Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος

ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ᾿ ἀοιδῆς,

ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,

δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,

εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι

πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,

γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,

ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δʼ ἔχεν ἀρχήν.

Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,

πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον,

ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε

λιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον·

Ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠϊόνας; τίς ὁ φύσας;

πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.

εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω·

δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.

εἰμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην

τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·

καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ

μιχθεὶς ἐν φιλότητι παρʼ ὄχθας Ἠριδανοῖο.

καὶ σὲ δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,

σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν

ἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.

Τὸν δʼ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·

τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν

ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.

Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος

Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ

Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.

γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς,

σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.

πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;

σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε

ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει

ἄρτος τρισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο,

οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,

οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,

οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,

οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,

οὐδʼ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,

κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν.

οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,

οὐ σεύτλοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις·

ταῦτα γὰρ ὑμέτερʼ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.

Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα·

ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν

πολλὰ μάλʼ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματʼ ἰδέσθαι.

ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,

σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι,

στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.

εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·

βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτʼ ὀλίσθῃς,

οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν,

ἀλλʼ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.

ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα,

ἀλλʼ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω,

καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα,

νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο.

ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπʼ αἶαν,

κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν,

καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος·

πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη,

ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει.

ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.

Ὣς ἄρʼ ἔφη καὶ νῶτʼ ἐδίδου· ὁ δʼ ἔβαινε τάχιστα

χεῖρας ἔχων τρυφεροῖο κατʼ αὐχένος ἅμματι κούφῳ.

καὶ τὸ πρῶτον ἔχαιρεν ὅτʼ ἔβλεπε γείτονας ὅρμους,

νήξει τερπόμενος Φυσιγνάθου· ἀλλʼ ὅτε δή ῥα

κύμασι πορφυρέοισιν ἐκλύζετο πολλὰ δακρύων

ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας,

καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορ

πάλλετʼ ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθʼ ἱκέσθαι·

δεινὰ δʼ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ.

οὐρὴν μὲν πρῶτʼ ἔπλασʼ ἐφʼ ὕδασιν ἠΰτε κώπην

σύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι

ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δʼ ἐβώστρει·

καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τʼ ἀγόρευσεν·

Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτος

ταῦρος ὅτʼ Εὐρώπην διὰ κύματος ἦγʼ ἐπὶ Κρήτην

ὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον

βάτραχος ὑψώσας ὠχρὸν δέμας ὕδατι λευκῷ.

Ὕδρος δʼ ἐξαίφνης ἀνεφαίνετο, πικρὸν ὅραμα

ἀμφοτέροις· ὀρθὸν δʼ ὑπὲρ ὕδατος εἶχε τράχηλον.

τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας

οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν.

δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.

κεῖνος δʼ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐθὺς ἐφʼ ὕδωρ,

καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.

πολλάκι μὲν κατέδυνεν ὑφʼ ὕδατι, πολλάκι δʼ οὖτε

λακτίζων ἀνέδυνε· μόρον δʼ οὐκ ἦν ὑπαλύξαι.

δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπʼ αὐτῷ·

ὕδασι δʼ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·

Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,

ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.

οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε

παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας

εἰς ὕδωρ μʼ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.

Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδεν

Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσιν·

ποινὴν ἀντέκτισίν τʼ ὀρθὴν ὅς κʼ ἀποδώσει

ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδʼ

καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν

δεινὸν δʼ ἐξολόλυξε, δραμὼν δʼ ἤγγειλε μύεσσιν.

ὡς δʼ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.

καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπʼ ὄρθρον

κηρύσσειν ἀγορήνδʼ ἐς δώματα Τρωξάρταο,

πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην

ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρʼ ὄχθαις

ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ.

ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη

Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·

Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα

ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.

εἰμὶ δʼ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.

καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα

ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.

τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν

καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,

ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,

τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.

ἀλλʼ ἄγεθʼ ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπʼ αὐτοὺς

σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισιν.

ἢν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν.

Ταῦτʼ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.

καὶ τοὺς μέν ῥʼ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς·

κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς,

ῥήξαντες κυάμους χλωρούς, εὖ δʼ ἀσκήσαντες,

οὓς αὐτοὶ διὰ νυκτὸς ἐπιστάντες κατέτρωξαν.

θώρηκας δʼ εἶχον καλαμοστεφέων ἀπὸ βυρσῶν,

οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.

ἀσπὶς δʼ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη

εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος·

ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.

Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δʼ ἐνόησαν

βάτραχοι ἐξανέδυσαν ἀφʼ ὕδατος, ἐς δʼ ἕνα χῶρον

ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.

σκεπτομένων δʼ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος,

κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,

Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,

ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·

Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν

εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε.

εἶδον γὰρ καθʼ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν

ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε

οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.

Ὣς εἰπὼν ἀπέφηνε· λόγος δʼ εἰς οὔατα πάντων

εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγερώχων·

μεμφομένων δʼ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·

Ὦ φίλοι οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον

ὀλλύμενον· πάντως δʼ ἐπνίγη παίζων παρὰ λίμνην,

νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι

νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλʼ ἄγε βουλὴν

ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.

τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.

σώματα κοσμήσαντες ἐν ὅπλοις στῶμεν ἅπαντες

ἄκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος·

ἡνίκα δʼ ὁρμηθέντες ἐφʼ ἡμέας ἐξέλθωσι,

δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ,

ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν.

οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους

στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.

Ὣς εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.

φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,

θώρηκας δʼ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,

φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν,

ἔγχος δʼ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,

καί ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα.

φραξάμενοι δʼ ἔστησαν ἐπʼ ὄχθαις ὑψηλαῖσι

σείοντες λόγχας, θυμοῦ δʼ ἔμπλητο ἕκαστος.

Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,

καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,

πολλοὺς καὶ μεγάλους ἠδʼ ἔγχεα μακρὰ φέροντας,

οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,

ἡδὺ γελῶν ἐρέεινε· τίνες βατράχοισιν ἀρωγοὶ

ἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν·

Ὦ θύγατερ μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ;

καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες

κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.

Ὣς ἄρʼ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·

ὦ πάτερ οὐκ ἄν πώ ποτʼ ἐγὼ μυσὶ τειρομένοισιν

ἐλθοίμην ἐπαρωγός, ἐπεὶ κακὰ πολλὰ μʼ ἔοργαν

στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ᾿ ἐλαίου.

τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν.

πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσα

ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα,

ὡς βατράχων στρατὸς ἔβρεμεν εὖτε γιγάντων

καὶ μῦες κενταύρων μεγαλαύχων ἦσαν ὁμοῖοι

τρώγλας τʼ ἐμποίησαν· ὁ δʼ ἠπητής μοι ἐπέστη

καὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν.

χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.

ἀλλʼ οὐδʼ ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω.

εἰσὶ γὰρ οὐδʼ αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴην

ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,

ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες

οὐδʼ ὀλίγον καταμῦσαι· ἐγὼ δʼ ἄϋπνος κατεκείμην·

τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ.

ἀλλʼ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,

μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι·

εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι·

πάντες δʼ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.

Ὣς ἄρʼ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντʼ ἄλλοι,

πάντες δʼ αὖτʼ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.

καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες

δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανόθεν δὲ

Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.

Πρῶτος δʼ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ

ἑσταότʼ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·

κὰδ δʼ ἔπεσεν πρηνής, ἁπαλὰς δʼ ἐκόνισεν ἐθείρας.

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

Τρωγλοδύτης δὲ μετʼ αὐτὸν ἀκόντισε Πηλείωνος,

πῆξεν δʼ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα

εἷλε μέλας θάνατος, ψυχὴ δʼ ἐκ σώματος ἔπτη.

Σευτλαῖον δʼ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος,

Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε·

ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη.

Λιμνόχαρις δʼ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,

Τρωγλοδύτην ἁπαλοῖο διʼ αὐχένος τρῶσεν ἐπιφθὰς

πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε·

Ὠκιμίδην δ᾿ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ

οὐδʼ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δʼ ἐνόησε

Λειχήνωρ δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ

καὶ βάλεν, οὐδʼ ἀφάμαρτε καθʼ ἧπαρ· ὡς δʼ ἐνόησε

Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις.

ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης ἀλλʼ ἤλασεν αὐτόν·

κάππεσε δ᾿, οὐκ ἀνένευσεν, ἐβάπτετο δʼ αἵματι λίμνη

πορφυρέῳ, αὐτὸς δὲ παρʼ ἠιόν᾿ ἐξετανύσθη,

χορδῇσιν λιπαρῇσί τʼ ἐπορνύμενος λαγόνεσσιν.

Τυροφάγον δʼ αὐτῇσιν ἐπʼ ὄχθαις ἐξενάριξεν.

Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,

ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας.

Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,

χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ

ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα.

Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην,

ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.

Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,

ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.

Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος

καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ,

πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει.

Κραμβοβάτης δὲ ἰδῶν πηλοῦ δράκα ῥίψεν ἐπʼ αὐτόν,

καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.

ὠργίσθη δʼ ἄρʼ ἐκεῖνος, ἑλὼν δʼ ἄρα χειρὶ παχείῃ

κείμενον ἐν δαπέδῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης,

Ὑδρόχαρις δʼ ἔπεφνεν Πτερνοφάγον βασιλῆα,

τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δʼ ἐκλάσθη

κνήμη δεξιτερή, πέσε δʼ ὕπτιος ἐν κονίῃσι.

Κραυγασίδης δʼ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπʼ αὐτόν,

τύψε δέ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δέ οἱ εἴσω

ὀξύσχοινος ἔδυνε, χαμαὶ δʼ ἔκχυντο ἅπαντα

ἔγκατʼ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ·

Τρωγλοδύτης δʼ ὡς εἶδεν ἐπʼ ὄχθῃσιν ποταμοῖο,

σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δʼ αἰνῶς·

ἥλατο δʼ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.

Τρωξάρτης δʼ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον.

Πρασσαῖος δʼ ὡς εἶδεν ἔθʼ ἡμίπνουν προπεσόντα,

ἦλθε διὰ προμάχων καὶ ἀκόντισεν ὀξύσχοινον·

οὐδʼ ἔρρηξε σάκος, σχέτο δʼ αὐτοῦ δουρὸς ἀκωκή·

οὐδʼ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον

δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,

ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθʼ ὅμιλον·

ὥρμησεν δʼ ἄρʼ ἐπ᾿ αὐτόν· ὁ δʼ ὡς ἴδεν οὐχ ὑπέμεινεν.

ἔσχατος δʼ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δʼ αἰνῶς

ἥρωας κρατερούς, ἀλλʼ ἔδυνε βένθεσι λίμνης

Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων,

Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·

οἴκαδʼ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδʼ ἐκέλευεν·

οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει·

ἀγχοῦ δʼ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι

καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας

φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·

οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην·

καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,

εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.

καὶ τότʼ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων,

κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·

Ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·

μεριδάρπαξ ὄρχαμος μιμούμενος αὐτὸν ἄρηα

ὃs μόνος ἐν μύεσσιν ἀρίστευεν καθʼ ὅμιλον

αὐτὸς δʼ ἑστήκει γαυρούμενος κατὰ λίμνην

οὐ μικρόν με πλήσσει μεριδάρπαξ ὃς κατὰ λίμνην

Ἅρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχιστα

Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα,

οἵ μιν ἐπισχήσουσι μάχης κρατερόν περ ἐόντα.

Ὣς ἄρʼ ἔφη Κρονίδης· Ἄρης δʼ ἀπαμείβετο μύθῳ·

οὔτʼ ἄρʼ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος

ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.

ἀλλʼ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον

κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,

ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα

καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων.

Ὣς ἄρʼ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν

πρῶτα μὲν ἐβρόντησα, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.

πάντας μέν ῥʼ ἐφόβησε βαλὼν βατράχους τε μύας τε·

ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μυῶν στρατός, ἀλλʼ ἔτι μᾶλλον

ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,

κινείσθω τιτανοκτόνον ὀβριμοεργόν

Τιτᾶνας πέφνες ἄριστους ἔξοχα πάντων

αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον

ἧκʼ ἐπιδινήσας· ὁ δʼ ἄρʼ ἔπτατο χειρὸς ἄνακτος

εἰ μὴ ἀπʼ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,

ὅς ῥα τότʼ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.

Ἦλθον δʼ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,

λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι,

ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,

βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,

ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται

καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον

ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι.

τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδʼ ἔτʼ ἔμειναν,

ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δʼ ἥλιος ἤδη,

καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.