Εἰ δʼ ἄγε μοι κούρη Πιμπληιὰς ἔννεπε Μοῦσα 
Μήνην ἠερόφοιτον, ὅπως ἄνδρεσσιν ἕκαστα
σημαίνει σκολιωπὸν ἐπιστείχουσα κέλευθον.

I. Περὶ γενέσεως. 
 ἢν δʼ ἴσχῃ Κρονίωνα Σεληναίη ἅμα δίῃ 
ἐν γενέθλῃ, παράδος μιν ἐπʼ ἠγάθεον Φαέθοντα
* * *

II. Περὶ κτήσεως δούλων.

III. Περὶ πλοῦ καὶ ἐμπορίας.

IV. Περὶ ὁδοιπορίας. 
 εἰ δὲ Νεμειήταο μέσην κατὰ μοῖραν ὁδεύοι
δευτέρῃ εἰν ἠοῖ, ἀγανωτέρη ἔσσεται οἶμος
 

 
ἤματι, νυκτὶ δὲ δίῃ ἀπειρέσια τρύχουσα,
μαψίδιοί τε πέλοιντο πόνοι τῆμόσδε βροτοῖσι
γαίῃ ἐν ἀλλοδαπῇ· τῷ καὶ πεφυλαγμένος εἴης, 
μή σε λάθῃ κούρης Θειαντίδος ὠκέα κύκλα
λοίγιον εἰς ὁρμὴν εἱλεύμενα θηρὸς ἐν αἴγλῃ. 
 εἰ δὲ κόρην αὐγῇσι περισκέπτοις ἐπιλάμποι
Ἀστραίην, δηρὸν μὲν ὁμιλήσεις ξένῃ αἴῃ,
ἀβλαβέως δʼ οἶκόν τε φίλους τʼ εἰσόψεαι αὖτις. 
εἰ δέ κʼ ὀπωρινοῖς ἐνὶ γλήνεσιν αὐγάζοιτο
Χηλάων, αἵτʼ ἠελίῳ ἀτάλαντα φέρουσιν,
 

 
ἦ μὲν ἐπὶ πρήξει τε καὶ ἔργοις ἰθυδίκοισιν
οὔτε τι χάρμα φέρει περιώσιον οὔτε τι πῆμα·
εἰ δέ τʼ ἐπὶ σκολιοῖσι καὶ οὐκ εὐήρεσιν ἔργοις 
τημόσδ’ ἐντύνηται ὁδὸν πολυπαίπαλος ἀνήρ,
ἦ τε παλιμποίνοισιν ὅγʼ ἐγκύρσειε δίκῃσιν. 
 εἰ δὲ πέλοι Τιτηνὶς ἐν ἄστρασιν ἠερίοισι
Σκορπίου αἰθερίοιο, φέροιό κεν ἐσθλὸν ὄνειαρ 
εἰδώλῳ ἐνὶ τῷδε Σεληναίην ἐσαθρήσας. 
εἰ δέ κεν οἰκείηνδε λιλαίεαι ἀπονέεσθαι, 
καὶ δʼ ἂν ἐπίκρυφον οἶμον ἐπιφραδέως ἀνέλοιο,
δεικήλῳ δʼ ἐνὶ τῷδε φάοι πανδῖα Σελήνη,
κερδαλέον κʼ ἀνύσαιο θοῶς ἐρικυδὲς ὄνειαρ. 
 εἰ δʼ ἄρα τοξευτῆρος ἐλαφροῦ φαίδιμον ἄστρον 
Τιτηνὶς φαιδρῇσιν ἐπαυγάζοι ἀμαρυγαῖς,
 

 
γαῖαν ἐς ἀλλοδαπὴν δʼ ἐθέλοις τῆμόσδε νέεσθαι,
ἡ τʼ ἂν ἔτι προτέρω δολιχὴν τελέσειας ἀταρπὸν
δηθύνων, καὶ δηρὸν ἀπέσσεαι· ἀσπασίως δὲ
πολλῶν ἠελίων ἀνύσας περιμήκεα κύκλα 
σοὺς ἑτάρους κτῆσίν τε καὶ ἀγλαὸν ὄψεαι οἶκον.
ἐς δὲ πάτρην νόστησον ἰδὼν ἐριῶπα Σελήνην
Τοξευτῆρι θέουσαν ὁμοῦ· τῆμος γὰρ ἅπασαν
εὐφροσύνην ἕξεις ἐσιδὼν πατρώιον οὖδας. 
 μὴ μὲν ὁδοιπορίης μιμνήσκεο φάεʼ ἀθρήσας 
Μήνης Αἰγοκερῆος ἐν ἄστρασιν οἰχνεύοντα·
ἦ γάρ σοι δολιχός τε πόρος καὶ ἄπρηκτα κέλευθα
ἐσσεῖται, καὶ δʼ ἄν κε κατηφείῃσιν ἔχοιο.
πάτρην δʼ εἰσανιόντι μετʼ Αἰγοκερῆος ἐοῦσα
ὑψίκερως Μήνη πρηῢν καὶ ἀπήμονα νόστον 
σημαίνει· σὺ δὲ μή τι νόῳ νοσφίζεο τῶνδε. 
 Ὑδροχόου δʼ ἠὼ πρώτην πεφυλαγμένος ἔσσο·
εἰ δέ γε δεύτερον ἦμαρ ἄγοι, πρηεῖά κεν εἴη
καὶ πρῆξίν κε φέρῃσιν ἀπήμονα κερδαλέην τε. 
 Ἰχθύσι δʼ εἰαρινοῖσιν ἐπὶ στρατιὴν πόλεμόν τε 
 

 
στειχέμεναι, καὶ δʼ ἄν κε φέροι γριπεῦσιν ὄνειαρ,
ἠδὲ καὶ ὅσσοι φῶτες ἀνὰ δρυμὰ βησσήεντα
στείχοντες ταχινῇσι κυνηλασίῃσι μέλονται. 
 χρὴ δὲ καὶ εἰς ἑτέρους σε περιφραδέως ἐσαθρῆσαι
ἀστέρας, ἢν κεραῆς ταυρώπιδος ἀργέτιν αἴγλην 
δέρκωνται τετράγωνον ἐπιστείχοντες ἀταρπόν,
ἠὲ τρίπλευρον ἔχωσι Σεληναίης ἀμαρυγήν,
ἢ διάμετρα φέρωσιν ἐπʼ ἀγλαὰ φάεα Μήνης.
εἰ μὲν γὰρ κακοεργοὶ ἐπʼ ἀκτῖνας τανύσαιντο,
δείδιθʼ ὁδοιπλανίην, ἐσθλοῖς δʼ ὁρόων σὺ Σελήνην 
βαίνουσαν κατὰ μέτρον ἐυσταθέων εἰδώλων,
θαρσήσας ξείνης ἐπὶ ἤθεα καλὰ πόληος
στειχέμεναι, καὶ δʼ ἄν τοι ἀτάρβητος πέλοι οἶμος.

V. Περὶ γάμου. 
 Εἰ δὲ γάμου λελίησαι ἐπαυρέμεν ἱμερόεντος,
 

 
ἐς θαλάμους δʼ ἀγαγέσθαι ἐνηέα βούλεαι εὖνιν, 
σκέπτεσθαι κεραὴν ἑλικόδρομον. ἢν μὲν ἔῃσι
Τοξευτῆρα κατʼ αὐτὸν ἢ Ἰχθύας ὑγροκελεύθους,
ἠὲ καὶ Ὑδροχόου περὶ τείρεσιν αὐγάζηται,
ὄλβιον ἐκτελέσεις γάμον ἠνεκές, οὔτινα λώβην
οὐδέ τʼ ἐπεσβολίην δυερὴν οἴκοισι φέροντα, 
οὐ μὴν νείκεα λυγρά, τὰ καὶ πινυτήν περ ἐοῦσαν
ἀνέρι καὶ ποθέοντι θοῶς ἤχθρηνεν ἄκοιτιν·
ἔσται δʼ ἠπιόμυθος, ἐχέφρων. ἀγλαοεργός,
ἥντε κεν ἤμασι τοῖσδε πορών περικαλλέα ἕδνα
κουριδίην οἰκοισιν ἑοῖς ἐσάγηται ἄνασσαν 
 

 
ἀνήρ, εἰ μονίην στυγέοι καὶ ἐλεύθερον ἦμαρ. 
 ἢν δʼ ἄρα νυκτιφαὴς ἐπέχῃ κλυτοῦ Ἀρνειοῖο
ἀστέρας, ἢ Ταύροιο κατʼ εὐκεράοιο πολεύῃ,
μὴ σύγε μοι μνώοιο πολυκτεάνων ὑμεναίων·
τεύξει γὰρ φαέθουσα Σεληναίη κλυτόπωλος 
τῆμος καὶ φιλίην μινυανθέα καὶ ταχύβουλον
ἀστασίην, μίσει δʼ ἐρατῆς καὶ ἀκηράτου εὐνῆς
κουρίδιόν τε λέχος προλιπεῖν πόσιός τε λαθέσθαι
τεύξει ὁμοφροσύνην· τῷ σε φράζεσθαι ἄνωγα,
ὁππότʼ ἐνὶ Κριοῖο παλιστρέπτοιο κελεύθῳ 
αἴγλῃ ἐρευθομένην ἐσίδῃς χρυσάμπυκα Μήνην. 
 εἰ δὲ κόραις Ἄτλαντος ὁμὴν ἀνύῃσι κέλευθον,
ἢ καὶ μαινομένῃσιν ἐφʼ Τάσιν ἰνδάλληται,
αἵτε κατʼ εὐκραίρητος ἐρυγμήλοιο φέρονται
Σιδονίου Ταύροιο, καὶ ἐς δόμον ἀρτύνοιο 
ἕδνοις βρίθουσαν χλιδανὴν ἑλικώπιδα νύμφην,
ἦ τʼ ἂν γείτοσι χάρμα δυσηλεγέεσσιν ἄγοιο
 

 
ξυνὴν ὀθνείοισιν ἔχων δυσπέμφελον εὐνήν·
οὐ γάρ κεν στέρξειεν ἑνὸς λέχος ἤμασι τοῖσδε
γημαμένη, οὐδʼ εἰ νόον αἰνετὸν Ἰκαριώνης 
ἠὲ καὶ Εὐάδνης Καπανηίδος ἐντύναιτο
ἠὲ καὶ Ἀρσίππης ἐρικυδέος, ἠὲ καὶ αὐτῆς
Λαοδάμης, ἥτʼ αἰὲν ἐπʼ ἀνέρι πορσύνουσα
* * * * * * * *
πάντα γὰρ ἤθεα καλὰ διασκίδνησι γυναικῶν
 

 
Ταύρῳ ἐπεμβεβαυῖα Θεαντὶς χρυσοέθειρα. 
 εἰ δὲ Θεραπναίοισιν ἐπορνυμένη Διδύμοισι
δεύτερον ἦμαρ ἄγῃσι, γάμου μεμνημένος εἶναι·
οἰκοσόον γὰρ ἄκοιτιν ἐνὶ μεγάροισι κομίζοις. 
 μὴ μὲν ἔοι φλογερῷ ἐνὶ Καρκίνῳ· ἡ γὰρ ἂν ὦκα
ἐκπροφύγοι μεγάρων ἄλοχος πόσιν ἐχθήρασα, 
ἄσπετʼ ἐπεσβολέουσα καὶ ἄκριτα ποιφύσσουσα. 
 εἰ δὲ τύχοι γλήνεσσι Νεμειήταο Λέοντος
Θειαντὶς κούρη φορέουσʼ ἐριλαμπέτιν αἴγλην,
ἦ τʼ ἂν ὑπερφίαλόν τε δυσόργητόν τε γυναῖκα
τέτμοι ἀνήρ, ἀτενεῖ δὲ νόῳ κεχαρημένη εἴη. 
οὐδέ κεν εὐπειθῆ μιν ἔχοι πόσις, οὔτʼ ἐπέεσσιν
οὔτʼ ἔργοις, ἀλλʼ ἄν κε πανήμερον ὀρσολοπεύοι
μύθῳ ὀνειδείῳ καί τε πληγῇσιν ἰάπτοι·
 

 
μαφίδιοι μῦθοι, κενὰ δʼ ἔργματα τῇδε πέλοιντο.
πολλάκι καὶ χείρεσσιν ἑὸν λωβήσετʼ ἀκοίτην 
δρασσομένη χαίτης, ἢ καὶ ῥεθέεσσιν ἐφεῖσα
ἀτηρὰς παλάμας, ἢ ἐπιρρήσσουσα χιτῶνας. 
 ἢν δέ γε δῖα θεὰ Ὑπεριονὶς ἐν σταχύεσσιν
Ἀστραίης κούρης εὐώπιδος αὐγάζηται,
χήρην μοι τῆμόσδε συνάορον ἐντύναιο, 
παρθενικὴν δʼ ἀλέασθαι, ἐπεὶ μογεροῦ βιότοιο
αὐτή τʼ ἠδὲ πόσις κεχολώσεται ἤματα πάντα. 
 ἢν δέ νυ Χηλάων ἐνὶ τείρεσιν αὐγάζηται,
κουριδίην μὲν ἀεικὲς ἑὸν ποτὶ δῶμʼ ἀγαγέσθαι,
ὠνητὴ δʼ ἂν ἔοι πολὺ φιλτέρη, εὖτε πέληται 
παλλακίς· ὧδε γὰρ ἄστρον ἀναγκαίῃ ὑπὸ λυγρῇ
λέκτρον ἀεικέλιον γαμίων πάρος ἤγαγε θεσμῶν. 
 εἰ δὲ πέλοι πανδῖα χαλαζήεντα κατʼ αὐτὸν
Σκορπίον ἀλγινόεντα, τότʼ ἐν πρώτῃ γαμέοιο
ἠοῖ παρθενικήν, καί κεν φρένας ἠπίη εἴη, 
 

 
ἀρτίφρων, ἀγανῇσι πεποιθυῖα πραπίδεσσιν·
εἰ δʼ ἐς δεύτερον ἦμαρ ἢ ἐς τρίτον ἰθύσειεν,
ἦ τʼ ἂν καὶ δμώεσσι δυηπαθέεσσι μιγείη. 
 ἢν δὲ πελάζηται Μήνη κλυτῷ Αἰγοκερῆι,
πρωτογάμῳ μὲν ἄγει λύπας καὶ πήματα λυγρά· 
εἰ δʼ ἄρα δεύτερον ἴσχοι ἀνὴρ λέχος, ἔσσετʼ ἄμεινον,
χήρην ὀπάσει παντερπέα τῷδε δάμαρτα. 
 μὴ μὲν δὴ συνόδοισι Σεληναίης ἀγάγοιο
εὐνέτιν ἐν μεγάροισιν, ἢ ἐν διχομήνιδι πλείῃ·
οὐ γάρ κεν γάμος εἴη ὀφέλλιμος ἤμασι τούτοις. 
 σκέπτεο δʼ εἴ κ᾿ ἐσθλοῖσι οὺν ἄστρασι δινεύηται,
ἢ Φαέθοντι κλυτῷ ἢ Ἑωσφόρῳ αἰγλήεντι
ἠὲ καὶ εὐπέπλου Μαίης ἐρικυδέι παιδί
τεύξει γὰρ βιότῳ τε μέγα κλέος εὐφροσύνην τε
ἤθεσι, μειλιχίην τε χάριν τʼ εὐεργέα δώσει.

VI. Περὶ νόσων. 
 Νῦν δʼ ἄγε μοι, κούρη Λιβηθριάς, ἔννεπε Μοῦσα,
ὅσσα φέρει νούσοισιν ἀκήματα δῖα Σελήνη,
ὅσσα τε λυγρὰ πέλονται ἐν εἰδώλοισι θεούσης
δώδεκα, τοῖς ἔνι τέρμα πολυτλήτου βιότοιο. 
 εἰ μέν γʼ εἰαρινοῖσιν ἐν ἄστρασιν Ἀρνειοῖο 
πασιφαὴς εἱλοῖτο βροτοῖς πανδῖα Σελήνη,
ὁππότε τις νούσῳ ἀρημένος ἀλγινοέσσῃ
ἀργαλέην ἴσχῃσι μεληδόνα, μή νύ τι πῆμα
 
 

 
δειδέχθαι· Παιών γὰρ ἐναίσιμος ἀνθρώποισιν,
εἴ κεν ἔοις, ἢν τοῦδε κατʼ εἰδώλοιο φέρηται 
εὐδερκὴς κερόεσσα Σεληναίη κλυτόπωλος,
ἔμπλην ἀργαλέων ὀδυνάων ὀξειάων,
αἵτε κάρηνον ἔχουσιν ὀιζυροῖο βροτοῖο·
αἵδε γὰρ οὔτι ταχεῖαν ἐπαυρίσκονται ἀρωγήν.
εἰ δὲ γυνὴ βαρύθῃσιν ἐπʼ ὠδίνεσσι μογεῦσα, 
ἡμιτελῆ γυίων ἀποσείσεται ἀκλέα παῖδα,
πρὶν φάος ἠελίοιο φίλοις ὤπεσσιν ἀθρῆσαι.
ἤματι μὲν πρώτῳ μάλʼ ἀεικελίῃ ὑπὸ νούσῳ
 

 
μοχθήσει, καί τʼ ἐγγὺς ἀδευκέος ἔσσετʼ ὀλέθρου·
εἰ δὲ φάος κεν ἔχοι Κριῷ ἔπι δεύτερον ἤδη, 
σώζεται ἐκ καμάτοιο φυγοῦσʼ ἐριώδυνον ἄτην. 
 ἢν δὲ κατʼ εὐκεράοιο Βοὸς μετανισσομένη που
ἰνδαλθῇ κερόεσσα, τότʼ αὖ μέγα θαρσαλέος τοι
αὐδήσω πτοιητὸν ἐπʼ ἀνέρι πορσύνουσαν
ἦτορ καὶ πραπίδων ἑτερήρεα δύσφορον ὁρμὴν 
πλαζομένοιο νόοιο, πότμον γε μὲν οὔτι φέρουσαν
νοῦσον, ἔχειν δʼ ὠκεῖαν ἀκεσφορίην ἐρατεινήν.
εἰ δέ τι δειρῆς ἐντὸς ἔχοις ὀλοφώιον ἄλγος,
ᾗχί τε σύριγγες σφάγιαι βροτὸν ἀμφὶς ἔχουσι,
φράζεσθαί σʼ ἐπέοικε συνάγχης λοίγιον ἄχθος. 
μὴ μὲν δὴ πρώτῳ ἐνὶ ἤματι τῷδε λεχωὶς
ἀμβλώοι, ῥιγηλὸν ὀπαζομένη κακὸν οἶτον·
 

 
δευτέρῃ εἰν ἠοῖ δὲ πέλει ἐλαφρώτερον ἄλγος,
εἰ τόκος ἐκ μελέων ἀνεμώλιος ἀίξῃσι. 
 μὴ μὲν δὴ Διδύμοισιν ἐπιθρώσκουσα Σελήνη 
ἰξύος ἄλγος ἄγοι, μηδʼ ὤμοισιν κακότητα
ἢ πάρεσιν μελέεσσι φέροι· δύστλητα γὰρ ἔσται
κήδεα, καὶ δʼ ἂν ἀκεσφορίην ἀνεμώλιον ἔλποι.
ἢν δέ τις ἄλλη νοῦσος ἐπιρρέπῃ, εἰ μὲν ἐν ἠοῖ
πρώτῃ κλινοπετῆ τεύχοι βροτόν, ἐς χρόνον ἄξει 
ἴησιν, δηρὸν δʼ ἂν ἐνὶ λεχέεσσι κλιθείη,
τηκόμενος δυερῇσι πανημαδὸν ἐλπωρῇσιν·
εἰ δʼ ἀρχὴ καμάτοιο πέλοι ἐνὶ δευτέρῃ ἠοῖ,
ἦ τʼ ἂν ὅγʼ ὠκείῃσιν ὑπʼ ἀρτεμίῃσιν ἔχοιτο,
ἤματʼ ἐπὶ τρία μοῦνον ἐνὶ λέκτροισι μογήσας. 
ἢν δὲ γυνὴ τῆμόσδε φέρουσ᾿ ὑπομήτριον υἷα
ἀμβλώσῃ, ξυνήν κεν ἐς Ἄιδα παιδὶ κέλευθον
στέλλοιτʼ, εἰ μή τίς μιν ἐρύσσεται ἤπιος ἀστὴρ
ἀγλαοφεγγέα δῖαν ἐσαθρήσας κερόεσσαν. 
 πρηΰτατος δὲ πέλει κάματος βροτῷ αὐδήεντι, 
εἴ κεν συμφορέηται ἀγαυὴ Θειαντίνη
 

 
Καρκίνῳ αἰγλήεντι, θοὴν δὲ φέρει ἐπαρωγήν.
μοῦνον μὴ στέρνοισιν ἔχοι ὀλοφώιον ἄλγος·
δυσπονέως γάρ μιν Παιήονος ἔργα σαώσοι.
μηδὲ ποδὸς πληγή μιν ἐπισπέρχοι ὀδύνῃσι 
τῆμος, δὴ γὰρ ἂν οὔτι μετʼ ἀρτιπόδεσσι λέγοιτο.
ἀμβλώσει δʼ οὔ πέρ τι φέρει κακόν, οὐδέ τι λοιγόν.
κούφως δʼ αἱμορύτοισιν ἐπʼ ὠδίνεσσι πονοῖτο
ἡμιτελὲς ῥίψασα γυνὴ ἀνεμώλιον ἄχθος. 
 ναὶ μὴν ἠυγένειον ἐπιστείχουσα Λέοντα 
εἴη τοι πρηεῖα καὶ ἤπιος· οὔτι γὰρ ἐσθλὸν
ἄρξασθαι τῆμόσδε δυσηλεγέος καμάτοιο·
οὐ γάρ κεν προφύγοισθα κακὸν φλογερῶν ὀδυνάων,
εἰ μὴ γαστέρος ὦκα βάλοις ἄπο λύματα πάντα.
οὐ μὲν δὴ κυέουσαν, ὅτʼ ἀμβλώσειε, γυναῖκα 
ῥεῖά κεν οὐδʼ αὐτὴ Παιηονὶς ἰήσαιτο
Ἠπιόνη χείρεσσιν ἀκεσφορίην ἐπάγουσα. 
 

 
 εἰ δʼ ἄρα συμφορέοιτο Δίκῃ πανδῖα Σελήνη,
δηρὸν ἀμυδρὴ νοῦσος ἐφημερίοις κε πέλοιτο
ἀνθρώποις· πότμον δʼ ὑπαλεύεται, ὅς κεν ἐν ἠοῖ 
ἄρξηται κείνῃ μογέειν εὐήρεα γυῖα.
μοῦνον μὴ στομάχοιο κακηπελίῃ βαρύθοιτο
ἢ πλευρῆς· οὐ γάρ τι φέρει λαιψήρʼ ὑγίειαν.
μηδέ τις αἵματος ἀνδρὶ ῥοὴ τῆμόσδε πέλοιτο,
μηδέ τε θηλυτέρῃσιν ἐφανδάνοι ἀμβλώεσθαι 
τηνίκα, λοιγὸν ἄγει γὰρ ἀνάρσιον· εἰ δὲ τύχῃσιν
ὠδῖνα ζωοῖσιν ἐπὶ βρεφέεσσι λύεσθαι,
ἦ τʼ ἂν ἐλαφρίσσαιτο πόνον στυγερῶν ὀδυνάων
Ἀστραίη κούρη σταχυηφόρος ἠπιόδωρος. 
 δείδιθι Χηλάων ἐνὶ τείρεσι χρυσοέθειραν 
Μήνην, μηδέ τε νούσῳ ὑπʼ ἀργαλέῃ μεμογηκώς
κλινοπετὴς γίνοιο· φέρει δʼ ὀλοφώιον ἄστρον
δοιῶν μοιράων ἑτέρην βροτῷ ἀλγινόεντι,
λαιψηρὴν ὑγίειαν ἢ αἰνότλητον ἀνίην,
 

 
εἴ κεν δηθύνῃσι πόνος, καὶ ἀδευκέα πότμον, 
καί τε γυναιξὶν ὄλεθρον, ὅτʼ ἂν βρέφος ἐκπροθόρῃσι
ψυχολιπὲς μελέων· τὰ δέ σε φρεσὶ πευκαλίμῃσι
φράζεσθαι ἐπέοικεν, ἵνʼ ἄλγεα δεινὰ φύγῃσθα. 
 ὀκταπόδην δʼ ἐπὶ θῆρα φανεῖσʼ εὐῶπις ἄνασσα
Σκορπίον, ἐν πρώτῃ μὲν ἐναίσιμος ἠριγενείῃ· 
εἰ δέ γε δεύτερον ἦμαρ ἄγοι, κίνδυνον ἰάψει. 
 Τοξευτῆρι δʼ ἐλαφρῷ ὁμοδρομέουσα Σελήνη
μειότερον θήσει κάματον βροτῷ, ὦκα δὲ καλὴν
ἀρτεμίην ὀπάσειε φίλην εὐήρεσι γυίοις. 
 αὕτως δʼ Αἰγοκερῆα διαστείχουσα φερίστη, 
ὠκείην γυίοισιν ἄγουσ᾿ ἐπιτάρροθον ἀλκήν.
μὴ μὲν ἔοι τῆμόσδε περὶ πλευρῇσι μογῆσαι
ἀνέρι, μηδέ τε λῦμαρ ἐν ἰσχίῳ ἐμπελάσειε·
δηρὸν γὰρ βροτὸν ἄνδρα κακηπελίη δαμάσειεν.
εἰ δὲ γυνὴ μογερῶν γυίων βρέφος ἠλιτόμηνον 
ἔνδοθεν ἐκπροβάλῃσιν ὑφʼ αἱματόεντι μιασμῷ,
ἤματι μὲν προτέρῳ παῦρον πόνον ἐγγυαλίξει,
ἔμπης δʼ ἠελίου κεχαρήσεται ἀκτίνεσσι,
δηρὸν ὁρῶσα φάος τερψιμβρότου ἠελίοιο·
δευτέρῃ εἰν ἠοῖ δὲ κακώτερον ἄλγος ὀπάσσει. 
 

 
 Ὑδροχόον δʼ ἐφέπουσα φαεσφόρος αἰγλήεσσα
ἄλλας μὲν νούσους ἰήσεται· εἰ δέ κε κρείσσων
χρειὼ ἀναγκαίη σε βιήσεται αἰνὰ παθόντα
ἀργαλέου ὑδέροιο, τότʼ αὖ κακότητα φράσασθαι
δύστλητον· τοίην γὰρ ἐπὶ στυγερὴν ἄγει ἄτην. 
ἠοῖ δὲ πρώτῃ χαλεπὴ πέλει, εὖτε γυναικὶ
ἄμβλωσις γίνηται ὀιζυροῖο τόκοιο·
εἰ δʼ ἄρα δεύτερον ἦμαρ ἄγοι φαεσίμβροτος αἴγλη,
μειότερον τελέσειε πόνον λῆξίν τʼ ὀδυνάων. 
 Ἰχθύσι δʼ εἰαρινοῖσι παλίγκοτα πήματα φεύγει 
ῥηιδίως, εἴ πέρ τε νόσῳ δέμας ἀλγυνθείη·
εἰ δέ τε νειαίρης γαστρὸς λύσις ἀντήσειεν
ἢ νεύρων, τάτε φωτὶ ποδῶν ὑποέκλασεν ἄρθρα,
οὐκ ἂν ῥηιδίως μιν ἀπήμονα πορσύνειας. 
 χρὴ δέ σʼ ἐπίφρονα μῆτιν ἐνὶ στέρνοισιν ἔχοντα 
ἴδμεναι, οὕνεκα δῖα Σεληναίη κλυτόπωλος,
εἰ μὲν συμφορέηται ἐνηέσιν ἄστρασι καλοῖς,
εὐδερκεῖ Φαέθοντι ἢ εὐσκόπῳ Ἑρμάωνι
ἠὲ Πάφου μεδεούσῃ ἀγαυῇ Κυπρογενείῃ,
 

 
κουφότερον τελέει πόνον ἀνέρι, καὶ λύσιν ἄλγους 
ὦκα φέρει, πρὶν ἀιστῶσαι εὐήρεα γυῖα·
εἰ δέ τε λοίγιον ἄστρον ὁμοδρομέοι κεροέσσῃ,
ἢ Φαίνων δύστλητος ἢ Ἄρης ἐγρεκύδοιμος,
πλειότερον κάματον τελέει καὶ ἀεικέα νοῦσον.
θηλυτέρῃσι δὲ πάντα κακώτερα φαίνεται ἄστρα, 
ὅσσα διαστείχῃσιν ἀγαυὴ Θειαντίνη·
καὶ γὰρ Ζηνὶ συνοῦσα καὶ αὐτῇ Κυπρογενείῃ
ἀμβλώσεις χαλεπάς τε δυσηλεγέας τε τίθησιν.
ἀλλὰ σύ μοι μούνην πανδερκέα βούλεο Μήνην
ἔμμεναι, εὖτε γυναικὶ πέλει ἀμβλώσιμον ἦμαρ.

VII. Περὶ τομῆς καὶ χειρουργίας. 
 Νῦν δʼ ἄγε μοι κατάλεξον, ἐύθρονε πότνια Μοῦσα,
πῶς κεν ἄνευ λοιγοῖο τομεὺς ἐπὶ φωτὶ σίδηρος
 

 
ἀρτεμίην τεύξειεν, ὑπʼ ἰητῆρος ἀγαυοῦ
σώματι δυσπαθέοντι λύσιν καμάτοιο τιτύσκων. 
 εἰ μὲν ἀπʼ Ὡκεανοῖο νέον προφάῃσιν ἀγαυὴ 
Πληιὰς εἰαρόεσσ᾿, ἢ καὶ πανδῖα Σελήνη
Ταύρῳ ἐνιδρομέουσα κατʼ οὐρανὸν ἰνδάλληται,
ἠὲ καὶ ὑγροφόροιο κατʼ Αἰγοκερῆος ὁδεύοι,
φείδεό μοι χάλυβος, μηδʼ ἐς χέρα τῆμος ἵκοιτο
ἀκμὴ παμφαίνοντος ἐυσμήκτοιο σιδήρου, 
μηδὲ τάμοι χρόα φωτός, ἐπεὶ μογεροῖσιν ἰάψει
ὦκα πόνοις, μηδʼ αὖτις ἀναβλήδην γε τάμοιο. 
 

 
 αὔτως δʼ ἢν φορέηται ἐπʼ ἄστρασιν Ἰκαριώνης
παρθένου, ἡσυχίην ἀγέμεν, καὶ λώιον εἴη. 
 μὴ μὲν δὴ κελάδοντος ἀπʼ Ὠκεανοῖο φέροιτο 
Ἀστραίη κούρη σταχυηφόρος· ἦ γὰρ ἀνίας
τεύξει τεμνομένοισι καὶ ἄλγεα δακρυόεντα. 
 ὥς δʼ αὕτως τροπικοῖσιν ἐν εἰδώλοις ἀλέασθαι
πανδῖον στείχουσαν, ἐπεὶ πολὺ βέλτερον ἔσται
ἀτρεμίην ἐχέμεν, μηδʼ ἐν συνόδοισιν ἐούσης 
θηγαλέῳ γε τάμοιο δέμας μορόεντι σιδήρῳ. 
 αὕτως δʼ οὖ διχόμηνον ἀλεύεσθαι ἐπέοικε. 
 φράζεσθαι δʼ, εἴ κεν στυγερῷ Πυρόεντι συνείη,
μὴ θαμάκις χρειώ σε τομῆς ἐπὶ φωτὶ λάβῃσιν. 
 ὣς δʼ αὕτως τοῖς ἐστιν Ἄρης ἐνὶ δεικήλοισιν 
ὡρονομῶν, πολλῇ μὲν ἐφημερίους κακότητι
βλάψει, εἴ κεν ἀκμὴν χαλυβηίδα σώματος ἄγχι
δέξωνται, καὶ δʼ ἄν κε καὶ αἵματος ἄσχετον ὁρμὴν
 

 
τεύξειεν βλύζοντος ἄδην στυγερῇ ὑπʼ ἀκωκῇ. 
 εἰ δὲ Κρόνῳ συνίῃσι φαεσφόρος ἀργέτα Μήνη, 
καί τε τομὴν ἐπάγῃσιν ἀνὴρ Παιῶνι μεμηλώς,
δηρὸν μοχθήσειε, τέλος δʼ ἀναδέξεται αἰνόν,
καί τε δυσαχθέα νοῦσον ἐπʼ ἀνέρι τῷδʼ ὀπάσειεν. 
 εἰ δέ τʼ ἄνευ καμάτοιο καὶ αἰνοτλήτου ἀνίης
βούλεαι ἐντύνασθαι ἀοσσητῆρα σίδηρον, 
Μήνην αὐγάζοιο σὺν αἰγιόχῳ Κρονίωνι
ἠὲ Διωναίῃ, καί τʼ εἰ φάος ἐλλιπὲς εἴη
λῆγον ἀπὸ διχομήνου ἐπʼ εἰκάδι καὶ δʼ ἔτι πρόσσω
πλὴν συνόδου· λῷον γὰρ ἀκεσφορίην ἀνύσαιο,
ἢν ἀλέῃ συνόδοισι μεμηλότα φάεα Μήνης. 
 ὣς δʼ αὔτως συνιόντες ἀπʼ Ὠκεανοῖο ῥοάων
Φωσφόρος ἢ Φαέθων τελέουσʼ εὐήρεα τμῆσιν. 
 αὕτως δʼ, εἰ φλέβα κεῖραι ὑφʼ αἵματι πεπληθυῖαν
ἱμείρεις, ταύτῃσιν ἐφημοσύναις πεπίθοιο.

VIII. Περὶ δραπετῶν. 
 Εἰ δʼ ἄρα καὶ δμώων ὀλοφώια ἔργα πύθοιο, 
 

 
οἵτε γʼ ἑοὺς λείποντες ἐνὶ μεγάροισιν ἄνακτας
γαῖαν ἐς ὀθνείην ποσὶ καρπαλίμοις ἀλάληνται,
δρῆσται ἀταρτηροί, φιλίην λείποντες ἐδητύν,
οὔτε τραπέζης μνῆστιν ἐφεστίου, οὐ Κρονίωνος
Ἑρκείου σέβας ἁγνὸν ἐνὶ πραπίδεσσι σέβοντες· 
ἀλλὰ σὺ καὶ τοίων μερόπων ἐπιφράζεο μοῖραν. 
 ἢν μὲν ἔῃ πανδῖα μετʼ εὐπόκου Ἀρνειοῖο,
ὦκά μιν εἰσανάγοιο· τάχʼ ἂν δὲ καὶ αὐτὸς ἵκοιτο
δεσπόσυνον ποτὶ δῶμʼ ὑποδείελος, ἠύτε τις φώρ,
παλλόμενος κραδίην ὑπὸ δείματι, καὶ δέ κεν ὦπας 
ταρβαλέοις δακρύοισι πεφυρμένος ἰνδάλλοιτο. 
 ἢν δέ γε Ταῦρον ἔχῃσι παλίμφοιτος κερόεσσα,
ἀνέρος ἀφνειοῦ ἐνὶ δώμασιν ἠλασκάζων
δμὼς ὀλοὸς κρύπτοιτο· μόλις δὲ καὶ εἰς ἑὸν οἶκον
σπουδῇ ἀναγκαίῃ μιν ἄναξ ὑποδέξεται αὖτις, 
ὀτλήσας μάλα πολλὰ καὶ ἐν πραπίδεσσι μογήσας. 
 ἢν δʼ ἐν Ἀμυκλαίοισιν ἴδῃς κεραῶπα Σελήνην
ἠιθέοις, ταχέως μιν ἑὸν δόμον εἰσανάγοιο·
ἢ δʼ ἄρʼ ἀλεύηται πέντʼ ἤματα κρυπταδίῃ τε
 

 
λανθάνῃ, ἦ τʼ ἄν μιν τρίτατον μετὰ μῆνα δέχοιο. 
 εἰ δέ γε Καρκίνον οἶκον ἑὸν βασίλεια Σελήνη
οἰχνεύοι, τέτμοις κεν ἐν ἱερῷ ἄίσει δμῶα,
ἠὲ καὶ ἐν τεμένει κρυφίην ποιεύμενον αὖλιν,
δευτέρῃ εἰν ἠοῖ· θεόθεν δʼ ἱκέτην ἀνάγοιο
ὀρθῇσιν χαίτῃσι πεφρικότα βαμβαίνοντα. 
 ἤν δὲ Νεμειήταο πέλῃ κατὰ μέτρα Λέοντος,
εἰ μὲν ἐπὶ πρώτῃ ἠοῖ δρόμον ἐντύνειε,
λήσεται, οὐδέ μιν αὖτις ἐφʼ ἑστίῃ οἷο ἄνακτος
ἀθρήσαις θεράποντα φυγόπτολιν· εἰ δέ γʼ ἐν ἠοῖ
δευτατίῃ αἴροιτο φυγήν, οὐ πάντα τελέσσει 
δρησμοσύνης· εὕροις δʼ ἂν ἐνὶ μεγάροισί μιν ἀνδρὸς
ἀφνειοῦ, γαίοντος ἀγηνορίῃσι νόοιο·
 

 
δίζεο δʼ ἐν χώρῃ μιν ἢ εἰν ἐριθηλέι κήπῳ. 
 εἰ δὲ Σεληναίης ἐνὶ Παρθένῳ οἰχνευούσης
λείποι οἶκον ἄνακτος, ἕλοις κέ μιν ἐν πολέεσσιν 
ἤμασι· δηθύνει γὰρ ἀπόκρυφος, εἴ κʼ ἐνὶ τῷδε
δεικήλῳ Μήνης εὐφεγγέος αἰθροπολεύσης
φύξιμον ἦμαρ ἕλῃσι, καὶ ἐν θαλεροῖσι πετήλοις
πεπτηὼς ἀλέηται ἑὸν δηναιὸν ἄνακτα. 
 Χηλῇσιν δʼ εἴ κεν σὺ Σεληναίην ἐσαθρήσαις, 
θαρσαλέος δρήστην προτιόσσεο· δὴ γὰρ ἄνεισιν
αὐτόματος, σκήψει δὲ καὶ αἱμυλίοισι λόγοισι
πρηυνέει θυμὸν δυσπέμφελον οἷο ἄνακτος. 
 ἢν δὲ Σκορπιόεν δέμας ἴσχῃ δῖα Σελήνη,
ἦ τʼ ἂν ἔοι θεράπων ἐν ἀνακτόρῳ ἢ τεμένεσσι 
κρυπτόμενος· καὶ δʼ ἄν κεν ἑκών οἶκόνδε νέοιτο. 
 

 
 εἰ δʼ ἄρα Τοξευτῆρα διοιχνεύοι κερόεσσα,
ἢν μὲν ἐνὶ πρώτοις πέντʼ ἤμασιν αἰσυλοεργὸν
δμῶ᾿ ἀνάγῃ, δοίη κε δίκην δρησμοῖο ταχεῖαν·
ἢν δʼ ἄρ᾿ ὑπερβάλλῃ πέντʼ ἤματα, δηρὸν ἂν αὔτως 
πλάζοιτʼ, οὐδέ μιν ὦκα κιχήσεαι, ἀλλὰ χρόνοιο
πολλοῦ μεσσάτιον τελέει δρόμον ἠλασκάζων. 
 ἢν δʼ ἄρʼ ἐν Αἰγόκερῳ φεύγῃ δμώς, οἷο ἄνακτος
ἐν ξείνῃ ληφθεὶς ἄγεται ποτὶ δώματα θᾶσσον. 
 Ὑδροχόῳ δʼ εἴ κεν κεραὴν εὐῶπιν ἀθρήσαις 
νισσομένην, ὅτε δρῆστιν ἐπεντύνῃσι κέλευθον
λαιδρὸς ἀνήρ, τότʼ ἄνακτος ἑοῦ πάτρην ἀπολείπων
ἐν πόλει ὀθνείῃ βίον ἄρνυται, οὐδʼ ἐπὶ δηρὸν
λήσεται, ἀλλά μιν ὦκα τέτμοις ἐπὶ φωτὶ κυροῦντα,
ὃς δήμου θεράπων κοινὸς πέλει, ἠὲ φερόπλῳ 
 

 
ἀνέρι, τῷ στρατιαί τε βοηδρομίαι τε μέλονται. 
 εἰ δʼ ἄρʼ ἐν εἰαρινοῖσι φαεινομένη φορέηται
Ἰχθύσιν, ἠοῖ μὲν προτέρῃ κίνδυνον ἰάψει
δρήστῃ ἀταρτηρῷ, τάχα δʼ ἂν καὶ ὀλέθριον ἦμαρ,
αἶψα δʼ ἄρα φίφεϊ τμηθεὶς ἀμφήκεϊ δειρὴν 
* * * * * * * *
δευτέρῃ εἰν ἠοῖ δὲ φυγὼν σῶός κε πέλοιτο,
καί κεν ἄνακτος ἵκοιτο δόμον περίαλλα πεπονθώς. 
 χρή δὲ περίφρονα μῆτιν ἐνὶ φρεσὶν αἶψα τίθεσθαι·
εἰ μὲν γὰρ μούνην σὺ Σεληναίην ὁρόῳο,
οὔτι φέρει δρησμὸν βροτῷ ἀνέρι, μαψιδίην δὲ 
οἴσει ἄλην τῇ καὶ τῇ ἀλυσκάζοντι κέλευθον
ἀγχόθι δεσποσύνων μεγάρων καὶ ὁμήθεος οἴκου. 
 εἰ δὲ τύχοι πανδῖα σὺν ἀστέρι δινεύουσα,
ὅντε πλάνητα λέγουσιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,
ἦ τʼ ἂν προσσοτέρω θεράπων ὁδὸν ἐντύνοιτο, 
φεύγων νείκεʼ ἄνακτος ὁμοκλήν τʼ ἀλγινόεσσαν. 
 ἀλλʼ ἢν μὲν Φαίνοντι συνῇ κερόεσσα Σελήνη
φλογερῷ Πυρόεντι, φυγὴν ἀνεμώλιον ἴσχει
δοῦλος ἀνὴρ κενεῇσιν ἐπʼ ἐλπωρῇσι γεγηθώς·
ἦ γὰρ ἂν ἐς δόμον αἶψα λυγρῇ πεπεδημένος ἄτῃ 
 

 
βαίη ἀναγκαίῃ βεβιημένος ἀλγινοέσσῃ. 
 εἰ δὲ Ζηνὸς ἄνακτος ἢ ἁγνῆς Ἀφρογενείης
ἴχνια βαίνῃσιν Θειαντιὰς ἀγλαόφοιτος,
ἦ τʼ ἂν κρυπταδίην εὐήρεα φύξιν ἕλοιτο
ὀτρηρὸς θεράπων ποσὶ καρπαλίμοισι πιθήσας. 
μὴ μὲν ἀταρτηρῇσιν ἐνὶ φρεσὶ μητίσαιτο
δεσπότεω φερέμεν κειμήλιον· ἦ γὰρ ἂν εἴη
διχθαδίη ἄτη καὶ κτήματος οἰχομένοιο
καὶ δμωὸς προφυγόντος ἀμειλίχου. ἀλλά σʼ ἄνωγα
μιμνέμεν εἰν οἴκοισι φέρειν τʼ εὐήρεϊ θυμῷ 
φωρίδιον βλάβος αἰνόν, ἐπεὶ μετὰ ποσσὶ διώκων
οὔ κε κίχοις, οὐδʼ εἰ μὲν ἔχοις πόδας Εὐφήμοιο
Εὐρωπηιάδαο, τὸν ἐν πολυηχέι πόντῳ
ὦκα θέειν ἐνέπουσιν ὁδῷ πεφορημένον ὑγρῇ, —
οὐδ᾿ εἴ σοι πτερύγεσσιν ἐπήρεα νῶτα γένοιτο, 
οἷά γʼ ἐνὶ μελέεσσι Βορήιοι υἷες ἔχεσκον,
οὓς ὑποκυσαμένη ῥαδινὴ τέκεν Ὠρείθυια,
ὁππότε μιν χορὸν ἁγνὸν ἐπʼ Ἰλισσοἱο ῥοῇσιν
ἱσταμένην Βορέης ἀνερείψατο, τῆλε δὲ γαίης
 

 
Ἀτθίδος ἐν νεφέεσσι μεταχρονίην φορέεσκε, 
μέσφʼ ὅτʼ ἐπὶ Θρῄκης χιονώδεας ἷξεν ἐναύλους, —
οὐδ’ εἴ κʼ Ἰφίκλοιο θοώτερος αὐγάζοιο,
ὅστε καὶ ἀνθερίκοισιν ἐπέτρεχεν, οὐδέ τι καρπὸν
σίνετʼ ἀήσυρα γυῖα φέρων ἐπὶ λήιον ἄκρον. 
 

 
 εἰ δέ τʼ ἔοι κερόεσσα σὺν εὐσκόπῳ Ἑρμάωνι, 
οὔ κε φύγοι θεράπων ὀλοφώιος, ἀλλὰ τάχιστα
εὕροις, εἰ καὶ γοῦνα θοώτερα καὶ πόδας ἴσχοι
κουφοτέρους Λᾴδαο καὶ ὠκυδρόμοιο Φαΰλλου. 
 μὴ μὲν δὴ συνόδοισιν ἐπιστείχουσα Σελήνη
ἢ καὶ πλησιφαὴς εἴη δρησμοῖο τυχόντος· 
ἦ γὰρ ἂν ἠλασκάζοι ἐπὶ ξείνης τότε γαίης,
ἢ δεσμοῖσιν ἔχοιτο παρʼ ὀθνείοισι βροτοῖσιν. 
 εἰ δὲ Κρόνῳ κρυόεντι συνείη δῖα Σελήνη,
καί τε δμὼς προφύγῃσιν ἔχων κλωπήιον ἄχθος,
ἄλλοις φώρεσι κέρδος ἀποίσεται· οὐ γὰρ ὄνησιν 
ἁρπακτοῖς κτεάτεσσι φέρει τηλεσκόπος ἀστήρ,
 

 
ἀλλʼ ἐπάγει θεράποντι δολόφρονι πολλάκις ἄνδρα
λαιδρότερον Φαίνων, καὶ φὼρ ἐπὶ φωρὶ κυρήσει.

IX. Περὶ παίδων διδασκαλίας. 
 Εἰ δὲ τέχνης ἐθέλεις δεδαηκότας ἐντύνασθαι
ἢ σοφίης υἱῆας ἢ ὀτρηροὺς θεράποντας, 
χρυσοφαὴς εἴη τοι ἐπʼ Ἀρνειοῖο Σελήνη,
ἠὲ καὶ ὠκυπόροισιν ἐπʼ Ἰχθύσι καλὰ φαείνοι,
ἢ κούρης ἐπέχοι φιαρὸν δέμας Ἰκαριώνης,
ἠὲ καὶ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ ἰνδάλλοιτό,
Ζηνὸς μητιέταο κεχαρμένη ἀκτίνεσσιν, 
ἢ Παφίης αἴγλῃσιν ἐρευθομένη τετραγώνοις
ἠὲ τριπλεύροισιν — καί τʼ ἂν πολὺ λώιον εἴη —
ἠὲ κατʼ ἰθὺν ἴῃσιν ἐφʼ ἑβδομάτοιο βεβῶσα
δεικήλου, καὶ γὰρ τὸ πέλει τέχνῃσιν ὄνειαρ. 
 μὴ μὲν δὴ σύνοδον τούτοις ἐνὶ τείρεσι θείη, 
ἢ διχόμηνον ἄγοι σέλας ἔκφατον, εὖτέ σε χρειὼ
τέχνην ἢ σοφίην δεδαήμεναι ὀτρύνῃσιν·
 
 

 
οὐ γὰρ ἂν ἐκτελέσειας, ἃ βούλεαι, οὐδέ τινʼ ἐσθλὴν
παιδὶ δαημοσύνην διχομηνιὰς ἐντύνειεν,
οὐδέ τι λειψιφαής· ἀνεμώλια δʼ ἔργα τίθησιν.

X. Περὶ γεωργίας. 
 Εἰ δὲ γεωπονίης σε φιλομβρότου ἵμερος αἱρεῖ,
καί τʼ ἐπὶ χρυσείης γενεῆς ἐντύνεαι ἔργα
γαῖαν ἐπὶ ζείδωρον ἄγων εὐκαμπὲς ἄροτρον,
ἢ γύροις ἔνι κλῆμα Μεθυμναίου λελίησαι
κατθέμεναι, καὶ λαρὸν ὀπώρης εἶδαρ ἑλέσθαι 
ἱμείρεις, σκαπάνῃ τε λαχαινέμεν ἄμβροτον αἶαν.
αὐτίκα τοι καὶ πᾶσαν ἐτητυμίην καταλέξω,
ὅππως ἂν πανδῖα Σεληναίη πεπίθοιτο,
 
 

 
ὄμπνιά σοι Δήμητρος ἀερσινόοιό τε Βάκχου
δῶρʼ ἀναπεμπέμεναι καὶ ἐπητανὸν ὄλβον ὀπάζειν. 
 εἰ μὲν γὰρ στείχῃσιν ἐπʼ Ἀρνειοῖο θοοῖο,
πάντα φέρει κλυτὰ ἔργα φυτευέμεν ἠδὲ βαλέσθαι
σπέρματα καὶ σηκοὺς εὐερκέας ἀμφιπένεσθαι·
καὶ δʼ ἂν ἀεργηλὸν χῶρον τότε καλὰ τάμοιο
βουσί τε καὶ σμινύῃσιν, ἔοι δέ κε κάρπιμος ὦκα. 
 ὣς δʼ αὕτως Ταύρῳ κεραῷ πονέεσθαι ἕκαστα,
ὅσσα τε γειοπόνων ἐρικυδέα φαίνεται ἔργα.
μὴ μὲν δὴ τῆμόσδ᾿ ἐθέλειν ἐρίβωλον ἄρουραν
ἄρνυσθαι μισθῷ ἐπὶ λατρίῳ· οὐ γὰρ ἄμεινον,
οὐδὲ φέροι κεν ὄνειαρ ἐπʼ ἀλλοτρίῳ μογέοντι. 
 εἰ δὲ Θεραπναίοισιν ἐν ἄστρασι δινεύηται
κούρων εὐεάνου Αἰτωλίδος, ἦ τʼ ἂν ἐμοῖσι
 

 
μύθοισιν πεπίθοιο, καὶ ἀρξάμενος πονέεσθαι
ἀμφὶ γεωπονίῃ τε φυτείῃ θʼ ἱμεροέσσῃ
ζηλωτὸς πολλοῖς κε πέλοις ἐπὶ κέρδεϊ τῷδε. 
 κήπους δʼ εὐθαλέας τεύξεις καὶ γῦρον ὀρύξεις,
γαῖαν ἀεργηλήν τε προμηθείως ἀνύσαιο
εὐεργόν, Μήνης ἐνὶ Καρκίνῳ αἰθροπολεύσης. 
 εἰ φλογερῷ δὲ Λέοντι φάος πολυδερκὲς ἐφείη
ἠερόφοιτος ἄνασσα, τότε σπόρον ὁπλίσσαιο 
κριθῶν ἢ πυρῶν, καί τʼ ἂν πολύχοια γένοιτο.
ἄλλο δὲ μή τι βάλοιο κατʼ αὔλακος· οὐ γὰρ ἄμεινον. 
 Ἀστραίη κούρη δὲ πέλει πρὸς ἅπαντα φερίστη
σπέρματα, καὶ δὲ φυτοῖσιν ἐναίσιμος, ἔν τε βόθροισι
βάλλειν ἔρνεα πάντα, τάτε δρυὸς ἄκρα λέγονται. 
 

 
οἴνας δʼ ἐξαλέασθαι, ἐπεὶ στυγέει περίαλλα
καρίου κούρη ἑλίνους καὶ ἀδευκέας οἴνας,
μνωομένη, ὅσα λυγρὰ Διωνύσοιο ἕκητι
Ἀκταῖοι μήσαντο μέθῃ δεδμημένοι αἰνῇ
Ἰκάριον, καί μιν στυφελαῖς κορύναις ἐδάιξαν 
σφαλλόμενοι δώροισι χοροιμανέος Βάκχοιο. 
 ἀλλὰ σὺ Χηλάων ἐνὶ τείρεσιν αἰθροπολεῦσαν
εἰσορόων κερόεσσαν ἐπιφραδέως πονέεσθαι
ἀμφὶ γεωτομίῃ· σὺ δέ κʼ ἐν νειοῖσι βάλοιο
σπέρματα θαρσαλέως, θεῖναί τʼ ἐνὶ κλήματα γύροις, 
πάντα τε δένδρεα καλά, τάτʼ εἴαρι τηλεθάοντα
 

 
τέρχνεσιν ἀργεννοῖσι φίλην δείκνυσιν ὀπώρην. 
 ἢν δὲ Σκορπιόεν δέμας αἴθριον ἐκπεράῃσιν
αἴγλαις ἀργεννῇσι κλυτὴ πανδῖα Σελήνη,
σπέρματα δάσσασθαι νειοῖς ἔνι· καὶ δέ κεν εἴη 
τῆμος ἐνιβληθέντα κατʼ αὐλακόεσσαν ἄρουραν
ὄμπνια Δηοῦς δῶρα καὶ ἐμπλήσειεν ἀλωήν. 
 καὶ δέ κʼ ἀεργηλὴν γαῖαν τῆμόσδε τάμοιο.
εἰ δʼ ἄρα Τοξευτῆρι φάοι ταυρῶπις ἄνασσα,
μὴ σύγε πυροῖσιν βαλέειν χθόνα βωτιάνειραν, 
μηδὲ θέμεν κρῖ λευκὸν ἐν αὔλακι, μηδέ τινʼ ἄλλα
χέδροπα· πάντα γὰρ αἶψ᾿ ἁλιώσεται, οὐδέ τι ποίη
βλωθρὴ ὑπερτείλασα πυκάσσεται οἴνοπα βῶλον.
ἀλλὰ σύ μοι τῆμόσδε βάλοις περιμήκεα σηκὸν
ἄρνασιν ἠδ᾿ ἐρίφοισι, βοῶν τʼ εὐερκέα μάνδρην 
πορσύναις, πονέοις δὲ καὶ ὠκυπόδεσσιν ἐφʼ ἵπποις,
φορβήν τʼ ἐντύναιο νεογλαγέας περὶ πώλους. 
 αὕτως δʼ Αἰγοκερῆα διαστείχουσα Σελήνη
μήλοισιν σύμπασιν ἐναίσιμος ἠδὲ φερίστη,
εἴ κεν ἄγοις ἑτέρην χώρην ἐριαχθέα ποίμνην 
 

 
ἠδʼ ἀγέλας, καὶ δʼ ἄν κε καὶ αἰπόλια πλατέʼ αἰγῶν
ὦκα θέοι, νομὸν ἄλλον ἐπιστείβοντα πόδεσσιν. 
 Ὑδροχόῳ δʼ ὁρόων εὐώπιδος ἀργέτιν αἴγλην
Μήνης εὖ μὲν ἄροτρα καὶ αὔλακα πορσύνειας,
εὖ δὲ καὶ ἐν γύροις ὑποδέξεαι ἔρνεα καλά, 
εὖ δʼ ἐν ἀεργηλοῖσιν ὕνιν πήξειας ἀρούραις. 
 αὕτως δʼ εἰαρινοῖσιν ἐν Ἰχθύσιν ἐστὶ φερίστη
γειοπόνοις Θειαντίς, ὅτʼ ὄμπνια ἔργα πένωνται
Δηοῦς εὐωδῖνος ἐυστεφέος τʼ Ἰοβάκχου. 
 σκέπτεσθαι δʼἐπέοικε καὶ ἀστέρας ἠνεκὲς ἄλλους. 
ἢν μὲν γὰρ Φαέθων τε καὶ ἁγνὴ Κυπρογένεια
Μήνῃ συμφορέωντʼ ἠδ᾿ εὔπτερος Ἀργειφόντης,
πάντα τάδʼ ἀλδήεντα καὶ αὔξιμα τοῖσδε πιφαύσκοις
 

 
πολλήν τʼ εὐεστώ φερέμεν καὶ θέσφατον ὄλβον. 
 εἰ δὲ Κρόνος κρυόεις Ἄρης τʼ ὀλοφώιος εἶεν 
ἀμφὶ Σεληναίῃ, μινύθουσʼ ἐρικυδέα ἔργα
ἠδ’ ἅλιον φαίνουσι γεωπονίην μερόπεσσι. 
 τοιγὰρ ὅρα δείκηλα κατʼ οὐρανὸν ἀγλαὰ πρῶτον,
οἷς κούρη Θειαντὶς ἐναίσιμα ἔργα προφαίνει,
αὖτις δʼ ἀστέρα καλὸν ἐρισθενέος Κρονίωνος 
ἢ Παφίης ἢ φαιδρὸν ἐύσκοπον Ἑρμάωνα·
ξυνὴν γὰρ τούτοισι, διοιχνεύουσα κέλευθον
ἀρχὴν καὶ τέλος ἐσθλὸν ἄγει μερόπων ἐπὶ ἔργοις.

XI. Περὶ τῶν ἐν δεσμοῖς. 
 Εἰ δʼ ἄρα καὶ δεσμοῖσιν ἀεικέσιν ὀχμάζοιτο
δειλὸς ἀνήρ, Κριῷ μὲν ἔχων ἐριώπιδα Μήνην 
δηναιὴν εὕροι κε λύσιν δυερῶν ὀδυνάων.
ὣς δὲ καὶ ἐν θερινοῖσιν ὁρωμένη εἰδώλοισιν,
 

 
ἢ Διδύμοις ἢ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ οὖσα,
ἠὲ Νεμειήταο κατʼ ἀργαλέοιο Λέοντος,
πουλὺν ἐπὶ χρόνον οἴσει ἀπείρατα δεσμὰ βροτοῖσιν. 
 εἰ δέ κεν αἰθερίῳ ἐν Σκορπίῳ ἠδέ τʼ ἐλαφρῷ
Τοξευτῇ, Ταύρῳ τε καὶ ἐν Ζυγῷ αἰγλήεντι,
ἠδὲ καὶ Ἀστραίου σταχυηφόρῳ ἀμφὶ θυγατρὶ
δινεύῃσι, ταχεῖαν ἄγει λύσιν ἡμερίοισιν,
ἔκ τε πόνων ἀνέπαυσε καὶ ἅψεα κούφισεν ἀνδρός. 
 μὴ μὲν ἁλιπλάγκτοισιν ἐν Ἰχθύσιν αὐγάζοιτο·
ἦ γὰρ ἀναπλήσειεν ἀεικέλιον βροτὸς ἄλγος,
καὶ δὲ μόλις δεσμοῖο δυσηχέος ἄσπετον ἄχθος
ἐκπροφύγοι· πολλοὶ δὲ καὶ ἐς βιότοιο τελευτὴν
εἰλλάδας ἀργαλέας γυίων ἐφόρησαν ὕπερθεν. 
 ἢν δὲ σὺν ἀστέρι Μήνη ἐνηέι καλὰ φαείνῃ
Ζηνὸς ἢ Ἑρμείο ἢ εὐεάνου Ἀφροδίτης,
ἦ τʼ ἂν κουφότερός τε πόνος παῦρός τε γένοιτο. 
 

 
 εἰ δὲ Κρόνῳ κρυερῷ ἢ Ἄρεϊ συμφορέηται,
πολλάκις ἀργαλέοιο βίῃ δεσμοῖο πονηθεὶς 
μέσφα πότμου φρουρεῖται ἀεὶ ἀδάμαντι συναπτῷ.

XII. Περὶ κλοπῆς. 
 Εἰ δέ τι κλεμμάδιον μεγάρων κειμήλιον ἔρροι,
ἢν μὲν ἐν Ἀρνειῷ κεραὴ τροχάῃσι Σελήνη,
σώεται ἂ ἐς δῶμα καὶ ἐς χέρας εἶσιν ἄνακτος. 
 Ταύρῳ δʼ ἐμβεβαυῖα παλίμφοιτος κερόεσσα 
πέμπει πρὸς σθεναρὸν κτῆμα βροτόν, οὐδέ κε ῥεῖα
αὐτὸ κίχοις, οὐδʼ αὐτὸς ὀνήσεται ἠλίθιος φώρ,
κέρδεος ἁρπαλέοιο δίκην ἰθεῖαν ὑποσχών·
φράζεο δʼ ἐς δεκάτην τόδε μοι Ταύροιο κέλευθον.
 
 

 
αἰ δʼ ἄλλαι καλαὶ καὶ ἀπήμονες ἀνέρι μοῖραι, 
οὐδέ τʼ ἀνιηρὴν ἐπάγουσ᾿ ἀλιτήμονι θωήν,
ἢν μὴ Ἄρει ξυνοῖο δρόμου τετύχῃσι Σελήνη. 
 εἰ δέ κε δεικήλοις Διδύμων περάῃσιν ἄνασσα,
τέτμοις μέν, παῦρον δὲ νόῳ νοσφίζεο πῆμα. 
 Καρκίνον αὖ ἐφέπουσα φαεσφόρος, εἰ μὲν ὄλοιτο 
ἄργυρος αἰγλήεις, ἀνάγει πάλιν ἐς τεὸν οἶκον,
χρυσόν τʼ εὐλαμπῆ· κτῆσις δʼ ἁλιώσεται ἄλλη,
ἥτις ἂν ἐκ μεγάρων συλήσιος οἰχνεύσειεν. 
 εἰ δὲ Λέοντος ἔχῃσι μένος πολυωπέτις αἴγλη
Μήνης ἠυκόμοιο, τότʼ οὐ μάλα θαρσαλέος τοι 
αὐδήσω παλίνορσον ἑλεῖν κτέαρ. εἰ δέ τε κούρην
 

 
Ἀστραίην διίῃσι κερασφόρος ἀργέτα Μήνη,
δηθύνει κλόπιον, χρόνιον δʼ ἀναφαίνεται αὖτις· 
 δήεις τʼ, εἰ Χηλῇσιν ὁμοδρομέοι κερόεσσα, 
 εὕροις τʼ, εἰ καὶ ἐπʼ ὀκταπόδῃ βεβαυῖα τύχῃσι 
Σκορπίῳ. ἢν δέ γε Τοξότεω δέμας αἰνὸν ἔχῃσιν,
ὄλλυται, ἕρμαιον δὲ πέλει φώρεσσιν ἀνιγροῖς. 
 Αἰγόκερω δʼ εἴ κεν κλυτὰ τείρεα παμφαίνῃσιν
αἴγλῃσιν φιαρῇσι παλιστρέπτοιο Σελήνης,
ἦ τʼ ἂν δηναιὴ πέλοι εὕρεσις. εἰ δέ κεν ἄστρον 
Ὑδροχόου διίῃσιν ἀγαυὴ Θειαντίνη,
ἐν δοιῇ σῶσίς τοι ἀπολλυμένου κτεάνοιο. 
 ὣς δὲ καὶ εἰαρινοῖσιν ἐν Ἰχθύσιν αἰθροπολεύσης
εὐκεράου Μήνης, μόλις οἴσεαι, ὅττι κακὸς φὼρ
ἐν παλάμαις κεν ἕλῃ· θαμέως δέ κεν ἀμφὶ κλοπείου 
 

 
εἰσαΐοις, τὰ δὲ πολλὰ πέλοντʼ ἀνεμώλιοι αὔτως
μῦθοι ἐπαγγελίῃσι κεναῖς θέλγοντες ἀκουάς. 
 εἰ δὲ Σεληναίη ξυνὴν τρίβον ἐγκονέῃσιν
ἄστροις ἀργαλέοις, δήεις κτέαρ. ἢν δὲ φερίστοις,
Ζηνὶ κελαινεφέι * * * 
* * * κλόπιον κτέαρ ὄλλυται αὔτως.
* * * * * *
οὔτι λίην· φώρεσσι δʼ ἐναίσιμα γίνεται ἐσθλὰ 
 

 
τείρεα Κυπρογένεια καὶ αἰγλήεις Διὸς ἀστὴρ
ἠδὲ καὶ ὠκυδρόμοιο φερεπτέρου Ἑρμάωνος.