Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν

τὴν πρωτόμαντιν Γαῖαν: ἐκ δὲ τῆς Θέμιν,

ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο

μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ

λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,

Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,

Φοίβη: δίδωσι δ᾽ ἣ γενέθλιον δόσιν

Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.

λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,

κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,

ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας.

πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα

κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα

ἀνήμερον τιθέντες ἡμερωμένην.

μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,

Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.

τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα

ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις:

Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός.

τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.

Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται.

σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα

κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή:

Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,

ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,

λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:

Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος

καλοῦσα καὶ τέλειον ὕψιστον Δία,

ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.

καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ

ἄριστα δοῖεν: κεἰ παρ᾽ Ἑλλήνων τινές,

ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.

μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,

πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,

ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν:

τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν.

δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν:

ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ

ἕδραν ἔχοντα προστρόπαιον, αἵματι

στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος

ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,

λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,

ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ.

πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος

εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.

οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,

οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.

εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας

δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν

αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:

ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν:

ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα:

καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα

φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.

τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας

οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος

τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον.

τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων

αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.

ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος

καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ

ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν

ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.

καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς:

ὕπνῳ πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι,

γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται

θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε:

κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν

σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,

μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.

ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.

ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς

†βιβῶντ᾽ ἀν᾽ ἀεὶ† τὴν πλανοστιβῆ χθόνα

ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.

καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος

πόνον: μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν

ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.

κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους

μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,

ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων.

καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.

ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν:

ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.

σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας.

σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,

Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος

πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν

ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας,

ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;

ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη

ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον

ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,

αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι

ἔχω μεγίστην αἰτίαν κείνων ὕπο:

παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,

οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,

κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.

ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.

εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,

ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν.

ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,

χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα,

καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς

ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.

καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.

ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,

καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων

ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.

ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ

ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί.

ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

ʽμ̔υγμός.ʼ

μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω:

φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.

ʽμ̔υγμός.ʼ

ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος:

φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

ʽὡ̓γμός.ʼ

ὤζεις, ὑπνώσσεις: οὐκ ἀναστήσει τάχος;

τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;

ʽὡ̓γμός.ʼ

ὕπνος πόνος τε κύριοι συνωμόται

δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

ʽμ̔υγμὸς διπλοῦς ὀξύς.ʼ

λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.

ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ

κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου.

τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,

μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ.

ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν:

τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.

σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ,

ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,

ἕπου, μάραινε δευτέροις διώγμασιν.

ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ.

εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,

ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾷ.

ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι,—

ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—

ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,

ἄφερτον κακόν.

ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ ὁ θήρ—

ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.

ἰὼ παῖ Διός, ἐπίκλοπος πέλει,—

νέος δὲ γραίας δαίμονας καθιππάσω,—

τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ

τοκεῦσιν πικρόν,

τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.—

τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν;

ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν

ἔτυψεν δίκαν διφρηλάτου

μεσολαβεῖ κέντρῳ

ὑπὸ φρένας, ὑπὸ λοβόν.—

πάρεστι μαστίκτορος δαΐου δαμίου

βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.

τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,

κρατοῦντες τὸ πᾶν δίκας πλέον

φονολιβῆ θρόνον

περὶ πόδα, περὶ κάρα.—

πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων

βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.

ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι

μυχὸν ἔχρανας αὐτόσσυτος, αὐτόκλητος,

παρὰ νόμον θεῶν βρότεα μὲν τίων,

παλαιγενεῖς δὲ Μοίρας φθίσας.

κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,

ὑπό τε γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται.

ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾳ

μιάστορ᾽ ἐγγενῆ πάσεται.

ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος

χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,

μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,

χρυσηλάτου θώμιγγος ἐξορμώμενον,

ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν,

ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.

οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει:

ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι

δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθοραὶ

παίδων †κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία,

λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν

ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε

οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς

στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος

μορφῆς. λέοντος ἄντρον αἱματορρόφου

οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις

ἐν τοῖσδε Πυθίοισι τρίβεσθαι μύσος.

χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.

ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.

ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.

αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλει,

ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.

πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.

ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.

ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;

κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου.

καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.

καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;

οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.

ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.

τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.

τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.

τί γάρ; γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;

οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.

ἦ κάρτ᾽ ἄτιμα, καὶ παρ᾽ οὐδὲν εἰργάσω

Ἥρας τελείας καὶ Διὸς πιστώματα.

Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ,

ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.

εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος

ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.

εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς

τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ,

οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν.

τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,

τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.

δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά.

τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.

σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω τίθου.

τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.

οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.

μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγει:

ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον, δίκας

μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.

ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι:

δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει

τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.

ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύσμασιν

ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,

οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,

ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς

ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.

ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,

σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,

πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.

αὐτοῦ φυλάσσων ἀμμενῶ τέλος δίκης.

εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.

ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.

τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν

πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.

πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ

σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,

ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν

ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.

καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.

ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

ὅρα ὅρα μάλ᾽ αὖ,

λεῦσσέ τε πάντα, μὴ

λάθῃ φύγδα βὰς

[ὁ ] ματροφόνος ἀτίτας.—

ὁ δ᾽ αὖτέ γ᾽ οὖν ἀλκὰν ἔχων

περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου

ὑπόδικος θέλει γενέσθαι χερῶν.—

τὸ δ᾽ οὐ πάρεστιν: αἷμα μητρῷον χαμαὶ

δυσαγκόμιστον, παπαῖ,

τὸ διερὸν πέδοι χύμενον οἴχεται.—

ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν

ἐρυθρὸν ἐκ μελῶν πέλανον: ἀπὸ δὲ σοῦ

φεροίμαν βοσκὰν πώματος δυσπότου:—

καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,

ἀντίποιν᾽ ὡς τίνῃς ματροφόνου δύας.—

ὄψι δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν

ἢ θεὸν ἢ ξένον

τιν᾽ ἀσεβῶν ἢ τοκέας φίλους,

ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.—

μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν

ἔνερθε χθονός,

δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί.

ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι

πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη

σιγᾶν θ᾽ ὁμοίως: ἐν δὲ τῷδε πράγματι

φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου:

βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,

μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει.

ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ

Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.

πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,

ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.

[χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.]

καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ

χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ

μολεῖν ἀρωγόν: κτήσεται δ᾽ ἄνευ δορὸς

αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν

πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.

ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,

Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,

τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,

φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα

θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,

ἔλθοι,—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός,—

ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.

οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος

ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον

ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,

ἀναίματον βόσκημα δαιμόνων, σκιάν.

οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,

ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;

καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς:

ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν.

ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ

μοῦσαν στυγερὰν

ἀποφαίνεσθαι δεδόκηκεν,

λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους

ὡς ἐπινωμᾷ στάσις ἁμά.

εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι:

τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽

οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,

ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ:

ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ

χεῖρας φονίας ἐπικρύπτει,

μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν

παραγιγνόμεναι πράκτορες αἵματος

αὐτῷ τελέως ἐφάνημεν.

μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ

Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν

ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-

νίς μ᾽ ἄτιμον τίθησιν

τόνδ᾽ ἀφαιρούμενος

πτῶκα, ματρῷον ἅγ-

νισμα κύριον φόνου.

ἐπὶ δὲ τῷ τεθυμένῳ

τόδε μέλος, παρακοπά,

παραφορὰ φρενοδαλής,

ὕμνος ἐξ Ἐρινύων,

δέσμιος φρενῶν, ἀφόρ-

μικτος, αὐονὰ βροτοῖς.

τοῦτο γὰρ λάχος διανταία

Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν,

θνατῶν τοῖσιν αὐτουργίαι

ξυμπέσωσιν μάταιοι,

τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν

γᾶν ὑπέλθῃ: θανὼν δ᾽

οὐκ ἄγαν ἐλεύθερος.

ἐπὶ δὲ τῷ τεθυμένῳ

τόδε μέλος, παρακοπά,

παραφορὰ φρενοδαλής,

ὕμνος ἐξ Ἐρινύων,

δέσμιος φρενῶν, ἀφόρ-

μικτος, αὐονὰ βροτοῖς.

γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη,

ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ

ξυνδαίτωρ μετάκοινος.

παλλεύκων δὲ πέπλων ἀνέορτος ἄκληρος ἐτύχθην.



δωμάτων γὰρ εἱλόμαν

ἀνατροπάς: ὅταν Ἄρης

τιθασὸς ὢν φίλον ἕλῃ,

ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι

κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-

ροῦμεν [ὑφ᾽ ] αἵματος νέου.>

σπευδομένα δ᾽ ἀφελεῖν

τινὰ τάσδε μερίμνας,

θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς

μελέταις ἐπικραίνειν,

μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν—

Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξ-

ιόμισον ἔθνος τόδε λέσχας

ἇς ἀπηξιώσατο—

μάλα γὰρ οὖν ἁλομένα

ἀνέκαθεν βαρυπεσῆ

καταφέρω ποδὸς ἀκμάν,

σφαλερὰ τανυδρόμοις <ὅμως >

κῶλα, δύσφορον μάταν.

δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ

τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι

ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησ-

μοῖς τ᾽ ἐπιφθόνοις ποδός.

πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ:

τοῖον [γὰρ ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,

καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-

ται πολύστονος φάτις.

μένει γάρ: εὐμήχανοί

τε καὶ τέλειοι, κακῶν

τε μνήμονες, σεμναὶ

καὶ δυσπαρήγοροι βροτοῖς,

ἄτιμ᾽ ἀτίετα διόμεναι

λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ

λάμπᾳ, †δυσοδοπαίπαλα

δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.

τίς οὖν τάδ᾽ οὐχ ἅζεταί

τε καὶ δέδοικεν βροτῶν,

ἐμοῦ κλύων θεσμὸν

τὸν μοιρόκραντον ἐκ θεῶν

δοθέντα τέλεον; ἔτι δέ μοι

<μένει > γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας

κύρω, καίπερ ὑπὸ χθόνα

τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.

πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν

ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,

ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,

τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,

ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,

ἐξαίρετον δώρημα Θησέως τόκοις:

ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,

πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος,

πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.

καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς

ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.

τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω:

βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,

ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,

οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας

οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.

λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς

πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.

πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη.

ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς τέκνα.

Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.

γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.

τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.

μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.

βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.

καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;

ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.

ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς φυγάς;

φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.

ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;

ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;

δυοῖν παρόντοιν ἥμισυς λόγος πάρα.

ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.

κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.

πῶς δή; δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένει.

ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.

ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.

ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;

πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.

τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;

λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς

τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον:

εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε

ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας

σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος:

τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.

ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων

τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.

οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος

πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.

τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα:

ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,

ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου

σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.

πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα

οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.

ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.

γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.

Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,

Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα:

ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν

ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν

εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ

μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν

κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.

κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,

ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,

ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.

καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,

ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,

εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.

σὺ δ᾽ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην:

πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.

τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε

βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις

φόνου διαιρεῖν ὀξυμηνίτους δίκας:

ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς

ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:

ἐγὼ δ᾽ ἄμομφον ὄντα σ᾽ αἱροῦμαι πόλει.

αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,

καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,

χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων

πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.

τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν

πέμπειν τε δυσπήμαντ᾽ ἀμηχάνως ἐμοί.

ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,

†φόνων δικαστὰς ὁρκίους αἱρουμένη

θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον†.

ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια

καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα.

κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα

ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως,

ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.

νῦν καταστροφαὶ νέων

θεσμίων, εἰ κρατή-

σει δίκα <τε > καὶ βλάβα

τοῦδε ματροκτόνου.

πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί-

ᾳ συναρμόσει βροτούς.

πολλὰ δ᾽ ἔτυμα παιδότρωτα

πάθεα προσμένει τοκεῦ-

σιν μεταῦθις ἐν χρόνῳ.

οὐδὲ γὰρ βροτοσκόπων

μαινάδων τῶνδ᾽ ἐφέρ-

ψει κότος τιν᾽ ἐργμάτων:

πάντ᾽ ἐφήσω μόρον.

πεύσεται δ᾽ ἄλλος ἄλλοθεν, προφω-

νῶν τὰ τῶν πέλας κακά,

λῆξιν ὑπόδοσίν τε μόχθων,

ἄκεά τ᾽ οὐ βέβαια τλά-

μων [δέ τις ] μάταν παρηγορεῖ.

μηδέ τις κικλησκέτω

ξυμφορᾷ τετυμμένος,

τοῦτ᾽ ἔπος θροούμενος,

ὦ δίκα,

ὦ θρόνοι τ᾽ Ἐρινύων.

ταῦτά τις τάχ᾽ ἂν πατὴρ

ἢ τεκοῦσα νεοπαθὴς

οἶκτον οἰκτίσαιτ᾽, ἐπει-

δὴ πίτνει δόμος δίκας.

ἔσθ᾽ ὅπου τὸ δεινὸν εὖ,

καὶ φρενῶν ἐπίσκοπον

δεῖ μένειν καθήμενον:

ξυμφέρει

σωφρονεῖν ὑπὸ στένει.

τίς δὲ μηδὲν ἐν δέει

καρδίαν <ἂν > ἀνατρέφων

ἢ πόλις βροτός θ᾽ ὁμοί-

ως ἔτ᾽ ἂν σέβοι δίκαν;

μήτ᾽ ἀνάρχετον βίον

μήτε δεσποτούμενον

αἰνέσῃς.

παντὶ μέσῳ τὸ κράτος

θεὸς ὤπασεν, ἄλλ᾽

ἄλλᾳ δ᾽ ἐφορεύει.

ξύμμετρον δ᾽ ἔπος λέγω,

δυσσεβίας μὲν ὕβρις

τέκος ὡς ἐτύμως:

ἐκ δ᾽ ὑγιεί-

ας φρενῶν ὁ πάμφιλος

καὶ πολύευκτος ὄλβος.

ἐς τὸ πᾶν δέ σοι λέγω,

βωμὸν αἴδεσαι δίκας:

μηδέ νιν

κέρδος ἰδὼν ἀθέῳ

ποδὶ λὰξ ἀτίσῃς:

ποινὰ γὰρ ἐπέσται.

κύριον μένει τέλος.

πρὸς τάδε τις τοκέων

σέβας εὖ προτίων

καὶ ξενοτί-

μους δόμων ἐπιστροφὰς

αἰδόμενός τις ἔστω.

ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν

οὐκ ἄνολβος ἔσται:

πανώλεθρος <δ᾽ > οὔποτ᾽ ἂν γένοιτο.

τὸν ἀντίτολμον δέ φαμι παρβάταν

ἄγοντα πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας

βιαίως ξὺν χρόνῳ καθήσειν

λαῖφος, ὅταν λάβῃ πόνος

θραυομένας κεραίας.

καλεῖ δ᾽ ἀκούοντας οὐδὲν <ἐν > μέσᾳ

δυσπαλεῖ τε δίνᾳ:

γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῷ,

τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμαχάνοις

δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν:

δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον

ἕρματι προσβαλὼν δίκας

ὤλετ᾽ ἄκλαυτος, ᾆστος.

κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,

ἥ τ᾽ οὖν διάτορος <αἰθέρος > Τυρσηνικὴ

σάλπιγξ βροτείου πνεύματος πληρουμένη,

ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.

πληρουμένου γὰρ τοῦδε βουλευτηρίου

σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς

πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον

καὶ τούσδ᾽, ὅπως ἂν εὖ διαγνωσθῇ δίκη.

ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.

τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ

ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος

ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιοσ—

καὶ ξυνδικήσων αὐτός: αἰτίαν δ᾽ ἔχω

τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε

ὅπως <τ᾽ > ἐπίστᾳ τήνδε κύρωσον δίκην.

ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.

ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων

γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.

ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.

τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.

ἔκτεινα: τούτου δ᾽ οὔτις ἄρνησις πέλει.

ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.

οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες.

λέγω: ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασι;

τοῖς τοῦδε θεσφάτοισι: μαρτυρεῖ δέ μοι.

ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.

πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει πατήρ.

νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.

πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε.

τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ.

τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

πῶς γάρ σ᾽ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,

ζώνης; ἀπεύχι μητρὸς αἷμα φίλτατον;

ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι,

Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.

δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα:

ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ

δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.

λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν

θεσμὸν δικαίως, μάντις ὢν δ᾽ οὐ ψεύσομαι.

οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις,

οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,

ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.

τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν,

βουλῇ πιφαύσκω δ᾽ ὔμμ᾽ ἐπισπέσθαι πατρός.

ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,

φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον

πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν

διοσδότοις σκήπτροισι τιμαλφούμενον,

καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις

τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος,

ἀλλ᾽ ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι

ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.

ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα

†τὰ πλεῖστ᾽ ἄμεινον εὔφροσιν δεδεγμένη,

δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι

φᾶρος παρεσκήνωσεν†, ἐν δ᾽ ἀτέρμονι

κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ.

ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος

τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,

ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:

αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον.

πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;

ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,

πέδαι μὲν ἂν λυθεῖεν, ἔστι τοῦδ᾽ ἄκος,

καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος:

ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις

ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.

τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ

οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω

στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.

πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα:

τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι

ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;

ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;

ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;

καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ.

οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου

τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.

τίκτει δ᾽ ὁ θρῴσκων, ἡ δ᾽ ἅπερ ξένῳ ξένη

ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου:

πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός: πέλας

μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη,

ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.

ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι,

τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,

ὅπως γένοιτο πιστὸς ἐς τὸ πᾶν χρόνου

καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά,

καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι

στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν

ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;

ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.

μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ;

ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ

ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.

κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,

πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.

ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ

αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.

πάγον δ᾽ Ἄρειον τόνδ᾽, Ἀμαζόνων ἕδραν

σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον

στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν

τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,

Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος

πέτρα, πάγος τ᾽ Ἄρειος: ἐν δὲ τῷ σέβας

ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ʼδικεῖν

σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς,

αὐτῶν πολιτῶν μὴ ᾽πικαινούντων νόμους.

κακαῖς <δ᾽ > ἐπιρροαῖσι βορβόρῳ θ᾽ ὕδωρ

λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν.

τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον

ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,

καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;

τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας

ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον

ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,

οὔτ᾽ ἐν Σκύθαισιν οὔτε Πέλοπος ἐν τόποις.

κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,

αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ

ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.

ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν

ἀστοῖσιν ἐς τὸ λοιπόν: ὀρθοῦσθαι δὲ χρὴ

καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην

αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.

καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς

ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς

ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.

ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις,

μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσει νέμων.

ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων

πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης

βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν.

ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις

θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ᾽ ἐγώ.

τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις:

Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν,

ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

σύ τοι παλαιὰς διανομὰς καταφθίσας

οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος

ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.

ἐπεὶ καθιππάζει με πρεσβῦτιν νέος,

δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,

ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην:

ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.

μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,

τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,

ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.

οὕτω γυναικὸς οὐ προτιμήσω μόρον

ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.

νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,

ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.

ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε;

νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν.

ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.

πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,

τὸ μὴ ᾽δικεῖν σέβοντες ἐν διαιρέσει.

γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα,

βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.

ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην:

ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους,

γαίας πατρῴας ἐστερημένον σύ τοι

κατῴκισάς με: καί τις Ἑλλήνων ἐρεῖ,

“Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν

οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου

ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου

σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον

σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.”

ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ

τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον

ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,

μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς

ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.

αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε

τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα

ἀμηχάνοισι †πράξομεν δυσπραξίαις,

ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους

τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος:

ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος

τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,

αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.

καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς:

πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,

σωτήριόν τε καὶ δορὸς νικηφόρον.

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος

ἐν γᾷ τᾷδε, φεῦ,

ἰὸν ἰὸν ἀντιπενθῆ

μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

ἄφορον: ἐκ δὲ τοῦ

λειχὴν ἄφυλλος, ἄτεκνος,

ἰὼ δίκα, πέδον ἐπισύμενος

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

στενάζω; τί ῥέξω;

γελῶμαι: δύσοιστα.

πολίταις ἔπαθον:

ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

Νυκτὸς ἀτιμοπενθεῖς.

ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.

οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη

ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν:

ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,

αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,

ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.

ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ

βαρὺν κότον σκήψητε, μηδ᾽ ἀκαρπίαν

τεύξητ᾽, ἀφεῖσαι †δαιμόνων σταλάγματα,

βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.

ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι

ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς

λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις

ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος

ἐν γᾷ τᾷδε, φεῦ,

ἰὸν ἰὸν ἀντιπενθῆ

μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

ἄφορον: ἐκ δὲ τοῦ

λειχὴν ἄφυλλος, ἄτεκνος,

ἰὼ δίκα, πέδον ἐπισύμενος

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

στενάζω; τί ῥέξω;

γελῶμαι: δύσοιστα

πολίταις ἔπαθον:

ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

Νυκτὸς ἀτιμοπενθεῖς.

οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν

θεαὶ βροτῶν στήσητε δύσκηλον χθόνα.

κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;

καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,

ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος:

ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ: σὺ δ᾽ εὐπιθὴς ἐμοὶ

γλώσσης ματαίας μὴ ᾽κβάλῃς ἔπη χθονί,

καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.

κοίμα κελαινοῦ κύματος πικρὸν μένος

ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί:

πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾽ ἀκροθίνια

θύη πρὸ παίδων καὶ γαμηλίου τέλους

ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.

ἐμὲ παθεῖν τάδε, φεῦ,

ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

φεῦ, ἀτίετον μύσος.

πνέω τοι μένος ἅπαντά τε κότον.

οἰοῖ δᾶ, φεῦ.

τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;

θυμὸν ἄιε, μᾶτερ

Νύξ: ἀπὸ γάρ με τι-

μᾶν δαναιᾶν θεῶν

δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.

ὀργὰς ξυνοίσω σοι: γεραιτέρα γὰρ εἶ.

καὶ τῷ μὲν <εἶ > σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα,

φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.

ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα

γῆς τῆσδ᾽ ἐρασθήσεσθε: προυννέπω τάδε.

οὑπιρρέων γὰρ τιμιώτερος χρόνος

ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν

ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως

τεύξει παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,

ὅσων παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.

σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς

μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας

νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασι,

μήτ᾽, ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων,

ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη

ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.

θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,

ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως:

ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην.

τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,

εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην

χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

ἐμὲ παθεῖν τάδε, φεῦ,

ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

φεῦ, ἀτίετον μύσος.

πνέω τοι μένος ἅπαντά τε κότον.

οἰοῖ δᾶ, φεῦ.

τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;

θυμὸν ἄιε, μᾶτερ

Νύξ: ἀπὸ γάρ με τι-

μᾶν δαναιᾶν θεῶν

δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.

οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,

ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ

θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν

ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου.

ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,

γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,

σὺ δ᾽ οὖν μένοις ἄν: εἰ δὲ μὴ θέλεις μένειν,

οὔ τἂν δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει

μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῷ.

ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς

εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.

ἄνασσ᾽ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν;

πάσης ἀπήμον᾽ οἰζύος: δέχου δὲ σύ.

καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει;

ὡς μή τιν᾽ οἶκον εὐθενεῖν ἄνευ σέθεν.

σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;

τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.

καί μοι πρόπαντος ἐγγύην θήσει χρόνου;

ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου.

τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσει φίλους.

τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;

ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,

καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου

ἐξ οὐρανοῦ τε: κἀνέμων ἀήματα

εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα:

καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον

ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,

καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.

τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.

στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,

τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.

τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγὼ

πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ

τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.

δέξομαι Παλλάδος ξυνοικίαν,

οὐδ᾽ ἀτιμάσω πόλιν,

τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε

φρούριον θεῶν νέμει,

ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων:

ᾇτ᾽ ἐγὼ κατεύχομαι

θεσπίσασα πρευμενῶς

ἐπισσύτους βίου τύχας ὀνησίμους

γαίας ἐξαμβρῦσαι

φαιδρὸν ἁλίου σέλας.

τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις

πράσσω, μεγάλας καὶ δυσαρέστους

δαίμονας αὐτοῦ κατανασσαμένη.

πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους

ἔλαχον διέπειν.

ὁ δὲ μὴ κύρσας ἱλαρῶν τούτων

οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου <προσέπαισαν. >

τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν

πρὸς τάσδ᾽ ἀπάγει, σιγῶν <δ᾽ > ὄλεθρος

καὶ μέγα φωνοῦντ᾽

ἐχθραῖς ὀργαῖς ἀμαθύνει.

δενδροπήμων δὲ μὴ πνέοι βλάβα,

τὰν ἐμὰν χάριν λέγω:

φλογμός <τ᾽ > ὀμματοστερὴς φυτῶν, τὸ

μὴ περᾶν ὅρον λοπῶν,

μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,

μῆλά τ᾽ εὐθενοῦντα Πᾶν

ξὺν διπλοῖσιν ἐμβρύοις

τρέφοι χρόνῳ τεταγμένῳ: γόνος <δ᾽ ἀεὶ >

πλουτόχθων ἑρμαίαν

δαιμόνων δόσιν τίοι.

ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον,

οἷ᾽ ἐπικραίνει; μέγα γὰρ δύναται

πότνι᾽ Ἐρινὺς παρά τ᾽ ἀθανάτοις

τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων

φανερῶς τελέως διαπράσσουσιν,

τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ δακρύων

βίον ἀμβλωπὸν παρέχουσαι.

ἀνδροκμῆτας δ᾽ ἀώρ-

ους ἀπεννέπω τύχας,

νεανίδων τ᾽ ἐπηράτων

ἀνδροτυχεῖς βιότους

δότε, κύρι᾽ ἔχοντες,

θεαί τ᾽ ὦ Μοῖραι

ματροκασιγνῆται,

δαίμονες ὀρθονόμοι,

παντὶ δόμῳ μετάκοινοι,

παντὶ χρόνῳ δ᾽ ἐπιβριθεῖς

ἐνδίκοις ὁμιλίαις,

πάντᾳ τιμιώταται θεῶν.

τάδε τοι χώρᾳ τἠμῇ προφρόνως

ἐπικραινομένων

γάνυμαι: στέργω δ᾽ ὄμματα Πειθοῦς,

ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπωπᾷ

πρὸς τάσδ᾽ ἀγρίως ἀπανηναμένας:

ἀλλ᾽ ἐκράτησε Ζεὺς ἀγοραῖος:

νικᾷ δ᾽ ἀγαθῶν

ἔρις ἡμετέρα διὰ παντός.

τὰν δ᾽ ἄπληστον κακῶν

μήποτ᾽ ἐν πόλει στάσιν

τᾷδ᾽ ἐπεύχομαι βρέμειν.

μηδὲ πιοῦσα κόνις

μέλαν αἷμα πολιτᾶν

δι᾽ ὀργὰν ποινᾶς

ἀντιφόνους ἄτας

ἁρπαλίσαι πόλεως.

χάρματα δ᾽ ἀντιδιδοῖεν

κοινοφιλεῖ διανοίᾳ,

καὶ στυγεῖν μιᾷ φρενί.

πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος.

ἆρα φρονοῦσα γλώσσης ἀγαθῆς

ὁδὸν εὑρίσκεις;

ἐκ τῶν φοβερῶν τῶνδε προσώπων

μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις:

τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ

μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν

ὀρθοδίκαιον

πρέψετε πάντως διάγοντες.

<χαίρετε > χαίρετ᾽ ἐν αἰσιμίαισι πλούτου.

χαίρετ᾽ ἀστικὸς λεώς,

ἴκταρ ἥμενοι Διός,

παρθένου φίλας φίλοι

σωφρονοῦντες ἐν χρόνῳ.

Παλλάδος δ᾽ ὑπὸ πτεροῖς

ὄντας ἅζεται πατήρ.

χαίρετε χὐμεῖς: προτέραν δ᾽ ἐμὲ χρὴ

στείχειν θαλάμους ἀποδείξουσαν

πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.

ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν

κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν

χώρας κατέχειν, τὸ δὲ κερδαλέον

πέμπειν πόλεως ἐπὶ νίκῃ.

ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι

παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.

εἴη δ᾽ ἀγαθῶν

ἀγαθὴ διάνοια πολίταις.

χαίρετε, χαίρετε δ᾽ αὖθις, ἐπανδιπλάζω,

πάντες οἱ κατὰ πτόλιν,

δαίμονές τε καὶ βροτοί,

Παλλάδος πόλιν νέμον-

τες: μετοικίαν δ᾽ ἐμὴν

εὖ σέβοντες οὔτι μέμ-

ψεσθε συμφορὰς βίου.

αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων

πέμψω τε φέγγει λαμπάδων σελασφόρων

εἰς τοὺς ἔνερθε καὶ κάτω χθονὸς τόπους

ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας

τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς

Θησῇδος ἐξίκοιτ᾽ ἂν εὐκλεὴς λόχος

παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων,

φοινικοβάπτοις ἐνδυτῶν ἐσθήμασι

τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,

ὅπως ἂν εὔφρων ἥδ᾽ ὁμιλία χθονὸς

τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.

βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι

Νυκτὸς παῖδες [ἄπαιδες ], ὑπ᾽ εὔφρονι πομπᾷ,

εὐφαμεῖτε δέ, χωρῖται,

γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,

[καὶ ] τιμαῖς καὶ θυσίαις περίσεπται [τύχᾳ τε],

εὐφαμεῖτε δὲ πανδαμεί.

ἵλαοι δὲ καὶ εὐθύφρονες γᾷ

δεῦρ᾽ ἴτε, σεμναί, <ξὺν > πυριδάπτῳ

λαμπάδι τερπόμεναι καθ᾽ ὁδόν.

ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.

†σπονδαὶ δ᾽ ἐς τὸ πᾶν ἔνδαιδες οἴκων.†

Παλλάδος ἀστοῖς Ζεὺς <ὁ> πανόπτας

οὕτω Μοῖρά τε συγκατέβα.

ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.