ΙΠΠΟΚΡΑΤΟΥϹ ΓΕΝΟϹ ΓΕΝΟϹ ΚΑΙ ΒΙΟϹ
ΚΑΤΑ ϹΩΡΑΝΟΝ 
 Ἱπποκράτηϲ γένει μὲν ἦν Κῷοϲ, υἱὸϲ Ἠρακλείδα καὶ Φαιναρέτηϲ, 
εἰϲ Ἠρακλέα καὶ Ἀϲκληπιὸν τὸ γένοϲ ἀναφέρων, ἀφ’ οὖ μὲν εἰκοϲτόϲ,
 ἀφ’ οὐ δὲ ἐννεακαιδέκατοϲ. μνημονεύει δὲ τῆϲ γενεαλογίαϲ αὐτοῦ
Ἐρατοϲθἐνηϲ καὶ Φερεκύδηϲ καὶ Ἀ π ολλόδωροϲ καὶ Ἄρειοϲ
ὁ Τ αρϲεύϲ. μαθητὴϲ δὲ γέγονεν Ἡρακλείδα τοῦ [ἰδίου] πατρόϲ, εἶτα 
Ἡροδίκου, κατὰ δέ τιναϲ καὶ Γοργίου τοῦ Λεοντίνου ῥήτοροϲ, φιλο-
ϲόφου δὲ Δημοκρίτου Ἀβδηρίτου. κατὰ δὲ τοὺϲ Πελοποννηϲιακοὺϲ 
 ῆκμαϲε χρόνουϲ γεννηθείϲ, ὥϲ φηϲιν Ἰϲχόμαχοϲ ἐν τῷ πρωίω Περὶ
τῆϲ Ἱπποκράτουϲ αἱρἐϲεωϲ, κατὰ τὸ πρῶτον ἔτοϲ τῆϲ ὀγδοηκοϲτῆϲ
ὀλυμπιάδοϲ, ὡϲ δὲ Ϲωρανὸϲ ὁ Κῷοϲ ἐρευνήϲαϲ τὰ ἐν Κῷ γραμμα-
τοψυλακεῖα προϲτίθηϲι, μοναρχοῦντοϲ Ἀβριάδα, μηνὸϲ Ἀλγριανίου ἑβδόμη
καὶ εἰκοϲτῇ, παρ’ ὄ καὶ ἐναγίζειν ἐν αὐτῇ μέχρι νῦν Ἱπποκράτει φηὶ
 τοῦϲ Κώουϲ. ϲυναϲκηθεὶϲ δὲ ἐν τῇ ἰατρικῇ καὶ τοῖϲ ἐγκυκλίοιϲ μαθή- 
μαϲι τῶν γονέων αὐτοῦ τελευτηϲάντων μετέϲτη τῆϲ [ἰδίαϲ] πατρίδοϲ,
ὡϲ μὲν κακοήθωϲ Ἀνδρέαϲ φηϲὶν ἐν τῷ Περἱ τῆϲ ἰατρικῆϲ
γενεαλογίαϲ, διὰ τὸ ἐμπρῆϲαι τὸ ἐν Κνίδω γραμματοφυλακεῖον·
 
 
 
 
 

 
ἄλλοι δέ φαϲιν, ὅτι προθέϲει τοῦ κατὰ τόπουϲ τὰ ἀποτελούμενα
θεάϲαϲθαι καὶ ϲυγγυμναϲθῆναι ποικιλώτερον· ὡϲ δὲ Ϲωρανὸϲ ὁ Κῷοϲ
ἱϲτορεῖ, ὄνειροϲ αὐτῷ παρέϲτη κελεύων τὴν Θεϲϲαλῶν γῆν κατοικεῖν.
 τὴν δὲ ϲύμπαϲαν Ἑλλάδα θεραπεύων ἐθαυμάϲθη, ὥὑϲτε καὶ ὑπὸ Περ-
δίκκα τοῦ Μακεδόνων βαϲιλέωϲ φθιϲικοῦ νομιϲθέντοϲ παρακληθέντα 
δημοϲίᾳ πρὸϲ αὐτὸν ἐλθεῖν μετ᾿ εὐρυφῶντοϲ, ὅϲ καθ᾿ ἡλικίαν πρεϲβύ-
τεροϲ ἦν αὐτοῦ, καὶ ϲημειώϲαϲθαι ψυχῆϲ εἶναι τὸ πάθοϲ. ἥρα γὰρ
μετὰ τὸν τοῦ πατρὸϲ Ἀλεξάνδρου θάνατον φίλαϲ τῆϲ παλλακίδοϲ
αὐτοῦ, πρὸϲ ἣν δηλώϲαντα τὸ γεγονόϲ, ἐπειδὴ παρεφύλαξεν ταύτηϲ
βλεπομένηϲ παντελῶϲ ἐκεῖνον τρέπεϲθαι, λῦϲαι μὲν τὴν νόϲον, ἄνα- 
 κτήϲαϲθαι δὲ τὸν βαϲιλέα. παρεκλήθη δὲ ὑπὸ [τῶν] Ἀβδηριτῶν πρὸϲ
αὐτοὺϲ ἀπελθεῖν καὶ Δημόκριτον μὲν ὡϲ ἐν μανίᾳ θεραπεῦϲαι, ῥύϲαϲθαι
 δὲ λοιμοῦ τὴν πόλιν ὅλην. ἀλλὰ καὶ εἰϲ τὴν Ἰλλυριῶν καὶ Παιόνων
βαρβάρων γῆν λοιμοῦ καταϲκήψαντοϲ καὶ δεομένων τῶν ἐκεῖ βαϲιλέων
πρὸϲ αὐτοὺϲ ἐλθεῖν, παρὰ τῶν πρέϲβεων τίνα ἦν ἐκεῖ τὰ πολλὰ τῶν 
πνευμάτων μαθὼν ἐκείνουϲ μὲν ἀπράκτουϲ ἀπέπεμψε, ϲυλλογιϲάμενοϲ
δὲ τὴν νόϲον ἐπὶ τὴν Ἀττικὴν ἥξειν, προειπών τὸ γενηϲόμενον καὶ
 τῶν πόλεων καὶ τῶν μαθητῶν ἐπεμελήθη. τοϲοῦτον δὲ φιλέλλην
ὑπῆρξεν, ὥϲτε τῆϲ δόξηϲ αὐτοῦ μέχρι Περϲῶν διαπύϲτου γενομένηϲ
καὶ διὰ τοῦτο καὶ τοῦ Ἀλρταξέρξου διὰ Ὑϲτάνουϲ τοῦ Ἐλληϲποντίων 
ὑπάρχου ἐπὶ μεγάλαιϲ δωρεαῖϲ δεομένου πρὸϲ αὐτὸν ἐλθεῖν, διὰ τὸ
ϲεμνὸν καὶ ἀφιλάργυρον καὶ φιλοίκειον ἀρνήϲαϲθαι, ὡϲ καὶ τοῦτο διὰ
 τῆϲ πρὸϲ αὐτὸν ἐπιϲτολῆϲ δηλοῦται. ἐρρύϲατο δὲ τὴν ἑαυτοῦ πατρίδα
πολεμεῖϲθαι μέλλουϲαν ὑπὸ Ἀθηναίων, Θεϲϲαλῶν δεηθεὶϲ ἐπιβοηθῆϲαι.
 διὸ καὶ λαμπρῶν ἔτυχε τιμῶν παρὰ ἰνψοιϲ, ἀλλὰ καὶ Θεϲϲαλοῖϲ καὶ 
 
 
 
 
 

 
Ἀργείοιϲ καὶ Ἀθηναίοιϲ, οἷτινεϲ καὶ δεύτερον αὐτὸν ἀφ᾿ Ἡρακλέουϲ
δημοϲίᾳ τοῖϲ Ἐλευϲινίοιϲ ἐμύηϲαν καὶ πολίτην ἔγραψαν καὶ τὴν ἐν
πρυτανείῳ ϲίτηϲιν ἔδοϲαν εἰϲ ἐκγόνουϲ. ἀφθόνωϲ δὲ τοὺϲ ἐπιτηδείουϲ
ἐδίδαϲκε τὴν τέχνην μετὰ τοῦ προϲήκοντοϲ Ὅρκου. ἐτελεύτα δὲ παρὰ 
 Λαριϲϲαίοιϲ. ὅτε καὶ Δημόκριτοϲ φέρεται τελευτήϲαϲ, καὶ οἱ μὲν ἐνενή-
κοντα ἐτῶν, οἱ δὲ ὀγδοήκοντα πέντε φαϲίν, ἄλλοι ἑκατὸν τεϲϲάρων,
τινὲϲ ἑκατὸν ἐννέα. τέθαπται δὲ μεταξὺ Γυρτῶνοϲ καὶ Λαρίϲϲηϲ, καὶ.
δείκνυται ἄχρι δεῦρο τὸ μνῆμα. ἐν ?? μέχρι πολλοῦ ϲμῆνοϲ ἦν ἐργα-
ζόμενον μέλι, ἀφ᾿ οὐ τὰ ἀφθῶντα παιδάρια χρίουϲαι παρὰ τῷ τάφῳ
 ῥᾳδίωϲ ἀπήλλαττον αἱ τιτθαί. ἐν δὲ ταῖϲ πολλαῖϲ εἰκόϲιν ἐϲκεπαϲμέ- 
νοϲ τὴν κεφαλὴν γράφεται, ὡϲ μέν τινεϲ λέγουϲι πίλῳ, παράϲημον
εὐγενείαϲ, καθάπερ Ὁδυϲϲεύϲ, ἄλλοι δὲ τῷ ἱματίῳ· καὶ τούτων οἱ μὲν
δι᾿ εὐπρέπειαν, ἐπεὶ φαλακρὸϲ ἦν, οἱ δὲ διὰ τὸ ἀϲθενὲϲ τῆϲ κεφαλῆϲ,
οἱ δὲ δι᾿ ἔμφαϲιν τοῦ δεῖν τὸ τοῦ ἡγεμονικοῦ χωρίον φρουρεῖν, οἱ
 δὲ τοῦ φιλαποδήμου τεκμήριον, οἱ δὲ τῆϲ ἐν τοῖϲ ϲυγγράμμαϲιν
ἀϲαφείαϲ, οἱ δὲ πρὸϲ παράϲταϲιν τοῦ δεῖν κἀν τῶ ὑγιαίνειν φυλάϲ-
ϲεϲθαι τὰ βλάπτοντα, τινὲϲ δὲ ὅτι χειρίζων πρὸϲ τὸ τῶν χειρῶν
ἀπαραπόδιϲτον ϲυμπεριλαμβάνων τὸ τοῦ ἱματίου περικεχυμένον ἐπετί-
θει τῇ κεφαλῇ. περὶ δὲ τῶν ϲυγγραμμάτων αὐτοῦ πολλὴ γέγονε δια- 
 φωνία ἄλλων ἄλλα δοξαϲάντων. ὅθεν οὐκ εὐμαρὲϲ τὸ περὶ αὐτῶν
ἀποφήναϲθαι, διὰ τὸ πολλὰϲ αἰτίαϲ ἐπιϲκοτεῖν τῇ κρίϲει, πρῶτον τὴν
ἐπωνυμίαν, δεύτερον τὸ δύναϲθαι τὸν χαρακτῆρα τῆϲ φράϲεωϲ τηρῆϲαι,
τρίτον διὰ τὸ ἕνα καὶ τὸν αὐτὸν ποτὲ μὲν ῥωμαλεώτερον, ἄλλοτε
ἀϲθενέϲτερον διὰ τὴν ἡλικίαν ϲυγγράφειν. καὶ ἄλλαϲ δὲ [μετὰ τούτων]
 αἰτίαϲ ἔϲτιν εἰπεῖν. [ἀφιλάργυροϲ δὲ καὶ τοῖϲ τρόποιϲ ϲεμνὸϲ καὶ 
 
 
 
 

 
φιλέλλην ὑπῆρχεν, ὅτι καὶ τοὺϲ ὁμοεθνεῖϲ ἐθεράπευε ϲυμπάϲῃ ϲπουδῇ,
ὡϲ καὶ λοιμῶν ὅλαϲ ῥύϲαϲθαι πόλειϲ, καθάπερ εἴρηται. ὅθεν καὶ λαμ-
πρῶν ἔτυχε τιμῶν οὐ παρὰ Κῴοιϲ μόνον, ἀλλὰ καὶ Ἀργείοιϲ καὶ
 Ἀθηναίοιϲ.] παῖδαϲ δὲ κατέλιπε [θανὼν] δύο, Θεϲϲαλὸν καὶ Δράκοντα,
καὶ μαθητὰϲ παμπληθεῖϲ, ἐπιφανεϲτάτουϲ δὲ τοὺϲ ἑαυτοῦ παῖδαϲ 
[λέγεται γενέϲθαι].