Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως

στόλον ἡμέτερον νάιον ἀρθέντ᾽

ἀπὸ προστομίων λεπτοψαμάθων

Νείλου. Δίαν δὲ λιποῦσαι

χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,

οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν

ψήφῳ πόλεως γνωσθεῖσαν,

ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ,

γάμον Αἰγύπτου παίδων ἀσεβῆ

ʼξ̓ονοταζόμεναι.

Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος

καὶ στασίαρχος τάδε πεσσονομῶν,

κύδιστ᾽ ἀχέων ἐπέκρανεν,

φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον,

κέλσαι δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ

γένος ἡμέτερον τῆς οἰστροδόνου

βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας

Διὸς εὐχόμενον τετέλεσται.

τίν᾽ ἂν οὖν χώραν εὔφρονα μᾶλλον

τῆσδ᾽ ἀφικοίμεθα

σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις

ἐριοστέπτοισι κλάδοισιν;

ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,

ὕπατοί τε θεοί, καὶ βαρύτιμοι

χθόνιοι θήκας κατέχοντες,

καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ

ὁσίων ἀνδρῶν, δέξασθ᾽ ἱκέτην

τὸν θηλυγενῆ στόλον αἰδοίῳ

πνεύματι χώρας: ἀρσενοπληθῆ δ᾽

ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,

πρὶν πόδα χέρσῳ τῇδ᾽ ἐν ἀσώδει

θεῖναι, ξὺν ὄχῳ ταχυήρει

πέμψατε πόντονδ᾽: ἔνθα δὲ λαίλαπι

χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽

ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας

ἁλὸς ἀντήσαντες ὄλοιντο,

πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,

σφετεριξάμενοι πατραδέλφειαν

τήνδ᾽ ἀεκόντων ἐπιβῆναι.

νῦν δ᾽ ἐπικεκλομένα

Δῖον πόρτιν ὑπερ-

πόντιον τιμάορ᾽, ἶνίν τ᾽

ἀνθονόμον τᾶς προγόνου

βοὸς ἐξ ἐπιπνοίας,

Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽

ἐπεκραίνετο μόρσιμος αἰὼν

εὐλόγως,

Ἔπαφόν τ᾽ ἐγέννασεν:

ὅντ᾽ ἐπιλεξαμένα,

νῦν ἐν ποιονόμοις

ματρὸς ἀρχαίας τόποις τῶν

πρόσθε πόνων μνασαμένα,

τά τε νῦν ἐπιδείξω

πιστὰ τεκμήρια γαιονόμοις,

τὰ δ᾽ ἄελπτά περ ὄντα φανεῖται.

γνώσεται

δὲ λόγου τις ἐν μάκει.

εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων

ἐγγάιος οἶκτον [οἰκτρὸν] ἀίων,

δοξάσει τιν᾽ ἀκούειν ὄπα τᾶς Τηρεΐας

μήτιδος οἰκτρᾶς ἀλόχου,

κιρκηλάτας ἀηδόνος,

ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα

πενθεῖ νέον οἶκτον ἠθέων:

ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως

ὤλετο πρὸς χειρὸς ἕθεν

δυσμάτορος κότου τυχών:

τὼς καὶ ἐγὼ φιλόδυρ-

τος Ἰαονίοισι νόμοισι

δάπτω τὰν ἁπαλὰν

Νειλοθερῆ παρειὰν

ἀπειρόδακρύν τε καρδίαν.

γοεδνὰ δ᾽ ἀνθεμίζομαι

δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς

ἀερίας ἀπὸ γᾶς

εἴ τις ἐστὶ κηδεμών.

ἀλλά, θεοὶ γενέται,

κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες:

ἥβᾳ μὴ τέλεον

δόντες ἔχειν παρ᾽ αἶσαν,

ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες, <εὖ>

πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.

ἔστι δὲ κἀκ πολέμου τειρομένοις

βωμὸς ἀρῆς φυγάσιν

ῥῦμα, δαιμόνων σέβας.

εὖ δ᾽ εἴη Διόθεν παναληθῶς.

Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.

παντᾷ τοι φλεγέθει

κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ

μερόπεσσι λαοῖς.

πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,

κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.

δαυλοὶ γὰρ πραπίδων

δάσκιοί τε τείνουσιν πόροι

κατιδεῖν ἄφραστοι.

ἰάπτει δ᾽ ἐλπίδων

ἀφ᾽ ὑψιπύργων πανώλεις

βροτούς, βίαν δ᾽

οὔτιν᾽ ἐξοπλίζει,

πᾶν ἄπονον δαιμόνιον:

ᾗ μέμονεν φρόνημά πως

αὐτόθεν ἐξέπραξεν ἔμπας

ἑδράνων ἀφ᾽ ἁγνῶν.

ἰδέσθω δ᾽ εἰς ὕβριν

βρότειον, οἵᾳ νεάζει

πυθμὴν δι᾽ ἁ-

μὸν γάμον τεθαλὼς

δυσπαραβούλοισι φρεσίν,

καὶ διάνοιαν μαινόλιν

κέντρον ἔχων ἄφυκτον, ἄτας

ἀπάταν μεταλγοῦς.

τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω

λιγέα βαρέα δακρυοπετῆ,

ἰὴ ἰή,

ἰηλέμοισιν ἐμπρεπῆ: [θρεομένη μέλη ]

ζῶσα γόοις με τιμῶ.

ἱλέομαι μὲν Ἀπίαν βοῦνιν,

καρβᾶνα δ᾽ αὐδὰν

εὖ, γᾶ, κοννεῖς.

πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι

λινοσινεῖ

Σιδονίᾳ καλύπτρᾳ.

θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς

ἐπίδρομ᾽, ὁπόθι θάνατος ἀπῇ.

ἰὼ ἰώ,

ἰὼ δυσάγκριτοι πόνοι.

ποῖ τόδε κῦμ᾽ ἀπάξει;

ἱλέομαι μὲν Ἀπίαν βοῦνιν,

καρβᾶνα δ᾽ αὐδὰν

εὖ, γᾶ, κοννεῖς.

πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι

λινοσινεῖ

Σιδονίᾳ καλύπτρᾳ.

πλάτα μὲν οὖν λινορραφής τε

δόμος ἅλα στέγων δορὸς

ἀχείματόν μ᾽ ἔπεμπε σὺν πνοαῖς:

οὐδὲ μέμφομαι:

τελευτὰς δ᾽ ἐν χρόνῳ

πατήρ μοι παντόπτας

πρευμενεῖς κτίσειεν,

σπέρμα σεμνᾶς μέγα ματρὸς

εὐνὰς ἀνδρῶν, ἒ ἔ,

ἄγαμον ἀδάματον ἐκφυγεῖν.

θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽

ἐπιδέτω Διὸς κόρα,

ἔχουσα σέμν᾽ ἑδώλι᾽ ἀσφαλῆ,

παντὶ δὲ σθένει

διωγμοῖς ἀσχαλῶσ᾽

ἀδμήτας ἀδμήτα

ῥύσιος γενέσθω,

σπέρμα σεμνᾶς μέγα ματρὸς

εὐνὰς ἀνδρῶν, ἒ ἔ,

ἄγαμον ἀδάματον ἐκφυγεῖν.

εἰ δὲ μή, μελανθὲς

ἡλιόκτυπον γένος

τὸν γάιον,

τὸν πολυξενώτατον

Ζῆνα τῶν κεκμηκότων

ἱξόμεθα σὺν κλάδοις

ἀρτάναις θανοῦσαι,

μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.

ἆ Ζήν, Ἰοῦς: ἰὼ

μῆνις μάστειρ᾽ ἐκ θεῶν:

κοννῶ δ᾽ ἄγαν

γαμετῶν οὐρανονίκων.

χαλεποῦ γὰρ ἐκ

πνεύματος εἶσι χειμών.

καὶ τότ᾽ οὐ δικαίοις

Ζεὺς ἐνέξεται λόγοις,

τὸν τᾶς βοὸς

παῖδ᾽ ἀτιμάσας, τὸν αὐ-

τός ποτ᾽ ἔκτισεν γόνῳ,

νῦν ἔχων παλίντροπον

ὄψιν ἐν λιταῖσιν:

ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος.

ἆ Ζήν, Ἰοῦς: ἰὼ

μῆνις μάστειρ᾽ ἐκ θεῶν:

κοννῶ δ᾽ ἄγαν

γαμετῶν οὐρανονίκων.

χαλεποῦ γὰρ ἐκ

πνεύματος εἶσι χειμών.

παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετε

πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.

καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν

αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας.

ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ:

σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι:

ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον

λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν:

τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται

ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.

ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος

ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον,

ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι,

πάγον προσίζειν τόνδ᾽ ἀγωνίων θεῶν.

κρείσσων δὲ πύργου βωμός, ἄρρηκτον σάκος.

ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς

ἱκτηρίας, ἀγάλματ᾽ αἰδοίου Διός,

σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,

αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ᾽ ἔπη

ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει,

τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.

φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,

τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένων

ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου.

καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ

γένῃ: τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.

μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη φυγάς.

θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.

φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν

κεδνὰς ἐφετμάς: Ζεὺς δὲ γεννήτωρ ἴδοι.

ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος.

θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.

μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.

ὦ Ζεῦ, κόπων οἴκτειρε μἀπολωλότας.

κείνου θέλοντος εὖ τελευτήσει τάδε.



καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλήσκετε.

καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—

ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.

εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.

συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.

τίν᾽ οὖν κικλήσκω τῶνδε δαιμόνων ἔτι;

ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.

ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.

Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.

ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.

πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν

σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων

ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,

ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.

ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πατρὸς

ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν

φύγῃ ματαίων αἰτίας, πράξας τάδε.

κἀκεῖ δικάζει τἀμπλακήμαθ᾽, ὡς λόγος,

Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.

σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,

ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.

ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον

πέπλοισι βαρβάροισι καὶ πυκνώμασι

χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς

ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.

ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,

ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν

ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.

κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων

κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:

μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.

καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν,

εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.

εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω,

ἢ τηρὸν Ἑρμοῦ ῥάβδον, ἢ πόλεως ἀγόν;

πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.

τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος

ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.

ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον

γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.

καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται

Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.

ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα,

Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,

ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος

ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε κρατῶ.

αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε

πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας

ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα

τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,

τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι

χρανθεῖσ᾽ ἀνῆκε γαῖα †μηνεῖται ἄκη†

δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.

τούτων ἄκη τομαῖα καὶ λυτήρια

πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ

μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς.

ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια

γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος

ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός:

καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.

ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί,

ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.

Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι

γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.

καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,

Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις

εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων:

Ἰνδάς τ᾽ ἀκούω νομάδας ἱπποβάμοσιν

εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα

παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας.

καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾽ Ἀμαζόνας,

εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα

ὑμᾶς. διδαχθεὶς <δ᾽ > ἂν τόδ᾽ εἰδείην πλέον,

ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.

κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ

Ἰὼ γενέσθαι τῇδ᾽ ἐν Ἀργείᾳ χθονί.

ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.

μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;

κοὐ κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.

πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;

βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.

οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ;

φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.

τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;

τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.

ποῖον πανόπτην οἰοβουκόλον λέγεις;

Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.

τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;

βοηλάτην μύωπα κινητήριον.

οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.

τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.

καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.

καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.



καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.

τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;

Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.



Λιβύη, μέγιστον γῆς <πέδον > καρπουμένη.

τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;

Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.

τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον.

Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.

καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.

Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος

πράσσοις ἄν, ὡς Ἀργεῖον ἀνστήσεις στόλον.

δοκεῖτε <δή > μοι τῆσδε κοινωνεῖν χθονὸς

τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα

λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.

πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν:

ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν

κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,

ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;

τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,

λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;

ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.

πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;

τίς δ᾽ ἂν φίλους ὄνοιτο τοὺς κεκτημένους;

σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.

καὶ δυστυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή.

πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;

αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.

βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι νέον.

ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.

εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.

αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.

πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους.

βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.

Παλαίχθονος τέκος, κλῦθί μου

πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.

ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,

λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις

ἠλιβάτοις, ἵν᾽ ἀλκᾷ πίσυνος μέμυ-

κε φράζουσα βοτῆρι μόχθους.

ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον

νεύονθ᾽ ὅμιλον τόνδ᾽ ἀγωνίων θεῶν.

εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων.

μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει

νεῖκος γένηται: τῶν γὰρ οὐ δεῖται πόλις.

ἴδοιτο δῆτ᾽ ἄνατον φυγὰν

ἱκεσία Θέμις Διὸς κλαρίου.

σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων:

ποτιτρόπαιον αἰδόμενος †οὖνπερ

ἱεροδόκα† . .

θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ.

οὔτοι κάθησθε δωμάτων ἐφέστιοι

ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις,

ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.

ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος,

ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.

σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον:

πρύτανις ἄκριτος ὤν,

κρατύνεις βωμόν, ἑστίαν χθονός,

μονοψήφοισι νεύμασιν σέθεν,

μονοσκήπτροισι δ᾽ ἐν θρόνοις χρέος

πᾶν ἐπικραίνεις: ἄγος φυλάσσου.

ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,

ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ:

οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.

ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας

δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.

τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,

φύλακα πολυπόνων

βροτῶν, οἳ τοῖς πέλας προσήμενοι

δίκας οὐ τυγχάνουσιν ἐννόμου.

μένει τοι Ζηνὸς ἱκταίου κότος

δυσπαραθέλκτους παθόντος οἴκτοις.

εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν

νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους

εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;

δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,

ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.

μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος

κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι

μῆχαρ ὁρίζομαι γάμου δύσφρονος

φυγάν: ξύμμαχον δ᾽ ἑλόμενος δίκαν

κρῖνε σέβας τὸ πρὸς θεῶν.

οὐκ εὔκριτον τὸ κρῖμα: μή μ᾽ αἱροῦ κριτήν.

εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε

πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε

εἴπῃ λεώς, εἴ πού τι κἀλλοῖον τύχοι,

“ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.”

ἀμφοτέροις ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ

Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως

ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.

τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ-

γὲς τὸ δίκαιον ἔρξαι;

δεῖ τοι βαθείας φροντίδος σωτηρίου,

δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν

δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον:

ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,

αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς,

καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται

μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας

ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν

βαρὺν ξύνοικον θησόμεσθ᾽ ἀλάστορα,

ὃς οὐδ᾽ ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ.

μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;

φρόντισον καὶ γενοῦ

πανδίκως εὐσεβὴς

πρόξενος: τὰν φυγάδα μὴ προδῷς,

τὰν ἕκαθεν ἐκβολαῖς

δυσθέοις ὀρμέναν:

μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν

πολυθέων ῥυσια-

σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.

γνῶθι δ᾽ ὕβριν ἀνέρων

καὶ φύλαξαι κότον.

μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν

ἀπὸ βρετέων βίᾳ

δίκας ἀγομέναν

ἱππηδὸν ἀμπύκων,

πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.

ἴσθι γάρ: παισὶ τάδε καὶ δόμοις,

ὁπότερ᾽ ἂν κτίσῃς,

μένει ἄρ᾽ ἐκτίνειν

ὁμοιΐαν θέμιν.

τάδε φράσαι δίκαια Διόθεν κράτη.

καὶ δὴ πέφρασμαι: δεῦρο δ᾽ ἐξοκέλλεται:

ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν

πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος

στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.

ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.

καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,

[ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου]

γένοιτ᾽ ἂν ἄλλα κτησίου Διὸς χάριν:

καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,

γένοιτο μύθου μῦθος ἂν θελκτήριος

[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]:

ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται,

δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια

θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.

ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι:

θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν

εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.

πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.

ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται.

ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων.

τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.

ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—

λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσει.

εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ—

τί σοι περαίνει μηχανὴ συζωμάτων;

νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς φράσον.

ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.

ἤκουσα μαστικτῆρα καρδίας λόγον.

ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.

καὶ [μὴν ] πολλαχῇ γε δυσπάλαιστα πράγματα,

κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται:

ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον

τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.

εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,

μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον:

εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν

σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,

πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,

ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;

ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον

ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.

σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,

κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν

βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων

θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ

πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος

ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.

καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν τάδε

ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,

ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος:

τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.

πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα,

αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.

ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων

ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν

βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας

εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ δι᾽ ἄστεως

στείχουσι: μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.

Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος

τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον:

καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.

στείχοιτ᾽ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει.

ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας:

καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν

ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν.

τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι:

ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;

κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.

καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.

λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου τόδε.

καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;

οὔτοι πτερωτῶν ἁρπαγαῖς <σ᾽ > ἐκδώσομεν.

ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;

εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.

οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.

ἀεὶ γυναικῶν ἐστὶ δεῖμ᾽ ἐξαίσιον.

σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.

ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.

ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους

στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ:

καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.

πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους

λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν.

ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι:

πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.

ἄναξ ἀνάκτων, μακάρων

μακάρτατε καὶ τελέων

τελειότατον κράτος, ὄλβιε Ζεῦ,

πιθοῦ τε καὶ γένει σῷ

ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας:

λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ

τὰν μελανόζυγ᾽ ἄταν.

τὸ πρὸς γυναικῶν <δ᾽ > ἐπιδὼν

παλαίφατον ἁμέτερον

γένος φιλίας προγόνου γυναικὸς

νέωσον εὔφρον᾽ αἶνον,

γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς,

Δῖαι τοι γένος εὐχόμεθ᾽ εἶναι

γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι.

παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν

ματέρος ἀνθονόμους ἐπωπάς,

λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ

οἴστρῳ ἐρεσσομένα

φεύγει ἁμαρτίνοος,

πολλὰ βροτῶν διαμειβομένα

φῦλα, διχῇ δ᾽ ἀντίπορον

γαῖαν ἐν αἴσᾳ διατέμ-

νουσα πόρον κυματίαν ὁρίζει:

ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας

μηλοβότου Φρυγίας διαμπάξ:

περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,

Λύδιά τ᾽ ἂγ γύαλα,

καὶ δι᾽ ὀρῶν Κιλίκων

Παμφύλων τε [γένη ] διορνυμένα

πὰρ ποταμοὺς ἀενάους

καὶ βαθύπλουτον χθόνα καὶ

τὰν Ἀφροδίτας πολύπυρον αἶαν.

ἱκνεῖται δ᾽ †εἰσικνουμένου βέλει

βουκόλου πτερόεντος

Δῖον πάμβοτον ἄλσος,

λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται

Τυφῶ μένος,

ὕδωρ τε Νείλου νόσοις ἄθικτον,

μαινομένα πόνοις ἀτί-

μοις ὀδύναις τε κεντροδα-

λήτισι θυιὰς Ἥρας.

βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι,

χλωρῷ δείματι θυμὸν

πάλλοντ᾽ ὄψιν ἀήθη,

βοτὸν ἐσορῶντες δυσχερὲς μιξόμβροτον,

τὰν μὲν βοός,

τὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν.

καὶ τότε δὴ τίς ἦν ὁ θέλ-

ξας πολύπλαγκτον ἀθλίαν

οἰστροδόνητον Ἰώ;

δι᾽ αἰῶνος κρέων ἀπαύστου

Ζεὺς...

χειρὸς δ᾽ ἀπημάντῳ σθένει

καὶ θείαις ἐπιπνοίαις

παύεται, δακρύων δ᾽ ἀπο-

στάζει πένθιμον αἰδῶ.

λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ

γείνατο παῖδ᾽ ἀμεμφῆ,

δι᾽ αἰῶνος μακροῦ πάνολβον:

ἔνθεν πᾶσα βοᾷ χθών,

“φυσιζόου γένος τόδε

Ζηνός ἐστιν ἀληθῶς:

τίς γὰρ ἂν κατέπαυσεν Ἥ-

ρας νόσους ἐπιβούλους;”

Διὸς τόδ᾽ ἔργον: καὶ τόδ᾽ ἂν γένος λέγων

ἐξ Ἐπάφου κυρήσαις.

τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν

κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;

<αὐτὸς > πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ

γένους παλαιόφρων μέγας

τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.

ὑπ᾽ ἀρχᾶς δ᾽ οὔτινος θοάζων

τὸ μεῖον κρεισσόνων κρατύνει;

οὔτινος ἄνωθεν ἡμένου σέβει κάτω.

πάρεστι δ᾽ ἔργον ὡς ἔπος

σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.

θαρσεῖτε παῖδες: εὖ τὰ τῶν ἐγχωρίων:

δήμου δέδοκται παντελῆ ψηφίσματα.

ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί:

ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος,

δήμου κρατοῦσα χείρ θ᾽ ὅπῃ πληθύνεται.

ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,

ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί:

πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις

ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον:

ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους

κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν:

καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ

ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,

τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων

ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.

τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων

ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον

μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου

πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα

λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν

ἀμήχανον βόσκημα πημονῆς πέλειν.

τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς

ἔκραν᾽ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.

δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖς στροφὰς

δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος.

ἄγε δή, λέξωμεν ἐπ᾽ Ἀργείοις

εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.

Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου

στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ,

τέρμον᾽ ἀπαντᾶν πρὸς ἄμεμπτον.

νῦν ὄπ᾽ ἐμάν, θεοὶ

Διογενεῖς, κλύοιτ᾽ εὐ-

κταῖα γένει χεούσας:

μήποτε πυρίφατον

τάνδε Πελασγίαν [πόλιν]

τὸν ἄκορον βοᾶς,

κτίσαι μάχλον Ἄρη,

τὸν ἀρότοις θερί-

ζοντα βροτοὺς ἐν ἄλλοις,

οὕνεκ᾽ ᾤκτισαν ἡμᾶς,

ψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο,

αἰδοῦνται δ᾽ ἱκέτας Διός,

ποίμναν τάνδ᾽ ἀμέγαρτον:

οὐδὲ μετ᾽ ἀρσένων

ψῆφον ἔθεντ᾽ ἀτιμώ-

σαντες ἔριν γυναικῶν,

Δῖον ἐπιδόμενοι

πράκτορ᾽ ἐπίσκοπον

δυσπόλεμον, τὸν οὔ-

τις ἂν δόμος ἔχν

ἐπ᾽ ὀρόφων ἰαί-

νοιτο: βαρὺς δ᾽ ἐφίζει.

ἅζονται γὰρ ὁμαίμους

Ζηνὸς ἵκτορας ἁγνοῦ.

τοιγάρτοι καθαροῖσι βω-

μοῖς θεοὺς ἀρέσονται.

τοιγὰρ ὑποσκίων

ἐκ στομάτων ποτά-

σθω φιλότιμος εὐχά,

μήποτε λοιμὸς ἀνδρῶν

τάνδε πόλιν κενώσαι:

μηδ᾽ ἐπιχωρίοις <στάσις >

πτώμασιν αἱματίσαι πέδον γᾶς.

ἥβας δ᾽ ἄνθος ἄδρεπτον

ἔστω, μηδ᾽ Ἀφροδίτας

εὐνάτωρ βροτολοιγὸς Ἄ-

ρης κέρσειεν ἄωτον.

†καὶ γεραροῖσι πρε-

σβυτοδόκοι γεμόν-

των θυμέλαι φλεγόντων. †

τὼς πόλις εὖ νέμοιτο

Ζῆνα μέγαν σεβόντων,

τὸν ξένιον δ᾽ ὑπερτάτως,

ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.

τίκτεσθαι δὲ φόρους γᾶς

ἄλλους εὐχόμεθ᾽ αἰεί,

Ἄρτεμιν δ᾽ ἑκάταν γυναι-

κῶν λόχους ἐφορεύειν.

μηδέ τις ἀνδροκμὴς

λοιγὸς ἐπελθέτω

τάνδε πόλιν δαΐζων,

ἄχορον ἀκίθαριν

δακρυογόνον Ἄρη

βοάν τ᾽ ἔνδημον ἐξοπλίζων.

νούσων δ᾽ ἑσμὸς ἀπ᾽ ἀστῶν

ἵζοι κρατὸς ἀτερπής:

εὐμενὴς δ᾽ ὁ Λύκειος ἔσ-

τω πάσᾳ νεολαίᾳ.

καρποτελῆ δέ τοι

Ζεὺς ἐπικραινέτω

φέρματι γᾶν πανώρῳ.

πρόνομα δὲ βοτὰ τὼς

πολύγονα τελέθοι:

τὸ πᾶν τ᾽ ἐκ δαιμόνων λάχοιεν.

εὔφαμον δ᾽ ἐπὶ βωμοῖς

μοῦσαν θείατ᾽ ἀοιδοί:

ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ-

σθω φάμα φιλοφόρμιγξ.

φυλάσσοι τ᾽ ἀτρεμαῖα τιμὰς

τὸ δάμιον, τὸ πτόλιν κρατύνει,

προμαθὶς εὐκοινόμητις ἀρχά:

ξένοισί τ᾽ εὐξυμβόλους,

πρὶν ἐξοπλίζειν Ἄρη,

δίκας ἄτερ πημάτων διδοῖεν.

θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, αἰεὶ

τίοιεν ἐγχωρίους πατρῴαις

δαφνηφόροις βουθύτοισι τιμαῖς.

τὸ γὰρ τεκόντων σέβας

τρίτον τόδ᾽ ἐν θεσμίοις

Δίκας γέγραπται μεγιστοτίμου.

εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι:

ὑμεῖς δὲ μὴ τρέσητ᾽ ἀκούσασαι πατρὸς

ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.

ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ

τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει:

στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,

καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν,

οἴακος εὐθυντῆρος ὑστάτου νεὼς

ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.

πρέπουσι δ᾽ ἄνδρες νάιοι μελαγχίμοις

γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,

καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ʼπικουρία

εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα

στείλασα λαῖφος παγκρότως ἐρέσσεται.

ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως

πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.

ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω λαβών.

ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,

ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.

ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν.

ὅμως <δ᾽ > ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,

ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.

θάρσει: χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ

θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.

πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι

ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.

περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως

πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.

παροίχομαι, πάτερ, δείματι.

ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,

θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ.

ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος

μάχης τ᾽ ἄπληστον: καὶ λέγω πρὸς εἰδότα.

δοριπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας

νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ

πολεῖ μελαγχίμῳ σὺν στρατῷ.

πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίας

θάλπει βραχίον᾽ εὖ κατερρινημένους.

μόνην δὲ μὴ πρόλειπε: λίσσομαι, πάτερ.

γυνὴ μονωθεῖσ᾽ οὐδέν: οὐκ ἔνεστ᾽ Ἄρης.

οὐλόφρονες δὲ καὶ δολιομήτιδες

δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-

μῶν ἀλέγοντες οὐδέν.

καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα,

εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.

οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη

δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ.

περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει

μεμαργωμένοι κυνοθρασεῖς, θεῶν

οὐδὲν ἐπαΐοντες.

ἀλλ᾽ ἔστι φήμη κρείσσονας λύκους κυνῶν

εἶναι: βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.

ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων

ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.

οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,

οὐδ᾽ ὅρμος, οὐδὲ πεισμάτων σωτηρίαν

ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν ἀγκυρουχίαις

θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,

ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα

ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ

ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.

οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ

καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ

φρόνει μὲν ὡς ταρβοῦσα μἀμελεῖν θεῶν:

πράξω δ᾽ ἀρωγήν: ἄγγελον δ᾽ οὐ μέμψεται

πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.

ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,

τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας

χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;

μέλας γενοίμαν καπνὸς

νέφεσσι γειτονῶν Διός:

τὸ πᾶν δ᾽ ἄφαντος

ἀμπετὴς ἄιστος ὡς

κόνις ἄτερθε πτερύγων ὀλοίμαν.

ἀλυκτὸν δ᾽ οὐκέτ᾽ ἂν πέλοι τέλος:

κελαινόχρως δὲ πάλλεταί μου καρδία.

πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον: οἴχομαι φόβῳ.

θέλοιμι δ᾽ ἂν μορσίμου

βρόχου τυχεῖν ἐν ἀρτάναις,

πρὶν ἄνδρ᾽ ἀπευκτὸν

τῷδε χριμφθῆναι χροΐ:

πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι.

πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος,

πρὸς ὃν νεφῶν ὑδρηλὰ γίγνεται χιών,

ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-

δεικτος οἰόφρων κρεμὰς

γυπιὰς πέτρα, βαθὺ

πτῶμα μαρτυροῦσά μοι,

πρὶν δαΐκτορος βίᾳ

καρδίας γάμου κυρῆσαι;

κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις

ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν:

τὸ γὰρ θανεῖν ἐλευθεροῦ-

ται φιλαιάκτων πόνων. [ἐλθέτω ]

ἐλθέτω μόρος, πρὸ κοί-

τας γαμηλίου τυχών.

<πᾷ > τίν᾽ ἀμφυγᾶς ἔτ᾽ οἶ-

μον τέμω γάμου λυτῆρα;

ἴυζε δ᾽ ὀμφὰν οὐρανίαν

<μέλεα > μέλη λιτανὰ θεοῖς,

τέλεα δέ μοι <πῶς > πελόμενα καὶ

λύσιμα: μάχαν δ᾽ ἔπιδε, πάτερ,

βίαια μὴ φαιδρῶς ὁρῶν

ὄμμασιν ἐνδίκοις.

σεβίζου δ᾽ ἱκέτας σέθεν,

γαιάοχε παγκρατὲς Ζεῦ.

γένος γὰρ Αἰγύπτειον ὕβριν

δύσφορον ἀρσενογενὲς

μετά με δρόμοισι διόμενοι

φυγάδα μάταισι πολυθρόοις

βίαια δίζηνται λαβεῖν.

σὸν δ᾽ ἐπίπαν ζυγὸν

ταλάντου. τί δ᾽ ἄνευ σέθεν

θνατοῖσι τέλειόν ἐστιν;

ὀοό, ἀαά:

ὅδε μάρπτις νάιος γάιος.

τῶν πρό, μάρπτι, κάμνοις:

†ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ

δυΐαν βοὰν ἀμφαίνω.†

ὁρῶ τάδε φροίμια †πράξαν πόνων

βιαίων ἐμῶν. ἠὲ ἠέ.

βαῖνε φυγᾷ πρὸς ἀλκάν:

†βλοσυρόφρονα χλιδᾷ

δύσφορα ναῒ κἀν γᾷ.

γᾶι ἄναξ προτάσσου.†

σοῦσθε σοῦσθ᾽ ἐπὶ βᾶ-

ριν ὅπως ποδῶν <ἔχετε >

†οὐκοῦν οὐκοῦν †

τιλμοὶ τιλμοὶ καὶ στιγμοί,

πολυαίμων φόνιος

ἀποκοπὰ κρατός.

σοῦσθε σοῦσθ᾽† ὀλύμεναι ὀλόμεν᾽ ἐπαμίδα.

εἴθ᾽ ἀνὰ πολύρυτον

ἁλμιόεντα πόρον

δεσποσίῳ ξὺν ὕβρει,

γομφοδέτῳ τε δόρει διώλου.

†αἵμονες ὡς ἐπάμιδα

ἠσυδουπιάπιτα†

κελεύω βοᾶν μεθέσθαι

†ἴχαρ φρενί τ᾽ ἄταν.†

ἰοὺ ἰού.

λεῖφ᾽ ἕδρανα, κί᾽ ἐς δόρυ,

ἀτίετ᾽ ἂμ πόλιν εὐσεβῶν.

μήποτε πάλιν ἴδοιμ᾽

ἀλφεσίβοιον ὕδωρ,

ἔνθεν ἀεξόμενον

ζώφυτον αἷμα βροτοῖσι θάλλει.

†ἄγειος ἐγὼ βαθυχαῖος

βαθρείας βαθρείας γέρον.†

σὺ δ᾽ ἐν ναῒ ναῒ βάσει

τάχα θέλεος ἀθέλεος,

βίᾳ βίᾳ [τε πολλᾷ φροῦδα ].

†βάτεαι βαθυμιτροκακὰ παθῶν

[ὀλόμεναι παλάμαις.†

αἰαῖ αἰαῖ.

αἲ γὰρ δυσπαλάμως ὄλοιο

δι᾽ ἁλίρρυτον ἄλσος,

κατὰ Ζαρπηδόνιον

χῶμα πολύψαμμον ἀλαθεὶς

ἀερίαις ἐν αὔραις.

ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.

Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορεῖ.

[ἴυζε καὶ ]

βόα, χέον πικρότερον οἰζύος νόμον.

οἰοῖ οἰοῖ,

λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων

περί, χάμψα, βρυάζεις:

ὃς ἐπωπᾷ δ᾽, ὁ μέγας

Νεῖλος, ὑβρίζοντά σ᾽ ἀποτρέ-

ψειεν ἄιστον ὕβριν.

βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον

ὅσον τάχιστα: μηδέ τις σχολαζέτω.

ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται.

οἰοῖ, πάτερ, βρετῶν ἀπο-

σπάσας μ᾽ ἅλαδ᾽ ἄγει

ἄραχνος ὡς βάδην.

ὄναρ ὄναρ μέλαν,

ὀτοτοτοῖ,

μᾶ Γᾶ μᾶ Γᾶ, βοᾷ

φοβερὸν ἀπότρεπε,

ὦ βᾶ Γᾶς παῖ Ζεῦ.

οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε:

οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ.

μαιμᾷ πέλας δίπους ὄφις:

ἔχιδν᾽ ὥς μέ τις

πόδα δακοῦσ᾽ ἔχει.

<ὄναρ ὄναρ μέλαν, >

ὀτοτοτοῖ,

μᾶ Γᾶ μᾶ Γᾶ βοᾷ

φοβερὸν ἀπότρεπε,

ὦ βᾶ Γᾶς παῖ Ζεῦ.

εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,

λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.

ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.

ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης,

ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων.

διωλόμεσθ᾽: ἄελπτ᾽, ἄναξ, πάσχομεν.

πολλοὺς ἄνακτας παῖδας Αἰγύπτου, τάχα

ὄψεσθε: θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν.

οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος

ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα;

ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;

κάρβανος ὢν δ᾽ Ἕλλησιν ἐγχλίεις ἄγαν:

καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.

τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ;

ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.

πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.

ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;

Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.

θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει.

τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.

οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω.

ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.

κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν.

ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον.

οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.

λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.

ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι.

ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—

καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς

ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς

ἥκειν γυναικῶν αὐτανέψιον στόλον;

οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο

Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ

ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος

πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.

τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν

εἴσι σύ τ᾽ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.

ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν

ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.

τοιάδε δημόπρακτος ἐκ πόλεως μία

ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ

στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς

γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.

ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα

οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,

σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου

γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.

ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.

εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.

ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας

εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.

ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις ὀπάοσι

θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,

πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.

καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,

δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί.

ἔνθ᾽ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους

πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις,

πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.

τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα

πάρεστι, λωτίσασθε. προστάτης δ᾽ ἐγὼ

ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται

ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;

ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι βρύοις,

δῖε Πελασγῶν.

πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον

πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον

καὶ βούλαρχον. τοῦ γὰρ προτέρα

μῆτις, ὅπου χρὴ δώματα ναίειν

καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν

ψόγον ἀλλοθρόοις

εὔτυκος: εἴη δὲ τὰ λῷστα.

ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ

βάξει λαῶν ἐν χώρῳ

τάσσεσθε, φίλαι δμωίδες, οὕτως

ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν

Δαναὸς θεραποντίδα φερνήν.

ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,

θύειν τε λείβειν θ᾽, ὡς θεοῖς Ὀλυμπίοις,

σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.

καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς

φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις:

ἐμοὶ δ᾽ ὀπαδοὺς τούσδε καὶ δορυσσόους

ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,

καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν

λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι.

τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς

χάριν σέβεσθαι τιμιωτέραν λέγω.

καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις

πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,

ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.

πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει

κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.

ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,

ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς.

τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς:

θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;

καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.

†καρπώματα στάζοντα κηρύσσει Κύπρις

καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,†

καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι

πᾶς τις παρελθὼν ὄμματος θελκτήριον

τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος.

πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος

πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη δορί,

μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς

πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα:

τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,

οἰκεῖν λάτρων ἄτερθεν: εὐπετῆ τάδε.

μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρός,

τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.

τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων:

ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ.

εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,

ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.

ἴτε μὰν ἀστυάνακτας

μάκαρας θεοὺς γανόοντες πολιούχους

τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου

περιναίουσιν παλαιόν.

ὑποδέξασθε <δ᾽ > ὀπαδοὶ

μέλος: αἶνος δὲ πόλιν τάνδε Πελασγῶν

ἐχέτω, μηδ᾽ ἔτι Νείλου

προχοὰς σέβωμεν ὕμνοις:

ποταμοὺς δ᾽ οἳ διὰ χώρας

θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,

λιπαροῖς χεύμασι γαίας

τόδε μειλίσσοντες οὖδας.

ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ

στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας

γάμος ἔλθοι Κυθερείας:

στυγερῶν πέλοι τόδ᾽ ἆθλον.

Κύπριδος <δ᾽ > οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων.

δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ:

τίεται δ᾽ αἰολόμητις

θεὸς ἔργοις ἐπὶ σεμνοῖς.

μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν

Πόθος <ᾇ > τ᾽ οὐδὲν ἄπαρνον

τελέθει θέλκτορι Πειθοῖ.

δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας

ψεδυραὶ τρίβοι τ᾽ ἐρώτων.

φυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη

πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.

τί ποτ᾽ εὔπλοιαν ἔπραξαν

ταχυπόμποισι διωγμοῖς;

ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.

Διὸς οὐ παρβατός ἐστιν

μεγάλα φρὴν ἀπέραντος:

μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ

προτερᾶν πέλοι γυναικῶν.

ὁ μέγας Ζεὺς ἀπαλέξαι

γάμον Αἰγυπτογενῆ μοι.—

τὸ μὲν ἂν βέλτατον εἴη:

σὺ δὲ θέλγοις ἂν ἄθελκτον. —

σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.

τί δὲ μέλλω φρένα Δίαν

καθορᾶν, ὄψιν ἄβυσσον;—

μέτριον νῦν ἔπος εὔχου:

τίνα καιρόν με διδάσκεις;—

τὰ θεῶν μηδὲν ἀγάζειν.

Ζεὺς ἄναξ ἀποστεροί-

η γάμον δυσάνορα

δάιον, ὅσπερ Ἰὼ

πημονᾶς ἐλύσατ᾽ εὖ

χειρὶ παιωνίᾳ κατασχεθών,

εὐμενεῖ βίᾳ κτίσας.

καὶ κράτος νέμοι γυναι-

ξίν: τὸ βέλτερον κακοῦ

καὶ τὸ δίμοιρον αἰνῶ,

καὶ δίκᾳ δίκας ἕπε-

σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις

μαχαναῖς θεοῦ πάρα.