τοῦ τῶν δομεστίκων
 ἡγουμένου τάγματος παῖς.

Τὰ μὲν οὖν ἄχρι τῆς Ἰουλιανοῦ τελευτῆς τόνδε πέπρακται τὸν τρόπον,
 Ἰοβιανὸς δὲ τὴν ἁλουργίδα ἐνδὺς καὶ τὸ διάδημα περιθέμενος εἴχετο
 τῆς ἐπὶ τάδε πορείας. ἐπεὶ δὲ εἰς Σοῦμα τὸ φρούριον ἦλθεν,
 ἐπιπεσοῦσα ἡ Περσῶν ἵππος τοῖς ἀμφ̓ αὐτόν, ἐλέφαντάς τε οὐκ ὀλίγους
 ἐπαγαγοῦσα, τοὺς κατὰ τὸ δεξιὸν κέρας ἐκάκουν. ἐτετάχατο δὲ ἐν τούτῳ
 Ἰοβιανοὶ καὶ Ἑρκουλιανοί. ταγμάτων δὲ ταῦτα ὀνόματα, παρὰ
 Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καταστάντα, φερόντων τὰς τούτων
 ἐπωνυμίας: ὃ μὲν γὰρ Διὸς ὃ δὲ Ἡρακλέους ἐπώνυμον εἶχε.

τὸ μὲν οὖν πρῶτον ὑπὸ τῆς τῶν ἐλεφάντων ἀλκῆς ἐβιάζοντο, καὶ πολλοὶ
 φεύγοντες ἔπεσον. ἐπελαυνόντων δὲ αὐτοῖς τῶν Περσῶν πρὸς τῇ ἵππῳ καὶ
 τοὺς ἐλέφαντας, ἦλθον εἴς τι χωρίον ἄναντες, ἐν ᾧ τοὺς τῶν Ῥωμαίων
 σκευοφόρους ἔτυχεν εἶναι. τούτων δὲ συνεπιλαβόντων αὐτοῖς τοῦ
 κινδύνου καὶ ἐξ ὑπερδεξίου τοὺς Πέρσας ἀκοντιζόντων, ἐτρώθησάν τινες
 τῶν ἐλεφάντων, καὶ ᾗπερ ἦν ἔθος αὐτοῖς, ἔφυγον ὀδυνώμενοι μετὰ
 βρυχηθμοῦ καὶ τὴν ἵππον ἅπασαν συνετάραξαν, ὥστε τῇ φυγῇ καὶ
 ἐλέφαντας ὑπὸ τῶν στρατιωτῶν κατασφαγῆναι καὶ πολλοὺς ἐν αὐτῇ τῇ
 μάχῃ πεσεῖν.

ἀπέθανον δὲ καὶ Ῥωμαίων τρεῖς λοχαγοὶ γενναίως ἀγωνισάμενοι,
 Ἰουλιανὸς καὶ Μαξιμιανὸς καὶ Μακρόβιος. διερευνώμενοι δὲ τοὺς
 κειμένους, καὶ ἐν τούτοις εὑρόντες τὸ Ἀνατολίου σῶμα, ταφῆς ἠξίωσαν
 ἧς ὁ καιρὸς ἐδίδου, πολεμίων πανταχόθεν ἐπικειμένων. ἡμέρας δὲ
 τέσσαρας προελθόντες καὶ πανταχόθεν ὑπὸ τῶν πολεμίων
 ἐνοχλούμενοι, διωκόντων μὲν ἐπὰν ὁδεύοντας ἴδοιεν, φευγόντων δὲ
 ὁπότε αὐτοῖς ἀντεπίοιεν Ῥωμαῖοι, γενομένης τινὸς εὐρυχωρίας αὐτοῖς
 τὸν Τίγριν περαιωθῆναι διέγνωσαν.

ἀσκοὺς τοίνυν ἀλλήλοις συνδήσαντες καὶ ζεύγματα τρόπον τινὰ διὰ
 τούτων κατασκευάσαντες ἐποχούμενοί τε τούτοις διέβησαν. ὡς δὲ τῆς
 ἀντιπέρας ἐκράτησαν ὄχθης, τότε δὴ καὶ οἱ στρατηγοὶ σὺν τοῖς
 λειπομένοις ἐπ̓ ἀδείας ἐπεραιώθησαν. οὐδὲ οὕτως δὲ τῶν Περσῶν
 ἀποστάντων ἀλλὰ σὺν πολλῷ πλήθει κατὰ πᾶν τῆς ὁδοῦ μέρος
 ἐπικειμένων, ἐν πᾶσιν ἦσαν οἱ Ῥωμαῖοι κινδύνοις, ὑπό τε τῶν
 περιεστώτων κακῶν καὶ προσέτι ἐνδείᾳ τροφῆς πιεζόμενοι.

Καίπερ οὖν ἐν τούτοις ὄντι τῷ στρατοπέδῳ περὶ φιλίας ὅμως ἐποιοῦντο
 λόγους οἱ Πέρσαι, σουρήναν τε καὶ ἄλλους τῶν ἐν δυνάμει παῤ αὐτοῖς
 ὄντων ἐκπέμψαντες. Ἰοβιανοῦ δὲ τοὺς περὶ τῆς εἰρήνης προσδεξαμένου
 λόγους, στείλαντός τε Σαλούστιον τὸν τῆς αὐλῆς ὕπαρχον καὶ Ἀρινθαῖον
 σὺν τούτῳ, λόγων περὶ τούτου γενομένων αὐτοῖς πρὸς ἀλλήλους ἐγίνοντο
 μὲν τριακοντούτεις σπονδαί, συνεδόκει δὲ Ῥωμαίους τοῦ τε Ζαβδικηνῶν
 ἔθνους ἐκστῆναι τοῖς Πέρσαις, ἔτι δὲ Καρδουηνῶν καὶ Ῥημηνῶν καὶ
 Ζαληνῶν τε πρὸς τούτοις καὶ ἐπὶ πᾶσιν τῶν περὶ αὐτὰ φρουρίων, ὄντων
 τὸν ἀριθμὸν πεντεκαίδεκα, μετὰ τῶν οἰκητόρων καὶ κτημάτων καὶ ζῴων καὶ πάσης ἀποσκευῆς, Νίσιβιν δὲ παραδοῦναι
 δίχα τῶν ἐνοικούντων: ἐδόκει γὰρ τούτους, ἔνθα ἂν δόξειε
 Ῥωμαίοις,

μετοικισθῆναι. προσαφείλοντο δὲ καὶ Ἀρμενίας τὸ πολὺ μέρος οἱ Πέρσαι,
 βραχύ τι ταύτης Ῥωμαίοις ἔχειν ἐνδόντες. ἐπὶ τούτοις αἱ σπονδαὶ
 γεγονυῖαι καὶ γραμματίοις ἑκατέρωθεν ἐπισφραγισθεῖσαι δεδώκασι
 Ῥωμαίοις εὐρυχωρίαν τῆς οἴκαδε ἐπανόδου, κατὰ μηδὲν τὰ Περσῶν
 διαφθείρουσιν ὅρια, μήτε αὐτοῖς ὑπὸ Περσικῆς ἐπιβουλευομένοις
 ἐνέδρας.

Εἰς τοῦτο τῆς ἱστορίας ἀφιγμένῳ τὸ μέρος ἐπὶ τοὺς ἀνωτάτω μοι
 χρόνους ἐπῆλθεν ἀναδραμεῖν, καὶ ζητῆσαι, εἴ ποτε Ῥωμαῖοι τῶν αὐτοῖς
 τι κτηθέντων ἑτέροις ὑπέστησαν παραδοῦναι, ἢ ὅλως ἕτερον ἔχειν τι
 τῶν ὑπὸ τὴν ἐπικράτειαν αὐτῶν ἅπαξ γενομένων ἠνέσχοντο.

Λευκίου γὰρ Λουκούλλου Τιγράνην καθελόντος καὶ Μιθριδάτην,
 περιποιήσαντός τε πρώτου τῇ Ῥωμαίων ἀρχῇ τὰ μέχρις Ἀρμενίας τῆς
 ἐνδοτάτω καὶ Νίσιβιν ἐπὶ τούτοις καὶ τὰ πρόσοικα φρούρια ταύτῃ,
 Πομπήιος Μάγνος τοῖς τούτου κατορθώμασι τέλος ἐπιτιθεὶς διὰ τῆς ὑπ̓
 αὐτοῦ γενομένης εἰρήνης τὴν τούτων Ῥωμαίοις ἐβεβαίωσε κτῆσιν.

ἐπεὶ δὲ Περσῶν αὖθις κινηθέντων ἐχειροτόνησεν ἡ γερουσία Κράσσον
 αὐτοκράτορα στρατηγόν, ὃ δὲ εἰς χεῖρας ἐλθὼν αἰσχρὰν ἄχρι τοῦδε
 Ῥωμαίοις κατέλιπε δόξαν, ἁλούς τε ἐν τῇ μάχῃ καὶ παρὰ Πέρσαις
 ἀποθανών, τότε παραλαβὼν τὴν στρατηγίαν Ἀντώνιος, καὶ τῷ Κλεοπάτρας
 ἐχόμενος ἔρωτι, τοῖς περὶ τὸν πόλεμον ἐκμελῶς καὶ ὀλιγώρως προσέσχε: καὶ ἀπήλλαξε μὲν κἀκεῖνος ἀνάξια πεπραχὼς
 τοῦ Ῥωμαίων ὀνόματος, Ῥωμαῖοι δὲ οὐδὲ τούτων αὐτοῖς τῶν ἐλαττωμάτων
 συμβάντων ἐκπεπτώκασι τούτων τῶν τόπων τινός.

μεταστάντος δὲ αὐτοῖς εἰς μοναρχίαν τοῦ πολιτεύματος, καὶ τοῦ
 Σεβαστοῦ στήσαντος ὅρια τῇ Ῥωμαίων ἀρχῇ Τίγριν τε καὶ Εὐφράτην, οὐδὲ
 οὕτω τῆς χώρας ταύτης ἀπέστησαν. χρόνοις δὲ πολλοῖς ὕστερον
 Γορδιανοῦ τοῦ βασιλέως Πέρσαις ἐπιστρατεύσαντος καὶ ἐν μέσῃ τῇ
 πολεμίᾳ πεσόντος, οὐδὲ μετὰ ταύτην τὴν νίκην οἱ Πέρσαι παρεσπάσαντό
 τι τῶν ἤδη Ῥωμαίοις ὑπηκόων γεγενημένων, καὶ ταῦτα Φιλίππου
 διαδεξαμένου τὴν ἀρχὴν καὶ εἰρήνην αἰσχίστην πρὸς Πέρσας
 θεμένου.

μετ̓ οὐ πολὺ δὲ τῇ ἑῴᾳ τοῦ Περσικοῦ πυρὸς ἐπιβρίσαντος, ἁλούσης δὲ
 κατὰ κράτος τῆς μεγάλης Ἀντιοχείας καὶ μέχρι τῶν Κιλικείων πυλῶν τοῦ
 Περσικοῦ στρατεύματος διαβάντος, Οὐαλεριανὸς αὐτοῖς ἐπιστρατεύσας ὁ
 βασιλεύς, καὶ ὑπὸ τὰς Περσῶν γενόμενος χεῖρας, οὐδὲ οὕτω Πέρσαις
 ἄδειαν δέδωκεν ὑφ̓ ἑαυτοῖς τὰ χωρία ταῦτα ποιήσασθαι.

μόνη δὲ ἡ Ἰουλιανοῦ τοῦ αὐτοκράτορος τελευτὴ πρὸς τὴν τούτων ἀπώλειαν
 ἤρκεσεν, ὥστε ἄχρι τοῦδε μηδὲν δυνηθῆναι τούτων τοὺς Ῥωμαίων
 βασιλέας ἀναλαβεῖν, ἀλλὰ καὶ προσαπολέσαι κατὰ βραχὺ τὰ πλείονα τῶν
 ἐθνῶν, τὰ μὲν αὐτόνομα γεγονότα, τὰ δὲ βαρβάροις ἐκδεδομένα, τὰ δὲ
 καὶ εἰς ἐρημίαν πολλὴν περιστάντα. ταῦτα μὲν οὖν τῆς συγγραφῆς
 προϊούσης ἐπὶ τῶν πραγμάτων δειχθήσεται.

Τῆς δὲ πρὸς Πέρσας γενομένης εἰρήνης ὃν διεξήλθομεν τρόπον, Ἰοβιανὸς
 ὁ βασιλεὺς μετὰ ἀδείας ἐπανιὼν ἅμα τῷ στρατοπέδῳ καὶ πολλαῖς
 περιπεσὼν δυσχωρίαις καὶ τόποις ἀνύδροις, πολλούς τε τῆς στρατιᾶς
 ἀποβαλὼν ἐν τῇ διὰ τῆς πολεμίας παρόδῳ, Μαυρίκιον μὲν
 τῶν λοχαγῶν ἕνα τροφὴν ἐκ Νισίβιος ἀγαγεῖν ἐκέλευε τῷ στρατοπέδῳ,
 ἀπαντῆσαί τε μετὰ ταύτης ὡς ἂν οἷός τε ᾖ πορρωτάτω, κατὰ
 δὲ τὴν Ἰταλίαν ἄλλους ἐξέπεμπε, τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὴν
 ἀνάρρησιν τὴν οἰκείαν ἀπαγγελοῦντας.

μόλις δὲ σὺν πολλῇ κακοπαθείᾳ τῇ Νισίβει πλησιάσας ἐπιστῆναι μὲν οὐκ
 ἤθελε τῇ πόλει τοῖς πολεμίοις ἐκδεδομένῃ, καταλύσας δὲ ἔν τινι πρὸ
 τῆς πύλης ὑπαίθρῳ τῇ ὑστεραίᾳ στεφάνους ἅμα καὶ ἱκεσίας ἐδέχετο,
 πάντων ὅσοι κατὰ τὴν πόλιν ἦσαν ἐκλιπαρούντων μὴ προέσθαι σφᾶς μηδὲ
 εἰς πεῖραν καταστῆσαι βαρβάρων ἠθῶν, τοσαύτη ἐτῶν ἑκατοντάς τοῖς
 Ῥωμαίων νόμοις ἐντεθραμμένους.

αἰσχρὸν δὲ καὶ ἄλλως εἶναι Κωνστάντιον μὲν τρεῖς. Περσικοὺς πολέμους
 ἀναδεξάμενον καὶ ἐν πᾶσιν ἐλαττωθέντα Νισίβιος ἀντιλαβέσθαι, καὶ
 πολιορκουμένην αὐτὴν καὶ εἰς ἔσχατον ἐλθοῦσαν κινδύνου διὰ πάσης
 περισῶσαι σπουδῆς, αὐτὸν δὲ μηδεμιᾶς τοιαύτης ἐπικειμένης ἀνάγκης
 τοῖς πολεμίοις τὴν πόλιν ἐκδοῦναι καὶ δεῖξαι Ῥωμαίοις ἡμέραν ἣν οὔπω
 τεθέανται, περιιδεῖν ἀναγκαζομένοις πόλιν τοσαύτην καὶ χώραν
 πολεμίοις ἐκδιδομένην.

ἐπεὶ δὲ τούτων ὁ βασιλεὺς ἀκούων τὰ συντεθειμένα προΐσχετο, Σαβῖνος
 τοῦ βουλευτικοῦ προεστὼς καταλόγου προσετίθει τοῖς παρὰ τοῦ πλήθους
 εἰς ἱκεσίαν προσενεχθεῖσιν ὡς οὔτε δαπάνης εἰς τὴν πρὸς Πέρσας
 δεήσονται μάχην οὔτε ἐπικουρίας ἐπεισάκτου, δυνήσονται δὲ αὐτοὶ
 σώμασιν οἰκείοις καὶ δαπανήμασι τὸν ἐπαχθησόμενον αὐτοῖς
 ἀποκρούσασθαι πόλεμον, κρατήσαντές τε ἔσονται πάλιν ὑπήκοοι
 Ῥωμαίοις, τὰ προσταττόμενα πληροῦντες ὃν

τρόπον καὶ πρότερον. τοῦ δὲ εἰπόντος οὐδὲν οἷόν τε τῶν συντεθειμένων
 παραβαθῆναι, πολλάκις οἱ ἀπὸ τῆς πόλεως ἐδεήθησαν ἱκετεύοντες μὴ
 στερηθῆναι τὴν Ῥωμαίων ἀρχὴν τοῦ προτειχίσματος.

ἐπεὶ δ̓ ἤνυον πλέον οὐδέν, ἀναχωρήσαντος σὺν ὀργῇ τοῦ βασιλέως καὶ
 Περσῶν παραλαβεῖν κατὰ τὰς σπονδὰς ἐθελόντων τά τε ἔθνη καὶ τὰ
 φρούρια καὶ τὴν πόλιν, οἱ μὲν τῶν ἐθνῶν καὶ τῶν φρουρίων οἰκήτορες,
 εἰ μὴ λάθρᾳ φυγεῖν ἠδυνήθησαν, ἐνέδοσαν τοῖς Πέρσαις πράττειν εἰς
 αὐτοὺς ὅ τι βούλοιντο, Νισιβηνοὶ δὲ ἀνακωχῆς εἰς τὸ μεταστῆναι
 τυχόντες, οἱ μὲν πολλοὶ καὶ σχεδὸν ἅπαντες εἰς τὴν Ἀμίδαν
 ἀπανέστησαν, ὀλίγοι δὲ ἑτέρας κατῴκησαν πόλεις.

πάντα δὲ ἦν οἰμωγῆς καὶ θρήνων μεστά, πόλεως ἑκάστης ἐκκεῖσθαι ταῖς
 Περσῶν ἐφόδοις, Νισίβιος δοθείσης αὐτοῖς, οἰομένων. Καρρηνοῖς δὲ
 τοσοῦτον ἐγένετο πένθος τῆς Ἰουλιανοῦ τελευτῆς μηνυθείσης ὥστε τὸν
 ἀπαγγείλαντα καταλεῦσαι σωρόν τε λίθων μέγιστον ἐπ̓ αὐτὸν ἀνεγεῖραι.
 τοσαύτην ἴσχυσεν ἀνδρὸς ἑνὸς τελευτὴ τοῖς κοινοῖς πράγμασιν
 ἐμποιῆσαι μεταβολήν.

Ἰοβιανοῦ δὲ σπουδῇ τὰς πόλεις διαδραμόντος, οἷα δὴ πένθει καὶ
 στυγνότητι τῶν πόλεων ἐχομένων καὶ ἱλαρὸν οὐδὲν ἢ χάριεν
 ἐνδείξασθαι, καθάπερ ἦν ἔθος τοῖς αὐτόθι δήμοις, ὑφισταμένων,
 παρεγένοντο μὲν τῶν στρατιωτῶν ὅσοι τὴν δορυφορίαν εἶχον εἰς τὴν
 Ἀντιόχειαν ἅμα τῷ βασιλεῖ,

εἵπετο δὲ καὶ ὁ στρατὸς ἅπας τῷ Ἰουλιανοῦ σώματι. καὶ τοῦτο μὲν εἰς
 Κιλικίαν ἀπενεχθὲν ἔν τινι Ταρσοῦ προαστείῳ βασιλικῇ
 ταφῇ παρεδίδοτο, καὶ ἐπίγραμμα προσεγράφετο τῷ τάφῳ τοιόνδε
 Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται, ἀμφότερον βασιλεύς τ̓
 ἀγαθὸς κρατερός τ̓ αἰχμητής.

ἐχόμενος δὲ τῆς τῶν ὅλων ἀρχῆς Ἰοβιανὸς ἄλλα τε διετίθει, καὶ τοῖς
 ἐν Παιονίᾳ στρατοπέδοις Λουκιλλιανόν, ὄντα κηδεστὴν αὐτῷ, καὶ
 Προκόπιον καὶ Οὐαλεντινιανόν, ὃς μετὰ ταῦτα γέγονε βασιλεύς,
 ἐξαπέστειλε, τήν τε Ἰουλιανοῦ τελευτὴν ἀπαγγελοῦντας, καὶ ὅτι περ
 εἴη μετ̓ αὐτὸν αὐτοκράτωρ προβεβλημένος.

ἀλλ̓ οἱ ἐν τῷ Σιρμίῳ Βατάβοι, πρὸς φυλακὴν ἀπολελειμμένοι τῆς πόλεως,
 ἅμα τῇ ἀκοῇ τὸν μὲν Λουκιλλιανὸν ὡς τηλικούτων κακῶν ἄγγελον
 διεχρήσαντο, ἐν οὐδενὶ τὸ πρὸς τὸν βασιλέα θέμενοι κῆδος, Προκόπιον
 δὲ τῆς πρὸς Ἰουλιανὸν συγγενείας αἰδοῖ διαφῆκαν ἀθῷον:
 Οὐαλεντινιανὸς δὲ διαδρὰς τὸν ἐξ ἐκείνων διέφυγε θάνατον.

ἐξορμήσαντι δὲ τῆς Ἀντιοχείας Ἰοβιανῷ καὶ ἐχομένῳ τῆς ἐπὶ
 Κωνσταντινούπολιν ὁδοῦ νόσος αἰφνιδίως ἐνσκήψασα τῆς Βιθυνίας ἐν
 Δαδαστάνοις ἐπήγειρε τοῦ βίου τὸ τέλος αὐτῷ, μῆνας μὲν ὀκτὼ
 βασιλεύσαντι, διαθεῖναι δέ τι τῶν κοινῶν πραγμάτων ἐς δέον οὐ
 δυνηθέντι.

Βουλῆς δὲ ὑπὲρ τοῦ τίνα δέοι προστῆναι τοῦ πολιτεύματος προτεθείσης,
 πολλοὶ μὲν καὶ περὶ πολλῶν ἐγίνοντο λόγοι τῷ στρατοπέδῳ καὶ τοῖς τὰς
 ἡγεμονίας ἔχουσι, πάντων δὲ ἡ ψῆφος εἰς ἕνα συνῄει Σαλούστιον τῆς
 αὐλῆς ὕπαρχον. τοῦ δὲ τὸ γῆρας προϊσχομένου καὶ διὰ τοῦτο φήσαντος
 οὐχ οἷός τε ἔσεσθαι πεπονηκόσιν ἀρκέσειν τοῖς πράγμασι, τὸν παῖδα
 γοῦν ᾔτησαν εἰς τὴν τῶν ὅλων ἀρχὴν ἐλθεῖν.

τοῦ δὲ καὶ νέον εἶναι καὶ οὐδὲ ἄλλως ἐπιτήδειον πρὸς
 τοσαύτης ἀρχῆς ὄγκον εἰπόντος, τῆς τοῦ πάντων ἀμείνονος τῶν καθ̓
 ἑαυτὸν ἀνδρὸς αἱρέσεως τότε διήμαρτον, ἤνεγκαν δὲ τὴν ψῆφον ἐπὶ
 Βαλεντινιανόν, ὃς ἐκ μὲν Κιβάλεως ὥρμητο ʽπόλις δὲ αὕτη Παιονικἤ,
 πολέμων δὲ μετασχὼν οὐκ ὀλίγων παιδεύσεως οὐδεμιᾶς μετεσχήκει.

μετεπέμποντο δὲ αὐτὸν ὅμως οὐ παρόντα, καὶ ἡμερῶν οὐ πολλῶν ἐτρίβετο
 χρόνος ἐν ἀναρχίᾳ τοῦ πολιτεύματος ὄντος. ἐπεὶ δὲ κατέλαβε τὸ
 στρατόπεδον ἐν Νικαίᾳ πόλει τῆς Βιθυνίας, ἐκεῖσε παραλαβὼν τὴν
 βασιλείαν εἴχετο τῆς ἐπὶ τὸ πρόσω πορείας.

Τὰ μὲν οὖν ἄχρι τῆς Ἰοβιανοῦ τελευτῆς, μεθ̓ ὃν Οὐαλεντινιανὸς ᾑρέθη
 τῶν Ῥωμαϊκῶν προεστάναι πραγμάτων, ἐν τῇ πρὸ ταύτης ἀνείληπται
 βίβλῳ. νόσου δὲ κατὰ τὴν ὁδὸν ἐνσκηψάσης αὐτῷ καὶ τὸ φύσει πρὸς
 ὀργὴν τοῦ ἀνδρὸς ἕτοιμον εἰς ὠμότητα μείζονα καὶ παραφορὰν ἄκραν
 ἀναστησάσης, ὑποψία μὲν αὐτὸν εἰσῄει ψευδὴς ὡς ἔκ τινος γοητείας ὑπὸ
 τῶν Ἰουλιανοῦ φίλων αὐτῷ σκευωρηθείσης νοσοίη, κατηγορίαι δὲ κατά
 τινων ἦσαν ἐπιφανῶν, ἃς ἀγχινοίᾳ τε καὶ φρονήσει διέλυεν ὁ τῆς αὐλῆς
 ὕπαρχος: ἦν δὲ ἔτι Σαλούστιος.

ἐνδούσης δὲ αὐτῷ τῆς νόσου, τῆς Νικαίας ἀπαναστὰς εἰς τὴν
 Κωνσταντινούπολιν παρεγένετο. τοῦ δὲ στρατοπέδου καὶ τῶν ἄλλως πρὸς
 αὐτὸν ἐπιτηδείως ἐχόντων ἑλέσθαι κοινωνὸν τῆς βασιλείας
 παρακαλούντων, ὅπως εἴ τις τοῖς πράγμασι συμβαίη περίστασις, ἔχοιεν
 τὸν ἀντιληψόμενον καὶ μὴ ταὐτὰ πάθοιεν οἷς ἐπὶ τῆς Ἰουλιανοῦ
 πεπόνθασι τελευτῆς, πείθεται τῇ παραινέσει, καὶ στρέψας ἐν αὑτῷ
 γνώμην ἐκ πάντων ὧν ἔλαβε κατὰ νοῦν Οὐάλεντα τὸν
 ἀδελφὸν αἱρεῖται, πιστότατον αὑτῷ πάντων ἡγησάμενος ἔσεσθαι. τοῦτον
 γοῦν ἀναδείκνυσι κοινωνὸν τῆς ἀρχῆς.

Ἀμφοτέρων δὲ κατὰ τὴν Κωνσταντινούπολιν ὄντων, οἱ τοῖς Ἰουλιανῷ
 γνωρίμοις ἐπιβουλεύοντες οὐ διέλειπον πρό τε τῶν βασιλείων
 κατασπείροντες λόγους ὡς ἐπιβουλεύοιεν οὗτοι τοῖς βασιλεῦσι, καὶ τὸ
 ἄλογον πλῆθος εἰς τοιαύτας ἐρεθίζοντες ἐκβοήσεις. οἱ δὲ βασιλεῖς καὶ
 ἄλλως πρὸς τοὺς Ἰουλιανοῦ γνωρίμους ἀπεχθῶς ἔχοντες, τότε δὴ μᾶλλον
 εἰς τὸ κατ̓ αὐτῶν ἐξανίσταντο μῖσος, καὶ κρίσεις ἐπενόουν λόγον
 οὐδαμόθεν ἐχούσας.

ἐμνησικάκει δὲ Οὐαλεντινιανὸς Μαξίμῳ κατ̓ ἐξαίρετον τῷ φιλοσόφῳ,
 διαβολήν τινα κατὰ νοῦν ἔχων, ἣν ἔτυχεν ἐπὶ τῶν Ἰουλιανοῦ χρόνων
 κατ̓ αὐτοῦ ποιησάμενος ὡς διὰ τὴν τῶν Χριστιανῶν θρησκείαν περὶ τοὺς
 θείους θεσμοὺς ἀσεβήσαντος.

ἀλλὰ τούτων ἀφείλκυσεν αὐτοὺς τέως ἡ περὶ τὰ πολιτικὰ καὶ στρατιωτικὰ
 κηδεμονία τε καὶ φροντίς. ἐτράπησαν τοίνυν ἐπὶ τὸ διανεῖμαι τὰ ἔθνη
 τοῖς ἄρχουσι, καὶ τίνας δέοι τῆς βασιλικῆς αὐλῆς ἐπιτραπῆναι τὴν
 φυλακήν. οἱ μὲν οὖν ἄλλοι πάντες, ὅσοι παρὰ Ἰουλιανοῦ διοικήσεις
 ἐθνῶν ἢ ἀρχὰς ἄλλας ἔτυχον ἐπιτετραμμένοι, παρελύοντο τούτων:

ἐν οἷς καὶ Σαλούστιος ὁ τῆς αὐλῆς ὕπαρχος ἦν. μόνου δὲ Ἀρινθαίου καὶ
 Βίκτορος αἷς εἶχον πρότερον στρατιωτικαῖς ἐπιμεινάντων ἡγεμονίαις,
 παρῄεσαν ἐπὶ τὰς ἀρχάς, ὡς ἔτυχον, οἱ τούτων ἐπιθυμοῦντες τυχεῖν,
 ἑνὸς τούτου δόξαντος γίνεσθαι κατὰ λόγον: εἰ γάρ τις αὐτῶν ἐπὶ
 δικαίαις μέμψεσιν ἥλω, δίκην ὑπέσχε, συγγνώμης οὐδεμιᾶς ἀξιούμενος.

Τούτων αὐτοῖς οὕτω διῳκημένων, ἐδόκει τῷ Οὐαλεντινιανῷ, διελομένῳ
 πρὸς τὸν ἀδελφὸν τὴν ἀρχήν, ἐπιτρέψαι μὲν αὐτῷ τὴν ἑῴαν ἄχρις
 Αἰγύπτου καὶ Βιθυνίας καὶ Θρᾴκης, λαβόντα δὲ τὰς ἐν Ἰλλυριοῖς πόλεις
 αὐτὸν εἰς Ἰταλίαν διαβῆναι καὶ τὰς ἐν ταύτῃ πόλεις
 ἔχειν ὑφ̓ ἑαυτῷ μετὰ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν Ἰβηρίας τε καὶ τῆς
 Βρεττανικῆς νήσου καὶ Λιβύης ἁπάσης.

τῆς τοίνυν ἀρχῆς οὕτω διαιρεθείσης, ὁ Οὐαλεντινιανὸς ἐμβριθέστερον τῇ
 ἀρχῇ προσελθὼν ἄρχοντάς τε ἐν κόσμῳ προῆγε, καὶ περὶ τὰς εἰσπράξεις
 τῶν εἰσφορῶν καὶ τὰς ἐκ τούτων χορηγουμένας στρατιωτικὰς σιτήσεις
 ἀκριβέστατος ἦν. ἐπεὶ δὲ καὶ νόμων εἰσφορὰς ἐγνώκει ποιήσασθαι, ἀφ̓
 ἑστίας ὥσπερ ἀρξάμενος τὰς νυκτερινὰς ἐκώλυσε θυσίας ἐπιτελεῖσθαι,
 τοῖς μυστικῶς πραττομένοις ἐμποδὼν διὰ τοῦ τοιοῦδε νόμου γενέσθαι
 βουλόμενος:

ἐπεὶ δὲ Πραιτεξτᾶτος ὁ τῆς Ἑλλάδος τὴν ἀνθύπατον ἔχων ἀρχήν, ἀνὴρ ἐν
 πάσαις διαπρέπων ταῖς ἀρεταῖς, τοῦτον ἔφη τὸν νόμον ἀβίωτον τοῖς
 Ἕλλησι καταστήσειν τὸν βίον, εἰ μέλλοιεν κωλύεσθαι τὰ συνέχοντα τὸ
 ἀνθρώπειον γένος ἁγιώτατα μυστήρια κατὰ θεσμὸν ἐκτελεῖν, ἐπέτρεψεν
 ἀργοῦντος τοῦ νόμου πράττεσθαι πάντα κατὰ τὰ ἐξ ἀρχῆς πάτρια.

τῶν δὲ ὑπὲρ τὸν Ῥῆνον βαρβάρων, ἕως μὲν Ἰουλιανὸς περιῆν, τὸ Ῥωμαίων
 ὄνομα δεδιότων, ἀγαπώντων τε εἰ μηδεὶς αὐτοῖς κατὰ χώραν μένουσιν
 ἐνοχλοίη, τῆς τούτου τελευτῆς ἀγγελθείσης ἀπανέστησαν αὐτίκα τῶν
 οἰκείων ἠθῶν καὶ πρὸς τὸν κατὰ Ῥωμαίων παρεσκευάζοντο πόλεμον.

οὗπερ αἰσθόμενος Οὐαλεντινιανὸς διέταττεν, ὡς προσῆκον ἦν, τὰ
 στρατόπεδα πεζά τε καὶ ἱππικὰ καὶ ψιλά, καὶ τῶν ἐπικειμένων τῷ Ῥήνῳ
 πόλεων ἐποιεῖτο τὴν δέουσαν φυλακήν. ἀλλὰ ταῦτα μὲν οὐκ ἔξω
 παντάπασιν ὢν πολεμικῆς πείρας Οὐαλεντινιανὸς διετύπου.

Οὐάλεντα δὲ πολλαὶ πανταχόθεν περιίσταντο ταραχαί, πρότερον μὲν
 ἀπράγμονα τρίψαντα βίον, ἄφνω δὲ βασιλείαν παραλαβόντα καὶ τὸν τῶν
 πραγμάτων ὄγκον οὐ φέροντα. οἵ τε γὰρ Πέρσαι τῇ διὰ
 τῶν ἐπὶ Ἰοβιανοῦ σπονδῶν ἐπαρθέντες πλεονεξίᾳ, καὶ τὰς ἐφόδους ἐπ̓
 ἀδείας ποιούμενοι Νισίβιος ὑπ̓ αὐτοῖς γενομένης, εἷλκον πρὸς ἑαυτοὺς
 τὸν βασιλέα, τὰς τῆς ἑῴας συνταράττοντες πόλεις:

καὶ τῆς Κωνσταντινουπόλεως ἐξορμήσαντος συμβέβηκεν ἡ κατὰ Προκόπιον
 ἐπανάστασις. τούτῳ γὰρ Ἰουλιανὸς ὡς γένει συναπτομένῳ μέρος τι τῆς
 δυνάμεως ἐμπιστεύσας, ἐκέλευσεν ἅμα Σεβαστιανῷ διὰ τῆς Ἀδιαβηνῆς
 χωροῦντι ἀπαντῆσαί οἱ δἰ ἑτέρας ὁδοῦ κατὰ τῶν πολεμίων ἰόντι, δοὺς
 αὐτῷ καὶ βασιλικὴν στολὴν ἔχειν δἰ αἰτίαν πᾶσι τοῖς ἄλλοις
 ἠγνοημένην.

ἐπεὶ δὲ ὁ δαίμων εἰς ἕτερόν τι τὴν τῶν πραγμάτων ἤγαγε τύχην καὶ μετὰ
 τὴν Ἰουλιανοῦ τελευτὴν Ἰοβιανὸς εἰς τὸν βασίλειον ἀναβέβηκε θρόνον,
 δραμὼν εὐθὺς ὁ Προκόπιος τὴν δεδομένην αὐτῷ βασιλικὴν ἐσθῆτα Ἰοβιανῷ
 παρέδωκεν, ὑπὸ τίνος τε εἴη λαβὼν ὡμολόγει, καὶ ἐξελιπάρει τὸν
 βασιλέα τῆς τε στρατείας ʽ??ʼὐτὸν ἀνεῖναι καὶ ἐν ἡσυχίᾳ συγχωρῆσαι
 βιῶναι, γεωργίᾳ καὶ ἐπιμελείᾳ τῶν οἰκείων ἐγκαρτεροῦντα. καὶ τούτου
 τυχὼν ἐπὶ τὴν Καισάρειαν, ἣ Καππαδοκίας ἐστίν, ἅμα γυναικὶ καὶ
 τέκνοις ἐχώρει, ταύτην οἰκεῖν ἐγνωκὼς οἷα ἐν αὐτῇ τὰ τίμια κτήματα
 ἔχων.

διατρίβοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν αἱρεθέντες αὐτοκράτορες
 Οὐαλεντινιανὸς καὶ Οὐάλης, ἐπειδὴ καὶ πρότερον ὑπόπτως πρὸς αὐτὸν
 ἔτυχον ἔχοντες, ἔστελλον παραχρῆμα τοὺς συλληψομένους: ὃ δὲ
 παρεδίδου τούτοις ἑαυτὸν καὶ ἄγειν ἐπέτρεπεν ὅποι βούλοιντο,
 πρότερον τῇ γυναικὶ διαλεχθῆναι καὶ τὰ τέκνα θεάσασθαι
 συγχωρούμενον.

ἐπεὶ οὖν ἐνδεδώκασιν, ἑστίασιν αὐτοῖς παρεσκεύαζε, καὶ οἰνωθέντας ἰδὼν ἅμα τοῖς οἰκείοις ἅπασιν ἐπὶ τὸν Εὔξεινον ἔδραμε
 πόντον, ἐκεῖθέν τε νεὼς ἐπιβὰς ἐπὶ τὴν Ταυριανὴν διῄει Χερρόνησον.
 χρόνον δέ τινα διατρίψας αὐτόθι καὶ τοὺς οἰκήτορας θεασάμενος
 οὐδεμίαν ἐν αὑτοῖς ἔχοντας πίστιν, δεδιὼς μή ποτε τοῖς ἐπὶ ζήτησιν
 ἀφικνουμένοις αὐτοῦ παραδοθείη, παραπλέουσαν ἰδὼν ὁλκάδα καὶ ταύτῃ
 παραδοὺς ἑαυτὸν καὶ τοὺς οἰκείους τὴν Κωνσταντινούπολιν καταλαμβάνει
 νυκτὸς οὔσης ἔτι.

καταλύσας δὲ πρός τινα τῶν ἐκ προλαβούσης συνηθείας ὄντων αὐτῷ
 γνωρίμων, κατασκεψάμενός τε ὅπως ἔχει τὰ τῆς πόλεως μετὰ τὴν τοῦ
 βασιλέως ἀποδημίαν, ἐπιθέσθαι τυραννίδι διενοεῖτο, ταύτην ἀρχὴν
 ποιησάμενος τῆς ἐπιθέσεως. ἦν τις εὐνοῦχος Εὐγένιος ὄνομα, τῆς
 βασιλικῆς ἄρτι ἐκβεβλημένος αὐλῆς, ὑγιῶς δὲ πρὸς τοὺς κρατοῦντας οὐκ
 ἔχων.

τοῦτον οἰκειωσάμενος ὁ Προκόπιος, ἐπειδὴ καὶ κύριον εὗρεν ὄντα
 πλούτου παμπόλλου, φράζει τέως τίς εἴη καὶ κατὰ τίνα ἥκοι χρείαν καὶ
 ὅπως δέοι τοῖς πράγμασιν ἐπιθέσθαι. τοῦ δὲ κοινωνεῖν ἅπασι τοῖς
 ἐγχειρουμένοις ὁμολογήσαντος, καὶ ἔνθα δ̓ ἂν δεήσειε
 χρήματα χορηγεῖν, προοίμιον ἐποιήσαντο τῆς πράξεως τὸ διαφθεῖραι
 χρήμασι τὴν ἐν τῇ πόλει καθεσταμένην φρουράν, ἣν τάγματα στρατιωτῶν
 δύο ἐπλήρου.

δούλους δὲ πρὸς τούτοις ὁπλίσαντες, καὶ σὺν οὐ πολλῷ πόνῳ πλῆθος οὐκ
 ὀλίγον συναγαγόντες οἷα πολλῶν ἐν τούτοις ἑαυτοὺς ἑκόντας
 ἐπιδιδόντων, νυκτὸς ἀωρὶ τὸ πλῆθος ἐπαφέντες τῇ πόλει συνετάραξαν
 ἅπαντας: καὶ οϊκοθεν ἕκαστοι προϊόντες ἐθεῶντο Προκόπιον ὥσπερ ἀπὸ
 σκηνῆς βασιλέα σχεδιασθέντα.

θορύβου δὲ μεγίστου τὴν πόλιν ἅπασαν ἔχοντος, οὐδενός τε ὄντος ἐν
 ἑαυτῷ τῶν φρονεῖν τὰ δέοντα δυναμένων διὰ τὸ τῆς ἐγχειρήσεως
 ἀπροσδόκητον, ἔτι τοὺς πολλοὺς ὁ Προκόπιος λανθάνειν ἐδόκει,
 βεβαιώσειν ἑαυτῷ τὸ

κράτος, εἰ λάθοι τέως, οἰόμενος. καὶ συλλαβὼν Καισάριον, ὃν ἔτυχον οἱ
 βασιλεῖς πόλεως ὕπαρχον καταστήσαντες, ἔτι δὲ καὶ Νευρίδιον, ᾧ τῆς
 αὐλῆς μετὰ Σαλούστιον παρέδωκαν τὴν ἀρχήν, γράφειν τὰ αὐτῷ δοκοῦντα
 τοῖς ὑπηκόοις ἠνάγκαζεν. ἐφύλαττε δὲ ἰδίᾳ ἕκαστον, τὸ μὴ κοινωνῆσαι
 σκέμματος αὐτοῖς ἀποκλείων.

τούτων δὲ αὐτῷ βεβουλευμένων εἰς τὰ βασίλεια προῄει λαμπρός, ἀνελθὼν
 δὲ εἰς τὸ πρὸ τῆς αὐλῆς βῆμα, καὶ πληρώσας ἐλπίδων καὶ ἁδρῶν
 ὑποσχέσεων ἅπαντας, εἰσῄει τῶν λοιπῶν ἐπιμελησόμενος. τῶν βασιλέων
 τοίνυν ἄρτι τὰ στρατόπεδα διελομένων, ᾠήθη δεῖν ὁ Προκόπιος ἔτι τοῖς
 στρατιώταις οὖσιν ἀτάκτοις, κατὰ κέλευσίν τινα τῶν βασιλέων τόπους
 ἐκ τόπων ἀμείβουσιν, ἐπιπέμψαι τινάς, οἳ δυνήσονται πάντας οὓς ἂν
 οἷοί τε ὦσιν ὡς αὐτὸν μεταστῆσαι.

καὶ τοῦτο ῥᾳδίως ἠνύετο, χρημάτων αὐτοῖς τε καὶ τοῖς τούτων
 ἡγουμένοις διαδοθέντων: συνῄει τε πλῆθος οὐκ εὐκαταφρόνητον αὐτῷ,
 καὶ πρὸς ἐπίθεσιν ἀνέδην παρεσκευάζετο. πέμπει μὲν οὖν εἰς τὴν
 Βιθυνίαν μετὰ δυνάμεως Μάρκελλον ἐπὶ συλλήψει Σερηνιανοῦ καὶ τῶν σὺν
 αὐτῷ βασιλικῶν ἱππέων, ἐκ καραδοκίας τοῦ διαφθεῖραι.

συμφυγόντων δὲ αὐτῶν εἰς τὴν Κύζικον, τὴν μὲν πόλιν εἷλε
 Μάρκελλος ναυμαχίᾳ καὶ πεζῇ δυνάμει κρατήσας, Σερηνιανὸν δὲ
 διαφυγόντα καὶ εἰς τὴν Λυδίαν ἀναχωρήσαντα συλλαβὼν διεχρήσατο.

τούτῳ τῷ προτερήματι Προκόπιος ἐπαρθεὶς δυνάμεις τε κατὰ βραχὺ
 περιεποιεῖτο καὶ ἦν ἤδη κατὰ τὴν τῶν πολλῶν δόξαν ἀξιόμαχος τοῖς
 βασιλεῦσι: Ῥωμαίων τε γὰρ τάγματα καὶ βαρβάρων αὐτῷ πλῆθος
 προσετίθετο. πρὸς τοῦτο δὲ αὐτοὺς ἐπεσπάσατο τῆς Ἰουλιανοῦ τοῦ
 βασιλέως συγγενείας τὸ κλέος καὶ τὸ συνεστρατεῦσθαι καθ̓ ἅπαντας
 τοὺς διαπονηθέντας ἐκείνῳ πολέμους.

ἤδη δὲ τῶν ἐπιφανῶν τινὰς ἔστελλε πρὸς τὸν ἔχοντα τὴν τῶν ὑπὲρ τὸν
 Ἴστρον Σκυθῶν ἐπικράτειαν: ὃ δὲ μυρίους ἀκμάζοντας ἔπεμπε συμμάχους
 αὐτῷ. καὶ ἄλλα δὲ βάρβαρα ἔθνη συνῄει μεθέξοντα τῆς
 ἐγχειρήσεως. λαβὼν δὲ εἰς ἔννοιαν ὡς οὐ πρὸς ἄμφω δή οἱ τοὺς
 βασιλέας ἀγωνιστέον, ἄμεινον ἔκρινεν εἶναι τῷ πλησιάζοντι
 διαμάχεσθαι τέως, εἶτα σκέψασθαι τὸ πρακτέον.

Ἀλλὰ Προκόπιος μὲν ἐν τούτοις ἦν, ὁ δὲ βασιλεὺς Οὐάλης τὴν
 ἐπανάστασιν ἐν τῇ κατὰ Φρυγίαν Γαλατίᾳ πυθόμενος κατεπλάγη μὲν ἅμα
 τῇ ἀκοῇ καὶ ἐπίμπλατο ταραχῆς, Ἀρβιτίωνος δὲ θαρρεῖν κελεύσαντος
 ἔταττε μὲν ὡς εἰς πόλεμον τὰς οὔσας δυνάμεις, ἔστελλε δὲ πρὸς τὸν
 ἀδελφὸν τοὺς ἀπαγγελοῦντας ὅσοις ὁ Προκόπιος ἐνεχείρησεν.

ἀλλὰ Οὐαλεντινιανὸς μὲν ἀπέγνω μὴ βοηθεῖν ἀνδρὶ πρὸς φυλακὴν οὐκ
 ἀρκέσαντι τῆς αὐτῷ παραδεδομένης ἀρχῆς, ὁ δὲ Οὐάλης εἰς μάχην
 παρεσκευάζετο, τὴν στρατηγίαν Ἀρβιτίωνος εἰς τὸν κατὰ Προκοπίου
 προχειρισάμενος πόλεμον. μελλόντων δὲ ὅσον οὐδέπω τῶν στρατοπέδων
 εἰς χεῖρας ἰέναι, κατεστρατήγει τὴν τούτου προπέτειαν Ἀρβιτίων,
 ὑπαγόμενος ὅτι πλείστους τῶν συστρατευομένων, καὶ παρὰ τούτων ὅσα
 Προκόπιος ἐβουλεύετο προμανθάνων.

ἐπεὶ δὲ ἤλαυνον ἐπ̓ ἀλλήλους ὅ τε βασιλεὺς καὶ Προκόπιος, συναντῶσί
 πως σφίσιν εἰς Θυάτειρα τὰ στρατεύματα. μικροῦ δὲ ἐδέησεν ἡ
 Προκοπίου μερὶς ὑπερτέρα γενομένη τὴν τῶν πραγμάτων εἰς αὐτὸν
 μεταθεῖναι ῥοπήν, τοῦ Ὁρμίσδου τοῦ Πέρσου παιδὸς ʽὁμώνυμος δὲ ἦν τῷ
 πατρἲ δόξαντος ἐν τῇ μάχῃ πλεονεκτεῖν.

ἀλλὰ Γομάριος τῶν Προκοπίου στρατηγῶν ἅτερος, κοινωνῶν τῆς πράξεως
 ἅπασιν ὅσοι Προκοπίῳ συστρατευόμενοι τὰ βασιλέως ἐφρόνουν, ἐν αὐτῇ
 τῇ μάχῃ τὴν Αὐγούστου προσηγορίαν ἀναβοήσας ἅπαντας τοὺς σὺν αὐτῷ
 τὴν αὐτὴν ἀφιέναι φωνὴν ἔκ τινος ἐποίει συνθήματος, οὗ δὴ γενομένου
 μετεχώρουν ἅπαντες οἱ Προκοπίου στρατιῶται πρὸς
 Οὐάλεντα.

ὃ δὲ μετὰ τὴν νίκην ταῖς Σάρδεσιν ἐπιδημήσας κἀκεῖθεν ἐπὶ Φρυγίαν
 ἐλάσας, εὑρὼν δὲ τὸν Προκόπιον ἐν Νακολείᾳ τῇ πόλει, κἀνταῦθα πάλιν
 Ἀγίλωνος τοῦ Προκοπίου στρατηγοῦ τὸ πρᾶγμα πρὸς τὸ τῷ βασιλεῖ
 λυσιτελοῦν διαθέντος, ἐνίκα κατὰ κράτος ὁ Οὐάλης, ὥστε καὶ αὐτοῦ
 κυριεῦσαι τοῦ τυραννήσαντος, οὐ πολλῷ δὲ ὕστερον καὶ Μάρκελλον
 συλλαβεῖν.

τούτους μὲν οὖν διεχρήσατο, εὑρὼν δὲ βασιλικήν τινα παρὰ Μαρκέλλῳ
 στολὴν ὑπὸ Προκοπίου δεδομένην αὐτῷ, καὶ διὰ τοῦτο μάλιστα κινηθείς,
 ἐπεξῄει πικρῶς ἅπασι, διερευνώμενος οὐ τοὺς συμπράξαντας τῇ
 τυραννίδι μόνον ἀλλὰ καὶ τοὺς τῆς βουλῆς κοινωνήσαντας ἢ ὅλως
 ἀκούσαντάς τι καὶ μὴ παραχρῆμα τὸ μελετώμενον ἀπαγγείλαντας.

πολὺς δὲ ἦν κατὰ πάντων σὺν οὐδεμιᾷ κρίσει δικαίᾳ χωρῶν, καὶ
 παρανάλωμα τῆς τοῦ βασιλέως ὀργῆς οἵ τε τοῦ νεωτερισμοῦ μετασχόντες
 καὶ οἱ κατὰ μηδὲν αἴτιοι διὰ συγγένειαν ἢ φιλίαν ἐγίνοντο.

Τῶν δὲ κατὰ τὴν Οὐάλεντι νενεμημένην ἐπικράτειαν ὄντων ἐν τούτοις, ὁ
 βασιλεὺς Οὐαλεντινιανὸς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσι διατρίβων
 μεγίστων καὶ ἀπροσδοκήτων ἐπειρᾶτο κινδύνων. τὸ γὰρ Γερμανικὸν ἅπαν,
 ὧν πεπόνθει κατὰ τοὺς χρόνους ἐν οἷς Ἰουλιανὸς τὴν τοῦ Καίσαρος
 εἶχεν ἀρχὴν μεμνημένον, ἅμα τῷ γνῶναι τὴν αὐτοῦ τελευτὴν τὸ ταῖς
 αὐτῶν ψυχαῖς ἐμπεπηγὸς δέος ἀποσεισάμενοι καὶ τὸ φύσει προσπεφυκὸς
 αὐτοῖς θάρσος ἀναλαβόντες ὁμόσε πάντες τοῖς ὑπὸ τὴν Ῥωμαίων
 βασιλείαν ἐπῄεσαν χωρίοις.

ὑπαντήσαντος δὲ αὐτοῖς τοῦ βασιλέως μάχη συνίστατο καρτερά, καὶ
 ἐνίκων οἱ βάρβαροι, τὸ Ῥωμαίων προτροπάδην διώξαντες στράτευμα.
 Οὐαλεντινιανὸς δὲ οὐ φυγῇ διέγνω τὸν κίνδυνον ἀποκλῖναι, ἀλλ̓
 ἐνεγκὼν τὴν τύχην διηρευνᾶτο τοὺς τῶν ἐλαττωμάτων
 αἰτίους, οἵτινες ἦσαν οἱ τῆς φυγῆς ἄρξαντες.

ἀναζητήσας δὲ σὺν ἀκριβείᾳ, καὶ τὸ τάγμα τῶν Βατάβων αἰτιασάμενος,
 ἐκέλευσε τὸ στρατόπεδον ἅπαν ἀναλαβὸν τὴν πανοπλίαν συνελθεῖν ὡς
 ἀκουσόμενον λόγων ὄφελος ἅπασι φερόντων κοινόν. τότε δὴ λόγοις
 ἐχρήσατο τοῖς τῆς φυγῆς ἄρξασιν αἰσχύνην εἰς ἅπαντα τὸν βίον
 ἐπάγουσι, καὶ τοὺς Βατάβους προσέταττεν, ἀποθεμένους τὰ ὅπλα, τοῖς
 τίμημα προσφέρουσιν οἷα δραπέτας οἰκέτας ἐπ̓ ἐξαγωγῇ δημοσίᾳ
 πωλεῖσθαι.

τότε τοίνυν ἅπαντες ἐπὶ γῆν ἀνατετραμμένοι πρηνεῖς ἐλιπάρουν πάσης
 ἐλευθερῶσαι τὸ στρατόπεδον τοιαύτης αἰσχύνης, ἄνδρες ὑπισχνούμενοι
 φανήσεσθαι τοῦ Ῥωμαίων ὀνόματος ἄξιοι. τοῦ δὲ ἐντεῦθεν ἤδη τοῦτο
 ἔργῳ δειχθῆναι κελεύσαντος, τῆς γῆς ἀναστήσαντες ἑαυτούς,
 ὁπλισάμενοί τε ὃν ἔδει τρόπον, ἀνεμαχέσαντο, καὶ τοῦ χάρακος
 προελθόντες τοσαύτην περὶ τὸν πόλεμον ἐπεδείξαντο προθυμίαν ὥστε ἐξ
 ἀπείρου πλήθους ὀλίγους εἰς τὰ οἰκεῖα τῶν βαρβάρων διασωθῆναι. ἡ μὲν
 οὖν πρὸς τὸ Γερμανικὸν ἅπαν μάχη ταύτης ἔτυχε τότε τῆς τελευτῆς.

Οὐάλης δὲ ὁ βασιλεὺς πολλοὺς μετὰ τὴν Προκοπίου τελευτὴν ἀνελών,
 πλειόνων δὲ τὰς οὐσίας εἰς τὸ δημόσιον ἐνεγκών, ἀνεκόπτετο τῆς ἐπὶ
 Πέρσας ἐλάσεως, μοίρας τῶν ὑπὲρ τὸν Ἴστρον Σκυθῶν τὰ Ῥωμαίων ὅρια
 ταραττούσης. ἐφ̓ οὓς δύναμιν ἀρκοῦσαν ἐκπέμψας τῆς ἐπὶ τὸ πρόσω
 πορείας ἀνεῖχε, καὶ τὰ ὅπλα παραδοῦναι συναναγκάσας διένειμε ταῖς
 παρὰ τὸν Ἴστρον αὐτοῦ πόλεσιν, ἐν ἀδέσμῳ φρουρεῖσθαι
 παρακελευσάμενος φυλακῇ. οὗτοι δὲ ἦσαν οὓς ὁ τῶν Σκυθῶν ἡγούμενος
 ἔτυχε Προκοπίῳ συμμάχους ἐκπέμψας.

ἐπεὶ οὖν τούτους ἀφεθῆναι παρὰ τοῦ βασιλέως ἀπῄτει κατὰ πρεσβείαν τοῦ
 τότε κρατοῦντος αὐτοὺς φήσας ἐκπεπομφέναι, πρὸς οὐδὲν αὐτῷ ὁ
 βασιλεὺς Οὐάλης ὑπήκουε: μήτε γὰρ πρὸς αὐτὸν τούτους ἐστάλθαι ἔλεγε,
 μήτε φιλίους ὄντας ἀλλὰ πολεμίους ἁλῶναι. αὕτη τὸν
 Σκυθικὸν πόλεμον ἀνερρίπισεν ἡ αἰτία.

διανοουμένους δὲ αὐτοὺς ἐπιέναι τοῖς Ῥωμαίων ὁρίοις αἰσθόμενος ὁ
 βασιλεύς, καὶ πρὸς αὐτὸ ἤδη συνειλεγμένους ἅπαντας σὺν ὀξύτητι πάσῃ,
 τὸ μὲν στρατόπεδον τῇ ὄχθῃ τοῦ Ἴστρου συμπαρατείνας, αὐτὸς δὲ ἐπὶ
 τῆς Μαρκιανουπόλεως, ἣ μεγίστη τῶν ἐν Θρᾴκῃ πόλεών ἐστι, διατρίβων,
 τῆς τε τῶν στρατιωτῶν ἐν ὅπλοις ἀσκήσεως ἐπιμέλειαν ἐποιεῖτο καὶ
 μάλιστα τοῦ μηδεμίαν αὐτοῖς ἐπιλεῖψαι τροφήν.

ὕπαρχον μὲν οὖν τῆς αὐλῆς Αὐξόνιον ἀπεδείκνυ, Σαλούστιον ταύτης διὰ
 τὸ γῆρας ἀφείς, ἤδη δεύτερον ταύτην μεταχειρισάμενον τὴν ἀρχήν:
 Αὐξόνιος δέ, καίπερ ἐνεστῶτος οὕτω μεγάλου πολέμου, περί τε τὴν τῶν
 εἰσφορῶν εἴσπραξιν δίκαιος ἦν, οὐδένα βαρύνεσθαι παρὰ τὸ καθῆκον καὶ
 ὀφειλόμενον ἀνεχόμενος, καὶ ὁλκάδων πλήθει τὴν στρατιωτικὴν σίτησιν
 διὰ τοῦ Εὐξείνου πόντου ταῖς ἐκβολαῖς τοῦ Ἴστρου παραδιδούς,
 κἀντεῦθεν διὰ τῶν ποταμίων πλοίων ταῖς ἐπικειμέναις τῷ ποταμῷ
 πόλεσιν ἐναποτιθέμενος, ὥστε ἐξ ἑτοίμου γίνεσθαι τῷ στρατοπέδῳ τὴν
 χορηγίαν.

τούτων δὲ οὕτω χειμῶνος ὄντος ἔτι διῳκημένων, ἔαρος ἀρχομένου τῆς
 Μαρκιανουπόλεως ὁ βασιλεὺς ἀναστὰς ἅμα τοῖς εἰς τὸν Ἴστρον
 φυλάττουσι στρατιώταις περαιωθεὶς ἐν τῇ πολεμίᾳ τοῖς βαρβάροις
 ἐπῄει.

τῶν δὲ στῆναι πρὸς μάχην σταδίαν οὐ θαρρησάντων, ἐγκεκρυμμένων δὲ
 τοῖς ἕλεσι καὶ ἐκ τούτων λαθραίας ποιουμένων ἐπιδρομάς, τοῖς μὲν
 στρατιώταις κατὰ χώραν ἐπέταττε μένειν, ὅσον δὲ ἦν οἰκετικὸν
 συναγαγών, καὶ ὅσον μέντοι τὴν τῆς ἀποσκευῆς ἐπετέτραπτο φυλακήν,
 ῥητόν τι χρυσίον ὑπισχνεῖτο δωρεῖσθαι τῷ βαρβάρου φέροντι
 κεφαλήν.

εὐθὺς οὖν ἅπαντες ἐπηρμένοι τῇ τοῦ κέρδους ἐλπίδι, ταῖς ὕλαις καὶ
 τοῖς ἕλεσιν εἰσδυόμενοι τούς τε προσπίπτοντας ἀναιροῦντες,
 ἐπιδεικνύντες τε τῶν κατασφαττομένων τὰς κεφαλὰς τὸ ταχθὲν
 ἐκομίζοντο. πολλοῦ δὲ πλήθους τοῦτον τὸν τρόπον
 ἀπολομένου, περὶ σπονδῶν οἱ λελειμμένοι τοῦ βασιλέως ἐδέοντο.

τοῦ δὲ οὐκ ἀποσεισαμένου τὴν αἴτησιν, ἐγίνοντο σπονδαὶ μὴ
 καταισχύνουσαι τὴν Ῥωμαίων ἀξίωσιν: ἐδόκει γὰρ Ῥωμαίους μὲν ἔχειν
 μετὰ πάσης ἀσφαλείας ὅσα πρότερον εἶχον, βαρβάροις τε ἀπέγνωστο μὴ
 περαιοῦσθαι μηδὲ ὅλως ποτὲ τοῖς Ῥωμαίων ἐπιβαίνειν ὁρίοις. ταύτην
 ποιησάμενος τὴν εἰρήνην εἰς τὴν Κωνσταντινούπολιν ἀφικνεῖται,
 τελευτήσαντος δὲ τοῦ τῆς αὐλῆς ὑπάρχου Μοδέστῳ ταύτην παραδίδωσι τὴν
 ἀρχήν. καὶ ταῦτα οὕτω διοικησάμενος ἐπὶ τὸν κατὰ Περσῶν ἠπείγετο
 πόλεμον.

Ὄντος δὲ ἐν παρασκευαῖς αὐτοῦ, Οὐαλεντινιανὸς ὁ βασιλεὺς τὰ περὶ
 τοὺς Γερμανοὺς εὖ διαθέμενος ᾠήθη δεῖν καὶ τῆς εἰς τὸ μέλλον
 ἀσφαλείας τῶν Κελτικῶν ἐθνῶν ποιήσασθαι πρόνοιαν. νεολαίαν οὖν ὅτι
 πλείστην ἀθροίσας ἔκ τε τῶν προσοικούντων τῷ Ῥήνῳ βαρβάρων καὶ ἐκ
 τῶν ἐν τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι γεωργῶν, τοῖς στρατιωτικοῖς
 ἐγκαταλέξας τάγμασιν οὕτως αὐτοὺς ἐξήσκησε τὰ πολέμια, ὥστε φόβῳ τῆς
 περὶ τὰ τοιαῦτα τῶν στρατιωτῶν μελέτης καὶ πείρας ἐννέα τοὺς πάντας
 ἐνιαυτοὺς μηδένα τῶν ὑπὲρ τὸν Ῥῆνον ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν
 ἐνοχλῆσαι.

κατὰ τόνδε τὸν χρόνον Οὐαλεντινιανός, διά τινα πλημμελήματα τὴν
 Βρεττανικὴν νῆσον οἰκεῖν κελευσθείς, ἐπιθέμενος τυραννίδι συναπέθετο
 ταύτῃ τὸν βίον. Βαλεντινιανῷ δὲ τῷ βασιλεῖ νόσος ἐνέσκηψεν, ἥτις
 αὐτὸν παρὰ βραχὺ τοῦ βίου μετέστησεν. ἐπεὶ δὲ ταύτην διέφυγε,
 συνελθόντες οἱ περὶ τὰ βασίλεια λόγον αὐτὸν ποιήσασθαι παρεκάλουν
 τοῦ διαδεξομένου τὴν βασιλείαν, ὡς ἂν μή τινος αὐτῷ συμβαίνοντος
 σφαλείη τὰ τῆς πολιτείας. πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς τοῖς λόγοις
 ἀνεῖπε τὸν παῖδα Γρατιανὸν βασιλέα καὶ κοινωνὸν τῆς ἀρχῆς, ὄντα νέον
 ἔτι καὶ οὔπω πρὸς ἥβην ἐλθόντα τελείαν.

Τῶν δὲ κατὰ τὴν ἑσπέραν ἐν τούτοις ὄντων, Οὐάλης ὁ
 βασιλεύς, ἐφ̓ ὅπερ ἐξ ἀρχῆς ὥρμητο, κατὰ Περσῶν ἐπὶ τὴν ἑῴαν
 ἐστέλλετο, προϊών τε σχολαίως ἐβοήθει τὰ δέοντα πρεσβευομέναις ταῖς
 πόλεσι, καὶ ἄλλα πολλὰ κατὰ τὸ προσῆκον ᾠκονόμει, τοῖς δίκαια
 αἰτοῦσι ῥᾳδίως φιλοτιμούμενος τὰ αἰτούμενα.

παρελθὼν δὲ εἰς τὴν Ἀντιόχειαν μετὰ πάσης ἀσφαλείας τὰ τοῦ πολέμου
 διῴκει, τὸν μὲν χειμῶνα διατρίβων ἐν τοῖς αὐτόθι βασιλείοις, ἦρος δὲ
 ἐπὶ τὴν Ἱερὰν πόλιν ἀπιὼν κἀκεῖθεν τὰ στρατόπεδα τοῖς Πέρσαις
 ἐπάγων, καὶ αὖθις ἐνισταμένου τοῦ χειμῶνος ἐπανιὼν εἰς τὴν
 Ἀντιόχειαν. ἡ μὲν οὖν πρὸς Πέρσας οὕτως ἐτρίβετο μάχη, τοῦ δὲ
 βασιλέως κατὰ τὴν Ἀντιόχειαν ὄντος παραδόξων ἐξανίστατο πραγμάτων
 ὑπόθεσις ἐξ αἰτίας τοιᾶσδε.

ἦν τις Θεόδωρος τοῖς βασιλικοῖς ὑπογραφεῦσιν ἐναριθμούμενος. τοῦτον
 εὖ μὲν γεγονότα τε καὶ τραφέντα, νέον δὲ ἔτι καὶ τῷ τῆς ἡλικίας
 θερμῷ ῥᾳδίως κολάκων θωπείαις ἐπὶ τὰ χείρονα σαλευόμενον περιστάντες
 τοιοῦτοί τινες ἀναπείθουσιν ὡς περιττοί τινές εἰσιν ἐν παιδείᾳ καὶ
 τεκμήρασθαι τὸ μέλλον ἔκ τινος κατωρθωμένης αὐτοῖς μαντείας δεινοί.
 πυνθανόμενοι δὲ τίς μετὰ Οὐάλεντα βασιλεύσειεν, ἔστησαν τρίποδα τὸ
 μέλλον αὐτοῖς διά τινος σημαίνοντα τελετῆς:

φανῆναι δὲ ἐν τῷ τρίποδι γεγραμμένα θῆτα καὶ εἶ καὶ οὖ καὶ ἐπὶ
 τούτοις τὸ δέλτα, ταῦτα δὲ μονονουχὶ βοὴν ἀφιέναι δηλοῦντα ὡς
 Θεόδωρος τὴν βασιλείαν μετὰ Οὐάλεντα διαδέξεται. τούτοις ἐπαρθεὶς
 τοῖς ὕθλοις, ὑπό τε τῆς ἄγαν ἐπιθυμίας ἀγύρταις συνεχῶς καὶ γόησιν
 ἐντυγχάνων καὶ περὶ τοῦ πρακτέου κοινούμενος, βασιλεῖ κατάφωρος
 γίνεται. καὶ αὐτὸς μὲν ἀξίαν ἐδίδου τῆς ἐγχειρήσεως δίκην,

συνέβαινε δὲ ἐπὶ τούτῳ καὶ ἕτερον. Φορτουνατιανός, τῇ τῶν βασιλικῶν
 ἐφεστὼς ταμιείων φροντίδι, τῶν ὑφ̓ ἑαυτὸν στρατευομένων τινὰ γοητείας γραφὴν φεύγοντα κρίνων ὑπέβαλλεν αἰκισμοῖς:
 τοῦ δὲ τῇ τῶν βασάνων ἀνάγκῃ καὶ ἄλλους ἐξονομάσαντος ὡς
 συνεπισταμένους αὐτῷ, τὰ μὲν τῆς ἐξετάσεως εἰς Μόδεστον, ὃς τῆς
 αὐλῆς ὕπαρχος ἦν, μετεφέρετο οἷα προσώπων ἀχθέντων εἰς μέσον τῇ ἀρχῇ
 τοῦ δικάσαντος πρότερον οὐχ ὑποκειμένων,

ἡ δὲ κρίσις διὰ πάντων ἐχώρει. πρὸς δὲ ὀργὴν ἄμετρον ὁ βασιλεὺς
 ἀναστὰς ὑπόπτως εἶχε πρὸς ἅπαντας τοὺς ἐπὶ φιλοσοφίᾳ τηνικαῦτα
 διαβοήτους ἢ ἄλλως λόγοις ἐντεθραμμένους καὶ προσέτι τῶν ἐν τῇ αὐλῇ
 τιμωμένων τινάς: καὶ οὗτοι γὰρ ὡς ἐπιβουλεύοντες τῷ βασιλεῖ
 προσηγγέλλοντο. καὶ δὴ ἐπέμποντο πανταχόθεν οἰμωγαὶ καὶ ἁπάντων
 κοινὸς ὀδυρμός:

ἦν γὰρ πλήρη τὰ μὲν δεσμωτήρια τῶν μάτην οἰκούντων αὐτά, διὰ δὲ τῶν
 ὁδῶν ἐφέρετο πλήθη πλείονα τῶν ἐν ταῖς πόλεσι καταλελειμμένων. αἱ δὲ
 τὰς φυλακὰς τῶν μάτην ἀγομένων ἐπιτετραμμέναι φυλαὶ πρὸς ἀσφάλειαν
 τῶν φυλαττομένων οὐκ ἀρκεῖν ὡμολόγουν, δεδιέναι τε μή πού γε πολλῷ
 πλείους ὄντες ἐκβιάσαιντο φυγὴν ἑαυτοῖς.

καὶ οἱ μὲν συκοφάνται δίχα παντὸς ἀνεχώρουν κινδύνου, κατηγορεῖν
 ἀναγκαζόμενοι μόνον, οἱ δὲ κρινόμενοι νῦν μὲν ἐτιμῶντο θανάτου δίχα
 νομίμων ἐλέγχων, οἳ δὲ τὰς οὐσίας ἀπώλλυον, παῖδας καὶ γυναῖκας καὶ
 τὴν ἄλλην συγγένειαν ἐσχάτῃ τύχῃ καταλιπόντες: ἦν γὰρ τὸ
 σπουδαζόμενον ἐκ πολυτρόπων ἀσεβημάτων συλλογὴν τῷ δημοσίῳ πολλῶν
 γενέσθαι χρημάτων.

πρῶτος μὲν οὖν τῶν ἐπὶ φιλοσοφίᾳ γνωρίμων ἀνῄρητο Μάξιμος, καὶ μετὰ
 τοῦτον ὁ ἐκ Φρυγίας Ἱλάριος ὡς δὴ χρησμόν τινα λοξὸν εἰς τὸ
 σαφέστερον ἑρμηνεύσας, καὶ Σιμωνίδης ἐπὶ τούτῳ καὶ Πατρίκιος ὁ Λυδὸς
 καὶ ὁ ἐκ Καρίας Ἀνδρόνικος. ἦσαν δὲ οὗτοι πάντες εἰς ἄκρον παιδείας
 ἐληλυθότες καὶ φθόνῳ μᾶλλον ἢ ψήφῳ δικαίᾳ κατακριθέντες.

οὕτω δὲ ὁμοῦ πάντα συνεταράττετο ὥστε καὶ τῶν προστυχόντων τὰς οἰκίας
 ἐπεισιέναι μετὰ πλήθους ἀνέδην τοὺς συκοφάντας,
 καὶ τοὺς ἀπαντῶντας ἁρπάζειν, ἐκδιδόναι δὲ τοῖς φονεύειν ἅπαντας καὶ
 δίχα κρίσεως τεταγμένοις. τῶν δὲ ἀτοπημάτων ἦν κολοφὼν Φῆστος, ὃν
 εἰς πᾶν εἶδος ὠμότητος πρόχειρον ὄντα τῆς Ἀσίας ἀνθύπατον ὁ βασιλεὺς
 ἔστειλεν, ὡς ἂν μηδεὶς τῶν περὶ λόγους ἐσπουδακότων ἀπολειφθείη. καὶ
 εἰς ἔργον ᾔει τὸ βούλευμα:

πάντας γὰρ ὁ Φῆστος ἀναζητήσας, οὓς μὲν εὗρεν ἀκρίτως ἀπέκτεινε, τοὺς
 δὲ λοιποὺς ὑπερόριον ἑαυτοῖς φυγὴν ἠνάγκασεν ἐπιθεῖναι. καὶ ἡ μὲν ἐκ
 τῆς κατὰ Θεόδωρον αἰτίας συμβᾶσα ταῖς πόλεσι συμφορὰ ταύτην ἔσχε τὴν
 τελευτήν.

Οὐαλεντινιανὸς δὲ δόξας πως τὸν πρὸς τοὺς Γερμανοὺς πόλεμον
 διατιθέναι μετρίως, βαρύτατος ἦν ταῖς ἀπαιτήσεσι τῶν εἰσφορῶν
 σφοδρότερον ἐπικείμενος καὶ ὑπὲρ τὸ σύνηθες ταύτας εἰσπράττων.
 ἐποιεῖτο δὲ τούτου πρόφασιν τῆς στρατιωτικῆς δαπάνης τὸ πλῆθος, ὅπερ
 ἠνάγκασεν αὐτὸν ἐκδαπανῆσαι τὰ τῷ δημοσίῳ φυλαττόμενα χρήματα.

εἰς μῖσος τοίνυν ἅπαντας ἐπὶ τούτῳ κινήσας ἔτι μεῖζον ἢ πρότερον
 ἐπικραίνετο, καὶ οὔτε τοὺς ἄρχοντας ἤθελεν ἐξετάζειν εἰ κέρδους
 ἀπέχονται, τοῖς τε ἐκ τοῦ ζῆν ἀμέμπτως ἔχουσι δόξαν ἐφθόνει, καὶ
 ἁπλῶς εἰπεῖν ἕτερός τις ἦν παρὰ τὸν ἐξ ἀρχῆς ἐπιτηδευθέντα τρόπον
 αὐτῷ τῆς βασιλείας.

διὰ ταῦτα καὶ Λίβυες, οὐκ ἐνεγκόντες τὴν Ῥωμανοῦ πλεονεξίαν τοῦ τὴν
 στρατιωτικὴν ἔχοντος ἐν Μαυρουσίοις ἀρχήν, Φίρμῳ τὴν ἁλουργίδα
 δόντες ἀνέδειξαν βασιλέα. ὅπερ ἀπαγγελθὲν εἰκότως Βαλεντινιανὸν
 συνετάραξεν: καὶ παραχρῆμα τάγματά τινα στρατιωτικὰ τὴν ἐν Παιονίᾳ
 καὶ Μυσίᾳ τῇ ἄνω καταλιπόντα φυλακὴν ἐπὶ Λιβύην ἐκπλεῦσαι
 προσέταξε.

τούτου δὴ γενομένου Σαυρομάται καὶ Κουάδοι, καὶ πρότερον ὄντες
 ἔγκοτοι τῷ τὴν ἐν τούτοις ἐπιτετραμμένῳ τοῖς τόποις φυλακὴν ʽἦν δὲ
 Κελέστιοσ̓, μετὰ τὴν τῶν στρατιωτῶν εἰς Λιβύην 
 ἀποδημίαν ἐπέθεντο Παίοσί τε καὶ Μυσοῖς: τοῦ γὰρ Κελεστίου τὸν
 τούτων ἄρχοντα πίστεσιν ἐνόρκοις παραγαγόντος, ἀνελόντος τε δόλῳ τῆς
 τραπέζης ἔτι προκειμένης, εἰκότως οἱ βάρβαροι τῆς ἐφόδου ταύτην
 ἔχοντες πρόφασιν τοὺς περὶ τὸν Ἴστρον ἐλῄζοντο, πᾶν, εἴ τι τῶν
 πόλεων ἦν ἐκτός, διαρπάσοντες.

ἀλλὰ Παίονες μὲν εἰς ἁρπαγὴν τοῖς βαρβάροις προέκειντο, τῶν
 στρατιωτῶν ἐκμελῶς πρὸς τὸ φυλάττειν τὰς πόλεις ἐχόντων καὶ τοῖς
 ἐνδοτέρω τοῦ ποταμοῦ τόποις οὐχ ἧττον ἢ οἱ βάρβαροι
 παρενοχλούντων:

Μυσία δὲ οὐδενὸς ἐπειράθη κακοῦ, Θεοδοσίου τοῦ τὴν στρατιωτικὴν ἀρχὴν
 ἔχοντος ἀνδρείως στάντος καὶ τοὺς ἐπιόντας ἀποδιώξαντος, ὅθεν ἐκ
 ταύτης τῆς νίκης δόξαν κτησάμενος ἔτυχε μετὰ ταῦτα τῆς βασιλείας.
 ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις ἀφηγηθήσεται χρόνοις:

Οὐαλεντινιανὸς δὲ τὴν ἀκοὴν τῶν ἀπαγγελθέντων οὐκ ἐνεγκών, ἐκ Κελτῶν
 ὁρμήσας ἐπὶ τὴν Ἰλλυρίδα διέβαινε, βουλευόμενος περὶ τοῦ πρὸς
 Κουάδους καὶ Σαυρομάτας πολέμου. Μεροβαύδην δέ, στρατιωτικῶν ἔργων
 ἐμπειρίαν ἔχειν παρὰ τοὺς ἄλλους δοκοῦντα, παντὸς τοῦ στρατοπέδου
 προΐστησι.

τοῦ δὲ χειμῶνος παρὰ τὸ εἰωθὸς ἐκταθέντος, ἔστελλον πρὸς αὐτὸν οἱ
 Κουάδοι πρεσβείας λόγους ὑπὲρ τὸ μέτρον φέροντας, ἐφ̓ οἷς
 Οὐαλεντινιανὸς ἀγανακτήσας, καὶ ὑπὸ τῆς ἄγαν ὀργῆς παραφορᾶς οὐ
 πόρρω γενόμενος, αἵματος κάτωθεν ἀναχθέντος ἐπὶ τὸ στόμα συσχόντος
 τε τὰς τῆς φωνῆς ἀρτηρίας ἐξέλιπεν, ἐν μὲν Ἰλλυριοῖς ἐννέα μῆνας,
 ἐλλειπουσῶν ὀλίγων ἡμερῶν, διατρίψας, εἰς δωδέκατον δὲ ἐνιαυτὸν τῆς
 βασιλείας προελθών.

Τούτου τελευτήσαντος ἐμπεσὼν τῷ Σιρμίῳ σκηπτὸς τὰ βασίλεια κατέφλεξε
 καὶ τὴν ἀγοράν, ἔδοξέ τε τοῖς τὰ τοιαῦτα κρίνειν δεινοῖς οὐκ αἴσιον
 τοῖς κοινοῖς πράγμασιν εἶναι τὸ τέρας. καὶ σεισμοὶ δὲ ἔν τισι
 συνηνέχθησαν τόποις.

ἐσείσθη δὲ καὶ Κρήτη σφοδρότερον, καὶ ἡ Πελοπόννησος μετὰ τῆς ἄλλης
 Ἑλλάδος, ὥστε καὶ τὰς πολλὰς διαρρυῆναι τῶν πόλεων, πλὴν τῆς
 Ἀθηναίων πόλεως καὶ τῆς Ἀττικῆς. ταύτην δὲ καὶ περισωθῆναί φασιν ἐξ
 αἰτίας τοιᾶσδε. Νεστόριος ἐν ἐκείνοις τοῖς χρόνοις ἱεροφαντεῖν
 τεταγμένος ὄναρ ἐθεάσατο παρακελευόμενον χρῆναι τὸν Ἀχιλλέα τὸν ἥρωα
 δημοσίαις τιμᾶσθαι τιμαῖς: ἔσεσθαι γὰρ τοῦτο τῇ πόλει σωτήριον.

ἐπεὶ δὲ ἐκοινώσατο τοῖς ἐν τέλει τὴν ὄψιν, οἳ δὲ ληρεῖν αὐτὸν οἷα δὴ
 ὑπέργηρων ὄντα νομίσαντες ἐν οὐδενὶ τὸ ῥηθὲν ἐποιήσαντο, αὐτὸς καθ̓
 ἑαυτὸν λογισάμενος τὸ πρακτέον καὶ ταῖς θεοειδέσιν ἐννοίαις
 παιδαγωγούμενος, εἰκόνα τοῦ ἥρωος ἐν οἴκῳ μικρῷ δημιουργήσας ὑπέθηκε
 τῷ ἐν Παρθενῶνι καθιδρυμένῳ τῆς Ἀθηνᾶς ἀγάλματι, τελῶν δὲ τῇ θεῷ τὰ
 συνήθη κατὰ ταὐτὸν καὶ τῷ ἥρωϊ τὰ ἐγνωσμένα οἱ κατὰ θεσμὸν
 ἔπραττε.

τούτῳ τε τῷ τρόπῳ τῆς τοῦ ἐνυπνίου συμβουλῆς ἔργῳ πληρωθείσης,
 ἐπιβρίσαντος τοῦ σεισμοῦ μόνους Ἀθηναίους περισωθῆναι συνέβη,
 μετασχούσης τῶν τοῦ ἥρωος εὐεργεσιῶν καὶ πάσης τῆς Ἀττικῆς. ὅτι δὲ
 τοῦτο ἀληθές ἐστι, μαθεῖν ἔξεστι δἰ ὧν ὁ φιλόσοφος Συριανὸς
 διεξῆλθεν, ὕμνον εἰς τοῦτον τὸν ἥρωα γράφων. ἀλλὰ ταῦτα οὐκ.
 ἀνάρμοστα τοῖς προκειμένοις ὄντα παρέθηκα.

Οὐαλεντινιανοῦ δὲ τελευτήσαντος ὁρῶντες οἱ ταξίαρχοι Μεροβαύδης καὶ
 Ἐκίτιος Οὐάλεντα καὶ Γρατιανὸν πόρρω που διατρίβοντας ʽὃ μὲν γὰρ ἔτι
 κατὰ τὴν ἑῴαν ἦν, ὃ δὲ ἐν τοῖς ἑσπερίοις Γαλάταις παρὰ τοῦ πατρὸς
 ἀπολελειμμένοσ̓, ὑφορώμενοι μή ποτε συμβῇ τοὺς ὑπὲρ τὸν Ἴστρον
 βαρβάρους ἀνάρχοις ἐπιπεσεῖν τοῖς πράγμασι, παῖδα Οὐαλεντινιανοῦ
 νέον, ἐκ γαμετῆς αὐτῷ τεχθέντα τῆς πρότερον Μαγνεντίῳ συνοικησάσης,
 οὐ πόρρω που μετὰ τῆς μητρὸς ὄντα μεταπεμψάμενοι παράγουσι μετὰ τῆς
 ἁλουργίδος εἰς τὰ βασίλεια, πέμπτον

ἄγοντα μόλις ἐνιαυτόν. διελομένων δὲ πρὸς ἑαυτοὺς Γρατιανοῦ καὶ
 Οὐαλεντινιανοῦ τοῦ νέου τὴν βασιλείαν, ὡς ἐδόκει τοῖς περὶ αὐτοὺς τὰ
 πράγματα κρίνουσιν ʽαὐτοὶ γὰρ οἱ βασιλεῖς οὐκ ἦσαν κύριοι διὰ τὴν
 ἡλικίαν̓, Γρατιανῷ μὲν τὰ Κελτικὰ φῦλα καὶ Ἰβηρία πᾶσα καὶ ἡ
 Βρεττανικὴ νῆσος ἀπεκληροῦτο, Οὐαλεντινιανὸν δὲ ἐδόκει τὴν Ἰταλίαν
 τε καὶ Ἰλλυριοὺς καὶ τὴν ὅλην ἔχειν Λιβύην.

Οὐάλεντα δὲ τὸν βασιλέα πολλαὶ πολλαχόθεν περιειστήκεσαν πολέμων
 ἐπιφοραί. καὶ πρῶτον μὲν Ἴσαυροι ʽκαλοῦσι δὲ αὐτοὺς οἳ μὲν Πισίδας,
 οἳ δὲ Σολύμους, ἄλλοι δὲ Κίλικας ὀρείους: τὸ δὲ ἀκριβέστερον, ἡνίκα
 εἰς τοὺς περὶ αὐτῶν ἀφικώμεθα λόγους, δηλώσομεν̓ τὰς ἐν Λυκίᾳ καὶ
 Παμφυλίᾳ πόλεις ἐπόρθουν, τειχῶν μὲν κρατεῖν οὐ δυνάμενοι,

τὰ δὲ ἐν τοῖς ὑπαίθροις ἅπαντα διαρπάζοντες. ἐπεὶ δὲ ὁ βασιλεὺς ἔτι
 κατὰ τὴν Ἀντιόχειαν διατρίβων ἔστελλεν ἐπ̓ αὐτοὺς ἀρκοῦσαν, ὡς ᾤετο,
 δύναμιν, οἱ μὲν Ἴσαυροι μετὰ τῆς λείας ἁπάσης εἰς τὰ τραχύτατα
 συνέφευγον τῶν ὀρῶν, οὔτε διῶξαι τῶν στρατιωτῶν δἰ ἐκμέλειαν
 δυναμένων, οὔτε ἄλλων τὰ συμβάντα ταῖς πόλεσι δυστυχήματα
 θεραπεῦσαι.

τούτων δὲ ὄντων ἐν τούτοις, φῦλόν τι βάρβαρον τοῖς ὑπὲρ τὸν Ἴστρον
 Σκυθικοῖς ἔθνεσιν ἐπανέστη, πρότερον μὲν οὐκ ἐγνωσμένον, τότε δὲ
 ἐξαίφνης ἀναφανέν. Οὔννους δὲ τούτους ἐκάλουν, εἴτε βασιλείους
 αὐτοὺς ὀνομάζειν προσήκει Σκύθας, εἴτε οὓς Ἡρόδοτός φησι παροικεῖν
 τὸν Ἴστρον σιμοὺς καὶ ἀσθενέας ἀνθρώπους, εἴτε ἐκ τῆς Ἀσίας εἰς τὴν
 Εὐρώπην διέβησαν: καὶ τοῦτο γὰρ εὗρον ἱστορημένον, ὡς ἐκ τῆς ὑπὸ τοῦ
 Τανάϊδος καταφερομένης ἰλύος ὁ Κιμμέροις ἀπογαιωθεὶς 
 Βόσπορος ἐνέδωκεν αὐτοῖς ἐκ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην πεζῇ
 διαβῆναι.

παρελθόντες δὲ ὅμως τοῖς ἵπποις καὶ γυναιξὶ καὶ παισὶ καὶ οἷς
 ἐπεφέροντο, τοῖς ὑπὲρ τὸν Ἴστρον κατῳκημένοις ἐπῄεσαν Σκύθαις, μάχην
 μὲν σταδίαν οὔτε δυνάμενοι τὸ παράπαν οὔτε εἰδότες ἐπαγαγεῖν ʽπῶς
 γὰρ οἱ μήτε εἰς γῆν πῆξαι τοὺς πόδας οἷοί τε ὄντες ἑδραίως, ἀλλ̓ ἐπὶ
 τῶν ἵππων καὶ διαιτώμενοι καὶ καθεύδοντεσ̓, περιελάσεσι δὲ καὶ
 ἐκδρομαῖς καὶ εὐκαίροις ἀναχωρήσεσιν, ἐκ τῶν ἵππων
 κατατοξεύοντες,

ἄπειρον τῶν Σκυθῶν εἰργάσαντο φόνον. τοῦτο συνεχῶς ποιοῦντες εἰς
 τοῦτο τὸ Σκυθικὸν περιέστησαν τύχης ὥστε τοὺς περιλελειμμένους:, ὧν
 εἶχον ἐκστάντας οἰκήσεων, ἐνδοῦναι μὲν τοῖς Οὔννοις ταύτας οἰκεῖν,
 αὐτοὶ δὲ φεύγοντες ἐπὶ τὴν ἀντιπέρας ὄχθην διαβῆναι τοῦ Ἴστρου, καὶ
 τὰς χεῖρας ἀνατείναντες ἱκετεύειν δεχθῆναι παρὰ βασιλέως,
 ὑπισχνεῖσθαί τε πληρώσειν ἔργον αὐτῷ συμμάχων πιστῶν καὶ
 βεβαίων.

τῶν δὲ τὰς ἐπὶ τοῦ Ἴστρου πόλεις φρουρεῖν τεταγμένων εἰς τὴν τοῦ
 βασιλεύοντος γνώμην ἀναβαλλομένων τὰ περὶ τούτου, δέχεσθαι τούτους
 Οὐάλης ἐπέτρεπε πρότερον ἀποθεμένους τὰ ὅπλα. τῶν δὲ ταξιάρχων, καὶ
 ὅσοι στρατιωτῶν ἡγεμονίαν εἶχον, διαβάντων μὲν ἐφ̓ ᾧτε ὅπλων δίχα
 τοὺς βαρβάρους ἐπὶ τὰ Ῥωμαίων ὅρια παραπέμψαι, μηδενὸς δὲ γενομένων
 ἑτέρου πλὴν γυναικῶν εὐπροσώπων ἐπιλογῆς καὶ παίδων ὡραίων εἰς
 αἰσχρότητα θήρας ἢ οἰκετῶν ἢ γεωργῶν κτήσεως, οἷς τισὶ μόνοις
 προσσχόντες τῶν ἄλλων ὅσα πρὸς κοινὸν ὄφελος ἔφερον ὑπερεῖδον, ὥστε
 ἀμέλει μετὰ τῶν ὅπλων ἔλαθον οἱ πλείους περαιωθέντες.

καὶ ἅμα τῆς ὑπὸ Ῥωμαίους γῆς ἐπιβάντες οὔτε ἱκεσιῶν οὔτε ὅρκων
 ἐμνήσθησαν, ἀλλ̓ ἡ Θρᾴκη τε ἅπασα καὶ ἡ Παιονία καὶ τὰ μέχρι Μακεδονίας καὶ Θετταλίας ἐπληροῦντο βαρβάρων τὰ
 προσπεσόντα λῃζομένων.

κινδύνου δὲ τοῖς ταύτῃ πράγμασιν ἐπικειμένου μεγίστου, δραμόντες ἐπὶ
 βασιλέα τὸ συμβὰν ἀπαγγέλλουσιν. ὃ δὲ τὰ πρὸς Πέρσας ὡς ἐνῆν
 διαθέμενος, ἀπὸ τῆς Ἀντιοχείας διαδραμὼν ἐπὶ τὴν Κωνσταντινούπολιν
 ᾔει, κἀντεῦθεν ἐπὶ Θρᾴκης ἐχώρει, τὸν πρὸς τοὺς αὐτομόλους Σκύθας
 ἀγωνισόμενος πόλεμον. ἐξιόντι δὲ τῷ στρατοπέδῳ καὶ αὐτῷ δὲ τῷ
 βασιλεῖ τέρας ὤφθη τοιόνδε.

ἀνθρώπου τι σκῆνος ἐφάνη κατὰ τὴν ὁδὸν κείμενον, τὸ μὲν ἄλλο ἅπαν
 ἀκίνητον καὶ ἀπὸ κεφαλῆς μεμαστιγωμένῳ ἄχρι ποδῶν ἐοικός, μόνους δὲ
 τοὺς ὀφθαλμοὺς ἀνεῳγμένους ἔχον, ἐμβλέποντας τοῖς πλησιάζουσιν. ἐπεὶ
 δὲ τοῖς ἐρωτῶσι τίς τε εἴη καὶ πόθεν, ἢ παρὰ τίνος ταῦτα πάθοι,
 παντάπασιν οὐδὲν ἀπεκρίνατο, τερατῶδες εἶναι νομίσαντες ἐπέδειξαν
 καὶ τῷ βασιλεῖ παρόντι. τοῦ δὲ τὰς αὐτὰς πεύσεις προσαγαγόντος οὐδὲν
 ἧττον ἄφωνος ἦν, οὔτε ζῆν νομισθεὶς διὰ τὸ πᾶν τὸ σῶμα ἀκίνητος
 εἶναι, οὔτε τεθνάναι τελέως, ἐπειδὴ ἐρρῶσθαι τὸ βλέμμα ἐδόκει.

γέγονεν ἀφανὲς ἄφνω τὸ τέρας. τῶν οὖν
 περιεστώτων περὶ τὸ πρακτέον ἀπορουμένων συνέβαλλον οἱ τὰ τοιαῦτα
 ἐξηγεῖσθαι δεινοὶ τὴν ἐσομένην προμηνύειν τῆς πολιτείας κατάστασιν,
 ὅτι τε πληττόμενα καὶ μαστιγούμενα διατελέσει τὰ πράγματα,
 ψυχορραγοῦσιν ἐοικότα, μέχρις ἂν τῇ τῶν ἀρχόντων καὶ ἐπιτροπευόντων
 κακίᾳ τελέως φθαρείη. τοῦτο μὲν οὖν, ἐπιόντων ἡμῶν τὰ καθ̓ ἕκαστα,
 σὺν ἀληθείᾳ φανήσεται προαγορευθέν:

ὁ δὲ βασιλεὺς Οὐάλης λῃζομένους ἤδη τὴν Θρᾴκην πᾶσαν τοὺς Σκύθας
 θεώμενος, ἔγνω τοὺς ἐκ τῆς ἑῴας σὺν αὐτῷ παραγενομένους καὶ μάχεσθαι
 μεθ̓ ἵππων ἐμπειροτάτους τῇ τῶν Σκυθῶν ἵππῳ πρότερον ἐπιπέμψαι.

λαβόντες οὖν οὗτοι παρὰ τοῦ βασιλέως τὸ σύνθημα κατ̓
 ὀλίγους ἐκ τῶν τῆς Κωνσταντινουπόλεως πυλῶν ὑπεξῄεσαν, καὶ τοὺς
 ἐκλείποντας Σκυθῶν τοῖς κοντοῖς περονῶντες πολλῶν ἡμέρας ἑκάστης
 ἔφερον κεφαλάς. ἐπεὶ δὲ ἡ τῶν ἵππων ταχυτὴς καὶ ἡ τῶν κοντῶν ἐπιφορὰ
 δύσμαχος εἶναι τοῖς Σκύθαις ἐδόκει, καταστρατηγῆσαι τὸ Σαρακηνικὸν
 διενοήθησαν φῦλον. ἐνέδραν τινὰ κοίλοις ἐναποκρύψαντες τόποις τρεῖς
 ἑνὶ Σκύθας ἐπιέναι συνεῖδον Σαρακηνῷ.

καὶ ταύτης δὲ διαμαρτόντες τῆς πείρας, τῶν Σαρακηνῶν διὰ τὸ τῶν
 σφετέρων ἵππων ταχὺ καὶ εὐάγωγον κατ̓ ἐξουσίαν ἀποφευγόντων, ἡνίκα
 ἂν πλῆθος ἐπιὸν ἴδοιεν, ἐπελαυνόντων δὲ σχολαίοις καὶ τοῖς κοντοῖς
 ἀναιρούντων, τοσοῦτος ἐγένετο Σκυθῶν φόνος ὥστε ἀπαγορεύσαντας
 αὐτοὺς ἐθελῆσαι περαιωθῆναι τὸν Ἴστρον καὶ σφᾶς ἐκδοῦναι τοῖς
 Οὔννοις μᾶλλον ἢ ὑπὸ Σαρακηνῶν πανωλεθρίᾳ διαφθαρῆναι. καταλιπόντων
 δὲ αὐτῶν τοὺς περὶ Κωνσταντίνου τὴν πόλιν τόπους καὶ πορρωτέρω
 προελθόντων, γέγονεν εὐρυχωρία τῷ βασιλεῖ παραγαγεῖν εἰς τὸ πρόσω τὸ
 στράτευμα.

Σκοπουμένῳ δὲ αὐτῷ τίνι δέοι τρόπῳ διαθεῖναι τὸν πόλεμον πλήθους:
 ἐπικειμένου τοσούτου βαρβάρων, καὶ ἅμα τῇ τῶν ἀρχόντων βαρυνομένῳ
 κακίᾳ, καὶ παραλῦσαι μὲν αὐτοὺς διὰ τὸν περιέχοντα τὰ πράγματα σάλον
 ὀκνοῦντος, ἀποροῦντος δὲ τίσι τὰς ἡγεμονίας παραδοῦναι προσήκει
 μηδενὸς ἀξιόχρεω φαινομένου, καταλιπὼν Σευαστιανὸς τὴν ἑσπέραν οἷα
 τῶν αὐτόθι βασιλέων διὰ νεότητα φρονεῖν ταὐτὰ πρὸς ἑαυτοὺς οὐκ
 ἀνεχομένων, ἀλλὰ ἐκδόντων ἑαυτοὺς εὐνούχων ἐπὶ τῷ κοιτῶνι τεταγμένων
 διαβολαῖς, εἰς τὴν Κωνσταντινούπολιν παρεγένετο.

τοῦτο μαθὼν Οὐάλης, καὶ τὰς ἐν πολέμοις καὶ τῇ πάσῃ πολιτείᾳ τοῦ
 ἀνδρὸς ἀρετὰς ἐπιστάμενος, αἱρεῖται στρατηγὸν αὐτὸν καὶ τὴν
 ἡγεμονίαν τοῦ παντὸς πιστεύει πολέμου.

ὃ δὲ πρὸς τὸ ἐκδεδιῃτημένον καὶ παντάπασιν ἐκμελὲς τῶν ταξιάρχων καὶ
 στρατιωτῶν ἀφορῶν, καὶ ὡς εἰς φυγὴν μόνον εἰσὶ γεγυμνασμένοι καὶ
 γυναικώδεις καὶ ἀθλίας εὐχάς, δισχιλίους ᾔτησεν, οὓς ἂν ἕλοιτο,
 δοθῆναι στρατιώτας αὐτῷ: πλήθους γὰρ ἡγεῖσθαι χαύνως ἠγμένων
 ἀνθρώπων μὴ ῥᾴδιον εἶναι, παιδαγωγῆσαι δὲ ὀλίγους καὶ εἰς τὸ
 ἀρρενωπὸν ἐκ τοῦ θήλεος ἀναγαγεῖν οὐ σφόδρα δύσκολον εἶναι, καὶ
 ἄλλως δὲ λυσιτελὲς μᾶλλον ἐν ὀλίγοις ἢ παντὶ κινδυνεύειν τῷ
 πλήθει.

πείθει ταῦτα λέγων τὸν βασιλέα, καὶ λαβὼν αἵρεσιν οὐκ ἐκ τῶν
 ἐντεθραμμένων δειλίᾳ καὶ πρὸς τὸ φεύγειν γεγυμνασμένων οὓς ᾔτησεν
 εἵλετο, νεωστὶ δέ τινας ἐναριθμηθέντας τῷ στρατοπέδῳ καὶ σώματος
 ἀνατρέχοντας εὐφυΐᾳ καὶ προσέτι γε τῷ φύσιν τεκμαίρεσθαι δυναμένῳ
 φαινομένους εἰς ὅπερ ᾑρέθησαν ἱκανούς. αὐτόθεν οὖν ἑκάστου τῆς
 φύσεως ἐπειρᾶτο, καὶ τῇ συνεχεῖ γυμνασίᾳ τὸ ἐνδέον ἐπλήρου,
 πειθομένους μὲν ἐπαινῶν καὶ δωρεαῖς ἀμειβόμενος, ἀπειθοῦσι δὲ
 σφοδρὸς καὶ ἀπαραίτητος εἶναι δοκῶν.

οὕτω δὲ τοὺς σὺν αὐτῷ πρὸς πᾶσαν πολεμικὴν ἐπιστήμην ἀσκήσας τὰς μὲν
 τειχήρεις κατελάμβανε πόλεις, τῆς ἀσφαλείας ὅτι μάλιστα τοῦ
 στρατοπέδου ποιούμενος λόγον, ἐνέδραις δὲ συνεχέσι τοῖς προνομεύουσι
 τῶν βαρβάρων ἐπῄει, καὶ νῦν μὲν τῷ πλήθει τῶν λαφύρων εὑρίσκων
 βαρυνομένους ἀνῄρει, τῆς λείας γενόμενος κύριος, νῦν δὲ μεθύοντας,
 ἄλλους δὲ τῷ ποταμῷ λουομένους ἀπέσφαζεν.

ὡς δὲ τὸ πολὺ τῶν βαρβάρων τοῖς τοιούτοις στρατηγήμασιν ἐδαπάνησε
 μέρος, καὶ τὸ λειπόμενον δέει τοῦ στρατηγοῦ τοῦ προνομεύειν
 ἀπέσχετο, φθόνος ἐξανίσταται κατ̓ αὐτοῦ μέγιστος. οὗτος δὲ ἔτικτε
 μῖσος, ἐντεῦθέν τε διαβολαὶ πρὸς τὸν βασιλέα, τῶν τοῦ ἄρχειν
 ἐκπεπτωκότων τοὺς κατὰ τὴν αὐλὴν εὐνούχους παρορμώντων εἰς
 τοῦτο.

οὕτω δὴ τοῦ βασιλέως εἰς ἄλογον ὑποψίαν παρατραπέντος, Σεβαστιανὸς
 μὲν ἐδήλου κατὰ χώραν μένειν τῷ βασιλεῖ καὶ μὴ
 περαιτέρω προβαίνειν: οὐδὲ γὰρ εἶναι ῥᾷστον πλήθει τοσούτῳ πόλεμον
 ἐκ τοῦ προφανοῦς ἐπάγειν, ἀλλ̓ ἐκ περιδρομῆς καὶ λαθραίαις ἐπιθέσεσι
 τρίβειν τὸν χρόνον, ἕως ἂν σπάνει τῶν ἐπιτηδείων ἀπειπόντες ἢ
 παραδοῖεν αὑτούς, ἢ τῶν ὑπὸ Ῥωμαίους χωρίων ἀναχωρήσαιεν, τοῖς
 Οὔννοις ἐκδιδόντες τὸ καθ̓ ἑαυτοὺς μᾶλλον ἢ τοῖς ἐκ τοῦ λιμοῦ
 συμβαίνειν εἰωθόσιν οἰκτροτάτοις ὀλέθροις.

ἀλλ̓ ἐκείνου ταῦτα παραινοῦντος, οἱ τἀναντία σπουδάζοντες ἐξιέναι
 τὸν βασιλέα πανστρατιᾷ παρεκάλουν ἐπὶ τὸν πόλεμον ὡς ἤδη τῶν
 βαρβάρων ὡς ἐπίπαν ἀπολωλότων καὶ ἀκονιτὶ τοῦ βασιλέως τῇ νίκῃ
 παρισταμένου. κρατησάσης δὲ τῆς χείρονος γνώμης, ἐπειδὴ καὶ πρὸς τὸ
 χεῖρον ἦγεν ἡ τύχη τὰ πράγματα, τὸν στρατὸν ἅπαντα σὺν οὐδενὶ κόσμῳ
 πρὸς τὴν μάχην ἐξῆγεν ὁ βασιλεύς.

οἷς ἀπαντήσαντες ἀπροφασίστως οἱ βάρβαροι, καὶ παρὰ πολὺ τῇ μάχῃ
 κρατήσαντες, μικροῦ μὲν ἅπαντας πανωλεθρίᾳ διέφθειραν: σὺν ὀλίγοις
 δὲ πεφευγότος εἴς τινα κώμην τοῦ βασιλέως, οὐκ οὖσαν τειχήρη,
 περιθέντες ὕλην πανταχόθεν τῇ κώμῃ καὶ πῦρ ἐνέντες τοὺς ἐν αὐτῇ
 συμφυγόντας μετὰ τῶν ἐνοικούντων ἐνέπρησαν, ὡς μηδὲ τῷ τοῦ βασιλέως
 σώματι δυνηθῆναί τινα παντάπασιν ἐπιστῆναι.

Τῶν δὲ πραγμάτων ἐπὶ λεπτοτάτης ἑστώτων ἐλπίδος, Βίκτωρ ὁ τοῦ Ῥωμαίων
 ἡγούμενος ἱππικοῦ, τὸν κίνδυνον ἅμα τισὶν ἱππεῦσι διαφυγών, ἐπὶ
 Μακεδονίαν τε καὶ Θεσσαλίαν ἐλάσας κἀκεῖθεν ἐπὶ Μυσοὺς καὶ Παίονας
 ἀναδραμών, αὐτόθι διατρίβοντι τῷ Γρατιανῷ τὸ συμβὰν ἀπαγγέλλει καὶ
 τὴν τοῦ στρατοπέδου καὶ τοῦ βασιλέως ἀπώλειαν.

ὃ δὲ οὐ σφόδρα μὲν λυπηρῶς τὴν τοῦ θείου τελευτὴν ἤνεγκεν ʽἦν γάρ τις
 ὑποψία πρὸς ἀλλήλους αὐτοῖσ̓, ὁρῶν δὲ αὑτὸν οὐκ ἀρκοῦντα πρὸς τὴν
 διοίκησιν, Θρᾴκης μὲν ὑπὸ τῶν ἐφεστώτων ταύτῃ βαρβάρων κατεχομένης
 καὶ τῶν περὶ Μυσίαν καὶ Παιονίαν τόπων ὑπὸ τῶν ταύτῃ βαρβάρων
 ἐνοχλουμένων, τῶν δὲ ὑπὲρ τὸν Ῥῆνον ἐθνῶν ἀκωλύτως ταῖς πόλεσιν
 ἐπιόντων, αἱρεῖται τῆς βασιλείας κοινωνὸν Θεοδόσιον,
 ἐκ μὲν τῆς ἐν Ἰβηρίᾳ Καλλεγίας, πόλεως δὲ Καύκας ὁρμώμενον, ὄντα δὲ
 οὐκ ἀπόλεμον οὐδὲ ἀρχῆς στρατιωτικῆς ἄπειρον. ἐπιστήσας δὲ τοῖς κατὰ
 Θρᾴκην αὐτὸν καὶ τὴν ἑῴαν πράγμασιν αὐτὸς ἐπὶ Γαλάτας τοὺς ἑσπερίους
 ἐχώρει, τὰ αὐτόθι διαθήσων, ὡς οἷός τε γένοιτο.

Θεοδοσίου δὲ τοῦ βασιλέως κατὰ τὴν Θεσσαλονίκην διατρίβοντος, πολλοὶ
 πανταχόθεν κατὰ κοινὰς καὶ ἰδίας συρρέοντες χρείας τῶν προσηκόντων
 τυγχάνοντες ἀπηλλάττοντο. πλήθους δὲ πολλοῦ τῶν ὑπὲρ τὸν Ἴστρον
 Σκυθῶν, Γότθων λέγω καὶ Ταϊφάλων καὶ ὅσα τούτοις ἦν ὁμοδίαιτα
 πρότερον ἔθνη, περαιωθέντων καὶ ταῖς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οὔσαις
 πόλεσιν ἐνοχλεῖν ἀναγκαζομένων διὰ τὸ πλῆθος Οὔννων τὰ παῤ αὐτῶν
 οἰκούμενα κατασχεῖν, ὁ μὲν βασιλεὺς Θεοδόσιος ἐς πόλεμον πανστρατιᾷ
 παρεσκευάζετο:

πάσης δὲ τῆς Θρᾴκης ὑπὸ τῶν εἰρημένων ἐθνῶν ἤδη κατειλημμένης, καὶ
 τῶν ἐπὶ τῇ φυλακῇ τῶν πόλεων καὶ τῶν αὐτόθι φρουρίων οὐδὲ ἐπὶ βραχὺ
 θαρρούντων ἔξω τῶν τειχῶν προελθεῖν, μήτι γε καὶ ἐν τοῖς ὑπαίθροις
 εἰς χεῖρας ἐλθεῖν, Μοδάρης ὢν μὲν ἐκ τοῦ βασιλείου τῶν Σκυθῶν
 γένους, οὐ πρὸ πολλοῦ δὲ πρὸς Ῥωμαίους αὐτομολήσας καὶ δἰ ἣν
 ἐπεδείξατο πίστιν στρατιωτικῆς προβεβλημένος ἀρχῆς, ἐπί τινος
 ἀναβιβάσας λόφου τοὺς στρατιώτας, ὁμαλοῦ μὲν καὶ γεώδους,
 ἐκτεινομένου δὲ εἰς μῆκος καὶ πεδία μέγιστα ὑποκείμενα ἔχοντος,
 ἔλαθε μὲν τοὺς βαρβάρους τοῦτο πεποιηκώς, ἐπεὶ δὲ διὰ τῶν κατασκόπων
 ἔγνω πάντας ἐν τοῖς ὑποκειμένοις τῷ λόφῳ πεδίοις τοὺς πολεμίους
 ἀποχρησαμένους τῇ κατὰ τοὺς ἀγροὺς καὶ τὰς ἀτειχίστους κώμας
 εὑρεθείσῃ τρυφῇ κεῖσθαι μεθύοντας, ἡσυχῇ παραγγέλλει τοῖς
 στρατιώταις ξίφη μόνα καὶ ἀσπίδας ἐπικομιζομένοις, μείζονος δὲ ἢ
 βαρυτέρας ὑπεριδόντας ὁπλίσεως καὶ τοὺς συνασπισμοὺς τοὺς συνήθεις
 ἐάσαντας, ἐπελθεῖν τοῖς βαρβάροις ἤδη τῇ τρυφῇ παρειμένοις:

οὗπερ γεγενημένου βραχύ τι πρὸ τῆς ἡμέρας ἐπιθέμενοι
 τοῖς βαρβάροις οἱ στρατιῶται πάντας κατέσφαξαν, τοὺς μὲν οὐδὲ
 αἰσθανομένους, τοὺς δὲ ἅμα τῇ αἰσθήσει τρωθέντας, καὶ ἄλλους ἄλλοις
 θανάτων τρόποις ἀναιρεθέντας. ἐπεὶ δὲ τῶν ἀνδρῶν οὐδὲν ὑπελείφθη,
 τοὺς μὲν πεσόντας ἐσκύλευον, ἐπὶ δὲ τὰς γυναῖκας καὶ τοὺς παῖδας
 ὁρμήσαντες ἁμάξας μὲν εἷλον τετρακισχιλίας αἰχμαλώτους δὲ ὅσους ἦν
 εἰκὸς ἐπὶ τοσούτων ἁμαξῶν φέρεσθαι, δίχα τῶν βάδην ταύταις
 ἀκολουθούντων καὶ ἐξ ἀμοιβῆς, οἷα φιλεῖ γίνεσθαι, τὰς ἀναπαύσεις ἐπ̓
 αὐτῶν ποιουμένων.

οὕτω τοῖς ἀπὸ τῆς τύχης πορισθεῖσι τοῦ στρατηγοῦ χρησαμένου, τὰ μὲν
 τῆς Θρᾴκης, εἰς ἔσχατον ἀπωλείας ἐλάσειν κινδυνεύσαντα, τέως ἦν ἐν
 ἡσυχίᾳ παρὰ πᾶσαν ἐλπίδα τῶν ἐν ταύτῃ βαρβάρων ἀπολομένων.

Τὰ δὲ κατὰ τὴν ἑῴαν οὐ πόρρω γέγονε παντελοῦς ἀπωλείας ἐξ αἰτίας
 τοιᾶσδε. τῶν Οὔννων, ὃν τρόπον διεξῆλθον, τοῖς ὑπὲρ τὸν Ἴστρον
 κατῳκημένοις ἔθνεσιν ἐπελθόντων, οὐκ ἐνεγκόντες οἱ Σκύθαι τὰς τούτων
 ἐφόδους Οὐάλεντος τηνικαῦτα βασιλεύοντος ἐδεήθησαν κατὰ τὴν Θρᾴκην
 δέξασθαι αὐτούς, συμμάχων τε καὶ ὑπηκόων πληρώσοντας χρείαν
 ὑπηρετησομένους δὲ πᾶσιν οἷς ἂν ὁ βασιλεὺς ἐπιτάξειεν.

τούτοις ὑπαχθεὶς τοῖς λόγοις Οὐάλης δέχεται μὲν αὐτούς, οἰηθεὶς δὲ
 τῆς αὐτῶν πίστεως ἐχέγγυον ἀσφάλειαν ἔχειν εἰ τοὺς αὐτῶν παῖδας εἰς
 ἥβην οὔπω προελθόντας ἐν ἑτέρᾳ που διαιτᾶσθαι παρασκευάσειεν χώρᾳ,
 πλῆθος πολύ τι παιδαρίων εἰς τὴν ἑῴαν ἐκπέμψας Ἰούλιον ἐπέστησε τῇ
 τούτων ἀνατροφῇ τε καὶ φυλακῇ, τὴν ἀγχίνοιαν τοῦ ἀνδρὸς πρὸς
 ἑκάτερον ἀρκεῖν ἡγησάμενος.

ὃ δὲ ταῖς πόλεσιν αὐτοὺς ἐγκατένειμεν, ὥστε μὴ βάρβαρον νεολαίαν, εἰς
 πλῆθος συνειλεγμένην τοσοῦτον, εὐρυχωρίαν ἔχειν τοῦ νεωτερίζειν τι
 καὶ ἔξω τῶν οἰκείων συμφρονῆσαι. τούτοις ἐνδιαιτωμένοις ταῖς πόλεσι
 καὶ ἤδη ταῖς ἡλικίαις ἀκμάζουσι τὰ κατὰ τὴν Θρᾴκην
 συμβάντα τοῖς αὐτῶν ὁμοφύλοις ἠγγέλθη:

δυσχεράναντες δὲ πρὸς τὴν ἀκοὴν ἀλλήλοις τε ὡμίλουν ὅσοι κατὰ τὴν
 αὐτὴν πόλιν ἔτυχον ὄντες, καὶ τοῖς ἑτέρας πόλεις οἰκοῦσι λαθραίως
 ἐδήλουν, τῇ κατὰ τῶν πόλεων ἐπιθέσει τιμωρῆσαι τοῖς σφῶν πατράσι καὶ
 ὁμοφύλοις διανοούμενοι.

ταύτης αἰσθόμενος ὁ Ἰούλιος τῆς τῶν βαρβάρων ὁρμῆς, καὶ ἀπορῶν μὲν ὅ
 τι πράξειε, δεδιὼς δὲ τὴν τῶν βαρβάρων ἐφ̓ ὅπερ ἂν ὁρμήσωσι
 πρόχειρον ἐπιχείρησιν, τῷ μὲν βασιλεῖ Θεοδοσίῳ δῆλον καταστῆσαι τὸ
 μελετώμενον οὐκ ἔγνω, καὶ τοῖς περὶ Μακεδονίαν ἐνδιατρίβοντι τόποις,
 καὶ προσέτι γε ὡς μὴ παῤ αὐτοῦ παρὰ Οὐάλεντος δὲ ταύτην ἐπιτραπεὶς
 τὴν φροντίδα, καὶ οὔπω σχεδὸν τῷ τότε βασιλεύοντι γνωριζόμενος:

τῇ δὲ κατὰ τὴν Κωνσταντινούπολιν γερουσίᾳ γράψας ἐν παραβύστῳ, καὶ
 παρὰ ταύτης ἐπιτραπεὶς ὅ τι ἂν λυσιτελεῖν ἡγήσαιτο πρᾶξαι, τοιῷδέ
 τινι τρόπῳ τὸν ἐπηρτημένον ταῖς πόλεσιν ἀποσείεται κίνδυνον. καλέσας
 ὡς ἑαυτὸν ἅπαντας ὅσοι ταγμάτων ἔτυχον στρατιωτικῶν προεστῶτες, καὶ
 ὅρκοις καταλαβών, ἣν εἶχε γνώμην αὐτοῖς ἐκοινώσατο.

οἳ δὲ ἅπερ ἔδει πράττειν ἀκηκοότες, λόγους ἐνέσπειραν τοῖς ἐν ἑκάστῃ
 πόλει βαρβάροις, ὡς ὁ βασιλεὺς ἁδραῖς σφόδρα δωρεαῖς αὐτοὺς
 ἀμείψασθαι βούλοιτο καὶ διαδοῦναι πᾶσιν οὐ χρήματα μόνον ἀλλὰ καὶ
 γῆν, ὡς ἂν εἰς τὴν ὑπὲρ αὐτοῦ καὶ Ῥωμαίων εὔνοιαν ἐπιδοῖεν.

ἐπὶ τούτοις τε ἐκέλευον εἰς τὰς μητροπόλεις ἀγείρεσθαι, ῥητῆς αὐτοῖς
 εἰς τοῦτο δοθείσης ἡμέρας. ταύταις ἐπαρθέντες οἱ βάρβαροι ταῖς
 ἐλπίσιν ἐχάλασαν μέν τι τοῦ θυμοῦ καὶ τῆς κατὰ τῶν πόλεων ἀπωλείας,
 ἀναμείναντες δὲ τὴν κυρίαν, οὗπερ ἑκάστοις ἦν τεταγμένον ἰέναι,
 συνέρρεον.

εἰδότες δὲ καὶ οἱ στρατιῶται τὸ σύνθημα, καταλαβόντες τὰ ταῖς ἀγοραῖς
 ἐπικείμενα τέγη τοὺς βαρβάρους εἰσιόντας λίθοις καὶ βέλεσι
 κατηκόντισαν, ἕως ἅπαντας πανωλεθρίᾳ διαφθείραντες τὰς
 ἐν τῇ ἑῴᾳ πόλεις τῶν ἐπικειμένων ἠλευθέρωσαν φόβων.

Τὰ μὲν οὖν κατὰ τὴν ἑῴαν καὶ Θρᾴκην συμπεσόντα ἐλαττώματα τῇ τῶν
 στρατηγῶν ἀγχινοίᾳ ταύτην ἔσχε τὴν τελευτήν. ὁ δὲ βασιλεὺς Θεοδόσιος
 ἐνδιαιτώμενος ἔτι τῇ Θεσσαλονίκῃ τοῖς μὲν ἐντυγχάνουσιν ἐδόκει πως
 εὐπρόσιτος εἶναι, τρυφὴν δὲ καὶ ἐκμέλειαν τῆς βασιλείας προοίμια
 ποιησάμενος τὰς μὲν προεστώσας ἀρχὰς συνετάραξε, τοὺς δὲ τῶν
 στρατιωτικῶν ἡγουμένους πλείονας ἢ πρότερον εἰργάσατο:

ἑνὸς γὰρ ὄντος ἱππάρχου καὶ ἐπὶ τῶν πεζῶν ἑνὸς τεταγμένου, πλείοσιν ἢ
 πέντε ταύτας διένειμε τὰς ἀρχάς, τούτῳ τε καὶ τὸ δημόσιον σιτήσεσιν
 ἐβάρυνε πλείοσιν ʽοὐκέτι γὰρ δύο στρατηγοῖς μόνοις ἀλλὰ πέντε καὶ
 πλείοσιν, ὅσην ἕκαστος τῶν δύο πρότερον εἶχεν, ἐχορηγοῦντὀ καὶ τοὺς
 στρατιώτας τοσούτων ἀρχόντων ἐκδέδωκε πλεονεξίᾳ:

τούτων γὰρ ἕκαστος οὐ κατὰ τὸ μέρος, ἀλλὰ ὁλόκληρον, ὡς ἂν εἰ δύο
 μόνων ὄντων, ἐκ τῆς περὶ τὰ στρατιωτικὰ σιτηρέσια καπηλείας
 ἀθροίζειν ἐβούλετο κέρδος. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἰλάρχας καὶ
 λοχαγοὺς καὶ ταξιάρχους εἰς πλῆθος ἤγαγε τοσοῦτον ὥστε διπλασίους ἢ
 πρότερον εἶχε λελεῖφθαι, τοὺς δὲ στρατιώτας τῶν ἐκ τοῦ δημοσίου
 δεδομένων αὐτοῖς ἔχειν οὐδέν.

Ἀλλὰ τοῦτο μὲν εἰς τοῦτο κατέστησεν ἡ τοῦ βασιλέως ἐκμέλεια καὶ ἡ
 ἄλογος τῶν χρημάτων ἐπιθυμία, τοσαύτην δὲ ἐπεισήγαγε τῇ βασιλικῇ
 τραπέζῃ δαπάνην ὥστε διὰ πλῆθος τῶν ἐδεσμάτων καὶ τῆς περὶ ταῦτα
 πολυτελείας τάγματα πολυάνθρωπα καταστῆναι μαγείρων τε καὶ οἰνοχόων
 καὶ τῶν ἄλλων, οὓς εἴ τις ἐξαριθμήσασθαι βουληθείη, συγγραφῆς αὐτῷ
 πολυστίχου δεήσει.

περὶ γὰρ τοῦ πλήθους τῶν περὶ τὴν βασιλικὴν θεραπείαν εὐνούχων, καὶ
 ὡς οἱ πλεῖστοι τούτων, ὅσοι μάλιστα τῶν ἄλλων ὥρᾳ διέφερον, ἄρχοντάς
 τε ὡς ἠβούλοντο παρῆγον εἰς μέσον καὶ τῆς βασιλείας ἁπάσης τὴν ἐπικράτειαν ἔσχον, τὴν τοῦ βασιλεύοντος εἰς ὅπερ
 ἐβούλοντο μεταφέροντες γνώμην, τί δεῖ λέγοντα μηκύνειν ἐπὶ πλέον τὸν
 λόγον, δέον τὰ τῆς ἐξ ἐκείνου τῶν πραγμάτων ἀπωλείας αἴτια
 διελθεῖν.

ἐπειδὴ γὰρ ὡς ἔτυχε, καὶ περὶ τοὺς ἀναξίους, τὰ δημόσια δαπανῶν
 πλειόνων εἰκότως ἐδεῖτο χρημάτων, καὶ τὰς τῶν ἐπαρχιῶν ἡγεμονίας
 ὠνίους προυτίθει τοῖς προσιοῦσι, δόξῃ μὲν ἢ βίῳ σπουδαίῳ παντάπασιν
 οὐ προσέχων, ἐπιτήδειον δὲ κρίνων τὸν ἀγρὸν ἢ ἀργύριον
 προσάγοντα πλέον.

καὶ ἦν ἰδεῖν ἀργυραμοιβοὺς καὶ ὀβολοστάτας καὶ ἄλλους ἐπ̓ ἀγορᾶς τὰ
 τῶν ἐπιτηδευμάτων αἰσχρότατα μετιόντας ἐπιφερομένους τὰ τῶν ἀρχῶν
 σύμβολα καὶ τοῖς πλείονα ἔχουσι χρήματα τὰς ἐπαρχίας παραδιδόντας.

οὔσης οὖν ἤδη τοιαύτης τῆς ἀμφὶ τὴν πολιτείαν ἐπὶ τὸ χεῖρον
 ἐναλλαγῆς, τὸ μὲν στρατιωτικὸν ἐν ὀλίγῳ μεμείωτο χρόνῳ καὶ εἰς τὸ
 μηδὲν περιίστατο, τὰς δὲ πόλεις ἐπιλελοίπει τὰ χρήματα, τὰ μὲν ὑπὸ
 τῶν ἐπιτεθέντων εἰσφορῶν, ὑπερβαινόντων τὸ μέτρον, τὰ δὲ εἰς τὴν τῶν
 ἀρχόντων ἐκενοῦτο πλεονεξίαν: τοὺς γὰρ μὴ θεραπεύοντας τὴν αὐτῶν
 ἀπληστίαν τοῖς ἐκ συκοφαντίας πράγμασι περιέβαλλον, μόνον οὐχὶ
 βοῶντες ὡς ὅσα ὑπὲρ τῆς ἀρχῆς δεδώκασιν ἀνάγκη πᾶσα συναγαγεῖν.

ἐκ τούτου τοιγαροῦν οἱ τὰς πόλεις οἰκοῦντες πενίᾳ τε καὶ ἀρχόντων
 κακίᾳ τρυχόμενοι δυστυχῆ καὶ οἴκτιστον ἔτριβον βίον, ἱκετεύοντες τὸν
 θεὸν καὶ δεόμενοι τῶν τοσούτων αὐτοῖς ἀπαλλαγὴν εὕρασθαι συμφορῶν:
 ἔτι γὰρ ἦν αὐτοῖς ἄδεια τοῦ φοιτᾶν εἰς τὰ ἱερὰ καὶ τὰ θεῖα κατὰ τοὺς
 πατρίους θεσμοὺς ἐκμειλίττεσθαι.

Ὁ δὲ βασιλεὺς Θεοδόσιος παρὰ πολὺ ἐλαττωθὲν τὸ στρατιωτικὸν
 θεασάμενος, ἐφῆκε τῶν ὑπὲρ τὸν Ἴστρον βαρβάρων τοῖς βουλομένοις ὡς
 αὑτὸν ἰέναι, τοὺς αὐτομόλους ἐντάττειν τοῖς στρατιωτικοῖς τάγμασιν
 ὑπισχνούμενος. οἳ δὲ τὸ σύνθημα τοῦτο δεξάμενοι ᾔεσάν τε ὡς αὐτὸν
 καὶ ἀνεμίγνυντο τοῖς στρατιώταις, γνώμην ἐν ἑαυτοῖς ἔχοντες, εἰ
 πλείους γένοιντο, ῥᾷον ἐπιθέσθαι τοῖς πράγμασι καὶ
 κρατήσειν ἁπάντων.

ἰδὼν δὲ τὸ πλῆθος τῶν αὐτομόλων ὁ βασιλεὺς ἤδη τὸ τῶν αὐτόθι
 στρατιωτῶν ὑπεραῖρον, ἐν νῷ τε βαλόμενος ὡς οὐ καθέξει τις αὐτοὺς
 ἕτερόν τι παρὰ τὰ συντεθειμένα φρονήσαντας, ἄμεινον ᾠήθη μέρος τι
 τούτων τοῖς στρατευομένοις κατὰ τὴν Αἴγυπτον ἀναμῖξαι, μέρος δὲ τῶν
 τὰ ἐκεῖσε τάγματα πληρούντων ὡς ἑαυτὸν ἀγαγεῖν.

οὗ δὴ γενομένου, καὶ τῶν μὲν ἐπ̓ ἐκεῖνα τῶν δὲ ἐπὶ τάδε κατὰ τὸ
 βασιλέως σύνθημα προϊόντων, οἱ μὲν Αἰγύπτιοι τὴν πάροδον ἡσυχῇ
 ποιούμενοι διὰ τῶν πόλεων τὰ ἐν χρείᾳ τιμῆς δικαίας ὠνοῦντο, οἱ
 βάρβαροι δὲ σὺν οὐδενὶ κόσμῳ τῇ παρόδῳ χρώμενοι τὰ ἐπ̓ ἀγορᾶς ὡς
 ἐβούλοντο διετίθεσαν.

ἐπεὶ δὲ συνέδραμον εἰς τὴν Φιλαδέλφειαν, ἣ μία τῆς Λυδίας ἐστίν, οἱ
 μὲν Αἰγύπτιοι πολλῷ τῶν βαρβάρων ὄντες ἐλάττους εἴχοντο τῆς
 στρατιωτικῆς εὐταξίας, οἱ δὲ βάρβαροι πλήθει τούτους ὑπεραίροντες
 ἔχειν τι πλέον ἠξίουν. καὶ ἐπειδὴ τῶν ἐπ̓ ἀγορᾶς τις ὧν ἀπέδοτο
 δοθῆναι τιμὴν ᾔτησεν, ὁ δὲ βάρβαρος τὸ ξίφος ἐπήγαγεν, εἶτα
 ἀναβοήσαντος ἐπλήττετο καὶ ἄλλος βοηθῆσαι βουλόμενος, ἐλεήσαντες οἱ
 Αἰγύπτιοι τὸ γινόμενον ἐπιεικῶς τοῖς βαρβάροις ἀπέχεσθαι παρῄνουν
 τῶν τοιούτων ἀτοπημάτων: μὴ γὰρ εἶναι τοῦτο ἔργον ἀνθρώπων κατὰ
 Ῥωμαίων νόμους ζῆν ἐθελόντων.

οἳ δὲ κατ̓ ἐκείνων ἐχρῶντο τοῖς ξίφεσιν, ἕως ἐνδόντες οἱ Αἰγύπτιοι τῷ
 θυμῷ συνέπεσόν τε αὐτοῖς καὶ πλείους ἢ διακοσίους ἀνεῖλον, τοὺς μὲν
 πλήξαντες, τοὺς δὲ εἰς τοὺς ὑπονόμους φυγεῖν ἀναγκάσαντες κἀκεῖσε
 τὸν βίον ἀπολιπεῖν. ἐν μὲν οὖν τῇ Φιλαδελφείᾳ ταῦτα πράξαντες ἐπὶ
 τοῖς βαρβάροις Αἰγύπτιοι, καὶ πείσαντες σωφρονεῖν ὡς τῶν
 ἀντιστησομένων αὐτοῖς οὐκ ἐπιλειψόντων, αὐτοὶ μὲν εἴχοντο τῆς ἐπὶ τὸ
 πρόσω πορείας, οἱ δὲ βάρβαροι ἐπὶ τὴν Αἴγυπτον, οὗ τεταγμένον ἦν
 αὐτοῖς, προῄεσαν. ἡγεῖτο δ̓ αὐτῶν Ὁρμίσδης ὁ Πέρσης:
 ἦν δὲ Ὁρμίσδου παῖς τοῦ κοινωνήσαντος εἰς τὸν κατὰ Περσῶν πόλεμον
 Ἰουλιανῷ τῷ αὐτοκράτορι.

Τῶν δὲ Αἰγυπτίων εἰς Μακεδονίαν ἀφικομένων καὶ τοῖς αὐτόθι τάγμασι
 συναφθέντων, τάξις μὲν ἦν τοῖς στρατεύμασιν οὐδεμία, οὐδὲ Ῥωμαίου
 διάκρισις ἢ βαρβάρου, πάντες δὲ ἀναμὶξ ἀνεστρέφοντο, μηδὲ ἀπογραφῆς
 ἔτι τῶν ἐν τοῖς στρατιωτικοῖς ἀριθμοῖς ἀναφερομένων φυλαττομένης.
 ἐφεῖτο δὲ τοῖς αὐτομόλοις, ἤδη τοῖς τάγμασιν ἐγγραφεῖσιν, εἰς τὴν
 οἰκείαν ἐπανιέναι καὶ ἑτέρους ἐκπέμπειν ἀνθ̓ ἑαυτῶν, καὶ ὁπηνίκα ἂν
 αὐτοῖς δοκοίη, πάλιν ὑπὸ Ῥωμαίους στρατεύεσθαι.

τοιαύτην ὁρῶντες οἱ βάρβαροι κρατοῦσαν ἐν τοῖς στρατιωτικοῖς τάγμασι
 ταραχὴν ʽοἵ τε γὰρ αὐτόμολοι πάντα ἐσήμαινον αὐτοῖς καὶ ἡ τῆς
 ἐπιμιξίας εὐρυχωρίἀ καιρὸν ἔχειν ᾠήθησαν ἐπιθέσθαι τοῖς πράγμασιν ἐν
 ἀμελείᾳ τοσαύτῃ κειμένοις.

καὶ σὺν οὐδενὶ πόνῳ τὸν ποταμὸν διαβάντες καὶ μέχρι Μακεδονίας
 ἐλθόντες ʽἐκώλυε γὰρ οὐδὲ εἷς, ἐνδιδόντων αὐτοῖς μάλιστα τῶν
 αὐτομόλων ἀκώλυτον, ἐφ̓ ἅπερ ἐβούλοντο, τὴν διάβασιν̓ ἐπειδὴ καὶ τὸν
 βασιλέα μετὰ παντὸς αὐτοῖς ἀπαντήσαντα τοῦ στρατεύματος ᾔσθοντο,
 νυκτὸς οὔσης ἤδη βαθείας πῦρ ἀνακαιόμενον πολὺ θεασάμενοι,
 τεκμαιρόμενοί τε ὡς περὶ τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν εἴη τὸ
 φαινόμενον πῦρ, ἅμα δὲ καὶ παρὰ τῶν προσιόντων αὐτοῖς αὐτομόλων
 οὕτως ἔχειν τοῦτο μαθόντες, δρόμον ἀφῆκαν ἐπὶ τὴν τοῦ βασιλέως
 σκηνήν, ὑπὸ τοῦ πυρὸς ὁδηγούμενοι.

συναραμένων δὲ καὶ τῶν αὐτομόλων αὐτοῖς, μόνοι Ῥωμαῖοι, καὶ τῶν
 Αἰγυπτίων ὅσοι παρῆσαν, ἀντέστησαν. ὀλίγοι δὲ πρὸς πολλῷ πλείονας
 οὐκ ἀρκέσαντες ἔδωκαν μὲν τῷ βασιλεῖ φυγῆς εὐρυχωρίαν, αὐτοὶ δὲ
 ἅπαντες ἔπεσον ἀνδρείως μαχόμενοι καὶ τῶν βαρβάρων πλῆθος ἄπειρον
 ἀνελόντες.

εἰ μὲν οὖν ἐπεξῆλθον οἱ βάρβαροι τῷ προτερήματι καὶ τοὺς ἅμα τῷ
 βασιλεῖ φεύγοντας ἐδίωξαν, πάντως αὐτοβοεὶ πάντων ἂν ἐκράτησαν. ἐπεὶ
 δὲ ἀρκεσθέντες τῇ νίκῃ Μακεδονίας καὶ Θεσσαλίας
 ἐγένοντο κύριοι φυλάττοντος οὐδενός, αὐτοὶ μὲν ἀφῆκαν τὰς πόλεις,
 ἄχαρι πράξαντες εἰς αὐτὰς οὐδὲ ἕν, ἐλπίδι τοῦ φόρον τινὰ μέτριον ἐξ
 αὐτῶν κομιεῖσθαι:

μαθὼν δὲ ὁ βασιλεὺς ὡς ἐπὶ τούτοις τὴν ἀναχώρησιν ποιησάμενοι τὰ
 οἰκεῖα κατέλαβον, φυλακαῖς μὲν τὰ φρούρια καὶ τὰς τειχήρεις
 ἠσφαλίζετο πόλεις, αὐτὸς δὲ ἐπὶ τὴν Κωνσταντινούπολιν ἤλαυνε,
 γράμματα πρὸς Γρατιανὸν στείλας τὸν βασιλέα, δἰ ὧν τὰ συμβεβηκότα
 ἐδήλου, καὶ ὡς δέοι τοῖς πράγμασιν εἰς ἔσχατον ἥκουσι κακοῦ μετὰ
 πάσης ἀμύνειν ταχυτῆτος.

καὶ τοὺς γραμματηφόρους ἐπὶ τούτοις ἐξέπεμπεν, αὐτὸς δέ, ὡς οὐδενὸς
 λυπηροῦ ταῖς ἐν Μακεδονίᾳ πόλεσιν καὶ Θεσσαλίᾳ συμβεβηκότος, ἐφίστη
 τοὺς τῶν δημοσίων πράκτορας φόρων εἰσπράξοντας τὸ τελούμενον εἰς
 πᾶσαν ἀκρίβειαν. καὶ ἦν ἰδεῖν, εἴ τι διὰ τὴν τῶν βαρβάρων
 φιλανθρωπίαν περιλελειμμένον ἦν, ἐκφορούμενον:

οὐ γὰρ χρήματα μόνον ἀλλὰ καὶ γυναικεῖος κόσμος καὶ ἐσθὴς πᾶσα, μέχρι
 καὶ αὐτῆς ὡς εἰπεῖν τῆς τὴν αἰδῶ σκεπούσης, ὑπὲρ τῶν τεταγμένων
 ἐδίδοτο φόρων: καὶ ἦν πᾶσα πόλις καὶ πᾶς ἀγρὸς οἰμωγῆς καὶ θρήνων
 ἀνάμεστος, τοὺς βαρβάρους ἁπάντων ἀνακαλούντων καὶ τὴν ἐξ ἐκείνων
 ἐπισπωμένων βοήθειαν.

Καὶ τὰ μὲν Θεσσαλῶν καὶ Μακεδόνων ἐν τούτοις ἦν, ὁ δὲ βασιλεὺς
 Θεοδόσιος λαμπρὸς καὶ ὥσπερ ἐπὶ νίκῃ σεμνῇ θρίαμβον ἐκτελῶν εἰς τὴν
 Κωνσταντινούπολιν εἰσῄει, τῶν μὲν κοινῶν ἀτυχημάτων οὐδένα
 ποιούμενος λόγον, συνεκτείνων δὲ τῷ τῆς πόλεως μεγέθει τὴν τῆς
 τρυφῆς ἀμετρίαν. ὁ δὲ βασιλεὺς Γρατιανὸς οὐ μετρίως ἐπὶ τοῖς
 ἀγγελθεῖσι συνταραχθεὶς στρατιὰν ἀρκοῦσαν ἐξέπεμψεν, Βαύδωνι τῷ
 στρατηγῷ ταύτην παραδούς, ᾧ καὶ Ἀρβογάστην συνέπεμψεν:

ἄμφω δὲ ἦσαν Φράγγοι τὸ γένος, εὖνοί τε σφόδρα Ῥωμαίοις καὶ χρημάτων
 ὡς μάλιστα ἀδωρότατοι καὶ περὶ τὰ πολέμια φρονήσει καὶ ἀλκῇ
 διαφέροντες. τούτων ἅμα τῇ στρατιᾷ τοῖς κατὰ Μακεδονίαν καὶ
 Θεσσαλίαν ἐπιστάντων χωρίοις, οἱ τὰ τῇδε νεμόμενοι
 Σκύθαι ἐκ προοιμίου τοῦ φρονήματος τῶν ἀνδρῶν καὶ τῆς προαιρέσεως
 συναισθόμενοι, παραχρῆμα τῶν τόπων ἐκείνων ἐκστάντες ἐπὶ τὴν Θρᾴκην
 ἐπαλινδρόμουν πεπορθημένην ὑπ̓ αὐτῶν πρότερον, καὶ ὅ τι πράξαιεν
 ἀποροῦντες ἐπὶ τὴν ὁμοίαν τῇ πρότερον ἐφέροντο πεῖραν καὶ τοῖς
 αὐτοῖς παράγειν τὸν βασιλέα Θεοδόσιον ἐπεχείρουν:

αὐτομόλους γὰρ ἔπεμπον ὡς αὐτὸν ἐλαχίστους, εὔνοιαν καὶ συμμαχίαν καὶ
 πᾶν τὸ προσταττόμενον ὑπισχνουμένους. καὶ ἐπειδὴ ταῦτα λέγουσι
 πιστεύσας ἐδέχετο καὶ οὐδὲ ἡ πρώτη πεῖρα δέδωκεν αὐτῷ τὸ. λυσιτελοῦν
 ἰδεῖν, ἐπηκολούθησαν καὶ ἐπὶ τούτοις ἕτεροι, καὶ πάντας προσίετο,
 καὶ πάλιν ἐπὶ τοῖς αὐτομόλοις τὰ πράγματα ἦν διὰ τὴν τοῦ βασιλέως
 ἠλιθιότητα. ταύτην δὲ ἔτρεφεν ἡ τῆς τρυφῆς ἄσκησις ἐν αὐτῷ.

πάντα γὰρ ὅσα πρὸς ἠθῶν ἀρκεῖ καὶ βίου διαφθοράν, ἐπὶ τῆς τούτου
 βασιλείας τοσαύτην ἐπίδοσιν ἔσχεν ὥστε πάντας σχεδόν, ὅσοι τὰ τοῦ
 βασιλέως ἐζήλουν ἐπιτηδεύματα, τὴν ἀνθρωπίνην εὐδαιμονίαν ἐν τούτοις
 ὁρίζεσθαι. μῖμοί τε γὰρ γελοίων καὶ οἱ κακῶς ἀπολούμενοι ὀρχησταί,
 καὶ πᾶν ὅ τι πρὸς αἰσχρότητα καὶ τὴν ἄτοπον ταύτην καὶ ἐκμελῆ
 συντελεῖ μουσικήν, ἠσκήθη τε ἐπὶ τούτου, καὶ μετὰ ταῦτα, τὴν ἐκείνων ἄνοιαν ζηλώσαντας εἶναι, εἰς
 τοσαύτην κατενεχθέντος διαφθορὰν τοῦ πολιτεύματος. ἔτι τε καὶ τὰ τῶν
 θεῶν ἕδη κατὰ πᾶσαν ἐπολιόρκει πόλιν καὶ χώραν, κίνδυνός τε πᾶσιν
 ἐπέκειτο τοῖς νομίζουσιν εἶναι θεοὺς ἢ ὅλως εἰς τὸν οὐρανὸν
 ἀναβλέπουσι καὶ τὰ ἐν αὐτῷ φαινόμενα προσκυνοῦσι.

Θεοδοσίου τοίνυν ὄντος ἐν τούτοις, Γρατιανὸς ὁ βασιλεὺς ἐκπέμπει
 τοῖς κατὰ τὸ Ἰλλυριῶν κλῖμα στρατιωτικοῖς τάγμασι
 στρατηγὸν Βιταλιανόν, ἄνδρα πεπονηκόσι τοῖς πράγμασι κατ̓ οὐδὲν
 ἀρκέσαι δυνάμενον.

τούτου δὲ ἡγουμένου δύο μοῖραι τῶν ὑπὲρ τὸν Ῥῆνον Γερμανικῶν ἐθνῶν, ἣ
 μὲν ἡγεμόνι Φριτιγέρνῳ χρωμένη, ἣ δὲ ὑπὸ Ἀλλόθεον καὶ Σάφρακα
 τεταγμένη, τοῖς Κελτικοῖς ἔθνεσιν ἐπικείμεναι κατέστησαν εἰς ἀνάγκην
 τὸν βασιλέα Γρατιανὸν ἐνδοῦναι σφίσιν, ἀπολιπούσαις τὰ ἐν Κελτοῖς,
 διὰ τοῦ Ἴστρου Παιονίαν καὶ τὴν ἄνω Μυσίαν καταλαβεῖν: ἦν γὰρ αὐτῷ
 λόγος τε καὶ σπουδὴ τέως ἀπαλλαγῆναι τῆς συνεχοῦς τούτων ἐφόδου.

διαπλεύσαντες οὖν ἐπὶ τούτοις τὸν Ἴστρον, διανοούμενοί τε διὰ
 Παιονίας ἐπὶ τὴν Ἤπειρον διαβῆναι, περαιωθῆναι δὲ τὸν Ἀχελῷον καὶ
 ταῖς Ἑλληνικαῖς πόλεσιν ἐπιθέσθαι, τροφὰς πορίσασθαι ᾠήθησαν
 πρότερον, Ἀθανάριχόν τε παντὸς τοῦ βασιλείου τῶν Σκυθῶν
 ἄρχοντα γένους ἐκποδὼν ποιήσασθαι πρὸς τὸ μηδένα κατὰ νώτου τὸν
 κωλύσοντα τὴν αὐτῶν ἐπιχείρησιν ἔχειν.

ἐπιθέμενοι τοίνυν αὐτῷ σὺν οὐδενὶ πόνῳ τῶν τόπων ἐν οἷς ἦν
 ἀπανέστησαν. ὃ δὲ ὡς Θεοδόσιον ἔδραμεν ἀρτίως ἀπαλλαγέντα νόσου τὸν
 βίον αὐτῷ καταστησάσης εἰς ἀμφίβολον. ὃ δὲ φιλοφρόνως μετὰ τῶν σὺν
 αὐτῷ βαρβάρων ἐδέξατο, πόρρω που τῆς Κωνσταντινουπόλεως προελθών,
 καὶ παραχρῆμα τελευτήσαντα ταφῇ βασιλικῇ περιέστειλε.

τοσαύτη δὲ ἦν ἡ περὶ τὴν ταφὴν πολυτέλεια ὥστε τοὺς βαρβάρους ἅπαντας
 καταπλαγέντας τῇ ταύτης ὑπερβολῇ, τοὺς μὲν Σκύθας ἐπανελθεῖν οἴκαδε
 καὶ μηκέτι Ῥωμαίοις παρενοχλεῖν, τὴν εὐγνωμοσύνην τοῦ βασιλέως
 θαυμάσαντας, ὅσοι δὲ ἅμα τῷ τελευτήσαντι παρεγένοντο,
 τῇ τῆς ὄχθης φυλακῇ προσεγκαρτερήσαντας ἐπὶ πολὺ κωλῦσαι τὰς κατὰ
 Ῥωμαίων ἐφόδους. ἐν ταὐτῷ δὲ καὶ ἄλλα προσεγίνετο τῷ Θεοδοσίῳ τύχης
 πλεονεκτήματα:

Σκύρους γὰρ καὶ Καρποδάκας Οὔννοις ἀναμεμιγμένους ἠμύνατο, καὶ
 ἐλαττωθέντας τῇ μάχῃ περαιωθῆναι τὸν Ἴστρον καὶ τὰ οἰκεῖα καταλαβεῖν
 συνηνάγκασεν. ἐκ τούτου τοιγαροῦν ἀναθαρρῆσαι τοὺς στρατιώτας
 συνέβη, καὶ ἔδοξέ πως βραχὺ γοῦν ἐκ τῶν προλαβόντων δυστυχημάτων
 ἀνενεγκεῖν, ἀνιέναι τε καὶ γεωργοῖς τὴν τῆς γῆς ἐπιμέλειαν καὶ
 ὑποζυγίοις καὶ θρέμμασι νομὴν ἄφοβον.

Ὁ μὲν οὖν βασιλεὺς Θεοδόσιος οὕτω πως ἔδοξεν ἰᾶσθαι τὰ ἐλαττώματα:
 Πρόμωτος δὲ ὁ στρατηγὸς τῶν κατὰ Θρᾴκην πεζῶν Οἰδοθέῳ, δύναμιν
 συναγαγόντι πλείστην οὐ μόνον ἐκ τῶν τῷ Ἴστρῳ προσοίκων ἐθνῶν ἀλλὰ
 καὶ τῶν πορρωτάτω που καὶ ἀγνώστων, καὶ ἐπελθόντι πανστρατιᾷ καὶ
 περαιουμένῳ τὸν ποταμόν, ἀπαντήσας πεζῇ τε καὶ ποταμίαις ναυσὶ
 τοσοῦτον εἰργάσατο φόνον ὥστε καὶ τὸν ποταμὸν πλησθῆναι νεκρῶν καὶ
 τοὺς ἐν γῇ πεσόντας μὴ ῥᾳδίως ἀριθμηθῆναι.

τῶν δὲ κατὰ Θρᾴκην ἐν τούτοις ὄντων, οὐ μέτριαί τινες, οὐδὲ οἷαι
 διαφέρειν εὐκόλως, τὸν Γρατιανὸν περιίσταντο τύχαι. τοῖς γὰρ περὶ
 τὴν αὐλὴν τὰ τῶν αὐτοκρατόρων ἤθη διαφθείρειν εἰωθόσι πειθόμενος,
 Ἀλανούς τινας αὐτομόλους δεξάμενος καὶ στρατιαῖς ἐγκαταλέξας δωρεαῖς
 τε ἁδραῖς ἐτίμα καὶ θαρρεῖν ἠξίου τὰ πάντων ἀναγκαιότατα,

στρατιωτῶν λόγον ὀλίγον ποιούμενος. τοῦτο τοῖς στρατιώταις κατὰ τοῦ
 βασιλέως ἔτεκε μῖσος, ὅπερ ὑποτυφόμενον κατὰ βραχὺ καὶ αὐξανόμενον
 εἰς νεωτέρων πραγμάτων ἐκίνησε τοὺς στρατιώτας ἐπιθυμίαν, τούς τε
 ἄλλους καὶ κατ̓ ἐξαίρετον τοὺς ταῖς Βρεττανικαῖς
 νήσοις ἐνιδρυμένους οἷα τῶν ἄλλων ἁπάντων πλέον αὐθαδείᾳ καὶ θυμῷ
 νικωμένους. ἐκίνει δὲ πρὸς τοῦτο πλέον αὐτοὺς Μάξιμος Ἴβηρ τὸ γένος,
 Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος.

οὗτος δυσανασχετῶν ὅτι Θεοδόσιος ἠξίωτο βασιλείας, αὐτὸς δὲ οὐδὲ εἰς
 ἀρχὴν ἔντιμον ἔτυχε προελθών, ἀνήγειρε πλέον εἰς τὸ κατὰ τοῦ
 βασιλέως ἔχθος τοὺς στρατιώτας. οἳ δὲ ῥᾳδίως ἐξαναστάντες ἀνεῖπον
 βασιλέα τὸν Μάξιμον, καὶ περιθέντες τὴν ἁλουργίδα καὶ τὸ διάδημα,
 παραχρῆμα τὸν Ὠκεανὸν ναυσὶ διαβάντες ταῖς τοῦ Ῥήνου προσωρμίσθησαν
 ἐκβολαῖς. τῶν δὲ ἐν Γερμανίᾳ καὶ τοῖς μετὰ ταύτην στρατοπέδων
 ἀσμενέστατα τῇ ἀναρρήσει θεμένων, ἀντικαθίστατο Γρατιανὸς εἰς μάχην
 αὐτῷ, μέρος οὐ μικρὸν ἔτι τοῦ στρατοπέδου συναγωνιζόμενον ἔχων.

ὡς δὲ συνῆλθον αἱ δυνάμεις ἀλλήλαις, ἀκροβολισμοὶ μὲν ἐπὶ πέντε μόνας
 ἡμέρας ἐγίνοντο, θεασάμενος δὲ ὁ Γρατιανὸς πρότερον μὲν τὴν
 Μαυρουσίαν ἅπασαν ἵππον ἀποχωρήσασαν καὶ Μάξιμον ἀναβοήσαντας
 Αὔγουστον, εἶτα καὶ τοὺς ἄλλους κατὰ βραχὺ τῇ μερίδι Μαξίμου
 θεμένους, ἀπογνοὺς ταῖς ἐλπίσι, τριακοσίους ἱππέας ἀναλαβὼν σὺν
 αὐτοῖς ἔφυγε προτροπάδην ἐπὶ τὰς Ἄλπεις.

εὑρὼν δὲ ταύτας ἀφυλάκτους ἐπὶ Ῥαιτίας ἐχώρει καὶ Νωρικὸν Παιονίας τε
 καὶ τὴν ἄνω Μυσίαν. οὐκ ἀμελήσας δὲ τῆς αὐτοῦ φυγῆς Μάξιμος τὸν
 ἵππαρχον Ἀνδραγάθιον, ὁρμώμενον μὲν ἀπὸ τοῦ Εὐξείνου πόντου,
 δοκοῦντα δὲ εὔνουν εἶναι, μετὰ καρτερωτάτων ἵππων ἐκπέμπει διώξοντα.
 ὃ δὲ συντόνῳ ὁρμῇ διώκων, καταλαβών τε διαβαίνειν ἐθέλοντα τὴν ἐν τῇ
 Σιγιδούνῳ γέφυραν, κατασφάζει, οὕτω τε βεβαιοτέραν Μαξίμῳ τὴν
 βασιλείαν πεποίηκεν.

Ἄξιον δὲ τῶν ἱστορουμένων τι μὴ παραλιπεῖν τῆς παρούσης ἀφηγήσεως
 οὐκ ἀλλότριον. ἐν τοῖς κατὰ τὴν Ῥώμην ἱερατικοῖς τέλεσιν ἔφερον οἱ
 ποντίφικες τὰ πρῶτα. τούτους γεφυραίους ἄν τις καλέσειεν, εἰ πρὸς
 τὴν Ἑλλάδα φωνὴν ἡ προσηγορία μετενεχθείη. ταύτης δὲ ἔτυχον τῆς
 ἐπικλήσεως ἐξ αἰτίας τοιᾶσδε. τῶν ἀνθρώπων οὐδέπω τὴν διὰ τῶν
 ἀγαλμάτων ἐπισταμένων τιμήν, ἐν Θεσσαλίᾳ πρῶτον ἐδημιουργήθη θεῶν
 δείκηλα.

ἑδῶν δὲ οὐκ ὄντων ʽἄγνωστος γὰρ ἦν καὶ τούτων ἡ χρείἀ τὰ τῶν θεῶν
 ἐκτυπώματα τῇ κατὰ τὸν Πηνειὸν γεφύρᾳ καθίδρυσαν, τοὺς ἱερᾶσθαι τοῖς
 θεοῖς λαχόντας ἐκ τῆς πρώτης καθιδρύσεως γεφυραίους ἐξονομάσαντες.
 τοῦτο παραλαβόντες ἀφ̓ Ἑλλήνων Ῥωμαῖοι τοὺς τὴν πρώτην παῤ αὐτοῖς
 ἱερατικὴν ἔχοντας τάξιν ποντίφικας προσηγόρευσαν: οἷς συναριθμεῖσθαι
 τοὺς βασιλέας διὰ τὸ τῆς ἀξίας ὑπερέχον ἐνομοθέτησαν.

καὶ ἔτυχε τούτου Νομᾶς Πομπίλιος πρῶτος, καὶ πάντες ἑξῆς, οἵ τε
 λεγόμενοι ῥῆγες καὶ μετ̓ ἐκείνους Ὀκταβιανός τε αὐτὸς καὶ οἱ μετ̓
 ἐκεῖνον τὴν Ῥωμαίων διαδεξάμενοι μοναρχίαν: ἅμα γὰρ τῷ παραλαβεῖν
 ἕκαστον τὴν τῶν ὅλων ἀρχὴν ἡ ἱερατικὴ στολὴ παρὰ τῶν ποντιφίκων αὐτῷ
 προσεφέρετο, καὶ παραχρῆμα ποντίφεξ μάξιμος ἀνεγράφετο, ὅπερ ἐστὶν
 ἀρχιερεὺς μέγιστος.

οἱ μὲν οὖν ἄλλοι πάντες αὐτοκράτορες ἀσμενέστατα φαίνονται δεξάμενοι
 τὴν τιμὴν καὶ τῇ ἐπιγραφῇ χρησάμενοι ταύτῃ, ἐπειδὴ εἰς Κωνσταντῖνον
 ἦλθεν ἡ βασιλεία, καὶ ταῦτα τῆς ὀρθῆς ὁδοῦ τῆς περὶ τὰ θεῖα τραπεὶς
 καὶ τὴν Χριστιανῶν ἑλόμενος πίστιν, καὶ μετ̓ ἐκεῖνον ἑξῆς οἱ ἄλλοι
 καὶ Οὐαλεντινιανός τε καὶ Οὐάλης.

τῶν οὖν ποντιφίκων κατὰ τὸ σύνηθες προσαγαγόντων Γρατιανῷ τὴν στολὴν
 ἀπεσείσατο τὴν αἴτησιν, ἀθέμιτον εἶναι Χριστιανῷ τὸ σχῆμα νομίσας.
 τοῖς τε ἱερεῦσι τῆς στολῆς ἀναδοθείσης φασὶ τὸν πρῶτον ἐν αὐτοῖς τεταγμένον εἰπεῖν εἰ μὴ βούλεται ποντίφεξ ὁ
 βασιλεὺς ὀνομάζεσθαι, τάχιστα γενήσεται ποντίφεξ μάξιμος.

Ἡ μὲν οὖν Γρατιανοῦ βασιλεία ταύτην ἔσχε τὴν τελευτήν, Μάξιμος δὲ
 τὴν βασιλείαν ἔχειν ἐν ἐχυρῷ πιστευσάμενος ἔστειλε πρὸς Θεοδόσιον
 βασιλέα πρεσβείαν οὐ συγγνώμην αἰτοῦσαν ἐφ̓ οἷς εἰς Γρατιανὸν
 ἔπραξεν, ἀλλά τι καὶ βαρύτητος ἐν ἑαυτῇ φέρουσαν.

ἦν δὲ ὁ πρὸς τοῦτο σταλεὶς ὁ τοὺς βασιλικοὺς φυλάττειν ἐπιτεταγμένος
 κοιτῶνας, οὐκ εὐνοῦχός τις ὢν ʽοὐδὲ γὰρ εὐνούχους ὁ Μάξιμος
 ἐπιστῆναι τῇ τῆς αὐλῆς ἠνέσχετο φυλακᾖ, πρεσβύτης δὲ τῶν ἐκ νεότητος
 αὐτῷ προσεδρευσάντων. ᾔτει δὲ τὸν Θεοδόσιον ἡ πρεσβεία σπονδὰς καὶ
 ὁμόνοιαν καὶ ὁμαιχμίαν κατὰ παντὸς πολεμίου Ῥωμαίοις, ἢ ἀπειθοῦντι
 δυσμένειαν καὶ μάχην προήγγελλε.

Θεοδόσιος δὲ ὁ βασιλεὺς ἐδέχετό τε βασιλέα Μάξιμον εἶναι, καὶ εἰκόνων
 αὐτῷ κοινωνεῖν καὶ βασιλέως προσηγορίας ἠξίου, λάθρᾳ μὲν τὸν κατ̓
 αὐτοῦ πραγματευόμενος πόλεμον, παντὶ δὲ θωπείας εἴδει καὶ θεραπείας
 αὐτὸν καταστρατηγῶν, ὥστε καὶ Κυνηγίῳ τῷ τῆς αὐλῆς ὑπάρχῳ πεμπομένῳ
 κατὰ τὴν Αἴγυπτον, προστεταγμένῳ τε πᾶσι τὴν εἰς τὰ θεῖα θρησκείαν
 ἀπαγορεῦσαι καὶ κλεῖθρα τοῖς τεμένεσιν ἐπιθεῖναι, τὴν εἰκόνα Μαξίμου
 δεῖξαι τοῖς Ἀλεξανδρεῦσιν ἐπέταξεν, ἀναθεῖναί τε δημοσίᾳ ταύτην, καὶ
 ὅτι συμβασιλεύσειν ἔλαχεν αὐτῷ προφωνῆσαι τῷ δήμῳ. Κυνήγιος μὲν οὖν
 καὶ ἐν τούτῳ τὸ προσταχθὲν ἐπλήρου καὶ τῶν κατὰ τὴν ἑῴαν καὶ τὴν
 Αἴγυπτον ἅπασαν ἱερῶν καὶ αὐτὴν δὲ τὴν Ἀλεξάνδρειαν ἀπέκλεισε τὰς
 εἰσόδους, θυσίας τε εἶρξε τὰς ἐξ αἰῶνος νενομισμένας καὶ πᾶσαν
 πάτριον ἁγιστείαν.

Τὰ μὲν οὖν ἐξ ἐκείνου μέχρι τοῦδε τῇ Ῥωμαίων ἐπικρατείᾳ συμβάντα
 δείξει τῶν πραγμάτων ἡ κατὰ μέρος ἀφήγησις. ὑπὸ δὲ
 τοὺς αὐτοὺς χρόνους ἔθνος τι Σκυθικὸν ὑπὲρ τὸν Ἴστρον ἐφάνη πᾶσιν
 ἄγνωστον τοῖς ἐκεῖσε νομάσιν: ἐκάλουν δὲ Γροθίγγους αὐτοὺς οἱ ταύτῃ
 βάρβαροι. πλῆθος τοίνυν ὄντες καὶ ὡπλισμένοι κατὰ τὸ δέον, καὶ
 προσέτι γε ῥώμῃ διαφέροντες, ῥᾷστα διαδραμόντες τοὺς ἐν μέσῳ
 βαρβάρους παῤ αὐτὴν ἐληλύθασι τοῦ Ἴστρου τὴν ὄχθην, καὶ τὴν διάβασιν
 αὑτοῖς ᾔτουν ἐπιτραπῆναι τοῦ ποταμοῦ.

Πρόμωτος δὲ τὴν τῶν ἐκεῖσε στρατοπέδων ἐπιτετραμμένος ἀρχήν,
 συμπαρατείνας ἐπὶ μήκιστον τῇ ᾐόνι τοῦ ποταμοῦ τὰ στρατόπεδα τὴν
 πάροδον τοῖς βαρβάροις ἀπέκλειε. ταῦτα δὲ πράττων καὶ ἐφ̓ ἑτέραν
 ὁδὸν ἦλθε τοιάνδε. συγκαλέσας τῶν αἰσθανομένων τῆς ἐκείνων διαλέκτου
 τινάς, οἷς μάλιστα ἐγνώκει τὰ τοιαῦτα θαρρεῖν, ἐπὶ προδοσίᾳ καθεῖναι
 λόγους τοῖς βαρβάροις τούτοις ἀφίησιν.

οἳ δὲ ὑπὲρ τοῦ δοθῆναι τὸν Ῥωμαίων στρατηγὸν μετὰ τοῦ στρατεύματος
 ἁδρὸν ἀπῄτουν μισθόν. τῶν δὲ βαρβάρων πρὸς τὸ τοῦ μισθοῦ πλῆθος
 ἀρκεῖν οὐ φησάντων, πίστιν τοῖς οἰκείοις λόγοις ἐμποιοῦντες οἱ
 ἐσταλμένοι παρὰ τοῦ στρατηγοῦ τοῖς ἐξ ἀρχῆς προταθεῖσιν ἐπέμενον,
 σμικρῦναι κατά τι τὸ κέρδος οὐκ ἀνεχόμενοι.

συνδραμόντων δὲ εἴς τι ποσὸν ἀμφοτέρων, ἐγίνοντο μὲν ἐν παραβύστῳ
 περὶ προδοσίας συνθῆκαι, καὶ συνεδόκει μέρος μέν τι τοῦ μισθοῦ
 παραχρῆμα κομίσασθαι τοὺς προδότας, τὸ δὲ λειπόμενον τῷ καιρῷ
 φυλάξαι τῆς νίκης. ἐπεὶ δὲ καὶ ὅπως ἀρθῆναι τὰ σημεῖα ἔδει καὶ τὸν
 καιρὸν ἔταξαν καθ̓ ὃν ἐχρῆν τὰς προδοσίας εἰς ἔργον ἐλθεῖν,
 ἀπαγγέλλουσι τῷ στρατηγῷ τὸ συγκείμενον, καὶ ὡς νυκτὸς ἐπιγενομένης
 οἱ βάρβαροι μέλλοιεν ἔργου τε ἅπτεσθαι καὶ τὴν διάβασιν κατὰ τοῦ
 Ῥωμαϊκοῦ ποιεῖσθαι στρατεύματος.

οἱ μὲν οὖν βάρβαροι τὸ τῆς δυνάμεως ἀκμαιότατον πλήθει μονοξύλων
 ἐμβιβάσαντες ἔταξαν πρῶτον διαβῆναι καὶ τοῖς στρατιώταις ἔτι
 καθεύδουσιν ἐπελθεῖν, εἶτα ἐπὶ τούτοις τοὺς ἐν ἰσχύϊ μέσην ἔχοντας
 τάξιν, ὡς ἂν τοῖς πρώτοις ἤδη τῆς ἐπιθέσεως ἀρξαμένοις
 συνεπιλάβοιντο, καὶ οὕτως ἑξῆς τὴν ἄχρηστον ἅπασαν ἡλικίαν, ἐπὶ
 κατωρθωμένοις ἤδη πράγμασιν ὡρᾴζεσθαι μέλλουσαν.

ὁ δὲ στρατηγὸς Πρόμωτος ἐκ τῶν ἐπὶ προδοσίᾳ σταλέντων
 ἅπαντα ταῦτα προδιδαχθεὶς πρὸς τὰ τοῖς βαρβάροις σκεφθέντα
 παρεσκευάζετο, τὰς ναῦς ἀντιπρῴρους στήσας ἀλλήλαις, καὶ τὸ μὲν
 βάθος πλοίοις τρισὶ πληρώσας, φροντίσας δὲ μήκους ὅτι μάλιστα
 πλείονος ἐπὶ σταδίους εἴκοσι τοῦ ποταμοῦ τὴν ᾐόνα κατέλαβε, τοῖς
 ἐναντίοις ἐπὶ τοσοῦτο τὴν διάβασιν ἀποκλείων, τοῖς δὲ λοιποῖς
 ἀπαντῶν μονοξύλοις ἤδη διαβαίνειν ἐπιχειροῦσι, καὶ οἷς ἐνετύγχανε
 καταδύων. ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης ἀγνοοῦντες οἱ βάρβαροι τὴν
 τῶν Ῥωμαίων παρασκευὴν ἔργου τε ἥπτοντο καὶ σιγῇ καὶ ἡσυχίᾳ πολλῇ
 τοῖς μονοξύλοις ἐνέβαινον, ἀγνοεῖν πάντῃ τὰ βεβουλευμένα τοὺς
 Ῥωμαίους ἡγούμενοι.

τῶν δὲ σημείων ἀρθέντων οἱ τὴν προδοσίαν μηχανησάμενοι, τῷ στρατηγῷ
 προμηνύσαντες ἕκαστα καὶ ἁρμοσάμενοι τῇ τῶν πολεμίων παρασκευῇ, ταῖς
 τε ναυσὶ μεγάλαις οὔσαις καὶ εἰρεσίᾳ καρτερωτάτῃ χρωμέναις ἐπέπλεον
 καὶ τὰ προστυγχάνοντα πάντα κατέδυον, οὐδενὸς τῶν ἀποπιπτόντων διὰ
 τὸ τῆς πανοπλίας βάρος οἵου τε γενομένου σωθῆναι.

τὰ δὲ τοὺς ταῖς ναυσὶ περιπλέοντας διαφυγόντα μονόξυλα, καὶ τοῖς εἰς
 μῆκος συγκειμένοις πλοίοις περιπεσόντα, παντὶ τῷ προσπεσόντι
 βαλλόμενα σὺν αὐτοῖς ἀπώλετο τοῖς ἀνδράσιν, οὐδενὸς ὑπερβῆναι τὸ τῶν
 Ῥωμαϊκῶν πλοίων διάφραγμα δυνηθέντος. φόνου δὲ πολλοῦ γενομένου καὶ
 οἷος οὔπω πρότερον ἐν ναυμαχίᾳ συνέβη, σωμάτων μὲν ὁ ποταμὸς
 ἐπληροῦτο καὶ ὅπλων ὅσα φύσιν εἶχεν ὑπὲρ τοῦ ὕδατος αἰωρεῖσθαι, εἰ
 δέ πού τινες οἷοί τε γεγόνασι διαβῆναι νηχόμενοι, τοῖς περὶ τὴν ᾐόνα
 τοῦ ποταμοῦ πεζοῖς ἐμπεσόντες ἀπώλοντο.

τοῦ δὲ ἀκμάζοντος παντὸς ἐν τοῖς βαρβάροις διαφθαρέντος, ἐπὶ τὴν
 λείαν ἐχώρουν οἱ στρατιῶται, παιδάρια μὲν ἀπάγοντες καὶ γύναια, καὶ
 τῆς ἀποσκευῆς γενόμενοι κύριοι. τότε δὴ καὶ ὁ 
 στρατηγὸς Πρόμωτος οὐ πόρρω που τὸν βασιλέα Θεοδόσιον ὄντα
 μετακαλέσας ἐποιεῖτο μάρτυρα τοῦ κατορθώματος.

ὃ δὲ τῶν αἰχμαλώτων τὸ πλῆθος καὶ τὸν ὄγκον τῶν λαφύρων τεθεαμένος
 ἀνῆκέ τε τοὺς αἰχμαλώτους ἀδέτους καὶ δωρεαῖς ἐφιλοφρονεῖτο, διὰ τῆς
 τοιαύτης φιλανθρωπίας εἰς τὸ αὐτομολῆσαι προτρέπων, καὶ ἄλλως εἰς
 τὸν κατὰ Μαξίμου συνοίσοντάς οἱ πόλεμον. ὁ μὲν οὖν Πρόμωτος ἐπέμενε
 τῇ τῆς Θρᾴκης ἐφεστὼς φυλακῇ καὶ πρὸς τὸν εἰρημένον πόλεμον ἐν
 παραβύστῳ γινόμενος εὐτρεπής: ἕτερον δέ τι παραπλήσιον ἐν τῷ αὐτῷ
 χρόνῳ συμβὰν ἄξιον ἀφηγήσασθαι.

Πόλις ἔστιν ἐν τῇ κατὰ Θρᾴκην Σκυθίᾳ Τομεὺς ὀνομαζομένη. τῶν
 ἐνιδρυμένων ταύτῃ στρατιωτῶν ἡγεῖτο Γερόντιος, ἀνὴρ καὶ ῥώμῃ σώματος
 καὶ μελέτῃ πρὸς πᾶσαν πολεμικὴν χρείαν ἀρκῶν. ἦσαν δὲ πρὸ ταύτης τῆς
 πόλεως ὑπὸ βασιλέως ἀριστίνδην ἐκστάντες βάρβαροι, τῇ τε τῶν σωμάτων
 ἀνατρέχοντες εὐφυΐᾳ καὶ ἀνδρείᾳ πολὺ τῶν ἄλλων διαφέροντες.

οὗτοι καὶ σιτήσεων ὑπὲρ τοὺς στρατιώτας καὶ ἄλλων παρὰ βασιλέως
 ἠξιωμένοι δωρεῶν οὐκ εὐνοίᾳ τὰς εἰς αὐτοὺς ἀμείβεσθαι διενοοῦντο
 τιμὰς ἀλλὰ τῇ εἰς τὸν ἄρχοντα ὑπεροψίᾳ καὶ τῇ περὶ τοὺς στρατιώτας
 καταφρονήσει. ταύτης αὐτῶν αἰσθανόμενος τῆς προαιρέσεως ὁ Γερόντιος,
 καὶ ὡς ἐγχειρῆσαι διανοοῦνται τῇ πόλει καὶ συνταράξαι τὰ καθεστῶτα,
 κοινοῦται τῶν στρατιωτῶν τοῖς φρονήσει μάλιστα διαφέρουσιν,
 ἐπεξελθεῖν τῇ τῶν βαρβάρων ἀσελγείᾳ καὶ ὕβρει βουλόμενος.

ὡς δὲ διὰ δειλίαν ἑώρα ὀκνοῦντας καὶ αὐτὸ τὸ κίνημα τῶν βαρβάρων
 δεδιότας, ἀναλαβὼν τὰ ὅπλα καὶ τῶν ὑπασπιστῶν σφόδρα εὐαριθμήτους
 παντὶ τῷ τῶν βαρβάρων ἀντετάττετο πλήθει, καὶ τὰς πύλας ἀναπετάσας
 ἀπήντα, τῶν στρατιωτῶν ἢ καθευδόντων ἔτι καὶ τῷ ὄκνῳ πεπεδημένων ἢ
 πρὸς τὸ τεῖχος ἀναδραμόντων καὶ τὰ γινόμενα θεωμένων.

τοῖς δὲ βαρβάροις ἐπῄει γελᾶν τὴν τοῦ Γεροντίου παραφροσύνην, καὶ θανατᾶν οἰόμενοι τὸν ἄνθρωπον ἐπέπεμπον αὐτῷ τοὺς
 ἐν ἑαυτοῖς ἀλκῇ διαφέροντας. ὃ δὲ τῷ πρῶτον ἐπελθόντι συμπλακεὶς καὶ
 τὴν ἀσπίδα συντόμως χειρίσας ἐμάχετο καρτερῶς, ἄχρις ὅτε τῶν
 ὑπασπιστῶν τις, ἰδὼν συμπεπλεγμένους αὐτοὺς ἀλλήλοις, ἀπέκοψε τῷ
 ξίφει τοῦ βαρβάρου τὸν ὦμον καὶ τοῦ ἵππου κατήγαγε.

καταπλαγέντων δὲ τῶν βαρβάρων τὸ τοῦ ἀνδρὸς ἀνδρεῖόν τε ἅμα καὶ
 θαρραλέον, ἅμα τε ὁ Γερόντιος ἄλλοις τῶν πολεμίων ἐπῄει, καὶ
 θεωροῦντες οἱ ἐκ τοῦ τείχους τὰ πραττόμενα παρὰ τοῦ σφῶν
 στρατηγοῦντος ἀνεμνήσθησαν τοῦ Ῥωμαίων ὀνόματος, καὶ ἐπεξελθόντες
 ἤδη καταπεπληγμένους τοὺς ἐμπεσόντας κατέσφαξαν: τοὺς δὲ ἀποδράντας
 ἐδέχετο παρὰ Χριστιανῶν τιμώμενον οἰκοδόμημα, νομιζόμενον
 ἄσυλον.

ὁ μὲν οὖν Γερόντιος τῶν ἐπηρτημένων τὴν Σκυθίαν ἐλευθερώσας κινδύνων,
 καὶ τῶν ἐπαναστάντων αὐτῇ βαρβάρων ἀνδρείας ὑπερβολῇ καὶ μεγαλοψυχίᾳ
 κρατήσας, τὰς παρὰ τοῦ βασιλεύοντος ἀμοιβὰς προσεδέχετο: Θεοδόσιος
 δὲ ὁ βασιλεὺς οὐ μετρίως ἀγανακτήσας ὅτι βάρβαροι τοσαύτης ἠξιωμένοι
 παῤ αὐτοῦ τιμῆς ἀνῃρέθησαν, εἰ καὶ τοῖς πράγμασιν ἔτυχον
 λυμηνάμενοι, συναρπάζει τε τὸν Γερόντιον παραχρῆμα καὶ λόγον τῆς
 ὑπὲρ Ῥωμαίων ἀριστείας ἀπῄτει.

τοῦ δὲ καὶ τὴν κατὰ Ῥωμαίων αὐτῶν ἐπανάστασιν ἐπελέγχοντος,
 διεξιόντος τε τὰς ἁρπαγὰς καὶ τὴν τῶν οἰκητόρων ἀπώλειαν, τούτων μὲν
 οὐδενὶ προσεῖχεν ὁ βασιλεύς, ἐνίστατο δὲ τῷ μὴ διὰ τὸ κοινῇ
 λυσιτελὲς ἀλλ̓ ἐπιθυμίᾳ τῶν παρὰ βασιλέως αὐτοῖς δεδωρημένων, ὡς ἂν
 μὴ ἐλεγχθείη ταῦτα κερδάνας, ἐκποδὼν αὐτοὺς ἐθελῆσαι ποιῆσαι.

τοῦ δὲ καὶ ταῦτα τῷ δημοσίῳ λέγοντος πεπομφέναι μετὰ τὴν ἐκείνων
 ἀναίρεσιν ʽἦν δὲ περιαυχένια χρυσᾶ παρὰ βασιλέως αὐτοῖς δεδομένα
 πρὸς κόσμον̓, μόλις ἣν εἶχε διανείμας τοῖς εὐνούχοις οὐσίαν οἷός τε
 γέγονε τῶν περιεστώτων ἐξαιρεθῆναι κινδύνων, ἄξια τῆς
 εἰς Ῥωμαίους εὐνοίας ἐκτίσας τὰ ἐπίχειρα.

Τῶν δὲ ὑπὸ τὴν Θεοδοσίου βασιλείαν οὕτω διεφθαρμένων, καὶ σπουδαίου
 μὲν οὐδενὸς εἰς ἀρετὴν φέροντος ἐπαινουμένου, παντὸς δὲ τρυφῆς καὶ
 ἀκολασίας εἴδους κατὰ πῆχυν ʽτὸ λεγόμενον̓ ἐφ̓ ἑκάστης ἐπιδιδόντος,
 οἱ τὴν ἐν Συρίᾳ μεγάλην Ἀντιόχειαν οἰκοῦντες, οὐ φέροντες τὴν ἐπὶ
 τοῖς δημοσίοις φόροις ὁσημέραι παρὰ τῶν πρακτόρων ἐπινοουμένην
 προσθήκην, εἰς στάσιν ἀνέστησαν, καὶ τοὺς ἀνδριάντας αὐτοῦ τε τοῦ
 βασιλέως καὶ τῆς τούτῳ συνοικούσης αἰσχρῶς καθελόντες φωνὰς ἀφῆκαν
 τῶν μὲν πραττομένων οὐκ ἀναξίας, οὐκ ἔξω μέντοι στωμυλίας καὶ τῆς
 συνήθους αὐτοῖς ἀστειότητος.

ἐπεὶ δὲ τοῖς παῤ αὐτῶν γεγενημένοις ὁ βασιλεὺς κινηθεὶς ἠπείλει τῷ
 πταίσματι δίκην ἀξίαν ἐπιθεῖναι, δέει τῆς βασιλέως ὀργῆς ἐδόκει τῇ
 βουλῇ πρέσβεις ἐκπέμπειν, ὑπὲρ ὧν ὁ δῆμος ἔπραξεν ἀπολογησομένους.
 αἱροῦνται τοίνυν Λιβάνιόν τε τὸν σοφιστήν, οὗ τὸ κλέος ἐκ τῶν
 καταλελειμμένων ὑπ̓ αὐτοῦ κηρύττεται λόγων, καὶ Ἱλάριον γένους τε
 λαμπρότητι καὶ παντὶ παιδείας εἴδει προήκοντα.

καὶ ὁ μὲν σοφιστὴς τὸν περὶ τῆς στάσεως αὐτῷ τε βασιλεῖ καὶ τῇ
 γερουσίᾳ λόγον εἰπὼν ἴσχυσε τὸν βασιλέα μεταστῆσαι τῆς κατὰ
 Ἀντιοχέων ὀργῆς, ὥστε ἀμέλει τούτῳ καὶ τὸν περὶ τῶν διαλλαγῶν
 ἐπιθεῖναι, τελέως τοῦ βασιλέως τὸ πρὸς τὴν πόλιν ἔχθος ἀποθεμένου:
 Ἱλάριος δὲ διὰ τὸ μέγεθος τῆς ἀρετῆς ἐπαίνων ἀξιωθεὶς ἄρχειν παρὰ
 βασιλέως ἐτάττετο Παλαιστίνης ἁπάσης.

Τῶν δὲ κατὰ τὴν ἑῴαν καὶ Θρᾴκην καὶ Ἰλλυρίδα ὄντων ἐν τούτοις,
 Μάξιμος οὐ κατὰ τὴν ἀξίαν οἰόμενος αὑτῷ τὰ πράγματα φέρεσθαι μόνων
 ἄρχοντι τῶν ὑπὸ Γρατιανῷ πρότερον τεταγμένων ἐθνῶν, διενοεῖτο
 παραλῦσαι τὸν νέον Βαλεντινιανὸν τῆς βασιλείας, εἰ μὲν δύναιτο,
 πάσης, εἰ δὲ τούτου διαμάρτοι, μέρος γοῦν αὐτῆς, ὅσον ἂν οἷός τε
 γένοιτο,

οἰκειώσασθαι. καὶ ταύτῃ κεκρατημένος τῇ γνώμῃ διαβῆναι τὰς Ἄλπεις καὶ
 ἐπὶ τὴν Ἰταλίαν χωρῆσαι παρεσκευάζετο. θεωρῶν δὲ ὡς διὰ στενῆς ὁδοῦ
 καὶ τραχυτάτων καὶ ἀβάτων ὀρῶν ἀνάγκη ποιήσασθαι τὴν ὁδοιπορίαν,
 διαδέχεται δὲ ταῦτα τέλματα καὶ ἕλη, ὁδοιπόροις σχολαίτερον
 διιοῦσιν, οὐχ ὅτι στρατιᾷ τοσαύτῃ διέξοδον ἐνδιδόντα, τὸ πρακτέον
 εἰς ἀμείνονα βουλὴν ἀνετίθετο.

τοῦ δὲ Βαλεντινιανοῦ πρεσβείας ἐκ τῆς Ἀκυληίας χρωμένου καὶ περὶ
 βεβαιοτέρας εἰρήνης ἀσφάλειαν αὑτῷ δοθῆναι παρακαλοῦντος, ἐτίθετο
 ταῖς αἰτήσεσι Μάξιμος, δεῖσθαι τούτου καὶ αὐτὸς ὅτι μάλιστα
 ποιούμενος. πέμπει οὖν Δομνῖνον ἐπὶ τούτῳ Οὐαλεντινιανός, Σύρον μὲν
 ὄντα τὸ γένος, ἐκ δὲ τοῦ βελτίονος αὐτῷ γνώριμον ὄντα:

παραδυναστεύων γὰρ αὐτῷ πίστει καὶ πραγμάτων ἐμπειρίᾳ προέχειν τῶν
 ἄλλων ἐδόκει: καὶ ἄλλως ὅσα ὁ βασιλεὺς οὐδενὸς εἰδότος ἄλλου
 πράττειν ἐβούλετο, τούτῳ κατ̓ ἐξαίρετον ἐγνώκει θαρρεῖν. ἐλθὼν οὖν
 ὡς τὸν Μάξιμον ὁ Δομνῖνος, καὶ ὅσα τῆς πρεσβείας ἦν ἀπαγγείλας,
 ἠξιοῦτο θεραπείας καὶ φιλοφροσύνης παντοίας: τιμῆς τε γὰρ αὐτὸν ὁ
 Μάξιμος ὑπερβαλλούσης ἠξίου, καὶ ὄγκῳ δωρεῶν ἐπλήρου τοσοῦτον ὥστε
 Δομνῖνον μηδένα τοιοῦτον ἔσεσθαι τῷ βασιλεῖ Οὐαλεντινιανῷ φίλον
 ὑπονοῆσαι.

τοσοῦτον δὲ ἴσχυσεν ὁ Μάξιμος τὸν Δομνῖνον παραγαγεῖν ὥστε καὶ μέρος
 ἧς εἶχε στρατιᾶς συμπαραπέμψαι, συνοῖσον εἰς ἐπικουρίαν τῷ βασιλεῖ
 κατὰ τῶν ἐπικειμένων τοῖς ὑπ̓ αὐτὸν Παίοσι βαρβάρων.
 ἐπὶ τούτοις ἀναχωρήσαντος τοῦ Δομνίνου, καὶ ὡρᾳζομένου τῷ πλήθει καὶ
 μεγέθει τῶν δωρεῶν καὶ τῇ τῶν δεδομένων αὐτῷ συμμάχων δορυφορίᾳ, τὴν
 ἀπὸ τῶν Ἄλπεων φέρουσαν ἐπὶ τὴν Ἰταλίαν ὁδὸν ἔλαθε τῷ Μαξίμῳ ῥᾴονα
 καταστήσας.

ὅπερ ὁ Μάξιμος προϊδόμενος, καὶ ἐπὶ τούτῳ πάντα κατασκευάσας,
 ἐπηκολούθησε πανστρατιᾷ, μεθ̓ ἡσυχίας προπέμψας κατὰ τὴν ὁδὸν
 φύλακας, οἳ πᾶσαν ἐποιοῦντο φροντίδα τοῦ μηδένα παραδραμόντα τὴν ἐπὶ
 τὴν Ἰταλίαν Μαξίμου διάβασιν τοῖς ἀμφὶ Δομνῖνον ἀγγεῖλαι. καὶ ἦν ἡ
 τοιαύτη φυλακὴ λίαν εὔκολος: οὐδὲ γὰρ ἦν οἷόν τε λαθεῖν τοὺς διὰ τοῦ
 στενωτάτου τῶν Ἄλπεων ἰόντας.

ὅτε τοίνυν ἔγνω τοὺς ἀμφὶ τὸν Δομνῖνον τὰ στενώτατα τῶν Ἄλπεων καὶ τὰ
 τῶν ὀρῶν ἄβατα διελθόντας, ἤδη δὲ καὶ τὰ μετὰ τὰς Ἄλπεις, ὅσα ἦν
 ἑλώδη καὶ δυσχέρειαν ἐμποιοῦντα στρατοπέδῳ πολέμιον στῖφος
 ἐναντιωσόμενον ἐν δυσχωρίαις εὑρήσειν ἐλπίζοντι, τότε δὴ σὺν παντὶ
 τάχει τὴν Ἰταλίαν, οὐδενὸς ἐμποδὼν ὄντος, καταλαβὼν τῇ Ἀκυληίᾳ
 προσάγει.

Οὐαλεντινιανοῦ δὲ τῷ αἰφνιδίῳ καὶ παρὰ πᾶσαν ἐλπίδα καταπλαγέντος,
 δέος εἰσῄει τοὺς ἀμφ̓ αὐτὸν μὴ καὶ ζωγρίαν ἑλὼν ὁ Μάξιμος
 διαχρήσηται. τότε δὴ νεὼς ἐπιβὰς ἐπὶ τὴν Θεσσαλονίκην ἀπῇρε.
 συναπέπλει δὲ αὐτῷ καὶ ἡ μήτηρ Ἰουστῖνα, Μαγνεντίῳ μέν, ὡς εἴρηταί
 μοι, πρότερον συνοικήσασα, μετὰ δὲ τὴν ἐκείνου καθαίρεσιν
 Οὐαλεντινιανῷ τῷ βασιλεῖ διὰ κάλλους ὑπερβολὴν συναφθεῖσα,

καὶ τὴν θυγατέρα Γάλλαν ἐπαγομένη. διαπλεύσαντες δὴ τὰ τοσαῦτα πελάγη
 καὶ τῇ Θεσσαλονίκῃ προσορμισθέντες πρεσβείᾳ πρὸς Θεοδόσιον ἐχρῶντο
 τὸν βασιλέα, νῦν γοῦν αὐτὸν τῇ κατὰ παντὸς τοῦ Οὐαλεντινιανοῦ γένους
 ἀσελγείᾳ τιμωρῆσαι παρακαλοῦντες. ὃ δὲ καὶ πρὸς αὐτὴν τὴν ἀκοὴν ἐκπλαγεὶς λήθην μέν τινα τῆς ἄγαν ἐποιεῖτο τρυφῆς καὶ
 τῇ περὶ τὰς ἡδονὰς ἐνεδίδου μανίᾳ, βουλῆς δὲ προτεθείσης ἐδόκει τὴν
 Θεσσαλονίκην αὐτὸν ἅμα τισὶ τῶν ἀπὸ τῆς γερουσίας καταλαβεῖν.

οὗ δὴ γενομένου τελεία περὶ τοῦ πρακτέου προετίθετο γνώμη, καὶ κοινῷ
 δόγματι συνεδόκει τοῖς Μαξίμῳ πεπλημμελημένοις ἐπεξελθεῖν: μὴ γὰρ
 εἶναι βιωτὸν ἀνθρώπῳ Γρατιανὸν μὲν ἀνελόντι καὶ τὴν βασιλείαν
 οἰκειωσαμένῳ τὴν τούτου, καὶ ἐπειδὴ τοῦτο προεχώρησεν, ὁδῷ
 προελθόντι καὶ τῆς λελειμμένης ἀρχῆς τὸν ἀδελφὸν τὸν ἐκείνου
 παρελομένῳ.

τούτοις δυσαρεστήσας ὁ Θεοδόσιος διά τε τὴν ἔμφυτον μαλακίαν καὶ τὴν
 τῆς προλαβούσης διαίτης ἐκμέλειαν ὤκνει πρὸς τὸν πόλεμον, τὰ ἐκ τῶν
 ἐμφυλίων κακὰ φέρων εἰς μέσον, καὶ ὡς ἀνάγκη πᾶσα τὰ κοινὰ
 πλήττεσθαι καιρίαις πληγαῖς ἀμφοτέρωθεν: ὅθεν ἔφασκε δεῖν πρότερον
 διακηρυκεύεσθαι, καὶ εἰ μὲν ἕλοιτο Βαλεντινιανῷ Μάξιμος ἀποδοῦναι
 τὴν βασιλείαν καὶ ἄγειν τὴν ἡσυχίαν, κατὰ τὸ πρότερον σχῆμα τὴν
 ἀρχὴν εἰς ἅπαντας διῃρῆσθαι, πλεονεξίᾳ δὲ κρατούμενον αὐτὸν
 καταπολεμήσειν ἀπροφασίστως.

τούτοις ἀντιφθέγγεσθαι μὲν οὐδεὶς τῶν ἀπὸ τῆς γερουσίας ἐθάρρει,
 δοκοῦσί πως κοινῇ τῇ πολιτείᾳ λυσιτελεῖν: Ἰουστῖνα δὲ οὔτε πραγμάτων
 ἄπειρος οὖσα οὔτε πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν ἄπορος,
 ἐπισταμένη τὸ Θεοδοσίου περὶ τὰς ἐρωτικὰς ἐπιθυμίας ἐπιρρεπές,
 ἐφιστᾷ τε τὴν θυγατέρα Γάλλαν ἐξαισίῳ διαπρέπουσαν κάλλει, καὶ τῶν
 γονάτων ἐπιλαβομένη τοῦ βασιλέως ἱκέτευε μήτε τὸν Γρατιανοῦ τοῦ
 δεδωκότος οἱ τὴν βασιλείαν θάνατον περιιδεῖν ἀτιμώρητον, μήτε σφᾶς
 εἰκῇ κειμένους ἐᾶσαι, πάσης ἐκπεπτωκότας ἐλπίδος.

καὶ ταῦτα λέγουσα τὴν κόρην ὀδυρομένην ἐδείκνυ καὶ τὴν ἑαυτῆς
 ἀποκλαίουσαν τύχην. τούτων ἀκούσας ὁ Θεοδόσιος, καὶ ἅμα τῇ θέᾳ τοῦ
 τῆς κόρης κάλλους ἁλούς, παρέφαινε μὲν καὶ τῷ βλέμματι τὴν ἐπὶ τῷ
 κάλλει τῆς κόρης πληγήν, ἀνεβάλλετο δὲ τὸ πρακτέον, χρηστὰς ἔχειν
 αὐταῖς ὑποφαίνων ἐλπίδας. ὡς δὲ πλέον ὑπεσμύχετο τῇ τῆς κόρης
 ἐπιθυμίᾳ, τὴν Ἰουστῖναν μετελθὼν ᾔτει τὴν θυγατέρα
 πρὸς γάμον οἷα Πλακίλλης τῆς πρότερον αὐτῷ γημαμένης
 ἀπαλλαγείσης.

οὐκ ἄλλως δὲ ἔφασκε δώσειν, εἰ μὴ τὸν κατὰ Μαξίμου πόλεμον ἀράμενος
 τῇ τε Γρατιανοῦ τιμωρήσειεν ἀναιρέσει καὶ Οὐαλεντινιανῷ πάλιν
 ἀποδοίη τὴν τοῦ πατρὸς βασιλείαν. ἐπὶ τούτοις ἔτυχέ τε τοῦ γάμου καὶ
 ταῖς τοῦ πολέμου παρασκευαῖς ὅλον ἑαυτὸν ἐνεδίδου, καὶ
 συνελαυνόμενος ὑπὸ τῆς γυναικὸς τό τε στρατιωτικὸν ἐφιλοφρονεῖτο
 σιτήσεων ἐπιδόσεσι, καὶ τὴν ἄλλην ἐκμέλειαν ὑπὸ τῆς χρείας
 ἀναγκαζόμενος ἐπηνώρθου, διαθεῖναί τε τὰ μετὰ τὴν ἀποδημίαν τὴν
 αὑτοῦ δεησόμενα προνοίας ἐγνώκει.

Διὰ τοῦτο, ἐπειδὴ Κυνήγιος ὁ τῆς αὐλῆς ὕπαρχος ἐπανιὼν ἐξ Αἰγύπτου
 κατὰ τὴν ὁδοιπορίαν ἔτυχε τεθνεώς, ὅν τινα δέοι προστήσασθαι τῆς
 αὐλῆς ὕπαρχον ἀνεζήτει, καὶ πολλοὺς πολλάκις ἀνασκοπήσας εὗρε
 τελευταῖον ἄνδρα πρὸς τοῦτο ἁρμόδιον. μετακαλέσας τοίνυν ἐκ τῆς
 Λυκίας Τατιανόν, ἤδη μὲν ἄλλας ἐπὶ Οὐάλεντος ἐγκεχειρισμένον ἀρχάς,
 ἄνδρα δὲ ἐν πᾶσι σπουδαῖον, ἀναδεικνύει τῆς αὐλῆς ὕπαρχον ἐν τῇ
 πατρίδι, καὶ τὰ τῆς ἀρχῆς σύμβολα πέμψας αὐτῷ τὸν παῖδα τὸν αὐτοῦ
 Πρόκλον τῆς πόλεως ὕπαρχον κατέστησεν.

ἀλλ̓ ἐν τούτῳ μὲν εὖ διεγένετο, τὰς μεγίστας ἀρχὰς ἀνδράσι τοιούτοις
 ἐκδεδωκὼς οἳ καὶ παρὰ τὴν βασιλέως ἀποδημίαν τὰ τῶν ὑπηκόων ἄριστα
 δυνήσονται διαθεῖναι: τοῖς δὲ στρατιώταις, ἱππεῦσι μὲν Πρόμωτον,
 πεζοῖς δὲ Τιμάσιον ἐπέστησεν.

ἐπεὶ δὲ πρὸς τὴν ἔξοδον οὐδὲν ἐλλείπειν ἐδόκει, λόγος ἐνέπεσε ταῖς
 βασιλέως ἀκοαῖς ὡς οἱ τοῖς Ῥωμαϊκοῖς τέλεσιν ἀναμεμιγμένοι βάρβαροι
 δωρεῶν ὑποσχέσει μεγάλων παρὰ Μαξίμου περὶ προδοσίας ἐδέξαντο
 λόγους, αἰσθόμενοι δὲ ὡς περίπυστον γέγονε, περὶ τὰ τέλματα καὶ τὰς
 ἐν Μακεδονίᾳ λίμνας συνέφυγον, τοῖς αὐτόθι δάσεσιν ἑαυτοὺς
 ἀποκρύπτοντες: ἐν οἷς διωκόμενοι καὶ διὰ πάσης ἀναζητούμενοι μηχανῆς
 κατὰ τὸ πολὺ διεφθάρησαν μέρος, ὥστε τὸν βασιλέα τούτου τοῦ δέους
 ἀπαλλαγέντα σπουδῇ πάσῃ καὶ πανστρατιᾷ κατὰ Μαξίμου χωρῆσαι.

Ἰουστῖναν μὲν οὖν ἅμα τῷ παιδὶ καὶ τῇ θυγατρὶ ναυσὶν ἐμβαλὼν καὶ τοῖς
 ἀσφαλῶς παραπέμπουσι παραδοὺς εἰς τὴν Ῥώμην ἐξέπεμπεν ʽἐπεπιστεύκει
 γὰρ ὡς ἀσμενέστατα Ῥωμαῖοι δέξονται τούτους, ἀλλοτριούμενοι Μαξίμου
 ταῖς γνώμαισ̓, αὐτὸς δὲ ἅμα τῷ στρατῷ διὰ Παιονίας τῆς ἄνω καὶ τῶν
 Ἀπεννίνων ὀρῶν ἐπὶ τὴν Ἀκυληίαν αὐτὴν ἐλάσαι διενοεῖτο καὶ ἐπελθεῖν
 ἀπαρασκεύῳ τῷ πολεμίῳ.

Ταύτῃ τῇ πορείᾳ χρωμένου τοῦ Θεοδοσίου, πυθόμενος Μάξιμος ὡς ἡ
 Οὐαλεντινιανοῦ μήτηρ ἅμα τοῖς παισὶ διαβαίνειν μέλλοι τὸν Ἰόνιον
 κόλπον, ταχυναυτοῦντα πλοῖα συναγαγὼν καὶ Ἀνδραγαθίῳ παραδοὺς ἐπὶ
 τὴν τούτων ἔστελλε θήραν. ὃ δὲ περιπλεύσας ἁπανταχοῦ καὶ τῆς πείρας
 διαμαρτών ʽἔφθησαν γὰρ ἐκεῖνοι τὸν Ἰόνιον περαιωθῆναι πορθμόν̓,
 δύναμιν ἀρκοῦσαν συναγαγὼν πάντα περιέπλει τὰ ἐκεῖσε,

ναυτικῇ δυνάμει Θεοδόσιον οἰόμενος ἐπιθήσεσθαι. ὄντος δὲ ἐν τούτοις
 Ἀνδραγαθίου, διελθὼν Παιονίαν καὶ τὰς ἐν τοῖς Ἀπεννίνοις ὄρεσι πύλας
 ὁ Θεοδόσιος ἀπροσδοκήτοις ἅμα καὶ ἀφυλάκτοις οὖσι τοῖς ἀμφὶ τὸν
 Μάξιμον ἐπιτίθεται. μέρους δέ τινος τοῦ στρατοπέδου σὺν ὀξυτάτῃ ῥύμῃ
 τοῖς τῆς Ἀκυληίας τείχεσι προσπεσόντος καὶ βιασαμένου τὴν διὰ τῶν
 πυλῶν εἴσοδον ʽἀντιστῆναι γὰρ αὐτοῖς οὐχ οἷοί τε γεγόνασιν οἱ
 φυλάττοντες ὄντες ὀλίγοἰ Μάξιμος μὲν ἐκ τοῦ βασιλείου 
 κατήγετο θρόνου, χρήματα διανέμειν τοῖς ὑπ̓ αὐτὸν στρατιώταις
 ἀρξάμενος, γυμνωθεὶς δὲ τοῦ βασιλικοῦ σχήματος Θεοδοσίῳ
 προσήγετο.

ὃ δὲ βραχέα τῶν κατὰ τῆς πολιτείας αὐτῷ πεπλημμελημένων ἐν ὀνείδους
 μέρει διεξελθὼν τῷ δημίῳ παρέδωκε, τὴν ὀφειλομένην ἐκτίσοντα δίκην.
 Μαξίμῳ μὲν οὖν τοῦτο τοῦ βίου καὶ τῆς τυραννίδος ἐγένετο τέλος, ἅμα
 τῷ κατὰ Οὐαλεντινιανοῦ προτερήματι πᾶσαν ἕξειν ἀκονιτὶ τῶν Ῥωμαίων
 ἀρχὴν ὀνειροπολήσαντι:

Θεοδόσιος δὲ ὁ βασιλεὺς ἀκηκοὼς ὅτι διαβαίνων τὰς Ἄλπεις ὁ Μάξιμος
 Βίκτορα τὸν υἱὸν ἀπέλιπεν αὐτόθι τῇ τοῦ Καίσαρος ἀξίᾳ τετιμημένον,
 Ἀρβογάστην ἔστειλε παραχρῆμα τὸν στρατηγόν, ὃς παρέλυσέ τε τῆς ἀρχῆς
 καὶ ἀπέκτεινε τὸ μειράκιον. τούτων ἀπαγγελθέντων Ἀνδραγαθίῳ τὰ περὶ
 τὸν Ἰόνιον διερευνωμένῳ πορθμόν, ὅτι μυρίοις περιπεσεῖται κακοῖς
 ἐπιστάμενος, οὐκ ἀναμείνας τοὺς ἐπιθησομένους αὐτὸς ἑαυτῷ τὴν
 τιμωρίαν ἐπέθηκεν, καθεὶς εἰς τὴν θάλασσαν τὸ σῶμα καὶ ταύτῃ μᾶλλον
 ἐκδοῦναι τὰ καθ̓ ἑαυτὸν ἢ τοῖς ἐχθίστοις ἑλόμενος.

Τὴν μὲν οὖν βασιλείαν Θεοδόσιος πᾶσαν Οὐαλεντινιανῷ παρέδωκεν, ὅσην
 ἔτυχεν ἔχων ὁ τούτου πατήρ, καὶ τοῦτο περὶ τοὺς εὐεργέτας καθῆκον
 ἔδοξεν εἶναι: τῶν δὲ ὑπὸ Μαξίμῳ στρατευσαμένων ὅσον ἦν ἐπίλεκτον
 μετὰ τῶν οἰκείων ἀναλαβών, ἀφῆκε μὲν ἐκεῖνον τὰ περὶ τὴν Ἰταλίαν καὶ
 Κελτοὺς καὶ ὅσα τῆς ἐπικρατείας ἦν τῆς αὐτοῦ διαθήσοντα. συνῆν δὲ
 καὶ ἡ μήτηρ αὐτῷ, τὸ ἐλλεῖπον ἐν φρονήσει διὰ τὸ νέον τῆς ἡλικίας,
 καθ̓ ὅσον γυναικὶ δυνατὸν ἦν, ἐκπληροῦσα.

Αὐτὸς δὲ εἰς τὴν Θεσσαλονίκην ἐπανελθὼν οὐ τὴν τυχοῦσαν εὗρεν ἐν
 τοῖς Μακεδόνων πράγμασι ταραχήν. ὅσοι γὰρ τῶν βαρβάρων ἐν τοῖς ἕλεσι
 καὶ ταῖς περὶ τὰς λίμνας ὕλαις ἑαυτοὺς ἀποκρύψαντες ἐκ τῆς προτέρας
 τῶν Ῥωμαίων ἐφόδου περιεσώθησαν, τῆς περὶ τὸν ἐμφύλιον πόλεμον
 ἀσχολίας Θεοδοσίου τοῦ βασιλέως λαβόμενοι τὰ Μακεδόνων καὶ Θεσσαλῶν
 ἐλῄζοντο, μηδενὸς αὐτοῖς ἐναντιωθέντος.

ἐπεὶ δὲ τὰ τῆς νίκης αὐτοῖς καὶ τῆς ἐπανόδου τοῦ
 βασιλέως ἠγγέλθη, τοῖς ἕλεσιν αὖθις ἑαυτοὺς ἐναπέκρυψαν, αὐτόθεν τε
 λαθραίως ἐπανιστάμενοι, τὰ ἐν ποσί τε ἄγοντες καὶ φέροντες, ἡμέρας
 ἐπιφαινομένης ἐπὶ τοὺς συνήθεις τόπους ἐχώρουν, ὥστε περιῆν τῷ
 βασιλεῖ λογίζεσθαι φάσματα μᾶλλον ἢ ἀνθρώπους εἶναι τοὺς
 ἐπιόντας.

ἀπορῶν τοίνυν ἐκοινώσατο μὲν οὐδενὶ τὸ πρακτέον, ἀναλαβὼν δὲ ἄχρι
 πέντε ἱππέων τὸν ἀριθμόν, καὶ ἑκάστῳ τρεῖς ἵππους ἢ τέσσαρας ἕλκειν
 ἀπὸ ῥυτῆρος εἰπών, ὥστε ἐπειδὰν ὁ τὸν ἱππέα φέρων ἵππος ἀπείποι τῷ
 πόνῳ, μεταβαίνειν ἐπὶ τὸν ἕτερον, τούτῳ τε τῷ τρόπῳ πρὸς πᾶσαν
 ἀρκέσαι τοὺς ἵππους κακοπάθειαν ἧς κατὰ νοῦν ἔλαβεν ἐγχειρήσεως,
 οὐδενὶ τῶν θεωμένων ὅτι βασιλεὺς εἴη διδοὺς ὑποπτεύειν, περιενόστει
 τοὺς ἀγρούς, καὶ εἴ που τροφῆς ἅμα τοῖς σὺν αὐτῷ δεηθείη, παρὰ τῶν
 ἀγροίκων αἰτῶν, ἐνέτυχε καταλύματι βραχεῖ παρὰ γραὸς οἰκουμένῳ, καὶ
 στέγης αὑτῷ μεταδοθῆναι καὶ ποτοῦ παρεκάλει.

τῆς δὲ γραὸς φιλοφρόνως αὐτὸν ὑποδεξαμένης, οἴνου τε καὶ τῶν ἄλλων
 ὅσα ἔτυχεν ἔχουσα μεταδούσης, ἐπειδὴ νὺξ ἐγένετο, αὐτόθι καθεύδειν
 ἐδεῖτο. τῆς δὲ πρεσβύτιδος καὶ πρὸς τοῦτο ἐνδούσης, κείμενος ὁ
 βασιλεὺς ἔν τινι μέρει τῆς καταλύσεως ἄνθρωπον ἐθεάσατο φθεγγόμενον
 μὲν οὐδὲ ἕν, ἐοικότα δὲ λανθάνειν ἐθέλοντι.

καὶ τοῦτο θαυμάσας ὡς ἑαυτὸν ἐκάλει τὴν γραῦν, καὶ ἐπυνθάνετο τίς εἴη
 καὶ πόθεν. τῆς δὲ ἀγνοεῖν εἰπούσης, καὶ κατὰ ποίαν ἀφίκετο χρείαν,
 τοῦτο δὲ εἰδέναι φασκούσης ὅτι γε ἀφ̓ οὗ Θεοδόσιος ὁ βασιλεὺς
 ἐπανιέναι μετὰ τῆς στρατιᾶς ἠγγέλθη, καταλύσας παῤ αὐτῇ καὶ τὴν ὑπὲρ
 τῆς τροφῆς τιμὴν ἑκάστης ἡμέρας ἀποδιδούς, τὴν ἡμέραν ἅπασαν τῆς
 οἰκίας ἐξιών, ὅποι βούλεταί τε περινοστῶν, νυκτὸς
 ἐπαγομένης ἐπανιὼν ὥσπερ ἐκ κόπου τροφῆς τε μεταλαμβάνει καὶ κεῖται
 κατὰ τὸ νῦν ὁρώμενον σχῆμα, ταῦτα ὁ βασιλεὺς ἀκούσας, τεκμαιρόμενός
 τε ὡς οὐ προσήκει τοὺς τῆς πρεσβύτιδος λόγους ἀνεξετάστους
 καταλιπεῖν, συναρπάσας τὸν ἄνθρωπον ὅστις εἴη λέγειν ἀπῄτει.

τοῦ δὲ οὐδὲν ἀνασχομένου παντάπασιν ἀποκρίνασθαι βάσανοι διὰ μαστίγων
 ἐπήγοντο. τοῦ δὲ μηδὲ τῇ διὰ τούτων ἐνδόντος ἀνάγκῃ,
 ξίφεσιν ἀμύττειν αὐτῷ τὸ σῶμα τοῖς ἱππεῦσιν ἐνεκελεύετο, προσθεὶς
 ὅτι αὐτὸς ὁ βασιλεὺς Θεοδόσιος εἴη. τοῦτο ἀκούσας ὁ ἄνθρωπος
 ἐξέφαινέ τε ὅστις εἴη καὶ τῶν ἐν τοῖς ἕλεσι κρυπτομένων βαρβάρων
 εἶναι κατάσκοπος ἔλεγεν, ἀπαγγέλλειν τε αὐτοῖς ὁ στρατὸς ὅποι εἴη
 καὶ ποίοις ἐπιέναι τόποις ἢ ἀνδράσι προσήκει.

τούτου μὲν οὖν παραχρῆμα ἀπέτεμε τὴν κεφαλήν, ἐλάσας δὲ πρὸς τὸ
 στρατόπεδον οὐ πόρρωθεν αὐλιζόμενον ἄγει τε αὐτοὺς ἔνθα ἔγνω τοὺς
 βαρβάρους ἐνδιαιτᾶσθαι, σὺν αὐτοῖς τε ἐπιπεσὼν ἡβηδὸν πάντας
 διέφθειρε, τοὺς μὲν τοῖς ἕλεσι κρυπτομένους ἐξάγων, τοὺς δὲ καὶ ἐν
 τοῖς ὕδασιν ἀποσφάττων, ὥστε φόνον τῶν βαρβάρων γενέσθαι πολύν.

Ὁ δὲ στρατηγὸς Τιμάσιος, τοῦ βασιλέως ἀγασθεὶς τὴν ἀνδρείαν, ἀσίτοις
 οὖσι τοῖς στρατιώταις καὶ οὐκέτι πρὸς τοὺς ἐν τοῖς τέλμασι πόνους
 ἀρκεῖν δυναμένοις τροφῆς ἠξίου συγχωρηθῆναι μεταλαβεῖν. τοῦ δὲ
 ἐνδόντος ἡ μὲν σάλπιγξ ἠχοῦσα τὸ ἀνακλητικὸν ἀφίστη τοὺς στρατιώτας
 τοῦ ἔργου καὶ τῆς κατὰ τῶν βαρβάρων ἐπιφορᾶς, ἀναχωρήσαντες δὲ ἐπὶ
 τὴν εὐωχίαν καὶ ταύτης ἐμφορηθέντες, οἴνῳ τε καὶ πόνῳ
 συνειλημμένοι,

βαθύτατον ἐκάθευδον ὕπνον. ὅπερ αἰσθόμενοι τῶν βαρβάρων οἱ
 περιλελειμμένοι, ὅπλα τε ἀνέλαβον καὶ προσπεσόντες ὕπνῳ καὶ μέθῃ
 τοῖς στρατιώταις κεκρατημένοις κατεκέντουν δόρασί τε καὶ ξίφεσι καὶ
 παντὶ τῷ πρὸς φόνον ἀρκοῦντι. συνανῄρητο δ̓ ἂν ἁπάσῃ τῇ στρατιᾷ καὶ
 ὁ βασιλεὺς αὐτός, εἰ μή τινες τῶν οὔπω θοίνης μεταλαβόντων ἔδραμον
 ἐπὶ τὴν τοῦ βασιλέως σκηνήν, τὸ συμβὰν ἐξαγγέλλοντες: ἐφ̓ οἷς αὐτός
 τε καὶ οἱ σὺν αὐτῷ ταραχθέντες φυγῇ τὸν ἐπικείμενον κίνδυνον ἔγνωσαν
 ἀποδρᾶναι.

φεύγουσι δὲ αὐτοῖς ὑπαντήσας Πρόμωτος ʽἔτυχε γὰρ ὑπὸ τοῦ βασιλέως
 μετάπεμπτος γεγονὼσ̓ τὸν μὲν βασιλέα περισώζειν αὑτόν τε καὶ τοὺς
 αὐτῷ συνόντας ἠξίου: τῶν γὰρ βαρβάρων αὑτῷ μελήσειν, ἀξίαν τῆς αὐτῶν
 ἀπονοίας ἐπιθήσοντι δίκην. καὶ ἅμα ταῦτα λέγων ἐπῄει,
 καὶ εὑρὼν ἔτι τοῖς καθεύδουσιν ἐγκειμένους ἐπῆλθέ τε μετὰ πάσης
 ὀξύτητος, καὶ τοσούτους ἀνεῖλεν ὥστε ἢ οὐδένα ἢ σφόδρα ὀλίγους εἰς
 τὰ ἕλη συμφυγόντας περισωθῆναι.

Τὰ μὲν οὖν συνενεχθέντα τῷ βασιλεῖ Θεοδοσίῳ μετὰ τὴν Μαξίμου
 καθαίρεσιν ἐπανιόντι τοιάδε πως ἦν: εἰς δὲ τὴν Κωνσταντινούπολιν
 ἐπανελθὼν ἐπὶ μὲν τῷ κατὰ Μαξίμου τροπαίῳ μέγα ἐφρόνει, τοῖς δὲ ὑπὸ
 τῶν ἐν τοῖς τέλμασι βαρβάρων εἰς αὐτόν τε καὶ τὸ στρατόπεδον ἅπαν
 γεγονόσι συνεσταλμένος πολέμοις μὲν ἀπειπεῖν ἐγνώκει καὶ μάχαις,
 ἐπιτρέψας τὰ περὶ ταῦτα Προμώτῳ, αὐτὸς δὲ τῆς προτέρας ἀνεμιμνήσκετο
 διαίτης, πολυτελῆ δεῖπνα δειπνῶν καὶ πολυπραγμονῶν ἐν ταῖς ἡδοναῖς
 καὶ τοῖς θεάτροις καὶ ἱπποδρομίαις ἐναβρυνόμενος, ὥστε ἔπεισί μοι
 θαυμάζειν τούτου τοῦ ἀνδρὸς τὴν ἐφ̓ ἑκάτερα τοῦ βίου ῥοπήν.

φύσει γὰρ ὢν ἐκμελής, ῥᾳθυμίᾳ τε πάσῃ καὶ οἷς προεῖπον ἐκκείμενος,
 λυπηροῦ μὲν αὐτὸν οὐδενὸς ἢ δέος ἐπάγοντος ἐνοχλοῦντος ἐνεδίδου τῇ
 φύσει, καθιστάμενος δὲ εἰς ἀνάγκην σαλεύειν κατά τι τὰ καθεστῶτα
 προσδοκωμένην ἀπετίθετο μὲν τὴν ῥᾳθυμίαν, καὶ τῇ τρυφῇ χαίρειν εἰπὼν
 εἰς τὸ ἀνδρωδέστερον καὶ ἐπίπονον καὶ τληπαθὲς
 ἀνεχώρει. τοιοῦτος ἐξ αὐτῆς ἀποδεδειγμένος τῆς πείρας, ἐπειδὴ πάσης
 ἦν ἀπηλλαγμένος φροντίδος, ταῖς αὐτῷ φύσει προσούσαις ἐκμελείαις
 ἐδούλευε.

Τῶν δὲ τὰς ἀρχὰς ἐπιτετραμμένων ἐν τιμῇ κατ̓ ἐξαίρετον ἤγετο
 Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ αὐλῇ τάξεων καταστάς:
 τούτῳ γὰρ πάντα ὁ βασιλεὺς κατεθάρρει, τῶν ἄλλων ὀλιγωρῶν. ὅπερ
 ἐκίνει Τιμάσιον καὶ Πρόμωτον μετὰ τοσούτους ὑπὲρ τῆς πολιτείας
 κινδύνους ἐν δευτέρᾳ τάξει κειμένους. ἐφ̓ οἷς ὁ Ῥουφῖνος ὡρᾳζόμενος
 καὶ ἀναβεβηκὼς τῷ φρονήματι σκέμματος κοινοῦ προκειμένου θρασύτερόν
 τι ῥῆμα εἰς τὸν Πρόμωτον ἀπέρριψεν.

ὃ δὲ οὐκ ἐνεγκὼν ἐπήγαγε τῷ προσώπῳ τὴν χεῖρα καὶ ἔπληξεν. ὃ δὲ
 εἰσελθὼν καὶ τῷ βασιλεῖ τὸ πρόσωπον δείξας τοσοῦτον ἐξανέστησεν εἰς
 ὀργὴν ὥστε εἰπεῖν, εἰ μὴ τὸν κατὰ Ῥουφίνου φθόνον ἀπόθοιντο, ταχέως
 αὐτὸν ὄψονται βασιλεύοντα. ταῦτα ὁ Ῥουφῖνος ἀκηκοώς, ἐπειδὴ καὶ
 ἄλλως ἦν ἅπασιν ἔγκοτος διὰ φιλοπρωτείας ὑπερβολήν, ἀναπείθει τὸν
 βασιλέα κελεῦσαι τῶν βασιλείων ἔξω που διατρίβειν Προμώτῳ καὶ τῇ
 περὶ τὰ πολέμια μελέτῃ τοὺς στρατιώτας ἀσκεῖν.

καὶ ἐπειδὴ τοῦτο κατέπραξε, καθίζει λόχον αὐτῷ βαρβάρων ποιουμένῳ τὴν
 ἐπὶ Θρᾴκην ὁδοιπορίαν. οἳ δὲ τὸ σύνθημα δεξάμενοι, μηδὲν προϊδομένῳ
 τοιοῦτον ἐπιθέμενοι, κατασφάζουσιν ἄνδρα πλούτου μὲν κρείττονα
 γεγονότα, χρησάμενον δὲ τῇ πολιτείᾳ καὶ τοῖς βασιλεῦσιν εἰλικρινῶς,
 ἄξια δὲ τῆς προαιρέσεως ἐπίχειρα κομισάμενον, ὅτι τοῖς οὕτως ἐκμελῶς
 καὶ ἀσεβῶς τὰ κοινὰ πράγματα διαθεῖσιν ὑπηρετήσατο.

Ταύτης διαβοήτου τῆς πράξεως ἐν ἅπασι γενομένης καὶ ἐν τοῖς ἁπάντων
 στόμασιν οὔσης, παντός τε σωφρονοῦντος ἐπὶ τοῖς τοσούτοις ἀτοπήμασι
 σχετλιάζοντος, αὐτὸς μὲν Ῥουφῖνος ὥσπερ τι σεμνὸν ἐργασάμενος ὕπατος
 ἀνεδείκνυτο, Τατιανῷ δὲ καὶ τῷ τούτου παιδὶ Πρόκλῳ, Ῥουφίνῳ
 προσκεκρουκόσι δἰ οὐδὲν ἕτερον ἢ ὅτι τὰς ὑπάρχους ἔχοντες ἐξουσίας,
 ὃ μὲν τῆς αὐλῆς ὃ δὲ τῆς πόλεως, ἀδωρότατα καὶ ὡς ἔνι
 μάλιστα δεόντως αὐτὰς διετίθεσαν, ἐπήγετο πράγματα λόγον οὐκ
 ἔχοντα.

καὶ ἵνα εἰς ἔργον ἀχθείη τὰ κατ̓ αὐτῶν βουλευόμενα, πρότερον
 ἀπετίθετο Τατιανὸς τὴν ἀρχὴν καὶ ἤγετο εἰς κρίσιν, ὑπάρχου τῆς αὐλῆς
 ἀποδεδειγμένου Ῥουφίνου. καὶ τῷ μὲν φαινομένῳ κοινωνεῖν ἐτάχθησαν
 ἕτεροι Ρουφίνῳ τῆς κρίσεως, ἐκεῖνος δὲ μόνος εἶχε τῆς ψήφου τὸ
 κῦρος.

ἐπεὶ δὲ Πρόκλος αἰσθόμενος τῆς ἐπιβουλῆς ἔλαθεν ἑαυτὸν ἀποκρύψας,
 ὑφορώμενος ὁ Ῥουφῖνος τὸ δραστήριον τοῦ ἀνδρός, δεδιὼς δὲ μὴ
 νεώτερόν τι φρονήσας συνταράξῃ τινὶ τὰ κατ̓ αὐτὸν μηχανῇ, μετελθὼν
 ἀπάτῃ τὸν πατέρα καὶ ὅρκοις, καὶ τὸν βασιλέα πείσας ὑποφῆναι καὶ
 αὐτῷ καὶ τῷ παιδὶ μεγίστας ἐλπίδας, τούτῳ τε τῷ τρόπῳ μεταγαγὼν ἐκ
 τῆς ἀληθοῦς ὑπονοίας εἰς ματαίους ὀνείρους, ἀναπείθει Τατιανὸν
 γράμμασι τὸν παῖδα μετακαλέσασθαι.

Πρόκλον μὲν οὖν ἅμα τῷ φανῆναι συναρπασθέντα τὸ δεσμωτήριον δέχεται,
 Τατιανοῦ δὲ τῇ τῆς πατρίδος οἰκήσει παραδοθέντος ἀκροάσεις συνεχεῖς
 ἐπὶ τῇ Πρόκλου συνῄεσαν κρίσει, καὶ τελευτῶντες οἱ δικασταὶ κατὰ τὸ
 Ῥουφίνῳ συγκείμενον ἀπάγεσθαι τοῦτον ἐν Συκαῖς τῷ προαστείῳ τὴν ἐπὶ
 θανάτῳ προσέταττον. οὗπερ αἰσθόμενος ὁ βασιλεὺς ἔστελλε μὲν δῆθεν
 τὸν ἀνακαλεσόμενον ἐκ τοῦ τραχήλου τὸ ξίφος: ὃ δὲ συνθήματι Ῥουφίνου
 πειθόμενος σχολαίτερον ἀπιών, ἔφθασεν ἤδη πεσοῦσαν τὴν κεφαλήν.

Ἐν δὲ τῷ ταῦτα πράττεσθαι Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγγέλλεται
 τελευτήσας. ὁ δὲ τῆς τελευτῆς τρόπος ἐγένετο τοιόσδε. Ἀρβογάστης ἐκ
 τοῦ Φράγγων ὁρμώμενος ἔθνους, Βαύδωνι δὲ ὑποστρατηγεῖν
 ὑπὸ Γρατιανοῦ βασιλεύοντος τεταγμένος, ἐκείνου τελευτήσαντος τῷ
 δραστηρίῳ τεθαρρηκὼς τὴν στρατιωτικὴν ἀρχὴν εἰς ἑαυτὸν περιέστησε
 βασιλέως οὐ δεδωκότος, κατάλληλος δὲ τοῖς ὑποτεταγμένοις αὐτῷ
 στρατιώταις ὀφθεὶς διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐπιστήμην καὶ
 χρημάτων ὑπεροψίαν ἐπὶ μέγα προῆλθε δυνάμεως, καὶ τοσοῦτος ἦν ὥστε
 καὶ πρὸς τὸν βασιλέα παρρησιάζεσθαι, καὶ ὅσα μὴ καλῶς αὐτῷ μηδὲ
 προσηκόντως ἔχειν ἐδόκει κωλύειν.

πρὸς ταῦτα δυσανασχετῶν ὁ Οὐαλεντινιανὸς ἀντέτεινε μὲν πολλάκις, ἤνυε
 δὲ οὐδέν: ὠχύρωτο γὰρ ὁ Ἀρβογάστης τῇ τῶν στρατιωτῶν ἁπάντων εὐνοίᾳ.
 ὑποτετάχθαι δὲ τούτῳ περαιτέρω μὴ φέρων, ἐπειδὴ καθήμενος ἐπὶ τοῦ
 βασιλείου θρόνου τὸν Ἀρβογάστην ἐθεάσατο προσιόντα, δριμύτερον
 ὑποβλέπων δέδωκεν αὐτῷ γράμματα τῆς ἀρχῆς παραλύοντα.

ὃ δὲ ἀναγνοὺς ʽοὔτε δέδωκάς μοἰ φησί τὴν ἀρχὴν οὔτε ἀφελέσθαι
 δυνήσῃ. καὶ ταῦτα εἰπών, διαρρήξας τε τὸ γραμμάτιον καὶ ἐπὶ
 τῆς γῆς ἀφείς, ἀπιὼν ᾤχετο. τότε δὴ λοιπὸν οὐκ ἐν ἀπορρήτῳ τὰ τῆς
 ὑποψίας ἐτρέφετο, φανερὰ δὲ παρὰ πᾶσι τὰ τῆς πρὸς ἀλλήλους αὐτοῖς
 ἐγίνετο δυσμενείας.

καὶ ὁ μὲν Οὐαλεντινιανὸς συνεχέσι πρὸς τὸν βασιλέα Θεοδόσιον
 γράμμασιν ἐχρῆτο, τὴν κατὰ τῆς βασιλείας ἀλαζονείαν τἀνδρὸς
 ἐξαγγέλλων, καὶ βοηθεῖν παρεκάλει, δραμεῖσθαι πρὸς αὐτόν, εἰ μὴ
 τάχιστα τοῦτο ποιήσειεν, ἐπομνύμενος: Ἀρβογάστῃ δὲ τὸ πρακτέον
 ἀνασκοποῦντι γνώμη τις ἐπῄει τοιαύτη.

ἦν τις ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος Εὐγένιος ὄνομα, παιδείᾳ
 προήκων ἐπὶ τοσοῦτον ὥστε καὶ ῥητορικὸν ἐπανελέσθαι βίον καὶ
 προεστάναι διδασκαλείου. πρὸς τοῦτον ὁ Ῥιχομήρης οἷα σφόδρα χαρίεντα
 καὶ ἀστεῖον ἔχων οἰκείως Ἀρβογάστῃ συνίστησιν, ἔχειν
 ἐν τοῖς συνήθεσι καὶ φίλοις αἰτήσας ὡς οὐκ ἐσόμενον ἄχρηστον, εἴ
 ποτε πρᾶγμα φιλίας ἀληθοῦς δεόμενον ἀνακύψειε.

Ῥιχομήρους τοιγαροῦν ὡς τὸν βασιλέα Θεοδόσιον ἐκδημήσαντος, ἡ συνεχὴς
 συνουσία φίλον Ἀρβογάστῃ τὸν Εὐγένιον ἐς τὰ μάλιστα πεποίηκε, καὶ
 οὐδὲν ἦν ὃ μὴ ἐθάρρει τῶν σπουδαίων αὐτῷ. τότε δὴ τὸν Εὐγένιον
 τοῦτον λαβὼν κατὰ νοῦν, καὶ ὅτι διὰ παιδείας ὑπερβολὴν καὶ τὴν ἄλλην
 τοῦ βίου σεμνότητα πρὸς ἀγαθὴν βασιλείαν ἁρμοδιώτατος ἔσται,
 κοινοῦται μὲν αὐτῷ τὰ βεβουλευμένα, δυσαρεστοῦντα δὲ τοῖς λεγομένοις
 ἰδὼν ἐπέμενε θεραπεύων καὶ μὴ ἀποσείσασθαι τὰ δωρούμενα παρὰ τῆς
 τύχης αἰτῶν.

ἐπεὶ δὲ ἔπεισεν, ἄμεινον ἔχειν ᾠήθη Οὐαλεντινιανὸν ἐκποδὼν πρότερον
 καταστῆσαι καὶ οὕτως Εὐγενίῳ παραδοῦναι τὴν μοναρχίαν. τῷ βασιλεῖ
 τοίνυν ἐν Βιέννῃ Κελτικῇ πόλει τὰς διατριβὰς ποιουμένῳ καὶ περὶ τὸ
 ταύτης τεῖχος ἅμα τισὶ τῶν στρατιωτῶν παιδιαῖς ἐνασχολουμένῳ καὶ
 μηδὲν τοιοῦτον ἔχοντι κατὰ νοῦν ἐμπεσὼν παίει καιρίαν καὶ
 διαφθείρει.

πάντων δὲ σιωπῇ τὸ τολμηθὲν ἐνεγκόντων διά τε τοῦ ἀνδρὸς τὸ ἀξίωμα
 καὶ τὴν ἐν πολέμοις ἀνδρείαν, καὶ προσέτι γε ὅτι πολλὴν αὐτῷ διὰ τὸ
 χρημάτων ὑπερορᾶν οἱ στρατιῶται συνεισέφερον εὔνοιαν, ἀναδείκνυσιν
 Εὐγένιον βασιλέα, πᾶσιν ἐπ̓ αὐτῷ χρηστὰς ἔχειν δεδωκὼς ἐλπίδας διὰ
 τὰ τῷ ἀνδρὶ προσόντα πλεονεκτήματα.

Τούτων τῷ βασιλεῖ Θεοδοσίῳ συναγγελθέντων συνετάραξεν ἡ τούτου
 γαμετὴ Γάλλα τὰ βασίλεια, τὸν ἀδελφὸν ὀλοφυρομένη. πολλῇ δὲ καὶ ὁ
 βασιλεὺς λύπῃ τε ἅμα καὶ φροντίδι κατείχετο, κοινωνοῦ μὲν τῆς ἀρχῆς
 ἐκπεσὼν καὶ νέου καὶ ἀγχιστείᾳ συναπτομένου, περιπεσὼν δὲ ἀνδράσιν
 ἀλλοτρίως τε πρὸς αὐτὸν ἔχουσι καὶ ἄλλως οὖσιν ἀμάχοις διά τε τὴν
 Ἀρβογάστου θρασύτητι μεμιγμένην ἀνδρείαν καὶ τὰς Εὐγενίῳ προσούσας
 μετὰ παιδεύσεως ἀρετάς.

καίπερ οὖν ταῦτα λέγων τε καὶ ἀνακινῶν τῷ λογισμῷ πολλάκις, ἀναρρῖψαι
 τὸν ὑπὲρ πάντων ὁμοῦ τῶν πραγμάτων κύβον ἐγνώκει,
 παντοίαις παρασκευαῖς εἰς τὸν πόλεμον χρώμενος. καὶ τὰ μὲν ἱππικὰ
 τάγματα Ῥιχομήρει καταπιστεῦσαι διενοεῖτο, τῆς ἀνδραγαθίας τἀνδρὸς
 ἐκ πολλῶν ἤδη πολέμων πεπειραμένος, ἑτέρους δὲ τοῖς ἄλλοις τέλεσιν
 ἐπιστῆσαι τοὺς ἡγουμένους:

Ῥιχομήρους δὲ κατὰ καιρὸν τῆς περὶ ταῦτα βουλῆς νόσῳ τελευτήσαντος,
 εἰκότως ἐφ̓ ἑτέρας ἡγεμόνων αἱρέσεις ἐτράπετο. γνώμης οὖν ἔτι περὶ
 τούτου ταῖς τοῦ βασιλέως ἐννοίαις ὑποκειμένης, ἀπηγγέλλετο πρεσβεία
 παρὰ Εὐγενίου, πυνθανομένη τοῦ βασιλέως Θεοδοσίου πότερον τίθεται τῷ
 βασιλεύειν αὐτὸν ἢ ἀποσείεται τὴν ἀνάρρησιν.

ὁ δὲ τῇ πρεσβείᾳ διακονούμενος ἦν Ῥουφῖνος Ἀθηναῖος, Ἀρβογάστου μήτε
 γράμματα κομίσας μήτε ἄλλην αὐτοῦ τινὰ ποιησάμενος μνήμην. τοῦ δὲ
 βασιλέως εἰς τὸ διασκέψασθαι καὶ προσηκόντως ἀποκρίνασθαι τοῖς
 πρέσβεσιν ἀναβαλλομένου, καὶ ἕτερόν τι τοιόνδε συνέπεσε πραχθῆναι.

Ἅμα τῷ παραλαβεῖν τὴν βασιλείαν Θεοδόσιος βαρβάρους τινὰς εἰς φιλίαν
 καὶ ὁμαιχμίαν ἐδέξατο, ἐλπίσιν αὐτοὺς καὶ δωρεαῖς ἄλλαις τιμήσας:
 εἶχε δὲ ἐν θεραπείᾳ πάσῃ καὶ τοὺς ἑκάστης φυλῆς ἡγουμένους καὶ
 τραπέζης ἠξίου κοινῆς.

οὗτοι διέστησαν ταῖς γνώμαις ἔριδος ἐν αὐτοῖς κινηθείσης: οἲ μὲν γὰρ
 ἔφασκον ἄμεινον εἶναι καταφρονῆσαι τῶν ὅρκων, οὓς ἔτυχον δεδωκότες
 ὅτε Ῥωμαίοις ἑαυτοὺς ἐνεδίδοσαν, οἲ δὲ τοὐναντίον κατὰ μηδένα τρόπον
 ἐναντιωθῆναι τοῖς συγκειμένοις. ἦν δὲ ὁ μὲν πατῆσαι τὴν πίστιν
 ἐθέλων καὶ πρὸς τοῦτο τοὺς ὁμοφύλους παρακαλῶν Ἐρίουλφος,

Φράουιττος δὲ ὁ τοῖς ὀμωμοσμένοις ἐμμεῖναι φιλονεικῶν. καὶ ἐπὶ πολὺ
 μὲν ταύτην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἔριν ἐλάνθανον: ἐπεὶ δὲ τραπέζης
 ἠξιωμένοι βασιλικῆς, ἐκτεινομένου τοῦ πότου 
 παρετράπησαν καὶ εἰς ὀργὴν ἐξενεχθέντες ἣν εἶχον ἐξέφηναν γνώμην, ὁ
 μὲν βασιλεὺς τῆς ἑκάστου προαιρέσεως αἰσθόμενος διέλυσε τὴν
 ἑστίασιν, ἀναχωρήσαντες δὲ τῶν βασιλείων εἰς τοσοῦτον ἐξέστησαν ἕως
 οὐκ ἐνεγκὼν ὁ Φράουιττος εἵλκυσέ τε τὸ ξίφος καὶ τὸν Ἐρίουλφον
 παίσας ἀνεῖλεν. ὡς δὲ ἐπελθεῖν οἱ τούτου στρατιῶται τῷ Φραουίττῳ
 διενοήθησαν, ἐν μέσῳ στάντες οἱ βασιλικοὶ δορυφόροι περαιτέρω
 προελθεῖν τὴν στάσιν ἐκώλυσαν.

Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεὺς ἀκηκοὼς ἤνεγκέ τε μετρίως καὶ ἐν αὑτοῖς
 δαπανᾶσθαι δυσμεναίνοντας συνεχώρησε, τοὺς δὲ πρέσβεις δώροις τε καὶ
 λόγοις ἀπαγαγὼν τὸ μέτριον ἐν ἑαυτοῖς ἔχειν δοκοῦσιν ἔπεμπεν ἐπ̓
 οἴκου, καὶ μετὰ τὴν ἐκείνων ἀποδημίαν τῶν τοῦ πολέμου παρασκευῶν
 εἴχετο.

κεφάλαιον δὲ τῆς παρασκευῆς, ὥσπερ οὖν ἔστιν, οἰόμενος εἶναι τὴν τῶν
 στρατηγῶν αἵρεσιν, τῶν μὲν Ῥωμαϊκῶν στρατοπέδων ἔταξεν ἡγεῖσθαι
 Τιμάσιον καὶ ἐπὶ τούτῳ Στελίχωνα ʽσυνῴκει δὲ οὗτος Σερήνῃ Θεοδοσίου
 τοῦ βασιλέως ἀδελφοῦ θυγατρἴ, τοὺς δὲ συμμαχοῦντας αὐτῷ βαρβάρους
 ὑπὸ Γαΐνῃ ἔταξε καὶ Σαούλ.

ἐκοινώνει δὲ τῆς ἀρχῆς αὐτοῖς καὶ Βακούριος, ἕλκων μὲν ἐξ Ἀρμενίας τὸ
 γένος, ἔξω δὲ πάσης κακοηθείας ἀνὴρ μετὰ τοῦ καὶ τὰ πολεμικὰ
 πεπαιδεῦσθαι. ἡ μὲν οὖν ἀρχαιρεσία τοῦτον αὐτῷ διετέθη τὸν τρόπον,
 ἤδη δὲ αὐτῷ πρὸς τὴν ἔξοδον ἐπειγομένῳ συμβέβηκε Γάλλαν τὴν γαμετὴν
 ἐν ταῖς ὠδῖσιν αὐταῖς τελευτῆσαι, σὺν τῷ βρέφει καὶ τὸν βίον
 ἀποθεμένην.

ταύτην μὲν οὖν κατὰ τὸν Ὁμηρικὸν νόμον ὁ βασιλεὺς ἐπ̓ ἤματι δακρύσας
 ἀπεχώρει σὺν τῷ στρατῷ τὰ κατὰ τὸν πόλεμον διαθήσων, ἀπολιπὼν
 Ἀρκάδιον τὸν υἱόν, ἤδη πρὸ τούτου βασιλέα καθεσταμένον. ἐπεὶ δὲ νέος ἦν ἔτι, τὸ λεῖπον εἰς φρόνησιν αὐτῷ διὰ τὴν
 νεότητα θεραπεύων ἀπέλιπεν αὐτόθι Ῥουφῖνον, ἅμα τε τῆς αὐλῆς ὕπαρχον
 ὄντα καὶ ἐς πᾶν ὁτιοῦν ἕτερον τῆς ἑαυτοῦ κυριεύοντα γνώμης,
 πράττοντά τε ὅσα βασιλεῖ δίδωσιν ἡ τῆς ὑπεροχῆς ἐξουσία.

Ταῦτά τε διαθείς, καὶ τὸν νεώτερον τῶν παίδων Ὁνώριον ἅμα ἑαυτῷ
 συνεξαγαγών, τὰ ἐν μέσῳ πάντα διέδραμεν ἔθνη, καὶ τῆς διὰ τῶν Ἄλπεων
 παρόδου κρατήσας παρὰ πᾶσαν ἐλπίδα τοῖς πολεμίοις ἐπέστη.

καὶ τὸν μὲν Εὐγένιον τῷ παραλόγῳ κατέπληξεν: οἰηθεὶς δὲ ἄμεινον εἶναι
 τὸ βάρβαρα τάγματα τοῖς ἐναντίοις καθεῖναι καὶ τούτοις πρότερον
 διακινδυνεύειν, Γαΐνην ἔταξε σὺν τοῖς ὑπ̓ αὐτὸν ἔθνεσιν ἐπελθεῖν,
 ἑπομένων αὐτῷ καὶ τῶν ἄλλων ἡγεμόνων, ὅσοι τῶν βαρβαρικῶν ἔλαχον
 ἐξηγεῖσθαι ταγμάτων, ἱππέων τε ὁμοῦ καὶ ἱπποτοξοτῶν καὶ πεζῶν.

ἀντεπεξελθόντος δὲ Εὐγενίου παντὶ τῷ στρατεύματι συμπεσόντων ἀλλήλοις
 τῶν στρατοπέδων, ἡλίου μὲν ἔκλειψιν ἐν αὐτῷ τῷ καιρῷ τῆς μάχης
 συνέβη γενέσθαι τοιαύτην ὥστε νύκτα εἶναι μᾶλλον ἐπὶ πλείονα
 νομίζεσθαι χρόνον, νυκτομαχοῦντα δὲ τρόπον τινὰ τὰ στρατεύματα
 τοσοῦτον ἐργάσασθαι φόνον ὥστε κατ̓ αὐτὴν τὴν ἡμέραν τὸ μὲν πολὺ
 μέρος τῶν Θεοδοσίῳ τῷ βασιλεῖ συμμαχούντων ἀποθανεῖν, καὶ τῶν
 στρατηγῶν Βακούριον ἀνδρειότατα τῶν σφετέρων προκινδυνεύσαντα, τοὺς
 δὲ ἄλλους παραλόγως ἅμα τοῖς περιλειφθεῖσι διαφυγεῖν.

ἐπεὶ οὖν νυκτὸς γενομένης ἐφ̓ ἑαυτῶν ἐγίνετο τὰ στρατόπεδα, ὁ μὲν
 Εὐγένιος ἐπαρθεὶς τῷ προτερήματι δῶρά τε διένειμε τοῖς ἠριστευκόσι
 καὶ ἐνεδίδου δειπνεῖν, ὡς δὴ μηδενὸς ἔτι μετὰ τοσοῦτον ἐλάττωμα
 πολέμου γενησομένου: τῶν δὲ ἐπὶ τὸ ἑστιᾶσθαι τραπέντων, ὁ βασιλεὺς
 Θεοδόσιος ὄρθρον ἤδη μέλλοντα θεασάμενος ἐπέπεσε σὺν παντὶ τῷ
 στρατεύματι κειμένοις ἔτι τοῖς πολεμίοις,

καὶ οὐδενὸς ὧν ἔπασχον αἰσθανομένους ἀπέσφαττε. προελθὼν δὲ καὶ μέχρι τῆς Εὐγενίου σκηνῆς καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐπιθέμενος
 ἀνεῖλε τοὺς πλείονας. ἔνιοι δὲ τῇ καταπλήξει διεγερθέντες καὶ
 ὁρμήσαντες εἰς φυγὴν ἥλωσαν: ἐν οἷς καὶ αὐτὸς Εὐγένιος ἦν, ὃν
 συναρπάσαντες καὶ τὴν κεφαλὴν ἀφελόμενοι κοντῷ τε διαπείραντες
 μακροτάτῳ πᾶν περιέφερον τὸ στρατόπεδον, δεικνύντες τοῖς ἔτι
 τἀκείνου φρονοῦσιν ὡς προσήκει Ῥωμαίους ὄντας ὡς τὸν βασιλέα ταῖς
 γνώμαις ἐπανελθεῖν, ἐκποδὼν μάλιστα τοῦ τυράννου γεγενημένου.

πάντες μὲν οὖν ὡς εἰπεῖν οἱ μετὰ τὴν νίκην ὑπολειφθέντες
 ἐπὶ τὸν βασιλέα δραμόντες τοῦτόν τε Αὔγουστον ἀνεβόησαν καὶ ἐπὶ τοῖς
 ἡμαρτημένοις ἠξίουν ἔχειν συγγνώμην, καὶ ὁ βασιλεὺς ῥᾷον ἐπένευεν:
 Ἀρβογάστης δὲ τυχεῖν ὑπὸ Θεοδοσίου φιλανθρωπίας οὐκ ἀξιώσας ἐπὶ τὰ
 τραχύτατα συνέφυγε τῶν ὀρῶν, αἰσθόμενος δὲ ὡς πάντα περινοστοῦσι
 τόπον οἱ τοῦτον ἐπιζητοῦντες ἑαυτὸν ὑπέσχε τῷ ξίφει, τὸν ἑκούσιον
 θάνατον τῆς ὑπὸ τῶν ἐχθρῶν συλλήψεως προτιμήσας.

Τῶν δὲ πραγμάτων ὧδε τῷ βασιλεῖ Θεοδοσίῳ προχωρησάντων, ἐπιδημήσας
 τῇ Ῥώμῃ τὸν υἱὸν Ὁνώριον ἀναδείκνυσι βασιλέα, Στελίχωνα στρατηγόν τε
 ἀποφήνας ἅμα τῶν αὐτόθι ταγμάτων καὶ ἐπίτροπον καταλιπὼν τῷ παιδί.
 συγκαλέσας δὲ τὴν γερουσίαν τοῖς ἄνωθεν παραδεδομένοις 
 ἐμμένουσαν πατρίοις καὶ οὐχ ἑλομένην ἔτι συνενεχθῆναι τοῖς ἐπὶ τὴν
 τῶν θεῶν ἀποκλίνασι καταφρόνησιν, λόγους προσῆγε, παρακαλῶν ἀφιέναι
 μὲν ἣν πρότερον μετῄεσαν, ὡς αὐτὸς ἔλεγε, πλάνην, ἑλέσθαι δὲ τὴν τῶν
 Χριστιανῶν πίστιν, ἧς ἐπαγγελία παντὸς ἁμαρτήματος καὶ πάσης
 ἀσεβείας ἀπαλλαγή.

μηδενὸς δὲ τῇ παρακλήσει πεισθέντος, μηδὲ ἑλομένου τῶν ἀφ̓ οὗπερ ἡ
 πόλις ᾠκίσθη παραδεδομένων αὐτοῖς πατρίων ἀναχωρῆσαι καὶ προτιμῆσαι
 τούτων ἄλογον συγκατάθεσιν ʽἐκεῖνα μὲν γὰρ φυλάξαντας ἤδη διακοσίοις
 καὶ χιλίοις σχεδὸν ἔτεσιν ἀπόρθητον τὴν πόλιν οἰκεῖν, ἕτερα δὲ ἀντὶ
 τούτων ἀλλαξαμένους τὸ ἐκβησόμενον ἀγνοεῖν̓, τότε δὴ ὁ Θεοδόσιος
 βαρύνεσθαι τὸ δημόσιον ἔλεγε τῇ περὶ τὰ ἱερὰ καὶ τὰς θυσίας δαπάνῃ,
 βούλεσθαί τε ταῦτα περιελεῖν, οὔτε τὸ πραττόμενον ἐπαινοῦντα, καὶ
 ἄλλως τῆς στρατιωτικῆς χρείας πλειόνων δεομένης χρημάτων.

τῶν δὲ ἀπὸ τῆς γερουσίας μὴ κατὰ θεσμὸν εἰπόντων πράττεσθαι τὰ
 τελούμενα μὴ δημοσίου τοῦ δαπανήματος ὄντος, διὰ τοῦτο τότε τοῦ
 θυηπολικοῦ θεσμοῦ λήξαντος καὶ τῶν ἄλλων ὅσα τῆς πατρίου παραδόσεως
 ἦν ἐν ἀμελείᾳ κειμένων, ἡ Ῥωμαίων ἐπικράτεια κατὰ μέρος ἐλαττωθεῖσα
 βαρβάρων οἰκητήριον γέγονεν, ἢ καὶ τέλεον ἐκπεσοῦσα τῶν οἰκητόρων
 εἰς τοῦτο κατέστη σχήματος ὥστε μηδὲ τοὺς τόπους ἐν οἷς γεγόνασιν αἱ
 πόλεις ἐπιγινώσκειν.

ἀλλὰ ταῦτα μὲν εἰς τοῦτο τύχης ἐνεχθέντα δείξει σαφῶς ἡ κατὰ μέρος
 τῶν πραγμάτων ἀφήγησις: ὁ δὲ βασιλεὺς Θεοδόσιος τὰ κατὰ τὴν Ἰταλίαν
 ἔθνη καὶ Ἴβηρας καὶ Κελτοὺς καὶ προσέτι γε Λιβύην
 ἅπασαν Ὁνωρίῳ τῷ παιδὶ παραδούς, αὐτὸς εἰς τὴν Κωνσταντινούπολιν
 ἐπανιὼν ἐτελεύτησε νόσῳ, καὶ τὸ τούτου σῶμα ταριχευθὲν τοῖς ἐν τῇ
 Κωνσταντινουπόλει βασιλικοῖς τάφοις ἐναπετέθη.

Τῆς δὲ τῶν ὅλων ἀρχῆς εἰς Ἀρκάδιον καὶ Ὁνώριον περιστάσης ἄχρι μὲν
 ὀνόματος ἐδόκουν ἔχειν τὸ κράτος, ἡ δὲ πᾶσα τῆς ἀρχῆς δύναμις ἦν
 κατὰ μὲν τὴν ἑῴαν παρὰ Ῥουφίνῳ, κατὰ δὲ τὴν ἑσπέραν ἐν τῇ Στελίχωνος
 γνώμῃ. δίκαι τε πᾶσαι παῤ αὐτοῖς κατ̓ ἐξουσίαν ἐκρίνοντο, καὶ ἀπῄει
 κεκρατηκὼς ὁ χρημάτων τὴν ψῆφον ὠνούμενος ἢ ἄλλως οἰκειότητι τὴν τοῦ
 δικάζοντος ἐπισπώμενος εὔνοιαν.

κτήματα δὲ ὅσα τοὺς κυρίους ἐν τοῖς ἁπάντων ἐποίει στόμασιν
 εὐδαίμονας ὀνομάζεσθαι, μετῄει πρὸς τούτους, τῶν μὲν δωρεαῖς
 θεραπευόντων καὶ τούτῳ τὸ συκοφαντεῖσθαι διαφευγόντων, ἑτέρων δὲ τὰ
 οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆς ἢ ἄλλον τινὰ πρίασθαι τῶν
 πόλεων ὄλεθρον.

παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν
 ἁπανταχόθεν πλοῦτος εἰς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν εἰσέρρει,
 ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων
 οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλὰ ἔγραφον
 μόνον ὅσα Ῥουφῖνος ἐπέταττε καὶ

Στελίχων. ἐπεὶ δὲ ἄπλετος ἦν αὐτοῖς πλοῦτος συνειλεγμένος, ἤδη καὶ
 τὴν βασιλείαν ἑαυτῷ μνᾶσθαι Ῥουφῖνος ὠνειροπόλει, διανοούμενος, ἣν
 εἶχε θυγατέρα γάμων ὡραίαν, κατεγγυῆσαι τῷ βασιλεῖ, ὅπερ εἰσδύσεως
 πρόφασιν εἶχε. καὶ δὴ καθίησι περὶ τούτου λόγους ἐν παραβύστῳ διά
 τινων ἐπὶ τῇ βασιλικῇ θεραπείᾳ τεταγμένων, αὐτὸς μὲν οἰόμενος μηδένα
 παντάπασι τὴν σκέψιν εἰδέναι, τῆς δὲ φήμης ἄχρι τοῦ δήμου τὸ
 μελετώμενον ἐνεγκούσης:

ἐκ γὰρ τοῦ τῆς ὑπεροψίας ὄγκου καὶ τῆς ὁσημέραι προστιθεμένης
 ἀλαζονείας τὴν περὶ τούτου ἔννοιαν ἅπαντες ἐτεκμαίροντο, καὶ τὸ κατ̓
 αὐτοῦ κοινὸν ηὐξάνετο μῖσος. ὃ δέ, ὥσπερ τὰ μετριώτερα πλημμελήματα
 μείζοσιν ἀτοπήμασιν ἐξεπίτηδες ἀποκρύψαι βουλόμενος, ἕτερον ἐτόλμησε
 τοιόνδε.

Φλωρεντίῳ τῆς αὐλῆς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὑπάρχῳ γενομένῳ
 κατὰ τοὺς χρόνους ἐν οἷς Ἰουλιανὸς ὁ μέγας τὴν τοῦ Καίσαρος εἶχε
 τιμήν, Λουκιανὸς ἦν υἱός. οὗτος ἐχρῆτο προστάτῃ Ῥουφίνῳ, τὰ
 τιμιώτατα τῶν ὄντων αὑτῷ κτημάτων εἰς ἐκεῖνον μετενεγκών: ἐφ̓ οἷς
 ὁμολογῶν χάριτας ὁ Ῥουφῖνος τῷ νεανίσκῳ διετέλεσεν, ἐπαίνους αὐτοῦ
 παρὰ τῷ βασιλεῖ Θεοδοσίῳ διεξιών.

ὃ δὲ κόμητα τῆς ἑῴας πεποίηκεν: αὕτη δὲ ἡ ἀρχὴ βούλεται τὸν
 προβεβλημένον αὐτῆς ἐφεστάναι πᾶσι τοῖς τὰς τῆς ἑῴας ἐπαρχίας
 ἰθύνουσι καὶ ἐπὶ τοῖς οὐ κατὰ τὸ δέον πραττομένοις
 εὐθύνειν. ὁ Λουκιανὸς τοίνυν πᾶσαν ἀρχικὴν ἀρετὴν εἰς τοὺς
 ἀρχομένους ἐπιδεικνύμενος ἐπὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ πᾶσι τοῖς
 ἄρχοντας κοσμεῖν δυναμένοις διαβόητος ἦν, οὔτε προσώπων διαφορὰν
 οὔτε ἕτερόν τι κατὰ νοῦν ἔχων, πλὴν ὧν ὁ νόμος

ὑπηγόρευεν. ὥστε ἀμέλει καὶ τὸν τοῦ βασιλέως θεῖον Εὐχέριον, αἰτοῦντά
 τι παρὰ τὸ προσῆκον, ἀποσεισάμενος εἰς τοσοῦτον ἐκίνησεν ὥστε πρὸς
 τὸν βασιλέα διαβαλεῖν. ἐπεὶ δὲ ὁ βασιλεὺς αἴτιον εἶπεν εἶναι
 Ῥουφῖνον ἀνδρὶ τοιούτῳ τοσαύτην ἀρχὴν δεδωκότα, λαβὼν πρόφασιν ὁ
 Ῥουφῖνος, καὶ ἐφ̓ οἷς ἐμέμψατο βασιλεὺς δῆθεν ἀγανακτῶν, οὐδενὶ τὴν
 γνώμην ἣν εἶχεν ἐκφήνας, ἅμα σφόδρα ὀλίγοις ἐπὶ τὴν Ἀντιόχειαν
 ἵεται, νυκτός τε βαθείας ἐπιδημήσας τῇ πόλει τὸν Λουκιανὸν
 συναρπάσας εἰς εὐθύνας ἄγει, κατηγοροῦντος παντάπασιν οὐδενός.

σφαίραις δὲ μολιβδίναις αὐτὸν κατὰ τοῦ τένοντος ἐνεκελεύετο παίεσθαι,
 καὶ διαλιπόντα παραχρῆμα φέρεσθαι φορείῳ κεκαλυμμένον ἐποίει, διδοὺς
 ἅπασιν ὑπονοεῖν ὡς οὐ τεθνηκὼς εἴη, τεύξεται δὲ πάντως φιλανθρωπίας.
 καὶ ἡ μὲν πόλις ἐπὶ τῷ παραλόγῳ τοῦ δράματος ἐδυσχέραινεν: ὃ δὲ
 τιθασσεύων τὸν δῆμον βασιλικὴν ᾠκοδόμει στοάν, ἧς οὐδὲ ἓν ἡ πόλις
 ἔχει διαπρεπέστερον οἰκοδόμημα.

Καὶ ἐπὶ τούτοις ἐπανελθὼν εἰς τὴν Κωνσταντινούπολιν τὰ περὶ τὴν
 βασιλέως κηδείαν ἐπραγματεύετο, σπεύδων ὅσον οὐδέπω τὴν θυγατέρα
 τούτῳ συνάψαι. τύχης δέ τινος ἕτερόν τι παρὰ τὸ προσδοκώμενον ἐκείνῳ
 πρυτανευούσης, διήμαρτε τῆς ἐλπίδος ὁ Ῥουφῖνος ἐξ αἰτίας
 τοιᾶσδε.

ἤστην δύο παῖδε Προμώτῳ, Θεοδοσίου περιόντος ἔτι τοῖς αὐτοῦ παισὶ
 συναναστρεφόμενοι: τούτων δ̓ ἅτερος εἶχε παῤ ἑαυτῷ παρθένον κάλλει
 λάμπουσαν ἐξαισίῳ. ταύτην Εὐτρόπιος, εἷς τῶν περὶ τὴν βασιλικὴν
 θεραπείαν εὐνούχων, ἀγαγέσθαι παρῄνει τῷ βασιλεῖ, τὰ περὶ τοῦ
 κάλλους διεξιών.

ἐπεὶ δὲ τοὺς λόγους ἡδέως ἑώρα δεχόμενον, ἔδειξε τῆς κόρης εἰκόνα,
 ταύτῃ τε πρὸς μείζονα τὸν Ἀρκάδιον ἐγείρας ἐπιθυμίαν ἔπεισε τὸν ταύτης γάμον ἑλέσθαι, Ῥουφίνου μηδὲν ἐπισταμένου τῶν
 πραττομένων, οἰομένου δὲ ὅσον οὐδέπω τὴν αὑτοῦ θυγατέρα τῷ βασιλεῖ
 συνοικήσειν, κοινωνήσειν τε αὐτῷ μετ̓ οὐ πολὺ τῆς τῶν ὅλων
 ἀρχῆς.

ὡς δὲ τὴν ἐπὶ τῷ γάμῳ πρᾶξιν ἐθεάσατο κατωρθωμένην ὁ εὐνοῦχος αὑτῷ,
 χορεύειν τῷ δήμῳ καὶ στεφανηφορεῖν ὡς ἐπὶ βασιλικοῖς ἐκέλευε γάμοις,
 ἐσθῆτα δὲ βασιλεῖ πρέπουσαν καὶ κόσμον ἐκ τῶν βασιλείων λαβών,
 ταύτην τε φέρειν δοὺς βασιλικοῖς ὑπηρέταις, ἦγε διὰ μέσης τῆς πόλεως
 ἡγουμένου τοῦ δήμου.

πάντων δὲ οἰομένων τῇ Ῥουφίνου ταῦτα δοθήσεσθαι θυγατρὶ καὶ
 συμπαρατρεχόντων τοῖς φορεῦσιν, ἐπειδὴ προϊόντες ἐγένοντο τῆς
 Προμώτου πλησίον οἰκίας, εἰσῄεσάν τε μετὰ τῶν ἔδνων καὶ ἀποδόντες τῇ
 παρὰ τῷ Προμώτου παιδὶ τρεφομένῃ παρθένῳ τὴν τῷ βασιλεῖ συνοικεῖν
 μέλλουσαν ἔδειξαν.

οὕτως ὁ Ῥουφῖνος τῆς ἐλπίδος ἀποκρουσθείς, ἐπειδὴ συνοικοῦσαν ἄλλην
 ἑώρα, τὸ λειπόμενον ἐσκόπει, πῶς ἂν καὶ τὸν Εὐτρόπιον ἐκποδὼν
 ποιήσειε. καὶ τὰ μὲν ὑπὸ τὴν Ἀρκαδίου βασιλείαν ἐν τούτοις ἦν.

Στελίχων δὲ τῆς κατὰ τὴν ἑσπέραν βασιλείας ἐπιτροπεύων ἐκδίδωσι πρὸς
 γάμον Ὁνωρίῳ τῷ βασιλεῖ τὴν ἀπὸ Σερήνας οὖσαν αὐτῷ θυγατέρα: Σερήνα
 δὲ ἦν παῖς Ὁνωρίου, ὃς Θεοδοσίῳ τῷ τῶν βασιλευόντων πατρὶ γέγονεν
 ἀδελφός.

ὀχυρώσας δὲ τῇ πρὸς τὸν βασιλέα κηδείᾳ τὴν δύναμιν, καὶ ἄλλως ἅπαν
 σχεδὸν τὸ Ῥωμαίων στρατόπεδον ὑπήκοον εἶχε: τελευτήσαντος γὰρ μετὰ
 τὴν Εὐγενίου καθαίρεσιν ἐν Ἰταλίᾳ Θεοδοσίου, στρατηγὸς ὢν τοῦ παντὸς
 στρατεύματος ὁ Στελίχων, εἴ τι δυνατὸν αὐτοῦ καὶ πολεμικώτατον ἦν,
 τοῦτο κατέσχε, τὸ δὲ ἀπεσκληκὸς καὶ ἀπόβλητον χωρεῖν ἐπὶ τὴν ἑῴαν
 ἠφίει.

καὶ ταῦτα διαθείς, ἔχων τε πρὸς Ῥουφῖνον ἐγκότως οἷα δύναμιν αὐτῷ
 ἀντίρροπον κατὰ τὴν ἑῴαν ἔχειν βουλόμενον, ὡς Ἀρκάδιον ἰέναι
 διενοεῖτο, διαθεῖναι κατ̓ ἐξουσίαν καὶ τὰ κατ̓ ἐκεῖνον ἐθέλων: ἔλεγε
 γὰρ ἐπιτετράφθαι παρὰ Θεοδοσίου τελευτᾶν μέλλοντος τὰ
 κατ̓ ἄμφω τοὺς βασιλέας ἔχειν ἐν πάσῃ φροντίδι.

τούτων ὁ Ῥουφῖνος αἰσθόμενος ἐκ πάσης ἐβουλεύετο μηχανῆς ἐκποδὼν
 γενέσθαι τῆς Στελίχωνος ἐπὶ τὴν ἑῴαν ὁρμῆς, καταλῦσαι δὲ οὐδὲν ἧττον
 καὶ ἀσθενεστέραν τὴν οὖσαν Ἀρκαδίῳ στρατιωτικὴν δύναμιν καταστῆσαι.
 ταῦτα δὴ πάντα πραγματευόμενος ἄνδρας εὗρε πρὸς ταῦτα πονηροτέρους
 ἤπερ ἐβούλετο, οἷς χρησάμενος μεγάλων ἦρξε τῇ Ῥωμαίων ἐπικρατείᾳ
 κακῶν. τὸ δὲ ὅπως ἐρῶ.

Μουσώνιος, Ἕλλην ἀνὴρ καὶ παιδείας ἥκων εἰς ἄκρον, τριῶν ἐγένετο
 παίδων πατήρ, οἷς ὀνόματα ἦν Μουσώνιος καὶ Ἀντίοχος καὶ Ἀξίοχος.
 ἀλλὰ Μουσώνιος μὲν καὶ Ἀξίοχος παιδείᾳ καὶ καλοκἀγαθίᾳ τὰς τοῦ
 πατρὸς ἐπεθύμουν παραδραμεῖν ἀρετάς, Ἀντίοχος δὲ πᾶσιν ἐνηβρύνετο
 τοῖς ἐναντίοις, αὐτὸ πονηρίας ὄργανον ὤν.

τοῦτον ἁρμόδιον οἷς ἐβούλετο Ῥουφῖνος εὑρὼν ἀνθύπατον καθίστησι τῆς
 Ἑλλάδος, ἕτοιμον έθέλων τοῖς ἐπιοῦσι βαρβάροις ποιῆσαι τὴν αὐτῆς
 ἀπώλειαν, Γεροντίῳ τὴν ἐν Θερμοπύλαις παραδοὺς φυλακήν,
 ὑπηρετησομένῳ ταῖς αὐτοῦ κατὰ τῆς πολιτείας ἐννοίαις.

ταῦτα Ῥοῦφῖνος πονηρευσάμενος, ἐπειδὴ στασιάζοντα καὶ ἀλλοτριώσαντα
 τῶν νόμων ἑαυτὸν ἐθεώρησεν Ἀλάριχον ʽἠγανάκτει γὰρ ὅτι μὴ
 στρατιωτικῶν ἡγεῖτο δυνάμεων ἀλλὰ μόνους εἶχε τοὺς βαρβάρους, οὓς
 Θεοδόσιος ἔτυχεν αὐτῷ παραδοὺς ὅτε σὺν αὐτῷ τὴν Εὐγενίου τυραννίδα
 καθεῖλἐ, τότε τοίνυν ἐσήμαινε δἰ ἀπορρήτων αὐτῷ προσωτέρω τοὺς σὺν
 αὐτῷ βαρβάρους ἤ ἄλλως σύγκλυδας ὄντας ἐξαγαγεῖν, ὡς ἑτοίμων ἁπάντων
 εἰς ἅλωσιν ἐσομένων.

ἐπὶ τούτοις Ἀλάριχος τῶν Θρᾴκης ἀπανίστατο τόπων, καὶ ἐπὶ Μακεδονίαν
 προῄει καὶ Θεσσαλίαν, πάντα καταστρεφόμενος τὰ ἐν μέσῳ. γενόμενος δὲ
 Θερμοπυλῶν πλησίον ἔπεμπε λάθρᾳ πρὸς Ἀντίοχον τὸν
 ἀνθύπατον καὶ Γερόντιον τὸν ἐφεστηκότα τῇ Θερμοπυλῶν φυλακῇ τοὺς τὴν
 ἔφοδον ἀγγελοῦντας.

καὶ ὃ μὲν ἀπεχώρει μετὰ τῶν φυλάκων, ἐνδιδοὺς ἐλευθέραν καὶ ἀκώλυτον
 τὴν ἐπὶ τὴν Ἑλλάδα πάροδον τοῖς βαρβάροις: οἳ δὲ ἐπὶ λείαν ἕτοιμον
 τῶν ἀγρῶν καὶ παντελῆ τῶν πόλεων ἀπώλειαν ἐχώρουν, τοὺς μὲν ἄνδρας
 ἡβηδὸν ἀποσφάττοντες, παιδάρια δὲ καὶ γυναῖκας ἀγεληδὸν ἅμα τῷ
 πλούτῳ παντὶ λῃζόμενοι.

καὶ ἡ μὲν Βοιωτία πᾶσα, καὶ ὅσα μετὰ τὴν ἀπὸ Θερμοπυλῶν εἴσοδον
 Ἑλληνικὰ ἔθνη διῆλθον οἱ βάρβαροι, ἔκειντο τὴν ἐξ ἐκείνου μέχρι τοῦ
 νῦν καταστροφὴν διδόντα τοῖς θεωμένοις ὁρᾶν, μόνων Θηβαίων διὰ τὸ
 τῆς πόλεως ὀχυρὸν περισωθέντων, καὶ ὅτι σπεύδων τὰς Ἀθήνας ἑλεῖν
 Ἀλλάριχος οὐκ ἐπέμεινε τῇ τούτων πολιορκίᾳ.

Θηβαίων τοίνυν διὰ τοῦτο ἐκπεφευγότων ἐπὶ τὰς Ἀθήνας ἐχώρει, ῥᾷστα
 τὴν πόλιν οἰόμενος ἑλεῖν διὰ τὸ μέγεθος παρὰ τῶν ἔνδον φυλαχθῆναι οὐ
 δυναμένην, καὶ προσέτι τοῦ Πειραιῶς ἐχομένου σπάνει τῶν ἐπιτηδείων
 μετ̓ οὐ πολὺ τοὺς πολιορκουμένους ἐνδώσειν. ἀλλ̓ ὁ μὲν Ἀλλάριχος ἐν
 ταύταις ἦν ταῖς ἐλπίσιν, ἔμελλε δὲ ἡ τῆς πόλεως ἀρχαιότης καὶ ἐν
 οὕτω δυσσεβέσι καιροῖς θείαν τινὰ πρόνοιαν ὑπὲρ ἑαυτῆς ἐπισπᾶσθαι
 καὶ μένειν ἀπόρθητος.

ἄξιον δὲ μηδὲ τὴν αἰτίαν δἰ ἣν ἡ πόλις περιεσώθη, θεοπρεπῆ τινὰ
 οὖσαν καὶ εἰς εὐσέβειαν τοὺς ἀκούοντας ἐπικαλουμένην, σιωπῇ
 διελθεῖν. ἐπιὼν Ἀλλάριχος πανστρατιᾷ τῇ πόλει τὸ μὲν τεῖχος ἑώρα
 περινοστοῦσαν τὴν πρόμαχον Ἀθηνᾶν, ὡς ἔστιν αὐτὴν ὁρᾶν ἐν τοῖς
 ἀγάλμασιν, ὡπλισμένην καὶ οἷον τοῖς ἐπιοῦσιν ἀνθίστασθαι μέλλουσαν,
 τοῖς δὲ τείχεσι προεστῶτα τὸν Ἀχιλλέα τὸν ἥρω τοιοῦτον
 οἷον αὐτὸν τοῖς Τρωσὶν ἔδειξεν Ὅμηρος, ὅτε κατ̓ ὀργὴν τῷ θανάτῳ τοῦ
 Πατρόκλου τιμωρῶν ἐπολέμει.

ταύτην Ἀλλάριχος τὴν ὄψιν οὐκ ἐνεγκὼν πάσης μὲν ἀπέστη κατὰ τῆς
 πόλεως ἐγχειρήσεως, ἐπεκηρυκεύετο δέ. 
 προσδεξαμένων τοὺς λόγους, ὅρκους τε λαβόντων καὶ δόντων, εἰσῄει σὺν
 ὀλίγοις Ἀλλάριχος εἰς τὰς Ἀθήνας. τυχὼν δὲ φιλοφροσύνης ἁπάσης,
 λουσάμενός τε καὶ κοινωνήσας ἑστιάσεως τοῖς ἐν τῇ πόλει λογάσι, καὶ
 προσέτι γε δῶρα λαβών, ἀπεχώρει τήν τε πόλιν ἀβλαβῆ καὶ τὴν Ἀττικὴν
 πᾶσαν καταλιπών.

καὶ ἡ μὲν Ἀθηναίων πόλις ἐν τῷ κατὰ τὴν Οὐάλεντος βασιλείαν γενομένῳ
 σεισμῷ, πᾶσαν κατασείσαντι τὴν Ἑλλάδα, μόνη περιεσώθη κατὰ τὸν
 εἰρημένον μοι τρόπον ἐν τῷ προλαβόντι βιβλίῳ, καὶ νῦν εἰς ἔσχατον
 ἐλθοῦσα κινδύνου διέφυγεν: Ἀλλάριχος δὲ τὴν Ἀττικὴν πᾶσαν ἀπόρθητον
 ἀπολιπὼν δέει τῶν φανέντων φασμάτων ἐπὶ τὴν Μεγαρίδα παρῄει, καὶ
 ταύτην ἑλὼν ἐξ ἐπιδρομῆς τῆς ἐπὶ τὴν Πελοπόννησον ἐλάσεως εἴχετο,
 μηδεμιᾶς πειρώμενος ἀντιστάσεως.

ἐνδόντος δὲ αὐτῷ Γεροντίου τὸν Ἰσθμὸν διαβῆναι, πάντα λοιπὸν ἦν αὐτῷ
 δίχα πόνου καὶ μάχης ἁλώσιμα, τῶν πόλεων σχεδὸν ἁπασῶν διὰ τὴν
 ἀσφάλειαν ἣν ὁ Ἰσθμὸς παρεῖχεν αὐταῖς ἀτειχίστων οὐσῶν. εὐθέως οὖν ἡ
 Κόρινθος πρώτη κατὰ κράτος ἡλίσκετο καὶ τὰ πρόσοικα ταύτῃ
 πολίχνια καὶ ἐπὶ ταύτῃ τὸ Ἄργος καὶ ὅσα ἦν αὐτῆς τε καὶ Λακεδαίμονος
 ἐν μέσῳ χωρία.

καὶ αὐτὴ δὲ ἡ Σπάρτη συναπήγετο τῇ κοινῇ τῆς Ἑλλάδος ἁλώσει, μήτε
 ὅπλοις ἔτι μήτε ἀνδράσι μαχίμοις τετειχισμένη διὰ τὴν τῶν Ῥωμαίων
 πλεονεξίαν, ἀλλ̓ ἄρχουσιν ἐκδεδομένη προδόταις καὶ τῇ τῶν κρατούντων
 ἡδονῇ προθύμως ὑπηρετουμένοις εἰς ἅπαντα τὰ πρὸς κοινὸν ὄλεθρον
 φέροντα.

Ῥουφῖνος μὲν οὖν, ἀγγελθέντος αὐτῷ τοῦ περὶ τὴν Ἑλλάδα
 πάθους, ἐπίδοσιν ἐλάμβανεν ἧς εἶχε περὶ τὴν βασιλείαν ἐπιθυμίας:
 συνταραττομένου γὰρ τοῦ πολιτεύματος οὐδὲν ἐμποδὼν ᾤετο αὑτῷ
 φανήσεσθαι πρὸς τὴν τοιαύτην ἐπιχείρησιν: Στελίχων δὲ ναυσὶ
 στρατιώτας ἐμβιβάσας τοῖς κατὰ τὴν Ἀχαῒαν δυστυχήμασιν ὥρμητο
 βοηθεῖν,καὶ τῇ Πελοποννήσῳ προσσχὼν εἰς Φολόην συμφυγεῖν τοὺς
 βαρβάρους ἠνάγκασε.

καὶ ῥᾷστα διέφθειρεν ἂν αὐτοὺς σπάνει τῶν ἐπιτηδείων, εἰ μὴ τρυφῇ καὶ
 μίμοις γελοίων ἥκιστά τε αἰσχυνομέναις γυναιξὶν ἐκδοὺς ἑαυτὸν ἀφῆκε
 τοὺς στρατιώτας, ὅσα καταλελοίπασιν οἱ βάρβαροι, ἁρπάζειν, τοῦ τε
 δοῦναι τοῖς πολεμίοις εὐρυχωρίαν ἀναχωρήσασι τῆς Πελοποννήσου μετὰ
 πάσης τῆς λείας εἰς τὴν Ἤπειρον διαβῆναι καὶ τὰς ἐν ταύτῃ λῄσασθαι
 πόλεις.

ὅπερ αὐτοὺς ὁ Στελίχων πεποιηκότας ἰδὼν ἄπρακτος ἐπὶ τὴν Ἰταλίαν
 ἀπέπλευσε, μείζονα καὶ χαλεπώτερα τοῖς Ἕλλησι κακὰ δἰ ὧν ἐπήγετο
 στρατιωτῶν ἐπιθείς. ἐπεὶ δὲ παρεγένετο, παραχρῆμα θάνατον ἔγνω
 Ῥουφίνῳ κατασκευάσαι τρόπῳ τοιῷδε. πρὸς τὸν βασιλέα ποιεῖται λόγους
 Ὁνώριον ὡς προσήκει τέλη τινὰ στρατιωτικὰ στεῖλαι πρὸς Ἀρκάδιον τὸν
 ἀδελφόν, ἐπαμυνοῦντα τοῖς ἐν τῇ ἐπικρατείᾳ τῇ τούτου κεκακωμένοις
 ἔθνεσι.

καὶ ὅπερ ἐγνώκει πράττειν ἐπιτραπεὶς ἔταττε τοὺς ἐπὶ τούτῳ
 σταλησομένους, Γαΐνην δὲ αὐτοῖς ἐπιστήσας ἡγεμόνα, ὅσα ἐπὶ Ῥουφίνου
 διενοεῖτο ἐξεῖπε. τῶν δὲ στρατιωτῶν ἤδη πλησίον τῆς
 Κωνσταντινουπόλεως ὄντων, φθάσας ὁ Γαΐνης ἀπήγγειλεν Ἀρκαδίῳ τῷ
 βασιλεῖ τὴν αὐτῶν παρουσίαν, καὶ ὡς παραγένοιντο τοῖς πράγμασι
 πεπονηκόσιν ἐφιέμενοι βοηθεῖν.

τοῦ δὲ βασιλέως ἡσθέντος ἐπὶ τῇ τούτων ἀφίξει, ὑπαντῆσαι τοῖς
 στρατιώταις εἰσιέναι μέλλουσι παρεκάλει τὸν βασιλέα Γαΐνης: ταύτης
 γὰρ τῆς τιμῆς ἠξιῶσθαι τοὺς στρατιώτας ἔλεγε σύνηθες εἶναι.
 πεισθέντος δὲ τοῦ βασιλέως καὶ πρὸ τῆς πόλεως ὑπαντήσαντος, εἵπετο
 καὶ ὁ Ῥουφῖνος, οἷα τῆς αὐλῆς ὕπαρχος. ἐπεὶ δὲ
 προσκυνήσαντες τῆς προσηκούσης ἠξιώθησαν παρὰ τοῦ βασιλέως
 φιλοφροσύνης, δόντος Γαΐνου τὸ σύνθημα πάντες ὁμοῦ τὸν Ῥουφῖνον
 ἀπολαβόντες ἐν μέσῳ τοῖς ξίφεσι παίουσι:

καὶ ὅ μὲν ἀφῄρητο τῆς δεξιᾶς, ὃ δὲ τὴν ἑτέραν ἔκοπτεν, ὃ δὲ τὴν
 κεφαλὴν τοῦ τραχήλου χωρίσας ἀπῄει, παιᾶνας ᾅδων ἐπινικίους. ἐς
 τοσοῦτον δὲ ἐπετώθασαν ὥστε τὴν χεῖρα πανταχῇ τῆς πόλεως περιάγειν,
 αἰτεῖν τε ἀργύριον δοῦναι τῷ ἀπλήστῳ τοὺς προστυγχάνοντας.

Ῥουφῖνος μὲν οὖν ἰδίᾳ τε πολλοῖς κακῶν ἀφορήτων γενόμενος αἴτιος καὶ
 τῇ πολιτείᾳ λυμηνάμενος ἁπάσῃ δίκην ἐξέτισε τῶν πεπονηρευμένων
 ἀξίαν, Εὐτρόπιος δὲ πρὸς πάντα Στελίχωνι συνεργήσας τὰ κατὰ τούτου
 βεβουλευμένα τῶν ἐν τῇ αὐλῇ πραττομένων κύριος ἦν.

καὶ τὴν μὲν Ῥουφίνου περιουσίαν κατὰ τὸ πλέον ἐσφετερίζετο, καὶ
 ἑτέρους ἐνδιδοὺς ἐκ ταύτης οἰκειοῦσθαι τὰ ὁπωσοῦν ἄξια τῆς αὐτοῦ
 κτήσεως νομιζόμενα: τῆς δὲ Ῥουφίνου γαμετῆς σὺν τῇ θυγατρὶ τῇ τῶν
 Χριστιανῶν ἐκκλησίᾳ προσδραμούσης δέει τοῦ μὴ συναπολέσθαι τῷ ἀνδρί,
 πίστιν δοὺς ὁ Εὐτρόπιος ἐφῆκεν αὐταῖς εἰς τὴν κατὰ Ἱεροσόλυμα πόλιν
 ἐκπλεῦσαι, πάλαι μὲν οἰκητήριον Ἰουδαίων οὖσαν, ἀπὸ δὲ τῆς
 Κωνσταντίνου βασιλείας ὑπὸ Χριστιανῶν τιμωμένην οἰκοδομήμασιν.

ἐκεῖναι μὲν οὖν αὐτόθι τὸν λειπόμενον τοῦ βίου διέτριψαν χρόνον:
 Εὐτρόπιος δὲ πάντας, ὧν εἴη τις λόγος, ἐκποδὼν καταστῆσαι
 βουλόμενος, ὡς ἂν μηδεὶς ἕτερος πλὴν αὐτοῦ βασιλεῖ παραδυναστεύοι,
 καὶ ἐπὶ Τιμασίῳ στρατιωτικῶν ἡγησαμένῳ ταγμάτων ἀπὸ τῶν Οὐάλεντος
 χρόνων καὶ πολλῶν μετασχόντι πολέμων ἐπιβουλὴν ἵστησιν, οὐδεμιᾶς
 αἰτίας ὑπούσης. ἦν δὲ ἡ συκοφαντία τοιάδε.

Βάργος ἐκ τῆς ἐν Συρίᾳ Λαοδικείας ὁρμώμενος, ἀλλᾶντας ὠνίους ἐπ̓
 ἀγορᾷ προτιθείς, ἐπί τισιν ἁλοὺς ἀτοπήμασιν ἀπὸ τῆς Λαοδικείας εἰς
 τὰς Σάρδεις ἦλθε φυγάς, εἶτα κἀκεῖσε φανεὶς οἷος ἦν, ἐπὶ πονηρίᾳ
 διεβεβόητο. τοῦτον ὁ Τιμάσιος ταῖς Σάρδεσιν ἐπιδημήσας, στωμύλον
 ἰδὼν δεινόν τε κολακείᾳ ῥᾳδίως ὑπαγαγέσθαι τοὺς προστυγχάνοντας,
 ᾠκειώσατό τε καὶ παραχρῆμα στρατιωτικοῦ τέλους ἔταξεν ἄρχειν: καὶ οὐ
 τοῦτο μόνον, ἀλλ̓ ἤδη καὶ εἰς τὴν Κωνσταντινούπολιν ἑαυτῷ
 συναπήγαγεν.

οὐκ ἐπαινούντων δὲ τῶν ἐν τέλει τὸ γεγονὸς ʽἔτυχε γὰρ πρότερον ὁ
 Βάργος διά τινα πονηρεύματα τῆς ἐν Κωνσταντινουπόλει διατριβῆς
 ἀποκεκλεισμένοσ̓ ὄργανον ἐπιτήδειον Εὐτρόπιος εἰς τὴν κατὰ Τιμασίου
 συκοφαντίαν τὸν ἄνδρα τοῦτον εὑρὼν ἵστησι κατήγορον αὐτῷ, γραμμάτια
 δεικνύντα ψευδῆ, βασιλείας ἐπιθυμίαν ἐπιφέροντα Τιμασίῳ. καὶ ὁ μὲν
 βασιλεὺς προυκάθητο δικαστής, Εὐτρόπιος δὲ παρεστώς, ἐπειδὴ καὶ τὴν
 ἡγεμονίαν πάντων τῶν βασιλικῶν εἶχε κοιτώνων, τῆς πάσης πάσης ψήφου
 κύριος ἦν.

πάντων δὲ δυσανασχετούντων ἐφ̓ οἷς ἀλλαντοπώλης ἄνθρωπος τὸν ἐν
 ἀρχαῖς καὶ ἀξίαις διαπρέψαντα τοσαύταις ἵστατο κρίνων, ἀνεχώρει μὲν
 τῆς κρίσεως ὁ βασιλεύς, ἐπέτρεπε δὲ ταύτην Σατουρνίνῳ καὶ Προκοπίῳ.
 τούτοιν δὲ ὁ μὲν εἷς εἰς γῆρας ἦν βαθὺ προελθὼν καὶ μεγάλαις
 τετιμημένος ἀξίαις, οὐκ ἔξω δὲ κολακείας, ἀλλ̓ εἰωθὼς ἐν ταῖς
 κρίσεσι τὰς τῶν βασιλεῖ παραδυναστευόντων θεραπεύειν ὁρμάς τε καὶ
 γνώμας: ὁ δὲ Προκόπιος τοῦ μὲν βασιλέως ἐγεγόνει Οὐάλεντος κηδεστής,
 σκαιὸς δέ τις ὤν καὶ ἀνάγωγος ἔν τισιν ἐδόκει τἀληθῆ μετὰ παρρησίας
 ἐκφαίνειν.

ὥστε ἀμέλει καὶ τότε συνενεχθεὶς εἰς τὴν κατὰ Τιμασίου ψῆφον τῷ
 Σατουρνίνῳ τοῦτο προσέθηκεν, ὡς οὐκ ἔδει Τιμασίου Βάργον εἶναι
 κατήγορον, οὐδὲ τὸν τοσαύταις ἀρχαῖς διαπρέψαντα καὶ ἀξίαις εὐτελοῦς
 ἀνθρώπου καὶ ἀνασεσυρμένου συκοφαντίαις ἁλῶναι, καὶ ὅπερ ἦν ἀτοπώτατον, εὐεργέτην ὑπὸ τοῦ παθόντος εὖ πράγματα
 πάσχειν.

ὤνησε δὲ οὐδὲν ταύτῃ χρησάμενος τῇ παρρησίᾳ Προκόπιος, ἀλλ̓ ἡ μὲν
 Σατουρνίνου ψῆφος ἐκράτει σφόδρα ἐπαινεθεῖσα, Τιμάσιος δὲ τῇ Ὀάσεως
 οἰκήσει παραδοθεὶς ἀπηλαύνετο, φυλακῆς αὐτὸν δημοσίας παραπεμπούσης.
 τόπος δὲ ἦν οὗτος λυπρότατος καὶ οὐδενὶ τῶν αὐτῷ παραδιδομένων
 ἀναχωρεῖν ἐνδιδούς:

ἥ τε γὰρ ἐν μέσῳ γῆ ψαμμώδης οὖσα καὶ παντάπασιν ἔρημος καὶ ἀοίκητος
 ἀφαιρεῖται τῆς γνώσεως τοὺς ἐπὶ τὴν Ὄασιν ἀπιόντας, τῶν ἀνέμων τοῖς
 ἴχνεσι τὴν ψάμμον ἐπιφερόντων, καὶ τῷ μήτε φυτὸν μήτε οἴκησιν εἶναι,
 γνώρισμα εἰς εἰκασίαν τι καταλιπεῖν τοῖς ὁδοιποροῦσι δυνάμενα.

φήμη δὲ ὅμως εἰς ἅπαντας ᾔει παρὰ Συαγρίου τοῦ παιδὸς ἡρπάσθαι
 Τιμάσιον λέγουσα, διαφυγόντος τοὺς ἐσταλμένους εἰς ἀναζήτησιν αὐτοῦ
 καὶ διά τινων ἁρπάσαντος τὸν πατέρα λῃστῶν. ἀλλ̓ εἴτε ἀληθῆ ταῦτα ἦν
 εἴτε Εὐτροπίῳ χαριζόμενοι ταῦτα ἐν τῷ πλήθει διέσπειραν, οὐκ ἔγνω
 τις τὸ σαφές, πλὴν ὅτι περ οὔτε Τιμάσιος οὔτε Συάγριος ἐξ ἐκείνου
 πεφήνασιν.

Ὁ δὲ Βάργος, ὡς ἔξω πάσης ὑποψίας καταστήσας Εὐτρόπιον οὐκέτι τὴν
 Τιμασίου δυσμένειαν ὑφορώμενον, ἠξιοῦτο στρατιωτικοῦ τέλους ἀρχῆς
 χρήματα φέρειν αὐτῷ κομψὰ δυναμένης, καὶ ἀνεχώρει μειζόνων ἐλπίσι
 δωρεῶν βουκολούμενος: ἠγνόει γὰρ ὡς Εὐτρόπιος τοιοῦτον αὐτὸν φανέντα
 περὶ Τιμάσιον τὸν εὐεργέτην καὶ περὶ αὐτὸν ὅμοιον φανήσεσθαι
 προσεδόκησεν.

ἐκδημήσαντος γοῦν τῆς ἀρχῆς ἕνεκα Βάργου, τὴν τούτῳ συνοικοῦσαν
 γυναῖκα διά τινας αἰτίας ἀπεχθῶς πρὸς αὐτὸν ἔχουσαν πείθουσι
 γραμματεῖα προσδοῦναι τῷ βασιλεῖ κατηγορίας φέροντα πλείστας εἰς τὰ
 μέγιστά τε τῶν ἐγκλημάτων τὸν Βάργον ἀγούσας.

ἅπερ ἀκηκοὼς Εὐτρόπιος εὐθὺς ἦγεν εἰς κρίσιν τὸν ἄνθρωπον καὶ ἁλόντα
 παρεδίδου τιμωρίᾳ πρεπούσῃ, μεθ̓ ἣν ἅπαντες θαυμάζοντες ἅμα καὶ
 ἀνυμνοῦντες τὸν τῆς Ἀδραστείας ὀφθαλμὸν διετέλεσαν, ὃν οὐχ οἷόν τέ
 τινα τῶν ἠσεβηκότων κατά τι λαθεῖν.

Μεθύων δὲ ἤδη τῷ πλούτῳ καὶ ὑπὲρ τὰ νέφη τῇ φαντασίᾳ φέρεσθαι δοκῶν ὁ
 Εὐτρόπιος ἐν ἅπασι σχεδὸν τοῖς ἔθνεσιν εἶχε τοὺς τὰ πραττόμενα
 πολυπραγμονοῦντας, καὶ ὅπως ἕκαστος ἔχοι τύχης: καὶ οὐδὲν ἦν καθάπαξ
 ὃ μὴ χρημάτων αὐτῷ κέρδος ἐπῆγεν. ἄγει τοίνυν αὐτὸν καὶ κατὰ
 Ἀβουνδαντίου φθόνος τε ὁμοῦ καὶ πλεονεξία.

ἦν δὲ Ἀβουνδάντιος ἀπὸ τῆς ἐν τῇ Θρᾴκῃ Σκυθίας, ἐκ δὲ τῶν Γρατιανοῦ
 στρατευσάμενος χρόνων καὶ ἐπὶ Θεοδοσίου τιμῶν μεγίστων ἐπιβάς, ἤδη
 δὲ καὶ στρατηγὸς καὶ ὕπατος ἀποδεδειγμένος. ἐπεὶ δὲ καὶ τοῦτον
 Εὐτρόπιος ἠβουλήθη τῆς οὐσίας τε ὁμοῦ καὶ πάσης τιμῆς ἐκπεσεῖν,
 ἔγραφε μὲν ταῦτα ὁ βασιλεύς, ἀπηλαύνετο δὲ Ἀβουνδάντιος τῶν
 βασιλείων, οἴκησιν τὴν ἐν Φοινίκῃ Σιδῶνα λαχὼν καὶ ἐν ταύτῃ τὸν
 λοιπὸν χρόνον βεβιωκώς.

Εὐτρόπιος τοίνυν ἐν μὲν τῇ Κωνσταντινουπόλει παντάπασιν ἔχων οὐδένα
 τὸν ἀντιβλέπειν τολμῶντα, μόνον δὲ Στελίχωνα τῶν κατὰ τὴν ἑσπέραν
 κυριεύοντα πραγμάτων κατὰ νοῦν ἔχων, ἀνελεῖν αὐτῷ διενοεῖτο τὴν ἐπὶ
 Κωνσταντινούπολιν ἄφιξιν. ἀναπείθει δὴ τὸν βασιλέα, τέως συναγαγόντα
 τὴν γερουσίαν, κοινῷ δόγματι τῆς βασιλείας αὐτὸν πολέμιον
 προσειπεῖν.

οὗ δὴ γενομένου Γίλδωνα παραχρῆμα πάσης τῆς ὑπὸ Καρχηδόνα Λιβύης
 ἔχοντα τὴν ἡγεμονίαν οἰκειωσάμενος, ἀφίστησι διὰ τούτου τὴν χώραν
 τῆς Ὁνωρίου βασιλείας καὶ τῇ Ἀρκαδίου προστίθησιν. ἐπὶ τούτῳ
 δυσχεραίνοντι καὶ λίαν ἀπορουμένῳ Στελίχωνι συνήρατο τὸ ἀπὸ τῆς
 τύχης αὐτόματον.

ἀδελφὸν γὰρ ἔχων ὁ Γίλδων ᾧ Μασκέλδηλος ἦν ὄνομα, καὶ τούτῳ διὰ
 βαρβαρικὴν μανίαν ἐπιβουλεύσας ἠνάγκασεν εἰς τὴν Ἰταλίαν ὡς
 Στελίχωνα πλεῦσαι καὶ ὅσα παρὰ τἀδελφοῦ πέπονθεν
 ἐξειπεῖν. ὃ δὲ δυνάμεις ἁδρὰς αὐτῷ παραδοὺς καὶ πλοῖα χορηγήσας
 ἀρκοῦντα, πολεμήσοντα τῷ Γίλδωνι παραπέμπει.

οὗτος ἀποβὰς ἔνθα διατρίβοντα τὸν ἀδελφὸν ἠκηκόει, καὶ ἀπαρασκεύῳ
 μετὰ τῆς στρατιᾶς ἐπιπεσών, μάχης καρτερᾶς γενομένης τοσοῦτον
 ἐκράτησεν ὥστε Γίλδωνα τὸν βίον ἀπολιπεῖν ἀπαγξάμενον: τοῦτο γὰρ
 εἵλετο μᾶλλον ἢ ὑπὸ τοῖς πολεμίοις γενέσθαι. καὶ ὁ μὲν Γίλδωνος
 ἀδελφὸς ἀποδοὺς τῇ Ὁνωρίου βασιλείᾳ Λιβύην εἰς Ἰταλίαν ἐπανῄει
 νενικηκώς: Στελίχων δὲ νεμεσήσας ἐπὶ τῷ κατορθώματι θεραπεύειν ὅμως
 προσεποιεῖτο, χρηστάς ὑποφαίνων ἐλπίδας.

ἐπεὶ δὲ προϊὼν ἐπί τι προάστειον ἐπὶ ποταμοῦ γεφύρας ἐγένετο, μετὰ δὲ
 τῶν ἄλλων εἵπετο καὶ ὁ Μασκέλδηλος αὐτῷ, σύνθημα πρὸς τούτου
 δεδομένον αὐτοῖς οἱ δορυφόροι πληροῦντες ὠθοῦσι κατὰ τοῦ ποταμοῦ.
 καὶ ὁ μὲν Στελίχων ἐγέλα, τὸ δὲ ῥεῦμα συναρπάσαν ἀποπνίγει τὸν
 ἄνθρωπον.

Ἐντεῦθεν ἡ μὲν Εὐτροπίου δυσμένεια καὶ Στελίχωνος ἀνεκαλύπτετο καὶ
 ἐν τοῖς ἁπάντων στόμασιν ἦν: ἀλλοτρίως δὲ πρὸς ἑαυτοὺς ἔχοντες ἐπὶ
 πάσης ἀδείας τοῖς τῶν ἀρχομένων κακοῖς ἐνετρύφων, ὃ μὲν ἤδη τὴν
 θυγατέρα Μαρίαν Ὁνωρίῳ τῷ βασιλεῖ γαμετὴν δεδωκώς, ὃ δὲ κυριεύων
 Ἀρκαδίου καθάπερ βοσκήματος.

εἴτε γὰρ κτῆμα περίβλεπτον ἦν τινὶ τῶν ὑπηκόων, εἰς θατέρου τούτων
 μετετίθετο δεσποτείαν, καὶ χρυσὸς δὲ καὶ ἄργυρος ἅπας ἐκ τῶν
 πρότερον ἐχόντων εἰς αὐτοὺς ἔρρει: πολὺς γὰρ ἦν ὁ τῶν πανταχοῦ
 συκοφαντούντων ἐσμός, οἷς ἐπετέτακτο τοιαῦτα καταμηνύειν.

Τῆς δὲ βασιλείας ἑκατέρωθεν οὔσης ἐν τούτοις, ἅπαντες μὲν οἱ τὴν
 γερουσίαν πληροῦντες ἐπὶ τῇ τῶν πραγμάτων ἐδυσχέραινον κακουχίᾳ, οὐχ
 ἥκιστα δὲ Γαΐνης, οὔτε τῆς πρεπούσης στρατηγῷ τιμῆς ἀξιούμενος, οὔτε
 δωρεαῖς ἀπληστίαν ἐμπλῆσαι βαρβαρικὴν δυνάμενος. ἀπέκναιε δὲ πλέον
 αὐτὸν εἰς τὴν Εὐτροπίου χρήματα πάντα οἰκίαν εἰσρέοντα.

ἐπὶ τούτοις ἀχθόμενος κοινωνὸν ποιεῖται Τριβίγιλδον τῆς σκέψεως. ἦν
 δὲ οὗτος ἀνὴρ φιλοκίνδυνος καὶ πρὸς πᾶσαν ἀπόνοιαν ἑτοιμότατος, ἦρχε
 δὲ οὐ Ῥωμαϊκῶν ἰλῶν ἀλλὰ βαρβάρων ἐνιδρυμένων τῇ Φρυγίᾳ, παρὰ
 βασιλέως τὴν τούτων λαβὼν ἐπιμέλειαν.

οὗτος ἐπὶ τὴν Φρυγίαν ἐθέλειν ἐκδημῆσαι ποιούμενος, ὅπως ἂν
 ἐπισκέψαιτο τοὺς ὑπ̓ αὐτῷ τεταγμένους βαρβάρους, ἐπὶ τούτῳ τε τῆς
 Κωνσταντινουπόλεως ἐξορμήσας ἐχώρει. παραλαβὼν δὲ τοὺς βαρβάρους ὧν
 τὴν ἡγεμονίαν εἶχεν, ἅπαντα ἐπῄει τὰ ἐν μέσῳ, φόνου μὲν ἀνδρῶν ἢ
 γυναικῶν ἢ παιδαρίων οὐκ ἀπεχόμενος, τὰ δὲ ἐν ποσὶ λῃζόμενος:

ἐν ὀλίγῳ χρόνῳ τοσοῦτο πλῆθος συνήγαγεν οἰκετῶν καὶ ἄλλως
 ἀπερριμμένων ἀνθρώπων ὥστε εἰς ἔσχατον κίνδυνον τὴν Ἀσίαν ἅπασαν
 ἀπαγαγεῖν. ἥ τε γὰρ Λυδία πάσης ἐπέπληστο ταραχῆς, πάντων ὡς εἰπεῖν
 ἐπὶ τὰ θαλάσσια φυγόντων καὶ ἅμα τοῖς σφετέροις ἅπασιν ἐπὶ τὰς
 νήσους ἢ ἄλλοθί ποι διαπλεόντων: καὶ ἡ πάραλος δὲ Ἀσία τὸν κίνδυνον
 ὅσον οὐδέπω θεωρήσειν ἐπιστησόμενον αὐτῇ προσεδόκα.

ἀλλ̓ ἐπειδὴ ταῦτα τῷ βασιλεύοντι συνηγγέλθη, λόγον μὲν οὐδένα τῆς
 κοινῆς ἐποιεῖτο συμφορᾶς ʽοὐδὲ γὰρ οἷός τε ἦν συνιδεῖν τὸ πρακτέον
 ἐσχάτως ἀνόητος ὤν̓, Εὐτροπίῳ δὲ τὴν πᾶσαν ἔδωκε τῆς βασιλείας
 οἰκονομίαν. ὃ δὲ Γαΐνην αἱρεῖται καὶ Λέοντα στρατηγούς, τὸν μὲν εἰς
 τὴν Ἀσίαν ἐκπέμψων ἐπελευσόμενον τοῖς κατατρέχουσι ταύτην βαρβάροις
 ἢ ἄλλως μιγάσιν ἀνθρώποις, Γαΐνην δὲ διὰ τῆς Θρᾴκης καὶ τῶν τοῦ
 Ἑλλησπόντου στενῶν ἀπαντήσοντα τοῖς πολεμίοις, εἰ καὶ τοῖς τόποις
 ἐκείνοις ἐνοχλοῦντας θεάσοιτο.

Λέων μὲν οὖν ὁ τοῖς κατὰ τὴν Ἀσίαν συμβεβηκόσι βοηθῆσαι ταχθεὶς
 ἀρετῆς μὲν οὐδ̓ ἡστινοσοῦν μετειλήφει στρατηγικῆς, οὐδ̓ ἄλλου τινὸς
 ἀξίου πρὸς τοῦτο τύχης αὐτὸν ἀγαγεῖν, πλὴν ὅτι πρὸς Εὐτρόπιον εἶχεν οἰκείως: Γαΐνης δὲ τὴν ἐπὶ Θρᾴκην ἐστέλλετο,
 κωλύσων τὴν δἰ Ἑλλησπόντου τῶν ἅμα Τριβιγίλδῳ διάβασιν, ναυμαχήσων
 τε αὐτοῖς, εἰ καὶ τούτου γένοιτο χρεία. ταύτῃ διαταχθέντες οἱ
 στρατηγοὶ τὰς δυνάμεις ἀπῆγον, οὗπερ ἕκαστος ἔλαχε.

Γαΐνης δέ, ἃ συνέκειτο πρὸς Τριβίγιλδον αὐτῷ λαβὼν κατὰ νοῦν, καὶ ὡς
 ἐνέστηκεν ὁ καιρὸς ἀντιλαβέσθαι κελεύων τῆς ἐγχειρήσεως, ἐπὶ τὸν
 Ἑλλήσποντον ἄγειν Τριβιγίλδῳ τὴν στρατιὰν ἐκέλευεν. εἰ μὲν οὖν ἅπερ
 ἐφρόνει κατὰ τῆς πολιτείας ἐταμιεύσατο καὶ ἡσυχῇ μετὰ τῶν σὺν αὐτῷ
 βαρβάρων τῆς Κωνσταντινουπόλεως ἔτυχεν ἐξορμήσας, πάντως ἂν
 ἐξέβαινεν αὐτῷ τὸ βεβουλευμένον εἰς τέλος, καὶ ἥ τε Ἀσία πᾶσα
 κατείληπτο καὶ συναπολέσθαι ταύτῃ τὴν ἑῴαν οὐδὲν ἦν τὸ κωλῦον.

ἀλλ̓ ἐπειδὴ τῇ Ῥωμαίων ἐπικρατείᾳ φυλάττεσθαι τὰς πόλεις ἐβούλετο
 τέως ἡ τύχη, Γαΐνης μὲν τῷ προσόντι φύσει θερμῷ καὶ μανιώδει τοῖς
 βαρβάροις ἐξενεχθεὶς ἀπεχώρει τῆς Κωνσταντινουπόλεως, ὅλην ὡς εἰπεῖν
 τὴν ἐξουσίαν τοῦ πολέμου παραλαβών, οὔπω δὲ σχεδὸν εἰς τὴν Ἡράκλειαν
 ἀφιγμένος τῷ Τριβιγίλδῳ τὸ πρακτέον ἐσήμαινεν.

ὃ δὲ ἐπὶ τὸν Ἑλλήσποντον οὐκ ἔγνω χωρεῖν δέει τοῦ μὴ περιπεσεῖν ταῖς
 αὐτόθι καθεσταμέναις δυνάμεσι, πᾶσαν δὲ καταστρεψάμενος τὴν Φρυγίαν
 προσέβαλλε καὶ Πισίδαις, καὶ κωλύματος οὐδενὸς πειραθεὶς ἀπῄει πάντα
 πορθῶν. τούτων δὲ ἀπαγγελλομένων ὁ μὲν Γαΐνης οὐδένα τῶν
 πολεμουμένων ἐποιεῖτο λόγον, οἷα δὴ κατὰ νοῦν ἔχων ὅσα πρὸς αὐτὸν
 Τριβιγίλδῳ συνέκειτο,

Λέων δὲ τοῖς περὶ τὸν Ἑλλήσποντον διέτριβε τόποις, οὔτε συμπεσεῖν ἐς
 μάχην Τριβιγίλδῳ θαρρῶν, καὶ ἅμα δεδιέναι φάσκων μή ποτε δἰ ἑτέρας
 ὁδοῦ μέρος τι τῆς στρατιᾶς ἐκπέμψας Τριβίγιλδος τὰ περὶ τὸν
 Ἑλλήσποντον λάθῃ χωρία καταστρεψάμενος.

συνέβαινε τοίνυν, ὄντος οὐδενὸς ἐμποδίου τῷ Τριβιγίλδῳ, πᾶσαν μὲν κατὰ κράτος ἁλίσκεσθαι πόλιν, ἀναιρεῖσθαί τε πάντας
 τοὺς οἰκήτορας ἅμα τοῖς στρατιώταις, βάρβαρον δὲ σύμμαχον Ῥωμαίων
 εἶναι οὐδένα: τοῖς γὰρ ὁμοφύλοις ἐν ταῖς συμβολαῖς ἀναμιγνύμενοι
 κατὰ τῶν Ῥωμαίοις ὑπηκόων ἐχώρουν. ὁ δὲ Γαΐνης ἐπὶ ταῖς Ῥωμαίων
 ἄχθεσθαι δοκῶν συμφοραῖς, θαυμάζειν ὅμως ἐποίει τὰ Τριβιγίλδου
 στρατηγήματα, καὶ ἀνανταγώνιστον ἔλεγεν εἶναι, φρονήσει καὶ ἀγχινοίᾳ
 μᾶλλον ἢ δυνάμει πλεονεκτοῦντα.

περαιωθεὶς δὲ εἰς τὴν Ἀσίαν ἐπεξῄει μὲν οὐδενί, περιεώρα δὲ τὴν τῶν
 πόλεων καὶ τῆς χώρας ἀπώλειαν: ἐπακολουθῶν δὲ μόνον καὶ τὰ γινόμενα
 τρόπον τινὰ θεωρῶν ἐκαραδόκει τὴν ἐπὶ τὴν ἑῴαν τοῦ Τριβιγίλδου
 διάβασιν, ἐκπέμπων μὲν αὐτῷ λάθρᾳ δυνάμεις συνεπιλαμβανομένας οἷς
 ἐπεχείρει, μήπω δὲ τὴν ἑαυτοῦ περὶ τὰ πράγματα προαίρεσιν
 ἐπιδείξας.

εἰ μὲν οὖν ἐπελθὼν τὴν Φρυγίαν ὁ Τριβίγιλδος μὴ τὴν ἐπὶ Πισιδίαν ἀλλ̓
 εὐθὺς ἐπὶ Λυδίαν ἐχώρησεν, οὐδὲν ἂν ἐκώλυσε ταύτης ἀκονιτὶ κατὰ
 κράτος αἱρεθείσης συναπολέσθαι καὶ τὴν Ἰωνίαν αὐτῇ, κἀκεῖθεν αὐτὸν
 ἐπὶ τὰς νήσους σκάφεσι διαβάντα, καὶ ναυτικὸν ὅσον ἐβούλετο
 πορισάμενον, ἅπασάν τε τὴν ἑῴαν διαδραμεῖν καὶ μέχρις Αἰγύπτου πάντα
 λῄσασθαι, μηδεμιᾶς ἀξιομάχου δυνάμεως οὔσης.

ἐπεὶ δὲ ταῦτα μὲν οὐκ ἔλαβε κατὰ νοῦν, ἔγνω δὲ τῇ Παμφυλίᾳ Πισίδαις
 ὁμορούσῃ τὰς δυνάμεις ἐπαγαγεῖν, ὁδοῖς μὲν ἐνέτυχε δυσεμβάτοις καὶ
 ἱππασίᾳ παντάπασιν ἀπροσίτοις, στρατοπέδου δὲ οὐδενὸς ἐναντιουμένου
 Οὐαλεντῖνός τις τὴν Σέλγην οἰκῶν ʽπολίχνη δ̓ αὕτη Παμφυλίας ἐστίν,
 ἐπὶ λόφου κειμένἠ παιδείας μετρίως ἡμμένος καὶ πείρας
 οὐκ ἔξω τυγχάνων πολεμικῆς, συναγαγὼν οἰκετῶν πλῆθος καὶ γεωργῶν,
 ταῖς πρὸς τοὺς γειτνιῶντας λῃστὰς συνεχέσι μάχαις γεγυμνασμένους,
 εἰς τοὺς ὑπερκειμένους τῶν παρόδων ἔστησε λόφους, ὡς ἂν θεωροῦντες
 ἅπαντας τοὺς διὰ τῆς ὁδοῦ πορευομένους αὐτοὶ μὴ φαίνοιντο, κἂν εἰ
 ἡμέρας οὔσης οἱ ἐναντίοι διαβαίνοιεν.

τοῦ δὲ Τριβιγίλδου διὰ τῆς ὁμαλωτέρας ὁδοῦ μετὰ τῶν σὺν αὐτῷ
 βαρβάρων ἐπὶ τὰ κάτω μέρη τῆς Παμφυλίας ἐλάσαντος, ἐλθόντος
 τε ἔτι νυκτὸς οὔσης εἰς τοὺς ὑποκειμένους τῇ Σέλγῃ
 τόπους, ἐβάλλοντο σφενδόναις οἱ βάρβαροι συνεχέσιν, ἀφιεμένων πέτρων
 χειροπλήθων καὶ ἔτι μειζόνων: ἦν γὰρ ἐξ ὑπερδεξίων ῥᾳδία καὶ ἡ τῶν
 ἁδροτέρων ἄφεσις λίθων.

ἀποφυγῆς δὲ οὐκ οὔσης — ἦν γὰρ κατὰ μὲν τὸ ἕτερον τῆς ὁδοῦ μέρος
 λίμνη βαθεῖα καὶ τέλματα, κατὰ δὲ τὸ ἕτερον ἄνοδος στενή, δυοῖν
 μόλις ἀνδράσι πάροδον ἐνδιδοῦσα: κυκλοειδῆ δὲ τὴν ἄνοδον οὖσαν οἱ
 ἐπιχώριοι καλοῦσι κοχλίαν, τῇ θέσει τοῦ ζῴου παρεμφερῶς. τοῦτον
 ἐφύλαττε τὸν τόπον Φλωρέντιός τις, συμμάχους ἔχων εἰς τὸ κωλῦσαι
 τοὺς πειρωμένους διαβαίνειν ἀρκοῦντας.

ἐν τούτοις ἀπειλημμένοι τοῖς τόποις οἱ βάρβαροι καὶ τῷ πλήθει καὶ
 μεγέθει τῶν λίθων βαλλόμενοι κατὰ τὸ πολὺ διεφθείροντο μέρος: κατὰ
 στενοχωρουμένων γὰρ αὐτῶν οἱ λίθοι πίπτοντες οὐ διημάρτανον φόνου.
 πολλῆς τοίνυν ἐχούσης αὐτοὺς ἀπορίας, οἱ μὲν πλείους εἰς τὴν λίμνην
 ἑαυτοὺς μετὰ τῶν ἵππων ἀφῆκαν, καὶ τὸν ἀπὸ τῶν πέτρων φεύγοντες
 θάνατον ἐν τοῖς τέλμασι διεφθάρησαν, Τριβίγιλδος δὲ ἅμα τριακοσίοις
 ἀναβὰς ἐπὶ τὸν κοχλίαν , καὶ χρήμασιν ὅτι πλείστοις τὸν Φλωρέντιον
 καὶ τοὺς σὺν αὐτῷ φύλακας ὑπελθών, ὠνεῖται τὴν πάροδον: καὶ τούτῳ τῷ
 τρόπῳ διαφυγὼν τοὺς λοιποὺς ἅπαντας περιεῖδεν ἄρδην
 ἀπολουμένους.

Τοῦτον δὴ τὸν τρόπον οἰηθεὶς ὁ Τριβίγιλδος τὸν ἐπαχθέντα παρὰ
 Οὐαλεντίνου κίνδυνον αὐτῷ διαπεφευγέναι, τῶν πρότερον οὐκ ἐλάττοσι
 καθίστατο κινδύνοις περιπετής. ἅπαντες γὰρ ὡς εἰπεῖν οἱ τῶν πόλεων
 οἰκήτορες, τοῖς παρατυχοῦσιν ἐξοπλισάμενοι,
 συνέκλεισαν αὐτὸν ἅμα τοῖς συμφυγοῦσι τριακοσίοις ἐν μέσῳ τοῦ
 Μέλανος ποταμοῦ καὶ τοῦ Εὐρυμέδοντος, ὧν ὃ μὲν ἐπέκεινα διαβαίνει
 τῆς Σίδης, ὃ δὲ διαρρεῖ τῇ Ἀσπένδῳ.

στενοχωρούμενος δὲ καὶ ἀπορῶν ὅ τι πράξειε, πρὸς τὸν Γαΐνην
 διεπρεσβεύετο. ὃ δὲ δυσχεραίνων ἐπὶ τοῖς συμβεβηκόσιν, οὔπω δὲ ἣν
 εἶχε περὶ τὴν ἐπανάστασιν γνώμην ἐμφαίνων, Λέοντα τὸν
 ὑποστρατηγοῦντα βοηθήσοντα τοῖς κατὰ Παμφυλίαν ἐξέπεμπεν,
 ἐπιθησόμενον τοῖς ἀμφὶ Τριβίγιλδον ἅμα Οὐαλεντίνῳ καὶ οὐ
 συγχωρήσοντα τοὺς ποταμοὺς διαβῆναι. ὃ δὲ ἀνειμένος ὤν φύσει καὶ
 τρυφῇ πάσῃ τὸν βίον ἐκδεδωκὼς ὅμως ἐποίει τὸ κελευόμενον.

ὁ δὲ Γαΐνης δεδιὼς μή ποτε πανταχόθεν ὁ Τριβίγιλδος πολιορκούμενος,
 οὐκ ἔχων ἀξιόμαχον δύναμιν, ἄρδην ἀπόλοιτο, τῶν συνόντων αὐτῷ
 βαρβάρων λόχους ἄλλους ἐπ̓ ἄλλοις ἔπεμπε τοῖς Ῥωμαϊκοῖς
 στρατοπέδοις, ὅπως αὐτά τε κατὰ βραχὺ διαφθείροιντο καὶ Τριβιγίλδῳ
 φυγῆς εὐρυχωρία δοθείη.

συνέπιπτον τοίνυν οἱ παρὰ Γαΐνου δεδομένοι Λέοντι πρὸς βοήθειαν
 βάρβαροι Ῥωμαίων παντί, καὶ τὴν μὲν χώραν ἐλῄζοντο, τοὺς δὲ
 στρατιώτας ἀνῄρουν. καὶ οὐκ ἀνῆκαν ἅπαντα ἐπιόντες, ἕως ὅτε τὴν ὑπὸ
 Λέοντι σὺν αὐτῷ τῷ στρατηγῷ κατεδαπάνησαν δύναμιν καὶ πᾶσαν ὡς
 εἰπεῖν τὴν χώραν ἔρημον πεποιήκασιν, ὥστε καὶ τὸ τῷ Γαΐνῃ
 σπουδαζόμενον εἰς ἔργον ἐκβῆναι: διαφυγὼν γὰρ ἐκ τῆς Παμφυλίας ὁ
 Τριβίγιλδος χαλεπωτέρας τῶν προτέρων ταῖς ἐν Φρυγίᾳ πόλεσιν ἐπέθηκε
 συμφοράς.

ὁ δὲ Γαΐνης ἐξαίρων εἰς ὕψος τὰ τούτου τῷ βασιλεῖ κατορθώματα,
 τοσοῦτον ἐνέθηκεν αὐτοῦ φόβον τῇ γερουσίᾳ καὶ τοῖς περὶ τὴν αὐλὴν
 ἅπασιν, ὥστε ἠπείλει καὶ τοῖς καθ̓ Ἑλλήσποντον αὐτὸν ἐπελεύσεσθαι
 τόποις καὶ ὅσον οὐδέπω πάντα ἄνω καὶ κάτω ποιήσειν, εἰ
 μὴ τὰ σπουδαζόμενα τῷ πολεμίῳ τῆς παρὰ βασιλέως ἀξιωθείη
 προνοίας.

ταῦτα δὲ ὁ Γαΐνης ἐμηχανᾶτο λανθάνειν τε αὑτὸν ἐθέλων ὅπως ἐφρόνει,
 καὶ διὰ τῶν εἰς Τριβίγιλδον ἀναφερομένων τοῖς αὐτῷ κατὰ νοῦν οὖσιν
 ἔργον ἐπιθεῖναι βουλόμενος: ἀπέκναιε γὰρ αὐτὸν οὐ τὸ παρορᾶσθαι
 τοσοῦτον ὅσον Εὐτρόπιος εἰς ἀκρότατον ἥκων ἤδη δυνάμεως, ὥστε καὶ
 εἰς ὑπάτους ἀναρρηθῆναι καὶ τῷ χρόνῳ φέρεσθαι τὴν τούτου προσηγορίαν
 καὶ τιμηθῆναι τῇ τῶν πατρικίων ἀξίᾳ.

ταῦτα μάλιστα τὸν Γαΐνην ἐκίνησεν εἰς τὴν τῶν κοινῶν ἐπανάστασιν.
 παρασκευαζόμενος δὲ τῇ γνώμῃ πρὸς τοῦτο πρότερον Εὐτροπίῳ θάνατον
 ἔγνω βουλεῦσαι: καὶ κατὰ τὴν Φρυγίαν ἔτι διατρίβων ἐκπέμπει πρὸς
 βασιλέα λέγων ὡς ἀπειρήκοι τῇ περὶ τὰ πολέμια Τριβιγίλδου δεινότητι,
 καὶ ἄλλως οὐχ οἷόν τε φέρειν τὴν τούτου μανίαν οὐδὲ τὴν Ἀσίαν τῶν
 ἐπικειμένων αὐτῇ κινδύνων ἐλευθερωθῆναι, πλὴν εἰ μὴ ταῖς αἰτήσεσιν
 αὐτοῦ βασιλεὺς ἐνδοῦναι πεισθείη. τὰ δὲ τῶν αἰτήσεων εἶναι τὸν τῶν
 πάντων κακῶν αἰτιώτατον Εὐτρόπιον ἐκδοθῆναί οἱ πρὸς τὸ πράττειν εἰς
 αὐτὸν ὅ τι βούλοιτο.

ταῦτα ὁ βασιλεὺς Ἀρκάδιος ἀκηκοὼς ἅμα τε εἰσκαλεῖ τὸν
 Εὐτρόπιον καὶ τῆς ἀξίας παραλύσας ἀφῆκεν. ὃ δὲ δρομαῖος ἐπὶ τὴν τῶν
 Χριστιανῶν ἐχώρησεν ἐκκλησίαν, ἔχουσαν ἐξ ἐκείνου τὸ ἄσυλον. ἐπεὶ δὲ
 πολὺς ἦν ὁ Γαΐνης οὐκ ἄλλως ἀνήσειν λέγων τὸν Τριβίγιλδον, εἰ μὴ
 Εὐτρόπιος ἐκποδὼν γένοιτο, καὶ παρὰ τὸν ἐπὶ τῷ ἀσύλῳ τῶν ἐκκλησιῶν
 τεθέντα νόμον ἐξαρπάσαντες αὐτὸν εἰς τὴν Κύπρον ἐκπέμπουσιν, ὑπὸ
 φυλακὴν ἀκριβῆ καταστήσαντες.

ἐπικειμένου δὲ Γαΐνου καὶ πρὸς τὴν ἀναίρεσιν αὐτοῦ τὸν Ἀρκάδιον
 συνελαύνοντος, σοφιζόμενοι τὸν ὅρκον οἱ τὰ περὶ βασιλέα διατιθέντες
 ὃν ἔτυχεν Εὐτρόπιος εἰληφὼς ἡνίκα τῆς ἐκκλησίας ἐξείλκετο,
 μετάπεμπτον μὲν ἐκ τῆς Κύπρου ποιοῦνται, ὥσπερ δὲ ὀμωμοκότες ὄντι
 κατὰ τὴν Κωνσταντινούπολιν αὐτῷ θάνατον μὴ ἐπάγειν, εἰς Χαλκηδόνα
 πέμψαντες ἀποσφάττουσιν.

Εὐτροπίῳ μὲν οὖν ἡ τύχη κατ̓ ἀμφότερα παραλόγως ἐχρήσατο, πρὸς ὕψος
 ἄρασα τοσοῦτον ἐς ὅσον οὐδὲ εἷς πώποτε τῶν εὐνούχων ἀνεβιβάσθη,
 θάνατόν τε ἐπαγαγοῦσα διὰ τὸ μῖσος ὃ πρὸς αὐτὸν οἱ τῇ πολιτείᾳ
 πολεμοῦντες ἔλεγον ἔχειν.

Ὁ δὲ Γαΐνης ἤδη πᾶσιν ὢν πρόδηλος ὡς εἰς νεωτερισμὸν φέρεται,
 λανθάνειν ὅμως ἐνόμιζε: καὶ τῆς Τριβιγίλδου γνώμης κύριος ὢν οἷα καὶ
 δυνάμει προέχων καὶ ἀξιώσει, τὸ τούτου πρόσωπον ὑποδυόμενος σπονδὰς
 πρὸς τὸν βασιλέα ποιεῖται, καὶ ὅρκους ὑποσχὼν καὶ λαβὼν διὰ Φρυγίας
 ἀνέστρεψε καὶ Λυδίας. ἐφείπετο δὲ αὐτῷ καὶ ὁ Τριβίγιλδος, διὰ τῆς
 ἄνω Λυδίας ἄγων τοὺς ὑπ̓ αὐτὸν τεταγμένους, ὥστε μηδὲ θεάσασθαι τὰς
 Σάρδεις, ἣ τῆς Λυδίας ἐστὶ μητρόπολις.

ἐπεὶ δὲ εἰς Θυάτειρα συνέμιξαν ἀλλήλοις, μετέμελε τῷ Τριβιγίλδῳ τὰς
 Σάρδεις ἀπορθήτους ἀφέντι ῥᾴδιον ὂν τὴν πόλιν ἑλεῖν πάσης ἔρημον
 οὖσαν ἐπικουρίας. ἀναστρέφειν οὖν ἔγνω σὺν τῷ Γαΐνῃ
 καὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν: κἂν εἰς ἔργον αὐτοῖς ἡ γνώμη
 προῆλθεν, εἰ μὴ γενόμενος ὄμβρος ἐξαίσιος, καὶ τήν τε γῆν ἐπικλύσας
 καὶ τοὺς ποταμοὺς καταστήσας ἀπόρους, ταύτην αὐτῶν ἐνέκοψε τὴν
 ὁρμήν.

διελόμενοι δὲ τὴν ὁδὸν ἦγον τὰς δυνάμεις ὁ μὲν Γαΐνης ἐπὶ τὴν
 Βιθυνίαν, ἅτερος δὲ ἐπὶ τὸν Ἑλλήσποντον, τὰ ἐν ποσὶ πάντα τοῖς
 ἑπομένοις σφίσι βαρβάροις ἐκδόντες εἰς ἁρπαγήν. ὡς δὲ ὃ μὲν τὴν
 Χαλκηδόνα κατέλαβεν ὃ δὲ τὰ περὶ τὴν Λάμψακον εἶχε, τὴν μὲν
 Κωνσταντινούπολιν καὶ αὐτὴν τὴν Ῥωμαίων ἐπικράτειαν ἔσχατος
 περιίστατο κίνδυνος, ὁ δὲ Γαΐνης αὐτὸν ᾔτει τὸν βασιλέα πρὸς ἑαυτὸν
 ἥκειν: οὐ γὰρ ἂν ἑτέρῳ παρὰ τοῦτόν τινι διαλέξασθαι.

καὶ πρὸς τοῦτο δὴ τοῦ βασιλέως ἐνδόντος, ἐγίνετο μὲν ἡ σύνοδος ἔν
 τινι πρὸ τῆς Χαλκηδόνος τόπῳ, καθ̓ ὃν ὁσίας Εὐφημίας μαρτύριον
 ᾠκοδόμητο, τιμῆς διὰ τὴν περὶ τὸν Χριστὸν θρησκείαν ἀξιωθείσης,
 ἐδόκει τε τὸν Γαΐνην καὶ Τριβίγιλδον ἀπὸ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην
 περαιωθῆναι, κομιζομένους ἐκδότους ἐπὶ θανάτῳ τοὺς ἐξέχοντας τοῦ
 πολιτεύματος ἄνδρας:

οὗτοι δὲ ἦσαν Αὐρη λιανὸς ὁ τὴν ὕπατον ἔχων ἐν ἐκείνῳ τῷ ἔτει τιμὴν
 καὶ Σατουρνῖνος ἐναριθμηθεὶς ἤδη τοῖς ὑπάτοις καὶ Ἰωάννης ἐπὶ
 τούτοις, τὰ ἀπόρρητα πάντα παρὰ βασιλέως τεθαρρημένος, ὃν ἔλεγον οἱ
 πολλοὶ καὶ τοῦ Ἀρκαδίου παιδὸς εἶναι πατέρα.

ὁ μὲν οὖν βασιλεὺς καὶ ταύτην αὐτοῦ τὴν τυραννικὴν αἴτησιν ἀπεπλήρου,
 Γαΐνης δὲ τοὺς ἄνδρας παραλαβών, καὶ τὸ ξίφος αὐτοῖς ἄχρι ψαῦσαι
 μόνον τοῦ σώματος ἐπιθείς, ἠρκέσθη τούτους ζημιωθῆναι φυγῇ.
 περαιωθεὶς δὲ ἐπὶ τὴν Θρᾴκην, ἀκολουθῆσαί οἱ Τριβιγίλδῳ κελεύσας,
 ἀπέλιπε τὴν Ἀσίαν ἀναπνεύσασάν πως καὶ τῶν περιστάντων ἀπαλλαγεῖσαν
 κινδύνων.

ἐν δὲ τῇ Κωνσταντινουπόλει διατρίβων τοὺς μὲν ὑπ̓ αὐτῷ τεταγμένους
 στρατιώτας ἄλλους ἀλλαχῇ διέσπειρεν, ὥστε καὶ αὐτῶν τῶν ἐν τῇ αὐλῇ
 δορυφόρων γυμνῶσαι τὴν πόλιν, τοῖς δὲ βαρβάροις ἐδίδου
 λάθρᾳ συνθήματα, παρεγγυῶν, ἐπειδὰν ἴδοιεν ἐξελθόντα λάθρα τῆς
 πόλεως, ἐπιθέσθαι αὐτῇ παραχρῆμα τῆς ἀπὸ τῶν στρατιωτῶν οὔσῃ
 βοηθείας ἐρήμῳ, καὶ τὴν πᾶσαν ἐπικράτειαν αὐτῷ παραδοῦναι.

ταῦτα τοῖς ὑπ̓ αὐτὸν ἐπισκήψας πρᾶξαι βαρβάροις ἐξῄει τῆς πόλεως,
 μαλακῶς ἔχειν εἰπὼν αὑτῷ τὸ σῶμα τοῖς ἐν τῷ πόλεμῳ πόνοις, δεῖσθαί
 τε ῥᾳστώνης, ἧς οὐκ ἂν τύχῃ μὴ παραδοὺς ἑαυτὸν φροντίδας οὐκ ἐχούσῃ
 διατριβῇ.

καταλιπὼν οὖν ἐν τῇ πόλει βαρβάρους πολλῷ τῷ μέτρῳ τὸν ἀριθμὸν
 ὑπεραίροντας τῶν ἐπὶ φυλακῇ τῆς αὐλῆς τεταγμένων, εἴς τι προάστειον
 ἀνεχώρει τεσσαράκοντα σταδίοις τῆς πόλεως διεστώς, αὐτόθεν
 προσδεχόμενος ἐπιθήσεσθαι, τῶν ἐν ταύτῃ βαρβάρων κατὰ τὰ συγκείμενα
 πρώτων ἐπιθεμένων. ἀλλ̓ ἐν ταύταις ἦν ὁ Γαΐνης ταῖς ἐλπίσι: καὶ εἰ
 μὴ θερμότητι παραφερόμενος βαρβαρικῇ τὸν ἁρμόδιον καιρὸν
 προκατείληφεν, οὐδὲν ἂν ἐκώλυσεν ἐπὶ τοῖς βαρβάροις γενέσθαι τὴν
 πόλιν.

ἐπεὶ δὲ οὐκ ἀναμείνας τὸ σύνθημα τῷ τείχει προσήγαγε, καταπλαγέντες
 οἱ φύλακες ἀνεβόησαν, θορύβου δὲ πᾶσιν ἐγγενομένου θρῆνος ἐξηκούετο
 γυναικῶν, οἰμωγὴ δὲ ἦν παμμιγὴς ὡς ἤδη τῆς πόλεως ἐχομένης, ἕως
 συνδραμόντες ἅπαντες κατὰ τῶν ἐν τῇ πόλει βαρβάρων συνέστησαν,
 τούτους τε ἀνελόντες ξίφεσί τε καὶ λίθοις καὶ πᾶσι τοῖς εἰς χεῖρας
 ἐλθοῦσιν ἐπὶ τὸ τεῖχος ἀνέδραμον, ἅμα δὲ τοῖς φύλαξι τοὺς ἀμφὶ τὸν
 Γαΐνην ἀκοντίζοντες παντὶ τῷ προσπίπτοντι τῆς ἐπὶ τὴν πόλιν ὁρμῆς
 ἀνεχαίτισαν.

Ἀλλὰ τῆς πόλεως τρόπῳ τοιῷδε τὸν κίνδυνον διαφυγούσης, βάρβαροι
 παρὰ τῶν ἔνδον ἀπειλημμένοι, πλέον ἢ 
 ἑπτακισχίλιοι, τὴν τῶν Χριστιανῶν ἐκκλησίαν, ἣ πλησίον ἐστὶ τῶν
 βασιλείων, κατέλαβον, ταύτῃ τὸ ἄσυλον αὑτοῖς ἐπὶ τῇ σωτηρίᾳ
 περιποιοῦντες: οὓς ὁ βασιλεὺς κἀνταῦθα διαφθείρεσθαι παρεκελεύετο,
 μηδὲ ἀρκέσαι τὸν τόπον αὐτοῖς εἰς ἀποφυγὴν τῆς κατὰ τὴν ἀξίαν ὧν
 ἐτόλμησαν δίκης.

καὶ ὁ μὲν βασιλεὺς ταῦτα ἐκέλευεν, ἐθάρρει δὲ οὐδὲ εἷς χεῖρας
 ἐπαγαγεῖν καὶ τῶν ἀσύλων αὐτοὺς ἐξελκύσαι δέει τοῦ τινὸς ἀντιστάσεως
 ὑπ̓ αὐτῶν πειραθῆναι. ἐδόκει τοίνυν τὴν ὑπερκειμένην τῆς τραπέζης
 τοῦ λεγομένου θυσιαστηρίου στέγην γυμνωθεῖσαν ἐνδοῦναι τοῖς εἰς τοῦτο τεταγμένοις ξύλα πεπυρωμένα κατὰ τούτων
 ἀφιέναι καὶ τοῦτο συνεχέστερον ποιοῦσιν ἄρδην ἅπαντας καταφλέξαι.
 καὶ τοῦτο γενόμενον τοὺς μὲν βαρβάρους ἀνεῖλεν, ἔδοξε δὲ παρὰ τοῖς
 σφόδρα χριστιανίζουσι μέγα μύσος ἐν μέσῃ τετολμῆσθαι τῇ πόλει.

Γαΐνης μὲν οὖν τῆς οὕτω μεγίστης ἐγχειρήσεως ἀπὁ??ʼφαλεὶς ἤδη
 προφανῶς τὸν κατὰ τῆς πολιτείας ἀνερρίπιζε πόλεμον, ἐπιὼν δὲ τοῖς ἐν
 Θρᾴκῃ χωρίοις τὰς μὲν πόλεις ἑώρα καὶ τείχεσι πεφραγμένας καὶ τὴν
 παρὰ τῶν ἀρχόντων καὶ οἰκητόρων ἐχούσας φυλακήν: ἤδη γὰρ ἐκ τῶν
 προλαβουσῶν ἐφόδων οὐκ ἀμελέτητοι πολέμων γεγονότες παντὶ σθένει
 πρὸς τὸ πολεμεῖν ὥρμηντο.

καὶ Γαΐνης οὐδὲν ἕτερον ἔξω τειχῶν περιλελειμμένον θεώμενος πλὴν πόαν
 ʽἐμέλησε γὰρ ἅπασι συγκομίσαι καρπούς τε παντοίους καὶ ζῷα καὶ
 παντοίαν ἀποσκευὴν̓ ἔγνω τὴν Θρᾴκην ἀπολιπὼν δραμεῖν ἐπὶ τὴν
 Χερρόνησον καὶ εἰς τὴν Ἀσίαν. παλινδρομῆσαι διὰ τῶν τοῦ Ἑλλησπόντου
 στενῶν.

ὄντος δὲ ἐν τούτοις αὐτοῦ, κοινῇ ψήφῳ βασιλεύς τε καὶ ἡ γερουσία
 στρατηγὸν ἐπὶ τῷ κατὰ Γαΐνην αἱροῦνται πολέμῳ Φράουιττον, ἄνδρα
 βάρβαρον μὲν τὸ γένος, Ἕλληνα δὲ ἄλλως οὐ τρόπῳ μόνον
 ἀλλὰ καὶ προαιρέσει καὶ τῇ περὶ τὰ θεῖα θρησκείᾳ. τούτῳ τοίνυν ἤδη
 πολλαῖς διαπρέψαντι στρατηγίαις, καὶ τὴν ἑῴαν ἅπασαν ἀπὸ Κιλικίας
 ἄχρι Φοινίκης καὶ Παλαιστίνης τῆς ἀπὸ τῶν λῃστῶν λύμης
 ἐλευθερώσαντι, παραδεδώκασι τὰς δυνάμεις.

ὃ δὲ ταύτας παραλαβὼν ἀντικάθητο τῷ Γαΐνῃ, τὴν διὰ τοῦ Ἑλλησπόντου
 κωλύων τῶν βαρβάρων ἐπὶ τὴν Ἀσίαν διάβασιν. παρασκευαζομένου δὲ
 Γαΐνου πρὸς μάχην, ἀργούντων οὐκ ἠνείχετο τῶν στρατιωτῶν ὁ
 Φράουιττος, ἀλλὰ μελέταις συνεχέσιν ἐξήσκει, καὶ ἐπὶ τοσοῦτον ταῖς
 γυμνασίαις ἐπέρρωσεν ὥστε ἀντὶ τῆς πρὸ τούτου ῥᾳστώνης τε καὶ
 ἐκμελείας, ἐφ̓ οἷς ὁ Γαΐνης μέλλειν ἐδόκει πρὸς τὸν πόλεμον,
 δυσχεραίνειν.

Φράουιττος μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν, νύκτωρ καὶ μεθ̓
 ἡμέραν τό τε στρατόπεδον τὸ οἰκεῖον ἐπισκοπῶν καὶ τὰς τῶν ἐναντίων
 ἀποθεωρῶν ἐγχειρήσεις. ἐπεμελεῖτο δὲ καὶ τοῦ ναυτικοῦ: πλοῖα γὰρ ἦν
 αὐτῷ πρὸς ναυμαχίαν ἀρκοῦντα, Λίβερνα ταῦτα καλούμενα, ἀπό τινος
 πόλεως ἐν Ἰταλίᾳ κειμένης ὀνομασθέντα, καθ̓ ἣν ἐξ ἀρχῆς τούτων τῶν
 πλοίων τὸ εἶδος ἐναυπηγήθη.

δοκοῦσι δέ πως τὰ πλοῖα ταῦτα ταχυναυτεῖσθαι πεντηκοντόρων οὐχ ἧττον,
 κατὰ πολὺ τῶν τριηρικῶν ἐλαττούμενα, πλείστοις ἔτεσι πρότερον τῆς
 τούτων ἐκλιπούσης δημιουργίας, εἰ καὶ Πολύβιος ὁ συγγραφεὺς
 ἐκτίθεσθαί πως ἔδοξε τῶν ἑξηρικῶν πλοίων τὰ μέτρα, οἷς φαίνονται
 πολλάκις Ῥωμαῖοι καὶ Καρχηδόνιοι πολεμήσαντες πρὸς ἀλλήλους.

ὁ δὲ Γαΐνης ἐκβιασάμενος τὴν διὰ τοῦ Μακροῦ τείχους
 ἐπὶ τὴν Χερρόνησον εἴσοδον, ἐξέτασσε τοὺς βαρβάρους παρὰ πᾶσαν τὴν
 Θρᾳκίαν ὀφρὺν τὴν ἀντιπαρατείνουσαν τοῖς ἀπὸ τοῦ Παρίου μέχρι
 Λαμψάκου καὶ Ἀβύδου καὶ τῶν ποιούντων τὴν στενὴν θάλασσαν τόπων.

ὁ μὲν οὖν Ῥωμαίων στρατηγὸς ταῖς ναυσὶ περιέπλει τὰ κατὰ τὴν Ἀσίαν
 χωρία, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν τὰ ἐγχειρήματα τῶν βαρβάρων
 ἀποσκοπῶν: ὁ δὲ Γαΐνης ἀπορίᾳ τῶν ἐπιτηδείων ἐπὶ τῇ τριβῇ
 δυσανασχετῶν, ἐκ τῆς κατὰ τὴν Χερρόνησον ὕλης ξύλα τεμὼν καὶ ταῦτα
 συγκολλήσας ἀλλήλοις πρὸς πᾶσαν ἀκρίβειαν, ἐπιτήδειά τε πρὸς
 ὑποδοχὴν ἀνδρῶν τε καὶ ἵππων ἀποτελέσας, ἐνεβίβασε τούτοις μετὰ τῶν
 ἵππων τοὺς ἄνδρας καὶ ἀφῆκε φέρεσθαι κατὰ ῥοῦν: οὔτε γὰρ κώπαις
 ἰθύνεσθαι οἷά τε ἦν οὔτε ἄλλως κυβερνητῶν ἀνέχεσθαι τέχνης, σὺν
 οὐδεμιᾷ τέχνῃ βαρβαρικῇ δὲ ἐπινοίᾳ σχεδιασθέντα.

μείνας δὲ αὐτὸς ἐπὶ τῆς χέρσου κοινωνήσειν ὅσον οὐδέπω τῆς νίκης
 ἤλπισεν, ὡς οὐδαμοῦ τῶν Ῥωμαίων αὐτοῖς ἀξιομάχων φανησομένων. τοῦτο
 οὐκ ἔλαθε τὴν τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἀγχίνοιαν, ἀλλὰ τὸ
 ἐγχειρούμενον τεκμηράμενος βραχὺ τῆς γῆς ποιεῖ προελθεῖν τὰς ναῦς,
 ὡς δὲ εἶδε τὰς τῶν βαρβάρων σχεδίας πρὸς τὸ τῷ ῥεύματι δοκοῦν
 φερομένας, αὐτὸς πρότερον ἐπεφέρετο τῷ κατὰ πρώτην τάξιν ἀπαντήσαντι
 ξύλῳ: πλοῖον δὲ χαλκέμβολον ἔχων ἐξ ὑπερδεξίων ἐπῄει, καὶ
 ὠθῶν ἅμα καὶ βελῶν ἀφέσει τοὺς ἐμπλέοντας βάλλων αὔτανδρον
 καταδύει.

θεασάμενοι δὲ τὸν στρατηγὸν οἱ τῶν ἄλλων νεῶν ἐπιβάται καὶ
 μιμησάμενοι τοὺς μὲν κατεκέντησαν, τοὺς δὲ τῶν ξύλων ἐκπεσόντας
 εἶχεν ἡ θάλασσα, μηδενὸς ὡς εἰπεῖν διαφυγεῖν τὸν θάνατον δυνηθέντος.
 ἐπὶ τούτῳ βαρυνόμενος ὁ Γαΐνης τῷ ἐλαττώματι καὶ ἀπορῶν ἐπὶ τοσούτων
 συμμάχων ἀποβολῇ, ὀλίγον ἀναχωρήσας τῶν ἐν Χερρονήσῳ τόπων ἐπὶ τὴν
 ἔξω Θρᾴκην ἀπέτρεχε. Φράουιττος δὲ διώκειν τέως οὐκ ἔγνω φεύγοντα
 τὸν Γαΐνην, ἀλλὰ κατὰ χώραν τὴν δύναμιν ἀνελάμβανε, τῷ
 δεδομένῳ παρὰ τῆς τύχης ἀρκούμενος προτερήματι.

πάντων δὲ ὡς εἰπεῖν αἰτίας ἐπιφερόντων Φραουίττῳ, ὅτι διῶξαι φεύγοντα
 Γαΐνην οὐκ ἠθέλησεν, φεισαμένῳ δὲ ὡς ὁμοφύλων αὐτοῦ τε Γαΐνου καὶ
 τῶν ἅμα τούτῳ διαφυγόντων, οὐδὲν τοιοῦτον ἑαυτῷ συνεπιστάμενος
 ἐπανῄει πρὸς βασιλέα, μέγα φρονῶν ἐπὶ τῇ νίκῃ καὶ μετὰ παρρησίας
 τοῖς παῤ αὐτοῦ τιμωμένοις θεοῖς ταύτην ἀνατιθείς: οὐδὲ γὰρ ᾐσχύνετο
 καὶ αὐτοῦ τοῦ βασιλέως ἀκούοντος ὁμολογεῖν ὅτι σέβοιτο καὶ τιμῴη
 θεοὺς κατὰ τὰ πάτρια καὶ οὐκ ἀνέξεται κατὰ τοῦτο τοῖς ἀπὸ τοῦ
 πλήθους ἀκολουθῆσαι.

Φράουιττον μὲν οὖν ἀποδεξάμενος ὁ βασιλεὺς ὕπατον εἶναι κατέστησε:
 Γαΐνης δὲ τὸ πολὺ τῆς δυνάμεως μέρος ἀποβαλὼν ᾗπερ εἴρηται, μετὰ τῶν
 λειπομένων ἐπὶ τὸν Ἴστρον ἀπέτρεχε, πεπορθημένην δὴ τὴν Θρᾴκην ἐκ
 τῶν προλαβουσῶν ἐφόδων εὑρών, τὰ δὲ ἐν ποσὶ λῃζόμενος. δεδιὼς δὲ μή
 ποτε στρατόπεδον ἕτερον Ῥωμαϊκὸν ἐπακολουθῆσαν ἐπίθοιτο τοῖς σὺν
 αὐτῷ βαρβάροις οὐ πολλοῖς οὖσιν, οὐκ ἔξω δὲ ὑποψίας ἔχων τοὺς
 ἑπομένους αὐτῷ Ῥωμαίους, ἐκείνους μὲν οὐ προϊδομένους τὸ βούλευμα
 πάντας ἀπέκτεινεν, ἅμα δὲ τοῖς βαρβάροις ἐπεραιώθη τὸν Ἴστρον, εἰς
 τὰ οἰκεῖα ἐπανελθεῖν διανοούμενος, αὐτόθι δὲ τοῦ λοιποῦ βιοτεύειν.

Ἀλλ̓ ὁ μὲν Γαΐνης ἐν τούτοις ἦν: Οὔλδης δὲ ὁ τὴν Οὔννων ἔχων κατ̓
 ἐκείνους τοὺς χρόνους ἡγεμονίαν, οὐκ ἀσφαλὲς ἡγησάμενος εἶναι
 βαρβάρῳ στρατόπεδον οἰκεῖον ἔχοντι συγχωρῆσαι πέραν τοῦ Ἴστρου τὴν
 οἴκησιν ἔχειν, ἅμα δὲ καὶ τῷ Ῥωμαίων οἰόμενος βασιλεῖ χαριεῖσθαι
 τοῦτον ἀποδιώκων, εἰς μάχην αὐτῷ καταστῆναι παρεσκευάζετο καὶ
 συναγαγὼν τὴν δύναμιν ἀντετάττετο.

καὶ Γαΐνης δὲ οὔτε πρὸς Ῥωμαίους ἐπανελθεῖν ἔτι δυνάμενος οὔτε ἄλλως
 τὴν ἀπειλουμένην ἔφοδον διαφυγεῖν, ὁπλίσας τοὺς σὺν αὐτῷ τοῖς
 Οὔννοις ἀπήντα. συμπλακέντων δὲ τῶν στρατοπέδων οὐχ
 ἅπαξ ἀλλὰ καὶ πολλάκις ἀλλήλοις, ἀντέσχε μὲν εἴς τινας μάχας ἡ
 Γαΐνου μερίς, ἐπεὶ δὲ πολλοί τε ἐξ αὐτῶν ἔπεσον, ἀνῃρέθη καὶ αὐτὸς
 Γαΐνης, καρτερῶς καὶ γενναίως ἀγωνισάμενος.

Τοῦ πολέμου τῇ Γαΐνου τελευτῇ πέρας λαβόντος, Οὔλδης ὁ τῶν Οὔννων
 ἡγούμενος τὴν τούτου κεφαλὴν Ἀρκαδίῳ τῷ βασιλεῖ πέμψας δωρεῶν
 ἠξιοῦτο καὶ ἐπὶ τούτοις σπονδὰς πρὸς Ῥωμαίους ἐτίθετο. τῶν δὲ
 πραγμάτων σὺν οὐδενὶ λόγῳ φερομένων οἷα τοῦ βασιλέως φρονήσεως
 ἐστερημένου, τὰ ἐν τῇ Θρᾴκῃ συνεταράττετο: φυγάδες γὰρ οἰκέται καὶ
 ἄλλως τὰς τάξεις ἀπολιπόντες, Οὔννους ἑαυτοὺς εἰπόντες εἶναι, τὰ ἐν
 τοῖς ὑπαίθροις διήρπαζον, ἕως ὁ Φράουιττος ἐπιστρατεύσας, καὶ ὅσοις
 ἐνέτυχεν ἀνελών, ἔξω φόβου πεποίηκε τοὺς οἰκήτορας

λίαν ἔγνωκε διαβῆναι, δεδιότες μή ποτε κακῶς διατεθεῖεν τούτῳ
 περιπεσόντες, ἀπέβησαν τῆς νεὼς ἐν τοῖς περὶ τὴν Ἤπειρον τόποις, καὶ
 περὶ τῆς σφῶν βουλευόμενοι σωτηρίας ʽἐποίει γὰρ αὐτοῖς ταύτην
 ἐπισφαλῆ τὸ τοῦ πλημμελήματος ὑπερβάλλον̓ καιρὸν δεδώκασι τοῖς παῤ
 αὐτῶν φυλαττομένοις φυγῆς. ἕτεροι δέ φασιν ὡς χρημάτων αὐτοῖς τὴν
 ἄφεσιν ἐφιλοτιμήσαντο.

οἳ δέ, ὅπως ποτὲ διέφυγον, ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανελθόντες παρὰ πᾶσαν ἐλπίδα τῷ τε βασιλεῖ καὶ τῇ γερουσίᾳ καὶ
 πᾶσι τοῖς ἄλλοις ἐφάνησαν. ἐντεῦθεν ηὐξήθη τῇ συνοικούσῃ τῷ βασιλεῖ
 τὸ κατὰ Ἰωάννου τοῦ τῶν Χριστιανῶν ἐπισκόπου μῖσος, χαλεπαινούσῃ
 πρότερον μὲν αὐτῷ κωμῳδεῖν εἰωθότι κατὰ τὰς συνόδους αὐτὴν ἐν ταῖς
 πρὸς τὸ πλῆθος ὁμιλίαις: τότε δέ, μετὰ τὴν Ἰωάννου καὶ τῶν ἄλλων
 ἐπάνοδον,

εἰς τὴν κατ̓ αὐτοῦ δυσμένειαν ἐμφανῶς ἐξανέστη. πράττουσα δὲ πάντα
 κατ̓ ἐξουσίαν ἐκίνει τοὺς πανταχόθεν ἐπισκόπους εἰς τὴν Ἰωάννου
 καθαίρεσιν, ὧν ἦν πρῶτος καὶ κορυφαῖος ὁ τῆς Ἀλεξανδρείας τῆς ἐν
 Αἰγύπτῳ Θεόφιλος, ὁ πρῶτος ἀρξάμενος τῆς κατὰ τῶν ἱερῶν καὶ τῶν ἐξ
 αἰῶνος πατρίων ἐπιβουλῆς. προτεθείσης δὲ κρίσεως, ὁρῶν ὁ Ἰωάννης οὐκ
 ἐξ ἴσης αὑτῷ τὰ πράγματα προβαίνοντα ψήφου τῆς Κωνσταντινουπόλεως
 ἑκὼν ἀνεχώρει.

τοῦ δὲ πλήθους ἐπὶ τούτῳ συνταραχθέντος ʽἦν γὰρ ὁ ἄνθρωπος ἄλογον
 ὄχλον ὑπαγαγέσθαι δεινὸσ̓ θορύβου μὲν ἦν πλήρης ἡ πόλις, ἀπείληπτο
 δὲ ἡ τῶν Χριστιανῶν ἐκκλησία ὑπὸ τῶν λεγομένων μοναχῶν. οὗτοι δὲ
 γάμοις τοῖς κατὰ νόμον ἀπαγορεύουσι, συστήματα δὲ πολυάνθρωπα κατὰ
 πόλεις καὶ κώμας πληροῦσιν ἀνθρώπων ἀγάμων, οὔτε πρὸς πόλεμον οὔτε
 πρὸς ἄλλην τινὰ χρείαν ἀναγκαίαν τῇ πολιτείᾳ, πλὴν ὅτι προϊόντες ὁδῷ
 μέχρι τοῦ νῦν ἐξ ἐκείνου τὸ πολὺ μέρος τῆς γῆς ᾠκειώσαντο, προφάσει
 τοῦ μεταδιδόναι πάντων πτωχοῖς πάντας ὡς εἰπεῖν πτωχοὺς
 καταστήσαντες.

οὗτοι δὲ τὰς ἐκκλησίας ἀπολαβόντες ἐκώλυον τὰ πλήθη ταῖς συνήθεσιν
 εὐχαῖς προσιέναι. πρὸς ὃ δυσχεραίνοντες δημοτικοί τε ὁμοῦ καὶ
 στρατιῶται τὴν τῶν μοναχῶν ᾔτουν ἀνακόψαι θρασύτητα. δοθέντος δὲ
 αὐτοῖς ἐπὶ τοῦτο συνθήματος ἐχώρουν ἀνέδην καὶ σὺν οὐδεμιᾷ κρίσει
 πάντας ἀπέσφαττον, ἕως τὴν μὲν ἐκκλησίαν ἐπλήρωσαν νεκρῶν, τοὺς δὲ
 ἀποδράντας διώξαντες κατεκέντησαν ἅπαντας ὅσοι

φαιαῖς ἔτυχον ἐσθῆσιν ἠμφιεσμένοι: οἷς συναπολέσθαι συνέβη πολλοὺς ἢ
 διὰ πένθος ἢ διά τινα ἑτέραν περιπέτειαν ἐν ἱματίοις εὑρεθέντας
 τοιούτοις. Ἰωάννης δὲ αὖθις ἐπανελθὼν τῶν αὐτῶν ἐπειρᾶτο, τοὺς
 ὁμοίους ἀνακινῶν ἐν τῇ πόλει θορύβους.

Τὸ δὲ τῶν συκοφαντῶν ὡς οὔπω πρότερον ἐπιπολάσαν καὶ τοὺς περὶ τὴν
 αὐλὴν εὐνούχους ἀεὶ περιέπον, εἴ πού τις τῶν πλουσίων ἀπέθανεν, ὡς
 οὐκ ὄντων παίδων ἢ συγγενῶν ἐμήνυον τὰς οὐσίας, καὶ τοῦ βασιλέως
 ἐφέρετο γράμματα τοῦδε τὴν οὐσίαν τῷδε παραδοθῆναι κελεύοντα, καὶ
 παρεδίδοντο τοῖς ᾐτηκόσιν οἱ κλῆροι παίδων ἑστώτων καὶ τοὺς πατέρας
 μετὰ οἰμωγῆς ἀνακαλουμένων.

καὶ ἁπλῶς οὐδὲν ἦν ὃ μὴ θρήνων ἐπλήρου τὰς πόλεις, παντὶ τῶν
 οἰκητόρων ἄλογον ζημίαν ἐπάγον: τοῦ γὰρ βασιλεύοντος ἐσχάτως
 ἀνοηταίνοντος, ἡ τούτῳ συνοικοῦσα πέρα τῆς φύσεως αὐθἁ??ʼιζομένη,
 πανταχόθεν τε εὐνούχων ἀπληστίᾳ καὶ τῶν περὶ αὐτὴν γυναικῶν, αἳ
 μάλιστα ταύτης ἐκράτουν, ἐκδεδομένη, πᾶσιν ἀβίωτον καθίστη τὸν βίον,
 ὥστε θανάτου τοῖς μέτρια φρονοῦσιν οὐδὲν ἦν αἱρετώτερον.

ὡς οὐκ ἀρκούντων δὲ τούτων, ἐπηνέχθη τῇ Κωνσταντινουπόλει πάσης
 ὑπερβολῆς ἐπέκεινα κίνδυνος ἔκ τινος τοιαύτης αἰτίας. Ἰωάννης, ᾗπερ
 εἴρηταί μοι, μετὰ τὴν φυγὴν ἐπανελθὼν καὶ τοῖς συνήθεσιν ἱεροῖς
 σοβῶν κατὰ τῆς βασιλίδος τὸ πλῆθος, ἐπειδὴ καὶ τοῦ θρόνου τῆς
 ἐπισκοπῆς ἑώρα καὶ τῆς πόλεως ἑαυτὸν ἐξωθούμενον, αὐτὸς μὲν ἀπέλιπε
 τὴν πόλιν νεὼς ἐπιβάς, οἱ δὲ τούτῳ σπουδάζοντες, μηδένα μετὰ τοῦτον
 ἐπίσκοπον γενέσθαι τῇ πόλει πραγματευόμενοι, πυρὶ τὴν πόλιν ἔγνωσαν
 ἀπολέσαι.

λάθρᾳ τοίνυν φλόγα τῇ ἐκκλησίᾳ νυκτὸς ἐμβαλόντες, καὶ περὶ τὸν ὄρθρον ἔξω καταστήσαντες ἑαυτούς, καὶ τούτῳ
 λαθόντες οἵ τινές ποτε εἶεν, ἡμέρας γενομένης ἐσχάτως ἤδη τὴν πόλιν
 ἅπασιν ἔδειξαν κινδυνεύουσαν: ἥ τε γὰρ ἐκκλησία κατεφλέγετο πᾶσα,
 συνεδαπανᾶτο δὲ ταύτῃ καὶ τὰ ἐχόμενα τῶν οἰκοδομημάτων, καὶ μάλιστα
 ὅσοις τὸ πῦρ ἐπῆγεν ἡ τοῦ γενομένου πνεύματος καταιγίς.

ἐνέπεσε δὲ τὸ πῦρ καὶ εἰς τὸν εἰωθότα δέχεσθαι τὴν γερουσίαν οἶκον,
 πρὸ τῶν βασιλείων ὄντα, εἰς πᾶν κάλλος καὶ φιλοτιμίαν ἐξησκημένον:
 ἀγάλμασι γὰρ κεκαλλώπιστο τεχνιτῶν τὸ ἀξιοπρεπὲς ἐξ αὐτῆς τῆς θέας
 παρεχομένοις, καὶ μαρμάρων χροιαῖς αἳ κατὰ τοὺς νῦν οὐ μεταλλεύονται
 χρόνους.

φασὶ δὲ ὡς καὶ τὰ δείκηλα τὰ ἐν τῷ Ἑλικῶνι τὴν ἀρχὴν καθιδρυθέντα
 ταῖς Μούσαις, μέρος καὶ αὐτὰ τῆς κατὰ πάντων ἱεροσυλίας ἐν τοῖς
 Κωνσταντίνου γενόμενα χρόνοις, ἀνατεθέντα τούτῳ τῷ τόπῳ τῇ διὰ τοῦ
 πυρὸς ὑπήχθη διαφθορᾷ, σαφέστερόν πως τὴν καθέξουσαν ἅπαντας
 ἀμουσίαν μηνύοντα. θαύματος δέ τινος τηνικαῦτα γενομένου ἄξιον οὐ
 προσήκει παραδραμεῖν σιωπῇ.

τοῦτο τῆς γερουσίας τὸ τέμενος, οὗπερ ἕνεκα ταῦτα διέξειμι, Διὸς καὶ
 Ἀθηνᾶς ἀγάλματα πρὸ τῶν θυρῶν εἶχεν, ἐπί τινων βάσεων λιθίνων
 ἑστῶτα, καθ̓ ὃ καὶ νῦν ἔστιν αὐτὰ θεάσασθαι σχῆμα: φασὶ δὲ τὸ μὲν
 τοῦ Διὸς εἶναι τοῦ Δωδωναίου, τὸ δὲ τὸ ἐν τῇ Λίνδῳ πάλαι
 καθιδρυμένον. τοῦ πυρὸς τοίνυν ἐπινεμηθέντος ἅπαν τὸ τέμενος, ὁ μὲν
 ἐπικείμενος τῷ τέγει μόλιβδος ἔρρει τηκόμενος κατὰ τῶν ἀγαλμάτων,
 ἐφέροντο δὲ καὶ οἱ τῆς οἰκοδομίας λίθοι κατὰ τούτων, ἀντέχειν τῇ τοῦ
 πυρὸς φύσει μὴ δυνηθέντες.

εἰς χώματος δὲ σχῆμα τοῦ παντὸς κάλλους μεταβληθέντος, ἡ μὲν κοινὴ
 δόξα καὶ ταῦτα ἐτόπαζε κόνιν καὶ αὐτὰ γενέσθαι, καθαιρόμενος δὲ ὁ
 τόπος καὶ πρὸς ἀνανέωσιν γενόμενος εὐτρεπὴς ἔδειξε τὰ τῶν θεῶν
 τούτων ἀγάλματα μόνα κρείττονα τῆς παντελοῦς ἐκείνης
 γεγονότα φθορᾶς: ὅπερ ἅπασι τοῖς χαριεστέροις ἀμείνους ἐπὶ τῇ πόλει
 δέδωκεν ἔχειν ἐλπίδας, ὡς δὴ τῶν θεῶν τούτων ἔχεσθαι τῆς ὑπὲρ αὐτῆς
 ἀεὶ βουλομένων προνοίας. ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θείῳ δοκεῖ, πάντα
 προΐτω.

Πάντων δὲ δυσχεραινόντων ἐπὶ τῇ τῆς πόλεως συμφορᾷ καὶ αἰτίαν οὐκ
 ἄλλην ἢ τὴν ὄνου λεγομένην σκιὰν εὑρισκόντων, ἐγίνοντο μὲν οἱ περὶ
 τὸν βασιλέα τῆς τῶν ἐφθαρμένων ἀνανεώσεως, ἠγγέλθη δὲ τοῖς περὶ τὴν
 αὐλὴν ὡς τὸ τῶν Ἰσαύρων πλῆθος, ὑπερκείμενον Παμφυλίας καὶ Κιλικίας,
 ἐν τοῖς ἀβάτοις τοῦ Ταύρου καὶ τραχυτάτοις ὄρεσιν ἀεὶ βιοτεῦον, εἰς
 τάγματα διανεμηθὲν λῃστικὰ τὴν ὑποκειμένην ἐπέρχεται χώραν, πόλεσι
 μὲν τετειχισμέναις προσάγειν οὔπω δυνάμενοι, κώμας δὲ ἀτειχίστους
 καὶ πάντα τὰ ἐν ποσὶν ἐπέτρεχον.

ἐποίει δὲ ῥᾳδίας αὐτοῖς τὰς ἐπιδρομὰς ἡ προλαβοῦσα τῆς χώρας ἐκείνης
 ἅλωσις, ἣν ἡ Τριβιγίλδου καὶ τῶν σὺν αὐτῷ βαρβάρων πεποίηκεν
 ἐπανάστασις. τούτων ἀπαγγελθέντων Ἀρβαζάκιος ἐκπέμπεται στρατηγὸς ὡς
 δὴ τοῖς ἐν Παμφυλίᾳ πράγμασι πονοῦσιν ἐπικουρήσων. δύναμιν δὲ
 ἀρκοῦσαν λαβών, καὶ τοὺς λῃστεύοντας ἐν τοῖς ὄρεσι συμφυγόντας
 ἐπιδιώξας, κώμας τε αὐτῶν εἷλε πολλὰς καὶ ἀνδρῶν οὐκ ὀλίγον ἀπέσφαξε
 πλῆθος.

ῥᾷστά τε ἂν τέλεον ἐκράτησεν αὐτῶν καὶ τελείαν τοῖς οἰκοῦσι τὰς
 πόλεις ἀσφάλειαν ἐνεποίησεν, εἰ μὴ τρυφῇ καὶ ἀτόποις ἐγκείμενος
 ἡδοναῖς ἐχάλασε μὲν πολὺ τῆς σφοδρότητος, χρήμασι δὲ τὰς χεῖρας
 ὑποσχὼν τῆς κοινῆς ὠφελείας τὸ πλουτεῖν ἔμπροσθεν ἐποιήσατο. τῆς μὲν
 οὖν προδοσίας ἕνεκα ταύτης μετάπεμπτος εἰς τὰ βασίλεια γενόμενος εἰς
 κρίσιν προσεδοκᾶτο καθίστασθαι:

μέρος δὲ ὧν εἰλήφει παρὰ τῶν Ἰσαύρων τῇ βασιλίδι προσαγαγὼν τήν τε
 κρίσιν διέφυγε καὶ τὸν πλοῦτον περὶ τὴν ἐνθάδε τρυφὴν
 ἐδαπάνα. τὰ μὲν οὖν τῶν Ἰσαύρων ἐν λαθραίαις ἦν ἔτι λῃστείαις, οὔπω
 πρὸς φανερὰν ἐπανάστασιν κατὰ τῶν πλησιαζόντων ἐθνῶν ἀναστάντα

Πᾶσαν δὲ τὴν Ἑλλάδα λῃσάμενος Ἀλάριχος ἀνεχώρησεν, ᾗ προείρηταί μοι,
 τῆς τε Πελοποννήσου καὶ τῆς ἄλλης ὁπόσην ὁ Ἀχελῷος ποταμὸς διαρρεῖ,
 διατρίβων δὲ ἐν ταῖς Ἠπείροις, ἣν οἰκοῦσι Μολοττοί τε καὶ Θεσπρωτοὶ
 καὶ ὅσοι τὰ μέχρις Ἐπιδάμνου καὶ Ταυλαντίων οἰκοῦσι χωρία,

τὸ παρὰ Στελίχωνος ἀνέμενε σύνθημα τοιόνδε πως ὄν. τοὺς τὴν Ἀρκαδίου
 βασιλείαν οἰκονομοῦντας ὁρῶν ὁ Στελίχων ἀλλοτρίως πρὸς αὑτὸν ἔχοντας
 διενοεῖτο, κοινωνῷ χρησάμενος Ἀλλαρίχῳ, τῇ Ὁνωρίου βασιλείᾳ τὰ ἐν
 Ἰλλυριοῖς ἔθνη πάντα προσθεῖναι, συνθήκας τε περὶ τούτου πρὸς αὐτὸν
 ποιησάμενος εἰς ἔργον ἄγειν ὅσον οὐδέπω τὴν ἐπιχείρησιν
 προσεδόκα.

προσδεχομένου δὲ Ἀλλαρίχου τῷ παραγγέλματι πειθαρχήσειν, Ῥοδογάϊσος
 ἐκ τῶν ὑπὲρ τὸν Ἴστρον καὶ τὸν Ῥῆνον Κελτικῶν τε καὶ Γερμανικῶν
 ἐθνῶν ἐς τεσσαράκοντα συναγαγὼν μυριάδας εἰς τὴν Ἰταλίαν ὥρμητο
 διαβῆναι.

οὗ προσαγγελθέντος ἡ μὲν πρώτη πάντας κατέπληξεν ἀκοή: τῶν δὲ πόλεων
 ταῖς ἐλπίσιν ἀπεγνωκότων, καὶ αὐτῆς δὲ τῆς Ῥώμης εἰς ἔσχατον οὔσης
 κινδύνου συνταραχθείσης, ἀναλαβὼν ὁ Στελίχων ἅπαν τὸ ἐν τῷ Τικήνῳ
 τῆς Λιγυστικῆς ἐνιδρυμένον στρατόπεδον ʽἦν δὲ εἰς ἀριθμοὺς
 συνειλεγμένον τριάκοντἀ καὶ ὅσον οἷός τε γέγονε συμμαχικὸν ἐξ Ἀλανῶν
 καὶ Οὔννων περιποιήσασθαι, τὴν ἔφοδον τῶν πολεμίων οὐκ ἀναμείνας
 αὐτὸς ἐπεραιώθη τὸν Ἴστρον ἅμα παντὶ τῷ στρατεύματι,

καὶ τοῖς βαρβάροις ἀπροσδοκήτοις ἐπιπεσὼν ἅπαν τὸ πολέμιον πανωλεθρίᾳ
 διέφθειρεν, ὥστε μηδένα σχεδὸν ἐκ τούτων περισωθῆναι, πλὴν
 ἐλαχίστους ὅσους αὐτὸς τῇ Ῥωμαίων προσέθηκεν συμμαχίᾳ. ἐπὶ ταύτῃ
 μέγα φρονῶν ὁ Στελίχων εἰκότως τῇ νίκῃ, μετὰ τοῦ στρατοπέδου παρὰ
 πάντων ὡς εἰπεῖν στεφανούμενος ἐπανῄει, παρὰ πᾶσαν
 ἐλπίδα τῶν προσδοκηθέντων κινδύνων τὴν Ἰταλίαν ἐλευθερώσας.

Ἐν δὲ τῇ Ῥαβέννῃ ʽμητρόπολις δὲ Φλαμινίας, πόλις ἀρχαία, Θεσσαλῶν
 ἀποικία, Ῥήνη κληθεῖσα διὰ τὸ πανταχόθεν ὕδασι περιρρεῖσθαι, καὶ οὐχ
 ὡς Ὀλυμπιόδωρος ὁ Θηβαῖός φησι, διὰ τὸ Ῥῶμον, ὃς ἀδελφὸς γέγονε
 Ῥωμύλῳ, τῆς πόλεως ταύτης οἰκιστὴν γεγονέναι:

Κουαδράτῳ γάρ, οἶμαι, θετέον, ἐν τῇ κατὰ τὸν βασιλέα Μάρκον ἱστορίᾳ
 τοῦτο περὶ τῆς πόλεως ταύτης διεξελθόντἰ ἐν τῇ Ῥαβέννῃ τοίνυν ταύτῃ
 παρασκευαζομένῳ Στελίχωνι ταῖς Ἰλλυριῶν πόλεσι μετὰ στρατεύματος
 ἐπιστῆναι, καὶ σὺν Ἀλλαρίχῳ παρασπάσασθαι μὲν αὐτὰς Ἀρκαδίου
 περιποιῆσαι δὲ τῇ Ὁνωρίου βασιλείᾳ, δύο κωλύματα συνέβη παρεμπεσεῖν,
 φήμη τε ὡς Ἀλλάριχος τεθνεὼς εἴη διαδραμοῦσα, καὶ ἐκ τῆς Ῥώμης
 Ὁνωρίου γράμματα τοῦ βασιλέως ἀποδοθέντα, δἰ ὧν ἐδηλοῦτο ὡς
 Κωνσταντῖνος ἐπιθέμενος εἴη τυραννίδι καὶ ἐκ τῆς Βρεττανικῆς νήσου
 περαιωθεὶς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσι παραγένοιτο, τὰ βασιλέως
 ἐν ταῖς πόλεσι πράττων.

ἀλλ̓ ὁ μὲν περὶ τῆς Ἀλλαρίχου τελευτῆς λόγος ἀμφίβολος ἔδοξεν εἶναι,
 πρίν τινας παραγεγονότας ὅ τι περ εἴη δηλῶσαι: τὰ δὲ περὶ τῆς
 ἀναρρήσεως Κωνσταντίνου λεγόμενα παρὰ πᾶσιν ἐκράτει. διὰ ταῦτα τῆς
 ἐπὶ Ἰλλυριοὺς ὁρμῆς ὁ Στελίχων ἀνακοπεὶς εἰς τὴν Ῥώμην ἀφίκετο,
 κοινολογήσασθαι περὶ τοῦ πρακτέου βουλόμενος.

Τριβέντος δὲ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος ἐπιλαβόντος ὕπατοι μὲν
 ἀνεδείχθησαν Βάσσος καὶ Φίλιππος, ὁ δὲ βασιλεὺς
 Ὁνώριος, οὐ πρὸ πολλοῦ Μαρίας αὐτῷ τελευτησάσης τῆς γαμετῆς, τὴν
 ταύτης ἀδελφὴν Θερμαντίαν ᾔτει οἱ δοθῆναι πρὸς γάμον. ἀλλ̓ ὁ μὲν
 Στελίχων . . ἐνδώσειν πρὸς τοῦτο, Σερήνα δὲ ἐνέκειτο, πραχθῆναι
 βουλομένη τὸν γάμον τοιᾶσδε ἕνεκεν αἰτίας.

τοῦ γάμου τοῦ πρὸς Μαρίαν Ὁνωρίῳ συνισταμένου, γάμων ὥραν οὔπω τὴν
 κόρην ἄγουσαν ἡ μήτηρ ὁρῶσα, καὶ οὔτε ἀναβαλέσθαι τὸν γάμον
 ἀνεχομένη, καὶ τὸ παῤ ἡλικίαν εἰς μῖξιν ἐκδοῦναι φύσεως ἀδικίαν καὶ
 οὐδὲν ἕτερον εἶναι . ., γυναικὶ τὰ τοιαῦτα θεραπεύειν ἐπισταμένῃ
 περιτυχοῦσα πράττει διὰ ταύτης τὸ συνεῖναι μὲν τὴν θυγατέρα τῷ
 βασιλεῖ καὶ ὁμόλεκτρον εἶναι, τὸν δὲ μήτε ἐθέλειν μήτε δύνασθαι τὰ
 τῷ γάμῳ προσήκοντα πράττειν.

ἐν τούτῳ τῆς κόρης ἀπείρου γάμων ἀποθανούσης, εἰκότως ἡ Σερήνα
 βασιλείου γονῆς ἐπιθυμοῦσα δέει τοῦ μὴ τὴν τοσαύτην αὐτῇ δυναστείαν
 ἐλαττωθῆναι, τῇ δευτέρᾳ θυγατρὶ συνάψαι τὸν Ὁνώριον ἔσπευδεν. οὗ δὴ
 γενομένου τελευτᾷ μὲν ἡ κόρη μετ̓ οὐ πολύ, ταὐτὰ τῇ προτέρᾳ παθοῦσα.

Στελίχων δέ, ἀγγείλαντος αὐτῷ τινὸς ὡς τὰς Ἠπείρους Ἀλλάριχος
 καταλιπών, ὑπερβάς τε τὰ διείργοντα στενὰ τὴν ἀπὸ Παιονίας ἐπὶ
 Οὐενετοὺς διάβασιν, τὰς σκηνὰς εἰς Ἠμῶνα πόλιν ἐπήξατο, μεταξὺ
 Παιονίας τῆς ἀνωτάτω καὶ Νωρικοῦ κειμένην, — ἄξιον δὲ μὴ παραδραμεῖν
 ὅσα τῆς πόλεώς

ἐστι ταύτης, καὶ ὅπως τὴν ἀρχὴν ἔτυχεν οἰκισμοῦ. τοὺς Ἀργοναύτας
 φασὶν ὑπὸ τοῦ Αἰήτου διωκομένους ταῖς εἰς τὸν Πόντον ἐκβολαῖς τοῦ
 Ἴστρου προσορμισθῆναι, κρῖναί τε καλῶς ἔχειν διὰ τούτου πρὸς ἀντίον
 τὸν ῥοῦν ἀναχθῆναι καὶ μέχρι τοσούτου διαπλεῦσαι τὸν ποταμὸν εἰρεσίᾳ
 καὶ πνεύματος ἐπιτηδείου φορᾷ, μέχρις ἂν τῇ θαλάττῃ πλησιαίτεροι
 γένοιντο.

πράξαντες δὲ ὅπερ ἔγνωσαν, ἐπειδὴ κατὰ τοῦτον ἐγένοντο τὸν τόπον,
 μνήμην καταλιπόντες τῆς σφετέρας ἀφίξεως τὸν τῆς πόλεως οἰκισμόν,
 μηχαναῖς ἐπιθέντες τὴν Ἀργὼ καὶ τετρακοσίων ὁδὸν σταδίων ἄχρι
 θαλάσσης ἑλκύσαντες οὕτως ταῖς Ἰταλῶν ἀκταῖς προσωρμίσθησαν, ὡς ὁ
 ποιητὴς ἱστορεῖ Πείσανδρος ὁ τῇ τῶν ἡρωικῶν θεογαμιῶν ἐπιγραφῇ πᾶσαν
 ὡς εἰπεῖν ἱστορίαν περιλαβών.

ἐκ δὲ τῆς Ἠμῶνος προελθὼν καὶ τὸν Ἄκυλιν περαιωθεὶς ποταμὸν τῷ Νωρικῷ
 προσέβαλεν, ἤδη τῶν Ἀπεννίνων ὀρῶν ἔξω γενόμενος.
 ὁρίζει δὲ ταῦτα τὰς Παιονίας ἐσχατιάς, στενοτάτην ὁδὸν διδόντα τοῖς
 ἐπὶ τὸ Νωρικὸν ἔθνος διαβαίνειν ἐθέλουσι, καὶ πρὸς ἣν ὀλίγοι φύλακες
 ἤρκουν, εἰ καὶ πλῆθος τὴν πάροδον ἐβιάζετο.

διαβὰς δὲ ὅμως ὁ Ἀλλάριχος ἐκ τοῦ Νωρικοῦ πρὸς Στελίχωνα πρεσβείαν
 ἐκπέμπει, χρήματα αἰτῶν ὑπέρ τε τῆς ἐν ταῖς Ἠπείροις τριβῆς, ἣν
 ἔλεγεν αὑτῷ Στελίχωνι πεισθέντι γενέσθαι, καὶ τῆς εἰς τὴν Ἰταλίαν
 καὶ τὸ Νωρικὸν εἰσβολῆς. ὁ δὲ Στελίχων τὴν πρεσβείαν δεξάμενος καὶ
 ἐν τῇ Ῥαβέννῃ τοὺς πρέσβεις ἐάσας εἰς τὴν Ῥώμην ἀφίκετο, κοινώσασθαι
 τῷ βασιλεῖ καὶ τῇ γερουσίᾳ περὶ τοῦ πρακτέου βουλόμενος.

συνελθούσης δὲ τῆς γερουσίας εἰς τὰ βασίλεια καὶ βουλῆς περὶ τοῦ
 πολεμεῖν ἢ μὴ προτεθείσης, ἡ μὲν τῶν πλειόνων εἰς τὸ πολεμεῖν
 ἐφέρετο γνώμη, μόνος δὲ Στελίχων σὺν ὀλίγοις, ὅσοι φόβῳ
 συγκατετίθεντο, τὴν ἐναντίαν ἐχώρουν, εἰρήνην πρὸς Ἀλλάριχον
 ʽ??ʼοιεῖσθαι ψηφιζόμενοι.

τῶν δὲ τὸν πόλεμον αἱρουμένων ἀπαιτούντων Στελίχωνα λέγειν ἀνθ̓ ὅτου
 μὴ πολεμεῖν μᾶλλον ἀλλ̓ εἰρήνην αἱρεῖται, καὶ ταύτην ἐπ̓ αἰσχύνῃ τοῦ
 Ῥωμαίων ἀξιώματος ἀνέχεται χρημάτων ὠνήσασθαι, ʽδιὰ γὰρ τὸ τῷ
 βασιλεῖ συνοῖσον̓ ἔφη ʽτοσοῦτον ἐν ταῖς Ἠπείροις διέτριψε χρόνον,ʼ
 ὡς ἂν ἅμα οἷ τῷ τῆς ἑῴας βασιλεύοντι πολεμήσας Ἰλλυριοὺς ἐκείνης
 παρέληται τῆς ἀρχῆς καὶ τῇ Ὁνωρίου

προσθείη. τοῦτο δ̓ ἂν εἰς ἔργον ἤδη προῆλθεν, εἰ μὴ τοῦ βασιλέως
 Ὁνωρίου φθάσαντα γράμματα τὴν ἐπὶ τὴν ἑῴαν ἔλασιν αὐτοῦ διεκώλυσεν,
 ἣν ἐκδεχόμενον Ἀλλάριχον αὐτόθι χρόνον δαπανῆσαι πολύν. καὶ ταῦτα
 λέγων ὁ Στελίχων ἅμα καὶ τὴν ἐπιστολὴν ἐδείκνυ, καὶ τὴν Σερήναν
 αἰτίαν ἔλεγεν εἶναι τὴν ἀμφοτέρων τῶν βασιλέων ὁμόνοιαν ἀδιάφθορον
 φυλάττεσθαι βουλομένην.

πᾶσι τοίνυν δόξαντος δίκαια λέγειν Στελίχωνος, ἐδόκει τῇ γερουσίᾳ
 χρυσίου τετρακισχιλίας ὑπὲρ τῆς εἰρήνης Ἀλλαρίχῳ δίδοσθαι λίτρας,
 τῶν πλειόνων οὐ κατὰ προαίρεσιν ἀλλὰ τῷ Στελίχωνος φόβῳ τοῦτο
 ψηφισαμένων, ὥστε ἀμέλει Λαμπάδιος γένους καὶ ἀξιώματος εὖ ἔχων, τῇ
 πατρίῳ φωνῇ τοῦτο ὑποφθεγξάμενος ʽνον εστ ιστα παχ σεδ παξτιο
 σερϝιτυτισ̓ , ὃ δηλοῖ δουλείαν μᾶλλον ἤπερ εἰρήνην εἶναι τὸ
 πραττόμενον, ἅμα τῷ διαλυθῆναι τὸν σύλλογον, δέει τοῦ μὴ παθεῖν τι
 διὰ τὴν παρρησίαν, εἴς τινα πλησιάζουσαν τῶν Χριστιανῶν ἀπέφυγεν
 ἐκκλησίαν.

Ὁ μὲν οὖν Στελίχων τὴν πρὸς Ἀλλάριχον εἰρήνην τοιῷδε τρόπῳ
 καταπραξάμενος ἐπὶ τὴν ἔξοδον ὥρμητο, τοῖς αὐτῷ δόξασιν ἔργον
 ἐπιθήσων: ὁ δὲ βασιλεὺς ἐθέλειν ἔφασκεν ἐκ τῆς Ῥώμης εἰς τὴν
 Ῥάβενναν παραγενέσθαι θεάσασθαί τε τὸ στρατόπεδον καὶ
 φιλοφρονήσασθαι, πολεμίου μάλιστα τοιούτου τῆς Ἰταλίας ἐντὸς
 διαβάντος.

ἔλεγε δὲ ταῦτα οὐκ οἴκοθεν κινούμενος, ἀλλὰ συμβουλῇ Σερήνας
 πειθόμενος: ἐβούλετο γὰρ αὐτὸν ἀσφαλεστέραν πόλιν οἰκεῖν, ἵνα εἰ τὴν
 εἰρήνην πατήσας Ἀλλάριχος ἐπέλθοι τῇ Ῥώμῃ, μὴ κυριεύσῃ καὶ τοῦ
 βασιλέως: ἦν γὰρ αὐτῇ σπουδὴ περισώζεσθαι τοῦτον, ὡς καὶ αὑτῆς τὴν
 ἀσφάλειαν διὰ τῆς ἐκείνου σωτηρίας ἐχούσῃ.

τῆς δὲ τοῦ βασιλέως ἐπὶ τὴν Ῥάβενναν ὁρμῆς ἀποθυμίου τῷ Στελίχωνι
 φανείσης, ἐπενοεῖτο πολλὰ ταύτης κωλύματα. τοῦ δὲ βασιλέως οὐκ
 ἐνδιδόντος ἀλλ̓ ἐχομένου τῆς ὁδοιπορίας, Σάρος βάρβαρος μὲν τὸ
 γένος, ἐν δὲ τῇ Ῥαβέννῃ στίφους βαρβάρων ἡγούμενος, γνώμῃ Στελίχωνος
 ἐκίνει πρὸ τῆς πόλεως θορύβους, οὐχ ὡς τῷ ὄντι συνταράξαι τὰ
 καθεστῶτα βουλόμενος, ἀλλ̓ ὡς ἂν ἐκφοβήσοι τὸν βασιλέα καὶ τῆς ὁδοῦ
 τῆς ἐπὶ τὴν Ῥάβενναν ἀποστρέψειε.

τοῦ δὲ οὐκ ἀποστάντος ἧς εἶχε γνώμης, Ἰουστινιανὸς ἐν τῷ τῶν
 συνηγόρων κατὰ τὴν Ῥώμην ἐπιτηδεύματι διαπρέψας, αἱρεθεὶς δὲ παρὰ
 Στελίχωνος πάρεδρός τε ὁμοῦ καὶ σύμβουλος, ὑπὸ τῆς ἄγαν ἀγχινοίας
 φαίνεται τὰ τῆς βασιλικῆς ὁδοῦ τεκμαιρόμενος, καὶ ὡς ἀλλοτρίως
 ἔχοντες πρὸς Στελίχωνα οἱ ἐν τῷ Τικήνῳ στρατιῶται τοῦ βασιλέως
 ἐπιδημήσαντος εἰς τὸν ἔσχατον αὐτὸν καταστήσουσι κίνδυνον.

διετέλει τε παραινῶν ἐκστῆναι τὸν βασιλέα τῆς τοιαύτης ὁρμῆς. ὁρῶν δὲ
 ἀπειθοῦντα τοῖς Στελίχωνος λόγοις ἀπιὼν ᾤχετο, δέει τοῦ μὴ διὰ τὴν
 οἰκειότητα συγκατενεχθῆναι τῇ Στελίχωνος τύχῃ.

Φήμης δὲ πρότερον εἰς τὴν Ῥώμην ἐλθούσης ὡς Ἀρκάδιος ὁ βασιλεὺς
 τελευτήσειε, κυρωθείσης τε μετὰ τὴν Ὁνωρίου τοῦ βασιλέως εἰς τὴν
 Ῥάβενναν ἄφιξιν, ἐπειδὴ Στελίχων μὲν εἰς τὴν Ῥάβενναν ἦν, ὁ δὲ
 βασιλεὺς ἐπέστη Βονωνίᾳ τῇ πόλει, μιᾷ τῆς Αἰμιλίας οὔσῃ, διεστηκυίᾳ
 δὲ τοῖς καλουμένοις μιλίοις ἑβδομήκοντα τῆς Ῥαβέννης, μετάπεμπτος
 γίνεται Στελίχων οἷα στρατιωτῶν κατὰ τὴν ὁδὸν πρὸς ἀλλήλους
 στασιασάντων, ἐφ̓ ᾧ σωφρονισμὸν αὐτοῖς ἐπαχθῆναι.

Στελίχωνος οὖν συναγαγόντος τοὺς στασιάσαντας, καὶ οὐχ ὅτι σωφρονισθῆναι μόνον αὐτοὺς ὁ βασιλεὺς κελεύσειεν
 εἰπόντος, ἀλλ̓ ὅτι κατὰ δεκάδα τὸν αἰτιώτατον ἕνα θανάτῳ ζημιωθῆναι
 προσετέτακτο, τοσοῦτον αὐτοῖς ἐνέθηκε φόβον ὥστε δάκρυα πάντας
 ἀφιέντας εἰς ἔλεον τὸν στρατηγὸν ἐπισπάσασθαι καὶ ὑποσχέσθαι τὴν τοῦ
 βασιλέως εὐμένειαν.

ἐπεὶ δὲ οὐκ ἔσφηλεν αὐτὸν ὁ βασιλεὺς τῆς ὑποσχέσεως, εἰς τὴν περὶ τῶν
 κοινῶν ἐτράπησαν σκέψιν: ὅ τε γὰρ Στελίχων εἰς τὴν ἑῴαν ἐβούλετο
 διαβῆναι καὶ τὰ κατὰ τὸν Ἀρκαδίου παῖδα Θεοδόσιον διαθεῖναι, νέον
 ὄντα καὶ κηδεμονίας δεόμενον, ὅ τε βασιλεὺς Ὁνώριος αὐτὸς στέλλεσθαι
 τὴν ὁδὸν ταύτην διενοεῖτο, καὶ ὅσα πρὸς ἀσφάλειαν τῆς τοῦ νέου
 βασιλείας οἰκονομῆσαι.

δυσαρεστήσας ἐπὶ τούτῳ Στελίχων τὸν ὄγκον τῶν περὶ τὴν ὁδὸν ἐσομένων
 δαπανημάτων ἄγων εἰς μέσον ἀποτρέπει τὸν βασιλέα ταύτης τῆς
 ἐγχειρήσεως. ἔλεγε δὲ μηδὲ τὴν ἐπανάστασιν Κωνσταντίνου συγχωρεῖν
 αὐτῷ τῆς περὶ τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν ἀποστῆναι φροντίδος,
 ἤδη Κωνσταντίνου τοῦ τυράννου τὴν Γαλατίαν πᾶσαν διαδραμόντος καὶ ἐν
 τῇ Ἀρελάτῳ διατρίβοντος.

προσεῖναι δὲ τούτοις, καίπερ οὖσιν ἱκανοῖς εἰς τὸ δεῖσθαι τῆς τοῦ
 βασιλέως παρουσίας τε καὶ προνοίας, καὶ τὴν Ἀλλαρίχου μετὰ τοσούτου
 στρατοπέδου βαρβάρων ἐπιδημίαν, ἀνθρώπου βαρβάρου καὶ ἀπίστου καὶ
 ἐπειδὰν εὕροι τὴν Ἰταλίαν βοηθείας ἔρημον ἐπελευσομένου. γνώμην δὲ
 ἀρίστην εἶναι καὶ τῇ πολιτείᾳ λυσιτελοῦσαν Ἀλλάριχον μὲν
 ἐπιστρατεῦσαι τῷ τυράννῳ, τῶν τε σὺν αὐτῷ βαρβάρων ἄγοντα μέρος καὶ
 τέλη Ῥωμαϊκὰ καὶ ἡγεμόνας, οἳ κοινωνήσουσιν αὐτῷ τοῦ πολέμου, τὴν
 ἑῴαν δὲ αὐτὸς καταλήψεσθαι βασιλέως κελεύοντος καὶ γράμματα περὶ τοῦ
 πρακτέου διδόντος.

ἀλλ̓ ὁ βασιλεὺς μὲν ὀρθῶς ἅπαντα εἰρῆσθαι τῷ Στελίχωνι κρίνας, τά τε
 γράμματα δοὺς πρὸς τὸν τῆς ἑῴας βασιλέα καὶ πρὸς Ἀλλάριχον τῆς
 Βονωνίας ἐξήλαυνε: Στελίχων δὲ κατὰ χώραν ἔμενε τέως, οὔτε ἐπὶ τὴν
 ἑῴαν προϊὼν οὔτε ἕτερόν τι τῶν βεβουλευμένων ἄγων εἰς 
 ἔργον, ἀλλ̓ οὔτε μέρος τῶν ἐν τῷ Τικήνῳ στρατιωτῶν εἰς τὴν Ῥάβενναν
 ἢ ἑτέρωθί που μετατιθείς, ὡς ἂν μὴ τῷ βασιλεῖ κατὰ πάροδον
 ὑπαντήσαντες εἴς τινα κατ̓ αὐτοῦ τὸν βασιλέα κινήσειαν πρᾶξιν.

Ἀλλὰ Στελίχων μὲν οὐδὲν συνεπιστάμενος ἀπηχὲς ἢ κατὰ τοῦ βασιλέως ἢ
 κατὰ τῶν στρατιωτῶν βεβουλευμένον ἐν τούτοις ἦν: Ὀλύμπιος δέ τις,
 ὁρμώμενος μὲν ἐκ τοῦ Εὐξείνου πόντου, λαμπρᾶς δὲ στρατείας ἐν τοῖς
 βασιλείοις ἠξιωμένος, ἐν δὲ τῇ φαινομένῃ τῶν Χριστιανῶν εὐλαβείᾳ
 πολλὴν ἀποκρύπτων ἐν ἑαυτῷ πονηρίαν, ἐντυγχάνειν εἰωθὼς δἰ
 ἐπιεικείας προσποίησιν τῷ βασιλεῖ πολλὰ κατὰ τὸν ποιητὴν θυμοφθόρα
 τοῦ Στελίχωνος κατέχεε ῥήματα, καὶ ὡς διὰ τοῦτο τὴν ἐπὶ τὴν ἑῴαν
 ἀποδημίαν ἐπραγματεύσατο, ὡς ἂν ἐπιβουλεύσας ἀναίρεσιν Θεοδοσίῳ τῷ
 νέῳ Εὐχερίῳ τῷ παιδὶ παραδοίη.

ἀλλὰ ταῦτα μὲν εὐρυχωρίας αὐτῷ οὔσης κατὰ τὴν ὁδὸν κατέχεε τοῦ
 βασιλέως: ἤδη δὲ αὐτοῦ ὄντος κατὰ τὸ Τίκηνον, τοὺς νοσοῦντας
 ἐπισκεπτόμενος τῶν στρατιωτῶν ὁ Ὀλύμπιος ʽἦν γὰρ αὐτῷ καὶ τοῦτο τῆς
 ἐπικεκαλυμμένης μετριότητος τὸ κεφάλαιον̓ τοιουτώδεις κἀκείνοις
 ἐνέσπειρεν ἐπῳδάς.

τετάρτης δὲ μόνης ἡμέρας ἐξ οὗπερ ἐπεδήμησεν ὁ βασιλεὺς τῷ Τικήνῳ
 διελθούσης, μετακληθέντων εἰς τὰ βασίλεια τῶν στρατιωτῶν ἐφαίνετό τε
 αὐτοῖς ὁ βασιλεὺς καὶ εἰς τὸν κατὰ Κωνσταντίνου τοῦ τυράννου
 παρεθάρσυνε πόλεμον. περὶ δὲ Στελίχωνος οὐδενὸς κινηθέντος ἐφαίνετο
 νεύων τοῖς στρατιώταις Ὀλύμπιος καὶ ὥσπερ ἀναμιμνήσκων ὧν ἔτυχεν

αὐτοῖς ἐν παραβύστῳ διαλεχθείς: οἳ δὲ τρόπον τινὰ παράφοροι γεγονότες
 Λιμένιόν τε τὸν ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὄντα τῆς αὐλῆς
 ὕπαρχον ἀποσφάττουσι, καὶ ἅμα τούτῳ Χαριοβαύδην τὸν στρατηγὸν τῶν
 ἐκεῖσε ταγμάτων: ἔτυχον γὰρ διαφυγόντες τὸν τύραννον καὶ
 ὑπαντήσαντες κατὰ τὸ Τίκηνον τῷ βασιλεῖ. ἐπισφάττονται δὲ τούτοις
 Βικέντιός τε καὶ Σάλβιος, ὃ μὲν τῶν ἱππέων ἡγούμενος, ὃ δὲ τοῦ τῶν
 δομεστίκων τάγματος προεστώς.

ἐπεὶ δὲ τῆς στάσεως αὐξηθείσης ὅ τε βασιλεὺς ἀνεχώρησεν ἐπὶ τὰ
 βασίλεια καὶ τῶν ἀρχόντων ἔνιοι διαφυγεῖν ἠδυνήθησαν, ἐπὶ τὴν πόλιν
 ἅπασαν οἱ στρατιῶται διασπαρέντες ὅσους ἐδυνήθησαν τῶν ἀρχόντων
 ἀνεῖλον, ἐξελκύσαντες τῶν οἰκημάτων ἐν οἷς ἔτυχον ἀποδράντες, τὰ δὲ
 τῆς πόλεως διήρπασαν χρήματα. προϊόντος δὲ εἰς ἀνήκεστον τοῦ κακοῦ,
 χιτώνιον ὁ βασιλεὺς περιβαλόμενος χλαμύδος δίχα καὶ διαδήματος,
 φανείς τε ἐν μέσῃ τῇ πόλει, σὺν πολλῷ πόνῳ μόλις οἷός τε γέγονε τὴν
 τῶν στρατιωτῶν ἀναστεῖλαι μανίαν.

ἀνῃρέθησαν δὲ τῶν ἀρχόντων ὅσοι καὶ μετὰ τὴν φυγὴν ἥλωσαν, ὅ τε τῶν
 ἐν τῇ αὐλῇ τάξεων μάγιστρος Ναιμόριος καὶ Πατρώινος ὁ τῶν θησαυρῶν
 προεστὼς καὶ ὁ τῶν ἀνηκόντων ἰδίᾳ τῷ βασιλεῖ
 ταμιείων προβεβλημένος, καὶ ἐπὶ τούτοις Σάλβιος ὁ τὰ. βασιλεῖ
 δοκοῦντα τεταγμένος ὑπαγορεύειν, ὃν κοιαίστωρα καλεῖν οἱ ἀπὸ
 Κωνσταντίνου δεδώκασι χρόνοι: τούτῳ γὰρ οὐδὲ τὸ τῶν
 ποδῶν ἀντιλαβέσθαι τοῦ βασιλέως ἤρκεσε πρὸς ἀποφυγὴν τοῦ
 θανάτου.

τῆς δὲ στάσεως ἄχρι δείλης ὀψίας ἐπιμεινάσης, καὶ τοῦ βασιλέως μή τι
 καὶ εἰς αὐτὸν γένοιτο δείσαντος καὶ διὰ τοῦτο ὑποχωρήσαντος,
 εὑρόντες ἐν μέσῳ Λογγινιανόν, ὃς τῆς κατὰ τὴν Ἰταλίαν αὐλῆς ὕπαρχος
 ἦν, ἀναιροῦσι καὶ τοῦτον. ἀλλ̓ οὗτοι μὲν ἀρχῶν προβεβλημένοι τῆς τῶν
 στρατιωτῶν ἔργον γεγόνασιν ἀπονοίας: ἀπώλετο δὲ καὶ τῶν παρατυχόντων
 πλῆθος ὅσον ἀριθμῷ μὴ ῥᾴδιον εἶναι περιλαβεῖν.

Ταῦτα προσαγγελθέντα Στελίχωνι κατὰ τὴν Βονωνίαν ὄντι, πόλιν οὖσαν,
 ὡς εἴρηται, τῆς Αἰμιλίας, οὐ μετρίως αὐτὸν ἐτάραξε. καλέσας τε
 ἅπαντας ὅσοι συνῆσαν αὐτῷ βαρβάρων συμμάχων ἡγούμενοι, βουλὴν περὶ
 τοῦ πρακτέου προυτίθει. καὶ κοινῇ πᾶσι καλῶς ἔχειν ἐδόκει τοῦ μὲν
 βασιλέως ἀναιρεθέντος ʽἔτι γὰρ τοῦτο ἀμφίβολον ἦν̓ πάντας ὁμοῦ τοὺς
 συμμαχοῦντας Ῥωμαίοις βαρβάρους κοινῇ τοῖς στρατιώταις ἐπιπεσεῖν καὶ
 τοὺς ἄλλους ἅπαντας διὰ τούτου καταστῆσαι σωφρονεστέρους, εἰ δὲ ὁ
 μὲν βασιλεὺς φανείη περισωθείς, ἀνῃρημένοι δὲ οἱ τὰς ἀρχὰς ἔχοντες,
 τηνικαῦτα τοὺς τῆς στάσεως αἰτίους ὑπαχθῆναι τῇ δίκῃ.

τὰ μὲν οὖν Στελίχωνι καὶ τοῖς σὺν αὐτῷ βαρβάροις βεβουλευμένα τοιαῦτα
 ἦν: ἐπεὶ δὲ ἔγνωσαν ἀπηχὲς οὐδὲν εἰς τὴν βασιλείαν γενόμενον, οὐκέτι
 πρὸς τὸν κατὰ τοῦ στρατοπέδου σωφρονισμὸν ἐδόκει Στελίχωνι χωρεῖν
 ἀλλ̓ ἐπὶ τῆς Ῥαβέννης ἀναχωρεῖν: τό τε γὰρ τῶν στρατιωτῶν πλῆθος
 ἐλάμβανε κατὰ νοῦν, καὶ προσέτι γε τὴν τοῦ βασιλέως περὶ αὐτὸν
 γνώμην οὐχ ἑώρα βεβαίως ἑστῶσαν, καὶ ἐπὶ τούτοις
 ἐπαφεῖναι Ῥωμαϊκῷ στρατοπέδῳ βαρβάρους οὔτε ὅσιον οὔτε ἀσφαλὲς ᾤετο
 εἶναι.

Ἐπὶ τούτοις ἀπορουμένου Στελίχωνος, οἱ σὺν αὐτῷ βάρβαροι τὰ πρότερον
 αὐτοῖς ἐσκεμμένα κρατεῖν ἐθέλοντες ἀφέλκειν μὲν αὐτὸν ὧν μετὰ ταῦτα
 ἔκρινεν ἐπεχείρουν: ὡς δὲ οὐκ ἔπειθον, οἱ μὲν ἄλλοι πάντες ἔν τισι
 χωρίοις ἔκριναν ἐπιμεῖναι, μέχρις ἂν ἣν εἶχεν ὁ βασιλεὺς περὶ
 Στελίχωνος γνώμην σαφέστερον ἐπιδείξειε, Σάρος δὲ καὶ σώματος ῥώμῃ
 καὶ ἀξιώσει τῶν ἄλλων συμμάχων προέχων, μετὰ τῶν ὑπ̓ αὐτὸν
 τεταγμένων βαρβάρων ἀνελὼν καθεύδοντας ἅπαντας οἳ Στελίχωνι
 προσεδρεύοντες ἔτυχον Οὖννοι, καὶ τῆς ἑπομένης αὐτῷ πάσης ἀποσκευῆς
 γενόμενος ἐγκρατὴς ἐπὶ τὴν τούτου σκηνὴν ἐχώρει, καθ̓ ἣν διατρίβων
 ἀπεσκόπει τὰ συμβησόμενα.

Στελίχων μὲν οὖν καὶ τῶν σὺν αὐτῷ βαρβάρων διαστάντων ἐπὶ τὴν
 Ῥάβενναν ἀπιὼν παρεγγυᾷ ταῖς πόλεσιν, ἐν αἷς βαρβάρων ἔτυχον οὖσαι
 γυναῖκες καὶ παῖδες, μηδένα δέχεσθαι βαρβάρων αὐταῖς προσιόντα: τῆς
 δὲ τοῦ βασιλέως γνώμης ἤδη κύριος Ὀλύμπιος γεγονὼς τοῖς ἐν τῇ
 Ῥαβέννῃ στρατιώταις ἔστελλε βασιλικὰ γράμματα κελεύοντα συλληφθέντα
 Στελίχωνα τέως ἐν ἀδέσμῳ παῤ αὐτῶν ἔχεσθαι φυλακῇ.

τοῦτο μαθὼν ὁ Στελίχων ἐκκλησίαν τινὰ τῶν Χριστιανῶν πλησίον οὖσαν
 νυκτὸς οὔσης ἔτι κατέλαβεν. ὅπερ οἱ συνόντες αὐτῷ βάρβαροι καὶ ἄλλως
 οἰκεῖοι τεθεαμένοι,

μετὰ οἰκετῶν ὡπλισμένοι τὸ ἐσόμενον ἀπεσκόπουν. ἐπεὶ δὲ ἡμέρα ἦν ἤδη,
 παρελθόντες εἰς τὴν ἐκκλησίαν οἱ στρατιῶται, καὶ ὅρκοις πιστωσάμενοι
 τοῦ ἐπισκόπου παρόντος ὡς οὐκ ἀνελεῖν αὐτὸν ἀλλὰ φυλάξαι μόνον παρὰ
 βασιλέως ἐτάχθησαν, ἐπειδὴ τῆς ἐκκλησίας ὑπεξελθὼν ὑπὸ τὴν τῶν
 στρατιωτῶν ἦν φυλακήν, ἀπεδίδοτο δεύτερα γράμματα παρὰ τοῦ
 κεκομικότος τὰ πρότερα, θανάτου τιμώμενα τὰ κατὰ τῆς πολιτείας
 ἡμαρτημένα Στελίχωνι.

Εὐχερίου δὲ τοῦ τούτου παιδὸς ἐν τῷ ταῦτα γενέσθαι πεφευγότος καὶ εἰς
 τὴν Ῥώμην ἀναχωρήσαντος, ἤγετο Στελίχων ἐπὶ τὸν θάνατον. τῶν δὲ περὶ αὐτὸν βαρβάρων καὶ οἰκετῶν καὶ ἄλλως οἰκείων
 ʽἦσαν γὰρ πλῆθος οὐ μέτριον̓ ἀφελέσθαι τῆς σφαγῆς αὐτὸν ὁρμησάντων,
 σὺν ἀπειλῇ πάσῃ καὶ φόβῳ ταύτης αὐτοὺς Στελίχων ἀποστήσας τῆς
 ἐγχειρήσεως τρόπον τινὰ τὸν τράχηλον αὐτὸς ὑπέσχε τῷ ξίφει, πάντων
 ὡς εἰπεῖν τῶν ἐν ἐκείνῳ δυναστευσάντων τῷ χρόνῳ γεγονὼς
 μετριώτερος.

Θεοδοσίου γὰρ τοῦ πρεσβυτέρου συνοικῶν ἀδελφιδῇ καὶ ἀμφοῖν αὐτοῦ τοῖν
 παίδοιν τὰς βασιλείας ἐπιτραπείς, τρεῖς δὲ πρὸς τοῖς εἴκοσιν
 ἐνιαυτοὺς ἐστρατηγηκὼς οὐκ ἐφάνη ποτὲ στρατιώταις ἐπὶ χρήμασιν
 ἄρχοντας ἐπιστήσας ἢ στρατιωτικὴν σίτησιν εἰς οἰκεῖον παρελόμενος
 κέρδος.

πατὴρ δὲ παιδὸς ἑνὸς γεγονὼς ἔστησεν αὐτῷ τὴν ἀξίαν ἄχρι τοῦ
 λεγομένου νοταρίου τριβούνου, μηδεμίαν αὐτῷ περιποιήσας ἀρχήν. ὥστε
 δὲ μηδὲ τὸν χρόνον ἀγνοῆσαι τοὺς φιλομαθοῦντας τῆς
 αὐτοῦ τελευτῆς, Βάσσου μὲν ἦν ὑπατεία καὶ Φιλίππου, καθ̓ ἣν καὶ
 Ἀρκάδιος ὀ βασιλεὺς ἔτυχε τῆς εἱμαρμένης, τῇ πρὸ δέκα καλανδῶν
 Σεπτεμβρίων ἡμέρᾳ.

Στελίχωνος δὲ τελευτήσαντος τὰ ἐν τοῖς βασιλείοις ἅπαντα κατὰ τὴν
 Ὀλυμπίου διετίθετο βούλησιν, καὶ αὐτὸς μὲν τὴν τοῦ μαγίστρου
 τῶν ὀφφικίων ἀρχὴν παρελάμβανε, τὰς δὲ ἄλλας διένεμεν
 ὁ βασιλεὺς οἷς Ὀλύμπιος ἐμαρτύρει.

πανταχόθεν δὲ τῶν Στελίχωνος οἰκείων ἢ ἄλλως τὰ τούτου φρονεῖν
 δοκούντων ἐρευνωμένων, εἰς κρίσιν ἤγοντο Δευτέριος ὁ τῆς φυλακῆς τοῦ
 βασιλικοῦ κοιτῶνος προεστὼς καὶ Πέτρος ὁ τοῦ τάγματος τῶν ὑπογραφέων
 ἡγούμενος, καὶ δημοσίαν ὑποστάντες ἐξέτασιν ἠναγκάζοντό τι περὶ
 Στελίχωνος λέγειν. ὡς δὲ οὔτε καθ̓ ἑαυτῶν οὔτε κατ̓
 ἐκείνου διδάσκειν εἶχον οὐδέν, διαμαρτὼν ὁ Ὀλύμπιος τῆς σπουδῆς
 ῥοπάλοις παίεσθαι αὐτοὺς παρεσκεύαζεν ἄχρι θανάτου.

πολλῶν δὲ καὶ ἄλλων ὥς τι συνεπισταμένων Στελίχωνι πρὸς δίκην
 ἀχθέντων, εἰπεῖν τε μετὰ βασάνων ἀναγκασθέντων εἴ τινα τούτῳ
 συνίσασι βασιλείας ἐπιθυμίαν, ὡς οὐδεὶς ἔφη τι τοιοῦτον εἰδέναι, τῆς
 μὲν τοιαύτης ἐγχειρήσεως οἱ ταῦτα πολυπραγμονοῦντες ἀπέστησαν, ὁ δὲ
 βασιλεὺς Ὁνώριος τὴν μὲν γαμετὴν Θερμαντίαν παραλυθεῖσαν τοῦ
 βασιλείου θρόνου τῇ μητρὶ προσέταττε παραδίδοσθαι, μηδὲν διὰ τοῦτο
 ὑφορωμένην, τὸν δὲ Στελίχωνος υἱὸν Εὐχέριον ἀνιχνευθέντα πανταχόθεν
 ἀναιρεθῆναι.

καὶ τοῦτον ἔν τινι τῶν κατὰ τὴν Ῥώμην ἐκκλησιῶν πεφευγότα εὑρόντες
 διὰ τὴν τοῦ τόπου τιμὴν εἴασαν: ἐν δὲ τῇ Ῥώμῃ Ἡλιοκράτης ἄρχειν
 ἐπιτεταγμένος τοῦ ταμιείου, γράμμα βασιλικὸν ἐπικομιζόμενος, ὅπερ
 ἐβούλετο πάντων ὅσοι κατὰ τοὺς Στελίχωνος χρόνους ἔτυχόν τινος ἀρχῆς
 δημοσίας γίνεσθαι τὰς οὐσίας, ἔργον ἐπετίθετο τῷ ταμιείῳ
 χρημάτων.

ὥσπερ δὲ τούτων οὐκ ἀρκούντων ἐμπλῆσαι τὸν τότε συνέχοντα δαίμονα,
 τῆς τῶν ἀλιτηρίων ὄντα σειρᾶς καὶ ἐν ἐρημίᾳ τοῦ θείου πάντα
 συνταράττοντα τὰ ἀνθρώπινα, καὶ ἕτερόν τι προσετέθη τοῖς προλαβοῦσι
 τοιοῦτον. οἱ ταῖς πόλεσιν ἐνιδρυμένοι στρατιῶται, τῆς Στελίχωνος
 τελευτῆς εἰς αὐτοὺς ἐνεχθείσης, ταῖς καθ̓ ἑκάστην πόλιν οὔσαις
 γυναιξὶ καὶ παισὶ βαρβάρων ἐπέθεντο, καὶ ὥσπερ ἐκ συνθήματος
 πανωλεθρίᾳ διαφθείραντες, ὅσα ἦν αὐτοῖς ἐν οὐσίᾳ διήρπασαν.

ὅπερ ἀκηκοότες οἱ τοῖς ἀνῃρημένοις προσήκοντες καὶ πανταχόθεν ἐς
 ταὐτὸ συνελθόντες, σχετλιάσαντες ἐπὶ τῇ: τοσαύτῃ Ῥωμαίων κατὰ τῆς
 τοῦ θεοῦ πίστεως ἀσεβείᾳ πάντες ἔγνωσαν Ἀλλαρίχῳ
 προσθέσθαι καὶ τοῦ κατὰ τῆς Ρώμης αὐτῷ κοινωνῆσαι πολέμου: καὶ
 συναχθεῖσαι πρὸς τοῦτο πλείους ὀλίγῳ τριῶν μυριάδες, ἐφ̓ ὅπερ ἐδόκει
 συνέθεον.

Ἀλλάριχος δὲ οὐδὲ παρὰ τούτων ἐρεθιζόμενος ᾑρεῖτο τὸν πόλεμον, ἀλλὰ
 ἔτι τὴν εἰρήνην ἔμπροσθεν ἐποιεῖτο, τῶν ἐπὶ Στελίχωνος σπονδῶν
 μεμνημένος. στείλας δὲ πρέσβεις ἐπὶ χρήμασιν οὐ πολλοῖς εἰρήνην ᾔτει
 γενέσθαι, λαβεῖν τε ὁμήρους Ἀέτιον καὶ Ἰάσονα, τὸν μὲν Ἰοβίου
 γενόμενον παῖδα τὸν δὲ Γαυδεντίου, δοῦναι δὲ καὶ αὐτὸς τῶν παῤ αὐτῷ
 τινὰς εὖ γεγονότας, καὶ ἐπὶ τούτοις ἄγειν τὴν ἡσυχίαν, μεταστῆσαί τε
 εἰς Παιονίαν ἐκ τοῦ Νωρικοῦ τὸ στράτευμα.

ἐπὶ τούτοις Ἀλλαρίχου τὴν εἰρήνην αἰτοῦντος, ὁ βασιλεὺς ἀπεσείετο τὰ
 αἰτούμενα. καίτοι γε δυοῖν ἐχρῆν θάτερον πράξαντα τὸ παρὸν εὖ
 διαθεῖναι: ἢ γὰρ ἀναβαλέσθαι τὸν πόλεμον ἔδει, σπονδὰς ποιησάμενον
 ἐπὶ μετρίοις τισὶ χρήμασιν, ἢ πολεμεῖν αἱρούμενον πάντα συναγαγεῖν
 ὅσα στρατιωτῶν τάγματα ἦν, καὶ ταῖς παρόδοις τῶν πολεμίων
 ἐγκαταστῆσαι, καὶ ἀποκλεῖσαι τὸν βάρβαρον τῆς ἐπὶ τὸ πρόσω πορείας,
 ἡγεμόνα τε καταστῆσαι καὶ στρατηγὸν τοῦ πολέμου παντὸς Σάρον, ὄντα
 μὲν καθ̓ ἑαυτὸν ἄξιον καταπλῆξαι τοὺς πολεμίους διά τε ἀνδρείαν καὶ
 πολεμικὴν ἐμπειρίαν, ἔχοντα δὲ καὶ βαρβάρων πλῆθος ἀρκοῦν εἰς
 ἀντίστασιν.

ἀλλ̓ οὔτε τὴν εἰρήνην δεξάμενος οὔτε τὴν Σάρου φιλίαν ἐπισπασάμενος
 οὔτε τὸ Ῥωμαϊκὸν συναγαγὼν στρατόπεδον, τῶν δὲ Ὀλυμπίου τὰς ἐλπίδας
 ἀναρτήσας εὐχῶν, τοσούτων αἴτιος ἐγένετο τῷ πολιτεύματι συμφορῶν.
 στρατηγούς τε γὰρ ἐπέστησε τῷ στρατεύματι καταφρόνησιν
 ἐμποιῆσαι τοῖς πολεμίοις ἀρκοῦντας, Τουρπιλλίωνα μὲν τοῖς ἱππεῦσιν,
 Οὐαράνην δὲ τοῖς πεζοῖς ἐπιστήσας καὶ τῇ τῶν δομεστίκων ἴλῃ
 Βιγελάντιον, καὶ τὰ λοιπὰ τούτοις ὁμολογοῦντα, ὧν ἕνεκα ταῖς ἐλπίσι
 πάντες ἀπεγνωκότες ἐν ὀφθαλμοῖς ἔχειν ἐδόκουν τὴν τῆς Ἰταλίας
 ἀπώλειαν.

Ἀλλὰ τούτων οὕτω διῳκημένων ἐπὶ τὴν κατὰ τῆς Ῥώμης ἔφοδον Ἀλλάριχος
 ὡρμήθη, γελάσας τὴν Ὁνωρίου παρασκευήν. ἐπεὶ δὲ μεγίστοις οὕτως
 πράγμασιν οὐκ ἐκ τοῦ ἴσου μόνον ἀλλὰ καὶ ἐκ μείζονος ὑπεροχῆς
 ἐγχειρῆσαι διενοεῖτο, μεταπέμπεται τὸν τῆς γαμετῆς ἀδελφὸν Ἀτάουλφον
 ἐκ τῆς ἀνωτάτω Παιονίας, ὡς ἂν αὐτῷ κοινωνήσοι τῆς πράξεως,

Οὔννων καὶ Γότθων πλῆθος οὐκ εὐκαταφρόνητον ἔχων. οὐκ ἀναμείνας δὲ
 τὴν αὐτοῦ παρουσίαν, ἀλλ̓ εἰς τὸ πρόσω προελθὼν Ἀκυληίαν μὲν
 παρατρέχει καὶ τὰς ἑξῆς ταύτῃ πόλεις ἐπέκεινα τοῦ Ἠριδανοῦ ποταμοῦ
 κειμένας ʽφημὶ δὴ Κονκορδίαν καὶ Ἄλτινον καὶ ἐπὶ ταύτῃ Κρεμῶνἀ, καὶ
 περαιωθεὶς τὸν ποταμόν, ὥσπερ ἐν πανηγύρει, πολεμίου μηδενὸς
 ἀπαντήσαντος εἴς τι τῆς Βονωνίας ὁρμητήριον ἦλθεν, ὃ καλοῦσιν
 Οἰκουβαρίαν.

ἐντεῦθεν Αἰμιλίαν ἅπασαν παραμείψας καὶ καταλιπὼν ὀπίσω τὴν Ῥάβενναν
 εἰς Ἀρίμηνον ἀφίκετο, πόλιν τῆς Φλαμινίας μεγάλην. εἶτα καὶ ταύτην
 παραδραμὼν καὶ τὰς ἄλλας ὅσαι τῆς αὐτῆς ἐπαρχίας ἦσαν, εἰς τὸ
 Πίκηνον παρεγένετο: τοῦτο δὲ ἔθνος ἐστὶν ἐν ἐσχάτῳ που τοῦ Ἰονίου
 κείμενον κόλπου.

ἐντεῦθεν ἐπὶ τὴν Ῥώμην ὁρμήσας πάντα τὰ ἐν ποσὶν ἐλῄζετο φρούριά τε
 καὶ πόλεις, ὥστε εἰ μὴ πρὸ τῆς τῶν βαρβάρων εἰς τούτους τοὺς τόπους
 ἀφίξεως διαδράντες ἔφθησαν Ἀρσάκιός τε καὶ Τερέντιος
 οἱ εὐνοῦχοι, καὶ τὸν Στελίχωνος υἱὸν Εὐχέριον εἰς τὴν Ῥώμην
 εἰσήγαγον κατὰ πρόσταγμα τοῦ βασιλέως ἀποθανούμενον, καὶ ἔργον οἷς
 βασιλεὺς ἐκέλευσεν ἐπετέθη, πάντως ἂν ὁ νέος εἰς χεῖρας ἐλθὼν
 Ἀλλαρίχου περιεσώθη.

πληρώσαντες δὲ ἐπί τε τούτῳ τὸ προσταχθὲν οἱ εὐνοῦχοι καὶ Θερμαντίαν
 τὴν Ὁνωρίου γαμετὴν τῇ μητρὶ παραδόντες, οὐ δυνηθέντες ἐπανελθεῖν
 διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς τὸν βασιλέα, νεὼς ἐπιβάντες ὡς ἐπὶ Κελτοὺς
 καὶ Γαλάτας ἀπέπλευσαν: προσορμισθέντες δὲ Γενούᾳ, Λιγυστικῇ πόλει,
 διεσώθησαν εἰς τὴν Ῥάβενναν, ᾗ καὶ ὁ βασιλεὺς ἐνεδήμει.

ὄφελος δὲ μέγα τῆς πολιτείας ὁ βασιλεὺς ἡγησάμενος εἰ τοὺς εὐνούχους
 ἀποδόντας Θερμαντίαν τῇ μητρὶ καὶ ἀνελόντας Εὐχέριον ὑπὲρ τούτων
 ἀμείψαιτο τῶν ἀνδραγαθημάτων, Τερέντιον μὲν ἔταξεν ἄρχειν τοῦ
 βασιλικοῦ κοιτῶνος, Ἀρσακίῳ δὲ τὴν μετὰ τοῦτον ἔδωκε τάξιν. ἀνελὼν
 δὲ Βαθανάριον τῶν ἐν τῇ μεγάλῃ Λιβύῃ στρατιωτῶν . ., Στελίχωνος
 ἀδελφῆς ἄνδρα γενόμενον, Ἡρακλειανῷ παρέδωκε τὴν ἀρχήν, αὐτόχειρι
 Στελίχωνος ὄντι καὶ ταύτην ἔπαθλον τὴν τιμὴν δεξαμένῳ.

Ἤδη δὲ Ἀλλαρίχου περὶ τὴν Ῥώμην ὄντος καὶ καταστήσαντος εἰς τὴν
 πολιορκίαν τοὺς ἔνδον, ἐν ὑποψίᾳ ἔλαβε τὴν Σερήναν ἡ γερουσία, οἷα
 τοὺς βαρβάρους κατὰ τῆς Πόλεως ἀγαγοῦσαν, καὶ ἐδόκει κοινῇ τε τῇ
 γερουσίᾳ πάσῃ καὶ Πλακιδίᾳ τῇ ὁμοπατρίᾳ τοῦ βασιλέως
 ἀδελφῇ ταύτην ἀναιρεθῆναι τῶν περιεστώτων κακῶν οὖσαν αἰτίαν: καὶ
 Ἀλλάριχον γὰρ αὐτὸν Σερήνας ἐκποδὼν γενομένης ἀναχωρήσειν τῆς πόλεως
 οἷα μηδενὸς ὄντος ἔτι τοῦ προδώσειν τὴν πόλιν ἐλπιζομένου.

ἦν μὲν οὖν ἡ ὑποψία τῷ ὄντι ψευδής ʽοὐδὲν γὰρ ἡ Σερήνα τοιοῦτον ἔλαβε
 κατὰ νοῦν̓, δίκην δὲ τῶν εἰς τὰ θεῖα δέδωκε δυσσεβημάτων ἀξίαν, ὡς
 αὐτίκα μάλα ἔρχομαι λέξων. ὅτε Θεοδόσιος ὁ πρεσβύτης, τὴν Εὐγενίου
 καθελὼν τυραννίδα, τὴν Ῥώμην κατέλαβε καὶ τῆς ἱερᾶς ἁγιστείας
 ἐνεποίησε πᾶσιν ὀλιγωρίαν, τὴν δημοσίαν δαπάνην τοῖς ἱεροῖς χορηγεῖν
 ἀρνησάμενος, ἀπηλαύνοντο μὲν ἱερεῖς καὶ ἱέρειαι,

κατελιμπάνετο δὲ πάσης ἱερουργίας τὰ τεμένη. τότε τοίνυν ἐπεγγελῶσα
 τούτοις ἡ Σερήνα τὸ μητρῷον ἰδεῖν ἐβουλήθη, θεασαμένη δὲ τῷ τῆς Ῥέας
 ἀγάλματι περικείμενον ἐπὶ τοῦ τραχήλου κόσμον τῆς θείας ἐκείνης
 ἄξιον ἁγιστείας, περιελοῦσα τοῦ ἀγάλματος τῷ ἑαυτῆς ἐπέθηκε τραχήλῳ:
 καὶ ἐπειδὴ πρεσβῦτις ἐκ τῶν Ἑστιακῶν περιλελειμμένη παρθένων
 ὠνείδισεν αὐτῇ κατὰ πρόσωπον τὴν ἀσέβειαν, περιύβρισέ τε καὶ
 ἀπελαύνεσθαι διὰ τῶν ἑπομένων ἐκέλευσεν.

ἣ δὲ κατιοῦσα, πᾶν ὅ τι ταύτης ἄξιον τῆς ἀσεβείας, ἐλθεῖν αὐτῇ Σερήνᾳ
 καὶ ἀνδρὶ καὶ τέκνοις ἠράσατο. ἐπεὶ δὲ οὐδενὸς τούτων ποιησαμένη
 λόγον ἀνεχώρει τοῦ τεμένους ἐγκαλλωπιζομένη τῷ κόσμῳ, πολλάκις μὲν
 ἐπεφοίτησεν ὄναρ αὐτῇ καὶ ὕπαρ τὸν ἐσόμενον θάνατον προμηνύον,
 ἐθεάσαντο δὲ καὶ ἄλλοι πολλοὶ τὰ παραπλήσια. καὶ τοσοῦτον ἴσχυσεν ἡ
 τοὺς ἀσεβεῖς μετιοῦσα Δίκη δρᾶσαι τὸ οἰκεῖον, ὥστε οὐδὲ μαθοῦσα τὸ
 ἐσόμενον ἐφυλάξατο, ὑπέσχε δὲ τῇ ἀγχόνῃ τὸν τράχηλον ᾧ τὸν τῆς θεοῦ
 κόσμον ἔτυχε περιθεῖσα.

λέγεται δὲ καὶ Στελίχωνα δἰ ἑτέραν οὐ πόρρω ταύτης
 ἀσέβειαν τῆς Δίκης τὰ ἀπόρρητα μὴ διαφυγεῖν: καὶ οὗτος γὰρ θύρας ἐν
 τῷ τῆς Ῥώμης Καπιτωλίῳ χρυσίῳ πολὺν ἕλκοντι σταθμὸν ἠμφιεσμένας
 ἀπολεπίσαι προστάξαι, τοὺς δὲ τοῦτο πληρῶσαι ταχθέντας εὑρεῖν ἐν
 τινι μέρει τῶν θυρῶν γεγραμμένον μισερο ρεγι σερϝαντυρ, ὅπερ ἐστίν
 ἀθλίῳ τυράννῳ φυλάττονται . καὶ εἰς ἔργον ἐξέβη τὸ
 γεγραμμένον: ἀθλίως γὰρ καὶ ἐλεεινῶς τὸν βίον ἀπέλιπεν.

Ἀλλ̓ οὐδὲ ἡ Σερήνας ἀπώλεια τῆς πολιορκίας ἀπέστησεν Ἀλλάριχον, ἀλλ̓
 αὐτὸς μὲν κύκλῳ περιεῖχε τὴν πόλιν καὶ τὰς πύλας ἁπάσας, καταλαβὼν
 δὲ τὸν Θύβριν ποταμὸν τὴν διὰ τοῦ λιμένος τῶν ἐπιτηδείων ἐκώλυε
 χορηγίαν. ὅπερ οἱ Ῥωμαῖοι θεασάμενοι διακαρτερεῖν ἔγνωσαν, οἷα ὡς
 εἰπεῖν ἑκάστης ἡμέρας ἐκ τῆς Ῥαβέννης ἐλεύσεσθαι τῇ πόλει
 προσδοκῶντες ἐπικουρίαν.

ὡς δὲ οὐδενὸς ἀφικνουμένου τῆς ἐλπίδος ἀπεσφάλησαν, ἐδόκει τὸ μέτρον
 ἐλαττωθῆναι τοῦ σίτου καὶ τὸ ἥμισυ πέττεσθαι μόνον τοῦ πρότερον
 ἑκάστης ἡμέρας δαπανωμένου, εἶτα τῆς ἐνδείας ἐπιτεινομένης τὸ
 τρίτον. καὶ ἐπειδὴ μηδεμία τῆς τοῦ κακοῦ θεραπείας ἦν μηχανή, τὰ δὲ
 τῇ γαστρὶ βοηθοῦντα πάντα ἐπέλιπε, λιμῷ κατὰ τὸ εἰκὸς ἐπῄει λοιμὸς
 καὶ πάντα ἦν νεκρῶν σωμάτων μεστά.

τῆς δὲ πόλεως ἔξω θάπτεσθαι τῶν σωμάτων οὐ δυναμένων ʽπᾶσαν γὰρ
 ἔξοδον ἐφύλαττον οἱ πολέμιοἰ τάφος ἦν ἡ πόλις τῶν τεθνεώτων, ὥστε
 καὶ ἄλλως εἶναι τὸ χωρίον ἀοίκητον, ἀρκεῖν τε, εἰ καὶ μὴ τροφῆς ἦν
 σπάνις, εἰς σωμάτων διαφθορὰν

τὴν ἀπὸ τῶν νεκρῶν ἀναδιδομένην ὀσμήν. ἐπήρκουν δὲ πολλοῖς εἰς τὸ
 μεταδιδόναι τῶν ἀναγκαίων Λαῖτα ἡ Γρατιανοῦ τοῦ βασιλεύσαντος γαμετὴ
 καὶ Τισαμενὴ ἡ μήτηρ ταύτης: τοῦ γὰρ δημοσίου βασιλικῆς αὐταῖς
 τραπέζης ἐπιδιδόντος παρασκευήν, ἀπὸ Θεοδοσίου ταύτην ἐχούσαις τὴν
 δωρεάν, οὐκ ὀλίγοι διὰ τὴν τῶν γυναικῶν φιλανθρωπίαν τὸν λιμὸν ἐκ
 τῆς αὐτῶν οἰκίας παρεμυθοῦντο.

Ὡς δὲ εἰς ἔσχατον τοῦ κακοῦ προϊόντος καὶ εἰς ἀλληλοφαγίαν ἐλθεῖν
 ἐκινδύνευσαν, τῶν ἄλλων ἁπάντων ὅσα ἐξάγιστα εἶναι τοῖς ἀνθρώποις
 ἐδόκει πεπειραμένοι, πρεσβείαν ἔγνωσαν στεῖλαι πρὸς τὸν πολέμιον,
 ἀπαγγελοῦσαν ὅτι καὶ πρὸς εἰρήνην εἰσὶν ἕτοιμοι τὸ μέτριον ἔχουσαν
 καὶ πρὸς πόλεμον ἑτοιμότεροι, τοῦ Ῥωμαίων δήμου καὶ ἀναλαβόντος ὅπλα
 καὶ τῇ συνεχεῖ περὶ ταῦτα μελέτῃ μηκέτι πρὸς τὸ πολεμεῖν
 ἀποκνοῦντος.

αἱρεθέντος δὲ πρεσβευτοῦ Βασιλείου, τὸ μὲν γένος ἕλκοντος ἐξ Ἰβήρων
 ὑπάρχου δ̓ ἀξίᾳ τετιμημένου, συνεξῄει τούτῳ καὶ Ἰωάννης τῶν
 βασιλικῶν ὑπογραφέων, οὓς τριβούνους καλοῦσιν, ἄρχων γεγενημένος,
 οἷα γνώριμος Ἀλλαρίχῳ καὶ πρόξενος. οἱ γὰρ ἀπὸ τῆς Ῥώμης ἠπίστουν εἰ
 αὐτὸς Ἀλλάριχος ἔτι πάρεστι καὶ αὐτὸς ὁ τὴν Ῥώμην εἴη πολιορκῶν: ἐκ
 γὰρ τῆς προλαβούσης ἐβουκολοῦντο φήμης, ὡς ἕτερος εἴη τῶν τὰ
 Στελίχωνος φρονούντων αὐτὸν ἐπαγαγὼν

τῇ πόλει. οἱ δὲ πρέσβεις ὡς αὐτὸν ἀφικόμενοι κατεδύοντο μὲν ἐπὶ τῇ
 χρόνον τοσοῦτον κατασχούσῃ τοὺς Ῥωμαίους ἀγνοίᾳ, τὰ δὲ τῆς γερουσίας
 ἀπήγγελον. ὧν Ἀλλάριχος ἀκούσας, καὶ ὅτι μεταχειριζόμενος ὁ δῆμος
 ὅπλα παρεσκεύασται πολεμεῖν, δασύτερος ὢν ὁ χόρτος ἔφη
 τέμνεσθαι ῥᾴων ἢ ἀραιότερος , καὶ τοῦτο φθεγξάμενος πλατὺν
 τῶν πρέσβεων κατέχεε γέλωτα. ἐπειδὴ δὲ εἰς τοὺς περὶ τῆς εἰρήνης
 ἐληλύθασι λόγους, ἐχρῆτο ῥήμασιν ἐπέκεινα πάσης ἀλαζονείας
 βαρβαρικῆς: ἔλεγε γὰρ οὐκ ἄλλως ἀποστήσεσθαι τῆς πολιορκίας, εἰ μὴ
 τὸν χρυσὸν ἅπαντα, ὅσον ἡ πόλις ἔχει, καὶ τὸν ἄργυρον λάβοι, καὶ
 πρὸς τούτοις ὅσα ἐν ἐπίπλοις εὕροι κατὰ τὴν πόλιν καὶ ἔτι τοὺς
 βαρβάρους οἰκέτας.

εἰπόντος δὲ τῶν πρέσβεων ἑνὸς εἰ ταῦτα λάβοις, τί λοιπὸν ἔτι τοῖς
 ἐν τῇ πόλει καταλιμπάνεις ; τὰς ψυχὰς ἀπεκρίνατο.
 ταύτην οἱ πρέσβεις δεξάμενοι τὴν ἀπόφασιν ᾔτησαν τοῖς ἐν τῇ πόλει
 κοινώσασθαι τὸ πρακτέον. ἐνδοσίμου δὲ τυχόντες τοὺς ἐν τῇ πρεσβείᾳ
 γενομένους ἀπήγγειλαν λόγους. τότε δὴ πεισθέντες Ἀλλάριχον εἶναι τὸν
 πολεμοῦντα, καὶ πᾶσι τοῖς εἰς ἀνθρωπίνην ἰσχὺν φέρουσιν ἀπογνόντες
 ἀνεμιμνήσκοντο τῆς ἐπιφοιτώσης πάλαι τῇ πόλει κατὰ τὰς περιστάσεις
 ἐπικουρίας καὶ ὡς παραβάντες τὰ πάτρια ταύτης ἔρημοι κατελείφθησαν.

Περὶ δὲ ταῦτα οὖσιν αὐτοῖς Πομπηιανὸς ὁ τῆς πόλεως ὕπαρχος ἐνέτυχέ
 τισιν ἐκ Τουσκίας εἰς τὴν Ῥώμην ἀφικομένοις, οἳ πόλιν ἔλεγόν τινα
 Ναρνίαν ὄνομα τῶν περιστάντων ἐλευθερῶσαι κινδύνων,
 καὶ τῇ πρὸς τὸ θεῖον εὐχῇ καὶ κατὰ τὰ πάτρια θεραπείᾳ βροντῶν
 ἐξαισίων καὶ πρηστήρων ἐπιγενομένων τοὺς ἐπικειμένους βαρβάρους
 ἀποδιῶξαι.

τούτοις διαλεχθεὶς ἔπεισεν ὅσα ἐκ τῶν ἱερατικῶν ὄφελος. ἐπεὶ δὲ τὴν
 κρατοῦσαν κατὰ νοῦν ἐλάμβανε δόξαν, ἀσφαλέστερον ἐθέλων πρᾶξαι τὸ
 σπουδαζόμενον ἀνατίθεται πάντα τῷ τῆς πόλεως ἐπισκόπῳ: ἦν δὲ
 Ἰννοκέντιος. ὃ δὲ τὴν τῆς πόλεως σωτηρίαν ἔμπροσθεν τῆς οἰκείας
 ποιησάμενος δόξης λάθρᾳ ἐφῆκεν ποιεῖν αὐτοῖς ἅπερ ἴσασιν.

ἐπεὶ δὲ οὐκ ἄλλως ἔφασαν τῇ πόλει τὰ γενόμενα συντελέσειν, εἰ μὴ
 δημοσίᾳ τὰ νομιζόμενα πραχθείη, τῆς γερουσίας εἰς τὸ Καπιτώλιον
 ἀναβαινούσης, αὐτόθι τε καὶ ἐν ταῖς τῆς πόλεως ἀγοραῖς ὅσα προσήκει
 πραττούσης, οὐκ ἐθάρρησεν οὐδεὶς τῆς κατὰ τὸ πάτριον μετασχεῖν
 ἁγιστείας, ἀλλὰ τοὺς μὲν ἀπὸ τῆς Τουσκίας παρῆκαν, ἐτράπησαν δὲ εἰς
 τὸ θεραπεῦσαι τὸν βάρβαρον καθ̓ ὅσον ἂν οἷοί τε γίνωνται.

πέμπουσι τοίνυν καὶ αὖθις τοὺς πρέσβεις, καὶ λόγων ἑκατέρωθεν
 πλείστων γεγενημένων ἐδόκει δοθῆναι παρὰ τῆς πόλεως πεντακισχιλίας
 μὲν χρυσοῦ λίτρας, τρισμυρίας τε πρὸς ταύταις ἀργύρου, σηρικοὺς δὲ
 τετρακισχιλίους χιτῶνας, ἔτι δὲ κοκκοβαφῆ τρισχίλια δέρματα καὶ
 πέπερι σταθμὸν ἕλκον τρισχιλίων λιτρῶν. οὐκ ὄντων δὲ τῇ πόλει
 δημοσίων χρημάτων, πᾶσα ἦν ἀνάγκη τοῖς ἀπὸ τῆς γερουσίας, ὅσοι τὰς οὐσίας εἶχον, ἐκ καταγραφῆς ταύτην ὑποστῆναι
 τὴν εἰσφοράν.

ἐπιτραπεὶς δὲ Παλλάδιος τῇ δυνάμει τῆς ἑκάστου περιουσίας τὸ
 δοθησόμενον συμμετρῆσαι, καὶ ἀδυνατήσας εἰς ὁλόκληρον ἅπαντα
 συναθροῖσαι, ἢ τῶν κεκτημένων μέρος τι τῶν ὄντων ἀποκρυψάντων ἢ καὶ
 ἄλλως πως εἰς πενίαν τῆς πόλεως ἐλθούσης διὰ τὰς ἐπαλλήλους τῶν
 κρατούντων πλεονεξίας, ἐπὶ τὸν κολοφῶνα τῶν κακῶν ὁ τὰ ἀνθρώπινα
 λαχὼν ἀλιτήριος δαίμων τοὺς ἐν τῇ πόλει τότε τὰ πράγματα πράττοντας
 ἤγαγεν.

τὸ γὰρ ἐλλεῖπον ἀναπληρῶσαι διὰ τοῦ κόσμου τοῦ περικειμένου τοῖς
 ἀγάλμασιν ἔγνωσαν, ὅπερ οὐδὲν ἕτερον ἦν ἢ τὰ τελεταῖς ἁγίαις
 καθιδρυθέντα καὶ τοῦ καθήκοντος κόσμου τυχόντα διὰ τὸ φυλάξαι τῇ
 πόλει τὴν εὐδαιμονίαν ἀΐδιον, ἐλαττωθείσης κατά τι τῆς τελετῆς ἄψυχα
 εἶναι καὶ ἀνενέργητα.

ἐπεὶ δὲ πανταχόθεν ἔδει τὰ φέροντα πρὸς ἀπώλειαν τῆς πόλεως
 συνδραμεῖν, οὐκ ἀπεκόσμησαν τὰ ἀγάλματα μόνον, ἀλλὰ καὶ ἐχώνευσάν
 τινα τῶν ἐκ χρυσοῦ καὶ ἀργύρου πεποιημένων, ὧν ἦν καὶ τὸ τῆς
 ἀνδρείας, ἣν καλοῦσι Ῥωμαῖοι ΩιρτΩτεμ: οὗπερ διαφθαρέντος, ὅσα τῆς
 ἀνδρείας ἦν καὶ ἀρετῆς παρὰ Ῥωμαίοις ἀπέσβη, τοῦτο τῶν περὶ τὰ θεῖα
 καὶ τὰς πατρίους ἁγιστείας ἐσχολακότων ἐξ ἐκείνου τοῦ χρόνου
 προφητευσάντων.

Τὰ μὲν οὖν χρήματα τοῦτον συνεκομίσθη τὸν τρόπον, ἐδόκει δὲ πρὸς τὸν
 βασιλέα πρεσβείαν σταλῆναι κοινωσομένην αὐτῷ περὶ τῆς ἐσομένης
 εἰρήνης, καὶ ὡς οὐ τὰ χρήματα μόνον Ἀλλάριχος ἀλλὰ καὶ παῖδας τῶν εὖ
 γεγονότων ὁμήρους ἐθέλοι λαβεῖν ἐφ̓ ᾧ δὴ μὴ μόνον εἰρήνην ἀλλὰ καὶ
 ὁμαιχμίαν πρὸς τὸν βασιλέα ποιήσασθαι, χωρήσειν τε
 ὁμόσε Ῥωμαίοις κατὰ παντὸς ἐναντία τούτοις φρονεῖν βουλομένου.

ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ τὴν εἰρήνην ἐπὶ τούτοις ἐδόκει γενέσθαι, τὰ
 μὲν χρήματα τοῖς βαρβάροις ἐδόθη, τριῶν δὲ ἀγορὰν ἡμερῶν τοῖς ἀπὸ
 τῆς πόλεως Ἀλλάριχος ἀνῆκεν, ἄδειαν ἐξόδου διά τινων πυλῶν αὐτοῖς
 δεδωκώς, ἐπιτρέψας δὲ καὶ τὸν ἐκ τοῦ λιμένος ἀνάγεσθαι σῖτον.
 ἀναπνευσάντων δὲ τῶν πολιτῶν, ἀποδομένων τε ὅσα ἦν αὐτοῖς περιττά,
 καὶ τὰ ἐνδέοντα πριαμένων ἢ ἐξ ἀμοιβῆς ἄλλων πραγμάτων πορισαμένων,
 ἀνεχώρουν τῆς Ῥώμης οἱ βάρβαροι, καὶ τὰς σκηνὰς ἔν τισι περὶ τὴν
 Τουσκίαν ἐπήγνυντο τόποις.

καὶ οἱ μὲν οἰκέται σχεδὸν ἅπαντες, οἳ κατὰ τὴν Ῥώμην ἦσαν, ἑκάστης ὡς
 εἰπεῖν ἡμέρας ἀναχωροῦντες τῆς πόλεως ἀνεμίγνυντο τοῖς βαρβάροις,
 εἰς τεσσάρων που μυριάδων πλῆθος συνειλεγμένοις: ἀλώμενοι δέ τινες
 τῶν βαρβάρων τοῖς ἐπὶ τὸν λιμένα κατιοῦσι καὶ ἀνακομίζουσί τι τῶν
 ἐπιτηδείων ἐπῄεσαν, ὅπερ μαθὼν Ἀλλάριχος ὡς μὴ κατὰ γνώμην αὐτοῦ
 γινόμενον ἐκκόπτειν ἐσπούδαζε. δοκούσης δὲ εἶναι τῶν κακῶν μετρίας
 ἀνακωχῆς, ἐν μὲν τῇ Ῥαβέννῃ πρόεισιν ὁ βασιλεὺς Ὁνώριος ὕπατος,
 ὀκτάκις ἤδη τῆς τιμῆς ταύτης τυχών, κατὰ δὲ τὴν ἑῴαν Θεοδόσιος τὸ
 τρίτον ὁ βασιλεύς.

Ἐπὶ τούτῳ τε Κωνσταντῖνος ὁ τύραννος εὐνούχους πρὸς Ὁνώριον ἔστελλε,
 συγγνώμην αἰτῶν ἕνεκα τοῦ τὴν βασιλείαν ἀνασχέσθαι λαβεῖν: μηδὲ γὰρ
 ἐκ προαιρέσεως ἑλέσθαι ταύτην, ἀλλὰ ἀνάγκης αὐτῷ παρὰ τῶν στρατιωτῶν
 ἐπαχθείσης.

ταύτης ἀκηκοὼς ὁ βασιλεὺς τῆς αἰτήσεως, θεωρῶν τε ὡς οὐ ῥᾴδιον αὐτῷ
 τῶν σὺν Ἀλλαρίχῳ βαρβάρων οὐ πόρρω ὄντων περὶ πολέμων ἑτέρων
 διανοεῖσθαι, καὶ προσέτι γε λόγον ποιούμενος συγγενῶν οἰκείων παρὰ
 τοῦ τυράννου κατεχομένων ʽοὗτοι δὲ ἦσαν Βερηνιανὸς καὶ
 Δίδυμοσ̓, ἐνδίδωσι ταῖς αἰτήσεσιν, ἐκπέμπει δὲ αὐτῷ καὶ βασιλικὴν
 ἐσθῆτα. τῶν μὲν οὖν συγγενῶν ἕνεκα ματαίαν εἶχε φροντίδα, πρὸ ταύτης
 τῆς πρεσβείας ἀποσφαγέντων, τοὺς δὲ εὐνούχους ἐπὶ τούτοις ἀπέπεμπεν.

Οὔπω δὲ τῆς πρὸς Ἀλλάριχον βεβαιωθείσης εἰρήνης οἷα τοῦ βασιλέως
 οὔτε τοὺς ὁμήρους παραδόντος οὔτε τὰ αἰτούμενα πάντα πληρώσαντος,
 ἐπέμποντο παρὰ τῆς γερουσίας εἰς τὴν Ῥάβενναν πρέσβεις Καικιλιανὸς
 καὶ Ἄτταλος καὶ Μαξιμιανός, οἳ πάντα ἀποδυρόμενοι τὰ συμβάντα τῇ
 Ῥώμῃ καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἐκτραγῳδήσαντες ἤνυσαν πλέον
 οὐδέν, Ὀλυμπίου συνταράττοντος πάντα καὶ τοῖς καλῶς ἔχειν δοκοῦσιν
 ἐμποδὼν γινομένου.

ταύτῃ τοι τοὺς πρέσβεις ἐάσας ἀπράκτους ἐφ̓ οἷς ἐληλύθασι, παραλύσας
 Θεόδωρον τῆς τῶν ὑπάρχων ἀρχῆς Καικιλιανῷ ταύτην παρέδωκεν, Ἄτταλον
 δὲ προεστάναι τῶν θησαυρῶν ἔταξεν. ἔργον δὲ οὐδὲν ἕτερον ἔχοντος
 Ὀλυμπίου ἢ τὸ πανταχόθεν τοὺς Στελίχωνι συνεπίστασθαί τι λεγομένους
 ἰχνεύειν, ἤχθησαν εἰς κρίσιν ἐπὶ τῇ τοιαύτῃ συκοφαντίᾳ Μαρκελλιανὸς
 καὶ Σαλώνιος, ὄντες ἀδελφοὶ καὶ ἐν τῷ τάγματι τῶν βασιλικῶν
 ὑπογραφέων ἀναφερόμενοι: καὶ τούτους γὰρ Ὀλύμπιος τῷ τῆς αὐλῆς
 παρέδωκεν ὑπάρχῳ, καὶ αἰκισμοῦ παντὸς εἴδει τὸ σῶμα ξανθέντες τῶν
 Ὀλυμπίῳ σπουδαζομένων εἶπον οὐδέν.

Τῶν δὲ κατὰ τὴν Ῥώμην ἐν οὐδεμιᾷ τύχῃ βελτίονι καταστάντων, ἔδοξε τῷ
 βασιλεῖ πέντε τῶν ἀπὸ Δελματίας στρατιωτικὰ τάγματα, τῆς οἰκείας
 μεταστάντα καθέδρας, ἐπὶ φυλακῇ τῆς Ῥώμης ἐλθεῖν. τὰ δὲ τάγματα
 ταῦτα ἐπλήρουν ἄνδρες ἑξακισχίλιοι, τόλμῃ καὶ ῥώμῃ τοῦ Ῥωμαϊκοῦ
 στρατεύματος κεφάλαιον ὄντες.

ἡγεῖτο δὲ αὐτῶν Οὐάλης πρὸς πάντα κίνδυνον ἑτοιμότατος, ὃς οὐκ
 ἀξιώσας δἰ ὁδῶν ἃς οὐκ ἐφύλαττον οἱ πολέμιοι διελθεῖν,
 καραδοκήσαντος Ἀλλαρίχου τὴν πάροδον ἐπιπεσόντος τε σὺν παντὶ τῷ
 στρατεύματι πάντας ὑπὸ ταῖς τῶν πολεμίων πεποίηκε γενέσθαι χερσί,
 καὶ μόλις διέφυγον ἄνδρες ἑκατόν, ἐν οἷς καὶ ὁ τούτων
 ἡγούμενος ἦν: οὗτος γὰρ ἅμα Ἀττάλῳ τῷ ὑπὸ τῆς γερουσίας σταλέντι
 πρὸς τὸν βασιλέα οἷός τε γέγονεν εἰς τὴν Ῥώμην εἰσελθὼν
 διασωθῆναι.

κακῶν δὲ μειζόνων ἀεὶ τοῖς οὖσι προστιθεμένων, ἐπιστὰς Ἄτταλος τῇ
 Ῥώμῃ παραλύει τῆς φροντίδος Ἡλιοκράτην, ἣν ὁ βασιλεὺς ἦν αὐτῷ
 παραδοὺς Ὀλυμπίῳ πειθόμενος. ἐτέτακτο γὰρ τὰς οὐσίας τῶν
 δεδημευμένων διὰ τὴν Στελίχωνος οὐσίαν διερευνῆσαι καὶ ταύτας τοῦ
 δημοσίου ποιεῖν: ἀλλ̓ ἐπειδὴ μέτρια φρονῶν τὸ τοῖς δυστυχοῦσιν
 ἐπεμβαίνειν ἐν ἀσεβείας ἐτίθετο μέρει, καὶ οὔτε πρὸς ἀκρίβειαν τὰ
 πράγματα ἀνεζήτει, πολλοῖς δὲ καὶ ἀποκρύπτειν ἃ δύναιντο λάθρᾳ
 ἐδήλου, φαῦλός τις εἶναι διὰ τοῦτο δόξας εἰς τὴν Ῥάβενναν ἤγετο, τῆς
 περὶ τοὺς ἀτυχήσαντας φιλανθρωπίας ἕνεκεν δίκην ἐκτίσων.

καὶ πάντως ἂν ἐτιμήθη θανάτου διὰ τὴν τότε κρατοῦσαν ὠμότητα, εἰ μή
 τινα τῶν Χριστιανῶν ἐκκλησίαν ἔτυχε τηνικαῦτα καταλαβών.
 Μαξιμιλλιανὸς δὲ τοῖς πολεμίοις περιπεσὼν ἀπεδόθη
 Μαρινιανῷ τῷ πατρὶ τρισμυρίων ὑπὲρ αὐτοῦ δοθέντων χρυσῶν: ὡς γὰρ
 ἀναβαλομένου τὴν εἰρήνην τοῦ βασιλέως καὶ μὴ πληρώσαντος τὰ
 συγκείμενα τοῖς ἁλισκομένοις τῶν εὖ
 γεγονότων, οὐκ ἦν ἔτι τοῖς Ῥωμαίοις ἡ τῆς πόλεως ἔξοδος
 ἐλευθέρα.

ἀλλὰ τῆς μὲν εἰρήνης ἕνεκα καὶ αὖθις ὡς βασιλέα πέμπει πρέσβεις ἡ
 γερουσία, καὶ τοῦ τῆς Ῥώμης ἐπισκόπου τοῖς πρέσβεσι συναπάραντος:
 ἦσαν δὲ σὺν αὐτοῖς καὶ βαρβάρων τινὲς ὑπ̓ Ἀλλαρίχου σταλέντες, ὡς ἂν
 περισώζοιεν αὐτοὺς ἐκ τῶν ἐνοχλούντων ταῖς ὁδοῖς πολεμίων. ἀλλὰ
 τούτων ἐς τὸν βασιλέα κεχωρηκότων, Ἀτάουλφος γενόμενος ὑπ̓ Ἀλλαρίχου
 μετάπεμπτος, ὡς ἐν τοῖς ἀνωτέρω διεξῆλθον, ἐπεραιώθη τὰς Ἄλπεις τὰς
 ἀπὸ Παιονίας ἐπὶ τὴν Οὐενετίαν φερούσας.

ὅπερ ὁ βασιλεὺς ἀκηκοώς, μὴ πολλήν τε δύναμιν εἶναι αὐτῷ, τοὺς
 στρατιώτας πάντας, ἱππέας τε καὶ πεζούς, ὅσοι κατὰ τὰς πόλεις ἦσαν,
 ἀπαντῆσαι τούτῳ διέταξεν ἅμα τοῖς σφῶν ἡγεμόσιν. Ὀλυμπίῳ δὲ τῶν ἐν
 τῇ αὐλῇ τάξεων ἡγουμένῳ τοὺς ἐν τῇ Ῥαβέννῃ δέδωκεν Οὔννους,
 τριακοσίους ὄντας τὸν ἀριθμόν, οἵτινες ἐπειδὴ τοὺς ἐληλυθότας Πείσας αὐτὴν ὀνομάζουσιν, ἐπιθέμενοι καὶ
 συμπεσόντες ἀναιροῦσι μὲν τῶν Γότθων ἑκατὸν καὶ χιλίους, ἑπτακαίδεκα
 μόνοι πεσόντες: ὡς δὲ τὸ πᾶν ἐπιὸν ἐθεάσαντο πλῆθος,
 μὴ κυκλωθεῖεν ὑπὸ τῶν πολλῶν δείσαντες, εἰς τὴν Ῥάβενναν ἐσώθησαν.

Ὀλύμπιον δὲ οἱ περὶ τὴν αὐλὴν εὐνοῦχοι πρὸς τὸν βασιλέα διαβαλόντες
 ὡς αἴτιον τῶν οὐ δεξιῶς συμβεβηκότων τῷ πολιτεύματι, παραλυθῆναι τῆς
 ἀρχῆς πεποιήκασιν. ὃ δὲ μὴ καὶ ἕτερόν τι πάθοι δεδιώς, φυγῇ
 χρησάμενος τὴν Δαλματίαν κατελάμβανεν. ὁ δὲ βασιλεὺς ὕπαρχον μὲν τὸν
 Ἄτταλον εἰς τὴν Ῥώμην ἐκπέμπει, πολὺν δὲ ποιούμενος λόγον τοῦ μὴ
 λαθεῖν τι τῶν εἰς τὸ ταμιεῖον ἐλθόντων, ἐκπέμπει Δημήτριον ἣν εἶχεν
 Ἄτταλος φροντίδα πληρώσοντα καὶ διερευνησόμενον τὰς οὐσίας ὅσαι τοῦ
 δημοσίου γεγόνασι.

πολλὰ δὲ περὶ τὰς ἀρχὰς καὶ ἄλλα καινοτομήσας, καὶ τοὺς
 μὲν πρότερον καταδυναστεύοντας ἐκβαλών, ἄλλοις δὲ τὰς ἀρχὰς
 παραδούς, ἔταξε καὶ Γενέριδον τῶν ἐν Δαλματίᾳ πάντων ἡγεῖσθαι, ὄντα
 στρατηγὸν καὶ τῶν ἄλλων ὅσοι Παιονίαν τε τὴν ἄνω καὶ Νωρικοὺς καὶ
 Ῥαιτοὺς ἐφύλαττον, καὶ ὅσα αὐτῶν μέχρι τῶν Ἄλπεων. ἦν δὲ ὁ Γενέριδος
 βάρβαρος μὲν τὸ γένος, τὸν δὲ τρόπον εἰς πᾶν ἀρετῆς εἶδος εὖ
 πεφυκώς, χρημάτων τε ἀδωρότατος.

οὗτος ἔτι τοῖς πατρῴοις ἐμμένων καὶ τῆς εἰς θεοὺς θρησκείας ἐκστῆναι
 οὐκ ἀνεχόμενος, ἐπειδὴ νόμος εἰσήχθη τοῖς οὐκ οὖσι Χριστιανοῖς ζώνην
 ἐν τοῖς βασιλείοις ἔχειν ἀπαγορεύων, τούτου τοῦ νόμου τεθέντος ἀρχῆς
 ἐν τῇ Ῥώμῃ στρατιωτικῆς προεστὼς ὁ Γενέριδος ἔμεινεν ἐπ̓ οἴκου, τὴν
 ζώνην ἀποθέμενος. ἐπεὶ δὲ ὁ βασιλεὺς οἷα δὴ τοῖς 
 ἄρχουσι συναριθμούμενον ἀπῄτει προϊέναι κατὰ τὴν οἰκείαν τάξιν εἰς
 τὰ βασίλεια, νόμον ἔφησεν εἶναι κωλύοντα ζώνην αὐτὸν ἔχειν ἢ ὅλως
 τοῖς ἄρχουσι καταλέγεσθαι τοὺς τὴν Χριστιανῶν μὴ τιμῶντας
 θρησκείαν.

τοῦ δὲ βασιλέως εἰπόντος ὡς ἐπὶ μὲν τοῖς ἄλλοις ἅπασι τὸν νόμον
 κρατεῖν, ἐπ̓ αὐτοῦ δὲ οὐκέτι τοσαῦτα τῆς πολιτείας
 προκινδυνεύσαντος, ταύτης οὐκ ἀνέχεσθαι τῆς τιμῆς εἶπεν, εἰς ὕβριν
 πάντων φερούσης τῶν ὅσοι τῆς στρατείας διὰ τὸν νόμον διήμαρτον. καὶ
 οὐκ ἄλλως ἀντελάβετο τῆς ἀρχῆς, ἕως ὁ βασιλεὺς αἰδοῖ τε ἅμα καὶ
 χρείᾳ συνωθούμενος ἔπαυσεν ἐπὶ πᾶσι τὸν νόμον, ἀποδοὺς ἑκάστῳ τῆς
 αὑτοῦ ὄντι δόξης ἄρχειν τε καὶ στρατεύεσθαι.

ἀπὸ ταύτης ὁρμώμενος τῆς μεγαλοφροσύνης Γενέριδος συνεχέσι τοὺς
 στρατιώτας ἐπαίδευε γυμνασίαις, ἐπιδιδούς τε τὰς σιτήσεις αὐτοῖς
 παραιρεῖσθαι τούτων οὐδενὶ κατὰ τὸ σύνηθες ἐνεδίδου, καὶ αὐτός, ἐξ
 ὧν αὐτῷ τὸ δημόσιον ἐδίδου, τὰ πρέποντα τοῖς πλέον πονοῦσι
 φιλοτιμούμενος. καὶ τοιοῦτος φανεὶς τοῖς τε πλησιάζουσι βαρβάροις
 ἐπίφοβος ἦν, καὶ πᾶσαν ἀσφάλειαν τοῖς ἔθνεσιν, ὅσα φυλάττειν ἔλαχεν,
 ἐνεποίει.

Κατὰ δὲ τὴν Ῥάβενναν εἰς στάσιν ἀναστάντες οἱ στρατιῶται τὸν ταύτης
 λιμένα καταλαμβάνουσι, σὺν οὐδενὶ κόσμῳ βοῶντες καὶ τὸν βασιλέα
 φανῆναι σφίσιν αἰτοῦντες. τοῦ δὲ φόβῳ τῆς στάσεως ἀποκρυβέντος,
 προελθὼν εἰς μέσον Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος, ἅμα καὶ τῇ τοῦ
 πατρικίου τετιμημένος ἀξίᾳ, ποιούμενος ἀγνοεῖν τὴν αἰτίαν τῆς
 στάσεως ʽκαίτοι γε αὐτὸς ἐλέγετο ταύτης αἴτιος εἶναι, κοινωνὸν ἔχων
 Ἀλλόβιχον εἰς τοῦτο τὸν τῶν ἱππέων ἡγούμενον δομεστίκων̓

ἀπῄτει λόγον αὐτοὺς ἀνθ̓ ὅτου πρὸς τοῦτο ἐξήχθησαν. ὡς δὲ παρὰ τῶν
 στρατιωτῶν ἤκουεν ὡς πᾶσα ἀνάγκη Τουρπιλλίωνα καὶ Βιγελάντιον αὐτοῖς
 ἐκδοθῆναι τοὺς στρατηγοὺς καὶ μετὰ τούτων Τερέντιον τὸν τῶν
 βασιλικῶν προεστῶτα κοιτώνων καὶ Ἀρσάκιον τὸν μετὰ τοῦτον τῇ τάξει
 καλούμενον, δείσαντος δὴ τοῦ βασιλέως τὴν τῶν στρατιωτῶν
 ἐπανάστασιν, κατὰ μὲν τῶν στρατηγῶν ἀειφυγίας ἐκφέρεται ψῆφος καὶ
 ἐμβληθέντες πλοίῳ παρὰ τῶν ἀπαγόντων ἀναιροῦνται ʽτοῦτο γὰρ ἦν
 αὐτοῖς κελεύσας Ἰόβιος:

ἐδεδίει γὰρ μή ποτε ἐπανελθόντες καὶ τὴν κατὰ σφῶν γνόντες ἐπιβουλὴν
 εἰς τὴν κατ̓ αὐτοῦ τὸν βασιλέα προκαλέσοιντο τιμωρίαν̓, Τερέντιος δὲ
 εἰς τὴν ἑῴαν ἐκπέμπεται, καὶ Ἀρσάκιος τὴν Μεδιόλανον οἰκεῖν
 ἐκληρώσατο.

Καταστήσας δὲ ὁ βασιλεὺς Εὐσέβιον μὲν ἀντὶ Τερεντίου φύλακα τοῦ
 κοιτῶνος, Οὐάλεντι δὲ τὴν ἀρχὴν ἣν εἶχε Τουρπιλλίων παραδούς, καὶ
 μετὰ Βιγελάντιον Ἀλλόβιχον ἵππαρχον καταστήσας, τὴν
 μὲν τῶν στρατιωτῶν παύειν πως ἔδοξε στάσιν, Ἰόβιος δὲ ὁ τῆς αὐλῆς
 ὕπαρχος, πᾶσαν εἰς αὑτὸν τὴν παρὰ βασιλεῖ δύναμιν περιστήσας, ἔγνω
 πρέσβεις ἐκπέμψαι πρὸς Ἀλλάριχον, ἄχρι τῆς Ῥαβέννης αὐτὸν
 παραγενέσθαι σὺν Ἀταούλφῳ παρακαλοῦντας ὡς δὴ τῆς εἰρήνης αὐτόθι
 γενησομένης.

πεισθέντος δὲ τοῖς τοῦ βασιλέως καὶ τοῖς Ἰοβίου γράμμασιν Ἀλλαρίχου,
 παραγενομένου τε εἰς τὴν Ἀρίμηνον Ῥαβέννης ἀφεστῶσαν μιλίοις
 τριάκοντα, συνδραμὼν κατὰ ταύτην Ἰόβιος, ἅτε ἐν ταῖς Ἠπείροις
 πρόξενος καὶ φίλος Ἀλλαρίχῳ γεγενημένος, τοὺς περὶ τῶν συνθηκῶν
 ἐποιήσατο λόγους.

ἀπῄτει δὲ Ἀλλάριχος χρυσίον μὲν ἔτους ἑκάστου δίδοσθαί τι ῥητὸν καὶ
 σίτου τι χορηγεῖσθαι μέτρον, οἰκεῖν δὲ αὐτὸν ἅμα τοῖς σὺν αὐτῷ πᾶσι
 Βενετίας ἄμφω καὶ Νωρικοὺς καὶ Δελματίαν. ταῦτα ἐναντίον Ἀλλαρίχου
 γράψας Ἰόβιος ἐκπέμπει τῷ βασιλεῖ, δοὺς καὶ ἴδια πρὸς αὐτὸν γράμματα
 παραινοῦντα καταστῆσαι δυνάμεως ἑκατέρας στρατηγὸν Ἀλλάριχον, ὥστε
 ταύτης αὐτὸν τυχόντα τῆς θεραπείας χαλάσαι τι τῆς βαρύτητος τῶν
 συνθηκῶν καὶ ἐπὶ φορητοῖς καὶ μετρίοις ποιήσασθαι τὰς σπονδάς.

ταύτην δεξάμενος ὁ βασιλεὺς τὴν ἐπιστολὴν καταγινώσκει μὲν τῆς Ἰοβίου
 προπετείας, γράμμασι δὲ ἐχρῆτο πρὸς αὐτὸν δἰ ὧν ἐδήλου χρυσίου μὲν
 καὶ σίτου μέτρον αὐτὸν ὁρίσαι προσήκειν οἷα τῆς αὐλῆς ὕπαρχον ὄντα
 καὶ τὴν τῶν δημοσίων φόρων ἐπιστάμενον δύναμιν, ἀξίαν
 δὲ ἢ στρατηγίαν μή ποτε Ἀλλαρίχῳ δώσειν ἤ τισι τῶν τῷ γένει
 προσηκόντων.

ταύτην δεξάμενος Ἰόβιος τὴν ἐπιστολὴν οὐ καθ̓ ἑαυτὸν ἀνελίξας ἀνέγνω
 ταύτην ἀλλ̓ εἰς ἐπήκοον Ἀλλαρίχου. καὶ τὰ μὲν ἄλλα μετρίως ἤνεγκεν:
 ὡς δὲ ἀρνηθεῖσαν εἶδεν ἑαυτῷ τε καὶ τῷ γένει τὴν τῆς
 στρατηγίας ἀρχήν, ἀναστὰς εἰς ὀργὴν αὐτόθεν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν
 τοὺς σὺν αὐτῷ βαρβάρους ἐκέλευσεν ὡς αὐτίκα τὴν εἰς αὐτὸν καὶ τὸ
 γένος ἅπαν ἀμυνούμενος ὕβριν.

Ἰόβιος δὲ ἀπορηθεὶς ἐπὶ τῷ παραλόγῳ τῶν τοῦ βασιλέως γραμμάτων εἰς
 τὴν Ῥάβενναν ἐπανῄει. βουλόμενος δὲ τῆς μέμψεως αὑτὸν ἀπολῦσαι
 κατέλαβεν ὅρκοις Ὁνώριον, ἦ μὴν εἰρήνην μή ποτ̓ ἔσεσθαι πρὸς
 Ἀλλάριχον, ἀλλ̓ ἄχρι παντὸς αὐτῷ πολεμήσειν. ὤμνυ δὲ καὶ αὐτὸς ὅρκον
 τῆς βασιλέως ἁψάμενος κεφαλῆς, καὶ τοὺς ἄλλους οἳ τὰς ἀρχὰς εἶχον
 ταὐτὸν ποιῆσαι παρασκευάσας.

Τούτων δὲ πραχθέντων ὁ βασιλεὺς ὡς δὴ πολεμήσων Ἀλλαρίχῳ μυρίους εἰς
 συμμαχίαν Οὔννους ἐπεκαλεῖτο: τροφὴν δὲ τούτοις ἕτοιμον εἶναι
 παροῦσι βουλόμενος, σῖτον καὶ πρόβατα καὶ βόας τοὺς ἀπὸ τῆς
 Δελματίας εἰσφέρειν ἐκέλευεν. ἔπεμπε δὲ τοὺς κατασκοπήσοντας ὅπως
 τὴν ἐπὶ τὴν Ῥώμην ὁδὸν Ἀλλάριχος ποιεῖται, καὶ πανταχόθεν τὰς
 δυνάμεις συνήθροιζεν.

Ἀλλάριχος δὲ εἰς μετάμελον ἐλθὼν ἐπὶ τῇ κατὰ τῆς Ῥώμης ὁρμῇ, τοὺς
 κατὰ πόλιν ἐπισκόπους ἐξέπεμπε πρεσβευσομένους ἅμα καὶ
 παραινοῦντας τῷ βασιλεῖ μὴ περιιδεῖν τὴν ἀπὸ πλειόνων ἢ χιλίων
 ἐνιαυτῶν τοῦ πολλοῦ τῆς γῆς βασιλεύουσαν μέρους ἐκδεδομένην
 βαρβάροις εἰς πόρθησιν, μηδὲ οἰκοδομημάτων μεγέθη τηλικαῦτα
 διαφθειρόμενα πολεμίῳ πυρί, θέσθαι δὲ τὴν εἰρήνην ἐπὶ μετρίαις
 σφόδρα συνθήκαις.

οὔτε γὰρ ἀρχῆς ἢ ἀξίας δεῖσθαι τὸν βάρβαρον, οὔτε τὰς πρότερον
 ἐπαρχίας ἔτι πρὸς οἴκησιν βούλεσθαι καὶ ἐπὶ τοῦ παρόντος λαβεῖν,
 ἀλλὰ μόνους ἄμφω Νωρικούς, ἐν ταῖς ἐσχατιαῖς που τοῦ Ἴστρου
 κειμένους, συνεχεῖς τε ὑφισταμένους ἐφόδους καὶ εὐτελῆ φόρον τῷ
 δημοσίῳ εἰσφέροντας, καὶ σῖτον ἐπὶ τούτοις ἔτους ἑκάστου τοσοῦτον
 ὅσον ἀρκεῖν ὁ βασιλεὺς οἰηθείη. συγχωρεῖν δὲ καὶ τὸ χρυσίον, εἶναί
 τε φιλίαν καὶ ὁμαιχμίαν αὐτῷ καὶ Ῥωμαίοις κατὰ παντὸς αἴροντος ὅπλα
 καὶ πρὸς πόλεμον κατὰ τῆς βασιλείας ἐγειρομένου.

ταῦτα ἐπιεικῶς καὶ σωφρόνως Ἀλλαρίχου προτεινομένου, καὶ πάντων ὁμοῦ
 τὴν τοῦ ἀνδρὸς μετριότητα θαυμαζόντων, Ἰόβιος καὶ οἱ τῷ βασιλεῖ
 παραδυναστεύοντες ἀνήνυτα ἔφασκον τὰ αἰτούμενα εἶναι, πάντων ὅσοι
 τὰς ἀρχὰς εἶχον ὀμωμοκότων μὴ ποιεῖσθαι πρὸς Ἀλλάριχον εἰρήνην. εἰ
 μὲν γὰρ πρὸς τὸν θεὸν τετυχήκει δεδομένος ὅρκος, ἦν ἄν ὡς εἰκὸς
 παριδεῖν ἐνδιδόντας τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ τὴν ἐπὶ τῇ ἀσεβείᾳ
 συγγνώμην:

ἐπεὶ δὲ κατὰ τῆς τοῦ βασιλέως ὠμωμόκεσαν κεφαλῆς, οὐκ εἶναι θεμιτὸν
 αὐτοῖς εἰς τὸν τοσοῦτον ὅρκον ἐξαμαρτεῖν. τοσοῦτον ἐτύφλωττεν ὁ νοῦς
 τῶν τότε τὴν πολιτείαν οἰκονομούντων, θεοῦ προνοίας ἐστερημένων.

Ἀλλάριχος μὲν οὖν ἐπὶ ταῖς οὕτω μετρίαις αἰτήσεσι περιυβρισθεὶς ἐπὶ
 τὴν Ῥώμην ἤλαυνε πανστρατιᾷ, τῇ κατ̓ αὐτῆς πολιορκίᾳ προσκαρτερήσων.
 ἐν τούτῳ δὲ παρὰ Κωνσταντίνου τοῦ τυραννήσαντος ἐν Κελτοῖς ἀφίκετο
 πρὸς Ὁνώριον κατὰ πρεσβείαν Ἰόβιος, παιδείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς
 διαπρέπων, βεβαιωθῆναι τὴν πρότερον ὁμολογηθεῖσαν εἰρήνην, καὶ ἅμα
 συγγνώμην ἕνεκα τῆς ἀναιρέσεως Διδύμου καὶ Βερηνιανοῦ τῶν συγγενῶν
 Ὁνωρίου τοῦ βασιλέως αἰτῶν: ἀπελογεῖτο γὰρ λέγων ὡς οὐ κατὰ
 προαίρεσιν ἀνῄρηνται Κωνσταντίνου.

συντεταραγμένον δὲ τὸν Ὁνώριον θεασάμενος, εὔλογον ἔφασκεν εἶναι ταῖς
 περὶ τὴν Ἰταλίαν ἐνασχολουμένῳ φροντίσιν ἐνδοῦναι: συγχωρούμενος δὲ
 πρὸς Κωνσταντῖνον ἐκδημῆσαι καὶ τὰ συνέχοντα τὴν Ἰταλίαν ἀγγεῖλαι,
 μετ̓ οὐ πολὺ καὶ αὐτὸν ἄξειν ἅμα παντὶ τῷ ἐν Κελτοῖς καὶ ἐν Ἰβηρίᾳ
 καὶ ἐν τῇ Βρεττανικῇ νήσῳ στρατεύματι, ταῖς κατὰ τὴν Ἰταλίαν καὶ τὴν
 Ῥώμην βοηθήσοντα περιστάσεσιν. καὶ ὁ μὲν Ἰόβιος ἐπὶ τούτοις
 ἀναχωρεῖν ἐπετράπη: τὰ δὲ ἐν Κελτοῖς οὔπω τῆς προσηκούσης ἀφηγήσεως
 ἀξιωθέντα δίκαιον ἄνωθεν, ὡς ἕκαστα ἐπράχθη, διεξελθεῖν.

Ἔτι βασιλεύοντος Ἀρκαδίου, καὶ ὑπάτων ὄντων Ὁνωρίου τὸ ʽ??ʼ καὶ
 Θεοδοσίου τὸ ʽ??ʼ, οἱ ἐν τῇ Βρεττανίᾳ στρατευόμενοι στασιάσαντες
 ἀνάγουσι Μάρκον ἐπὶ τὸν βασίλειον θρόνον, καὶ ὡς κρατοῦντι τῶν
 αὐτόθι πραγμάτων ἐπείθοντο. ἀνελόντες δὲ τοῦτον ὡς οὐχ
 ὁμολογοῦντα τοῖς αὐτῶν ἤθεσιν, ἄγουσι Γρατιανὸν εἰς μέσον, καὶ
 ἁλουργίδα καὶ στέφανον ἐπιθέντες ἐδορυφόρουν ὡς βασιλέα.

δυσαρεστήσαντες δὲ καὶ τούτῳ τέτταρσιν ὕστερον μησὶ παραλύσαντες
 ἀναιροῦσι, Κωνσταντίνῳ παραδόντες τὴν βασιλείαν. ὃ δὲ Ἰουστινιανὸν
 καὶ Νεβιογάστην ἄρχειν τῶν ἐν Κελτοῖς τάξας στρατιωτῶν ἐπεραιώθη,
 τὴν Βρεττανίαν καταλιπών: ἐλθὼν δὲ εἰς Βονωνίαν ʽπρώτη δὲ αὕτη πρὸς
 θαλάττῃ κεῖται, Γερμανίας οὖσα πόλις τῆς κάτὠ καὶ ἐν ταύτῃ διατρίψας
 ἡμέρας τινάς, πάντα τε οἰκειωσάμενος τὰ στρατεύματα μέχρι τῶν Ἄλπεων
 ὄντα τῶν ὁριζουσῶν Γαλατίαν καὶ Ἰταλίαν, ἀσφαλῶς ἔχεσθαι τῆς
 βασιλείας ἐδόκει.

κατὰ δὲ τούτους τοὺς χρόνους Σάρον τὸν στρατηγὸν ἐκπέμπει μετὰ
 στρατεύματος κατὰ Κωνσταντίνου Στελίχων. ὃ δὲ Ἰουστινιανῷ τῷ
 στρατηγῷ μετὰ τῆς σὺν αὐτῷ δυνάμεως ἀπαντήσας αὐτόν τε ἀναιρεῖ καὶ
 τῶν στρατιωτῶν τὴν πλείονα μοῖραν: καὶ λείας πολλῆς γενόμενος
 κύριος, ἐπειδὴ Κωνσταντῖνον αὐτὸν ἔγνω πόλιν καταλαβόντα Βαλεντίαν,
 ἀρκοῦσαν αὐτῷ πρὸς ἀσφάλειαν, εἰς πολιορκίαν κατέστησε.

Νεβιογάστου δὲ τοῦ λειπομένου στρατηγοῦ λόγους τῷ Σάρῳ περὶ φιλίας
 προσάγοντος ἐδέχετο μὲν ὡς φίλον τὸν ἄνδρα, δοὺς δὲ καὶ λαβὼν ὅρκους
 ἀναιρεῖ παραχρῆμα, μηδένα τῶν ὅρκων ποιησάμενος λόγον.
 Κωνσταντίνου δὲ στρατηγὸν καταστήσαντος Ἐδόβινχον, Φράγγον ὄντα τὸ
 γένος, Γερόντιόν τε ἀπὸ τῆς Βρεττανίας ὁρμώμενον, δείσας ὁ Σάρος τὴν
 τῶν στρατηγῶν τούτων περὶ τὰ πολέμια πεῖραν ὁμοῦ καὶ ἀνδρείαν
 ἀνεχώρησε τῆς Βαλεντίας, ἑπτὰ πολιορκήσας ταύτην ἡμέρας.

καταδραμόντων δὲ αὐτοῦ τῶν Κωνσταντίνου στρατηγῶν μετὰ μεγίστης
 δυναστείας, σὺν πολλῷ διεσώθη πόνῳ, τὴν λείαν ἅπασαν δωρησάμενος
 τοῖς περὶ τὰς Ἄλπεις ἀπαντήσασιν αὐτῷ Βακαύδαις, ὅπως εὐρυχωρίας παῤ
 αὐτῶν τύχῃ τῆς ἐπὶ τὴν Ἰταλίαν παρόδου.

Σάρου τοιγαροῦν οὕτως εἰς τὴν Ἰταλίαν διασωθέντος, συναγαγὼν ὁ
 Κωνσταντῖνος τὴν δύναμιν ἅπασαν ἔγνω φυλακὰς ἀρκούσας ἐγκαταστῆσαι
 ταῖς Ἄλπεσιν. ἦσαν δὲ αὗται τρεῖς, αἱ τὰς ἐπὶ τὴν Ἰταλίαν ἀπὸ Κελτῶν
 κἀκεῖθεν ἐπέκεινα ὁδοὺς ἀποκλείουσαι, Κοττία Ποινίνα Μαριτίμα. ταῦτα
 δὲ δἰ αἰτίαν τοιάνδε τῆς εἰρημένης μοι προνοίας ἠξίωσεν.

ἐν τοῖς προλαβοῦσι χρόνοις, ἕκτον ἤδη τὴν ὕπατον ἔχοντος ἀρχὴν
 Ἀρκαδίου καὶ Πρόβου, Βανδίλοι Συήβοις καὶ Ἀλανοῖς ἑαυτοὺς
 ἀναμίξαντες τούτους ὑπερβάντες τοὺς τόπους τοῖς ὑπὲρ τὰς Ἄλπεις
 ἔθνεσιν ἐλυμήναντο, καὶ πολὺν ἐργασάμενοι φόνον ἐπίφοβοι καὶ τοῖς ἐν
 Βρεττανίαις στρατοπέδοις ἐγένοντο, συνηνάγκασαν δέ, δέει τοῦ μὴ κἀπὶ
 σφᾶς προελθεῖν, εἰς τὴν τῶν τυράννων ὁρμῆσαι χειροτονίαν, Μάρκου
 λέγω καὶ Γρατιανοῦ καὶ ἐπὶ τούτοις Κωνσταντίνου:

πρὸς ὃν μάχης καρτερᾶς γενομένης ἐνίκων μὲν οἱ Ῥωμαῖοι,
 τὸ πολὺ τῶν βαρβάρων κατασφάξαντες μέρος, τοῖς δὲ φεύγουσιν οὐκ
 ἐπεξελθόντες ʽἢ γὰρ ἂν ἅπαντας πανωλεθρίᾳ διέφθειραν̓ ἐνέδωκαν
 αὐτοῖς ἀνακτησαμένοις τὴν ἧτταν καὶ βαρβάρων πλῆθος συναγαγοῦσιν
 αὖθις ἀξιομάχοις γενέσθαι.

διὰ ταῦτα τοίνυν τούτοις τοῖς τόποις φύλακας ἐγκατέστησε
 Κωνσταντῖνος, ὡς ἂν μὴ τὴν εἰς Γαλατίαν ἀνειμένην ἔχοιεν πάροδον.
 ἐγκατέστησε δὲ καὶ τῷ Ῥήνῳ πᾶσαν ἀσφάλειαν, ἐκ τῶν Ἰουλιανοῦ
 βασιλέως χρόνων ῥᾳθυμηθεῖσαν.

Οὕτω τὰ κατὰ τὴν Γαλατίαν πᾶσαν οἰκονομήσας, Κώνσταντι τῷ πρεσβυτέρῳ
 τῶν παίδων τὸ τοῦ Καίσαρος σχῆμα περιθεὶς ἐπὶ τὴν Ἰβηρίαν ἐκπέμπει,
 καὶ τῶν αὐτόθι πάντων ἐθνῶν ἐγκρατὴς γενέσθαι βουλόμενος, ὥστε καὶ
 τὴν ἀρχὴν αὐξῆσαι καὶ ἅμα τὴν τῶν Ὁνωρίου συγγενῶν αὐτόθι δυναστείαν
 ἐκκόψαι:

δέος γὰρ αὐτὸν εἰσῄει μή ποτε δύναμιν συναγαγόντες τῶν αὐτόθι
 στρατιωτῶν αὐτοὶ μὲν αὐτῷ διαβάντες τὴν Πυρήνην ἐπέλθοιεν, ἀπὸ δὲ
 τῆς Ἰταλίας ὁ βασιλεὺς Ὁνώριος ἐπιπέμψας αὐτῷ τὰ στρατόπεδα τῆς
 τυραννίδος, κύκλῳ πανταχόθεν περιλαβών, παραλύσειεν. ἐπὶ τούτοις ὁ
 Κώνστας εἰς τὴν Ἰβηρίαν διέβη, στρατηγὸν μὲν Τερέντιον ἔχων,
 Ἀπολινάριον δὲ τῆς αὐλῆς ὕπαρχον, τῶν δὲ ἐν τῇ αὐλῇ τάξεων .

ἄρχοντάς τε πολιτικοὺς ἅμα καὶ στρατιωτικοὺς
 καταστήσας, ἄγει διὰ τούτων ἐκείνους οἳ γένει τῷ βασιλεῖ Θεοδοσίῳ
 προσήκοντες τὰ τῆς Ἰβηρίας συνετάραττον πράγματα, πρότερον μὲν πρὸς
 αὐτὸν Κώνσταντα διὰ τῶν ἐν τῇ Λυσιτανίᾳ στρατοπέδων
 ἀράμενοι πόλεμον, ἐπεὶ δὲ πλεονεκτεῖσθαι συνῄσθοντο, πλῆθος οἰκετῶν
 καὶ γεωργῶν ἐπιστρατεύσαντες καὶ παρὰ βραχὺ καταστήσαντες αὐτὸν εἰς
 μέγιστον κίνδυνον.

ἀλλὰ κἀνταῦθα τῆς ἐλπίδος διαμαρτόντες Κώνσταντι σὺν ταῖς σφῶν
 γυναιξὶν ἦσαν ἐν φυλακῇ: ὅπερ ἀκηκοότες οἱ τούτων ἀδελφοὶ
 Θεοδοσίωλός τε καὶ Λαγώδιος, ὃ μὲν εἰς τὴν Ἰταλίαν διέφυγεν, ὃ δὲ
 εἰς τὴν ἑῴαν διασωθεὶς ἀνεχώρησε.

Ταῦτα κατὰ τὴν Ἰβηρίαν ὁ Κώνστας διαπραξάμενος ἐπανῆλθε πρὸς τὸν
 πατέρα ἑαυτοῦ Κωνσταντῖνον, ἐπαγόμενος Βερηνιανὸν καὶ Δίδυμον,
 καταλιπὼν δὲ αὐτόθι τὸν στρατηγὸν Γερόντιον, ἅμα τοῖς ἀπὸ Γαλατίας
 στρατιώταις, φύλακα τῆς ἀπὸ Κελτῶν ἐπὶ τὴν Ἰβηρίαν παρόδου, καίτοι
 γε τῶν ἐν Ἰβηρίᾳ στρατοπέδων ἐμπιστευθῆναι κατὰ τὸ σύνηθες τὴν
 φυλακὴν αἰτησάντων, καὶ μὴ ξένοις ἐπιτραπῆναι τὴν τῆς χώρας
 ἀσφάλειαν.

Βερηνιανὸς μὲν οὖν καὶ Δίδυμος ὡς Κωνσταντῖνον ἀχθέντες ἀνῃρέθησαν
 παραχρῆμα, Κώνστας δὲ αὖθις ὑπὸ τοῦ πατρὸς εἰς τὴν Ἰβηρίαν
 ἐκπέμπεται, Ἰοῦστον ἐπαγόμενος στρατηγόν. ἐφ̓ ᾧ Γερόντιος ἀχθόμενος,
 καὶ τοὺς αὐτόθι περιποιησάμενος στρατιώτας, ἐπανίστησι Κωνσταντίνῳ
 τοὺς ἐν Κελτοῖς βαρβάρους. πρὸς οὓς οὐκ ἀντισχὼν ὁ Κωνσταντῖνος ἅτε
 δὴ τοῦ πλείονος τῆς δυνάμεως μέρους ὄντος ἐν Ἰβηρίᾳ, πάντα κατ̓
 ἐξουσίαν ἐπιόντες οἱ ὑπὲρ τὸν Ῥῆνον βάρβαροι κατέστησαν εἰς ἀνάγκην
 τούς τε τὴν Βρεττανικὴν νῆσον οἰκοῦντας καὶ τῶν ἐν Κελτοῖς ἐθνῶν
 ἔνια τῆς Ῥωμαίων ἀρχῆς ἀποστῆναι καὶ καθ̓ ἑαυτὰ βιοτεύειν, οὐκέτι
 τοῖς τούτων ὑπακούοντα νόμοις.

οἵ τε οὗν ἐκ τῆς Βρεττανίας ὅπλα ἐνδύντες καὶ σφῶν αὐτῶν
 προκινδυνεύσαντες ἠλευθέρωσαν τῶν ἐπικειμένων βαρβάρων τὰς πόλεις,
 καὶ ὁ Ἀρμόριχος ἅπας καὶ ἕτεραι Γαλατῶν ἐπαρχίαι, Βρεττανοὺς
 μιμησάμεναι, κατὰ τὸν ἴσον σφᾶς ἠλευθέρωσαν τρόπον,
 ἐκβάλλουσαι μὲν τοὺς Ῥωμαίων ἄρχοντας, οἰκεῖον δὲ κατ̓ ἐξουσίαν
 πολίτευμα καθιστᾶσαι.

Καὶ ἡ μὲν τῆς Βρεττανίας καὶ τῶν ἐν Κελτοῖς ἐθνῶν ἀπόστασις, καθ̓ ὃν
 ἐτυράννει χρόνον ὁ Κωνσταντῖνος, ἐγένετο, τῶν βαρβάρων ἐπαναβάντων
 τῇ ἐκείνου περὶ τὴν ἀρχὴν ἐκμελείᾳ: κατὰ δὲ τὴν Ἰταλίαν Ἀλλάριχος οὐ
 τυχὼν ἐφ̓ οἷς ᾔτει τῆς εἰρήνης, οὐδὲ ὁμήρους λαβών, αὖθις ἐπῄει τῇ
 Ῥώμῃ, κατὰ κράτους αὐτὴν αἱρεῖν ἀπειλῶν, εἰ μὴ συμφρονήσαντες αὐτῷ
 κατὰ τοῦ βασιλέως Ὁνωρίου χωρήσαιεν.

καὶ ἐπειδὴ πρὸς τὴν αἴτησιν ὤκνουν, τὴν μὲν πόλιν ἐπολιόρκει, τὸν δὲ
 λιμένα καταλαβὼν καὶ ἡμέρας τινὰς ἐγκαρτερήσας τῇ τούτου πολιορκίᾳ
 τελευτῶν κύριος τούτου κατέστη. πᾶσαν δὲ αὐτόθι τὴν τῆς πόλεως
 τροφὴν ἀποκειμένην εὑρὼν δαπανήσειν αὐτὴν ἠπείλει περὶ τὸ οἰκεῖον
 στρατόπεδον, εἰ μὴ θᾶττον οἱ Ῥωμαῖοι τὰ προτεινόμενα πράξαιεν.

συνελθοῦσα τοίνυν ἡ γερουσία πᾶσα καὶ περὶ τοῦ πρακτέου βουλευσαμένη
 πᾶσιν ἐνέδωκεν οἷς Ἀλλάριχος ἐκέλευσεν: οὐδὲ γὰρ ἦν ἀποφυγὴ θανάτου
 μηδεμιᾶς τροφῆς διὰ τοῦ λιμένος τῇ πόλει χορηγουμένης.

κατὰ ταῦτα δεξάμενοι τὴν Ἀλλαρίχου πρεσβείαν ἐκάλουν αὐτὸν πρὸ τῆς
 πόλεως: καὶ κατὰ τὸ κελευόμενον Ἄτταλον, ὄντα ὕπαρχον τῆς πόλεως,
 εἰς τὸν βασίλειον ἀναβιβάζουσι θρόνον, ἁλουργίδα καὶ στέφανον
 περιθέντες.

ὃ δὲ παραχρῆμα Λαμπάδιον μὲν τῆς αὐλῆς ἀναδείκνυσιν ὕπαρχον,
 Μαρκιανὸν δὲ τῆς πόλεως ἔταξεν ἄρχειν: τὰς δὲ τῶν δυνάμεων
 στρατηγίας αὐτῷ τε Ἀλλαρίχῳ καὶ Οὐάλεντι παραδέδωκεν ʽοὗτος δὲ ἦν ὁ
 πρότερον τῶν κατὰ Δελματίαν ταγμάτων ἡγούμενοσ̓, καὶ τοῖς ἄλλοις
 ἑξῆς τὰς ἀρχὰς ἐνεχείρισεν.

ἀναζεύξας δὲ μετὰ τῆς βασιλικῆς δορυφορίας ἐχώρει πρὸς
 τὰ βασίλεια, πολλῶν αὐτῷ γενομένων οὐκ ἐπιτηδείων συμβόλων. τῇ δὲ
 ἑξῆς παρελθὼν εἰς τὴν γερουσίαν λόγον ἀλαζονείας γέμοντα διεξῄει,
 τήν τε γῆν ἅπασαν Ῥωμαίοις περιποιήσειν μεγαλαυχούμενος καὶ ἄλλα
 τούτων ὑπέρτερα, ἐφ̓ οἷς ἴσως νεμεσήσειν αὐτῷ τὸ θεῖον ἔμελλε καὶ
 μετ̓ οὐ πολὺ καθαιρήσειν.

Οἱ μὲν οὖν κατὰ τὴν Ῥώμην ἦσαν ἐν εὐφροσύνῃ πολλῇ, τῶν τε ἄλλων
 ἀρχόντων οἰκονομῆσαι καλῶς ἐπισταμένων τετυχηκότες καὶ ἐπὶ τῇ τοῦ
 Τερτύλλου ὑπάτῳ τιμῇ σφόδρα εὐφραινόμενοι. μόνον δὲ τὸν τῶν
 λεγομένων Ἀνικίων οἶκον ἐλύπει τὰ κοινῇ δοκοῦντα πᾶσι λυσιτελεῖν,
 ἐπειδὴ μόνοι τὸν πάντων ὡς εἰπεῖν ἔχοντες πλοῦτον ἐπὶ ταῖς κοιναῖς
 ἐδυσχέραινον εὐπραγίαις.

Ἀλλαρίχου δὲ συμβουλεύσαντος ὀρθῶς Ἀττάλῳ πέμψαι μετρίαν δύναμιν ἐπὶ
 Λιβύην καὶ Καρχηδόνα, διὰ ταύτης τε παραλῦσαι τῆς ἀρχῆς Ἡρακλειανόν,
 ὡς ἂν μὴ καὶ ἐξ αὐτοῦ τὰ Ὁνωρίου φρονοῦντος κώλυμά τι τοῖς
 ἐγχειρουμένοις συμβαίη, ταῖς τοιαύταις παραινέσεσιν Ἄτταλος οὐκ
 ἐτίθετο, ταῖς δὲ ἐπὶ τοῖς μάντεσιν ἐλπίσιν ἑαυτὸν ἐκδούς, καὶ
 ἀμαχητὶ περιποιήσασθαι Καρχηδόνα καὶ τὰ περὶ Λιβύην ἅπαντα
 πεπεισμένος,

Δρούμαν μὲν οὐκ ἐκπέμπει μεθ̓ ἧς εἶχε βαρβάρων δυνάμεως ῥᾷστα
 δυνησόμενον Ἡρακλειανὸν τῆς ἀρχῆς ἐκβαλεῖν, ἐν δευτέρῳ δὲ τὴν
 Ἀλλαρίχου βουλὴν ποιησάμενος Κώνσταντι παραδίδωσι τῶν ἐν τῇ Λιβύῃ
 στρατιωτῶν τὴν ἡγεμονίαν, οὐδεμίαν αὐτῷ δύναμιν ἀξιόμαχον
 συνεκπέμψας. ἀλλὰ τῶν ἐν τῇ Λιβύῃ ἐν ἀδήλῳ κειμένων, ἐπιστρατεύει τῷ
 βασιλεῖ κατὰ τὴν Ῥάβενναν ὄντι.

τοῦ δὲ συνταραχθέντος τῷ δέει καὶ πρέσβεις ἐκπέμψαντος καὶ κοινὴν
 ἀμφοτέροις γενέσθαι τὴν βασιλείαν αἰτοῦντος, Ἰόβιος ὁ τῆς αὐλῆς
 ὕπαρχος παρὰ Ἀττάλου καθεσταμένος οὐδὲ ὄνομα καταλείψειν Ὁνωρίῳ
 βασιλείας ἔλεγεν Ἄτταλον, ἀλλ̓ οὐδὲ ὁλόκληρον ἕξειν τὸ σῶμα, νῆσόν
 τε αὐτῷ δώσειν εἰς οἴκησιν, πρὸς τῷ καὶ μέρος αὐτῷ τι τοῦ σώματος
 καταστήσειν πεπηρωμένον.

ἐκπλαγέντων δὲ πάντων ἐπὶ τῇ τῶν λόγων ἀλαζονείᾳ, καὶ τοῦ βασιλέως
 Ὁνωρίου πρὸς φυγὴν ὄντος ἑτοίμου καὶ ἐπὶ τούτῳ πλῆθος πλοίων οὐ
 μέτριον εἰς τὸν τῆς Ῥαβέννης λιμένα συναγαγόντος, ἓξ τάγματα
 στρατιωτῶν προσωρμίσθησαν, πάλαι μὲν ἔτι περιόντος
 Στελίχωνος προσδοκώμενα, τότε δὲ πρὸς συμμαχίαν ἐκ τῆς ἑῴας
 παραγενόμενα, χιλιάδων ἀριθμὸν ὄντα τεσσάρων.

ἀνενεγκὼν δὲ ὥσπερ ἐκ κάρου βαθέος Ὁνώριος τοῖς μὲν ἐκ τῆς ἑῴας
 ἀφιγμένοις τὴν τῶν τειχῶν ἐπίστευε φυλακήν, ἐγνώκει δὲ τέως
 ἐπιμεῖναι τῇ Ῥαβέννῃ, μέχρις ἂν ἀκριβέστερον τὰ κατὰ τὴν Λιβύην αὐτῷ
 δηλωθείη, καὶ εἰ μὲν Ἡρακλειανὸς ὑπέρτερος γένοιτο, τῶν αὐτόθι
 πραγμάτων ὄντων ἐν ἀσφαλεῖ παντὶ τῷ στρατεύματι πολεμεῖν Ἀττάλῳ καὶ
 Ἀλλαρίχῳ, τῶν δὲ εἰς τὴν Λιβύην παῤ αὐτοῦ πεμφθέντων ἐλαττωθέντων
 ταῖς οὔσαις αὐτῷ ναυσὶ πρὸς Θεοδόσιον εἰς τὴν ἑῴαν ἐκπλεῦσαι καὶ τῆς
 τῶν ἑσπερίων βασιλείας ἐκστῆναι.

Καὶ Ὁνώριος μὲν ἐν τούτοις ἦν, Ἰόβιος δὲ κατὰ πρεσβείαν, ὡς
 διεξῆλθον ἤδη, πρὸς Ὁνώριον ἐκπεμφθεὶς εἰς ἔννοιαν ἔρχεται
 προδοσίας, Ὁνωρίου διά τινων αὐτὸν ὑπελθόντος. καὶ πρὸς μὲν τὴν
 γερουσίαν παραιτεῖται πληρῶσαι τὴν πρεσβείαν, ἀφεὶς πρὸς αὐτὴν
 ἀπρεπῆ τινὰ ῥήματα, καὶ ὡς προσήκει, τῶν ἐν Λιβύῃ σταλέντων
 διαμαρτόντων, εἰς τὸν κατὰ Ἡρακλειανοῦ πόλεμον χρῆναι βαρβάρους
 ἐκπέμψαι: σαλεύεσθαι γὰρ αὐτοῖς τὴν ἐκεῖθεν ἐλπίδα Κώνσταντος
 ἀναιρεθέντος.

κινηθέντος δὲ πρὸς ὀργὴν Ἀττάλου καὶ δἰ ἑτέρων τὸ πρακτέον
 μηνύσαντος, πέμπονται κατὰ τὴν Λιβύην ἕτεροι μετὰ χρημάτων τοῖς
 αὐτόθι βοηθήσοντες πράγμασιν. Ὅπερ μαθὼν Ἀλλάριχος,
 καὶ ἀπαρεσθεὶς τῷ γενομένῳ, τοῖς κατὰ τὸν Ἄτταλον ἀπεγνώκει,
 φρενοβλαβείᾳ καὶ σὺν οὐδενὶ κόσμῳ τοῖς ἀλυσιτελέσι ῥᾳδίως
 ἐπιχειροῦντα.

ταῦτα δὲ λαβὼν κατὰ νοῦν ἀναχωρεῖν ἔκρινε τῆς Ῥαβέννης, καίτοι γε
 ἐνστῆναι τῇ ταύτης πολιορκίᾳ διανοούμενος ἄχρις ἁλώσεως: Ἰόβιος γὰρ
 αὐτῷ τοῦτο παρῄνει, ὃς ἐπειδὴ τῶν ἐν Λιβύῃ διαμαρτεῖν ἔγνω τὸν ὑπὸ
 Ἀττάλου σταλέντα, τέλεον εἰς τὸ τὰ Ὁνωρίου πράττειν ἐτράπη,
 κακηγορῶν τε Ἄτταλον Ἀλλαρίχῳ διετέλει, πείθειν σπουδάζων ὡς,
 ἐπειδὰν κρατήσειε τῆς βασιλείας, αὐτῷ πρῶτον ἐπιβουλεύσοι καὶ πᾶσι
 τοῖς κατὰ γένους ἀγχιστείαν προσήκουσιν.

Ἀλλαρίχου δὲ τέως ἐμμένειν τοῖς πρὸς Ἄτταλον ὅρκοις ἐθέλοντος,
 ἀναιρεῖται μὲν Οὐάλης ὁ τῆς ἵππου στρατηγός, εἰς προδοσίας ἐμπεσὼν
 ὑποψίαν, ἐπῄει δὲ ταῖς Αἰμιλίας πόλεσιν Ἀλλάριχος ἁπάσαις, ὅσαι τὴν
 Ἀττάλου βασιλείαν ἑτοίμως δέξασθαι παρῃτήσαντο.

καὶ τὰς μὲν ἄλλας σὺν οὐδενὶ παρεστήσατο πόνῳ, Βονωνίαν δὲ
 πολιορκήσας, ἀνασχομένην ἡμέραις πολλαῖς οὐ δυνηθεὶς ἑλεῖν, ἐπὶ
 Λίγυας ἐχώρει, κἀκείνους Ἄτταλον δέξασθαι βασιλέα συναναγκάζων.
 Ὁνωρίου δὲ γράμμασι πρὸς τὰς ἐν Βρεττανίᾳ χρησαμένου πόλεις
 φυλάττεσθαι παραγγέλλουσι, δωρεαῖς τε ἀμειψαμένου τοὺς
 στρατιώτας ἐκ τῶν παρὰ Ἡρακλειανοῦ πεμφθέντων χρημάτων, ὁ μὲν
 Ὁνώριος ἦν ἐν ῥᾳστώνῃ πάσῃ, τὴν τῶν ἁπανταχοῦ στρατιωτῶν
 ἐπισπασάμενος εὔνοιαν:

Ἡρακλειανοῦ δὲ τοὺς ἐν Λιβύῃ πάντας λιμένας φυλακῇ παντοίᾳ
 καταλαβόντος, καὶ μήτε σίτου μήτε ἐλαίου μήτε ἄλλου τινὸς τῶν
 ἐπιτηδείων εἰς τὸν τῆς Ῥώμης κομιζομένου λιμένα, λιμὸς ἐνέσκηψε τῇ
 πόλει χαλεπώτερος τοῦ προτέρου, τῶν ἐπ̓ ἀγορᾷ τὰ ὤνια προτιθέντων,
 ὅσα ἦν αὐτοῖς, ἀποκρυπτόντων ἐλπίδι τοῦ τὰ πάντων οἰκειώσασθαι
 χρήματα, τῆς κατ̓ ἐξουσίαν ὁριζομένης τιμῆς αὐτοῖς διδομένης.

εἰς τοσοῦτόν τε ἦλθεν ἡ πόλις στενοχωρίας ὥστε ἐλπίσαντας καὶ
 ἀνθρωπίνων ἅπτεσθαι σωμάτων τοιαύτην φωνὴν ἐν τῇ ἱπποδρομίᾳ ἀφιέναι
 ʽπρετιΩμ ινπονε ξαρνι ηΩμαναἐ , τοῦτο δέ ἐστιν ʽὅρισον τῷ ἀνθρωπίνῳ
 κρέει τιμήν̓.

Ἐπὶ τούτοις Ἄτταλος καταλαβὼν τὴν Ῥώμην συνάγει τὴν γερουσίαν, καὶ
 βουλῆς προτεθείσης ἅπαντες μὲν ὡς εἰπεῖν ἐδοκίμαζον καὶ βαρβάρους
 χρῆναι μετὰ τῶν στρατιωτῶν εἰς τὴν Λιβύην ἐκπέμψαι, παραδοῦναί τε
 Δρούμᾳ τὴν τούτων ἡγεμονίαν, ἀνδρὶ πλεῖστα ἤδη πίστεως καὶ εὐνοίας
 ἐπιδείξαντι δείγματα, μόνος δὲ Ἄτταλος σὺν ὀλίγοις τῇ τῶν πολλῶν οὐκ
 ἐτίθετο γνώμῃ, βαρβάρων οὐδένα τῷ στρατοπέδῳ συνεκπέμψαι
 βουλόμενος.

ἐντεῦθεν Ἀλλάριχος εἰς τὴν Ἀττάλου καθαίρεσιν εἶδεν, Ἰοβίου πρὸ
 πολλοῦ ταῖς συνεχέσι διαβολαῖς ἑτοιμότερον εἰς τοῦτο
 κατασκευάσαντος. καὶ τὸ βούλευμα εἰς ἔργον ἄγων, πρὸ
 τῆς Ἀριμήνου, καθ̓ ἣν τότε διέτριβεν, ἐξαγαγὼν τὸν Ἄτταλον, περιελὼν
 τὸ διάδημα καὶ τῆς ἁλουργίδος ἐκδύσας ταῦτα μὲν ἔπεμψεν Ὁνωρίῳ τῷ
 βασιλεῖ, τὸν δὲ Ἄτταλον ταῖς πάντων ὄψεσιν ἰδιώτην ἀπέδειξε,

κατασχὼν παῤ ἑαυτῷ μετὰ τοῦ παιδὸς Ἀμπελίου, μέχρις ἂν πρὸς Ὁνώριον
 εἰρήνης γενομένης ἀσφάλειαν αὐτοῖς τοῦ βίου περιποιήσειεν. ἔμεινε δὲ
 καὶ ἡ τοῦ βασιλέως ἀδελφὴ Πλακιδία παῤ αὐτῷ, ὁμήρου μὲν τρόπον τινὰ
 τάξιν ἐπέχουσα, πάσης δὲ ἀπολαύουσα τιμῆς καὶ βασιλικῆς θεραπείας.

Καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν: Κωνσταντῖνος δὲ τῷ παιδὶ
 Κώνσταντι διάδημα περιθεὶς καὶ ἀντὶ τοῦ Καίσαρος βασιλέα πεποιηκώς,
 Ἀπολινάριον παραλύσας τῆς ἀρχῆς ἕτερον ἀντ̓ αὐτοῦ τῆς αὐλῆς ὕπαρχον
 ἀπέδειξεν. Ἀλλαρίχου δὲ ἐπὶ τὴν Ῥάβενναν ὡρμηκότος ὡς δὴ βεβαίως
 αὐτῷ πρὸς Ὁνώριον ἐσομένης εἰρήνης, ἕτερόν τι παῤ ἐλπίδα ἐμπόδιον
 εὗρεν ἡ τύχη, πρὸς τὰ συμβησόμενα τοῖς τῆς πολιτείας πράγμασιν ὁδῷ
 προϊοῦσα.

Σάρου μετὰ βαρβάρων εὐαριθμήτων ἐν τῷ Πικήνῳ διατρίβοντος καὶ μήτε
 Ὁνωρίῳ τῷ βασιλεῖ μήτε Ἀλλαρίχῳ προσθεμένου, δυσμενῶς ἔχων πρὸς
 αὐτὸν Ἀτάουλφος ἔκ τινος προλαβούσης ἀλλοτριότητος ἐπέρχεται
 πανστρατιᾷ τοῖς τόποις ἐν οἷς τὸν Σάρον συνέβαινεν 
 εἶναι. ταύτης αἰσθόμενος τῆς ἐφόδου, πρὸς μάχην τε ἀρκέσειν οὐκ
 οἰηθεὶς μόνων αὐτῷ τριακοσίων συνόντων ἀνδρῶν, ἔγνω δραμεῖν πρὸς
 Ὁνώριον καὶ κοινωνῆσαι τοῦ πρὸς Ἀλλάριχον πολέμου.