Ἐν ταῖϲ προεκδοθείϲαιϲ ἡμῖν εχολαῖϲ ἡ περὶ τὰϲ φωνὰϲ παράδοϲιϲ, καθὼϲ ἀπῄτει ὁ περὶ αὐτῶν λόγοϲ, κατείλεκται· ἡ δὲ νῦν ῥηθηϲομένη
ἔκδοϲιϲ περιέξει τὴν ἐκ τούτων γινομένην ϲύντοξιν εἰϲ 
 
 
 καταλληλότητα τοῦ αὐτοτελοῦϲ λόγου, ἣν πάνυ προῄρημαι, ἀναγκαιοτάτην οὖϲαν πρὸϲ ἐξήγηϲιν
τῶν ποιημάτων, μετὰ πάϲηϲ ἀκριβείαϲ ἐκθέϲθαι.

Ἤδη γὰρ καὶ ἡ πρώτη ῥηθεῖϲα ἀμερὴϲ ὕλη τῶν ϲτοιχείων τοῦτο πολὺ πρότερον κατεπηγγείλατο, οὐχ ὡϲ
ἔτυχεν ἐπιπλοκὰϲ ποιηϲαμένη 
 τῶν ϲτοιχείων, ἀλλ᾿ ἐν τῇ κατὰ τὸ δέον ϲυντάξει, ἐξ ἧϲ ϲχεδὸν καὶ τὴν ὀνομαϲίαν εἴληχεν.
ἥ τε ἐπαναβεβηκυῖα ϲυλλαβ ταὐτὸν ἀνεδέξατο, εἴγε αἱ ἐκ τούτων ϲυντόξειϲ ἀναπληρούμεναι κατὰ τὸ δέον
 ἀποτελοῦϲι τὴν λέξιν. καὶ ϲαφὲϲ ὅτι ἀκόλουθόν ἐϲτι τὸ καὶ τὰϲ λέξειϲ, μέροϲ οὔϲαϲ τοῦ κατὰ ϲύνταξιν αὐτοτελοῦϲ λόγου, τὸ κατάλληλον τῆϲ ϲυντάξεωϲ ἀναδέξαϲθαι· τὸ γὰρ ἐξ ἑκάϲτηϲ λέξεωϲ παρυφιϲτάμενον νοητὸν 
 τρόπον τινὰ ϲτοιχεῖόν ἐϲτι τοῦ λόγου, καὶ ὡϲ τὰ ϲτοιχεῖα
τὰϲ ϲυλλαβὰϲ ἀποτελεῖ κατὰ τὰϲ ἐπιπλοκάϲ, οὕτω καὶ ἡ ϲύνταξιϲ τῶν νοητῶν τρόπον τινὰ ϲυλλαβὰϲ
ἀποτελέϲει διὰ τῆϲ ἐπιπλοκῆϲ τῶν λέξεων. καὶ 
 
 
 
 
 
 ἔτι ὃν τρόπον ἐκ τῶν ϲυλλαβῶν ἡ λέξιϲ, οὕτωϲ ἐκ τῆϲ καταλληλότητοϲ τῶν νοητῶν ὁ
αὐτοτελὴϲ λόγοϲ.

Ἔϲτιν οὖν καὶ ἐκ τῶν παρεπομένων τὸ τοιοῦτον ἐπιδεῖξαι, ἐν 
οἷϲ δὶϲ τὸ αὐτὸ ϲτοιχεῖον παραλαμβάνεται, ἔλλαβεν, ἔννεπε· ἀλλὰ καὶ ϲυλλαβή, Λέλεξ, πάμπαν· ἀλλὰ καὶ
λέξιϲ, 
 
 Μῶϲ᾿ ἄγε, Μῶϲα λίγεια {Alcman. fr. 1 B4.}, 
 βαρὺϲ βαρὺϲ ϲύνοικοϲ {Sophocl. fr. 686 N2.}. 
 
 Ἀλλὰ καὶ μέχρι λόγου τὸ τοιοῦτο διήκει, ἡνίκα τὰ εἰρημένα αὖθιϲ ἐπαναλαμβάνεται, ὁτὲ
μὲν ἀναγκαίωϲ, ὁτὲ δὲ ἐν παρολκῇ.

Καὶ πλεονάζει ϲτοιχεῖον, λέγω οὐ τὸ αὐτό. φαμὲν οὕτωϲ· τὸ ὕδωρ τῷ δ πλεονάζει, τοῦ ὕειν
ἐγκειμένου, καὶ τὸ α ἐν τῷ ἀλαλητῷ, ὅπερ δύναται καὶ ἐν πλεοναϲμῷ ϲυλλαβῆϲ παραλαμβάνεϲθαι, ἐπεὶ
καταχρηϲτικώτερον καὶ μονογράμματοι ἐκφωνήϲειϲ ϲυλλαβαὶ εἴρηνται. φαμὲν δὲ
καὶ τὰ τοιαῦτα πλεονάζειν ϲυλλαβῇ· θήρεϲϲι, κύνεϲϲι, λελάχωϲι, ἄλλα πλεῖϲτα. πλεονάζουϲι δὲ καὶ λέξειϲ, ἕζομαι καθέζομαι, ἔπω ἐνέπω, ἀντίοϲ ἐναντίοϲ, 
 
 
 
 
 
 οὐ ϲύ γ᾿ ἔπειτα 
 Τυδέοϲ ἔκγονόϲ ἐϲϲι {Ε 8123} 
 ὅπου γε καὶ παραπληρωματικοὺϲ ϲυνδέϲμουϲ φαμέν. Φαμὲν δέ γε καὶ λόγουϲ ποτὲ παρέλκειν πρὸϲ
οὐδὲν ϲυντείνονταϲ, εἴγε πλείουϲ ἀθετήϲειϲ ὑπ᾿ Ἀριϲτάρχου διὰ τοὺϲ τοιούτουϲ τρόπουϲ ἐγένοντο.

Ἀλλὰ καὶ ἐναντία πάθη ἐνδείᾳ ϲτοιχείου γίνεται, γαῖα αἶα, παρὰ τὸ ϲκῆπτρον ὁ ϲκηπτοῦχοϲ
βαϲιλεύϲ· τῇδε ἔχει καὶ παρὰ τὸ φαιδρόϲ ὁ φαίδιμοϲ· αἱ τοιαῦται παραθέϲειϲ ϲχεδὸν ἀπερίληπτοί εἰϲι,
 πάμπολλοι οὖϲαι. ἀλλὰ καὶ ϲυλλαβῆϲ, ἡνίκα τὸ θέλω λῶ, ἡνίκα ὁ αἰγοπόλοϲ αἰπόλοϲ. ἀλλὰ
καὶ λέξεωϲ, ἡνίκα ἀπαιτεῖ τὸ 
 
 ἀλλ᾿ ὑμεῖϲ ἔρχεϲθε {Ι 649} 
 τὴν ἀπό πρόθεϲιν. καὶ τὸ 
 πικρὰϲ ὠδῖναϲ ἔχουϲαι {Λ 271} 
 
 ἡ γὰρ αὐτοτέλεια τοῦ λόγου ὡϲ ϲτοιχεῖον ἐζήτηϲε τὴν παράπρόθεϲιν. τό τε 
 ἀρνειὸν δ᾿ ἐμοὶ οἴῳ {ι 550} 
 
 λείπει τῷ ἄρθρῳ· ὁ γὰρ λόγοϲ τὴν ἀναφορὰν τοῦ ἀρνὸϲ ἐπιζητῶν τὴν 
 
 
 τοῦ ἄρθρου ἐνδείκνυται ἔλλειψιν. —

Ϲχεδὸν δὲ ὅλη ἡ πραγματεία ἡ εἰρηϲομένη καὶ τὰ τοιαῦτα ἅπαντα
προϲδιακρινεῖ, ἐπεὶ πόθεν ἐϲτοχάϲατο Ζηνόδοτοϲ τὸ ὦλλοι {B 1. Κ 1} κατὰ ϲυνολοιφὴν τοῦ ἄρθρου
γράφειν, εἰ μὴ ἐκ τῆϲ δεούϲηϲ ϲυντάξεωϲ κινούμενοϲ; καὶ 
 πόθεν Ἀρίϲταρχοϲ οὐκ ἔλεγε μὲν πλεονάζειν τὸ ἄρθρον, περιέγραφε δὲ ὡϲ ἐλλείποντοϲ ϲυνήθωϲ τοῖϲ ἄρθροιϲ τοῦ ποιητοῦ; ἔχων γοῦν ἐκεῖϲε ἀφορμὴν
τῆϲ ἀρθρικῆϲ γραφῆϲ, ἀπαιτοῦντοϲ τοῦ λόγου τὸ ἄρθρον, πρὸϲ τὸ ϲύνηθεϲ τοῦ ποιητοῦ ἑκὼν
παρεπέμψατο, ἐκδεξάμενοϲ μᾶλλον τὸν δαί ϲύνδεϲμον ἤπερ τὸ αἱ ἄρθρον ἐν τῷ 
 
 πῶϲ δαὶ τῶν ἄλλων Τρώων {Κ 408} 
 ἐπιδεδείξεται δὲ τὰ τοιαῦτα ἐν τοῖϲ κατὰ μέροϲ. —

Προῦπτον δὲ ὅτι καὶ τὰ τοιαῦτα οὐκ ἀποκοπαί εἰϲιν, ὥϲ τινεϲ ὑπέλαβον,
 
 
 
 
 
 
 ἀλλ᾿ ἄνα, εἰ μέμονάϲ γε {Ι 247}, 
 πάρα δ᾿ ἀνήρ, ὃϲ καταθήϲει {π 45}, 
 
 ἀλλὰ πάθη λόγου ἐλλείποντα ῥήματι· πότε γὰρ ὅληϲ λέξεωϲ ἀποκοπὴ γίνεται; μαρτυρεῖ καὶ
αὐτὸ τὸ ὄνομα τοῦ πάθουϲ, εἴγε πᾶϲα ἀποκοπὴ μέροϲ τι τοῦ ὅλου λειπόμενον ὑπαγορεύει.

Οὐκ ἀπίθανον δ᾿ οἶμαι κἀκεῖνο παραϲτῆϲαι. Παρεπόμενόν ἐϲτιν ἔϲθ᾿ ὅτε ταῖϲ λέξεϲιν καὶ παρὰ τὰϲ
γραφὰϲ ἁμαρτάνεϲθαι, ἃϲ ἢ προφανῶϲ ἔϲτι καταλαβέϲθαι διὰ τῆϲ ἀκοῆϲ, ἀδήλου τοῦ τοιούτου ὄντοϲ κατὰ τὸν ἐπιλογιϲμὸν ἐξέταϲιϲ κατορθοῖ, ἣν κολοῦμεν λόγον τὸν περὶ ὀρθογραφίαϲ. Τοιοῦτόν τι
παρεπόμενον ὑπολαμβάνω κἀν τοῖϲ λόγοιϲ. ἐπὰν γὰρ τὰ μὴ δέοντα τῶν λέξεων ἐπιϲυναφθῇ, τὸ
τοιοῦτο καλοῦμεν ϲολοικιϲμόν, ὡϲ τῶν ϲτοιχείων τοῦ λόγου ἀκαταλλήλωϲ
ϲυνελθόντων. εἴπερ οὖν ἔϲτιν μαθεῖν τἀκριβὲϲ τῆϲ γραφῆϲ, μαθεῖν ἄρα ἔϲτι καὶ τἀκριβὲϲ τῆϲ ϲυντόξεωϲ
τοῦ λόγου. 
 
 
 

 
 
 κοινὸν ἔθοϲ, ὑποτακτικὰϲ δὲ τὰϲ διὰ τοῦ γμ ἢ κμ ἢ χμ· ἔτι τε λπκτικὰϲ μερῶν λόγου τὰϲ εἰϲ τὸ λϲ, ρϲ, νϲ, ἄλλαϲ πλείϲταϲ. ἀλλὰ καὶ ἐπὶ λέξεων τὸ αὐτό· προθέϲειϲ γοῦν
καλοῦμεν καὶ προτακτικὰ ἄρθρα καὶ ὑποτακτικὰ καὶ ἔτι ἐπιρρήματα, ἃ μᾶλλον ἀπὸ τῆϲ
ϲυντάξεωϲ τὴν ὀνομαϲίαν ἔλαβεν ἤπερ ἀπὸ τοῦ δηλουμένου. Καὶ ἐν λόγῳ δὲ ἔϲτι τὸ τοιοῦτον εὑρέϲθαι,
 ὁπότε τὰ ἐκ ϲυνημμένων ἀληθεύει προλημματιζόμενα τῶν ἐπιφερομένων, ὥϲπερ ἔγκειται κατὰ
τὴν πρώτην τοῦ λόγου ϲυναφήν, εἰ τῇδέ τιϲ 
 
 ἀποφαίνοιτο, εἰ περιπατεῖ Διονύϲιοϲ, κινεῖται· οὐ μὴν, εἰ 
 Διονύϲιοϲ κινεῖται, περιπατεῖ. ἀντιϲτρέφοντοϲ γὰρ τοῦ λόγου οὐκ ἀληθεύει τὸ ὅλον.

Ϲτοιχεῖον ἔϲθ᾿ ὅτε εἰϲ δύο μερίζεται τρόπῳ ϲυλλαβικῷ, ἧδε 
 ἕαδε ἀλλὰ καὶ δύο εἰϲ ἓν ϲυναλείφεται, βέλεα βέλη. καὶ ϲυλλαβὴ εἰϲ δύο μερίζεται (λέγω
τὴν κυρίωϲ ϲυλλαβήν), κοῖλον κόϊλον· ἀλλὰ καὶ δύο ϲυλλαβαὶ εἰϲ μίαν ϲυνίαϲιν, ἡνίκα παρὰ τὴν γήραϊ
τριϲύλλαβον διϲύλλαβόν φαμεν τὴν γήρᾳ, παρὰ τὴν Ἀΐδηϲ Ἅιδηϲ. ἀλλὰ
καὶ. λέξειϲ, ἡνίκα ἡ ἀκρόπολιϲ πόλιϲ ἄκρη, ἡ καλλίχοροϲ {λ 581} 
 
 
 
 
 χορῷ καλή {Π 180}, καὶ ἔτι ϲύαγρον ϲῦν ἄγριον {I 539} ἀλλὰ καὶ τὰ
διαλελυμένα ϲυνίζει, ὡϲ ὑφ᾿ ἓν μέροϲ λόγου ἀνέγνωμεν τὸ παϲιμέλουϲα {μ 70} κοὶ κηρεϲϲιφορήτουϲ {Θ
527}. Ἀλλὰ κἀν τοῖϲ λόγοιϲ οἱ παρεπόμενοι ϲύνδεϲμοι ἔϲθ᾿ ὅτε ἑνοῦϲι δύο λόγουϲ ἢ καὶ 
πλείουϲ, καθάπερ οἱ ϲυνδεόμενοι λόγοι ἐκ ϲυνημμένων ἢ παραϲυνημμένων ἢ καὶ ἔτι
ϲυμπεπλεγμένων· ἢ πάλιν ἀποϲτάντεϲ διάλυϲιν τῶν λόγων ποιοῦνται, ὡϲ ἔχει τὸ 
 
 ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά, φαίδιμ᾿ Ὀδυϲϲεῦ· 
 εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώματα καλά {κ 251 — 2}. 
 ἔδει γὰρ ϲυμπλέξαι τῷ καί· καὶ εὕρομεν ἐν βήϲϲῃϲι.

Ϲτοιχεῖα ὑπερτίθεται, ἡνίκα ἡ κραδία καρδία, παρὰ τὸ 
 
 
 
 ϲκέπω τὸ ϲκέποϲ καὶ πέϲκοϲ {Nicand. Ther. 549}. ἀλλὰ καὶ ϲυλλαβαί ἡνίκα τὸ ἐξαπίνηϲ
ἐξαίφνηϲ, ἡνίκα τὸ ὄρωρεν ὤρορεν {δ 712. ψ 222}. ἀλλὰ καὶ λέξειϲ, ὅτε ἡ οἰνοφόροϲ φερέοινοϲ γῆ
λέγεται, οἵ τε ἀνδρόγυνοι γύνανδροι {Sophocl. frg. 878 N2}. Ἀλλὰ 
 καὶ λόγοι, 
 τὰϲ μὲν ἄρα θρέψαϲα τεκοῦϲά τε {μ 134} 
 αὐτὰρ ὅ γ᾿ εἴϲω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν {π 41}.

Ἔτι ὃν τρόπον τῶν ϲτοιχείων ἃ μέν ἐϲτιν φωνήεντα, ἃ καθ᾿ ἑαυτὰ φωνὴν ἀποτελεῖ, ἃ δὲ
ϲύμφωνα, ἅπερ ἄνευ τῶν φωνηέντων οὐκ ἔχει ῥητὴν τὴν ἐκφώνηϲιν, τὸν αὐτὸν τρόπον ἔϲτιν
ἐπινοῆϲαι κἀπὶ τῶν λέξεων. αἱ μὲν γὰρ αὐτῶν τρόπον τινὰ τῶν φωνηέντων ῥηταί εἰϲι, καθάπερ ἐπὶ τῶν
ῥημάτων ἔϲτιν ἐπινοῆϲαι, ὀνομάτων, ἀντωνυμιῶν, 
 ἐπιρρημάτων, ἅπερ ἐπιλέγεται ταῖϲ γινομέναιϲ ἐνεργείαιϲ,
ἡνίκα ἐπιφθεγγόμεθα τὸ κάλλιϲτα τοῖϲ κατὰ τὸ δέον τι ἐνεργοῦϲιν, ἢ ὑγιῶϲ ἢ καλῶϲ· αἱ δὲ
ὡϲπερεὶ ϲύμφωνα ἀναμένουϲι τὰ φωνήεντα, τουτέϲτιν τὰ προκατειλεγμένα τῶν μερῶν τοῦ λόγου, οὐ
δυνάμεναι κατ᾿ ἰδίαν 
 
 
 
 ῥηταὶ εἶναι, καθάπερ ἐπὶ τῶν προθέϲεων, τῶν ἄρθρων, τῶν ϲυνδέϲμων· τὰ γὰρ
τοιαῦτα τῶν μορίων ἀεὶ ϲυϲϲημαίνει, εἴγε ἐν γενικῇ μὲν λέγομεν δι᾿ Ἀπολλωνίου, ὡϲεὶ γινώϲκοντοϲ
Ἀπολλωνίου, κατὰ δὲ τὴν αἰτιατικὴν πτῶϲιν δι᾿ Ἀπολλώνιον, ὡϲ ἂν αὐτοῦ αἰτίου ὄντοϲ. οἵ τε 
 ϲύνδεϲμοι πρὸϲ τὰϲ τῶν λόγων τάξειϲ ἢ ἀκολουθίαϲ τὰϲ ἰδίαϲ δυνάμειϲ παρεμφαίτουϲιν, ὅτε
ϲυμπλεκτικῶϲ μὲν ἀκούεται ὁ 
 ἤτοι ὅ γ᾿ ὣϲ εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο {Α 68}. 
 ἐν ἴϲῃ γὰρ δυνάμει τοῦ μέν παρείληπται, δι᾿ ὃ καὶ κατὰ τὴν ἑξῆϲ ϲυμπλοκὴν 
ἀναγκαίωϲ ὁ δέ ἐπηνέχθη ἐν τῷ 
 
 τοῖϲι δ᾿ ἀνέϲτη {Α 68}. 
 
 ὁτὲ δὲ διαζευκτικῶϲ, ἤτοι νέοϲ ἐϲτὶν ἠὲ παλαιόϲ τῇδε ἔχει καὶ 
 
 
 
 τὰ ἄρθρα· ϲυμφερόμενα γὰρ τοῖϲ ὀνόμαϲιν τὴν ἐν αὑτοῖϲ δύναμιν ἐπαγγέλλεται, οὐκ ἔχοντα
δὲ τῇδε μεθίϲταται εἰϲ τὰϲ καλουμέναϲ ἀντωνυμίαϲ, ὡϲ δεδείξεται ἐν τοῖϲ κατὰ μέροϲ, ἔνθα
καὶ ἐπιδείξομεν τὸ αἴτιον, καθότι καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου ταὐτὸ παρακολουθήϲει, ὥϲπερ πολλάκιϲ καὶ
τὰ ὀνόματα ἐπιρρηματικῶϲ ἀκούεται.

Ἴϲωϲ δὲ καὶ ἡ τάξιϲ τῶν ϲτοιχείων ἐν λόγῳ παραλαμβανομένη 
 τοῦ δι᾿ ὅ τι τὸ α πρόκειται, εἶτα μετ᾿ αὐτὸ τὸ β,
ἀπαιτήϲει καὶ τὴν κατὰ λόγον τῶν μερῶν τοῦ λόγου τάξιν, δι᾿ ὅ τι τὸ ὄνομα πρόκειται, μεθ᾿ ὅ ἐϲτι τὸ ῥῆμα καὶ τὰ ὑπόλοιπα μέρη τοῦ λόγου, ὡϲεὶ καὶ πάλιν ἐν ταῖϲ πτώϲεϲιν ἡ λεγομένη
εὐθεῖα καὶ γενικὴ καὶ αἱ ὑπόλοιποι, ἔν τε ταῖϲ 
 
 
 
 
 χρονικαῖϲ τομαῖϲ κατὰ τὰ ῥήματα ὁ ἐνεϲτώϲ, εἶτα ὁ παρατατικὸϲ καὶ οἱ ἑξῆϲ χρόνοι, ἔν τε
γένεϲι τὸ ἀρϲενικόν, μεθ᾿ ὃ τὸ θηλυκὸν καὶ τρίτον τὸ τούτων ἀποφατικὸν οὐδέτερον, καὶ
ἐπ᾿ ἄλλων πλείϲτων, περὶ ὧν ἰδίᾳ ποιηϲόμεθα ϲυναγωγήν. κατεπεῖγον μέντοι ἐϲτὶν ἕνεκα τῶν
προεκκειμένων λόγων ἀντιπαραβάλλεϲθαι τὴν τάξιν τῶν μερῶν τοῦ λόγου. ἴϲωϲ
τινὲϲ ἀπειρότερον ἀναϲτρέφοντεϲ περὶ τὰ τοιαῦτα τὰϲ ἰδίαϲ ἀπειρίαϲ παραμυθοῦνται, ὡϲ οὐ δέον περὶ
τὰϲ τοιαύταϲ ζητήϲειϲ καταγίνεϲθαι, ὑπολαβόντεϲ τὰ τοιαῦτα κατὰ τύχην τεθεματίϲθαι. ἀλλὰ τούτοιϲ γε
 προϲγενήϲεται ἐν τοῖϲ καθόλου μηδὲν ἐν τάξει παραλαμβάνειν μηδὲ παρὰ τάξιν τι ἡμαρτῆϲθαι, ὅπερ πάντῃ ἠλίθιον· εἰ γὰρ ἐπὶ τινῶν δοίηϲ, ἀνάγκη
κἀπὶ πάντων δοῦναι.

Ἔϲτιν οὖν ἡ τάξιϲ μίμημα τοῦ αὐτοτελοῦϲ λόγου, πάνυ ἀκριβῶϲ πρῶτον τὸ ὄνομα θεματίϲαϲα, μεθ᾿ ὃ
τὸ ῥῆμα, εἴγε πᾶϲ λόγοϲ 
 
 
 
 
 ἄνευ τούτων οὐ ϲυγκλείεται. παρὸν γοῦν πιϲτώϲαϲθαι ἐκ ϲυντάξεωϲ οἶον περιεχούϲηϲ τὰ μέρη τοῦ λόγου, ἐξ ἧϲ εἴπερ ὑποϲταλήϲεται ὄνομα ἢ ῥῆμα,
τὰ τοῦ λόγου οὐ ϲυγκλείεται, εἰ μέντοι πάντα τὰ ὑπόλοιπα, οὐ πάντωϲ ἐλλείπει ὁ λόγοϲ. ὁ αὐτὸϲ
ἄνθρωποϲ ὀλιϲθήϲαϲ ϲήμερον ρον κατέπεϲεν· ἔγκειται τὰ μέρη τοῦ λόγου παρὰ τὸν
ϲύνδεϲμον, ἐπεὶ προϲτεθεὶϲ ἕτερον λόγον ἀπαιτήϲει. φέρε οὖν ἐλλεῖψαι τὸ ὄνομα ἢ τὸ ῥῆμα,
καὶ ἐλλείψει ὁ λόγοϲ, ἐπιζητῶν ὅπου μὲν τὸ ῥῆμα, ὅπου δὲ τὸ ὄνομα, ὁ αὐτὸϲ ὀλιϲθήϲαϲ
ϲήμερον κατέπεϲεν ἢ ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ ϲήμερον. εἰ μέντοι τιϲ ὑφέλοι τὸ ἐπίρρημα, οὐ πάντωϲ
λείψει ὁ λόγοϲ· ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ 
 πεϲεν. ἀλλ᾿ εἰ καὶ τὴν μετοχήν, οὐδ᾿ οὕτωϲ λείψει ὁ αὐτὸϲ ἄνθρωπωϲ
κατέπεϲεν , οὐδ᾿ εἰ τὴν πρόθεϲιν· ὁ αὐτὸϲ ἄνθρωποϲ ἔπεϲεν· οὐδ᾿ εἰ τὸ ἀντωνυμικόν· λελείψεται
γὰρ τὸ ὁ ἄνθρωπωϲ ἔπεϲεν. ἀλλ᾿ οὐδ᾿ εἰ τὸ ἄρθρον· τὸ γὰρ ἄνθρωποϲ
ἔπεϲεν οὐ πάντωϲ ἀναφορὰν φορὰν ζητεῖ, πρώτην δ᾿ ἀφήγηϲιν τοῦ ἀνθρώπου. —

Οὐ τοῦτο δέ 
 φημι, ὅτι οὐχὶ καὶ ἐξ ἀντωνυμίαϲ αὐτοτέλεια ϲυνίϲταται, ὅπου φαμὲν οὕτωϲ, ἐγὼ περιπατῶ,
ϲὺ περιπατεῖϲ. τότε γὰρ ϲυνίϲταται ἡ 
 
 
 αὐτοτέλεια, ὅταν ἀντ᾿ ὀνόματοϲ παραληφθῇ ἡ ἀντωνυμία καὶ δυνάμει πάλιν ἡ αὐτὴ ϲύνταξιϲ
ᾖ. ὁπότε δὲ ἀνθυπάγεται ἀντωνυμία, ἐν τοῖϲ κατὰ μέροϲ εἰρήϲεται, καὶ ποῖα ῥήματα πρὸϲ
τὰϲ εὐθείαϲ μόνον ϲυναρτᾶται, καὶ τίνα αὐτῶν πλαγίαϲ ἐπιζητεῖ.

Καὶ τοῦ ῥήματοϲ δὲ ἀναγκαίωϲ πρόκειται τὸ ὄνομα, ἐπεὶ τὸ διατιθέναι καὶ τὸ διατίθεϲθαι ϲώματοϲ ἴδιον, τοῖϲ δὲ ϲώμαϲιν ἐπίκειται ἡ θέϲιϲ τῶν ὀνομάτων, ἐξ ὦν ἡ ἰδιότηϲ τοῦ ῥήματοϲ, λέγω τὴν ἐνέργειαν καὶ τὸ πάθοϲ. — (

Παρυφίϲταται οὖν ἡ εὐθεῖα ἐν αὐτοῖϲ τοῖϲ ῥήμαϲιν, κατὰ μὲν τὸ πρῶτον καὶ δεύτερον
ὁριζομένη, κατὰ δὲ τὸ τρίτον 
 
 
 
 
 
 διὰ τὸ ἄπειρα εἶναι τὰ τρίτα ἀοριϲτουμένη, χωρὶϲ εἰ μὴ ἐξαίρετοϲ ἐνέργεια γένοιτο
καθάπερ ἐπὶ τοῦ ἀϲτράπτει καὶ βροντᾷ.) —

. Κατεκράτηϲεν οὖν καὶ ἡ ἀπ᾿ αὐτοῦ θέϲιϲ τὸ πάντα τὰ τοῦ λόγου μέρη
καλεῖϲθαι ὀνόματα, ὡϲ ἂν αὐτοῦ προϋφεϲτῶτοϲ. εἰ γὰρ ἐκ τῶν ἐναντίων τιϲ ἐκεῖνο ἀποφαίνοιτο, ὡϲ ἐκ
τῆϲ κοινῆϲ ὀνομαϲίαϲ τῶν λέξεων αὐτὸ 
 ἀπηνέγκατο τὴν ἁπάντων ὀνομαϲίαν, καὶ κατὰ τοῦτο ἂν πρωτεύοι,
θέϲιν τὴν πρώτην τῶν λέξεων ἐπιδεξάμενον, καθότι καὶ δείκνυμεν ὡϲ ἕνεκα τῆϲ εὑρέϲεωϲ τῶν ϲτοιχείων
πάντα τὰ ϲτοιχεῖα παρὰ τὸ ἀλφεῖν ἠδύνατο μιᾷ ὀνομαϲίᾳ χρήϲαϲθαι τῇ τοῦ α, ὅπερ ἀφείλετο
τὴν πάντων ὀνομαϲίαν διὰ τὴν ἐν αὐτῷ γενομένην πρώτην θέϲιν, ϲυνδραμόντοϲ καὶ τοῦ ἀπ᾿
αὐτοῦ φθόγγου· ϲυνέτρεχε γὰρ ἡ τοῦ ἀλφεῖν ἀρχὴ τῇ ἐκφωνήϲει τοῦ ϲτοιχείου, τῶν
ὑπολειπομένων ἰδίαϲ ἐπεκτάϲειϲ εἰληφότων.

Οὐκ ἀλόγωϲ δὲ ἐκείνῳ οἶμαί τιϲ ἐπιϲτήϲει, τί δή ποτε οὐχὶ μετὰ τὴν τοῦ ὀνόματοϲ θέϲιν τὸ ἀντὶ
τούτου μόριον παραλαμβανόμενον ὑπετάγη, λέγω δὴ τὴν ἀντωνυμίαν, εἴγε κατὰ ἀμοιβὴν τοῦ ὀνόματοϲ 
 πάλιν ϲὺν τῷ ῥήματι ϲυνέχει τὸν λόγον. Περὶ οὗ ἂν
προφανὴϲ ἀπόδειξιϲ γένοιτο ἥδε, ὡϲ ἕνεκα τῆϲ τῶν ῥημάτων ϲυνόδου ἐπενοήθηϲαν αἱ
ἀντωνυμίαι. ἐπεὶ γὰρ τὰ ὀνόματα τρίτων προϲώπων ἐϲτὶν ἀποφατικά, καθὸ αἱ ἀπ᾿ αὐτῶν
θέϲειϲ γινόμεναι οὔτε ἐπὶ τοῦ ἀποφαινομένου 
 
 
 
 προϲώπου εἰϲὶν, ὅπερ ἐϲτὶν ἴδιον πρώτου προϲώπου· οὐ γὰρ δή γε ἑαυτοῖϲ 
τίθενται οἱ παῖδεϲ τὰ ὀνόματα, οὐδὲ πρὸϲ αὐτοὺϲ ἀποφαινόμενοι τὰϲ ὀνομαϲίαϲ ποιούμεθα, ὅπερ ἐϲτὶ
δευτέρου προϲώπου· — ἦν δὲ τὰ ῥήματα ἐν τριϲὶν προϲώποιϲ καταγινόμενα, καὶ διὰ τοῦτο προϲεπενοεῖτο ἡ
ἀντωνυμία ἐν προϲώποιϲ ὡριϲμένοιϲ 
καταγινομένη, ἀνταναπληροῦϲα καὶ τὴν θέϲιν τοῦ ὀνόματοϲ καὶ τὴν τάξιν τοῦ ῥήματοϲ, ὡϲ ἐν
τοῖϲ τοιούτοιϲ ἐγὼ γράφω, ϲὺ γράφειϲ· καὶ διὰ τοῦτο οὐκ ἐνεποδίζετο τὸ ἐν τρίτῳ λέγειν
προϲώπῳ Ἀρίϲταρχοϲ ἀναγινώϲκει, ὡϲ ἂν δύο τρίτων ϲυνόντων. (οὐ τοῦτο δὲ παρίϲτημι, ὡϲ αἱ κατὰ τὸ
τρίτον πρόϲωπον ἀντωνυμίαι περιτταί εἰϲι, δυναμένων τῶν ὀνομάτων κατὰ τὸ τρίτον πρόϲωπον 
 παραλαμβάνεϲθαι· δι᾿ ὅ τι γὰρ καὶ ἐν τρίτοιϲ προϲώποιϲ καταγίνονται αἱ ἀντωνυμίαι, ἐν
τοῖϲ κατὰ μέροϲ εἰρήϲεται.) καὶ εἰ τοῦτο ἀληθέϲ, προφανὲϲ ὅτι προϋποϲτήϲεται ἡ τῶν ῥημάτων τάξιϲ τῶν
 δι᾿ αὐτὰ ἐπινοηθειϲῶν ἀντωνυμιῶν. —

Τὸ δὲ μεῖζον, τὰ ῥήματα προϲώπων τῶν
κατ᾿ εὐθεῖαν νοουμένων ἐϲτὶ παραϲτατικά, ἅπερ 
 
 
 
 ἀπολύτωϲ νοεῖται· ὁ γὰρ ἀποφαινόμενοϲ περιπατῶ ἢ γράφω οὐ πρὸϲ ἔνδειξιν ἑτέρου προϲώπου
ὁρίζεται· αἱ δὲ ἀντωνυμίαι εἰϲ διάκριϲιν προϲώπου ἐπινοηθεῖϲαι ἐν μὲν ταῖϲ πλαγίαιϲ πτώϲεϲιν ἦϲαν
καὶ ἐγκλιτικαί, αἵπερ εἰϲὶν ἀπολύτων προϲώπων παραϲτατικαί, παραλαμβάνονται δὲ καὶ εἰϲ
 ὀρθὴν τάϲιν εἰϲ παρέμπτωϲιν ἀντιδιαϲτελλομένου προϲώπου, ὡϲ ἔχει τὸ 
 παῖδα δ᾿ ἐμοὶ λύϲαιτε {A 20} 
 
 πρὸϲ τὸ 
 ὑμῖν μὲν θεοὶ δοῖεν {A 18} 
 καὶ τὸ 
 
 ἡ δ᾿  ἐμὲ χειρὸϲ ἑλοῦϲα {μ 33}. 
 
 πρὸϲ τὸ 
 φίλων ἀπάνευθεν ἑταίρων {μ 33}. 
 πῶϲ οὖν αἱ τῆϲ εὐθείαϲ πτώϲεωϲ ἀντωνυμίαι τὸ ἐγκλινόμενον πρόϲωπον οὐ παρεδέχοντο;
ἢ ὅτι προϋφεϲτώτων τῶν ῥημάτων καὶ ἀναπληρούντων τὸ τῆϲ εὐθείαϲ ἀπόλυτον πρόϲωπον εἰϲ
οὐδὲν χρειῶδεϲ ἐπενοοῦντο αἱ τῆϲ εὐθείαϲ ἐγκλιτικαὶ ἀντωνυμίαι, τάχα παρελκόμεναι πλέον τῶν
παραπληρωματικῶν 
 
 
 
 
 ϲυνδέϲμων, οὓϲ ἀποδείξομεν καὶ ἀναγκαίωϲ παραλαμβανομένουϲ. (ἡ γοῦν ἐγκλιθεῖϲα τῆϲ
ὀρθῆϲ πτώϲεωϲ παρὰ Δωριεῦϲι τύ ἀναγκαίωϲ παρέφθειρε καὶ τὴν εὐθεῖαν, μεταϲτᾶϲα εἰϲ τὴν ϲυγγενῆ αἰτιατικήν.) καὶ φαίνεται ὅτι ἐνέμειναν αἱ τῆϲ εὐθείαϲ ἀντωνυμίαι οὐ δι᾿ ἄλλο τι ἢ καθὸ τὰ
ῥήματα, οὐ δυνάμενα παραϲτῆϲαι τὴν ἀντιδιαϲτολήν, ϲυμπαρελάμβανε τὴν ἀντωνυμίαν ἕνεκα
τοῦ ἐξαιρέτου αὐτῆϲ ἰδιώματοϲ, λέγω τῆϲ ἀντιδιαϲτολῆϲ.

Καὶ ἡ μετοχὴ δὲ κατὰ τὴν δέουϲαν ἀκολουθίαν κατελέχθη μετὰ τὸ ῥῆμα, τῆϲ τάξεωϲ ἐκφαινούϲηϲ τὴν ἐκ τοῦ ῥήματοϲ μετάπτωϲιν εἰϲ αὐτήν (ὥϲ
γε ἐν τῷ περὶ μετοχῆϲ διὰ πλειόνων παρεϲτήϲαμεν ὡϲ 
 ἀναγκαίωϲ αἱ μεταλήψειϲ τῶν ῥημάτων ἐγίνοντο εἰϲ πτωτικὰ ϲχήματα ϲὺν τοῖϲ παρεπομένοιϲ
γένεϲι, τῶν ῥημάτων οὐ δυναμένων τὴν καταλληλότητα 
 
 
 παραϲτῆϲαι). —

Προφανὲϲ δ᾿ ὅτι καὶ ἡ ἐγγενομένη θέϲιϲ τοῦ ὀνόματοϲ οὐκ ἄλλωϲ ἂν ἐφυλάχθη, εἰ μὴ
μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα τὸ ἐκ τούτων ἐκ καταφάϲεωϲ ἠρτημένον
μόριον παρελαμβάνετο, ὡϲ καὶ μετὰ τὸ ἀρρενικὸν καὶ θηλυκὸν τὸ τούτων ἀποφατικὸν 
 εἰ γὰρ μὴ παραδεξαίμεθα τὴν τῶν προκειμένων μορίων προτέραν θέϲιν, καταλελείψεται τὸ
μηδὲ μετοχὴν καλεῖν μηδὲ μὴν οὐδέτερον, ἐπεὶ τίνων δύο προϋφεϲτώτων γένοιτο ἂν ἀποφατικὸν τὸ
οὐδέτερον, τίνων δὲ μεθέξει ἡ μετοχή; ἀλλ᾿ οὐδὲ ἄλλου μορίου δύναιτο ἄν τιϲ παρέμπτωϲιν
ποιήϲαϲθαι, λέγω ἀντωνυμίαϲ, ἐπιρρήματοϲ, ϲυνδέϲμου, ἄλλου του· οὐδὲ γὰρ τῆϲ τούτων
ἰδιότητοϲ μετέϲχεν.

Οὐχ ὡϲ ἔτυχε δὲ καὶ ἡ τοῦ ἄρθρου τάξιϲ προϲερρίφη, ρεύουϲα μὲν τὸ ϲυνηρτημένον τοῖϲ
εἰρημένοιϲ πτωτικοῖϲ, ἐκκλίναϲα δὲ 
 
 
 
 τὴν ἀπαράδεκτον τῶν ἄρθρων ἀντωνυμίαν, ὅπου γε καὶ μέχρι ῥήματοϲ ἡ τούτου
ϲυνάρτηϲίϲ ἐϲτιν, τὸ φιλολογεῖν καλόν ἐϲτιν, τῷ γράφειν ἥδομαι.

Οὐ δεήϲετει ἐπιϲτάϲεωϲ ἡ ὑποῦϲα ἀντωνυμία, ὅπου γε καὶ παρεκινδύνευε μετὰ τὴν τοῦ ὀνόματοϲ θέϲιν παραλαμβάνεϲθαι. 
 δ᾿ ὅτι καὶ τὸ ἀντί τινοϲ παραλαμβανόμενον μεταγενεϲτέραν θέϲιν ὁμολογεῖ τοῦ μετά τινοϲ . καὶ εἰ τὸ ἄρθρον μετὰ ὀνόματοϲ καὶ ἡ ἀντωνυμία ἀντ’ ὀνόματοϲ, δέδοται ὅτι τὸ ϲυνυπάρχον ἄρθρον τῷ ὀνόματι πρεϲβύτερόν ἐϲτι
τῆϲ ἀντωνυμίαϲ. —

Ἴϲωϲ γὰρ καὶ αἱ ἀναφορικαὶ ἀττωνυμίαι ἀντ’ ὀνομάτων εἰϲὶ τῶν ϲὺν ἄρθροιϲ λεγομένων·
 
 οὐ γὰρ δή γε τὰ ὀνόματα ἐξ αὑτῶν ἀναφορὰν παρίϲτηϲιν, εἰ μὴ ϲυμπαραλάβοιεν τὸ ἄρθρον, οὗ
ἐξαίρετόϲ ἐϲτιν ἡ ἀναφορά· δυνάμει ἄρα 
 
 
 
 
 
 ἀντὶ ἄρθρων παραλαμβάνεται. (αὐτὰ γοῦν τὰ ἄρθρα τῆϲ πρὸϲ τὰ ὀνόματα ϲυναρτήϲεωϲ
ἀποϲτάντα εἰϲ τὴν ὑποτεταγμένην ἀντωνυμίαν μεταπίπτει, ὡϲ ἐν τοῖϲ τοιούτοιϲ, 
 
 ὁ γὰρ ἦλθε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν {Α 12}. 
 ὃϲ γάρ ῥα μάλιϲτα 
 ἥνδανε κηρύκων {ρ 172}, 
 τὸν δ’ ἀπαμειβόμενοϲ {e. g. Α 84}. 
 ὑπὲρ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ κατὰ τὸν προϲήκοντα λόγον ἐντελῶϲ τὰ τῆϲ ϲυντάξεωϲ
ἀποδείξομεν.)

Φαίνεται δ᾿ ὅτι καὶ ἡ πρόθεϲιϲ οὐ πρώτην ἔχουϲα θέϲιν καὶ. ἀρχαιοτέραν τῶν ἄλλων λέξεων τῇδε
κατελέχθη, ὅπου γε οὐκ ἀπ’ ἰδίαϲ ἐννοίαϲ τὴν ὀνομαϲίαν εἴληχεν, ἀλλ’ ἐκ τοῦ τῶν
προϋπόντων μορίων προτίθεϲθαι, ἅπερ εἰ μὴ προϋφεϲτήκοι, οὐδ’ αὐτὴ ϲυϲτήϲεται, καθὼϲ ἐπεδείκνυμεν
κἀπὶ τῆϲ μετοχῆϲ. ἔνθα γοῦν καὶ τῆϲ τάξεωϲ ἔτυχεν, εἴγε 
 ὁτὲ μὲν κατὰ ϲύνθεϲιν, ὁτὲ δὲ κατὰ παράθεϲιν προτίθεται τῶν κατειλεγμένων 
 
 
 
 μορίων, ὥϲτε μεταγενεϲτέρα μέν ἐϲτι τῇ φύϲει, τῇ δὲ
ϲυντάξει ἀρκτική (καθότι ἔϲτι νοῆϲαι κἀπὶ τοῦ καλουμένου
προτακτικοῦ ἄρθρου· οὐ γὰρ δή γε, ὅτι καὶ προτάϲϲεται, καὶ πρεϲβύτερον τῶν ὀνομάτων· ἰδοὺ γὰρ
παρατιθέμενον τοῖϲ ὀνόμαϲι τὴν ἔκπαλαι τούτων γνῶϲιν ἀναπολεῖ).

Κἀπειδὴ τὸ ἐπίρρημα δυνάμει ἐϲτὶ ῥήματοϲ ἐπιθετικὴ ϲύνταξιϲ, ὡϲ καὶ ἡ ἐγγενομένη θέϲιϲ τοῦ
ὀνόματοϲ μαρτυρεῖ, δεύτερον δὲ τὸ ῥῆμα τοῦ ὀνόματοϲ, δεύτερον ἄρα καὶ τὸ ἐπίρρημα
προθέϲεωϲ τῆϲ κατὰ ϲύνθεϲιν καὶ παράθεϲιν προτιθεμένηϲ τῶν ὀνομάτων.

Ἐπὶ πᾶϲι δὲ τοῖϲ κατειλεγμένοιϲ ὁ τούτων ϲυνδετικὸϲ ϲύνδεϲμοϲ παρελαμβάνετο, οὐδὲν
δυνάμενοϲ ἰδίᾳ παραϲτῆϲαι χωρὶϲ τῆϲ τῶν λέξεων ὕληϲ, καθάπερ οἱ τῶν ϲωμάτων δεϲμοὶ οὐκ
εἰϲὶ χρειώδειϲ ἀνυποϲτάτων ὄντων τῶν ϲωμάτων.

Ἔϲτι δὲ καὶ διὰ πλειόνων τὰ τῆϲ τάξεωϲ ἀποδεῖξαι· ἀλλ᾿ ἐπεὶ οὐ περὶ ταύτηϲ ϲκοπὸϲ
ἡμῖν πρόκειται, αὐτοῦ που περιγραπτέον τὸν λόγον.

Κἀκεῖνό γε πρῶτον ἐπιϲτατέον πρὸ τῆϲ κατὰ μέροϲ τοῦ λόγου ϲυντάξεωϲ, τί δή ποτε τὰ πευϲτικὰ τῶν
μορίων εἰϲ δύο μέρη λόγου ἐχώρηϲε, λέγω τὸ ὀνοματικὸν καὶ τὸ ἐπιρρηματικόν, καὶ διὰ τί οὐκ εἰϲ ἓν ὀνοματικὸν καὶ ἓν ἐπιρρηματικόν, ἀλλ’ εἰϲ πλείονα, οἷον τίϲ, ποῖοϲ, 
 πόϲοϲ, πόϲτοϲ, πηλίκοϲ, ποδαπόϲ, — πῶϲ, πότε, πηνίκα, ποῦ, πῇ, πόθεν. ἢ καὶ αὕτη ἀπόδειξίϲ ἐϲτι τοῦ τὰ ἐμψυχότατα μέρη τοῦ λόγου δύο εἶναι, ὄνομα καὶ
ῥῆμα, ἅπερ οὐκ ἐν γνώϲει ὄντα τὴν κατ᾿ αὐτῶν πεῦϲιν ἔχει ϲυνεχῶϲ παραλαμβανομένην; ἦν δὲ καὶ ἐν
πλείοϲιν ὀνοματικοῖϲ καὶ ἐν πλείοϲιν ἐπιρρηματικοῖϲ διὰ λόγον τοιοῦτον.

Ὕπαρξίν τινοϲ ὑποκειμένου ἐπιζητοῦντέϲ φαμεν τίϲ κινεῖται; τίϲ περιπατεῖ; τίϲ
λαλεῖ; προδήλου μὲν οὔϲηϲ τῆϲ κινήϲεωϲ, τῆϲ περιπατήϲεωϲ, τῆϲ λαλιᾶϲ, τοῦ δὲ ἐνεργοῦντοϲ προϲώπου
ἀδήλου καθεϲτῶτοϲ. ἔνθεν καὶ αἱ ἀνθυπαγωγαὶ ὀνοματικαὶ γίνονται, προϲηγορικαὶ ἢ κύριαι, τῶν κυρίων
ἐμφανιζόντων καὶ τὴν γενικὴν οὐϲίαν· 
 φαμὲν γὰρ ἢ ἄνθρωποϲ περιπατεῖ ἵπποϲ ἢ Τρύφων ἐγκειμένου πάλιν τοῦ ἀνθρώπου· ἢ μόριον
τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον, λέγω τοῦ κυρίου, ὅτε φαμὲν ἐγώ. —

Κἀπεὶ οὐκ ἐμφανῆ ἦν τὰ ἐπιϲυμβαίνοντα τοῖϲ προκειμένοιϲ ὀνόμαϲιν (αὐτὸ γὰρ μόνον τὸ
τίϲ 
 
 
 
 
 
 ὄνομα τὰ τῆϲ οὐϲίαϲ ἐπεζήτει, ᾗ ἐπέτρεχε τὸ ποιὸν καὶ τὸ ποϲὸν
 καὶ τὸ πηλίκον), προϲεπενοεῖτο καὶ ἡ κατὰ τούτων πεῦϲιϲ, ὅτε κατὰ μὲν ποιότητα
ζητοῦντεϲ λέγομεν ποῖοϲ, κατὰ δὲ ποϲότητα πόϲοϲ, κατὰ δὲ πηλικότητα πηλίκοϲ, καὶ ἐν παραγωγῇ ἐθνικῇ
τῇ ἀπὸ τοῦ ποῖοϲ τὸ 
 ποδαπόϲ. ᾧ λόγῳ καὶ τὸ ἡμεδαπόϲ, ἔχον τὴν ἀντωνυμικὴν θέϲιν, καὶ ἔτι τὸ
ὑμεδαπόϲ τό τε παρὰ τὸ ἄλλοϲ ἀλλοδαπόϲ, πάλιν τὴν ἀναίρεϲιν τῶν προϲώπων τῆν ἐθνικῆϲ παραγωγῆϲ
ἐπαγγελλομένηϲ. ὥϲτε ἀνθυπάγεϲθαι μὲν τῷ ποῖοϲ, προλελημματιϲμένον ἀπὸ τοῦ τίϲ, ὡϲ κατ’
ἐπιθετικὴν πεῦϲιν, εἰ τύχοι, ὁ γραμματικόϲ, ὁ μουϲικόϲ, ὁ δρομεύϲ, 
 ἔχοντοϲ τοῦ λόγου τῇδε, τίϲ ἀναγινώϲκει; Τρύφων· πότεροϲ 
 
 
 
 ἢ ποῖοϲ; ὁ γραμματικόϲ ἢ ὁ ῥήτωρ, ἅπαντα τὰ δυνάμενα ἐπιϲυμβαίνειν τοῖϲ ἐκ
τοῦ τίϲ ἀνθυπαγομένοιϲ ὀνόμαϲι κατ᾿ ἐπιθετικὴν ἔννοιαν. δι᾿ ὅ τι μέντοι τὰ ἀνθυπαγόμενα μετὰ τοῦ
ἄρθρου τὴν ἀπόδοϲιν ἔχει, ὕϲτερον εἰρήϲεται. ἀλλ᾿ ἐπειδὴ καί τινα ἔϲτι δι᾿ ἑνικοῦ χαρακτῆροϲ πλῆθοϲ ἐμφαίνοντα, καὶ τούτων τῇ ἀγνοίᾳ ἡ πεῦϲιϲ χαρακτῆρα ἀπένειμε, λέγω ἐν τῷ
πόϲοϲ, ὅτε ἐπὶ πλήθουϲ πυνθανόμεθα· καὶ ὅτε τάξιν τὴν καθ᾿ ἕκαϲτον ἀριθμὸν ἐπὶ πλήθουϲ ἐπιζητοῦμεν,
ὡϲ ἐν τῷ πόϲτοϲ· καὶ ὡϲ προείπομεν, ἐπὶ μεγέθουϲ πηλίκοϲ, καὶ ἐπὶ ἐθνικῆϲ ἐννοίαϲ 
ποδαπόϲ.

ἔϲθ᾿ ὅτε ἀνθυπάγεται καὶ τὰ ἐν ποιότητι, εἰ τύχοι, ὅτε λέγομεν ποδαπόϲ ἐϲτι Τρύφων,
μέλαϲ ἢ λευκόϲ τι τοιοῦτον· ἅπερ οἶμαι οὐκ ἀληθῶϲ ἀνθυπάγεϲθαι τῇ
ἐθνικῇ παραγωγῇ, ἀλλὰ τῇ πρὸϲ τοῦ πρωτοτύπου πεύϲει, λέγω τῇ ποῖοϲ ᾧ λόγῳ
καὶ τὸ ἡμεδαπόϲ ἔχον τὴν ἀντωνυμικὴν θέϲιν, καὶ ἔτι τὸ ὑμεδαπόϲ τό τε παρὰ τὸ ἄλλοϲ ἀλλοδαπόϲ, πάλιν
τὴν ἀναίρεϲιν τῶν προϲώπων τῆϲ ἐθνικῆϲ παραγωγῆϲ ἐπαγγελλομένηϲ , τούτῳ μέντοι διοίϲοντα, ᾗ τὰ
 
 25 μὲν ἐκ τοῦ ποῖοϲ ἀνθυπαγόμενα μετὰ τοῦ ἄρθρου ῥητά
ἐϲτι, ποῖοϲ Τρύφων εἰ τύχοι ὁ μέλαϲ ὁ λευκόϲ· ὁπότεροϲ Αἴαϲ; ὁ Λοκρόϲ ἢ ὁ Τελαμώνιοϲ. ποδαπόϲ ἐϲτι Τρύφων; τὸ μὲν ἀνενδοίαϲτον καὶ ὑγιὲϲ Ἀλεξανδρεύϲ, Ἀθηναῖοϲ·
τὸ δὲ παρεμπῖπτον διὰ τὴν 
 
 
 
 πρὸϲ τοῦ πρωτοτύπου, ὡϲ ἔφαμεν, πεῦϲιν ὁ μέλαϲ ἢ ὁ λευκόϲ. —

Ἤδη μέντοι ὑπ’ ὄψιν πιπτούϲηϲ τῆϲ οὐϲίαϲ καὶ τῆϲ ποιότητοϲ καὶ ἔτι τῶν
ϲυμπαρεπομένῳν, ἔτι προϲγίνεται πεῦϲιϲ ἡ κατὰ τὴν ἰδιότητα τοῦ ὀνόματοϲ. ἀφορᾷ γοῦν ὁ Πρίαμοϲ {Γ
226} πάντα τὰ προειρημένα, τὴν μὲν οὐϲίαν ἐν τῷ ὅδε, καὶ τὸ ἔθνοϲ ἐν τῷ Ἀχαιὸϲ ἀνήρ, καὶ
τὴν ποιότητα ἐν τῷ ἠΰϲ, καὶ τὴν πηλικότητα ἐν τῷ μέγαϲ, οὐ μὴν τὴν ἰδιότητα τοῦ
ὀνόματοϲ· ὅθεν ἀναπληροῦται ἐν τῷ 
 οὗτοϲ δ’ Αἴαϲ ἐϲτὶ πελώριοϲ {Γ 229}.

Καὶ τὰ ἐπιρρήματα δὲ φέρεται ἐπὶ τὰϲ ἀγνοουμέναϲ διαθέϲειϲ· 
 ἢ κατὰ ποιότητα τῆϲ πράξεωϲ, ὥϲ φαμεν πῶϲ ἀνέγνω; ἀνθυπάγοντεϲ δυνάμει ἐπιθετικὸν τὸ
ἐπίρρημα, εἰ τύχοι, καλῶϲ, ῥητορικῶϲ, φιλοϲόφωϲ· — ἢ οὐ τοῦτο ἐπιζητοῦντεϲ, χρόνον δὲ καθ’ ὃν τὰ τῆϲ
διαέϲεωϲ ἐγένετο, πότε, πηνίκα; οἷϲ ἀνθυπάγεται πάλιν ἐχθέϲ, πρώην, πάλαι· ἢ τόπον ἐν ᾧ
τὰ τῆϲ πράξεωϲ γίνεται, 
 
 
 
 
 
 ποῦ νῦν δεῦρο κιὼν λίπεϲ Ἕκτορα {Κ 406}; 
 καὶ διαφορᾷ τῇ ἐκ τόπου ἢ εἰϲ τόπον, 
 
 πῇ ἔβη Ἀνδρομόχη {Ζ 377}; 
 πόθεν παρεγένου; γινώϲκει γοῦν Ὀδυϲϲεὺϲ πόθεν ἦλθεν ὁ Ἐλπήνωρ, καὶ οὔ φηϲι πόθεν ἦλθεϲ; οὐ μὴν τὴν ἔφοδον, δι᾿ ὅ φηϲι 
 
 
 πῶϲ ἦλθεϲ {λ 57}; 
 Ὡϲ μὲν οὖν τὰ προκείμενα μόρια ἀναγκαίωϲ ἢ ἐπιρρηματικά ἐϲτιν ἢ ὀνοματικά, ἀπεδείχθη· περὶ ὧν
τῆϲ ϲυντάξεωϲ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται.

, Ἑπεὶ οὖν τὰ ὑπόλοιπα τῶν μερῶν τοῦ λόγου ἀνάγεται πρὸϲ τὴν τοῦ ῥήματοϲ καὶ τοῦ ὀνόματοϲ ϲύνταξιν, ἐξ ἧϲ καὶ
τὴν τοῦ ὀνόματοϲ ἔϲχε θέϲιν, δέον διαλαβεῖν περὶ ἑκάϲτου τοῦ τε ϲυμπαραλαμβανομένου καὶ τοῦ ἀνθυπαγομένου ἢ καὶ ϲυμπαραλαμβανομένου, ὡϲ αἱ ἀντωνυμίαι ἀντὶ τῶν ὀνομάτων καὶ
μετὰ τῶν ὀνομάτων, καὶ ἔτι αἱ μετοχαὶ 
 
 
 
 ἀντὶ τῶν ῥημάτων καὶ μετὰ τῶν ῥημάτων, καὶ ἐπὶ τῶν ἑξῆϲ μερῶν τοῦ λόγου.

Τὰ μὲν οὖν ἄρθρα ἡ τῶν ὀνομάτων ϲύνταξιϲ παραλαμβάνει 
 καὶ ἔτι ἡ τῶν ῥημάτων, ὡϲ ἔνεϲτιν ἐπὶ τῶν ἀπαρεμφάτων φάναι τὸ
 φιλοϲοφεῖν ὠφέλιμον, τῷ περιπατεῖν ἥδομοι, καὶ ἔτι ἐπὶ παντὶ
μέρει λόγου οὐδὲν ϲημαίνοντι πλέον ἢ αὐτὸ μόνον τὸ ὄνομα τῆϲ φωνῆϲ, ὥϲτε πρὸϲ τὸ
ὑπακουόμενον ἔξωθεν τὸ ἄρθρον ἀνατείνεϲθαι, ὁ μέν προτακτικόϲ ἐϲτι τοῦ δέ· ἀνάγεται γὰρ πρὸϲ τὸ
ϲύνδεϲμοϲ· τὸ λέγε προϲτακτικόν ἐϲτι· δῆλον ὡϲ πρὸϲ τὸ ῥῆμα. καὶ ἐπί γε 
 τῶν πτωτικῶν. ὅτε γάρ φαμεν ὁ Ἀρίϲταρχοϲ, πρὸϲ τὸ νοούμενον γένοϲ τὸ ἄρθρον
παρατίθεμεν· ὅτε δὲ οὕτωϲ, τὸ Ἀρίϲταρχοι προπαροξύνεται,  
τὸ Ἀρίϲταρχοι εἰϲ οι λήγει, πρὸϲ τὸ ὄνομα τῆϲ φωνῆϲ φαμεν,
ὑπακουομένου τοῦ ὀνόματοϲ, καθότι καὶ εἴ τιϲ οὕτωϲ εἶποι, ἡ ϲήμερον, ἡ χθέϲ. δι᾿ ὃ καὶ ἑνικῶϲ
πάντοτε τὰ τοιαῦτα ἄρθρα παραλαμβάνεται. πᾶν γὰρ μέροϲ λόγου ἕν ἐϲτιν, ἐξ αὐτῶν γε μὴν
παρυφίϲταταί τινα πληθυντικά. ἓν γὰρ τὸ ἄνθρωποι ὅϲον ἐφ’ ἑαυτῷ κατὰ τὸν μεριϲμὸν τοῦ λόγου,
παριϲτάνει ἐκ τοῦ δηλουμένου πληθυντικὴν ἔννοιαν. ἀλλὰ καὶ ὅτε τινὲϲ ἀποφαίνονται ἀϲυνάρθρουϲ τὰϲ
ἀντωνυμίαϲ, 
 
 
 
 
 οὐ πρὸϲ τὴν φωνὴν ἀποτείνονται, πρὸϲ δὲ τὸ ἐξ αὐτῆϲ δηλούμενον, ὃ μετὰ δείξεώϲ ἐϲτι
προϲώπων παραϲτατικόν· ἐπειδὴ πάλιν ὅϲον ἐφ’ ἑαυτῇ ἡ φωνὴ προϲλαμβάνει ἄρθρον, ὅτε
φαμέν ἡ ἐγώ μόνον ὀρθοτονεῖται, ἡ ϲοί ἐγκλίνεται.

Οὐ μετρίωϲ δέ τινεϲ ἐϲφάληϲαν ὑπολαβόντεϲ τὴν παράθεϲιν 
 
 τῶν ἄρθρων εἰϲ γένουϲ διάκριϲιν παρατίεϲθαι τοῖϲ ὀνόμαϲι. πρὸϲ οὓϲ ἀντείρηται διὰ
πλειόνων ἐν τῷ περὶ γενῶν· καὶ νῦν δὲ ἀπαιτούϲηϲ τῆϲ ϲυντάξεωϲ ὀλίγα πρὸϲ αὐτοὺϲ ἐκθηϲόμεθα, ἅπερ
διελέγξειε τὴν διεψευϲμένην αὐτῶν δόξαν.

Πρῶτον ὅτι οὐδὲν μέροϲ λόγου ἐπενοήθη εἰϲ διάκριϲιν ἀμφιβολίαϲ ἑτέρου μέρουϲ λόγου,
ἕκαϲτον δὲ αὐτῶν ἐξ ἰδίαϲ ἐννοίαϲ ἀνάγεται, ὡϲ
δεδείξεται ἐν τοῖϲ ἑξῆϲ. ἐπιλύεται γοῦν ἡ τοῦ γένουϲ ϲύνοδοϲ ἐκ 
τῶν παρεπομένων μερῶν τοῦ λόγου, καθότι καὶ τὰ ἄλλα μόρια ἐν πλείοϲι ϲημαινομένοιϲ γινόμενα διὰ μιᾶϲ
φωνῆϲ τῇ προειρημένῃ ϲυντάξει ἀπολύεται τῆϲ ἀμφιβόλου προφορᾶϲ. οὐ ϲυνόντοϲ γοῦν τοῦ ἄρθρου ἐν 
 τῷ ϲώφρων οὖϲα Ἑλένη ἡρπάγη ὑπὸ Ἀλεξάνδρου τὸ ἀμφίβολον τοῦ ϲώφρων ἐκ τῶν ϲυμπαρεπομένων
ἀπέβαλε· τὸ μέντοι ἐκ τῶν θεῶν 
 
 
 
 ἐπεκλώϲθη Ὀδυϲϲεῖ τὸ μὴ θανεῖν κατὰ θάλαϲϲαν, κἂν μετὰ τοῦ ἄρθρου λέγηται, ἀλλ᾿ ὅμωϲ
ἐπικρατεῖται πρὸϲ τῆϲ ἀμφιβολίαϲ τοῦ γένουϲ, πότερον οἱ θεοὶ ἢ αἱ Μοῖραι. πῶϲ οὖν οὐ
γέλοιον εἰϲ διάκριϲιν γένουϲ παραλαμβάνεϲθαι τὰ ἄρθρα, ὅπου γε ἄρθρου μὲν ὄντοϲ ἀμφιβάλλεται τὸ γένοϲ, μὴ ὄντοϲ δὲ ἀπολύεται τῆϲ ἀμφιβολίαϲ;

Δεύτερον δὲ οὐκ ὤφειλε τὸ εἰϲ διάκριϲιν γένουϲ παραλαμβανόμενον εἰϲ τὸ αὐτὸ ἐμπίπτειν τῷ δι᾿ ὃ
καὶ αὐτὸ ἐπενοήθη, λέγω δὲ τὴν ϲύγχυϲιν τοῦ γένουϲ, ὅπου γε τὸ τῶν ἢ τοῖν ἢ ἄλλο τι τοιοῦτον οὐχ
ἑνὸϲ γένουϲ κατηγορεῖται. καὶ εἰ παραδεξαίμεθα τὸ ὦ ἄρθρον 
 ἁπάντων γενῶν μετὰ τῶν ϲυνόντων ἀριθμῶν, ἐπινοηθήϲεται ἄλλα ἄρθρα εἰϲ τὴν τῶν τοιούτων
διάκριϲιν. ἢ εἴπερ ἔϲθ᾿ ὅτε διὰ τῶν ϲυνόντων ὀνομάτων τῆϲ κατὰ τὸ γένοϲ ἀμφιβολίαϲ ἀπολύεται, ὅτε
φαμὲν τῶν 
 Μουϲῶν, οὐδὲν κωλύει φάναι ὡϲ τὰ ὀνόματα ἐπενοήθη εἰϲ
διάκριϲιν τῶν ἐν τοῖϲ ἄρθροιϲ γενῶν· ὅπερ εὔηθεϲ. ἐκ παρεπομένου οὖν οἷμαι 
 αὐτὰ ἀπολύειν τῆϲ ἀμφιβολίαϲ τῶν γενῶν.

Κἀκ τρίτου δὲ ἔϲτιν ἐκεῖνο προϲθεῖναι, ὡϲ ἐχρῆν μόνον τοῖϲ εἰϲ ἀμφιβολίαν τοῦ γένουϲ
προβαλλομένοιϲ παρατίθεϲθαι τὰ ἄρθρα, οὐ 
 
 
 
 
 μὴν τοῖϲ δυναμένοιϲ δι᾿ ἑαυτῶν τὸ γένοϲ ἐνδείξαϲθαι, ὡϲ ἐπὶ τοῦ θεόϲ, ὅτε φαμὲν ὁ θεόϲ
καὶ ἡ θεόϲ, ὁ ἵπποϲ καὶ ἡ ἵπποϲ· οὐ μὴν τῷ γυνή προϲκείϲεται, ὅπου γε καὶ ϲχεδὸν τὸ ὄνομα τοῦ
θηλυκοῦ γένουϲ ἔγκειται. νυνὶ δὲ τῷ μὲν γυνή προϲκείϲεται ἔν τιϲι λόγοιϲ μετὰ τῆϲ
δεούϲηϲ ϲυντάξεωϲ, τῷ δὲ θεόϲ ἢ ἵπποϲ τινι τῶν τοιούτων κατ᾿ οὐδένα τρόπον παρατεθήϲετι.
ἐκκείϲθω δὲ ὑποδείγματα, τοῦ μὲν προτέρου πῶϲ ἡ γυνή ϲε ὕβριϲε; τὸ γὰρ δίχα τοῦ ἄρθρου
ἀϲύνετον· τοῦ δὲ ἑτέρου θεόϲ τίϲ ϲε ἠλέηϲεν· ἀδύνατον γὰρ ἐπὶ τούτου τὸ ἄρθρον προϲτεθῆναι, καθότι
παρεϲτήϲαμεν καὶ ἐν τῷ περὶ γενῶν ἐπὶ τοῦ 
 μή τέ τιϲ οὖν θήλεια θεὸϲ τό γε μή τέ τιϲ ἄρϲην {Θ 7}, 
 
 ὡϲ ἀκριβῶϲ προϲέθηκε τὸ θήλεια. ϲχεδὸν γὰρ πρὸϲ Ἥραν καὶ Ἀθηνᾶν ἀποτείνεται, τὸ δὲ 
 μή τέ τιϲ ἄρϲην 
 
 ϲχεδὸν προϲέρριπται ὑπὲρ τοῦ μὴ ἄντικρυϲ αὐτὸν πρὸϲ τὰϲ δαίμοναϲ 
 
 
 ἀποφαίνεϲθαι. καὶ ϲαφὲϲ ὅτι, ὅπερ ἔμελλε διακρίνειν τὸ ἄρθρον παρατεθὲν ἐκ παρεπομένου, τοῦτο τὸ θήλεια καὶ τὸ ἄρϲην ἀφηγήϲατο, ἐπεὶ
τὸ ἴδιον τοῦ ἄρθρου οὐκ ἠδύνατο ἡ ϲύνταξιϲ παραδέξαϲθαι ἀοριϲτουμένου τοῦ λόγου. —

καὶ ἴϲωϲ τιϲ φήϲει· «Οὐχὶ οὖν καὶ ἐν ἄλλοιϲ ἐλλειπτικόϲ ἐϲτι τῶν
ἄρθρων;» πρὸϲ ὃν φήϲομεν ὡϲ δυνάμει τὰ ἐλλείποντα παράκειται, ἐμφανιζόμενα διὰ τοῦ
ἐπιζητοῦντοϲ αὐτὰ λόγου· ἐπὶ μέντοι τῆϲ προκειμένηϲ ϲυντάξεωϲ τοῦ καταλλήλου οὐκ ἐπιζητοῦντοϲ τὰ τοῦ
γένουϲ ϲυνεκέχυτο, καὶ διὰ τοῦτο οἶμαι πάνυ ἀκριβῶϲ διὰ τῆϲ ὀνομαϲίαϲ τῶν γενῶν ἀνεπλήρωϲε τὸν
λόγον, λέγω τοῦ θήλεια καὶ 
 τοῦ ἄρρην.

Ἔϲτιν οὖν, καθὸ καὶ ἐν ἄλλοιϲ ἀπεφηνάμεθα, ἴδιον ἄρθρου ἡ
ἀναφορά, ἐϲτι προκατειλημμένου προϲώπου παραϲτατική. Ἀναφέρεται δὲ τὰ ὀνόματα ἤτοι κατ᾿ ἐξοχήν, ὅτε
φαμὲν οὗτόϲ ἐϲτιν ὁ γραμματικόϲ, τοιοῦτόν τι ἐμφαίνοντεϲ ὁ πάντων προήκων, ὡϲ ἔϲτιν
εἰπεῖν, 
 
 
 
 ὁ γραμματικώτατοϲ. τῇδε γὰρ καὶ ὡϲ ϲυλλαβὴν τὸ ἄρθρον ἀπηνέγκατο ὁ
ποιητήϲ, ἀπενεγκάμενοϲ καὶ τὴν ἁπάντων ἐξοχὴν καὶ τὴν πρὸϲ ἁπάντων προπεπεραϲμένην γνῶϲιν. — Ἣ καὶ
κατὰ μοναδικὴν κτῆϲιν. ὁ γὰρ οὕτωϲ ἀποφαινόμενοϲ, δοῦλόϲ ϲου ταῦτα ἐποίηϲε, πλῆθοϲ ὑπαγορεύει 25 δούλων· ὁ δὲ μετὰ τοῦ ἄρθρου, ὁ δοῦλόϲ ϲου ταῦτα ἐποίηϲε,
 μοναδικὴν κτῆϲιν ὑπαγορεύει. — Ἣ καὶ κατ’ αὐτὸ μόνον ἁπλῆν ἀναφοράν, ὅτε φαμὲν ὁ ἄνθρωποϲ ἦλθέ ϲε ζητῶν, ὁ γραμματικόϲ ϲε ἐζήτει, νῦν οὐχ
οὕτωϲ ἀκουομένου τοῦ ὁ γραμματικόϲ, καθὼϲ πρόκειται. —

Ἕϲθ᾿ ὅτε δὲ καὶ προληπτικώτερον πρόϲωπον ἀναφέρει, ὅτε δὴ καὶ
ἀοριϲτῶδεϲ φαίνεται, ὅτε οὕτωϲ φαμέν, ὁ τυραννοκτονήϲαϲ τιμάϲθω. τὸ γὰρ ὡϲ ἐϲόμενον
πρόϲωπον ἀνεπόληϲεν, ὅμοιον καθεϲτὼϲ ἐκείνῳ 
 κεῖνοϲ γὰρ πέρι κῆρι μακάρτατοϲ ἔξοχοϲ ἄλλων, 
 
 ὅϲ κέ ϲε ἕδνοιϲιν βρίϲαϲ οἶκον δ’ ἀγάγηται {ζ 158 seq.}. 
 (οὐ γὰρ ὅμοιόν ἐϲτι τῷ 
 
 κεῖνοϲ ἀνήρ, ὅτ᾿ ἐμεῖο κυνώπιδοϲ {δ 145}, 
 
 ἐπεὶ τοῦτο μὲν τὸ προγεγονὸϲ πρόϲωπον ἀναπολεῖ, τὸ δὲ προκείμενον 
 
 
 τὸ ὡϲ ἐϲόμενον) οὐ λέληθε δέ με ὡϲ δύναται καὶ προϋφεϲτὼϲ πρόϲωπον ἀναφέρειν τὸ ὁ
τυραννοκτονήϲαϲ τιμάϲθω. φέρε γάρ, εἰ τύχοι, τυραννοκτονῆϲαί τινα καὶ μήπω τετιμῆϲθαι, ἐπιβάλλοντοϲ
δὲ τοῦ τοιούτου φάναι τινὰ ὁ τυραννοκτονήϲαϲ τιμάϲθω· ὅπερ πάνυ ἐμφανέϲτατον γενήϲεται μετὰ ὁριϲτικῆϲ προφορᾶϲ, καὶ μάλιϲτα ἐπὶ παρῳχημένου χρόνου, ὁ τυραννοκτονήϲαϲ
τετίμηται. — Δεδείξεται δὲ ὡϲ καὶ πλήθουϲ ἔϲθ᾿ ὅτε ἔμφαϲιν ποιεῖ.

Κατὰ τὰϲ προκειμέναϲ οὖν ἐννοίαϲ τοῦ μορίου ϲκεπτέον, εἰ πᾶϲι τοῖϲ πτωτικοῖϲ ϲυμφέρεται, καὶ τίνα τούτων ἀδυνατεῖ τὴν ἐξ αὐτῶν ϲυνάρτηϲιν ἀναδέξαϲθαι, καὶ τίνα ἅπαξ ἀναδεξάμενα αὐτὰ οὐ μεθίηϲι 28 b καθάπερ ἰδίαϲ
ϲυλλαβάϲ. καὶ πρῶτόν γε ἀρκτέον τῆϲ τῶν ϲτοιχείων ϲυντάξεωϲ ὡϲ πρὸϲ τὰ ἄρθρα.

Τὰ τοίνυν ϲτοιχεῖα ἐν εὐθείᾳ καὶ αἰτιατικῇ ἤτοι χωρὶϲ ἄρθρου λέγεται ἢ ϲὺν ἄρθρῳ.
καὶ χωρὶϲ μὲν ἄρθρου, ἡνίκα φαμὲν οὕτω, τοῦτο α ἐϲτί, τοῦτο β ἐϲτί, νῦν εὐθείαϲ
νοουμένηϲ, ὡϲ εἰ καί τιϲ φαίη τοῦτο ἄνθρωπόϲ ἐϲτι, τοῦτο ἵπποϲ ἐϲτί διδάϲκει καὶ ἡ τοῦ 
ῥήματοϲ ϲύνοδοϲ, ϲυντείνουϲα ἐπὶ τὴν εὐθεῖαν. κατὰ δὲ αἰτιατικήν, τοῦτο α προϲαγορεύει ὁ διδάϲκαλοϲ,
τοῦτο β, πάλιν ἐκ τῆϲ μεταβάϲεωϲ τοῦ ῥήματοϲ ϲυντεινούϲηϲ ἐπὶ τὸ τοῦτο β καὶ τοῦ 
 ϲτοιχείου νοουμένου κατ’ αἰτιατικήν, ὡϲ εἰ καὶ οὕτωϲ ἀποφαινοίμεθα, 
 
 
 
 τοῦτον τὸν χαρακτῆρα ϲημαίνει ὁ διδάϲκαλοϲ. ϲὺν δὲ ἄρθρῳ, ὅτε οὕτω φαμέν,
τὸ α δίχρονόν ἐϲτι, τὸ α τελικόν ἐϲτι θηλυκῶν, καὶ οὐδετέρων, καὶ ἔτι κατ’ αἰτιατικήν, τὸ α
ἀπήλειψεν ὁ παῖϲ, ὡϲ εἰ καὶ τὸν χαρακτῆρα ἀπήλειψε. —

Κατὰ μέντοι γενικὴν καὶ δοτικὴν ἀδύνατον ἐκϲτῆναι τὸ ἄρθρον τῆϲ
ϲυντάξεωϲ τῶν ϲτοιχείων, 
 ὅτε οὕτω φαμέν· τῷ α παρέπεται τὸ ἐκτείνεϲθαι καὶ
ϲυϲτέλλεϲθαι, τοῦ α τὴν κεραίαν ἀπήλειψε, τοῦ α ἡ ἐκφώνηϲιϲ μεγίϲτη ἐϲτίν.

Ἔϲτι δὲ αἰτία τῆϲ ϲυντάξεωϲ ἥδε. μονόπτωτά ἐϲτι τὰ ϲτοιχεῖα, καὶ προῦπτον ὅτι ἡ αὐτῶν πρώτη
ἐκφώνηϲιϲ καὶ θέϲιϲ ἐν εὐθείᾳ ἐϲτίν. αὕτη οὖν ἄγνωϲτοϲ οὖϲα τοῖϲ ἀρτιμαθέϲι τῶν παίδων
ἀναγκαίωϲ δίχα ἄρθρου λέγεται, εἴγε τὸ ἄρθρον προϋφεϲτῶϲαν γνῶϲιν δηλοῖ, ὁ δὲ παῖϲ
ἀγνοεῖ τὸ ϲτοιχεῖον· ὑγιῶϲ ἄρα φαμὲν κατὰ τὰϲ διδαχὰϲ τοῦτο α ἐϲτίν. ἤδη μέντοι ἀναλαβόντεϲ τὴν
γνῶϲιν αὐτοῦ ὡϲ προδεδιδαγμένοι, ἀναγκαίωϲ τὴν κατ᾿ αὐτοῦ ἀναπόληϲιν παρεμφαίνοντεϲ,
πάντωϲ καὶ ϲὺν ἄρθρῳ ἀποφαινόμεθα, τὸ α τελικόν ἐϲτι θηλυκῶν τε καὶ οὐδετέρων,
τουτέϲτιν ὃ προεμάθομεν α. ἤδη μέντοι λημματιζομένηϲ τῆϲ εὐθείαϲ ϲύνεϲτι καὶ ἡ ὁμόφωνοϲ
αἰτιατικὴ ταῖϲ αὐταῖϲ ἐφόδοιϲ καὶ μετὰ 
 
 
 
 ἄρθρου λεγομένη καὶ χωρὶϲ ἄρθρου, πάλιν κατὰ τὴν πρώτην θέϲιν, τοῦτο α προϲαγορεύει ὁ
διδάϲκαλοϲ, καὶ πάλιν κατὰ τὴν προϋποκειμένην γνῶϲιν, τὸ ᾱ ἀπήλειψεν ὁ παῖϲ. —

Ἡ μέντοι γενικὴ καὶ ἡ ϲυμπαθοῦϲα αὐτῇ δοτική, οὐκ ἔχουϲα διὰ τῆϲ φωνῆϲ
τὴν γενικὴν ἀποδεῖξαι, ἐπεὶ ἄκλιτα τὰ ϲτοιχεῖα, βοηθεῖτα τῇ τοῦ ἄρθρου κεκλιμένῃ γενικῇ,
οἷον τοῦ α ἡ ἐκφώνηϲιϲ μεγίϲτη ἐϲτί· καὶ ἔτι ἐπὶ τῆϲ δοτικῆϲ ὁ αὐτὸϲ λόγοϲ. εἰ γὰρ τὸ
ἄρθρον τιϲ ἀφέλοι, ἡ λειπομένη φωνὴ ὡϲ εὐθεῖα
λελείψεται, καθό, ὡϲ εἴπομεν, ἡ πρώτη θέϲιϲ εὐθεῖά ἐϲτι. καὶ οὕτω γίνεται ἀκατάλληλα τὰ τοῦ λόγου, ᾱ ἡ ἐκφώνηϲιϲ 
 μεγίϲτη ἐϲτίν. οὐ γὰρ μᾶλλον τῷ ᾱ τὸ ἐϲτί ϲυντετάξεται ἤπερ τῷ μεγίϲτη ἡ ἐκφώνηϲιϲ.
ἐπεὶ δύο οὖν εὐθεῖαι οὐδέποτε ϲυνίϲτανται, ὡϲ δύο εὐθειῶν νοουμένων ἀκατάλληλα τὰ τοῦ λόγου γίνεται.
ὁ αὐτὸϲ λόγοϲ κἀπὶ τῆϲ δοτικῆϲ, τῷ α πρόϲκειται τὸ ῑ· ἐὰν γὰρ εἴπωμεν· ᾱ πρόϲκειται τὸ
ῑ, πάλιν ὡϲ δύο εὐθειῶν νοουμένων ἀκατάλληλα τὰ τοῦ λόγου γίνεται. Ὅτι δὲ διὰ τὸ
ἄκλιτον τῆϲ φωνῆϲ ἡ τοῦ ἄρθρου πρόϲθεϲιϲ γίνεται, ϲαφὲϲ κἀκ τῶν ἐγκλινομένων καὶ κατὰ
τὴν φωνήν, 
 
 
 
 Δίωνοϲ ἡ ἐκφώνηϲιϲ μεγίϲτη ἐϲτίν· ἰδοὺ γάρ, μὴ ϲυνόντοϲ τοῦ ἄρθρου
κατάλληλα τὰ τοῦ λόγου ἐϲτίν. ὁ αὐτὸϲ λόγοϲ κἀπὶ τῆϲ δοτικῆϲ, Δίωνι πρόϲκειται τὸ ι. Ἐδείχθη ἄρα ἥ
τε γενικὴ καὶ ἡ δοτικὴ τῶν ϲτοιχείων, ὡϲ ἀναγκαίωϲ οὐ μεθίηϲι τὰ ἄρθρα.

Καὶ ἕνεκεν τοῦ τοιούτου οὐ ϲυγκαταθείμην ἂν Τρύφωνι 
 {p 24 Velsen} ἀποφαινομένῳ ἐν τῷ περὶ ἄρθρων ὡϲ τὰ
ἀπαρέμφατα ῥήματα πῇ μὲν ὀνόματά ἐϲτι τῶν ῥημάτων, ὅτε καὶ ὡϲ ὀνόματα ἄρθρα προϲλαμβάνει, τῷ περιπατεῖν ἥδομαι, τοῦ περιπατεῖν πρόνοιαν ἔχω,
καὶ ἔτι ἐπ’ εὐθείαϲ, τὸ περιπατεῖν ἀνιαρόν ἐϲτι· χωρὶϲ μέντοι ἄρθρου λεγόμενα ῥήματα ἂν εἴη,
περιπατεῖν θέλω ἤπερ ἑϲτάναι. 
 τοιαύταιϲ γάρ τιϲι ϲυντάξεϲιν ἐδόκει μερίζειν τὸ μὲν ὡϲ
ὀνοματικόν, τὸ δὲ ὡϲ ῥηματικόν. πρόκειται οὖν ὁ λόγοϲ φυϲικώτατοϲ, ὃϲ οὐ παρὰ τὰϲ ἐλλείψειϲ τῶν
ἄρθρων ἢ παραθέϲειϲ ἐξελέγξει τὸ ἃ μὲν εἶναι ὀνόματα, ἃ δὲ μή. ἅπαξ γὰρ ἐκεῖνο ἔϲτι
διαλαβεῖν, ὡϲ πᾶν ἀπαρέμφατον ὄνομά ἐϲτι ῥήματοϲ, εἴγε καὶ οἱ ἀπὸ τῆϲ Στοᾶϲ αὐτὸ μὲν καλοῦϲι ῥῆμα, τὸ δὲ περιπατεῖ ἢ γράφει κατηγόρημα ἢ ϲύμβαμα, καὶ ἔτι τὰϲ ἀπὸ 
 
 
 
 τούτων ἐγκλίϲειϲ. —

Διὰ τοῦτο καὶ ὡϲ ἐπὶ γενικὸν ὄνομα τὸ ἀπαρέμφατον πᾶϲα ἔγκλιϲιϲ
ὑποϲτρέφει. εἰ γάρ τιϲ τῇδε ἀποφαίνοιτο, περιπατεῖ Τρύφων, μεταβάλοι δέ τιϲ τοῦτο εἰϲ ἀφήγηϲιν τοῦ
εἰρημένου προϲθεὶϲ τὸ ἐγκείμενον τῇ ὁριϲτικῇ ἐγκλίϲει, λέγω τὸ ὡρίϲατο, οὕτωϲ ἂν εἴποι, 
 ὡρίϲατο περιπατεῖν Τρύφωνα· καὶ ἐπὶ εὐκτικῆϲ προφορᾶϲ, περιπατοίη Τρύφων, πάλιν τὸ
ἐγκείμενον τῆϲ εὐχῆϲ ϲυμπαραλαβὼν φαίη ἂν ηὔξατο περιπατεῖν Τρύφωνα· καὶ ἔτι ἐπὶ προϲτακτικῆϲ
ἐγκλίϲεωϲ, περιπατείτω Τρύφων, εἴποι ἂν προϲέταξε περιπατεῖν Τρύφωνα. Ἔνθεν μοι
δοκοῦϲιν εὐήθωϲ ἀναϲτρέφειν οἱ ἐπιζητοῦντεϲ διὰ τί ἐλλείπει 
 προϲώποιϲ καὶ ἀριθμοῖϲ καὶ ἔτι ψυχικῇ διαθέϲει, εἴγε οὐ πληθύνεται, ὅτι
πᾶν πρᾶγμα ἕν ἐϲτιν, — εἴγε οὐκ ἔχει ψυχικὴν διάθεϲιν, ὅτι μηδὲ εἰϲ πρόϲωπα ἀνεκυκλήθη, ἅπερ ἔμψυχα
ὄντα τὴν ἐν αὑτοῖϲ διάθεϲιν τῆϲ ψυχῆϲ ἐπαγγέλλεται· ὥϲτε δυνάμει αὐτὸ τὸ ῥῆμα οὔτε πρόϲωπα 
 
 
 
 
 ἐπιδέχεται οὔτε ἀριθμούϲ, ἀλλ᾿ ἐγγενόμενον ἐν προϲώποιϲ τότε καὶ τὰ πρόϲωπα
διέϲτειλεν, ὄντα λοιπὸν ἢ ἑνικὰ ἢ δυϊκὰ ἢ πληθυντικά. προῦπτον δὲ ὅτι οὐδὲ ψυχικὴν διάθεϲιν, καθὼϲ
προείπομεν. πῶϲ οὖν οὐκ εὐηθέϲτεροι οἱ κἀκεῖνο ἀποφαινόμενοι, ὅτι καὶ ἑνικὰ καὶ δυϊκὰ καὶ πληθυντικὰ
καὶ προϲώπων διαιρίϲειϲ ἔχει, ἐν ϲυνεμπτώϲει ἐξαριθμουμένων τοῦ ἐμὲ 
 γράφειν, ϲὲ γράφειν, ἐκεῖνον γράφειν, ἡμᾶϲ γράφειν, ὑμᾶϲ γράφειν, ἐκείνουϲ γράφειν,
ἀλλ᾿ ἐνέϲται ἐξαιρέτωϲ ἐν τοῖϲ ἑξῆϲ ἔτι καὶ περὶ τούτων διαλαβεῖν, ἐν οἷϲ καὶ ζητήϲομεν διὰ τί ἐπ’
αἰτιατικὴν φέρεται.

Ἄλλωϲ τε καὶ γὰρ ἅ φηϲι χωρὶϲ ἄρθρων λέγεϲθαι, δύναται καὶ μετὰ ἄρθρων
παραλαμβάνεϲθαι, τὸ φιλολογεῖν βούλομαι ἤπερ τὸ πλουτεῖν. Ὡϲ πρόκειται οὖν, ἡ τῶν ἄρθρων καὶ ἀπαρεμφάτων ϲύνταξιϲ ἡ αὐτή ἐϲτι τῇ τῶν ϲτοιχείων ϲυντάξει. χρὴ
μέντοι νοεῖν ὅτι διχῶϲ πρόϲειϲι τὸ ἄρθρον, ὁτὲ μὲν τῷ λόγῳ τῷ προκειμένῳ, καθάπερ ἐπεδείξαμεν ἐπὶ παντὸϲ μέρουϲ λόγου, ὁτὲ δὲ ὡϲ πρὸϲ τὸ πρᾶγμα.
καὶ 
 τοῦ μὲν προτέρου τὸ γράφειν πρώτηϲ ἐϲτὶ ϲυζυγίαϲ, τὸ γράφειν διὰ τῆϲ ει διφθόγγου
γράφεται, καὶ ὅϲα οὕτω δύναται κατὰ τῆϲ 
 
 
 φωνῆϲ λέγεϲθαι· τοῦ δὲ δευτέρου τὸ γράφειν ἐπίπονόν ἐϲτι, τὸ γράφειν φιλοπόνου ἀνδρόϲ
ἐϲτιν.

Οὐκ ἔϲτι μέντοι παρέλκον ἐν ταῖϲ τοιαύταιϲ ϲυντάξεϲιν ἀποδεῖξαι, ὅτι τὰ οὕτω παρατιθέμενα τοῖϲ ῥήμαϲιν ἄρθρα οὐκ ἐπιρρήματά ἐϲτιν. ἐπεὶ γοῦν οὐκ ἀπίθανοϲ ὁ λόγοϲ παρυφίϲταται τοῦ μὴ τάχα τὰ ἄρθρα τὰ τοιαῦτα ἀρθρικῶϲ
νοεῖϲθαι, ἐπιρρηματικῶϲ δέ, φέρε διαλαβεῖν καὶ περὶ τοῦ τοιούτου.

«Ἡ κατὰ τὸ οὐδέτερον θέϲιϲ ϲυνεχέϲτερον, πρὸ τῶν ῥημάτων τιθεμένη, ἐπιρρηματικῶϲ ἀκούεται ἤπερ
ὀνοματικῶϲ, εἰ οὕτωϲ ἀποφαινοίμεθα, 
 ταχὺ παρεγένου, 
 ὅϲ τ’ εὐρὺ ῥέει Πυλίων διὰ γαίηϲ {Ε 545} 
 οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον {υ 294} 
 
 
 
 
 
 
 τάχιον διαλέγου. ὅπερ δύναται καὶ ἐπὶ τῆϲ τριγενείαϲ τῶν ἄρθρων ἐγχωρεῖν· εἰ γὰρ τὸ δεῖ
ταχὺ λέγειν ἢ ταχὺ τρέχειν ἐν ἴϲῳ ἐϲτὶ τῷ δεῖ ταχέωϲ λέγειν ἢ ταχέωϲ τρέχειν,
καὶ τὸ παρεμπῖπτον οὐδέτερον ἄρθρον πρὸ τοῦ ῥήματοϲ τὸ αὐτὸ ἀναδέξεται τῇ προειρημένῃ
 ϲυντάξει, ἐπιρρηματικῶϲ νοούμενον κατὰ ἀρθρικὴν
ἐκφοράν.»

Ἀλλ᾿ ἔϲτι γε πρὸϲ τὸ τοιοῦτο φάναι, ὅτι τὰ ϲυντάξεωϲ ἐπρρηματικῆϲ τυχόντα πτωτικά, τὸν τόπον
ἀπενεγκάμενα τοῦ ἐπιρρήματοϲ, ἄκλιτα καθίϲταται, μιμούμενα τὸ μοναδικὸν τῶν
ἐπιρρημάτων. φέρε γὰρ οὕτω φάναι ἐπ’ ὀνοματικῆϲ ϲυντάξεωϲ, ταχὺ ἐλθὸν παιδίον ὤνηϲεν ἡμᾶϲ, ταχέοϲ ἐλθόντοϲ παιδίου ὠφελήθημεν, κἀπὶ τῶν ἑξῆϲ 
πτώϲεων, ϲυμπαραλαμβανομένηϲ τῆϲ δεούϲηϲ ϲυντάξεωϲ, ἡνίκα ἐπιρρηματικῶϲ καθ᾿ ἕνα ϲχηματιϲμὸν λέγομεν
ταχὺ ἐλθὸν παιδίον, ταχὺ ἐλθόντοϲ παιδίου, ταχὺ ἐλθόντι παιδίῳ. εἰ δὲ τοῦτο ἀληθέϲ, ἔδει
τὸ ἄρθρον, εἴπερ ἐπιρρηματικῶϲ παρέκειτο, ἄκλιτον καθίϲταϲθαι· νυνὶ δὲ κλίνεται, καὶ κλιθὲν
ἀμετάϲτατόν ἐϲτι τῆϲ ϲυντάξεωϲ. καὶ 
 
 
 
 ὅτι ὁ προκείμενοϲ λόγοϲ οὐ μᾶλλον παρέϲτηϲε τὰ ἄρθρα ἐπιρρήματα ἤπερ τὰ
ἀπαρέμφατα ὀνόματα τῆϲ τῶν ἐγκλίϲεων μεταλήψεωϲ, καθὼϲ παρεδείξαμεν ὅτι τῶν ἐγκλίϲεων τὰ ὀνόματα
αὐτὰ τὰ ἀπαρέμφατά ἐϲτι· δι᾿ ὃ κατ᾿ ἐξαίρετον αὐτοῖϲ πρόϲειϲιν ἡ τῶν ἄρθρων παράθεϲιϲ, 
 καθὰ τὰ ὀνόματα τῶν ἐγκλίϲεων δι᾿ αὐτῶν δηλοῦται, καθὼϲ προαπεδείξαμεν. —

Κἀκεῖνο δὲ προϲθετέον, ὡϲ τὰ ὀνοματικὰ ἐπιρρηματικῶϲ νοούμενα τῇ ἐξ αὐτῶν παραθέϲει
εἰϲ τὴν ὀνοματικὴν ὑποϲτρέφει ϲύνταξιν. τὸ γὰρ ταχὺ ἐλθὸν παιδίον δυνάμενον ἀκούεϲθαι 
 ταχέωϲ ἐλθὸν παιδίον, προϲλαβὸν τὸ ἄρθρον ἀποβάλλει τὴν
ἐπιρρηματικὴν ϲύνταξιν, τὸ ταχὺ ἐλθὸν παιδίον ὦφέληϲεν ἡμᾶϲ· καὶ εἰ τῷ εὐρὺ ῥέει
προϲθείη τιϲ τὸ ἄρθρον, φήϲαϲ τὸ εὐρὺ ῥέει, ὄνομα ποιήϲειεν ἂν τὸ εὐρύ. πῶϲ οὖν οὐ
βίαιον τὸ ποιοῦν μόριον τὰϲ ἐπιρρηματικὰϲ ὀνοματικὰϲ ϲυντάξειϲ εἰϲ ἐπιρρηματικὰϲ ϲυντάξειϲ
παραλαμβάνειν;

Πᾶϲα γενικὴ παντὸϲ ὀνόματοϲ ἐπιμεριζομένη πάντωϲ ϲυνέχε τὸ ἄρθρον. ἐκκείϲθω δὲ ὑποδείγματα, τῶν ἀνθρώπων οἱ
μέν εἰϲιν Ἕλληνεϲ, οἱ δὲ βάρβαροι· τῶν Αἰάντων ὁ μὲν ἐπικαλεῖται Τελαμώνιοϲ, ὁ δὲ
Λοκρόϲ· τῶν ἀδελφῶν μου ὁ μὲν ῥήτωρ ἐϲτίν, ὁ δὲ ἕτεροϲ γραμματικόϲ. καὶ ἐφ᾿ ἑνικῶν τῶν δυναμένων
τμῆϲιν 
 ἀναδέξαϲθαι, ὡϲ ἐπὶ τοῦ χρυϲοῦ, ἀργύρου, τῶν οὕτω παραλαμβανομένων. φημὶ δὲ
ἐπιμεριζομένων, ἐπεὶ οἷόν τε γενικὴν οὐ τὸ τοιοῦτον ἐπιδεχομένην καὶ χωρὶϲ ἄρθρων λέγεϲθαι, ἀνθρώπων
ἀκούω, φίλων προνοοῦμαι, οὐ μὴν φίλων ὃϲ μὲν ἀγαθόϲ ἐϲτιν, ὃϲ δὲ πονηρόϲ· πάντωϲ γὰρ
ϲὺν τῷ ἄρθρῳ. οὐ μόνον οὖν ἐπ’ ἐκείνων ἡ πτῶϲιϲ ἐνηλλάγη, 
 Νεϲτορίδαι δ᾿ ὁ μὲν οὔταϲ᾿ Ἀτύμνιον {Π 317}, 
 
 ὁ δ’ ἀπέλαβεν ιὸν ἀδελφόν , ἀλλὰ
προφανὲϲ ὅτι καὶ τὸ ἄρθρον λείπει, καὶ ϲαφῶϲ, ὅτι τὸ ϲχῆμα ἐξηγήϲατο τὸ ἀϲύϲτατον τοῦ
λόγου· γενικῆϲ γὰρ οὔϲηϲ οὐκ ἂν ἔλειψε τὸ ἄρθρον. τὸ μέντοι 
 
 
 
 
 
 οἱ δὲ δύο ϲκόπελοι {μ 73} 
 αὐτὸ μόνον τὴν πτῶϲιν ἐνήλλαξεν.

Ἔχει δὲ τὰ τῆϲ ϲυντάξεωϲ ἀπολογίαν ταύτην. τὰ ἐπιμεριζόμενα ἐκ προϋφεϲτῶτόϲ ἐϲτι
πλήθουϲ, ἐν γνώϲει παραλαμβανομένου, εἴγε τὸ μέροϲ τῶν πρόϲ τι καθέϲτηκε καὶ ἔχει πρὸϲ
τὸ ὅλον τὴν ἀπόταϲιν. ἀνάγκη οὖν ἐϲτι προϲγίνεϲθαι τὸ ἄρθρον τῷ ἐμπεριληπτικῷ τοῦ μέρουϲ, ἵνα τὴν προϋφεϲτῶϲαν γνῶϲιν δηλώϲῃ

Ἔϲτι δὲ καὶ ἐκ παρεπομένου παραϲτῆϲαι ὡϲ τὰ καλούμενα πληθυντικά, ἀδιάκριτα ὄντα
τοῦ ἀριθμοῦ, προϲδιακρίνεται οὐ μόνον κατὰ τὴν πρόϲθεϲιν τῶν ἀριθμῶν 
 (φέρε γὰρ οὕτω φάναι, φίλων πέντε ἐλθόντων, φίλων δέκα ἐλθόντων), ἀλλὰ καὶ κατὰ τὴν
τοιαύτην ϲύνταξιν, καὶ εἰ μὴ κυρίῳ ἀριθμῷ, ἀλλ᾿ οὖν γε τῷ ἐπ᾿ ἔλαττον ἐξαριθμουμένῳ· εἰ γὰρ τὰ
ἐπιμεριζόμενα ἐλάττονά εἰϲι τῶν ὅλων, προφανὲϲ ὅτι τὸ τῶν φίλων πλέον καθέϲτηκε τοῦ οἱ
μέν εἰϲιν ἀγαθοί, οἱ δὲ φαῦλοι. εἰ γοῦν πάλιν τὰ τῆϲ ϲυντάξεώϲ τιϲ ἀφέλοι, οὐ μᾶλλον τὸ
φαῦλοι ἔλαττόν ἐϲτι τοῦ φίλων ἤπερ τὸ ἐναντίον.

Προφανῶν οὐϲῶν τῶν τοιούτων ϲυντάξεων οἰήϲονταί τινεϲ, 
 κἂν μὴ παραλάβωϲι τὸν λόγον, διαϲῴζειν τὰ τῆϲ ϲυντάξεωϲ.
οὗτοι ὅμοιόν τι πείϲονται τοῖϲ ἐκ τριβῆϲ τὰ ϲχήματα τῶν λέξεων παρειληφόϲιν, οὐ μὴν ἐκ
δυνάμεωϲ τῶν κατὰ παράδοϲιν τῶν Ἑλλήνων καὶ τῆϲ ϲυμπαρεπομένηϲ ἐν αὐτοῖϲ ἀναλογίαϲ· οἷϲ παρακολουθεῖ
τὸ εἰ διαμάρτοιεν 
 ἔν τινι ϲχήματι μὴ δύναϲθαι διορθοῦν τὸ ἁμάρτημα διὰ τὴν παρακολουθοῦϲαν αὐτοῖϲ
ἀπειρίαν. καθάπερ οὖν πάμπολλόϲ ἐϲτιν ἡ εὐχρηϲτία τῆϲ κατὰ τὸν Ἑλληνιϲμὸν παραδόϲεωϲ, κατορθοῦϲα μὲν
τὴν τῶν ποιημάτων ἀνάγνωϲιν τήν τε ἀνὰ χεῖρα ὁμιλίαν, καὶ ἔτι
ἐπικρίνουϲα τὴν παρὰ τοῖϲ ἀρχαίοιϲ θέϲιν τῶν ὀνομάτων, τὸν αὐτὸν δὴ τρόπον καὶ 
 ἡ προκειμένη ζήτηϲιϲ τῆϲ καταλληλότητοϲ τὰ ὁπωϲδήποτε διαπεϲόντα ἐν λόγῳ κατορθώϲει.

Ἤδη μέντοι καί τινα τῶν κατὰ παράδοϲιν οὐ διεϲταλμένην ἔχει τὴν προφοράν, τῶν μὲν
διϲταζόντων εἰ τὸ εἴρηκαϲ Ἑλληνικὸν ἤπερ τὸ εἴρηκεϲ διὰ τοῦ ε, ἢ ὥϲ τινεϲ ἀποφαίνονται, 
 
 
 
 Ἑρμεῖ διὰ διφθόγγου, τοῦ λόγου αἰτοῦντοϲ τὴν διὰ τοῦ ῃ γραφήν. καὶ
φαίνεται ὅτι ἡ τοῦ λόγου ϲυνέχεια τὸ ἐν κακίᾳ εἰρημένον παρατρέψει. τοιοῦτον οὖν πάλιν τι
παρακολουθήϲει καὶ ἐπὶ τῆϲ προκειμένηϲ τηρήϲεωϲ· ἀμφιβαλλομένων γάρ τινων τὰ τοῦ λόγου ἐγγενόμενα
μετά τινοϲ 
 φυϲικῆϲ παρακολουθήϲεωϲ ἀποϲτήϲει τὸ οὐ δέον τῆϲ ϲυντάξεωϲ. ἄλλωϲ τε ἐδείξαμεν ὡϲ οὐ
πᾶϲα γενικὴ τὸ ἄρθρον ἀπαιτεῖ, ἡ δὲ ἐν τῇ προκειμένῃ ϲυντάξει.

Εἴ ποτε ποιητικὴ ἄδεια ἐξαιτουμένη τὸ καὶ πλεονάζειν καὶ ἐλλείπειν παραλείποι τι
τῶν τοιούτων, τὸ ἀντιπαραπεπηγμένον τοῦ λόγου παραϲτήϲει καὶ τὸ λεῖπον καὶ τὸ πλεονάζον
φέρε γὰρ πάντα τὰ τῆϲ τοιαύτηϲ ϲυντάξεώϲ τινα παραλαμβάνειν, 
 
 
 
 
 
 
 ἄλλοιϲιν δὴ ταῦτ᾿ ἐπιτέλλεο {Α 295}, 
 ἄλλοι μέν ῥα θεοί τε {Β 1}, 
 
 ἄλλοι μὲν χαλκῷ {Η 473}, 
 ἄλλοι μὲν γὰρ πάντεϲ, ὅϲοι θεοί εἰϲ᾿ ἐν Ὀλύμπῳ {Ε 877}, 
 ἡ δ᾿ ἄλλουϲ μὲν ἔαϲεν {Ο 87}, 
 
 
 ἄλλοι μοι δοκέουϲι παροίτεροι ἔμμεναι ἵπποι, 
 ἄλλοϲ δ᾿ ἡνίοχοϲ ἰνδάλλεται {Ψ 459. 460} 
 καὶ ἐπ᾿  ἄλλων πλείϲτων· πότερον ἐλλείπει τῇ τῶν ἄρθρων παραθέϲει ἢ ἐντελῆ ἐϲτι;
καὶ πότερον ἅπαντα τὰ τοιαῦτα ἤ τινα αὐτῶν; οὐχὶ οὖν εὔχρηϲτοϲ ὁ λόγοϲ, ἀναπληρῶν μὲν τὸ λεῖπον, οὐ
πλεονάζων δὲ ἐν τῷ μὴ δεομένῳ, ἢ ἐκεῖνο ἀπόδειξίϲ ἐϲτι, τὸ ἀναμεῖναι τὴν Ζηνοδότου
γραφὴν ἐν τῷ 
 
 ὦλλοι μέν ῥα θεοί τε {Β 1}; 
 καὶ ϲαφὲϲ ὅτι ἐκεῖ πάλιν οὐ προϲοίϲομεν, ὅπου οὐδὲ ὁ Ζηνόδοτοϲ, 
 ἄλλοιϲιν δὴ ταῦτ᾿ ἐπιτέλλεο {Α 295}. 
 
 
 ἀλλὰ τὰ τοιαῦτα παρείϲθω, παρολκὴν μᾶλλον παρέχοντα ἢ παράδοϲιν πραγμάτων.

Πάντοτε οὖν τὸ ἄλλοι ϲυνέξει τὸ ἄρθρον, ἡνίκα τοῦ κατηγορουμένου πλήθουϲ ὅλου ἐϲτὶν ἐμπεριληπτικὸν τήν τε διαίρεϲιν πάλιν μερικὴν
ποιεῖται· οὐ γὰρ τῇδε ἔχον οὐ πάντωϲ ἔξει καὶ τὸ ἄρθρον Aaovν. β 6ξ. Romni dλλοι
ariculus sddemdus est, ubicumque univαsum 
 
 
 παραλαμβανόμενον. ἐκκείϲθω δὲ ὑποδείγματα τῆϲ μὲν κατὰ τὸ ἔθοϲ προφορᾶϲ τάδε, οἱ μὲν
ἄλλοι Ἕλληνεϲ δαϲύνουϲι τὰ ἐν τῇ λέξει φωνήεντα, Αἰολεῖϲ δὲ μόνον ψιλοῦϲι· τμῆμα γὰρ τῶν Ἑλλήνων
 οἱ Αἰολεῖϲ. καὶ εἰ τῇδέ τιϲ μᾶλλον ἀποφαίνοιτο, οἱ μὲν ἄλλοι
Δωριεῖϲ τηροῦϲι τὸ Θ, Λάκωνεϲ δὲ καὶ εἰϲ Σ μεταβάλλουϲι· πάλιν γὰρ 
ἐμπεριληπτικὸν γέγονε πλήθουϲ, τῶν ὑποτεμνομένων Δωριέων. ὁ αὐτὸϲ λόγοϲ παρακολουθήϲει κατὰ τὴν
παροῦϲαν ἔφοδον ἐπὶ πάντων τῶν τοιούτων. τοῦ δὲ ἑτέρου, ἄλλοιϲ ἀνθρώποιϲ ὁμίλει, μὴ τοῖϲ περὶ
Τρύφωνα· οὐ γὰρ δή γε νῦν τὸ ἄλλοι πάντων ἀνθρώπων ἐμπεριληπτικόν 
 ἐϲτιν. ἄλλοι μὲν γὰρ καὶ χαρίζονται ἡμῖν, ϲὺ δὲ καὶ προϲαφαιρῇ· ἄλλουϲ ὕβριζε, μὴ ἡμᾶϲ·
οὐδεμία γὰρ ἀνάγκη ἐνθάδε προϲνέμειν τὸ ἄρθρον, ὅπου γε καὶ ῥητή ἐϲτιν ἡ φράϲιϲ καὶ ἡ
μέντοι προκειμένη ἀϲύνετοϲ, εἰ δίχα τοῦ ἄρθρου λέγοιτο, ἄλλοι μὲν Ἕλληνεϲ δαϲύνουϲι τὰ φωνήεντα,
Αἰολεῖϲ δὲ οὐδαμῶϲ. —

Ταύτῃ οὖν τῇ ἐφόδῳ διακρινοῦμεν καὶ τὰ παρὰ τοῖϲ ποιηταῖϲ. 
ἐμπεριληπτικὸν καθεϲτὼϲ θεῶν καὶ ἀνθρώπων τὸ ἄλλοι καὶ ἐπιμεριζόμενον εἰϲ τὸν Δία ἀπαιτήϲει τὸ
ἄρθρον· οὐ μὴν τὸ 
 
 
 
 
 ἄλλοι μοι δοκέουϲι παροίτεροι ἔμμεναι ἵπποι {Ψ 459} οὐ γὰρ τῇδε ἔχει. τό
τε 
 ἄλλοιϲιν δὴ ταῦτ’ ἐπιτέλλεο {Α 295} 
 οὐ πάντωϲ ἐξ ἀνάγκηϲ παραλήψεται τὸ ἄρθρον· τί γὰρ εἰ οὕτω λέγει, ἐνίοιϲ ἐπίταϲϲε; καθάπερ ἐν τῷ βίῳ φαμὲν ἄλλοιϲ προϲέρχου, μὴ ἐμοί, καὶ ἔτι
ἄλλουϲ ὕβριζε, μὴ ἐμέ, οὐ τοῦτο προϲτάϲϲοντεϲ, ἅπανταϲ τοὺϲ ἐν ὑποϲτάϲει ὑβρίζειν, τοὺϲ
δὲ ἐπιτηδείουϲ. ἐκεῖνό γε μὴν πάλιν ἐλλείπει, 
 ἡ δ᾿ ἄλλουϲ μὲν ἔαϲε, Θέμιϲτι δὲ καλλιπαρῄῳ 
 δέπαϲ {Ο 87}· 
 
 
 ἐμπεριεκτικὸν γάρ ἐϲτιν ἁπάντων τῶν ϲυνευωχουμένων θεῶν· οὔ γε μὴν τὰ τοιαῦτα ἐλλείπει, 
 ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ᾿ αἴθωνι ϲιδήρῳ {Η 473} 
 οὔτε γὰρ τῶν πάντων τὸ ἄλλοι νῦν περιληπτικόν ἐϲτιν, οὔτε ἐκ τῶν πρότερον
ἐπιμερίζεται τὸ ἐπιφερόμενον 
 
 ἄλλοι δ’ αἴθωνι ϲιδήρῳ· 
 ἐν ἴϲῳ γὰρ ἀριθμῷ ϲχεδὸν τὰ τῆϲ ϲυντάξεωϲ ἐγένετο. προϲκείϲεται γὰρ καὶ τῷ 
 
 ἄλλοι μὲν γὰρ πάντεϲ, ὅϲοι θεοί εἰϲ᾿ ἐν Ὀλύμπῳ {Ε 877} 
 καθιϲταμένῳ οὕτωϲ· οἱ μὲν γὰρ ἄλλοι θεοὶ πάντεϲ, ὅϲοι εἰϲὶν ἐν Ὀλύμπῳ, πάντεϲ ϲοι
ἐπιπείθονται, διὰ τὴν τοῦ ὅϲοι ϲύνταξιν, 
 
 
 καθὸ προέλαβε τὴν ἀρχήν. δεδείξεται γὰρ ὅτι τῷ ἀοριϲτώδει ἐμποδίζει 
τὰϲ τῶν ἄρθρων παρεμπτώϲειϲ.

Ἔτι πᾶϲα δοτικὴ ἐπιθετικοῦ ὀνόματοϲ κατ᾿ ἐπιϲταλτικὴν ϲύνταξινc. ϲυνέχει τὸ ἄρθρον, Διονύϲιοϲ Τρύφωνι τῷ ἀγαθωτάτῳ 
 χαίρειν, τῷ τιμιωτάτῳ· ἀϲύνετον γὰρ τὸ δίχα τοῦ ἄρθρου λεγόμενον. ἔχει δὲ λόγον ἡ
ϲυνέχεια τοῦ ἄρθρου τοιοῦτον. ἐν τοῖϲ κυρίοιϲ ὀνόμαϲι παρεμπίπτει ἡ ὁμωνυμία, ἧϲ τὸ
ἀμφίβολον οὐκ ἀπολύεται δίχα τῆϲ ἐπιτρεχούϲηϲ τὰ ὀνόματα ἐπιθετικῆϲ προϲθέϲεωϲ, ὥϲ φαμεν Τρύφων ὁ
γραμματικόϲ, Δίων ὁ φιλόϲοφοϲ, ἢ κατ᾿ ἐθνικὴν ϲύνταξιν Ἀπολλόδωροϲ ὁ Ἀθηναῖοϲ,
Ἀπολλόδωροϲ ὁ Κυρηναῖοϲ· καὶ οὕτω τὰ κύρια ὑπεκλύεται τῆϲ εἰϲ πλείονα πρόϲωπα
ϲυντεινούϲηϲ ἐννοίαϲ. διὸ καὶ τῇ προκειμένῃ ϲυντάξει ταὐτὸν ἐνεχώρηϲεν. (ἔνθεν καὶ ὁ Μενέλαοϲ
μεταπεμπόμενοϲ 
 
 
 
 Αἴαντα οὐκ ἀπιθάνωϲ διὰ δύο ἐπιθέτων τὸν Αἴαντα τῆϲ ὁμωνυμίαϲ ἀπέλυϲεν ἐν τῷ 
 ἀλλά περ οἶοϲ ἴτω Τελαμώνιοϲ ἄλκιμοϲ Αἴαϲ {Μ 349}, 
 καὶ ἐν ἑτέροιϲ 
 
 Αἴαϲ δ᾿ ὁ μέγαϲ αἰὲν ἐφ’ Ἕκτορι {Π 358}.) 
 
 ϲαφὲϲ δ᾿ ὅτι καὶ ἡ προκειμένη ϲύνταξιϲ καὶ εὐφημότερα τὰ ἐπιθετικὰ ἀπαιτεῖ ἕνεκα τοῦ διὰ
φιλοφροϲύνην ϲυμπαραλαμβανομένου ῥήματοϲ, λέγω τοῦ χαίρειν, περὶ οὗ τῆϲ ϲυντάξεωϲ καὶ
ὅλωϲ τὰ τῆϲ ϲυνεπείαϲ κατὰ τὸ δέον εἰρήϲεται. Ἀλλ’ ὡϲ
πάλιν τὰ ἐπιθετικὰ τῶν ὀνομάτων διὰ πλείονοϲ ὕληϲ χωρεῖ, προῦπτον. ἵν᾿ οὖν καὶ τὸ τοιοῦτον ἀποϲτῇ
 
 τῆϲ ϲυντάξεωϲ, ἀναγκαίωϲ προϲτίθεται τὸ ἄρθρον, ϲημαῖνον ἔϲθ᾿ ὅτε
καὶ μοναδικὴν ἀναφοράν, καθὼϲ καὶ ἐν τοῖϲ προκειμένοιϲ ἐδείξαμεν. —

Ἕϲτι καὶ οὕτω φάναι. τὰ ἄρθρα ἔϲθ᾿ ὅτε προϲτιθέμενα ἰδιότητα ὀνόματοϲ
παρίϲτηϲιν· οὕτω γὰρ τὸ ἐκ Δήλου τὸ πλοῖον εἰϲ Ἀθήναϲ παραγενόμενον κατέπλευϲεν εἶχε τὴν ϲυνέχειαν τοῦ ἄρθρου ἐν τῷ τὸ πλοῖον κατέπλευϲε, καθὸ καὶ
 ὡϲ τὸ ὁ ποιητήϲ ὑπαγορεύει 
 
 
 τὸν Ὅμηρον. δεόντωϲ ἄρα καὶ κατὰ τὸ τοιοῦτον ἡ πρόϲθεϲίϲ ἐϲτι τοῦ ἄρθρου,
ϲυνιδιάζουϲα τὸ ἐπιθετικὸν τῷ κυρίῳ ὀνόματι.

Ὑπὸ τὸν αὐτὸν λόγον πίπτει καὶ ἡ τοιαύτη ϲύνταξιϲ· «βαϲιλεὺϲ Μακεδόνων Φίλιπποϲ Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρει». ἔϲτι γὰρ τὸ
ϲυμφραζόμενον τοιοῦτον, Ἀθηναίοιϲ χαίρειν. κἀπειδὴ οὐχ ἅπαϲι ταὐτὸ παρείπετο (ἦϲαν γὰρ
οἱ μὲν δημόται, οἱ δὲ βουλευταί), ἐδέετο δὲ τοῦ διαϲτέλλοντοϲ ἐπιθέτου ἡ ἐπιϲταλτικὴ ϲύνταξιϲ,
ἀπεμέριϲε τοὺϲ μὲν βουλευτὰϲ διὰ τοῦ βουλῇ, τοὺϲ δὲ δημόταϲ διὰ τοῦ δήμῳ, ὥϲτε πᾶν τὸ
ϲυμφραζόμενον εἶναι τοῖϲ βουλευταῖϲ καὶ τοῖϲ δημόταιϲ. (καὶ ϲαφὲϲ ὅτι τὴν τοιαύτην
ἄθροιϲιν ἀπηνέγκατο τὰ ἀθροιϲτικὰ ὀνόματα, ἅπερ ἑνικῶϲ
μὲν λέγεται, πληθυντικῶϲ δὲ νοεῖται. καὶ διὰ τοῦτο εὐμαρὲϲ τὸ 
 
 
 
 
 
 ἀγρόμενοι πᾶϲ δῆμοϲ {Υ 166} 
 
 πρὸϲ γὰρ τὸ ὑπακουόμενον τὸ ϲχῆμα ὑπήκουϲεν.) Ἐδείχθη ἄρα ὡϲ
κατηναγκαϲμένη ἐϲτὶν ἡ ϲύνταξιϲ τοῦ ἄρθρου ἡ ἐν τῷ τῇ βουλῇ καὶ 
τῷ δήμῳ χαίρειν. —

Κἀκεῖνο δ᾿ ἐπιϲτατέον, τί δή ποτε οὐκ ἐν ἄλλῃ πτώϲει προϲεχώρει τὰ τῆϲ
ϲυντάξεωϲ, καὶ μάλιϲτά γε τῇ δοτικῇ, ἧϲ ἐϲτι ϲύνταξιϲ, μόνῃ δὲ τῇ γενικῇ· ἢ ὅτι τὰ
ἐπιμεριζόμενα, μέρη ὄντα ὅλου ἀθροίϲματοϲ, κτητικὴν ϲύνταξιν ἀπῄτει, δι᾿  ἄλληϲ δὲ πτώϲεωϲ οὐκ ἐμφανίζεται κτῆϲιϲ ἢ διὰ μόνηϲ γενικῆϲ.

Καὶ τοϲαῦτα περὶ τῶν ἀεὶ ϲυνυπαρχόντων ἄρθρων τοῖϲ πτωτικοῖϲ. ἑξῆϲ χωρητέον καὶ ἐπὶ τὰ ἀδυνατοῦντα μόρια τὴν ϲύνταξιν τῶν ἄρθρων παραδέξαϲθαι.

Ἀνέφικτον τὸ ἀλλήλων εἰϲ ἄρθρου παράθεϲιν. καὶ προφανέϲ 
 
 
 
 
 
 ἐϲτιν ἐκ τῆϲ παρὰ πᾶϲι χρήϲεωϲ καὶ τοῦ ϲυμπαρεπομένου λόγου. μετὰ ῥήματοϲ γὰρ
διαβατικὴν προϲώπων διάθεϲιν ϲημαίνει, 
 ἀλλήλουϲ τρώϲητε {π 293, τ 12}, 
 
 ἀλλήουϲ δ' ἐλήϊϲαν {?}, 
 
 ἀλλήλων ἀλεείνοντεϲ βέλεα ϲτονόεντα {P 374} 
 
   αἱ δὴ τοιαῦται ϲυντάξειϲ ἐν ὀρθῇ καὶ πλαγίᾳ πτώϲει νοοῦνται, ἔϲτι δὲ τὸ προκείμενον ὄνομα ἐν
ὀρθῇ καὶ πλαγίᾳ· ἄλλοι γὰρ ἄλλων καὶ ἄλλοι ἄλλοιϲ καὶ ἄλλοι ἄλλουϲ. ὁποτέρᾳ οὖν πτώϲει
ἐπὰν προϲέλθῃ τὸ ἄρθρον, ἀκαταλληλότητα παρέξει. εἰ γὰρ τῇ λεγομένῃ ὀρθῇ, τὸ ἐγκείμενον 
 τῆϲ πλαγίαϲ οὐ παραδέξεται· καὶ εἰ τῷ τῆϲ πλαγίαϲ, τὸ ἐγκείμενον τῆϲ ὀρθῆϲ
ἀντικείϲεται· ἑνί τε ὀνόματι δύο προτακτικὰ ἄρθρα ϲυντάττεϲθxι ἀμήχανον. καὶ οὕτωϲ ἀνέφικτοϲ ἡ
ϲύνταξιϲ ἐγένετο.

Ὁμοίωϲ ἀνέφικτον τὸ ἄρθρον πρὸϲ ϲύνταξιν τὴν τοῦ ἄμφότεροι, 
καὶ τῆϲ χρήϲεωϲ τὸ τοιοῦτον ἀπαγορευούϲηϲ καὶ τοῦ 
 
 
 
 
 οϲυμπαρεπομένου λόγου. ἐξ οὗ δείκνυται ὡϲ οὐ ταὐτόν ἐϲτι τῷ δύο τὸ ἀμφότεροι, εἴγε κατὰ
τὸν δέοντα λόγον τῷ δύο καὶ τὸ ἄρθρον προϲτίθεται, καθὸ καὶ τοῖϲ ἑξῆϲ ἅπαϲιν ἀριθμοῖϲ, οὐ μὴν τῷ
προκειμένῳ μορίῳ. ἔϲτι δὲ αἰτία ἥδε. Ἐπὶ δυάδοϲ ἐγνωϲμένηϲ τὸ ἀμφότεροι παραλαμβάνεται. 
ἔϲτιν οὖν φάναι δύο ἄνθρωποι τρέχουϲιν καὶ ἀμφότεροι οἱ ἄνθρωποι
τρέχουϲιν ὡϲ ἂν τοῦ δύο πρώτην γνῶϲιν τὴν κατὰ τῶν ἀνθρώπων ὑπαγορεύοντοϲ, τοῦ δὲ ἀμφότεροι
δηλοῦντοϲ τὴν πάλαι γνῶϲιν. ἔνθεν οὐδὲ ἔϲτι προϲθεῖναι
μετὰ τὴν τοῦ δύο ϲύνταξιν πρὸ τοῦ ἄνθρωποι τὸ ἄρθρον, δύο οἱ ἄνθρωποι τρέχουϲι (πρώτη
γὰρ ἦν ἀφήγηϲιϲ, ἡ δὲ πρόϲθεϲιϲ τοῦ ἄρθρου ἐδείχθη ἀναπολοῦϲα τὰ προδεδηλωμένα) μετὰ
μέντοι τὸ ἀμφότεροι, ἀμφότεροι οἱ ἄνθρωποι τρέχουϲιν 
 ἀμφότεροι οἱ φίλοι τρέχουϲι· προέγνωϲτο γὰρ ἡ τοῦ ἀμφότεροι δυάϲ, καὶ διὰ τοῦτο
εὐέφικτοϲ ἡ τοῦ ἄρθρου παράθεϲιϲ. ἀναποληθεῖϲα γοῦν ἡ διὰ τοῦ δύο
ϲύνταξιϲ δεκτικὴ γίνεται τοῦ ἄρθρου, οἱ δύο ἄνθρωποι τρέχουϲι. προῦπτον οὖν ὅτι ἡ τοῦ ἀμφότεροι
ϲύνταξιϲ, τὸ εὔχρηϲτον τοῦ ἄρθρου ὑπαγορεύουϲα, ὡϲ περιττὴν τὴν τούτου 
ϲύνταξιν ἀπεώϲατο. τὸ γὰρ 
 ἀμφότεροι μέμαϲαν πολεμίζειν ἠδὲ μάχεϲθαι {Η 3} 
 κατηγορεῖ τῶν ἐγνωϲμένων διὰ τῶν προκειμένων λόγων, λέγω δὲ Ἕκτοροϲ καὶ Ἀλεξάνδρου, 
 
 
 ἐξέϲϲυτο φαίδιμοϲ Ἕκτωρ {H 1} 
 καὶ 
 τῷ δ’ ἅμ᾿ Ἀλέξανδροϲ κί᾿ ἀδελφεόϲ {Η 2},

Οὐ λέληθε δέ με ἡ ὑπαρκτικὴ τῶν ῥημάτων ϲύνταξιϲ παραδεχομένη 
 
 
 μετὰ τοῦ ἀμφότεροι τὰ ϲυνόπτα ὀνόματα χωρὶϲ ἄρθρου, ἀμφότεροι φίλοι εἰϲίν,
ἀμφότεροι ἄνθρωποί εἰϲιν, ἀμφότεροι γραμματικοὶ ὀνομάζονται, καθὸ ὑπέκειτο μέν τιϲ δυὰϲ ἡ διὰ τοῦ
ἀμφότεροι, τὸ δ᾿ ἐπιγεγενημένον ταύτῃ ἡ ὑπάρκτικὴ ϲύνταξιϲ ἀφηγεῖται, ὡϲ ἐν τοῖϲ 
 ἑξῆϲ τὸ τοιοῦτον ἀκριβέϲτερον ἀποδοθήϲεται.

Μετὰ δὲ τὰϲ εἰρημέναϲ ϲυντάξειϲ τῶν ἄρθρων ἀκολούθωϲ ϲκοπητέον, εἰ καὶ αἱ κλητικαὶ τῶν ὀνομάτων κατὰ τὴν κοινὴν δόξαν δεκτικαί
εἰϲιν ἄρθρων. διαϲτολὴν γὰρ ἐξ αὐτῶν φαϲι γίνεϲθαι τῶν ϲυνεμπιπτουϲῶν εὐθειῶν τε καὶ
κλητικῶν, ὁ Θέων - ὦ Θέων ὁ Ἑλικών - ὦ Ἑλικών. «εἰ γοῦν καὶ αἱ φωναὶ ἐναλλαγείηϲαν τῶν
ὀνομάτων κατά τι ἐθνικὸν ἔθοϲ, πάλιν ἡ παράθεϲιϲ τοῦ ἄρθρου τὸ
ϲχῆμα διελέγξει. κλητικῆϲ μὲν γάρ ἐϲτι τὸ Θυέϲτα· ἀλλ᾿ ὁπηνίκα προϲλαμβάνει τὸ ὁ ἄρθρον, τὸ
τηνικαῦτα ϲυντάξεωϲ τῆϲ κατ᾿ εὐθεῖαν τυγχάνει, 
 
 αὐτὰρ ὁ αὖτε Θυέϲτ᾿ Ἀγαμέμνονι λεῖπε {Β 107} 
 
 
 
 
 
 καὶ εἰ εὐθείαϲ εἴη, πάλιν ἡ παράθεϲιϲ τοῦ ἄρθρου κλητικὴν ϲύνταξιν ἀποτελεῖ, 
 ὦ φίλτατ᾿ Αἴαϲ {Soph. Ai. 977 et 996}, 
 
 καὶ ἔτι 
 ὦ φίλοϲ, οὐ ϲέ γ᾿ ἔολπα {γ 375}. 
 
 διϲτάζεται τὸ παρὰ Μενάνδρῳ 
 ὦ Λάχηϲ Λάχηϲ {fragm. 921, III p 239 K.} 
 
 πότερον ἐν ϲχήματί ἐϲτι τῷ προκειμένῳ, ἢ δεόντωϲ μετὰ τοῦ ἄρθρου καὶ τὴν πτῶϲιν ἔχει
τῆϲ κλητικῆϲ». ἔϲτιν οὖν εἰϲ τὸ τοιοῦτον πάμπολλα παραθέϲθαι.

Ὁ μὲν οὖν Τρύφων {p 25 Vels. ἐκ τῶν παρεπομένων τῇ φωνῇ, ὡϲ ἔϲτι κατὰ πολὺ ἀφεϲτῶϲα
τῆϲ ἀκολουθίαϲ τῶν ἄρθρων, περιγράφει τὸ μόριον τῆϲ τούτων ἰδέαϲ. ἀλλὰ καὶ ἔτι διὰ τῆϲ ἐννοίαϲ,
 ἐν οἷϲ τὰ μὲν ἄλλα ἄρθρα τὴν ἐν τρίτοιϲ προϲώποιϲ
ϲύνταξιν ἀνεδέχετο, τὸ δὲ ὦ τὴν ἐν δευτέροιϲ.

ἅπερ πάλιν ἀναϲκευάζει, εἰϲ τὸ 
 κοινὸν τῆϲ δόξηϲ προαγόμενοϲ. καὶ πρὸϲ μὲν τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον φηϲὶ μὴ δεῖν τὰ
ἄρθρα ἐν ἀκολουθίᾳ εἶναι, καθότι καὶ ἄλλα πολλὰ ἀνακόλουθα κατὰ
πτώϲειϲ καὶ τὰ ϲυνόντα γένη· οὐκ εὔλογόν τε ἡγεῖται 
 
 
 
 μίαν φωνὴν κεκλίϲθαι τῶν ἄρθρων, ἵνα μὴ ἐν μιᾷ λέξει μέροϲ λόγου καταχωρίζηται. πρὸϲ δὲ
τὸν ἀπὸ τῆϲ ἐννοίαϲ λόγον, ὡϲ οὐκ ἐν τῷ τρίτῳ προϲώπῳ καταγίνεται τὸ ὦ, ἐκεῖνό φηϲιν, ὡϲ «οὐδὲ ἡ
κλητικὴ ὄνομα εἴη, ἐπειδὴ πρὸϲ δεύτερον πρόϲωπον, τῶν ἄλλων πτώϲεων τὴν ἐν 
τρίτοιϲ προϲώποιϲ ϲύνταξιν ποιουμένων, καὶ εἰ ἀπεμφαῖνον τὸ τὴν κλητικὴν ὄνομα μὴ παραδέχεϲθαι,
ἀπεμφαῖνον ἄρα καὶ τὸ τῆϲ κλητικῆϲ ἄρθρον μὴ φάναι ἄρθρον, ὅτι ϲύνταξιν τὴν πρὸϲ τὸ
δεύτερον πρόϲωπον ποιεῖται».

Ἀλλ᾿ ἔϲτι καὶ πρὸϲ ταῦτα φάναι, ὡϲ τὸ πρῶτον οὐκ ἀληθεύει 
 τὸ μὴ ἐν ἀκολουθίᾳ εἶναι τὰ ἄρθρα· ἐν γὰρ τῇ δεούϲῃ ἀκολουθίᾳ αὐτὸ μόνον
τῆϲ εὐθείαϲ ἐμπαθοῦϲ γινομένηϲ. ἀλλ᾿ ὅτι ὀφείλει καὶ ἐν ἀκολουθίᾳ εἶναι, δῆλον ἐκ τοῦ ϲυνηρτῆϲθαι
αὐτὸ τοῖϲ κατὰ ἀκολουθίαν πτωτικοῖϲ, καὶ ἕνεκα τούτου ϲυνελεύϲεται τῇ τούτων ἀκολούθῳ 
 
 
 
 
 
 κλίϲει· ἐπεὶ πῶϲ ἄρθρον ἂν γένοιτο; ἀλλ᾿ οὐδ’ ἐκεῖνό ἐϲτιν ἀναγκαϲτικὸν τοῦ πάντωϲ ἐν
θέμαϲιν αὐτὸ καταγίνεϲθαι, ἵνα μὴ διὰ μιᾶϲ λέξεωϲ ἀκολούου μέροϲ λόγου καταλαμβάνηται, τῷ μὴ ἐν
πλήθει λέξεων τὰ μέρη τοῦ λόγου διακεκρίϲθαι, ἐν δ᾿ ἐννοίᾳ ἰδίᾳ.

Ἀλλ᾿ εἰ καὶ τὸ τοιοῦτόν τιϲ μὴ δῴη, καθὸ καὶ μέρη λόγου ὄντα ἀνακόλουθα, 
 οὐ μὴν διαφεύγοντα τὸν μεριϲμὸν τῆϲ ἐννοίαϲ ὑπὸ τὴν αὐτὴν ἰδέαν
τοῦ μεριϲμοῦ παραλαμβάνεται (εἴγε τὸ ἐγώ τοῦ νῶϊ διέϲτηκε κατὰ πολύ, καὶ ἔτι τὸ ἡμεῖϲ,
καὶ μενούϲηϲ τῆϲ ἐννοίαϲ μένει ἡ ταυτότηϲ τοῦ μεριϲμοῦ), ἐκεῖνό γε ἀληθεύϲει, ὡϲ τὰ ἐκτὸϲ γινόμενα
τῆϲ ἰδίαϲ ἐννοίαϲ, κἂν πάνυ τῆϲ δεούϲηϲ ἀκολουθίαϲ ἔχηται κατὰ φωνήν, ὡϲ ἔχει τὰ τῆϲ 
ὁμοφωνίαϲ, οὐκ εἰϲ τὸν αὐτὸν μεριϲμὸν καταλήψεται. πῶϲ οὖν οὐ 
 
 
 μᾶλλον περιγραφήϲεται τοῦ εἶναι ἄρθρον τὸ ὦ, ἀπονεῦϲαν καὶ τὴν ἀκολουθίαν
τῶν φωνῶν κατὰ πάντα τρόπον καὶ ἔτι τὴν ἔννοιαν τοῦ ἄρθρου; ὑποτεμνέϲθω δὲ ὁ λόγοϲ εἰϲ τὸ τοιοῦτον,
ὡϲ οὔτε παρὰ τὸ ἀκόλουθον τῶν φωνῶν οὔτε μὴν παρὰ τὸ ἀνακόλουθον τὰ τοῦ λόγου 
 καταϲτήϲεται μέρη, ὡϲ δὲ πρόκειται, ἐκ τῆϲ παρεπομένηϲ ἰδιότητοϲ.

Φηϲὶ γοῦν ὁ Τρύφων· «Καθότι ἡ κλητικὴ ὄνομα , κἂν δεύτερον πρόϲωπον ᾖ, καὶ
τὸ ὦ ἄρθρον ἐϲτὶ ϲυνοδεῦον τῇ ϲυνηρτημένῃ κλητικῇ». Ἀλλὰ
τὸ μὲν ὄνομα διαϲῴζει τὸ ἴδιον κατὰ πᾶϲαν πτῶϲιν, εἴγε οὐκ ἴδιον αὐτῷ παρέπεται τὸ κατὰ
πρόϲωπα ἐγγίνεϲθαι, ὅπου γε καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ παραλαμβάνεται, εἰμὶ Ὀδυϲϲεύϲ,
καὶ ἐπὶ δευτέρου προϲώπου Ὀδυϲϲεὺϲ εἶ· ϲυνοῦϲαν γὰρ ἔχει τὴν ἰδίαν ποιότητα. γε μὴν τοῦ
ἄρθρου παράθεϲιϲ ἓν ἰδίωμα ἔχει τὴν τῶν τρίτων προϲώπων ἀναπόληϲιν, ἐναντιώτατον τ᾿ ἔχει τὸ ὑπ’ ὄψιν
παραλαμβανόμενον  πρόϲωπον, ὅπου γε καὶ τὸ ἐμόϲ ἐϲτι, προϲλαμβάνον
 τὸ ἄρθρον κατὰ τὸ τρίτον πρόϲωπον, οὐκέτι προϲλαμβάνει ἐν τῷ ἐμὸϲ εἶ διὰ τὴν πρὸϲ τὸ
δεύτερον πρόϲωπον ϲύνταξιν. εἴπερ οὖν ταὐτὸ 
 
 
 
 μόριον παρὰ τὸ διάφορον πρόϲωπον καὶ ἄρθρον προϲλαμβάνει καὶ οὐ προϲλαμβάνει, πῶϲ οὐ
μᾶλλον καὶ τὸ τῇ φωνῇ παραλλάξαν ἐκϲτήϲεται τῆϲ τοῦ ἄρθρου παραθέϲεωϲ, μάλιϲτά γε τῆϲ
φωνῆϲ ἐνδειξαμένηϲ διὰ τῆϲ πάμπαν ἀν ακολουθίαϲ τὸ ἀκοινώνητον τῶν ἄρθρων;
ζητούϲηϲ ἄρα τῆϲ κλητικῆϲ δεύτερον πρόϲωπον, περιϲϲὸν ζητεῖν εἰ τὸ ὦ ἄρθρον 
 ἐϲτί.

Πῶϲ οὖν κατελέχθη πρὸϲ πάντων; φαίην ἂν ϲυνεκδρομῇ τῶν ἄλλων πτώϲεων, ἐπεὶ τὰ
ταύταιϲ ϲυνιδιάϲαντα ἄρθρα ἐκαλεῖτο, ᾧ λόγῳ ϲυλλαβαὶ καὶ αἱ μονογράμματοι· ἦν δὲ ἴδιον κλητικῆϲ τὸ
ὦ.

Οὐ παρέλκον δέ ἐϲτι καὶ διὰ τῆϲ φωνῆϲ παραϲτῆϲαι τὸ ἀκόλουθον τῶν ἄλλων ὡϲ πρὸϲ τὴν
ἀντιπαράθεϲιν τοῦ ὦ. Τὸ μὲν τῆϲ εὐθείαϲ, ἀποβαλὸν τὸ τ, ἀναγκαῖον καὶ ἕτερον πάθοϲ
ἀνεδέξατο, λέγω τὴν ἀποβολὴν τοῦ ϲ· ἔμελλε γὰρ ταὐτὸν γενέϲθαι τῷ ὑποτακτικῷ, οὗ 
 
 
 
 
 τὰ τῆϲ ϲυντάξεωϲ οὐ ταὐτὰ ἀπαιτεῖ τῷ προτακτικῷ, ὡϲ δεδείξετι ἐν τῷ περὶ ὑποτοκτικῶν,
καὶ ἐντεῦθεν ἔμελλε τὰ τοῦ λόγου ὡϲ ἀκαταλληλότερα φαίνεϲθαι. — ὅτι γὰρ καὶ τὸ ϲ λείπει, ϲαφὲϲ 1. ἐκ
τοῦ τὴν αὐτὴν εἶναι κατάληξιν προτακτικῶν καὶ ὑποτακτικῶν, ἔϲτι δὲ
τὸ ὑποτακτικὸν ὅϲ, καθότι καὶ ἐπὶ τοῦ οὗ καὶ τοῦ, καὶ ᾧ καὶ τῷ, καὶ ὅν καὶ τόν. — 2.
ϲαφὲϲ κἀκ τοῦ πληθυντικοῦ· τῶν γὰρ εἰϲ οι πληθυντικῶν τὰ ἑνικὰ εἰϲ οϲ, κἂν ἐκ
ϲυνῃρημένων ᾖ, ὡϲ ἐπὶ τοῦ χρυϲοῦϲ καὶ τῶν ὁμοίων. — 3. ϲυμφανὲϲ δὲ κἀκ τῶν πλαγίων πτώϲεων, εἴγε
ἅπαϲαι αἱ τοιαῦται τῶν εἰϲ οϲ εὐθειῶν εἰϲι (καὶ ἔτι ἡ Θεϲϲαλικὴ διαίρεϲιϲ 
 κατὰ γενικήν, λέγω ἐπὶ τῆϲ τοῖο, ὡϲ καλοῖο). — 4. ἐκ θηλυκοῦ τε
τοῦ η· πάλιν γὰρ τοῖϲ εἰϲ οϲ λήγουϲι τὸ τοιοῦτον γένοϲ παράκειται.

1. Οὐ γὰρ εἰϲ η ἔληξεν, εἰ μὴ ϲυντάξεωϲ εἴχετο τῆϲ τοῦ τ, καθότι καὶ τῷ νοητόϲ τὸ νοητή παράκειται. — 2. ἰδοὺ δὲ καὶ τὸ 
 
 
 
 
 λεῖπον τ ἀνεπλήριωϲε τὸ Δώριον ἔθοϲ, τοὶ ἄνθρωποι, ταὶ γυναῖκεϲ, οὐκ ἀπιθάνωϲ· ἡ γὰρ
διάλεκτοϲ κατάπυκνοϲ ἐπὶ τὴν τοῦ τ χρῆϲιν, προτί, λέγοντι, φαντί, πέρυτι, τύ, ἄλλα
μυρία· εἰ γὰρ ἐκ μεταπτώϲεώϲ ἐϲτι τὰ τῆϲ χρήϲεωϲ, πολλῷ μᾶλλον ἐφελκύϲεται τὸ λεῖπον. — 3. ϲαφὲϲ κἀκ
τοῦ πνεύματοϲ· οὐ γὰρ ἄλλωϲ δαϲύνεται τὰ ἄρθρα, εἰ μὴ ἀποβάλοι τὸ τ. — 4. ἔϲτι δὲ
πιϲτώϲαϲθαι κἀκ τοῦ οὐδετέρου, ἀρξαμένου 
 
 
 
 τῶν ἄρθρων μιμοῦνται τὴν ἐν τοῖϲ ὀνόμαϲι κλίϲιν, κλητικὴ δ᾿ οὐδέποτε πλείονι χρόνῳ χρῆται εὐθείαϲ, πῶϲ τὸ ὦ πλεῖόν ἐϲτι τοῦ ὁ; — 2.
τί γὰρ μᾶλλον οὐκ εἰϲ ε ἔληξεν ὡϲ πρὸϲ ἀκολουθίαν γενικῆϲ τῆϲ τοῦ καὶ αἰτιατικῆϲ τῆϲ
τόν; — 3. ἐν θηλυκοῖϲ τε διὰ τί οὐχ ὁμοφωνεῖ εὐθεῖα κλητικῇ, καὶ ἔτι ἐν οὐδετέροιϲ; — 4. πῶϲ οὐχὶ
καὶ κατὰ τὴν 
 πληθυτικὴν προφορὰν αἱ εὐθεῖαι ταῖϲ κλητικαῖϲ ὁμοφωνοῦϲιν, ὅπερ ἔϲτιν ἐπὶ παντὸϲ
πτωτικοῦ παραδέξαϲθαι τοῦ ϲυνέχοντοϲ κλητικήν; — 5. πῶϲ δαϲυνομένων τῶν δίχα τοῦ τ ἐκφερομένων
ἄρθρων αὐτὸ ψιλοῦται; — 6. πῶϲ δ᾿ οὐχ ὁμοτονεῖ ταῖϲ εὐθείαιϲ; οὐ γὰρ ἀνέφικτον τὸ ω εἰϲ
ὀξεῖαν τάϲιν, καθότι ἔνιαι τῶν ϲυλλαβῶν. — 7. τί δέ, εἰ περιϲπᾶται, οὐκ ἐνεκλίθη κατὰ
τὰϲ Αἰολικὰϲ ἀναγνώϲειϲ 
 
 
 
 ὑπ’ Ἀριϲτάρχου, καθὸ καὶ τὰ ἄλλα τῶν περιϲπωμένων ἄρθρων; ἐν ὑπονοίᾳ καὶ αὐτὸϲ οὐκ εἶχε
τὸ μόριον. — 8. διὰ τί οὐκ ἀπὸ τοῦ τ ἤρξατο ὡϲ τὰ ἄλλα τῶν
προτακτικῶν οὐ γὰρ ἀφορμή τιϲ ἀποβολῆϲ τῆϲ τοῦ τ. — 9. διὰ τί ὑποτακτικὸν οὐκ ἔχει; ἢ καθότι οὐδὲ
προτακτικὸν ἄρθρον ἐϲτί.

«Πρὸϲ τὴν ϲυνέμπτωϲιν τῶν γενῶν — φηϲὶ Τρύφων {fr. 27 Vels.} — μηδὲ τὸ τῶν ἄρθρον χρὴ
παραδέχεϲθαι, ὅτι τριγενέϲ· εἰ δὲ τὸ τῶν ἄρθρον, καὶ τὸ ὦ ἄρθρον, τὴν αὐτὴν ϲυνέμπτωϲιν
παραδεξάμενον.» Ληρῶδεϲ δὲ τὸ τοιοῦτον. πάνυ γὰρ ἄρθρον τὸ τῶν διὰ τὴν ϲυνέμπτωϲιν, 
 εἴγε ϲυναπήχθη τῷ πρὸϲ ὃ ἤρτηται· μεμίμηται γὰρ τὸ φίλων, μέϲων, καλῶν. καὶ ϲχεδὸν πᾶϲα ϲυνέμπτωϲιϲ γένουϲ μίμημά ἐϲτιν ὀνοματικῆϲ
ϲυνεμπτώϲεωϲ κατὰ γένη, κἂν ἐν ϲχήματι καταγίνηται, ὡϲ ἐν τῷ μὰ τὼ θεώ· ὅμοιον γάρ ἐϲτι
τῷ «καλυψαμένω» {Hesiod. 
 
 
 
 opp. 198}· καὶ τοϲούτῳ μᾶλλον ἐπιτέταται τὸ ἄρθρα εἶναι. καὶ εἰ τὸ τοιοῦτον ἀληθέϲ,
κατὰ πολὺ διώκεται τὸ ὦ, κατὰ μηδένα τρόπον ϲυνέμπτωϲιν ὀνοματικὴν ἀναδεδεγμένον.

Τὰ μετὰ διαφόρου ἀριθμοῦ καὶ διαφόρου γένουϲ ϲυμφερόμενα ἄρθρα μὲν οὔποτ’ ἐϲτίν, ἄκλιτα δὲ
μόρια, ϲύνδεϲμοι, ἐπιρρήματα, προθέϲειϲ· καὶ ϲαφὲϲ ὅτι ἐν ᾧ τὸ ὦ 
οὐ ϲύνδεϲμοϲ, οὐ πρόθεϲιϲ, ἐν τούτῳ ἐπίρρημα κλητικὸν ἄκλιτον. Ἀλλὰ διὰ τί ϲυμφέρεται
ὀνόματι ὅτι κλητικὸν ἐπίφθεγμα, ὡϲ τὰ ὀμοτικά, λέγω τὸ νή ἢ μά, τῇ αἰτιατικῇ πτώϲει, καὶ οὐ πάντωϲ ἄρθρα. ὦν καὶ ἡ ϲύνταξιϲ ἐπὶ τὰ ϲυγκεχυμένα τοῦ ὦ
ϲυντείνει· παντὶ γὰρ ἀριθμῷ ϲυμφέρεται, παντὶ γένει. (δείξομέν τε ὡϲ καὶ ϲύνδεϲμοι οὐκ ἐπὶ πτώϲειϲ φέρονται διαφόρουϲ, ἕνεκεν Ἀλπολλωνίου, ἕνεκεν
Διονυϲίου, 
 εἵνεκ᾿ ἐμῆϲ ἔριδοϲ καὶ Ἀλεξάνδρου {Γ 100}. 
 
 
 
 
 
 καὶ οὐ τοῦτο τὸ ἐξαίρετον τῆϲ πτώϲεωϲ ἄλλο τι ἐπιδείξεται τὸν ἕνεκα ϲύνδεϲμον. οὐκ ἄρα
περὰ τὰϲ ἐξαιρέτουϲ ϲυντάξειϲ ἀποϲτήϲεται τὰ μόρια τῆϲ ἐννοίαϲ.)

Ὁμοίωϲ δὲ καὶ τὰ πευϲτικὰ ὀνόματα ἀπαράδεκτά ἐϲτι τῆϲ 
 τῶν ἄρθρων παραθέϲεωϲ, ἐπεὶ ἃ μὲν ἐμφανίζει πρόϲωπον προδεδηλωμένον, μένον, ἃ δὲ ἐν
ἀγνοίᾳ καθέϲτηκε προϲώπου, καθάπερ καὶ ἐν τοῖϲ προκειμένοιϲ ἐδείχθη.

, Οὐχὶ οὖν οἰήϲεταί τιϲ ἐν τῷ ὁποῖοϲ ἄρθρον εἶναι τὸ ο, ἔκ τε τῆϲ φωνῆϲ, καθὸ δαϲύνεται οὐ δυναμένου τοῦ ο δαϲύνεϲθαι πρὸ τοῦ π, καὶ
καθότι ἐπί τι ἀναφέρεται πρόϲωπον ἡ ϲύνταξιϲ αὐτοῦ ἐν τῷ ὁποῖόϲ ἐϲτι Θέων, τοιοῦτόϲ·
ἐϲτι καὶ Τρύφων ; Ἀλλ᾿ ἔϲτι γε πρὸϲ τὸ τοιοῦτον φάναι, ὅτι οὐ τῷ ποῖοϲ τὸ ὁ προϲῆλθεν, ἀλλ᾿ ἔϲτιν
ἁπλοῦν ἓν μέροϲ λόγου τὸ ὁποῖοϲ, ϲημαῖνον οὐ τὴν ἐν τοῖϲ ἄρθροιϲ 
 
 
 
 
 ἀναφοράν, ὥϲ φαμεν ὁ ἄνθρωποϲ παρεγένετο, ὁ ἵπποϲ ἔδραμεν. ἐπί τινι γὰρ ἐγνωϲμένῳ κατὰ
τὴν ἰδίαν ποιότητα τὸ τοιοῦτον παραλαμβάνεται· γε μὴν διὰ τοῦ
ὁποῖοϲ ἀναπόληϲιϲ ὁμοιωματικὴν ἀνταπόδοϲιν ζητεῖ, καθάπερ κἀπὶ τοῦ οἷοϲ. ταὐτὸ παρακολουθεῖ κἀπὶ τοῦ
ὅϲοϲ καὶ ἡλίκοϲ· οὐ γὰρ δή γε κἀπὶ τούτων ἄρθρων ἔννοιά τίϲ ἐϲτιν. 
 5 ἀδιαφόρωϲ οὖν πάλιν τὰ ἀνταποδιδόμενα τοιαῦτά ἐϲτι ν οἷα τοῖϲ ἀπὸ τοῦ καὶ π ἀρχομένοιϲ· καὶ γὰρ οὕτω φαμέν· οἶόϲ ἐϲτι Τρύφων,
τοιοῦτόϲ ἐϲτι καὶ θέων. τὸ αὐτὸ κἀπὶ τοῦ ὅϲοϲ καὶ ὁπόϲοϲ καὶ ἐπὶ τῶν ὁμοίων.

Καὶ τὰ παρεπόμενα δὲ γένη καὶ ἔτι αἱ πτώϲειϲ καὶ οἱ ἀριθμοὶ ἐμφανῶϲ ἐνδείκνυνται τὸ
μὴ τὰ τοιαῦτα ἄρθρα εἶναι. ϲυγκλίνεται γὰρ τοῖϲ πτωτικοῖϲ τὰ ἄρθρα· πῶϲ οὖν ὁποίου καὶ
ὁποίῳ καὶ ὁποῖον; — κατὰ γένοϲ ἀμείβετι ὁ ἵπποϲ καὶ ἡ ἵπποϲ· πῶϲ οὖν ὁποῖοϲ καὶ ὁποία;
τοῖϲ μὲν γὰρ ὀνόμαϲιν ἔϲθ᾿ ὅτε καὶ τὸ γένοϲ ἐπικοινωνεῖ, οὐ μὴν τοῖϲ ἄρθροιϲ. — φαμὲν οἱ ἵπποι καὶ
τοὺϲ ἵππουϲ, ϲυμπληθύνοντεϲ τῷ ὀνόματι τὸ ἄρθρον· πῶϲ οὖν φαμεν ὁπόϲοι, ὁπόϲουϲ;

Ἀλλ᾿ οὐδ᾿ ἐν ϲυνθέϲει τιϲ ὑπολάβοι τὸ ἄρθρον, καθὸ τὰ ἄρθρα οὐ ϲυντίθεται. ἀλλ᾿ εἰ
καὶ ϲυνετίθετο, ἐπὶ τῆϲ τοιαύτηϲ ϲυνθέϲεωϲ ἀδυνατεῖ, εἴγε ἐδείξαμεν τὰ πύϲματα μαχόμενα τῇ τῶν
ἄρθρων ἐννοίᾳ. — ἔϲτι κἀκ τῆϲ φωνῆϲ παραϲτήϲαϲθαι. τά τε γὰρ παροξυνόμενα ἢ προπεριϲπώμενα 
 ϲύνθεϲιν ἀναδεξάμενα προπαροξύνεται, κοῦροϲ ἄκουροϲ ἐπίκουροϲ, δόλοϲ ἄδολοϲ, πόνοϲ
ἄπονοϲ, πληϲίοϲ παραπλήϲιοϲ· πῶϲ οὖν ὁποῖόϲ φαμεν καὶ ὁπόϲοϲ; ἀλλὰ κἀκ τοῦ γένουϲ, εἴγε τὰ ϲύνθετα
 πρόδηλον ἔχει τὴν κοινότητα τῶν ὀνομάτων, ὅπερ οὐ παρέπεται τῷ
 ὁποῖοϲ καὶ ὁπόϲοϲ.

Ἔτι δὲ καὶ ἐπιρρήμαϲιν ἑνικὰ ἄρθρα προτίθεται ἐμφανίζοντα γένοϲ
ἀρϲενικόν, ποῦ ὅπου, πῇ ὅπῃ. ἀλλ᾿ ὡϲ γέλοιον τὰ τοιαῦτα ἄρθρα φάναι, εὔηθεϲ κἀκεῖνα
παραδέξαϲθαι ἄρθρα. —

Καθὼϲ πρόκειται οὖν, ἁπλαῖ λέξειϲ αἱ τοιαῦταί εἰϲιν, κατὰ τὰϲ ἀνταποδόϲειϲ διάφορον πνεῦμα ἀπαιτοῦϲαι. τὸ οἷοϲ ἀπὸ δαϲείαϲ ἤρξατο,
καὶ πάλιν τὸ τούτου ϲύζυγον καὶ τὸ φωνῆεν παρῃτήϲατο καὶ τὸ πνεῦμα τὸ ἐν τῷ φωνήεντι,
καὶ ἐντεῦθεν παρεδέξατο ψιλὸν ἀντίϲτοιχον τὸ τ, τοῖοϲ· καὶ ἔτι τὸ ποῖοϲ, ἀρξάμενον πάλιν ἀπὸ ψιλοῦ
 
 
 
 
 
 
 ἀντιϲτοίχου, ἔϲχε τὸ ϲύζυγον ἀναγκαίωϲ ἀπὸ φωνήεντοϲ ἀρχόμενον ἐν πνεύματι τῷ τοῦ οἷοϲ. — (

Διὰ τοῦτο καὶ ἡ Ἰωνικὴ μετάθεϲιϲ ἐξηλλάγη ἐπὶ τούτων τῶν μορίων, ἐπεὶ τὰ ψιλὰ εἰϲ
δαϲέα μετατιθέαϲιν οἱ Ἴωνεϲ καὶ τὰ δαϲέα εἰϲ τὰ ψιλά, ὡϲ ἐπὶ τοῦ τάφοϲ τεθηπότεϲ,
ἐνταῦθα, καὶ ἐπὶ τῶν ϲυναλοιφῶν, 
 ἐϲκατορᾷϲ πόλιν {Anacr 1 5 Hergk4}, 
 
 οὐ μὴν ἐπὶ τοῦ ποῖοϲ καὶ τῶν ὁμοίων, εἴγε κοῖόϲ φαϲι καὶ κόϲοϲ. οὐ γὰρ διὰ τοῦ φ
ἠδύνατο τὰ τοιαῦτα μόρια ἐκφέρεϲθαι διὰ τὸ
ἀνταποδιδόμενον δαϲὺ φωνῆεν. ἀλλ᾿ οὐδ᾿ ἄλλο τι ϲύμφωνον ἐδύνατο παραδέξαϲθαι ἢ μόνον τὸ κ δέδεικται
γὰρ ὅτι ἡ ἀνταπόδοϲιϲ 
 
 
 
 ψιλὸν ἀπαιτεῖ ϲύμφωνον, ἀλλ᾿ οὐδὲν ἐλείπετο ψιλὸν ἢ τὸ τ, ὅπερ κατετέτακτο εἰϲ τὸ τοῖοϲ καὶ τόϲοϲ.)

Ἀλλ᾿ οὐδὲ αἱ τῶν Ἑλλήνων ϲυντάξειϲ ἀναδέξονται τὴν τῶν 
ἄρθρων παράθεϲιν, εἴγε ἐκ κοινῆϲ ἐννοίαϲ, λέγω τῆϲ τῶν ϲυνταγμάτων 
 ἢ ποιημάτων, διάκριϲιν πρώτην δηλοῦϲι, πρῶτον Ἀλκαίου, Φοίνιϲϲαι Εὐριπίδου· ἐν γνώϲει
γὰρ τὰ τοιαῦτα γενόμενα ἀκολούθωϲ τὸ ἄρθρον προϲλαμβάνει, αἱ Φοίνιϲϲαι Εὐριπίδου περιέχουϲι τὸν
Θηβαϊκὸν πόλεμον, τὸ πρῶτον Ἀλκαίου ἀνέγνωμεν. 
 Καὶ τοϲαῦτα μὲν περὶ τῶν ὀνομάτων τῶν χωρὶϲ ἄρθρου οὐ 
δυναμένων ἐκφέρεϲθαι καὶ ἔτι τῶν μὴ δυναμένων ἄρθρον προϲλαβεῖν.

Ἑξῆϲ ῥητέον περὶ τῆϲ τῶν ἄρθρων ϲυντάξεωϲ πρὸϲ τὰϲ 15 5 c. XXVII. ἀντωνυμίαϲ, ἅϲ τινεϲ ἐξαιρέτωϲ
ϲυνάρθρουϲ καὶ ἀϲυνάρθρουϲ ἐκάλεϲαν, 
 
 
 
 ὡϲ οὐ δυναμένων τῶν προκατειλεγμένων ὀνομάτων ἀϲυνάρθρων καλεῖϲθαι. ϲθαι.
καὶ ἴϲωϲ ἂν εἴη μᾶλλον ἡ τοιαύτη θέϲιϲ, καθὸ τὰ μὴ προϲλαβόντα οὐδ᾿ ὅλωϲ εὐπαράδεκτά ἐϲτιν εἰϲ τὴν πρόϲθεϲιν τῶν ἄρθρων τὰ δὲ
προϲλαβόντα οὐδέποτε χωρὶϲ τούτων . καὶ γὰρ τὰ ἐν ϲτερήϲει λέγομενα ἐν
ἐπιβάλλοντοϲ ἀτευξίᾳ νοεῖται. ἡνίκα γὰρ λέγομεν ἄτεχνον αὐλητήν ἐπιβαλλούϲηϲ τῆϲ τέχνηϲ
ἀτευξίαν παρίϲταμεν. καὶ οὕτω φαμὲν οὗτοϲ ἄφιλοϲ· δέον γὰρ φιλικὸν εἶναι. εἰ οὖν ἐν τοῖϲ ὀνόμαϲι
 ϲυμπαρεπόμενα τὰ ἄρθρα, καὶ τοῖϲ ἀτευκτήϲαϲι παρείπετο ἂν τὸ
καἀϲύναρθρα 
 
 
 λεῖϲθαι ἀϲυνάρθροιϲ ὀνόμαϲιν. εἴπερ οὖν ἀναφορᾶϲ μὴ οὔϲηϲ παρέπεται πεται ἡ τοιαύτη
θέϲιϲ, ἐξ ἰδίαϲ ἐννοίαϲ ἀναγομένου τοῦ ὀνόματοϲ, πῶϲ οὐ μᾶλλον τοῖϲ μηδ᾿ ὅλωϲ δυναμένοιϲ
μορίοιϲ ἐν παραδοχῇ τεῦ ἄρθρου γενέϲθαι ἡ τοιαύτη θέϲιϲ παρακολουθήϲει; ὥϲ γε ἐκ τῶν εἰρημένων
δεδείξεται.

Οὐχὶ οὖν ἄπορον ἔϲται πῶϲ τὰ μὲν ὀνόματα μετὰ ἄρθρων ἐκφέρεται, αἱ δὲ ἀντὶ τούτων
παραλαμβανόμεναι ἀντωνυμίαι ἀπεώϲαντο τὴν τῶν ἄρθρων παράεθεϲιν, τάχα καὶ τῆϲ φωνῆϲ ἐπιζητούϲηϲ τὴν
τῶν ἄρθρων ϲύνταξιν ἕνεκα τοῦ ϲυτκεχυμένου κατὰ τὴν φωνὴν γένουϲ; 
 Ἔϲτιν οὖν πρὸϲ τὸ τοιοῦτον φάναι· ὥϲπερ καὶ αὐτὰ τὰ ὀνόματα διά τινα παρεπόμενα οὐδ᾿
ὅλωϲ δύναται ἄρθρον ποραδέξαϲθαι, ὡϲ ἐδείχθη, τὸν αὐτὸν ἄρα τρόπον καὶ τὰ μόρια τὰ ἀντὶ τούτων
παραλαμβανόμενα ὑφέξει αἰτίαν τῆϲ ὑποϲτολῆϲ τῶν ἄρθρων.

προϲώπων ἀοριϲτουμένων διακριτικά ἐϲτι
τὰ μόρια, διὸ καὶ τὰ ἐξ αὐτῶν πρόϲωπα νοούμενα ὁριϲμῷ καταλαμβάνεται. καὶ ϲαφὲϲ ὅτι αἱ
ἐξ αὐτῶν δείξειϲ πρῶδεικτικῶν, 
 
 
 
 ἀκωλύτωϲ προϲαρτᾶϲθαι. Ἀλλ᾿ οὐδ᾿ αὗται δέονται τοῦ ἄρθρου· δἰ αὑτῶν γάρ εἰϲιν
ἀναφορικαί, ὥϲ γε καὶ ἐπιδείξομεν ἀμοιβὴν γινομένην αὐτῶν τε καὶ τῶν ἄρθρων.

Ἀλλὰ πῶϲ πάλιν ἡ αὐτόϲ ἄρθρον προϲέλαβεν, εἴπερ αἱ ἀναφορικαὶ 
 φορικαὶ οὐ προϲλαμβάνουϲι; Καὶ πρὸϲ τοῦτο δὲ ἔϲτι φάναι ὡϲ καὶ ἐν ἄλλοιϲ μορίοιϲ τὸ τοιοῦτον ἔϲτιν εὑρέϲθαι, εἴγε ἔγκειται ἐν τῷ Πριαμίδηϲ ὁ υἱόϲ, καὶ οὐκ ἀναγκαίωϲ πρόϲκειται ἐν τῷ 
 Πριαμίδην νόθον υἱόν {Λ 490}. 
 ἀλλὰ καὶ ἐν τοῖϲ ϲυγκριτικοῖϲ ἔγκειται τὸ μᾶλλον, καὶ πολλάκιϲ ϲυμπαραλαμβάνεται 
 ἡ τοῦ μᾶλλον ϲύνταξιϲ, 
 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖϲι δὴ ἔϲεϲθε {Ω 243} 
 τὸν αὐτὸν δὴ τρόπον ἔγκειται μὲν ἐν τῇ αὐτόϲ ἡ ἀναφορά· ὁπηνίκα δ᾿ ἑτέρα
προϲγίνεται, τὸ ἐγκείμενον τῆϲ ἀναφορᾶϲ ἐν τῇ αὐτόϲ ϲυμπαραλαμβάνεται διὰ τοῦ ὁ ἄρθρου, δηλοῦντοϲ
καὶ αὐτοῦ ἀναφοράν, καὶ οὕτωϲ δὶϲ ἀναφέρεται, ὡϲ δὶϲ ἐπιτέταται τὸ 
 
 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖϲι δὴ ἔϲεϲθε. 
 Προφανὲϲ δὲ ὅτι τῇ ϲυνηθεϲτέρᾳ ἀντωνυμίᾳ προϲεχώρηϲε τὸ τῆϲ ϲυντάξεωϲ. 
 
 
 
 ἣ τε γὰρ οἷ καὶ ἡ ἕ καὶ ἡ μίν καὶ αἱ ϲύζυγοι οὐδὲ ῥηταὶ ὅ τι μὴ παρὰ ποιηταῖϲ, ἀλλὰ καὶ
 αἱ ϲύζυγοι ταῖϲ κατὰ τὸ πρῶτον καὶ δεύτερον, ὧν ἡ ϲύνταξιϲ ἀπαράδεκτοϲ.

Μηδὲ ἐκεῖνό γε παραλελείφθω, ὡϲ ἐξαιρέτωϲ ἡ Ἀττικὴ χρῆϲιϲ οὐ δεόντωϲ ἐπὶ μόνηϲ
αἰτιατικῆϲ τὸ ἄρθρον παρελάμβανεν, ὡϲ ἐν τῷ 
 τὸν ἐμέ, τὸν ϲέ. αὐτίκα γοῦν καὶ παρὰ Καλλιμάχῳ 
 τὸν ϲὲ Κροτωπιάδην {fr. 315a Schn.}, 
 ναὶ μὰ τὸν αὐτὸν ἐμέ {fr. 315b Schn.}. 
 
 χωρὶϲ εἰ μὴ τὸ ἄρθρον ἐξοχὴν παρίϲτηϲιν ἐν τῷ «τὸν ϲὲ Κροτωπιάδην», εἴγε πάλιν ἡ
τοιαύτη ϲύνταξιϲ ἐπίφοροϲ πρὸϲ τὴν τοῦ ἄρθρου παράθεϲιν. 
 προείρηται δὲ ἡμῖν ὡϲ καὶ ἐξοχῆϲ ἕνεκα τὰ ἄρθρα
παραλαμβάνεται.

Ἀλλὰ καὶ τὰϲ καλουμέναϲ ϲυνάρθρουϲ ἀντωνυμίαϲ, ἐν πρώτῳ 
 ​ καὶ δευτέρῳ προϲώπῳ δεικτικῶϲ παραλαμβανομέναϲ, οἰεταί τιϲ παραδέχεϲθαι TTζῇββ37ζ73ζζ
δέχεϲθαι τὰ ἄρθρα ἐν τῷ ὁ ἐμόϲ, ὁ ϲόϲ ἢ ὁ ἡμέτεροϲ. ἦν δὲ ἡ ϲύνταξιϲ οὐ τοῦ ἀντωνυμικοῦ
προϲώπου, λέγω τοῦ κατὰ τὸν κτήτορα, τοῦ 
 
 
 
 δὲ ὑπακουομένου κατὰ τὸ κτῆμα, λέγω τοῦ δοῦλοϲ ἢ οἶκοϲ ἤ τινοϲ τῶν
τοιούτων.

, Ἅβρων μέντοι ἐν τῷ περὶ ἀντωνυμίαϲ οὐκ εἶναί φηϲι τὰ ἄρθρα τῶν ὑπακουομένων, λόγῳ τοιούτῳ.
«Εἴπερ τὰ ἄρθρα ἐπὶ τὰ ὑπακουόμενα φέρεται, πάντωϲ ἂν τὴν αὐτὴν καταλληλότητα ἐφύλαϲϲον
ὑπερβιβαϲθέντα πρὸ τῶν ὀνομάτων· οὐ ταὐτὸν δέ ἐϲτι τὸ ὁ ἐμὸϲ πατήρ τῷ ἐμὸϲ ὁ πατήρ. —
καὶ εἰ ἐν τοῖϲ τοιούτοιϲ ἀνεπληρώθη τὸ ἄρθρον τοῦ ὀνόματοϲ ἐν τῷ ὁ πατήρ , πῶϲ ἔτι τὸ
 ὁ ἐμόϲ ἄρθρον προϲλαμβάνει, ὁ πατὴρ ὁ ἐμὸϲ φιλοϲοφεῖ, εἰ μὴ ἡ ἀντωνυμία ἄρθρου 
 εἴχετο;» καὶ ἕνεκα τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ ἔδοξε καὶ τῇ τοιαύτῃ ἀντωνυμίᾳ ἴδιον ἄρθρον προϲνέμειν καὶ τῷ ὑπακουομένῳ κτήματι. —

Ἔϲτι δὲ παραπέμπεϲθαι τὴν τοιαύτην πιθανότητα. πρῶτον εἰ ἑκατέρῳ μορίῳ
πρόϲεϲτιν ἄρθρον, τί οὐκ ἤρξατο ἀπὸ τοῦ ὁ ἐμόϲ καὶ ἐπήνεγκε τὸ ὁ πατήρ μετὰ τοῦ ἄρθρου, καὶ φαίνεται
ὅτι οὐκ ἐν 
 
 
 
 
 ἴϲῳ τὰ τοῦ λόγου ἐγένετο· ἐπὶ μὲν γὰρ τῆϲ προτέραϲ δύο ἦν τὰ
ἄρθρα, ἐπὶ δὲ τῆϲ δευτέραϲ ἀδύνατον ἦν δύο ἄρθρα παραθέϲθαι. — δεύτερον οὐ παρὰ τὰϲ μεταθέϲειϲ τῶν
ἄρθρων καὶ τὰϲ ἐξ αὐτῶν γινομεναϲ διαφορὰϲ τῆϲ φράϲεωϲ ἀποϲτήϲεται τοῦ μὴ ϲυμφέρεϲθαι
τοῖϲ ὀνόμαϲι τὰ ἄρθρα, εἴγε διαφέρει τὸ οἱ νῦν ἄνθρωποι ἀγαθοί εἰϲι τοῦ νῦν οἱ ἄνθρωποι
ἀγαθοί εἰϲι, καὶ οὐκ ἔϲτιν ὅϲτιϲ τολμήϲει φάναι ὅτι οὐ τὸ οἱ τοῦ ἄνθρωποι ἐϲτὶν ἄρθρον.
οὐκ ἄρα παρὰ τὴν ἐξαλλαγὴν τῆϲ φράϲεωϲ κατὰ τὴν μετάθεϲιν οὐχὶ τοῦ κτήματόϲ ἐϲτι τὸ ἄρθρον ἐν τῷ ὁ
ἐμὸϲ πατήρ καὶ ἐν τῷ ἐμὸϲ ὁ πατήρ. τὴν γὰρ 15 τούτων διαφορὰν
κατὰ τὸ δέον ἀκριβώϲομεν. — τὸ μέντοι δύο ἄρθρα κατὰ μιᾶϲ πτώϲεωϲ φέρεϲθαι οὐκ ἔϲτιν
ἀϲύϲτατον. ἔϲτι γοῦν φάναι ὁ πατὴρ ὁ ἐκείνου, καὶ προφανὲϲ ὅτι τῷ πατήρ τὰ δύο ἄρθρα ϲυντείωει,
 ἐπεὶ πῶϲ ἡ ἀπαράδεκτοϲ ἀντωνυμία τῶν ἄρθρων ἐν γενικῇ
πτώϲει εὐθείαϲ ἄρθρον παραδέχεται; ἀλλὰ καὶ ἔτι ἐπ᾿ ὀνομάτων, ὁ δοῦλοϲ ὁ τοῦ Ἀριϲτάρχου
πρὸϲ ἐμὲ ἦλθεν· ἰδοὺ γὰρ καὶ ἡ γενικὴ τὸ ἴδιον ἀπέχει ἄρθρον, καὶ τὰ λειπόμενα δύο
ἄρθρα εἰϲ μίαν τὴν εὐθεῖαν ἀναφέρεται. οὐκ ἄρα ἐν τῷ ὁ πατὴρ ὁ ἐμόϲ κατηνάγκαϲται τὸ
ἕτερον τῶν ἄρθρων ἐπὶ τὴν ἀντωνυμίαν φέρεϲθαι.

Ἡ οὖν ἐμοῦ δὶϲ οὖϲα γενικὴ τὸ μὲν τοῦ κτήτοροϲ ἔϲχε πρόϲωπον ἀντωνυμικόν (ἐξ οὗ καὶ τὴν
ὀνομαϲίαν εἶχε, τὸ ἀντωνυμία 
 
 
 
 
 καλεῖϲθαι), ὅπερ ὁμολογεῖ τὴν δεῖξίν του ὡριϲμένου προϲώπου καὶ ἔχει τὴν
μετάβαϲιν τὴν ἐπὶ τὸ δεύτερον καὶ τρίτον τὸ δὲ ἕτερον τοῦ ὑπακουομένου κτήματοϲ, ὃ κλίϲιν ποιεῖται
τὴν εἰϲ τὰϲ πτώϲειϲ μετάθεϲίν τε τὴν εἰϲ τὰ γένη ἀριθμούϲ τε τοὺϲ κατ᾿ ἀκολουθίαν τοῖϲ ὀνόμαϲιν. τὸ γὰρ ἀντωνυμικὸν πρόϲωπον ἐν γενικῆ μόνον νοούμενον ἄκλιτόν ἐϲτιν εἰϲ τὰϲ
πτώϲειϲ· ἡ γὰρ πτῶϲιϲ ἡ γενικὴ κρατεῖ τὴν κτητικὴν ἔννοιαν. διὰ τοῦτο κοὶ πᾶϲα κτητικὴ ἀτωνυμία μετὰ
τοῦ κτήματοϲ εἰϲ γενικὴν ἀναλύεται. καὶ φαίνεται ὅτι αἱ μὲν πρωτότυποι οὐ κλίνονται εἰϲ
τὰϲ πτώϲειϲ, αἱ δὲ κτητικαὶ οὐκ εἰϲ ἄλλο τι ἢ εἰϲ πτώϲειϲ, εἰϲ γένη καὶ εἰϲ ἀριθμούϲ.
—

Καὶ ἕνεκα τούτων τοῖϲ δύο προϲώποιϲ ἴδια μόρια παρίϲταται, τῷ μὲν ὀνοματικῷ τὸ
ἄρθρον, τῷ δὲ ἀντωνυμικῷ ἡ ϲυνή- 
 
 
 
 
 
 θωϲ ἐπιταϲϲομένη ἐπιταγματικὴ ἀντωνυμία κατὰ μίαν πτῶϲιν
τὴν γενικήν, ἣν καί φαμεν μόνην ἐγκεῖϲθαι ἐν τῇ κτητικῇ ἀντωνυμίᾳ, 
 
 ἀλλ᾿ ἐμὸν αὐτοῦ χρεῖοϲ, ὅ μοι κακὸν ἔμπεϲεν οἴκῳ {β 45}, 
 αὐτῶν γὰρ ϲφετέρῃϲιν ἀταϲθαλίῃϲιν {α 7}, 
 ἦ ἑὸν αὐτοῦ χρεῖοϲ {α 409}. 
 
 
 ἐν δὲ ἁπάϲαιϲ πτώϲεϲι τὸ ἄρθρον, καθὸ ἡ τοῦ κτήματοϲ πτῶϲιϲ,
κλίνεται, ὁ ἐμόϲ, τοῦ ἐμοῦ, τῷ ἐμῷ. ϲυμμεταπίπτει τε καὶ ἐπὶ τοῦ γένουϲ, ἡ ἐμή, τὸ ἐμόν·
προφανὲϲ γὰρ ὅτι ἓν καὶ τὸ αὐτὸ πρόϲωπον τοῦ κτήτοροϲ, διάφορα δὲ τὰ κτήματα ἐν γένει. ὁ αὐτὸϲ λόγοϲ
κἀπὶ τοῦ ἀριθμοῦ· ἔϲτω γὰρ πάλιν εἷϲ μὲν ὁ κτήτωρ, πλείονα δὲ τὰ κτήματα κατὰ πᾶν
γένοϲ, οἱ ἐμοί, αἱ ἐμαί, τὰ ἐμά. κἂν ἀμειφθῇ δὲ τὰ τοῦ ἀριθμοῦ, καὶ τὰ τοῦ ἄρθρου
ϲυναμείβεται. φέρε δὲ πλείοναϲ ἑνὸϲ ἀγροῦ ἐπικρατεῖν· φαίηϲ ἂν ὁ ἡμέτεροϲ ἀγρὸϲ ϲκάπτεται, τοῦ
ἄρθρου ἑνουμένου πρὸϲ τὸ ὑποκείμενον κτῆμα. καθὼϲ οὖν πρόκειται, ἐν ταῖϲ τοιαύταιϲ
ϲυντάξεϲιν οὐδ᾿ ὅλωϲ ἐπὶ τὴν δεῖξιν φέρεται τῶν ἀντωνυμιῶν τὰ ϲυναρτώμενα ἄρθρα. (Καὶ
αὕτη δέ ἐϲτιν ἀπόδειξιϲ τοῦ τὸ ὦ μὴ εἶναι ἄρθρον, καθὸ προτίθεται ἔϲθ᾿ ὅτε δεικτικῆϲ τῆϲ οὗτοϲ.)

Καὶ τοϲαῦτα περί τε τῶν μοναδικῶϲ προϲλαμβανόντων τὰ 
 ἄρθρα καὶ ἔτι τῶν ἀπροϲλήπτων. Ἥ γε μὴν ὑπόλοιποϲ ϲύνταξιϲ
κατὰ 25 μίαν προφορὰν πτωτικοῦ πρὸϲ τὸ δέον τοῦ λόγου τὰ
ἄρθρα προϲλή- 
 
 
 
 
 ψεται ἢ οὐ προϲλήψεται , ἵπποϲ τρέχει, ἢ ἐπὶ προεγνωϲμένῳ τῷ ἵππῳ
ὁ ἵπποϲ τρέχει· πλοῖον κατέπλευϲεν, τὸ πλοῖον κατέπλευϲεν. ἔνθεν φαμὲν
λείπειν τὸ ἄρθρον ἐν τῷ 
 
 ἀρνειὸν δ᾿ ἐμοὶ οἴῳ ἐϋκνήμιδεϲ ἑταῖροι {ι 550}, 
 
 καθὸ περὶ ἐκείνου διαλέγεται τοῦ προκατειλεγμένου ἐν τῷ 
 ὕϲτατοϲ ἀρνειὸϲ μήλων ἔϲτειχε θύραζε {ι 444} 
 
 τοῦ κτὰ νῶτα λαβών {ι 433}. 
 εἰ γὰρ μὴ οὕτωϲ εἴη, οὐ λείπει τὸ ἄρθρον. πληρέϲτερον γὰρ ἐκεῖ προϲκείϲεται, 
 
 τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμηϲα {λ 35}· 
 προκατείλεκτο γὰρ καθ᾿ ὃν καιρὸν ἐνεβιβάζετο ὑπὸ τῆϲ Κίρκηϲ.

Διήκει ὁ λόγοϲ ἐπὶ πάϲηϲ τῆϲ τῶν ῥημάτων ϲυντάξεωϲ, ὑποϲτελλομένων τῶν ἐϲομένην ὕπαρξιν
δηλούντων. ἔϲτω δὲ ὑποδείγματα, Διονύϲιοϲ ὁ γνώριμόϲ μου θέλει φιλολογεῖν, οὗτοϲ ὁ 
 ἄνθρωποϲ θέλει ἀναγινώϲκειν· καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸϲ λόγοϲ. εἰ μέντοι ἐπιφέροιτο τὸ
γενέϲθαι, τὸ καλεῖϲθαι, τὰ τούτοιϲ ϲύζυγα, 
 
 
 
 
 ἀποϲτήϲεται τὸ ἄρθρον, Διονύϲιοϲ θέλει μοι γνώριμοϲ γενέϲθαι, Θέων γραμματικὸϲ θέλει
καλεῖϲθαι, πάνυ εὐλόγωϲ· ἐϲομένην γὰρ ποιότητα τὸ ῥῆμα
ὑπαγορεύει, τὸ δὲ ἄρθρον τὴν γενομένην οἶδεν. — εἰ γοῦν προϲθείη τιϲ καὶ τὸ ἄρθρον,
ἕτερον προϲθήϲει ἐπιθετικόν, ἐφ᾿ ὃ ἐπενεχθήϲεται τὸ ῥῆμα, ἐπεὶ τὸ ἄρθρον ἀπηνέγκατο τὸ ἕτερον, ὡϲ
 ἂν ἐν γνώϲει προϋφεϲτώϲῃ, Διονύϲιοϲ ὁ γνώριμόϲ μου θέλει γενέϲθαι φιλόϲοφοϲ. (προφανὲϲ γὰρ πάλιν ὅτι, εἰ τὸ ἄρθρον τιϲ ἀφέλοι, ἀκατάλληλον τὸ τοῦ λόγου
γένοιτ᾿ ἄν, τοῦ ῥήματοϲ οὐ δυναμένου εἰϲ τὰ δύο ἐπίθετα ἐγχωρῆϲαι. καὶ κατ᾿ ἄλλαϲ δὲ
ϲυντάξειϲ δύο ὀνομάτων εἰϲ ἕν πρόϲωπον ϲυντεινόντων διαφορά τίϲ ἐϲτι τῶν προκατειλεγμένων ῥημάτων. ἐξ ὧν καὶ ὁ Τρύφων {p 24 Vele.} ἤρξατο τὴν ἐν τοῖϲ ἄρθροιϲ ϲύνταξιν παραδιδόναι, τῶν
προκατειλεγμένων τρόπων οὐδὲ ἔννοιαν παραθέμενοϲ.)

, Τὰ δὲ ἐπιθετικὰ ἐπὰν ϲυντάϲϲηται κυρίοιϲ ὀνόμαϲι, πάντωϲ ϲὺν ἄρθροιϲ λέγεται, εἰ μὴ τὰ
ὑπαρκτικὰ τῶν ῥημάτων ἐπιφέροιτο, ὁ 
 γραμματικὸϲ Τρύφων ἀναγινώϲκει, ὁ φιλόϲοφοϲ Δίων περιπατεῖ. 
 
 
 καὶ οὐκ ἄλλωϲ ἀποϲτήϲεται τὸ ἄρθρον, εἰ μὴ ὑπαρκτικὴ μετοχὴ ἐπενεχθείη, γραμματικὸϲ ὢν
Τρύφων ἀναγινώϲκει, φιλόϲοφοϲ ὢν Δίων διαλέγεται, πάνυ εὐλόγωϲ διὰ τὴν νῦν ἐμφανιζομένην ποιότητα διὰ τῆϲ ὤν. οὐ γὰρ ἐν ῥήματι τὸ τοιοῦτον ἐδύνατο παραληφθῆναι ἕνεκα τοῦ
ἐπιφερομένου ῥήματοϲ, ἐπεὶ δύο ῥήματα οὐ δύναται μίαν
ϲύνταξιν ἐπιδέξαϲθαι δίχα ϲυμπλοκῆϲ. καὶ ϲαφὲϲ ἐκ τοῦ ὑποδείγματοϲ, τοῦ μὲν προειρημένου ὁ φιλόϲοφοϲ
Δίων διαλέγεται, τοῦ δὲ δευτέρου φιλόϲοφοϲ ὢν Δίων διαλέγεται, τοῦ δὲ τρίτου φιλόϲοφόϲ
ἐϲτι Δίων καὶ διαλέγεται· οὐ γὰρ ϲυϲτήϲεται δίχα τοῦ 
 καί ϲυνδέϲμου, φιλόϲοφόϲ ἐϲτι Δίων διαλέγεται.(εἴρηται δὲ ἀκριβέϲτερον ἡ τοιαύτη
ϲύνταξιϲ ἐν τῷ περὶ μετοχῶν, ἐν ᾧ καὶ ἐπεδείξαμεν ὡϲ τὸ 
 αὐτὰρ ὁ βηριϲον τε καὶ Ἄντιφον ἐξεναρίξων {Λ 101 }, 
 
 εἰ μέν ἐϲτιν ὄνομα τὸ βηριϲον, ἐπὶ ῥῆμα πάντωϲ τὸ ϲυγκλεῖον τὴν διάνοιαν
ἀναχθήϲεται τὸ τέλοϲ, λέγω τὸ ἐξενάριξεν· εἰ δὲ ἔγκειται τὸ βῆ ῥῆμα, ἀνέφικτον μὲν τὸ
τοῦ ῥήματοϲ, κατάλληλον δὲ τὸ τῆϲ μετοχῆϲ, λέγω τὸ ἐξεναρίξων.)

Τῇ προκειμένῃ ϲυντάξει ἄ ρα διαφόρωϲ τὰ ἄρθρα προϲτεθήϲεται, 
εἰ, ὡϲ εἴπομεν, τὰ ἐπιφερόμενα ῥήματα πρώτηϲ κατηγοροίη ποιότητοϲ. πάλιν δὲ ἔϲτω ὑποδείγματα τοῦ μὲν
προτέρου ὁ γραμμα τικὸϲ Τρύφων ἀείδει (ἦν γὰρ ἀϲύνετον φάναι ὁ Τρύφων γραμματικὸϲ 
ἀείδει)· τοῦ δὲ δευτέρου ὁ Τρύφων γραμματικὸϲ καλεῖται· ται· ὁ γραμματικὸϲ Τρύφων
παρεγένετο, ὁ Τρύφων γραμματικὸϲ παρ εγένετο. καὶ ϲαφὲϲ ὅτι τὰ ῥήματα κατηγοροῦντα τοῦ
 
 
 
 ἐπιθετικοῦ εὐλόγωϲ τὴν τοῦ ἄρθρου ϲύνταξιν παρείλετο. (ἔνθεν δὲ τὰ τῆϲ ἀναϲτροφῆϲ δῆλα,
 
 
 
 οὕνεκα τὸν Χρύϲην ἠτίμαϲεν ἀρητῆρα {A 11}. 
 εἰ γὰρ ἀφέλοι τιϲ τὸ ἠτίμαϲεν, ἀντιθείη δὲ τὸ ὠνόμαϲε, διάφορον πάλιν ἕξει τὴν
ϲύνταξιν, οὕνεκα τὸν Χρύϲην ὠνόμαϲεν ἀρητῆρα.)

, Ἡ αὐτὴ ϲύνταξιϲ καὶ ἐν προϲηγορικοῖϲ καὶ ἐν ἐπιθετικοῖϲ, ὁ λευκὸϲ ἵπποϲ τρέχει, ὁ
ἵπποϲ λευκόϲ ἐϲτιν. εἰ μέντοι εἴη δύο ἐπιθετικά, δύο καὶ τὰ ἄρθρα προϲγίνεται, πάλιν τῶν
προειρημένων ῥημάτων ὑποϲτελλομένων, ὁ ϲεμνόϲ, ὁ καλὸϲ ὑβρίζεται· ὁ φρόνιμοϲ, ὁ ἀγαθὸϲ ἐξέϲτη τοῦ καθήκοντοϲ. προῦπτον τὸ ἀκατάλληλον, εἰ ὑφέλοι τιϲ τὸ ἕτερον τῶν ἄρθρων. καὶ
δῆλόν ἐϲτιν ὡϲ οὐ τὸ ἕτερον 
 
 
 
 
 θατέρῳ ἐκχωρεῖ τοῦ ἄρθρου, καθὸ ἀπὸ μιᾶϲ ὕληϲ τῶν ὀνομάτων ἄγεται. τοῦ δὲ ἑτέρου ὁ
ϲεμνὸϲ ϲοφόϲ ἐϲτιν, ὁ ϲεμνὸϲ φρόνιμόϲ ἐϲτιν, ὁ ϲώφρων ἀγαθόϲ ἐϲτιν, ὁ ἀγαθὸϲ ϲώφρων
ἐϲτίν· καὶ ἐπὶ τῶν ἄλλων ῥημάτων ὁ αὐτὸϲ λόγοϲ.

Ϲυμφέρεται τοῖϲ ὀνόμαϲι καὶ ἡ τῶν μετοχῶν ϲύνταξιϲ, 
 καθ᾿ ὃν ἐπεδείξαμεν λόγον ἐν
τῷ περὶ μετοχῶν. μετὰ μὲν οὖν κυρίων, ἡνίκα οὕτω φαμέν, ὁ Πτολεμαῖοϲ γυμναϲιαρχήϲαϲ
ἐτιμήθη, ὁ Διονύϲιοϲ τυραννήϲαϲ ἐμέμφθη, ὅπερ καὶ χωρὶϲ ἄρθρου τὸν αὐτὸν λόγον ϲυγκλείει. καὶ ἡ μὲν τοιαύτη ϲύνταξιϲ χρονικῶϲ νοεῖται, μετὰ τὸ γυμναϲιαρχῆϲαι ἐτιμήθη, μετὰ τὸ τυραννῆϲαι6 ἐμέμφθη. εἰ δὲ αἱ μετοχαὶ προϲλάβοιεν
τὰ ἄρθρα, πλειόνων Πτολεμαίων ἐμφάνιϲιϲ 
 
 
 
 νοεῖται, ὥϲτε οὐκ ἀπιθάνωϲ ἔϲτιν φάναι ὡϲ τὰ ἑνικὰ ἄρθρα παρεμφαίνειν καὶ πλῆθοϲ. εἰ γὰρ τῇδέ τιϲ ἀποφαίνοιτο, ὁ γυμναϲιαρχήϲαϲ Πτολεμαῖοϲ
ἐτιμήθη, οὐχ ἕνα δηλώϲει Πτολεμαῖον, πλείοναϲ δέ, ἐξ ὧν ὁ εἷϲ τιμῆϲ μετέλαβεν. ὅτι γὰρ τὸ ἄρθρον
αἴτιόν ἐϲτιν τῆϲ παρεμφάϲεωϲ 
 
 τοῦ πλήθουϲ, ϲυμφανὲϲ ἐκ τοῦ ἀποβαλλομένου ἄρθρου· ὁ γυμναϲιαρχήϲαϲ Πτολεμαῖοϲ ἐτιμήθη,
καὶ πάλιν τοῦ ἑνὸϲ νοουμένου Πτολεμαίου, γυμναϲιαρχήϲαϲ Πτολεμαῖοϲ ἐτιμήθη. —

Ἔϲτι καὶ ἐν προϲηγορικοῖϲ ἡ τοιαύτη ϲύνταξιϲ. ἐφ᾿ οὗ καὶ τρίτοϲ λόγοϲ
ἀνακύπτει. καὶ ἔϲτω ὁ μὲν πρῶτοϲ τοιοῦτοϲ, χρονικὴν διαφορὰν παρεμφαίνων, ὁ παῖϲ
δειπνήϲαϲ κοιμάϲθω· ὁ δὲ δεύτεροϲ, ἡνίκα πλῆθοϲ παρεμφαίνεται, ὁ δειπνήϲαϲ παῖϲ
κοιμάϲθω, ἐφ᾿ οὗ καὶ ἀοριϲτώδηϲ ἡ ϲύνταξιϲ γίνεται τοῦ ἄρθρου, ἔνθεν καὶ οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ τὰ τοιαῦτα
μόρια ἀοριϲτώδη ἐκάλεϲαν· τρίτοϲ δὲ ὃϲ τὴν αὐτὴν μὲν ἔχει ϲύνταξιν, οὐ μὴν ἀοριϲτωδῶϲ πάντωϲ
νοεῖται, ἀναφορικῶϲ δέ. φέρε γάρ τινα 
 
 δειπνῆϲαι τῶν παίδων καὶ κατὰ τούτου γίνεϲθαι τὰ τῆϲ προϲτάξεωϲ· καὶ πάλιν τὰ τοῦ λόγου
τῇδε καταϲτήϲεται, ὁ δειπνήϲαϲ παῖϲ κοιμάϲθω, καθὼϲ εἰ ἐν παιϲὶν ἀτακτήϲειεν παῖϲ, ἐφ᾿ οὗ ἂν φαίη ὁ
διδάϲκαλοϲ 
 
 
 
 ὁ ἀτακτήϲαϲ παῖϲ τυπτέϲθω.

Οὐκ ἔϲτιν ἡ πρώτη ϲύνταξιϲ ἐντριβεϲτέρα χωρὶϲ
ἄρθρων λεγομένη, καθάπερ ἡ ἐπὶ τῶν κυρίων, εἴγε τὰ κύρια διὰ τὴν ἐν αὐτοῖϲ ἰδιότητα οὐχ οὕτωϲ
προϲδέεται τοῦ ἄρθρου, καθάπερ τὰ κοινὴν ἔννοιαν ἔχοντα. δυνάμει γὰρ ϲυϲτέλλεται ἐκ τῆϲ
πολλῆϲ ποιότητοϲ τῇ παραθέϲει τοῦ ἄρθρου, εἴγε ἀοριϲτῶδεϲ μὲν τὸ παῖϲ δειπνήϲαϲ
ἐκοιμήθη, οὐ μὴν τὸ ὁ παῖϲ δειπνήϲαϲ ἐκοιμήθη. εὐπαράδεκτον δὲ τὸ ὁ Πτολεμαῖοϲ δειμπαται.
ἐκοιμήθη, οὐχ οὕτωϲ ἀπαιτοῦν τὸ ἄρθρον.

Οἷόν τὲ ἐϲτιν τοῖϲ προϲηγορικοῖϲ ὀνόμαϲι προϲνέμειν ἄρθρον καὶ ταῖϲ
ϲυνταϲϲομέναιϲ ϲομέναιϲ μετοχαῖϲ, ὁ παῖϲ ὁ δειπνήϲαϲ κοιμᾶται, καθότι καὶ ἐπὶ τῶν
προϲηγορικῶν καὶ ἐπιθετικῶν, ὁ ἵπποϲ ὁ λευκὸϲ τρέχει· ὅπερ ταὐτὸν ϲυνάγει τοῖϲ ἀπὸ τοῦ
ἐπιθετικοῦ ἀρχομένοιϲ ϲὺν τῷ ἄρθρῳ καὶ τοῖϲ ἀπὸ μετοχῆϲ, ὁ λευκὸϲ ἵπποϲ τρέχει, ὁ δειπνήϲαϲ παῖϲ
κοιμᾶται. ἃ δὴ καὶ μᾶλλον καταλληλότερά ἐϲτιν τῶν ὑπερκειμένων.

Ἔτι κἀκεῖνο τηρητέον, ὡϲ ἡ προϲτακτικὴ ἐκφορὰ τῶν ῥημάτων 
 μάτων αἰτία γίνεται τοῦ ἀοριϲτωδῶϲ νοεῖϲθαι τὴν ϲύνταξιν τοῦ
ἄρθρου καὶ τῆϲ μετοχῆϲ, ὁ τυραννοκτονήϲαϲ τιμάϲθω. ἡ γὰρ
ὁριϲτικὴ ἔγκλιϲιϲ ἐπὶ ἐνεϲτῶϲι καὶ παρῳχημένοιϲ ἀναφορικωτέραν τὴν ϲύνταξιν ποιεῖται, 
 ὁ τυραννοκτονήϲαϲ τιμᾶται, ὁ τυραννοκτονήϲαϲ ἐτιμήθη. πάλιν γὰρ ἡ τοῦ μέλλοντοϲ
ἀοριϲτωδῶϲ νοεῖται καθ᾿ ἣην προεκτεθείμεθα τήρηϲιν, ὁ
τυραννοκτονήϲαϲ τιμηθήϲεται, πάνυ εὐλόγωϲ, εἴγε τὰ γινόμενα καὶ γεγονότα εὔδηλα, τὰ δὲ ἐϲόμενα
ἀδηλότερα καὶ ἐντεῦθεν ἀοριϲτοῦται τὰ τῆϲ ϲυντάξεωϲ. Καὶ προφανῶϲ ἐκ τοῦ τοιούτου δείκνυται 
 ὡϲ ἅπαντα τὰ προϲτακτικὰ ἐγκειμένην ἔχει τὴν τοῦ μέλλοντοϲ διάθεϲιν, προϲταϲϲόμενα ἢ
εἰϲ παρατατικὴν διάθεϲιν ἢ εἰϲ ὑπερ 
 
 
 
 
 ϲυντελικήν. ϲχεδὸν γὰρ ἐν ἴϲῳ ἐϲτὶν τὸ ὁ τυραννοκτονήϲαϲ τιμάϲθω τῷ τιμηθήϲεται κατὰ
τὴν τοῦ χρόνου ἔννοιαν, τῇ ἐγκλίϲει διηλλαχόϲ, καθὸ τὸ μὲν
προϲτακτικόν, τὸ δὲ ὁριϲτικόν. — (

Πῶϲ οὖν οὐ γελοῖοί εἰϲιν οἱ μὴ ὑπολαβόντεϲ ῥήματα προϲτακτικὰ
μέλλοντοϲ 
 χρόνου, ὅπου γε πάντα ϲυνωθεῖται εἰϲ τὴν τοῦ μέλλοντοϲ ἔννοιαν; ἐπὶ γὰρ μὴ
γινομένοιϲ ἢ μὴ γεγονόϲιν ἡ πρόϲταξιc τὰ δὲ μὴ γινόυενα ἢ μὴ γεγονότα, ἐπιτηδειότητα δὲ ἔχοντα εἰϲ
τὸ ἔϲεϲθαι, μέλλοντόϲ ἐϲτιν, Εἴγε καὶ τῶν προϲταχθέντων τὰ μὴ γινόμενα τὸν λόγον ἔχει
μετὰ ἀποφάϲεωϲ καὶ τῆϲ τοῦ μέλλοντοϲ ἐννοίαϲ, οὐ δυνήϲομαι, οὐ ποιήϲω. κἂν γὰρ οὕτω φαμέν, οὐ
δύναμαι βαϲτάϲαι, ἐν ἴϲῳ ἐϲτὶ τῷ 
 οὐ δυνήϲομαι. εἰϲ τὸ γίνεϲθαι οὖν ἢ γενέϲθαι ἡ πρόϲταξιϲ γίνεται, ἀποφαϲκομένη μετὰ τῆϲ
τοῦ μέλλοντοϲ ἐννοίαϲ, εἰϲ μὲν παράταϲιν, ϲκαπτέτω τὰϲ ἀμπέλουϲ,
εἰϲ δὲ ϲυντελείωϲιν, ϲκαψάτω τὰϲ ἀμπέλουϲ.

Τί δὲ τὸ ταράξαν τοὺϲ παραδεξαμένουϲ μέλλοντοϲ προϲτακτικά; Μόνον τὸ γραψέτω καὶ
γραψάτω καὶ τὸ 
 
 
 
 
 
 
 οἶϲε θέειον, γρπΰ {χ 481}, 
 ἅπερ ἀπολύεται ἐντελέϲτερον ἐν τῷ περὶ προϲτακτικῶν· ἀπαιτοῦντοϲ δὲ καὶ νῦν τοῦ
λόγου ὀλίγα παραθηϲόμεθα, ὅτι ποιητικώτερον μὲν τὸ οἶϲε κατ᾿ ἐναλλαγὴν εἴρηται φωνῆϲ τῆϲ φέρε, τῆϲ
δὲ γραψάτω τὸ γραψέτω καὶ τὰ ὅμοια, οὐ κατὰ διάφορον μὲν χρόνον,
κατὰ δὲ ἐκλογῆν ὀνόματοϲ, ὁπότερον εἴη κατωρθωμένον, καθάπερ ἤδη προεμελετήθη ἡ τοιαύτη
ζήτηϲιϲ ἐν τῇ ὁριϲτικῇ ἐγκλίϲει, ἔγραψαϲ ἢ ἔγραψεϲ, οὐ διαφορᾶϲ οὔϲηϲ χρονικῆϲ, αὐτὸ δὲ μόνον
γραφῆϲ, δυναμένηϲ οὐκ ἀπιθάνωϲ παραλαμβάνεϲθαι, ὡϲ ἐπιδείκνυμεν ἐν τῷ περὶ ῥημάτων.)

Αἱ προκείμεναι ϲυντάξειϲ, ὑποϲτελλομένων τῶν κυρίων ὀνομάτων, 
ἀδιαφόρωϲ ἔχουϲι τὰϲ ἀναϲτροφὰϲ χωρὶϲ ἄρθρου λεγομέναϲ, ἄνθρωποϲ δραμὼν ἐνίκηϲεν,
δραμὼν ἄνθρωποϲ ἐνίκηϲεν· ἄνθρωπον ἀγαθὸν ὕβριϲαϲ, ἀγαθὸν ἄνθρωπον ὕβριϲαϲ. οὐκ ἐπιζητήϲει οὖν τὸ
ἄνδρα πολύτροπον {α 1} πάντωϲ ἄρθρον, χωρὶϲ εἰ 
 μὴ τὸν κατ᾿ ἐξοχὴν ἄνδρα θέλοιμεν διαϲτεῖλαι, (καθὼϲ ἐδιδάξαμεν κἀν ταῖϲ ἀρχαῖϲ ὡϲ καὶ
ἐξοχῆϲ παραϲτατικὰ τὰ ἄρθρα, ὅτε οὕτω φαμέν, οὗτόϲ ἐϲτιν ὁ ἀνήρ, οὗτόϲ ἐϲτιν ὁ γραμματικόϲ), καθότι
ἔϲτιν ἐπινοῆϲαι κἀν ταῖϲ κατὰ γενικὴν κτητικαῖϲ ϲυντάξεϲιν. —

μοναδικαὶ γὰρ οὖϲαι αἱ κτήϲειϲ τὸ ἄρθρον ἀπαιτοῦϲιν, οὐ τῇδε δὲ ἔχουϲαι 10 καὶ
χωρὶϲ ἄρθρων λέγονται. τοῦ μὲν προτέρου ἡ ψυχή ϲου ἀγαθή ἐϲτιν, ἡ μοῖρα ἡ Νέϲτοροϲ
πολυχρόνιοϲ ἦν τοῦ δὲ ἑτέρου θεράπαινά ϲου πρὸϲ ἐμὲ ἦλθεν, γνώριμοϲ Ἀριϲτάρχου διελέξατό μοι. ταῦτα
γὰρ εἰ ἐθέλοι τιϲ μοναδικῶϲ ἐκθέϲθαι, προϲθήϲει ἄρθρον, 
 
 
 
 ἡ θεράπαινά ϲου, ὁ γνώριμοϲ Ἀριϲτάρχου. καὶ πολλῶν ὑπουϲῶν νεῶν φαίη τιϲ
ἂν ναῦϲ ϲου κατέπλευϲεν, ναῦϲ ϲου ἕϲτηκεν ἐν τῷ λιμένι· μοναδικῆϲ δὲ πάλιν τῆϲ κτήϲεωϲ νοουμένηϲ
προϲθείη τιϲ ἂν τὸ ἄρθρον, καθὼϲ κἀκεῖνο νοητέον λείπειν 
 
 νηῦϲ δέ μοι ἧδ᾿ ἕϲτηκεν {α 185}, 
 καθὼϲ ἐν ἑτέροιϲ ἐδιδάξαμεν. 
 νῦν δ᾿ ὧδε ξὺν νηἴ κατήλυθον {α 182} 
 ὑπαγορεύει γὰρ ξὺν μιᾷ νηΐ· ξυμφανὲϲ κἀκ τοῦ ὧδε, ϲημαίνοντοϲ τὸ οὕτωϲ ὡϲ ὁρᾷϲ, οὐχ ὡϲ ἐπέβαλλεν βαϲιλεῖ. Προδήλωϲ οὖν κἀκεῖνο 
 λείπει ἄρθρῳ 
 μῆνιν ἄειδε θεά {A 1}, 
 τὴν Ἀχιλλέωϲ οὐλομένην μῆνιν ἓν γὰρ τὸ πάθοϲ, ὡϲ μοῖρα, ὡϲ ψυχή.

Ἀκολούθωϲ χωρητέον καὶ ἐπὶ τὰϲ πυϲματικὰϲ ϲυντάξειϲ. Τὸ 
δὴ τίϲ ϲυντάϲϲεται κυρίοιϲ ὀνόμαϲιν μετὰ ῥήματοϲ τοῦ ὀνομάζεται ἤ 
 ἔϲτιν ἤ τινοϲ τῶν ϲυνωνυμούντων, ἀνθυποφορὰν δὲ ἔχει τὴν ἐκ τοῦ πύϲματοϲ ἀντωνυμικήν,
τίϲ Τρύφων ὀνομάζεται; τίϲ Τρύφων 
 
 
 
 λέγεται; πρὸϲ ὅν φαμεν ἐγώ ἢ οὗτοϲ ἤ τι τῶν ϲυζύγων. ἢ
ἀντεϲτραμμένωϲ μετὰ ἀντωνυμίαϲ, ἀνθυποφορᾶϲ οὔϲηϲ ὀνοματικῆϲ. διὰ μὲν γὰρ ἄγνοιαν καταϲτήματόϲ φηϲιν
ὁ Νέϲτωρ 
 
 τίϲ δ᾿ οὗτοϲ κατὰ νῆαϲ ἀνὰ ϲτρατὸν ἔρχεαι οἶοϲ {Κ 82}; 
 ᾧ ἀνθυπηνέχθη τὸ 
 
 γνώϲεαι Ἀτρείδην Ἀγαμέμνονα {Κ 88} 
 
 ὁ μέντοι Πρίαμοϲ ὁρῶν τὸν Ἀλγαμέμνονα πεῦϲιν ποιεῖται τὴν κατὰ τοῦ κυρίου ὀνόματοϲ,
πρὸϲ ὃν πάλιν ὑπάγεται τὸ 
 οὗτοϲ δ᾿ Ἀτρείδηϲ {Γ 178}, 
 ἀναγκαίωϲ ϲυνενεχθείϲηϲ τῷ ὀνόματι τῆϲ δεικτικῆϲ ἀντωνυμίαϲ, ἵνα 
 ἀφορίϲῃ τὸ τοῦ Ἀγαμέμνονοϲ πρόϲωπον πολλῶν ϲυνόντων.

καὶ ϲαφὲϲ ἐντεῦθεν ὡϲ διὰ μὲν τῆϲ
ὀνοματικῆϲ ϲυντάξεωϲ τὴν οὐϲίαν ἐπιζητοῦμεν τοῦ ὑποκειμένου (ταύτην γὰρ μόνον αἱ ἀντωνυμίαι
ἐμφαίνουϲι, τῆϲ ὑπ᾿ αὐτῶν δείξεωϲ ϲυνεξηγουμένηϲ τὰ παρεπόμενα, ἔνθεν ἐπὶ 
 
 
 πᾶν ὑποκείμενον ϲυντείνουϲιν), διὰ μέντοι τῆϲ ἀντωνυμικῆϲ ϲυντάξεωϲ τῆϲ μὲν οὐϲίαϲ
ἐπιλαμβανόμεθα, τῆϲ δὲ ἐπιτρεχούϲηϲ ἰδιότητοϲ κατὰ τὴν τοῦ ὀνόματοϲ θέϲιν οὐκέτι. καὶ δῆλον ὡϲ ἀντὶ
τῶν κυρίων ὀνομάτων εἰϲὶν αἱ ἀντωνυμίαι, εἴγε διὰ τῆϲ ἐξ αὐτῶν πεύϲεωϲ τὰ κύρια νοεῖται, κἀκ τῆϲ τῶν κυρίων πάλιν τὰ ἀντωνυμικὰ ἀνθυπάγεται. —

Εἰ μέντοι γε μόνον παραλαμβάνοιτο τὸ τίϲ, οἷόν τέ ἐϲτιν καὶ τὰ ὑπόλοιπα ῥήματα ϲυντάϲϲεϲθαι, τίϲ περιπατεῖ; τίϲ ἀναγινώϲκει, ἐφ᾿ ὧν
ἀνθυπαγωγὴ γινομένη διὰ μὲν ἀντωνυμίαϲ οὐκέτι δέεται ἑτέραϲ πεύϲεωϲ, εἰ φαίημεν ἐγώ ἢ οὗτοϲ
(ὡριϲμένα γὰρ πρόϲωπα ἐμφαίνει), 
 ἐπὶ δὲ ὀνομάτων διὰ τὴν παρεπομένην ὁμωνυμίαν οὐκ ἐν τῷ αὐτῷ ὁριϲμῷ ἀνθυπάγεται ἡ
ϲύνταξιϲ. φαμένου γάρ τινοϲ Αἴαϲ, ἀνθυπαχθήϲεται ὁπότεροϲ; διὰ τὴν προειρημένην ὁμωνυμίαν· ᾧ πάλιν
ἀνθυπαχθήϲεται τὸ ἰδίᾳ παρακολουθῆϲαν τῷ ἑτέρῳ, καθὼϲ προείπομεν, μετὰ ϲυντάξεωϲ
ἀρθρικῆϲ, τὸ ὁ μέγαϲ ἢ ὁ Τελαμώνιοϲ, 
 
 Αἴαϲ δ᾿ ὁ μέγαϲ αἰὲν ἐφ᾿ Ἕκτορι {Π 358}, 
 πάνυ εὐλόγωϲ, ἐπεὶ τὰ ἐπιθετικὰ μετὰ κυρίων ἐκφερόμενα ϲὺν ἄρθρῳ παραλαμβάνεται·
τοιοῦτον γάρ ἐϲτιν τὸ ὅλον, Αἴαϲ δ᾿ ὁ Τελαμώνιοϲ, Αἴαϲ
δ᾿ ὁ μέγαϲ, Αἴαϲ δ᾿ ὁ Ϲαλαμίνιοϲ. πάλιν γὰρ ἐκεῖ ἐδείξαμεν λείπειν τὸ ἄρθρον, 
 
 ἀλλά περ οἶοϲ ἴτω Τελαμώνιοϲ ἄλκιμοϲ Αἴαϲ {M 349}.

Μετὰ μέντοι προϲηγορικῶν καὶ τῶν προειρημένων ῥημάτων ϲύνταξιϲ ταξιϲ
ἀρθρικὴ γίνεται, τίϲ ὁ ἄνθρωποϲ καλεῖται. πάνυ εὐλόγωϲ· πάλιν γὰρ τὸ τίϲ τὸ ἴδιον
ἐπιζητεῖ τοῦ ὀνόματοϲ, τοῦ κοινοῦ προεγνωϲμένου. Μετὰ δὲ τῶν μετοχῶν κατὰ τὴν τῶν ῥημάτων ἐπιφορὰν
εἱ προϲθέϲειϲ τῶν ἄρθρων γίνονται, ἢ οὐ πάλιν. ϲυμφερέϲθω τὸ λέγεται, 
 ὀνομάζεται, καλεῖται, καὶ ϲυνοιϲθήϲεται τὸ ἄρθρον, τίϲ ὁ δραμὼν
καλεῖται; τίϲ ὁ νικήϲαϲ ὀνομάζεται, εἰ μὴ γὰρ τῇδε ἔχοι, οὐδὲ τὸ ἄρθρον προϲτίθεται, τίϲ
δραμὼν ἐϲτεφανώθη; τίϲ παλαίϲαϲ ἐδοξάϲθη, τίϲ ἀναγνοὺϲ ἐτιμήθη; καὶ πρόδηλοϲ πάλιν ἡ αἰτία, εἴγε τὰ
μὲν μετὰ ἄρθρων εἰρημένα γνῶϲιν τούτου διὰ τῆϲ μετοχῆϲ ἐπαγγέλλεται, 
 καθὸ μόνον ἐνήργηϲεν, οὐ μὴν τὴν ἰδίαν παρακολουθοῦϲαν θέϲιν τοῦ ὀνόματοϲ· ἡ γὰρ δίχα
τοῦ ἄρθρου ϲύνταξιϲ λεγομένη ζητεῖ τὸ πρόϲωπον διὰ τοῦ τίϲ τὸ τῆϲ μετοχῆϲ. — (

Ἐντεῦθεν οὖν ϲυνάγεται 
 
 
 
 ὡϲ τὸ ἐρωμένη ὀνοματικὴν ἔχει ϲύνταξιν. ἰδοὺ γὰρ χωρὶϲ ἄρθρου φαμέν, ἐπιφερομένου
ῥήματοϲ τοῦ ὀνομάζεται ἢ ἔϲτιν τινοϲ τῶν τοιούτων, τίϲ ἐρωμένη ἐϲτὶ θέωνοϲ; ὡϲ εἰ καὶ
φαίη τιϲ τίϲ δούλη ἐϲτὶ Θέωνοϲ; ὅπερ οὐ παρακολουθήϲει,
ὡϲ προείρηται, ἐν μετοχῇ, τίϲ νικωμένη ἐϲτὶν Θέωνοϲ, μετὰ μέντοι ἄρθρου καὶ τῆϲ ὑπό προθέϲεωϲ κατὰ γενικὴν τὴν ϲυνοῦϲαν διὰ τὸ πάθοϲ. ἐφ᾿ ἧϲ πάλιν ϲυντάξεωϲ οὐ παρείπετο,
λέγω ἐπὶ τοῦ ἐρωμένη ἐϲτὶν θέωνοϲ· ἅπαξ γὰρ ἡ ϲύνταξιϲ οὐ παραδεξαμένη τὸ ἄρθρον οὐδὲ τὴν ὑπόλοιπον
 ϲύνταξιν τῆϲ μετοχῆϲ ἀπεδίδου.)

, Τὸ ποῖοϲ μετὰ προϲηγορικῶν ϲυνταϲϲόμενον, ἡνίκα τὸ ἔϲτιν ἐπιφέρεται, ἐπιδέχεται ϲύνταξιν τὴν
τοῦ ἄρθρου, ποῖοϲ ὁ ἄνθρωπόϲ ἐϲτιν; ἄλλου δὲ ῥήματοϲ ἐπιφερομένου
ἀνέφικτοϲ ἡ πρόϲθεϲιϲ τοῦ ἄρθρου, ποῖοϲ ἄνθρωποϲ ἐνίκηϲεν; Καὶ τὰ ὑπόλοιπα δὲ πευϲτικὰ περὶ τὰϲ
αὐτὰϲ ϲυντάξειϲ καταγίνεται, πόϲοϲ ὄχλοϲ ἐν τῇ 
 ἀγορᾷ διατρίβει; πόϲοϲ ὄχλοϲ ἐϲτὶν ἐν Ἀλεξανδρείᾳ; καὶ μετὰ 
 
 
 
 ἄρθρου γὰρ ἡ τοιαύτη ϲύνταξιϲ. πηλίκοϲ ἄνθρωποϲ ἐνίκηϲεν τὰ Ὀλύμπια;
πηλίκοϲ ὁ παῖϲ, πηλίκοϲ ὁ ἀνήρ ἐϲτι; πρόδηλον ὡϲ διὰ τὴν τοῦ ἔϲτιν ϲύνταξιν.

Τὸ τίϲ καὶ τὸ πότεροϲ καὶ ἐπὶ τὰϲ πλαγίουϲ πληθυντικὰϲ φέρεται πάντωϲ ϲὺν ἄρθροιϲ
λεγομέναϲ, χωρὶϲ εἰ μὴ ἀντωνυμικαὶ εἴηϲαν, 
 τίϲ τῶν ἑταίρων παραγίνεται; τίϲ τῶν Τρώων ὑπερμαχεῖ; καὶ ἐπὶ κυρίων, πότεροϲ τῶν
Αἰάντων ἰϲχυρότεροϲ, ἐφ᾿ ὧν πάλιν ἡ προαποδεδομένη
ἀνθυπαγωγὴ παραλαμβάνεται. καὶ ἔτι ἐπ᾿ ἀντωνυμιῶν, τίϲ ἡμῶν; πότεροϲ ὑμῶν πότεροϲ
αὐτῶν; (πῶϲ οὖν οὐ γελοῖοι οἱ καὶ τὸ ἄλλοϲ ἀντωνυμίαν παραδεξάμενοι; ἰδοὺ γὰρ ϲὺν 
ἄρθροιϲ φαμὲν τίϲ τῶν ἄλλων ἀνθρώπων;)

Τῶν προειρημένων ϲυντάξεων αἱ μὴ δυνάμεναι τὰ ἄρθρα 
 προϲλαβεῖν, ἀμείψαϲαι τὸ πτωτικὸν πύϲμα εἰϲ ἐπιρρηματικόν, δεκτικαὶ γίνονται ἄρθρου.
ποῖοϲ ἄνθρωποϲ ἐνίκηϲεν; πῶϲ ὁ ἄνθρωποϲ ἐνίκηϲεν, τίϲ δραμὼν
ἐνίκηϲεν; πῶϲ ὁ δραμὼν ἐνίκηϲεν; πόϲοϲ ὄχλοϲ παραγίνεται, πότε ὁ ὄχλοϲ παραγίνεται;
Ἔϲτω οὖν καὶ τοιαύτη ἡ ϲύνταξιϲ, ποῖαι τῶν Τρώων φυλακαὶ φυλάϲϲονται; καὶ κατὰ τὴν
προκειμένην αἰτίαν μεταλαμβανέϲθω τὸ ἐπίρρημα, καὶ 
 
 
 
 πάντωϲ ἄρθρον ἀπαιτήϲει, πῶϲ αἱ τῶν Τρώων φυλακαί;

Τί οὖν οὐχὶ προϲεπηνέχθη ἐκεῖ πρὸϲ τοῦ Ἀριϲτάρχου, 
 πῶϲ δαὶ τῶν ἄλλων Τρώων {K 408}, 
 
 καὶ τοῦ λόγου ἀπαιτοῦντοϲ τὸ ἄρθρον καὶ τῆϲ φωνῆϲ ἐγκειμένηϲ τοῦ ἄρθρου; πρὸϲ οἷϲ
οὐ μόνον διὰ τὸ προειρημένον πύϲμα τὸ ἄρθρον 
 
 
 
 ὀφείλει παραλαμβάνεϲθαι, ἀλλὰ καὶ καθὸ αἱ γενικαὶ μετὰ ἄρθρου λεγόμεναι κατὰ ϲύνταξιν
τὴν τῶν κτημάτων ἔχουϲιν καὶ τὰ κτήματα ϲὺν ἄρθροιϲ
λεγόμενα, αἱ τῶν Ἑλλήνων πόλειϲ ἐπανέϲτηϲαν τοῖϲ βαρβάροιϲ. ἀϲύνετον γὰρ τὸ δίχα τοῦ ἄρθρου· χρὴ γὰρ
ἀμφότερα ϲυναναφέρεϲθαι, ἐπεί τοι, εἰ λείψει τὸ ἄρθρον τοῦ πόλειϲ, ἔϲται ὁ λόγοϲ παραλαμβάνων τὸ τινέϲ, μερικωτέραϲ τῆϲ ἐπαναϲτάϲεωϲ γινομένηϲ, τῶν Ἑλλήνων τινὲϲ πόλειϲ
ἐπανέϲτηϲαν. καὶ κατὰ τὸ τοιοῦτον ἄρα τὸ πῶϲ δαὶ τῶν ἄλλων Τρώων ἄρθρον ϲυνέξει.

Ἀλλὰ φαίνεται ὅτι τὸν Ἀρίϲταρχον ἐκίνει τὸ ἔθιμον τοῦ ποιητοῦ, ὡϲ ϲυνήθωϲ μὲν ἐλλείπει τοῖϲ ἄρθροιϲ, ϲυνάπτει δὲ μετὰ τὰ πύϲματα τὸν δαί
ϲύνδεϲμον, «τίϲ δαί ἐϲτιν ὅδε ὅμιλοϲ»; {ex α 225 factum} 
 ποῦ δαὶ νηῦϲ ἕϲτηκεν {ω 299}; 
 
 κατὰ γὰρ τὴν προειρημένην ϲύνταξιν ἐπὶ τούτου πάλιν λείπει τὸ ἄρθρον· καὶ ἦν ἐγκείμενοϲ
ὁ δαί ϲύνδεϲμοϲ, λείποντοϲ ἑνικοῦ ἄρθρου, λέγω τοῦ ἡ. καὶ ϲαφὲϲ ὅτι κατὰ τὴν τοιαύτην ϲύνταξιν
πρόδηλα τὰ τοῦ λόγου 
 καθειϲτήκει, λέγω ἡ λεῖψιϲ μὲν τοῦ ἄρθρου, παράθεϲιϲ δὲ ἡ τοῦ δαί ϲυνδέϲμου. καὶ οὕτωϲ
ἀκριβέϲτερον τὸ Ὁμηρικὸν ἔθοϲ ἀπεδείκνυτο. — (

καὶ γὰρ ἐπ᾿ ἄλλων τὸ δέον ἦν παραδέξαϲθαι, καὶ τὸ ϲύνηθεϲ προὐκρίνετο· 
 
 
 
 
 
 ϲὺ δὲ θᾶϲϲον Ἀθηναίῃ ἐπίτειλαι {Δ 64}, 
 λέγω κατὰ προϲτακτικὴν προφορὰν προπαροξύνειν. ἀλλ᾿ ἦν ἄλλα τινὰ τὰ διδάϲκοντα
ἀπαρεμφάτωϲ ἀναγνῶναι, εὐθέωϲ ἐκ παρακειμένου τοῦ 
 
 πειρᾶν δ᾿ ὥϲ κεν Τρῶεϲ {Δ 66} 
 
 καὶ ἐκ τοῦ 
 
 τὰ δ᾿ ἄποινα δέχεϲθαι {Α 20} 
 καὶ πλείϲτων ἄλλων.)

Αἰτία δ᾿ ἐϲτὶν τοῦ τὰ πευϲτικὰ ἐπιρρήματα εὐπαράδεκτον ποιεῖϲθαι τὴν τῶν ἄρθρων
ἐπένθεϲιν, καθὸ οὐκέτι τὰ ϲυνόντα πτωτικὰ πάντωϲ ἐν ἀγνοίᾳ ἐϲτίν. ἡ γὰρ ἐκ τῶν πυϲμάτων 
 ἄγνοια ἐπιρρηματικὴ οὖϲα ἐπὶ τὰ ῥήματα φέρεται, εἴγε ὁ οὕτω λέγων ποῖοϲ ἄνθρωποϲ
ἐνίκηϲεν, τὸν μὲν ἄνθρωπον ἀγνοεῖ, τὸ δὲ πρᾶγμα κατέλαβεν, τὸ ὅτι
ἐνίκηϲεν· ὁ δὲ οὕτω λέγων, ὅτι πῶϲ ὁ ἄνθρωποϲ ἐνίκηϲεν ὁμολογεῖ μὲν εἰδέναι τὸν ἄνθρωπον, τὴν δὲ
γενομένην πρᾶξιν εἰϲ τὸ νικῆϲαι ἀγνοεῖ.

Ἑξῆϲ ῥητέον καὶ περὶ τῆϲ τῶν κτητικῶν ἀντωνυμιῶν ϲυντάξεωϲ. 
 τάξεωϲ. Αὗται δὴ προταϲϲόμεναι τῶν κτητικῶϲ νοουμένων ὀνομάτων
 
 
 
 
 
 
 χωρὶϲ μὲν ἄρθρων πλῆθοϲ παρεμφαίνουϲιν, ἐμὸϲ οἰκέτηϲ προϲῆλθεν, καθὼϲ δὲ
εἴπομεν, προϲλαβοῦϲαι ἄρθρον ὡϲ μοναδικὴν κτῆϲιν παρεμφαίνουϲιν, ὁ ἐμὸϲ οἰκέτηϲ παρεγένετο. διὸ καὶ
λείπει τὰ τοιαῦτα ἄρθροιϲ, 
 ϲὸϲ δέ που ἔκφυγε κῆραϲ ἀδελφεόϲ {δ 512} 
 
 περὶ ἑνὸϲ γὰρ τοῦ Ἀγαμέμνονοϲ ἀποφαίνεται· 
 πατὴρ δ᾿ ἐμὸϲ οὐτίκ᾿ ὀϊϲθείϲ {1 453} 
 μία γὰρ κτῆϲιϲ ἡ τῶν πατέρων.

καὶ μᾶλλον τὸ ἑξῆϲ ἐϲτιν ὁ δὲ ἐμὸϲ πατὴρ ὀϊϲθείϲ. εἰ γὰρ προτεθείη μὲν τὸ ὄνομα,
ἐπενεχθείη δὲ ἡ ἀντωνυμία, πάντωϲ καὶ τὸ τῆϲ ὑπάρξεωϲ ῥῆμα ἐπενεχθήϲεται, 
 
 βεβαίωϲιν τῷ κτήτορι δηλοῦν, ὁ πατὴρ ἐμόϲ ἐϲτιν, ὁ ἀγρὸϲ ἐμόϲ ἐϲτιν. εἰ μέντοι
ἀναϲτραφείη ἡ ἀντωνυμία, ἡ ὑπόλοιποϲ χρῆϲιϲ τῶν ῥημάτων εὐπαράδεκτοϲ, ὁ ἐμὸϲ πατὴρ τρέχει, νικᾷ,
ὑβρίζει, ὑβρίζεται· εἰ δὲ καὶ τῷ ὁ πατὴρ ἐμόϲ ἐϲτι προϲθείημεν ἕτερον
ἄρθρον, ἔχοι ἂν τὴν αὐτὴν ϲύνταξιν τῇ προειρημένῃ. οῦ μὲν πρώτου ὁ πατὴρ 
 ἐμόϲ ἐϲτιν, τοῦ δὲ δευτέρου ὁ ἐμὸϲ πατὴρ φιλοϲοφεῖ, τοῦ δὲ τρίτου
ὁ πατὴρ ὁ ἐμὸϲ φιλοϲοφεῖ. ἢ δώϲει τιϲ οὖν, ὡϲ ἔφαμεν, τὸ ἑξῆϲ εἶναι ὁ δὲ ἐμὸϲ πατὴρ
ὀϊϲθείϲ, ἢ ἑτέρου πρόϲθεϲιν ἄρθρου πρὸ τοῦ ἐμόϲ, πάλιν τοῦ δέ ὑπερβιβαζομένου, ὁ δὲ πατὴρ ὁ ἐμὸϲ
ὀϊϲθείϲ.

Χρὴ δὲ γινώϲκειν ὡϲ ἡ ἀντωνυμικὴ ϲύνταξιϲ ἀρξαμένη ἀπαράδεκτόϲ 
 ράδεκτόϲ ἐϲτιν δύο ἄρθρων, ὁ ἐμὸϲ ἀγρόϲ, ὁ ἐμὸϲ δοῦλοϲ· καθὼϲ 
 
 
 
 πρόκειται δέ, ἡ τοῦ ὀνόματοϲ πρόταξιϲ καὶ δύο ἄρθρων ἐϲτὶν δεκτική, 
 ὁ δοῦλοϲ ὁ ἐμόϲ, ὁ πατὴρ ὁ ϲόϲ, τῶν δύο ἄρθρων δύο ἀναφορὰϲ
διαφόρουϲ δηλούντων. ἐν μὲν γὰρ τῷ ὁ δοῦλοϲ τοιοῦτόν τί ἐϲτιν, οὐκ ἄλλοϲ ἢ ἐκεῖνοϲ ὁ πάλαι
νοούμενοϲ· ἐν δὲ τῷ ὁ ϲόϲ ὁ οὐκ ἄλλου 
 ἢ τοῦ ἔκπαλαι νοουμένου δεϲπότου, καθὼϲ ἐπεδείξαμεν ἐν τῷ ὁ πατὴρ ὁ ἐκείνου. ὁμοίωϲ δὲ κὰν τῷ ὁ πατὴρ ὁ ἐμόϲ τὰ τῆϲ ϲυντάξεωϲ τὸν αὐτὸν ἐπέχει λόγον· τὸ γὰρ πρόϲωπον
τὸ τῆϲ ἀντωνυμίαϲ, ὡϲ εἴπομεν, γενικῆϲ ἐϲτιν, εἰϲ ἣν καὶ μεταλαμβάνεται, ὁ πατήρ μου. (

Καὶ ἔνθεν τρία ἄρθρα παραλαμβάνεται κατὰ δύο ὀνομάτων κατὰ τὴν
προειρημένην τήρηϲιν, ὁ φίλοϲ ὁ τοῦ ἀνθρώπου· διὰ μὲν τοῦ 
 πρώτου οὐκ ἄλλοϲ ἢ ὁ προεγνωϲμένοϲ, διὰ δὲ τοῦ δευτέρου
οὐκ ἄλλου ἢ τοῦ προγινωϲκομένου ἀνθρώπου, οὗ καὶ τὸ τρίτον ἐϲτὶν ἄρθρον. ἐν γοῦν τῷ ὁ πατὴρ ὁ τούτου
οὐ προϲτίθεται τὸ τοῦ ἄρθρον, οὐδὲ ἐν τῷ ὁ πατὴρ ὁ ἐκείνου, ἐπεί γε οὐ δύνανται αἱ
τοιαῦται γενικαὶ ἀντωνυμιῶν δεικτικαὶ οὖϲαι ἄρθρον ἀναδέξαϲθαι, καθὼϲ ἐπεδείξαμεν.)
 
 
 
 
 
 
 ὁμοίωϲ δὲ κἀν τῷ ὁ πατὴρ ὁ ἐμόϲ τὰ τῆϲ ϲυντάξεωϲ τὸν αὐτὸν ἐπέχει λόγον· τὸ γὰρ πρόϲωπον τὸ τῆϲ
ἀντωνυμίαϲ, ὡϲ εἴπομεν, γενικῆϲ ἐϲτιν, εἰϲ ἣην καὶ μεταλαμβάνεται, ὁ πατήρ μου. .

Μὴ ποραλελείφθω δὲ κἀκεῖνο, ὡϲ τὰ ἐπιτρέχοντα πτωτικὰ τὴν τῶν προϲηγορικῶν θέϲιν,
προϲλαμβάνοντα κατ᾿ ἀρχὴν τοῦ λόγου ἄρθρον, 
 ἐμποδίζει τὴν τοῦ ἑτέρου ἄρθρου παρείϲδυϲιν. οἷόν τε γάρ ἐϲτιν φάναι ὁ ἄνθρωποϲ ὁ
ἀγαθόϲ, οὐ μὴν ὁ ἀγαθὸϲ ὁ ἄνθρωποϲ· ὁ δοῦλοϲ ὁ ἐμόϲ, οὐ μὴν ὁ ἐμὸϲ ὁ δοῦλοϲ· ὁ παῖϲ ὁ γράψαϲ, οὐ μὴν
ὁ γράψαϲ ὁ παῖϲ. καὶ ϲαφὲϲ ὅτι αἰτία ἐϲτὶν τοιαύτη. ἐπεὶ γὰρ τὰ ἐπιθετικώτερον
ἀκουόμενα φέρεται ἐπὶ τὰ ὑποκείμενα. οὐ μὴν τὰ ὑποκείμενα πάντωϲ ἐπὶ τὰ ἐπιθετικά, εἴγε
τὸ ἄνθρωποϲ οὐκ ἐπιζητεῖ τὸ λόγιοϲ, τό γε μὴν λόγιοϲ τὸ ἄνθρωποϲ, ϲυμβαίνει καὶ τὴν ϲυνοῦϲαν ἀναφορὰν ἐν τῷ ὁ λόγιοϲ ϲυμφέρεϲθαι ἐπὶ τὸ ἄνθρωποϲ, καὶ ὡϲ οὐκ ἔϲτι προϲθεῖναι μετὰ τὸ λόγιοϲ τὸ αὐτὸ ἐπιθετικὸν λόγιοϲ, οὕτωϲ οὐδὲ μετὰ τὸ
 ὁ ἐν τῷ ὁ λόγιοϲ ἄνθρωποϲ ἕτερον ἄρθρον προανενήνεκται γὰρ διὰ
τοῦ ϲυνόντοϲ ἐπιθέτου.

Τρύφων {p 25 Vels.} φηϲὶν προτάττεϲθαι καὶ τῶν ἄλλων 25 
πλαγίων τὸ ἄρθρον τὸ ὁ μετοχῆϲ ἐπιφερομένηϲ καὶ τῆϲ οὗτοϲ ἀντωνυμίαϲ μετὰ ῥήματοϲ τοῦ ἔϲτιν, ὁ τὸν
ἄνθρωπον ὑβρίϲαϲ οὗτόϲ ἐϲτιν. οὐδὲν δὲ κωλύει καθολικώτερον φάναι·
καὶ εὐθείαϲ οἱοϲδήποτε ῥημάτων τε τῶν ὕπαρξιν ϲημαινόντων ἢ ὀνομαϲτικὴν ἢ οὐϲιώδη, ὁ τὸν
ἄνθρωπον ὑβρίϲαϲ Θέων ὀνομάζεται, ὁ τὸν ἄνθρωπον λακτίϲαϲ ἵπποϲ ἐϲτίν, ὁ τὸν ἄνθρωπον
ὑβρίϲαϲ ἐγώ εἰμι· ἐπεξεργάϲαϲθαί τε τὴν αἰτίαν οὕτωϲ ἔχουϲαν.

Αἱ πλάγιαι ϲυντάϲϲονται ταῖϲ εὐθείαιϲ μεταξὺ πίπτοντοϲ ῥήματοϲ, οὗ τὰ τῆϲ διαθέϲεωϲ
 ἐπὶ τὴν πλαγίαν μέτειϲιν ἐκ τῆϲ ϲυνούϲηϲ εὐθείαϲ, τὸν ἄνθρωπον ὕβριϲεν
Θέων, τὸν ἄνθρωπον ἐλάκτιϲεν ἵπποϲ. ἐφ᾿ ἧϲ δὴ ϲυντάξεωϲ εἰ προϲθείημεν τὸ ἄρθρον πρὸ τῆϲ ἐγκειμένηϲ
εὐθείαϲ, μένει τὰ τοῦ λόγου, τὸν ἄνθρωπον ὕβριϲεν ὁ Θέων, τὸν ἄνθρωπον ἐλάκτιϲεν ὁ
ἵπποϲ· εἰ μέντοι πρὸ τῆϲ αἰτιατικῆϲ, οὐ γενήϲεται τὰ τοῦ λόγου κατάλληλα, ὁ τὸν
ἄνθρωπον ὕβριϲε Θέων τὸ γὰρ ἄρθρον ἀποϲτὰν τῆϲ εὐθείαϲ τὸν λόγον παραφθείρει. καὶ ἔνθεν τὸ ῥῆμα μετοχὴ γίνεται, ἵνα ἀποδῷ τῷ ἄρθρῳ καὶ τὴν ὀρθὴν πτῶϲιν καὶ 
 
 
 
 
 τὸ ἀρϲενικὸν γένοϲ. καὶ ἐπεὶ ἀδύνατόν ἐϲτιν δίχα ῥήματοϲ
λόγον ϲυγκλείεϲθαι, παραλαμβάνεται ῥῆμά τι τῶν ὕπαρξιν δηλούντων, ἵνα τὴν τοῦ δράϲαντοϲ
προϲώπου διάθεϲιν δηλώϲῃ, ἐπεὶ καὶ προϲώπων ἡ μετοχὴ ἀμοιρεῖ, ὁ τὸν ἄνθρωπον ὑβρίϲαϲ Τρύφων ἐϲτίν ἢ
Τρύφων ὀνομάζεται.

Καὶ ἐπὶ τῶν ἀντωνυμιῶν αὐτὸ μόνον τὸ ἔϲτιν ἔγκλιμα τούτου
παραλαμβάνεται, οὗτόϲ ἐϲτιν ἢ οὗτοϲ ἦν, ἐγώ εἰμι, ϲὺ εἶ οὐϲίαϲ γὰρ μόνηϲ εἰϲὶ ϲημαντικαὶ
αἱ ἀντωνυμίαι, ἥνπερ ϲημαίνει τὸ εἰμί· τοῖϲ δὲ ὀνόμαϲι τὸ ὀνομάζεται καὶ τὰ ϲύζυγα, ἐπεὶ ὀνομάτων
ἴδιον τὸ ὀνομάζεϲθαι ἢ καλεῖϲθαι, ὁ τὸν ἄνθρωπον ὑβρίϲαϲ Τρύφων λέγεται ἢ καλεῖται. Οὐχὶ οὖν καὶ τὸ
ἔϲτι ϲυντάϲϲεται; 
 Πάνυ εὐλόγωϲ, ἐπεὶ ἐνυπάρχει τοῖϲ μὲν ὀνομαζομένοιϲ τὸ οὐϲιῶδεϲ, οὐ μὴν τοῖϲ οὐϲιώδεϲιν
ἡ ἰδία θέϲιϲ τῶν ὀνομάτων. οὐ γὰρ εἰ οὗτοϲ, πάντωϲ καὶ Οδυϲϲεύϲ· εἰ δέ τιϲ Ὀδυϲϲεύϲ, πάντωϲ καὶ
οὗτοϲ, 
 
 οὗτοϲ δ᾿ αὖ Λαερτιάδηϲ πολύμητιϲ Ὀδυϲϲεύϲ {Γ 200}.

A τοιαῦται ϲυντάξειϲ ἐγχωροῦϲιν καὶ ἐπὶ γενικῶν καὶ ἐπὶ δοτικῶν, τῶν γενικῶν
ἐξαίρετον ἐχουϲῶν τὸ καὶ μετοχῆϲ μὴ ἐπιφερομένηϲ 
 
 
 
 προϲλαμβάνειν ἄρθρον, ὃ πάντωϲ φέρεται ἐπὶ τὸ κτῆμα, ὃ ἐξ αὐτῆϲ μόνηϲ
νοεῖται, διὸ καὶ ἐξαίρετον ἔϲχεν τὴν ϲύνταξιν, ὁ τοῦ ἀνθρώπου οἰκέτηϲ ἔδραμεν. εἰ γὰρ μὴ τῇδε ἔχοι,
ἐπὶ ῥῆμα δὲ φέροιτο, οὐδὲ προϲλαμβάνει τὸ ἄρθρον,
ἀνθρώπου ἀκούω, ἀγροῦ δεϲπόζω.

Ϲὺν δυϲὶν ἄρθροιϲ λέγεται ἐν προϲηγορικοῖϲ, καθ᾿ ἣν προεκτεθείμεθα ϲύνταξιν, τὸ τῆϲ ἐλάφου ἔκγονον, ὁ τοῦ ἀνθρώπου υἱόϲ.
μετὰ δὲ κυρίων οὐ λυπεῖ κἂν χωρὶϲ τοῦ ἰδίου ἄρθρου, ὁ Ἀριϲτάρχου γνώριμοϲ, ὁ Ἀπολλωνίου φίλοϲ. καὶ
κατὰ τὸ τοιοῦτο κυρίου ϲύνταξιν ἀποφέρεται τὸ βαϲιλεύϲ· φαμὲν γὰρ ὁ βαϲιλέωϲ 
 παρεγένετο, τῶν ἄλλων προϲηγορικῶν ἀπαραδέκτων ὄντων. Καὶ μήποτε εὐλόγωϲ τὰ προϲηγορικὰ
δύο ἄρθρα αἰτεῖ. οὐ γὰρ ἔνδεκτον ἀναφέρεϲθαι κτῆμά τινοϲ, τοῦ κτήτοροϲ μὴ οὐχὶ προαναφερομένου· ἢ
 γὰρ ἀμφότερα χωρὶϲ ἄρθρου, λέοντοϲ ϲκυμνίον ἔδραμεν, ἢ ἀμφότερα ϲυνανενεχθήϲεται, τὸ
τοῦ λέοντοϲ ϲκυμνίον ἔδραμε. τὰ μέντοι κύρια διὰ τῆϲ ἰδίαϲ θέϲεωϲ ἀναπολούμενα οὐχ
οὕτωϲ προϲδέεται 
 
 
 
 
 τοῦ ἄρθρου. ταύτῃ μοι δοκεῖ εὐπαράδεκτον γίνεϲθαι καὶ τὸ ὁ βαϲιλέωϲ οἰκέτηϲ, καθὸ
δυνάμει κύριόν ἐϲτιν ὄνομα τὸ ὁ βαϲιλεύϲ. νοεῖται γὰρ ἐκ τοῦ ἐπικρατοῦντοϲ ὁ
Πτολεμαῖοϲ, καὶ μᾶλλόν γε ἰδιάζεται τοῦ Πτολεμαίου, εἴγε
ὁμώνυμοι μὲν Πτολεμαῖοι, εἷϲ δὲ εἰϲ ὃν τὰ τῆϲ βαϲιλείαϲ ἀνηνέχθη.

Ἔϲτιν δὲ καὶ ἑτέρα ϲύνταξιϲ μετοχικὴ μετὰ ἀπαρεμφάτου ῥήματοϲ καὶ τῆϲ ὑπολοίπου
ϲυντάξεωϲ, ἣν προεκτεθείμεθα, ὁ τὸν ἄνθρωπον θέλων ὑβρίϲαι οὗτόϲ ἐϲτιν. καὶ καθόλου ἡ τῶν
προαιρετικῶν ῥημάτων ϲύνταξιϲ εἰϲ μετοχὴν μεταλαμβανομένη οὕτω καθίϲτηϲιν τὸν λόγον. διότι μέντοι τὰ προαιρετικὰ ῥήματα ἐξαιρέτωϲ ἀπαιτεῖ ἀπαρεμφάτων
ϲύνταξιν, κατὰ τὸν δέοντα καιρὸν παραϲτήϲομεν. (Κατὰ δὴ τὰϲ προειρημέναϲ ϲυντάξειϲ ἡ
ἑκών μετοχὴ ἀποϲτήϲεται τῆϲ τῶν μετοχῶν ἐννοίαϲ· οὔτε γὰρ μετὰ ἀπαρεμφάτου ϲυγκλείει λόγον οὔτε
χωρὶϲ ἀπαρεμφάτου, ὁ τὸν ἄνθρωπον ἑκὼν ὑβρίϲαι οὗτόϲ ἐϲτι. 
 
 
 καὶ γὰρ χωρὶϲ τοῦ ἀπαρεμφάτου ἀκατάλληλοϲ ὁ λόγοϲ. εἴρηται ἡμῖν 
ἀκριβέϲτερον ἐν τῷ περὶ μετοχῶν ἡ αἰτία τῆϲ ἀκαταλληλότητοϲ.)

Ἑξῆϲ ῥητέον καὶ περὶ τῶν ὑποτακτικῶν ἄρθρων, ἅπερ οὐ 
μόνον τάξει καὶ φωνῇ διαφέρει τῶν προτακτικῶν, ἀλλὰ καὶ ἐν ϲυντάξει πάνυ διαφόρῳ. καὶ
πρόδηλα μὲν τὰ διάφορα τῆϲ φωνῆϲ καὶ τῆϲ τάξεωϲ, οὐ μὴν καὶ τὰ τῆϲ ϲυντάξεωϲ, περὶ ἧϲ
καὶ προειλάμεθα ἐκθέϲθαι.

Τὰ προτακτικὰ τῶν ἄρθρων ϲυνοδεύει τοῖϲ ὀνόμαϲιν εἰϲ τὸ αὐτὸ ῥῆμα καὶ εἰϲ τὴν αὐτὴν μετοχήν,
ἄνθρωποϲ περιπατεῖ, ἀνθρώπου 
 ᾄδοντοϲ ἤκουϲα· καὶ ἔτι ϲὺν ἄρθρῳ. ὅπερ ἀδύνατον
ἐγχωρῆϲαι ἐν ὑποτακτικῷ, λέγω κατὰ ἑνικὴν ϲύνταξιν· ἑτέρου γὰρ πάντωϲ ῥήματοϲ 
 
 
 
 
 παρέμπτωϲιν αἰτεῖ, ἦλθεν γραμματικὸϲ ὃϲ διελέξατο, ὃϲ ἀνέγνω, κἂν ἐν μεταβάϲει γένηται
τὰ τοῦ ῥήματοϲ, λέγω ἐν ἑτέρῳ προϲώπῳ, ἀνθρώπῳ ὡμίληϲα ᾧ παρέϲχον ξενίαν. εἰ μέντοι τιϲ τῇ
προκειμένῃ ϲυντάξει προϲδῷ τὰ προτακτικὰ ἄρθρα, ἀϲύϲτατοϲ ὁ λόγοϲ
γενήϲεται, ὁ γραμματικὸϲ ἦλθεν διελέξατο, τῷ ἀνθρώπῳ ὡμίληϲα 
 παρέϲχον ξενίαν, χωρὶϲ εἰ μὴ ϲυμπλεκτικὸν ϲύνδεϲμον λάβοιεν, δυνάμενον εἰϲ κοινότητα τοῦ
ἀνθρώπου παραλαμβάνεϲθαι· καὶ προῦπτον ὅτι τὸν καί ἤ τινα τῶν τούτῳ ἰϲοδυναμούντων, ὡϲ ἀκριβέϲτερον
ἐντελῶϲ ἐπεδείξαμεν ἐν τῇ τῶν ϲυνδέϲμων ϲυντάξει. καθίϲταται γοῦν οὕτωϲ, ὁ γραμματικὸϲ
παρεγένετο καὶ διελέξατο, τῷ ἀνθρώπῳ καὶ παρέϲχον ξενίαν.

Καὶ φυϲικώτερόν πωϲ ἔϲτιν τὸ τοιοῦτον ἐπινοῆϲαι. ὡϲ ἔφαμεν, τὸ ὑποτακτικὸν ἄρθρον
ἐπὶ ῥῆμα ἴδιον φέρεται, ϲυνδεδεμένον διὰ τῆϲ ἀναφορᾶϲ τῷ προκειμένῳ ὀνόματι, καὶ
ἐντεῦθεν ἁπλοῦν λόγον οὐ παριϲτάνει κατὰ τὴν τῶν δύο ῥημάτων ϲύνταξιν, λέγω τὴν ἐν τῷ ὀνόματι καὶ
τὴν ἐν αὐτῷ τῷ ἄρθρῳ. ὅπερ 
 
 
 
 
 
 
 πάλιν παρείπετο τῷ καί ϲυνδέϲμῳ· κοινὸν μὲν παρελάμβανεν τὸ ὄνομα 
 τὸ προκείμενον, ϲυμπλέκων δὲ ἕτερον λόγον πάντωϲ καὶ
ἕτερον ῥῆμα παρελάμβανεν. καὶ οὕτω τὸ παρεγένετο ὁ γραμματικὸϲ ὃϲ διελέξατο δυνάμει τὸ αὐτὸ ἀποτελεῖ
τῷ ὁ γραμματικὸϲ παρεγένετο 
 καὶ διελέξατο, ἐγγιζούϲηϲ καὶ τῆϲ ὀνομαϲίαϲ τῶν μορίων· τὸ γὰρ ϲυνηρτῆϲθαι καὶ
ϲυνδεδέϲθαι οὐ μακρὰν τῆϲ ϲυνωνυμίαϲ πέπτωκεν.

, Ἔϲτιν δὲ καὶ ἄλλη ϲύνταξιϲ· ἰϲοδυναμοῦϲα τῇ ὑποτακτικῇ 
ϲυντάξει τῶν ἄρθρων, ἡ διὰ τῶν ἀναφορικῶν ἀντωνυμιῶν, ἀνθρώπῳ ὡμίληϲα καὶ αὐτῷ παρέϲχον ξενίαν,
 ὁ γραμματικὸϲ παρεγένετο 
 καὶ οὗτοϲ διελέξατο. πάλιν γὰρ ἡ ἐτκειμένη ἀναφορὰ ἐν τῷ ἄρθρῳ ϲυνυπῆρχε ταῖϲ τοιαύταιϲ
ἀντωνυμίαιϲ, καὶ ἔνθεν τὰ τοῦ λόγου καθίϲτατο ἐγγίζοντα ἑαυτῶν.

Οὐχὶ οὖν ὑπολάβοι τιϲ ὑφ᾿ ἓν μέροϲ λόγου πίπτειν τὰ μόρια; Οὐ πάντωϲ· οὐ γὰρ ὅτι τὸ
παρεπόμενον τοῖϲ ἄρθροιϲ ἀπηνέγκαντο, καὶ ἄρθρα ἐϲτίν, εἴγε καὶ ἄλλοιϲ διαφόροιϲ διέϲτηκε τὰ μόρια. καὶ γὰρ καὶ τὰ ῥήματα τὸ εὔχρηϲτον τῶν κατεὐθεῖαν ἀντωνυμιῶν
ἀπηνέγκαντο, καὶ οὐ πάντωϲ ἓν μέροϲ λόγου· πάλιν γὰρ καὶ αὐτὰ πολλοῖϲ διέϲτηκεν
ἰδιώμαϲιν. ἀλλὰ καὶ προεκτεθείμεθα ὅτι ἀντὶ τῶν ὑποτακτικῶν ἄρθρων ἀθροιϲτικὸϲ ϲύνδεϲμοϲ
παραλαμβάνεται, 
 
 
 
 
 καὶ οὐχὶ ἓν μέροϲ λόγου οἱ ἀθροιϲτικοὶ ϲύνδεϲμοι καὶ τὰ ἄρθρα.

ἀλλ᾿οὐδὲ κατὰ τὴν αὐτὴν ϲύνταξιν ϲυμφέρονται αἱ ἀντωνυμίαι· νυμίαι· αἰτοῦϲιν γὰρ
πάλιν τὸν ϲύνδεϲμον, γραμματικὸϲ παρεγένετο καὶ οὗτοϲ διελέξατο· προῦπτον ὅτι, εἰ
ὑφέλοι τιϲ τὸν ϲύνδεϲμον, ἀϲύνετα τὰ τοῦ λόγου γίνεται. (πρὸϲ οἷϲ καὶ δύναται καὶ δεικτικώτερον αὐτὸ τὸ πρόϲωπον νοεῖϲθαι, γραμματικὸϲ παρεγένετο καὶ οὗτοϲ διελέξατο, λέγω δεικτικῶϲ· καὶ ἔτι ἐπὶ τῆϲ αὐτόϲ ἀναφορικῆϲ τὸ κατ᾿ ἐξοχὴν πρόϲωπον
νοούμενον, γραμματικὸϲ παρεγένετο καὶ αὐτὸϲ διελέξατο, ὡϲ εἴ τιϲ οὕτω λέγοι, ὁ δεϲπότηϲ, ὁ κύριοϲ.)
εἰ μέντοι τῇ ἀρθρικῇ ϲυντάξει ἐπενθείη τιϲ τὸν ϲύνδεϲμον, ϲαφὲϲ ὅτι τὸ
ἄρθρον τοῦ ϲυνηρτῆϲθαι οὐκ ἀνοίϲει τὸ προκείμενον ὄνομα, ἄλλο δέ τι ἀοριϲτωδῶϲ νοούμενον, ἀνθρώπῳ
ὡμίληϲα καὶ ᾧ ξενίαν παρέϲχον. Πῶϲ οὖν τοϲαύτηϲ διαφορᾶϲ οὔϲηϲ παραδέξεταί τιϲ τὸ ὑφ᾿
ἕν μέροϲ λόγου ὑπάγειν τὰ ἄρθρα καὶ τὰϲ ἀντωνυμίαϲ;

Ἔτι τὰ ὑποτακτικὰ ἄρθρα ἀδιαφορεῖ πρὸϲ τὸ κατάλληλον 
 
 τῆϲ πτώϲεωϲ τῶν προταϲϲομένων αὐτῶν ὀνομάτων, πρὸϲ ἃ καὶ ἀναπέμπει πέμπει τὴν ἀναφοράν,
ἄνθρωποϲ ἦλθεν ὃν ἐξένιϲα, φίλου ἤκουϲα ᾧ καὶ πρώην ϲυνέβαλον. καὶ ἐξ εὐθείαϲ μὲν ὀνόματοϲ παράθεϲιϲ
 
 
 
 γίνεται καὶ πλαγίαϲ πτώϲεωϲ, ἐπὰν ἑτέρῳ προϲώπῳ ἡ διάθεϲιϲ τοῦ 
 ῥήματοϲ προϲγίνηται· ἐκ δὲ πλαγίαϲ ὀνόματοϲ εὐθείαϲ
ἐπιφέρεται ἄρθρα, ἐπὰν ἡ τοῦ ἄρθρου ἀναφορὰ τὸ ῥῆμα προϲνείμῃ τῷ προκειμένῳ ὀνόματι τῷ κατὰ τὴν
πλαγίαν. τότε γὰρ δύο εὐθεῖαι νοοῦνται, λέγω τοῦ ὀνόματοϲ 
 ματοϲ καὶ τοῦ ὑποτακτικοῦ ἄρθρου, ὅταν τὸ αὐτὸ πρόϲωπον τὰϲ δύο διαθέϲειϲ ϲυνέχῃ.

τοῦ μὲν οὖν πρώτου γραμματικὸϲ ἦλθεν ᾧ ὁ Τρύφων ὡμίληϲεν· ἐν γὰρ τῇ εὐθείᾳ τοῦ
Τρύφων τὰ τοῦ ῥήματοϲ ἐνεγένετο· τοῦ δὲ δευτέρου 
 ἄνδρα μοι ἔννεπε, Μοῦϲα, πολύτροπον, ὃϲ μάλα πολλά 
 
 πλάγχθη {α 1} 
 
 οὐλομένην, ἣ μυρί᾿ Ἀχάιοῖϲ {A 2} 
 ἦϲαν μὲν γὰρ πλάγιαι, τῆϲ δὲ διαθέϲεωϲ ἠρτημένηϲ ἐκ τῶν Μουϲῶν, αἱ δ᾿ εὐθεῖαι
ἐπηνέχθηϲαν διὰ τὸ τὸν ἄνδρα τὴν διάθεϲιν ἀναδεδέχθαι καὶ ἔτι τὴν μῆνιν ἔϲτι γὰρ ὃϲ ἐπλάγχθη, ἣ
ἔθηκε μυρία κακὰ 
 τοῖϲ Ἕλληϲι. καὶ ἔτι τοῦ τρίτου 
 ἦ κε μέγ᾿ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύϲ, 
 ὅϲ ποτέ μ᾿ εἰρόμενοϲ μέγ᾿ ἐγήθεεν {H 125 et 127} 
 
 καὶ γὰρ τὸ οἰμώξειεν ἐπὶ τοῦ Πηλέωϲ τέθεικε καὶ τὸ γηθῆϲαι.

Ταύτῃ μοι δοκεῖ καὶ ἀκαταλλήλωϲ κείμενα τὰ ἄρθρα πρὸϲ 
 τὰ προκείμενα πτωτικὰ λόγον κατάλληλον ϲυγκλείειν, καθό, τοῖϲ ῥή- 
 
 
 
 μαϲι κατακλείοντα λόγον, τὴν τούτοιϲ ϲυνοδεύουϲαν πτῶϲιν μεταλαμβάνει, ὥϲτε τὴν ἀναφορὰν μὲν χαρίζεϲθαι τῷ ὀνόματι, τὴν δὲ πτῶϲιν τῷ ῥήματι, διεπεμψάμην φίλῳ ὃν καὶ Τρύφων γινώϲκει, εἴγε τὸ γινώϲκει αἰτιατικὴν ἀπαιτεῖ.
Ἔτι τὸ Ἀρίϲταρχόϲ ἐϲτιν ὁ ἐξηγηϲάμενοϲ τὰ ποιήματα προφανῶϲ ἀνελλειπέϲ ἐϲτιν· εἰ μέντοι ἀντὶ 
 τοῦ ὁ τὸ ὅϲ τιϲ θείη, οὐκέτι, Ἀρίϲταρχόϲ ἐϲτιν ὃϲ ἐξηγηϲάμενοϲ. τὰ
ποιήματα. καὶ φαίνεται ὅτι, καθὼϲ προείπομεν, διὰ τὴν ἰδιότητα τοῦ ὑποτακτικοῦ ἄρθρου·
προϲλαβὸν γοῦν τὸ ῥῆμα ἀπαρτίζει τὸν λόγον, Ἀρίϲταρχόϲ ἐϲτιν ὃϲ ἐξηγηϲάμενοϲ τὰ ποιήματα
ἐθαυμάϲθη.

Προφανὲϲ οὖν ὅτι τὰ τῇ φωνῇ προτακτικὰ ἄρθρα οὐκ ἄλλωϲ 
 οηθήϲεται ὅτι ἀνθ᾿ ὑποτακτικῶν ἐϲτιν, εἰ μὴ ἐπὶ ῥῆμα
φέροιτο, ὅ ιον ὑποτακτικῶν, ἤδη καὶ τῆϲ τάξεωϲ καὶ τῆϲ φωνῆϲ τὸ τοιοῦτον μένηϲ, ὡϲ ἔχει
τὸ 
 τῷ οὐδὲ κρείων Ἀχελώϊοϲ ἰϲοφαρίζει {Φ 194}. 
 
 
 
 
 
 
 καὶ γὰρ ἕνεκα τῆϲ τάξεωϲ· μετὰ γὰρ τὸ ὄνομα τέθειται· καὶ ἕνεκα τῆϲ 
φωνῆϲ· ἀπὸ γὰρ τοῦ τ ἤρξατο, τῶν ὑποτακτικῶν δίχα τοῦ τ λεγομένων· καὶ ἔτι τῆϲ ϲυντάξεωϲ·
φέρεται γὰρ ἐπὶ τὸ ἰϲοφαρίζει. Πότε μέντοι τὰ τοιαῦτα τῶν ἄρθρων οὔτε ὑποτακτικὰ εἶναι δύναται ἄρθρα
οὔτε 
 προτακτικά, ἀλλ᾿ ἀντωνυμικὰ ἢ ἀοριϲτούμενα μόρια, ἐπὰν τὰϲ ϲυντάξειϲ ἐπίωμεν τῶν
ἀντωνυμιῶν, παραϲτήϲομεν.

, Τούτων τῇδε ἐχόντων ἐπιϲτατέον τὸ 
 
 καὶ θώρηχ᾿· ὃ γὰρ ἦν οἱ, ἀπώλεϲε πιϲτὸϲ ἑταῖροϲ {Σ 460}, 
 
 πότερον τὸ ὁ προτακτικόν ἐϲτιν πρὸϲ τὸ πιϲτὸϲ ἑταῖροϲ, ἢ ἀνθ᾿ ὑποτακτικοῦ ἐϲτιν
τοῦ ὅϲ, ἀναφερόμενον πρὸϲ τὸ θώρηκα, ἢ πρὸϲ τὸ ἑταῖροϲ 
 
 
 
 
 καθ᾿ ὑποτακτικὴν ϲύνταξιν εἴρηται. ἀνέφικτον οὖν προτακτικὸν αὐτὸ παραδέξαϲθαι· οὐ γὰρ
μετὰ προτακτικὸν ἄρθρον ῥῆμά ποτε ἐπιφέρεται, ἐπιφέρεται δὲ τὸ ἦν. ὃ οὐκ ἄλλο τι
ἀπαιτήϲει ἢ ὑποτακτικὸν ἄρθρον, ὅπερ οὐ πιθανὸν ἐπὶ τὸν θώρακα ἀναφέρεϲθαι· οὐ γὰρ τοῦτον μόνον
ἀπώλεϲεν ὁ Πάτροκλοϲ· ἅμα γὰρ 
 
 
 ἀϲπίδα καὶ τρυφάλειαν 
 καὶ καλὰϲ κνημῖδαϲ ἐπὶ ϲφυρίοιϲ ἀραρυίαϲ 
 κω θώρηκα {Σ 458—460}. 
 
 καὶ ἐάν τιϲ τὸ τοιοῦτο παρῇ, ἔτι μάχεται τὸ ἀκατάλληλον τοῦ λόγου. δοθήϲεται γὰρ ὅτι ἡ
ὕπαρξιϲ τοῦ θώρακοϲ διὰ τῆϲ τοῦ ἄρθρου ϲυντάξεωϲ νοεῖται, καθὼϲ προὐπεδείξαμεν· καὶ εἰ
τοῦτο, πῶϲ τὸ πιϲτὸϲ ἑταῖροϲ ϲυναρτηθήϲεται μετὰ ῥήματοϲ ἑτέραϲ εὐθείαϲ νοουμένηϲ ϲὺν 
ἑτέρῳ ῥήματι τῷ ἦν; πότε δύο εὐθεῖαι κατάλληλον λόγον ἐποίηϲαν; 
 
 
 ἄμεινον οὖν ἐκεῖνο φάναι, ὡϲ πλαγία καὶ εὐθεῖα κατάλληλον λόγον ποιεῖ.

ἡ οὖν εὐθεῖα ἡ διὰ τοῦ ὅ εἰϲ τὴν αὐτὴν εὐεῖαν παραλαμβανέϲθω τοῦ ἑταῖροϲ, ὃϲ ἦν
αὐτῷ πιϲτὸϲ ἑταῖροϲ, ἀπώλεϲε τὰ προκατειλεγμένα, λέγω ἀϲπίδα καὶ τρυφάλειαν καὶ κολὰϲ
κνημῖδαϲ 
 καὶ θώρηκα· ἕτερα γὰρ ἀντὶ τούτων ἁπάντων ἐξαιτεῖται. χωρὶϲ εἰ μὲ θέλοι τιϲ αἰτιατικὴν ἔξωθεν προϲνεῖμαι, ἐφ᾿ ἣν πάντωϲ ἐνεχθήϲεται τὸ ἀπώλεϲεν καὶ ἡ
πρόθεϲιϲ τοῦ ἄρθρου γένοιτο τοῦ ὅϲ, καὶ θώρηχ᾿· ὃϲ γὰρ ὑπῆρχεν αὐτῷ, τοῦτον ἀπώλεϲεν ὁ πιϲτὸϲ
ἑταῖροϲ.

Καὶ παρὰ Ἀλκαίῳ οἱ περὶ Ἀπίωνα τὸν Μόχθον τὸ 
 
 Κυλλάναϲ ο μέδειϲ {fr. 5 Bergk4} 
 
 
 
 
 
 
 ἐν ῥήματοϲ ϲυντόξει ἤκουον, οὐ παραδεχόμενοι μετοχὴν τοιαύτην ἐκ 
βαρυτόνου ῥήματοϲ, εἴγε τῆϲ τοιαύτηϲ λήξεωϲ οὐκ ἔχονται κατὰ τὸ κοινὸν ἐκ βαρυτόνων οὖϲαι ῥημάτων.
ἀλλὰ καὶ πρὸϲ τὸ τοιοῦτον ἐδείκνυτο ὡϲ καὶ περιϲπώμενον εἴη ῥῆμα τὸ μεδῶ, ἔνθεν καὶ τὸ 
 Δωδώνηϲ μεδέων {Π 234}, 
 
 
 ἀφ᾿ οὗ τὸ μέδημι, ὡϲ οἴκημι, καὶ ἔτι ἡ μέδειϲ ϲυνοῦϲα μετοχὴ κατὰ τὸ ἀκόλουθον. κἀκ τῆϲ
γραφῆϲ δὲ ϲυνηλέγχοντο, οὐκ οὔϲηϲ ποτὲ διὰ τοῦ ει κατὰ πᾶν δεύτερον πρόϲωπον παῤ Αἰολεῦϲιν.

Τὰ ὑποτακτικὰ ἄρθρα τότε μὲν ἐν κοινότητι ἔχει τὸ ῥῆμα, ὅταν καὶ ἐπιμερίζῃ τὰ πρόϲωπα τὰ προϋποκείμενα. φέρε γὰρ οὕτω φάναι,
διέπτηϲαν ἀετοὶ ὃϲ μὲν ἀπὸ ἀνατολῆϲ, ὃϲ δὲ ἀπὸ δύϲεωϲ, ἢ καὶ ἔτι ἐπὶ τῆϲ τοιαύτηϲ
ϲυντάξεωϲ, 
 
 
 
 
 
 
 Αἰθίοπαϲ τοὶ διχθὰ δεδαίαται ἔϲχατοι ἀνδρῶν, 
 
 οἳ μὲν δυϲομένου Ὑπερίονοϲ, οἳ δ᾿  ἀνιόντοϲ {α 23. 24} . 
 μετὰ τὸ Αἰθίοπαϲ ἐπιφέρει ὑποτακτικὸν ἄρθρον τὸ οἵ, ὅπερ ϲυνηθέϲτερον διὰ τοῦ τ Ὅμηρόϲ φηϲιν, 
 
 τοὶ διχθὰ δεδαίαται, ἔϲχατοι ἀνδρῶν. 
 καὶ ϲαφέϲ ἐϲτιν ὅτι ἡ τοῦ δεδαίαται ϲύνταξιϲ φέρεται πρὸϲ τὴν πληθυντικὴν εὐθεῖαν,
ἥτιϲ κατὰ τὸ ἑξῆϲ ἐπιμεριζομένη πρὸϲ τὴν τῶν Αἱθιόπων διάϲταϲιν κοινὸν παραλαμβάνει τὸ ῥῆμα μετὰ τῶν
ὑποτακτικῶν ἄρθρων. 
 
 
 Αἰθίοπεϲ, τοὶ διχθὰ δεδαίαται, ἔϲχατοι ἀνδρῶν, 
 
 
 
 οἳ μὲν δυϲομένου Ὑπερίονοϲ, οἳ δ᾿ ἀνιόντοϲ. 
 
 156. ὡϲ εἰ καὶ ἐπ᾿ ἐκείνου τοῦ ϲχήματοϲ προϲτεθείη ῥῆμα, πάλιν τὸ ἐξ αὐτοῦ 
ἐπιμεριζόμενον ἀνενδοίαϲτον ἔϲται, οἱ δὲ δύο ϲκόπελοι ἱκάνουϲιν ὃϲ μὲν ἄχρι τοῦ οὐρανοῦ, ὃϲ δὲ ἄχρι
τοῦ Ὀλύμπου {ex μ 73}.   οὐ προϋπόντοϲ γὰρ
τοῦ τοιούτου ἀνάγκη πᾶϲα τῷ ὑποτακτικῷ ἄρθρῳ 
 
 
 
 
 προϲγίνεϲθαι τὸ ῥῆμα τήν τε προϋποῦϲαν εὐθεῖαν, καθὼϲ ἐπεδείξαμεν, εἰϲ γενικὴν
μετελθεῖν. αὕτη γὰρ μόνη μὴ προϲλαβοῦϲα ῥῆμα ἐπιμερίζεται εἰϲ τὰ ἐξ αὐτῆϲ πρόϲωπα νοούμενα, αἵ γε
μὴν ἄλλαι πτώϲειϲ οὐκέτι, εἰ μὴ προϲλάβοιεν ῥῆμα· 
 Νεϲτορίδαι δ’ ὁ μὲν οὔταϲ᾿  Ἀτύμνιον {Π 317}. 
 
 προφανῶϲ γὰρ πάλιν τὸ ὁ ἀντὶ τοῦ ὅϲ ἐϲτιν, χωρὶϲ εἰ μὴ πτωτικὸν λείπει, οὗ προηγήϲεται πάντωϲ
τὸ ὁ προτακτικὸν ἄρθρον, ἔχοντοϲ τοῦ λόγου τῇδε, τῶν Νεϲτοριδῳν ὁ
μὲν ἕτεροϲ οὔταϲ᾿  Ἀτύμνιον, τῶν δύο ϲκοπέλων ὁ μὲν ἕτεροϲ οὐρανὸν ἵκει. 157, καθὸ ἄν τιϲ κἀκεῖνο
ἐπιϲτήϲειε, 
 
 
 καί μιν πειραίνουϲι δύω πόλοι ἀμφοτέρωθεν, 
 ἀλλ᾿ ὁ μὲν οὐκ ἐπίοπτοϲ {Arat. Phaen. 24—25}, 
 πάλιν τοῦ ἐντελοῦϲ ὄντοϲ ἀλλ᾿ ὃϲ μὲν οὐκ ἐπίοπτοϲ· ἀπὸ γὰρ κοινοῦ τοῦ πειραίνουϲι
δυνάμει ἔχει ἐγκείμενον ῥῆμα τὸ πειραίνει, ἐφ᾿ ὃ  καὶ φέρεται. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ
ἐπιφερομένου λόγου, 
 
 
 ϲδ δ’ ἀντίοϲ · 
 
 
 
 
 
 πάλιν πειραίνει τὸν ἄξονα. τοῦτο γὰρ ϲυμφράζεται· ὃϲ δ’ ἐπίοπτοϲ ὤν· ἐκ
γὰρ τοῦ βορεινοῦ ὕψουϲ ἀντίοϲ ἐϲτὶ τῷ τοῦ Ὠκεανοῦ.

Τῇ προεκδοθείϲῃ ϲυντάξει τῶν ἄρθρων ἀκόλουθον ὑπολαμβάνω 
 καὶ περὶ τῆϲ τῶν ἀντωνυμιῶν ϲυντάξεωϲ διαλαβεῖν· ἐκεῖνα
μὲν γὰρ μετ’ ὀνομάτων ἐν τοῖϲ λόγοιϲ παρελαμβάνετο, αὗται δὲ ἀντ’ ὀνομάτων, οὐ
παραδεχόμεναι τὴν τούτων προτακτικὴν ϲύνταξιν καθ᾿ ἃϲ προεκτεθείμεθα αἰτίαϲ.

Καὶ ϲαφέϲ ἐϲτιν ὅτι ἕνεκα τοῦ τοιούτου καὶ πτώϲεων ἐγένοντο 
 δεκτικαί, ἵνα κατὰ παντὸϲ τοῦ ὀνόματοϲ ἀνθυπέλθωϲιν, καὶ προϲώπων ἁπάντων διακριτικαί,
ἵνα τὸ ἐλλειπὲϲ τοῦ ὀνόματοϲ. λέγω τὴν τῶν προϲώπων διάκριϲιν, αὗται ἀνθυπενεχθεῖϲαι ἀναπληρώϲωϲιν,
καὶ τοῦ μὲν ὀνόματοϲ ἔχωϲι τὴν πτῶϲιν, τοῦ δὲ ῥήματοϲ τὸ πρόϲωπον.

Ἕνθεν δι’ ὅλου κλίνονται, δύο τὰϲ γενικωτάταϲ κλίϲειϲ ἀποϲπάϲαϲαι, καὶ οὐ κατὰ ϲύγχυϲιν, ἀλλὰ κατὰ μεριϲμὸν τὸν δέοντα· τῷ μὲν γὰρ τέλει ἐνῆκε τὴν πτωτικὴν κλίϲιν, τῷ δὲ ἄρχοντι τὸν τῶν προϲώπων ἐπιμεριϲμόν· ϲαφὲϲ γὰρ ὅτι, εἰ κατὰ τὸ αὐτὸ μέροϲ αἱ δύο κλίϲειϲ ἐνεγένοντο, ϲυνέβη ἂν τῆϲ μὲν πτώϲεωϲ τὸ ἑτεροιούμενον ἀποτρίβεϲθαι τὸ τοῦ προϲώπου
διακριτικόν, καὶ ἔμπαλιν τοῦ προϲώπου μεταβαίνοντοϲ παραφθείρεϲθαι τὸ τῆϲ πτώϲεωϲ
ἰδίωμα. δι᾿ ὃ πτῶϲιν μὲν διακρίνουϲα ἀποτελεῖ τὸ ἐμοῦ καὶ ἐμοί καὶ ἐμέ, πρόϲωπον δὲ τὸ ἐμοῦ-ϲοῦ,
 
 
 
 
 
 πρόϲωπον δὲ καὶ πτῶϲιν τὸ ἐμοῦ- ϲοί· καὶ ἐν ἅπαϲιν ὥριϲται τοῖϲ προκατειλεγμένοιϲ διὰ
τὸ ἐν ἑκατέρῳ μέρει ἐγχωρῆϲαν ἰδίωμα. (ἑκάτεραι. γοῦν αἱ κλίϲειϲ ἀποϲτᾶϲαι ἐπὶ τὰ ἴδια μόρια, λέγω
τὸ ὄνομα καὶ τὸ ῥῆμα, τῷ τέλει ϲυνεχρῶντο κατὰ τὴν κλίϲιν, καλόϲ καλοῦ, γράφω γράφειϲ
γράφει, οὐκ ἀπιθάνωϲ καὶ τῆϲ ἀντωνυμίαϲ χρηϲαμένηϲ τῇ ὑποϲτολῇ τοῦ ϲ, οὔϲῃ διακριτικῇ
τρίτου προϲώπου, ϲοί-οἷ, ὡϲ εἰ καὶ λέγειϲ λέγει).

Εὔηθεϲ μέντοι ὑπολαμβάνω, εἰ ἐξεργάϲεταί τιϲ διὰ τί μὴ μᾶλλον τὸ τέλοϲ
 οὐ προϲεχώρει τῷ προϲώπῳ, καθάπερ ἐπὶ τῶν ῥημάτων, ἤπερ τὸ ἄρχον. ἔδει γὰρ ἅπαξ ἐν ἑνὶ
μέρει προϲχωρῆϲαι 
 
 
 τὸ τέλοϲ, καὶ εἰ ἔϲτιν εἰπεῖν, εὐλόγωϲ τῷ πτωτικῷ, εἴγε καὶ πρότερον τοῦ
ῥήματοϲ τὸ ὄνομα , καθὼϲ ἐπεδείξαμεν, καὶ δῆλον ὅτι τὸ τούτου ἰδίωμα
ἐπικρατήϲει τοῦ τέλουϲ, λέγω τὴν πτῶϲιν. πρὸϲ οἷϲ καὶ ἀντωνυμία ἐϲτὶν τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον καὶ ὄνομα μιμούμενον, 
 καὶ ϲαφὲϲ ὅτι ἐπακολούθημά ἐϲτιν τὸ ἐγγινόμενον πρόϲωπον). καὶ εἰ τὰ τέλη ἐπικρατεῖ τῶν
μερῶν τοῦ λόγου, τὸ δὲ τέλοϲ τῆϲ ἀντωνυμίαϲ πτῶϲίϲ ἐϲτιν, ἐπικρατήϲει ἄρα διὰ τοῦ τέλουϲ τὸ
καλεῖϲθαι ἀντωνυμία, κἂν ῥήματοϲ ἰδίωμα παρειϲδύηται, λέγω τὸ πρόϲωπον.

Εὔλογον ἡγοῦμαι πρὸ τῆϲ κατὰ μέροϲ ϲυντάξεωϲ προδιαϲαφῆϲαι τὰ ἐπακολουθοῦντα
ἰδιώματα τοῖϲ μορίοιϲ ὑπὲρ τοῦ τὴν εἰρηϲομένην διδαϲκαλίαν τῆϲ ϲυντάξεωϲ εὐϲυνοπτοτέραν
γενέϲθαι.

Πρόκειται μὲν οὖν ἡ ἐξαίρετοϲ κλίϲιϲ κατ’ ἀμφότερα μέρη, 
 
 
 
 
 
 ϲύνεϲτιν δὲ δεῖξιϲ διττή, ἡ κατὰ ἀπόλυτον ἐκφοράν, ἔπαιϲέ με (φανερὸν γὰρ ὅτι δεῖξιϲ,
ἀλλ’ οὐκ ἐπιτεταμένη οὐδὲ πρόϲ τι ἀνατεινομένη), καὶ. ἀντιδιαϲταλτική, ἐμὲ αὐτὸν ἔπαιϲε· πρόδηλον
γὰρ ὅτι ἐπιτέταται τὰ τῆϲ δείξεωϲ, καθάπερ τὰ ἐν τῇ ποιότητι ἐπινοεῖται. λευκόϲ
ἀπολελυμένην ἔχει τὴν ποιότητα, ἐπιτεταμένην δὲ ἐν τῷ λευκότεροϲ πρὸϲ ἕτερον πρόϲωπον ὃ
πάντωϲ ἐπιζητοῦμεν. ᾦ λόγῳ καὶ τὸ ἐμέ ἐπιτεῖναν τὴν δεῖξιν ἀπῄτηϲε πρὸϲ ὃ ἐπετάθη. δ’ ὅ τι μέντοι ἐν
ἁπάϲαιϲ τὸ τοιοῦτον οὐκ ἐγχωρεῖ, ἐν τοῖϲ κατὰ μέροϲ εἰρήϲεται.

Καλοῦνται αἱ ἐντελεῖϲ κατὰ τὴν φωνὴν καὶ τὸν διεγηγερμένον τόνον ὀρθοτονούμεναι, τάχα
ϲυνωνυμοῦντοϲ τοῦ ὀρθοῦ καὶ τοῦ ὑγιοῦϲ· 
 αἱ δὲ τὸν τόνον μετατιθεῖϲαι ὡϲπερεὶ βάροϲ ἀπὸ τῶν ἐγκλινόντων τὰ
βάρη ἐφ’ ἕτερον ϲῶμα ἐγκλιτικαί· εἴγε τὸ 
 ϲοὶ μὲν ἐγώ, ϲὺ δ’ ἐμοί {Δ 63} 
 
 μετὰ τῆϲ ἐντελοῦϲ γραφῆϲ καὶ τὸν ἴδιον τόνον ἔχει, τὸ δὲ 
 καί μοι ταῦτ’ ἀγόρευϲον {ν 232} 
 
 παρῆκεν μὲν τὴν γραφήν, μετέθηκεν δὲ καὶ τὸν τόνον.

Παρέπεται καὶ ἀναφορὰ κατὰ τὸ τρίτον πρόϲωπον, δι’ ἧϲ τὰ προκατειλεγμένα ὀνόματα
ἀναπολούμενα ἀντονομάζεται, 
 Ζεὺϲ δ’ ἐπεὶ οὖν Τρῶάϲ τε καὶ Ἕκτορα νηυϲὶ πέλαϲϲεν, 
 
 αὐτὸϲ δὲ πάλιν τρέπεν ὄϲϲε φαεινώ {Ν 1. 3}

Ἐπεδείξαμεν ἐν τοῖϲ προεκδοθεῖϲιν ὡϲ αἱ τοιαῦται τῶν ἀντωνυμιῶν 
 οὐχ ὡϲ ἔτυχον ἀνθ’ ἁπλῶν ὀνομάτων παρειλημμέναι εἰϲίν, ἀλλὰ
δυνάμει ἀντὶ τῶν μετὰ ἄρθρων παραλαμβανομένων. οὐ γὰρ μόνον ἀντωνόμαϲται, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων
ἔϲτιν ἀντωνυμιῶν ἐπινοῆϲαι, ἀλλὰ καὶ ἀναφέρεται, ὅπερ οὐκ ὀνομάτων ἴδιον, εἰ μὴ
προϲλάβοιεν τὰ ἄρθρα.

ἐϲτιν καὶ οὕτωϲ φάναι· δι᾿ οὖ ἀντονομάζεται προκατειλεγμένου, διὰ τούτου ἐπιδέξεται
τὴν ἀναφοράν, εἴγε ἰδίωμα ἀναφορᾶϲ προκατειλεγμένου προϲώπου δευτέρα γνῶϲιϲ, ἣν
ἐπαγγέλλεται ἡ αὐτόϲ ἀντωνυμία.

Δεδείξεται γὰρ ἐν τοῖϲ ἐξῆϲ ὡϲ αἱ δεικτικαὶ οὐκ εἰρημένων τῶν
ὀνομάτων ἀνθυπηνέχθηϲαν, ἀλλ’ οὐ δυναμένων παραληφθῆναι. Καὶ οὕτωϲ μερίζονται εἰϲ δεικτικὰϲ καὶ
ἀναφορικὰϲ εἰϲ μίαν ὀνομαϲίαν ϲυνελθοῦϲαι· κατὰ γὰρ ἑκατέραϲ τὰϲ διαφορὰϲ ἓν ϲυνάγεται
τὸ ἀντονο ἢ γὰρ μὴ δυναμένων τῶν ὀνομάτων αὗται παραλαμβάνονται, ἢ εἰρημένων μέν, πάλιν
δὲ μὴ δυναμένων παραλαμβάνεϲθαι. εἰ γάρ τιϲ ἀντὶ τοῦ 
 
 αὐτὸϲ δὲ πάλιν τρέπεν ὄϲϲε φαεινώ {N 3} 
 ἀντιθῇ τὸ Ζεύϲ, οὐ ϲυνάξει τοὺϲ δύο λόγουϲ κατὰ τοῦ Διόϲ, ὡϲ ἀρχὴν δὲ λόγου ποιήϲεται. ὁ αὐτὸϲ
δὲ λόγοϲ ἐπὶ ἁπαϲῶν τῶν οὕτωϲ παραλαμβανομένων· 
   παρὸν γὰρ ἀντὶ τῶν ἀναφορικῶν τὰ ὀνόματα θέϲθαι καὶ τὰ τοῦ λόγου ἀλλοιῶϲαι.

ὁπηνίκα μέντοι τὸ ἐκεῖνοϲ καὶ τὸ 
 
 
 
 οὗτοϲ οὐ δεικνῦϲιν τὰ ὑπ’ ὄψιν, ἀναφέρουϲι δέ, δεῖ νοεῖν ὅτι ἡ ἐκ τούτων δεῖξιϲ ἐπὶ
τὸν νοῦν φέρεται, ὥϲτε τὰϲ μὲν τῆϲ ὄψεωϲ εἶναι δείξειϲ, τὰϲ δὲ τοῦ νοῦ. φύϲει γοῦν οὖϲαι δεικτικαὶ
καὶ τὸ ἀντικείμενον ἄρθρον τῇ ϲυντάξει οὐ παραλαμβάνουϲιν.

, Καὶ ἔτι ἐξαιρέτωϲ καὶ τὰ τρίτα πρόϲωπα ἐν διαφόροιϲ φωναῖϲ 
διάφορα τρίτα ἀποτελοῦϲιν, τῶν ῥημάτων διὰ μιᾶϲ φωνῆϲ ἐπὶ πλείονα πρόϲωπα ϲυντεινόντων,
γράφει Διονύϲιοϲ ἢ Τρύφων τιϲ ἄλλοϲ   τῶν δυναμένων τὸ
πρᾶγμα παραδέξαϲθαι. οὐ μὴν ἐπὶ τῶν ἀντωνυμιῶν, εἴγε ἀναφορικὴ μὲν ἡ αὐτόϲ, δεικτικὴ δὲ ἡ ἐκεῖνοϲ
καὶ ἔτι ἡ οὗτοϲ, 
 διαφέρουϲα τῷ διαϲτήματι τῆϲ δείξεωϲ. ὁ αὐτὸϲ λόγοϲ κἀπὶ τῆϲ ὅδε.

, Καὶ ἐπεὶ ἔφαμεν τὰϲ δεικτικὰϲ ἐπιτείνεϲθαι εἰϲ πλείονα δεῖξιν, 
 αἱ δὲ προκείμεναι φωναὶ οὐκ ἠδύναντο τὸ διϲϲὸν τοῦ τόνου
ἀναδέξαϲθαι, 
 
 
 
 
 
 καθάπερ ἡ ἐμοῦ καὶ ἐμοί καὶ αἱ ϲύζυγοι, διὰ τὴν ἐπὶ τέλουϲ βαρεῖαν, εἰϲ παραγωγὴν τὴν
διὰ τοῦ ι μετῆλθον, ἐπιϲπώμεναι κατὰ τοῦ τέλουϲ τὴν ὀξεῖαν εἰϲ ἐμφανιϲμὸν τῆϲ πλείονοϲ
ἐπιτάϲεωϲ, καθάπερ καὶ αἱ προκατειλεγμέναι κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον, ἐκεινοϲί οὑτοϲί ὁδί.
(προῦπτον γὰρ ὅτι ϲτερομένη ἡ αὐτόϲ τῆϲ δείξεωϲ 
 ϲυνεϲτέρετο καὶ παραγωγῆϲ τῆϲ ἐπαγομένηϲ ἐπὶ πλείονα δεῖξιν.)
δοκεῖ δέ μοι μηδὲ ἀλλοτρίωϲ ἡ παραγωγὴ τοῦ ι παραδεδέχθαι· ἦν γὰρ τοῦτο θεματικὸν ἐν τρίτῳ προϲώπῳ
τῆϲ εὐθείαϲ.

Πῶϲ οὖν οὐκ εὐήθειϲ οἱ περὶ Ἅβρωνα καταδραμόντεϲ Ἀριϲτάρχου ὡϲ οὐ δεόντωϲ φαμένου κατὰ πρόϲωπα ϲυζύγουϲ τὰϲ ἀντωνυμίαϲ, 
 
 
 
 «καθὸ κοινὸϲ ὁ ὅροϲ καὶ ῥημάτων, καὶ μᾶλλόν γε αὐτῶν. ϲυζυγοῦϲιν γὰρ αἱ φωναὶ κατά τε
ποιότητα τῶν ϲτοιχείων καὶ κατὰ ποϲότητα τῶν ϲυλλαβῶν,
καὶ φαίνεται ὅτι καὶ κατὰ χρόνον καὶ τάϲιν· ταῖϲ γε μὴν ἀντωνυμίαιϲ οὐ ϲυνῆν τὸ
τοιοῦτον, εἴγε αἱ πλείουϲ ἀϲύζυγοι, ὡϲ ϲαφέϲ ἐϲτιν τοῖϲ κλίναϲιν τὰϲ ἀντωνυμίαϲ».
Φαίνεται γὰρ ὅτι ὁ μὲν Ἀρίϲταρχοϲ οὐ τὴν φωνὴν ὡρίϲατο τῆϲ
ἀντωνυμίαϲ, ἀλλὰ τὸ ἐξ αὐτῆϲ παρυφιϲτάμενον, καθὼϲ καὶ ἅπαντεϲ οἱ ὅροι ἔχουϲιν. φαϲὶν γοῦν
ἀϲυνάρθρουϲ ἀντωνυμίαϲ, καὶ ὅϲον ἐπὶ τῇ φωνῇ, οὐκ εἰϲὶν ἀϲύναρθροι, ἐπεί φαμεν ἡ ἐγώ
μόνωϲ ὀρθοτονεῖται, ἡ ἔγωγε Ἀττική ἐϲτιν. —

Ἐκεῖνο οὖν ἀντωνυμία, τὸ μετὰ δείξεωϲ ἢ ἀναφορᾶϲ ἀντονομαζόμενον, ᾧ οὐ ϲύνεϲτιν τὸ
ἄρθρον. ἰδοὺ οὖν ἡ δεῖξιϲ καὶ ὁ ὁριϲμὸϲ τῶν προϲώπων ἄχρι τοῦ τρίτου διῆλθεν· καὶ γὰρ
ἀναφερόμεναι ὁρίζονται, καθὸ τὰ πρόϲωπα ἐγνώϲθη, καὶ δεικνύμεναι, καθὸ τὰ πρόϲωπα ὑπ᾿
ὄψιν ἐϲτί. καὶ τοῦτό ἐϲτιν ἡ ϲυζυγία τῶν ἀντωνυμιῶν. τὰ γὰρ ῥήματα ἀϲύζυγα· ὁριζόμενα
γὰρ κατὰ πρῶτον καὶ δεύτερον ἀοριϲτοῦται κατὰ τὸ τρίτον, τοῦ ἀϲτράπτει καὶ τῶν τοιούτων
ὑποϲτελλομένων, καθὸ ἡ τοιαύτη ἐνέργεια ἐξαιρέτωϲ τῷ Διὶ ἀναπέμπεται, ὥϲτε οὐ τὸ ῥῆμα 
 
 
 
 
 ὥριϲται, ὁ δὲ τούτου τὴν διάθεϲιν ἐνεργῶν.

Πρόδηλοϲ οὖν ἡ πολυμερὴϲ τῶν φωνῶν θέϲιϲ ὑπὲρ τοῦ μὴ διὰ
μιᾶϲ φωνῆϲ διάφορα πρόϲωπα λέγεϲθαι. παρηκολούθηϲεν γὰρ
τὸ καὶ αὐτὰϲ ἐν τρίτοιϲ ἀοριϲτοῦϲθαι, εἴγε μία λέξιϲ πλείονα ϲημαίνουϲα ἀορίϲτου παρεμπτώϲεωϲ αἰτία γίνεται.

Ἔτι τὰ μὲν ἄλλα τῶν πτωτικῶν ἀπ’ εὐθείαϲ λημματιζομένηϲ γενικὴν καὶ τὰϲ ὑπολοίπουϲ πτώϲειϲ πρὸϲ ἀκολουθίαν τῆϲ
εὐθείαϲ ἀποτελεῖ, οὐχ ὑποϲτελλομένου τοῦ ἄρθρου, εἴγε καὶ αὐτὸ
ἐδείχθη ἐν τῇ δεούϲῃ ἀκολουθίᾳ κεκλιμένον· αἱ δὲ προκείμεναι πρωτότυποι ἀντωνυμίαι 
θεματικώτερον ἐκλίθηϲαν, οὐ δυναμένηϲ τῆϲ ἐγώ κατὰ λόγον τῶν πτωτικῶν τὴν ἐμοῦ γενικὴν
παραδέξαϲθαι, οὐδὲ μὴν τῆϲ ἐμοῦ τὴν 
 
 
 
 ἐμοί ἢ ἐμέ, δεόντωϲ καὶ τῶν παρεπομένων ἀριθμῶν ἐξαλλαγέντων πάλιν θεματικῶϲ. ἀδύνατον
γὰρ τὴν μὴ κλιθεῖϲαν γενικὴν ἐξ εὐθείαϲ ἀριθμὸν ἀκόλουθον παραϲτῆϲαι· κλιθεῖϲα γὰρ
ϲυγκλίνει τοὺϲ ἀριθμοὺϲ καὶ τὰϲ ἐξῆϲ πτώϲειϲ.

διὰ τοῦτο καὶ τοῖϲ ἑτεροκλίτοιϲ παρηκολούθει τιϲ εὐθεῖα τῆϲ γενικῆϲ τὰ
λοιπὰ ϲχήματα ἀποδιδούϲηϲ, οἷον ἡ μεγάλου ἐποίηϲε τὸ μεγάλοι, καὶ ἐκ λήμματοϲ τοῦ τοιούτου ἡ μεγάλοϲ
 εὐθεῖα διαϲῴζεται. καὶ ὁμοίωϲ ἡ ὕδατοϲ καὶ ἔτι ἡ γυναικόϲ ἥ τε πολλοῦ· πολλοί γὰρ καὶ
ὕδατα καὶ γυναῖκεϲ, καὶ διὰ τοῦτο ϲυνυπῆρχεν τὸ πολλόϲ, τὸ γύναιξ, τὸ ὕδαϲ.

διὰ τοῦτο οὖν 
 ἡ ἐμοῦ οὐ κλιθεῖϲα, γενομένη δὲ ἐν θέματι, καὶ τὸ ἀκόλουθον τῶν πτώϲεων παρῃτήϲατο καὶ τοὺϲ ἀκολούθουϲ ἀριθμούϲ. ἡ γοῦν ἐκεῖνοϲ καὶ αἱ ϲύζυγοι κλιθεῖϲαι ἔϲχον καὶ τὰ ϲυμπαρεπόμενα ἀκόλουθα.

Σαφὲϲ οὖν ὅτι ληροῦϲιν οἱ ἐγχρονίϲαντεϲ εἰϲ τὸ ἐπιϲκώπτειν 
 
 
 
 
 
 τὰϲ φωνὰϲ ὡϲ ἀνακολούθουϲ καὶ παραλόγουϲ, παρατιθέμενοι τὴν ἀπὸ τῶν ὀνομάτων ἀναλογίαν, ὅπου οὐδὲ ἐκεῖνο αὐτοῖϲ δέδοται, τὸ παντὶ ὀνόματι πᾶν
ἀντιπαραβάλλειν. ἀλλ’ ὑποτομὴ εἰϲ τὸ τοιοῦτον ἄπειρόϲ ἐϲτίν τιϲ· τοῦ ὁμοίου ἀκολουθίᾳ
ἀντιπαραβάλλονται αἱ λέξειϲ, καὶ εἰ τοῦτο, πῶϲ οὐ μάταιον τὸ διάφορα μέρη λόγου ἀντιπαραβάλλειν;
οὐδὲν δὲ ἐκώλυεν, ἐπειδὴ καὶ προϲώπων διακριτικόν ἐϲτιν τὸ μόριον, ἀντιπαραθέϲθαι τὰϲ
φωνὰϲ τῶν ῥημάτων, καὶ οὕτω πάλιν τὰϲ ἀντωνυμίαϲ τοῦ δέοντοϲ περιγράφειν.

Ἴϲωϲ οὖν ἐκείνῳ τιϲ ἐπιϲτήϲειεν, ἕνεκα τίνοϲ τὸ ἀκόλουθον ἀπένευϲαν αἱ ἀντωνυμίαι, καὶ διὰ τί οὐ
πᾶϲαι. 
 
 
 
 
 
 

 
 Ἡ τῶν ὀνομάτων θέϲιϲ ἐπενοήθη εἰϲ ποιότηταϲ κοινὰϲ ἢ ἰδίαϲ, ὡϲ ἄνθρωποϲ, Πλάτων, καὶ ἐπεὶ οὔτε
ϲὺν δείξει τὰ τοιαῦτα οὔτε ἀναφορᾷ, πάμπολλοϲ ἡ ἐπὶ τούτων θέϲιϲ ἐγίνετο, ἵν᾿  ἑκάϲτου
τὸ χαρακτηριϲτικὸν ἀπονείμῃ τὴν ἑκάϲτου τῶν ὑποκειμένων ποιότητα. (οὐ 
 μετρίωϲ γ’ οὖν τὰϲ ποιότηταϲ ἐπιταράττουϲιν αἱ ϲυνεμπεϲοῦϲαι θέϲειϲ ἐν τε προϲηγορικοῖϲ
καὶ κυρίοιϲ ὀνόμαϲιν, δι᾿  ὃ καὶ ἐϲτέρετο τὸ διὰ τῶν ὀνομάτων νοούμενον πρόϲωπον τοῦ
ὁριϲμοῦ.) καὶ ἕνεκα τοῦ τοιούτου ἰδιάϲαϲα ἡ εὐθεῖα καθ’ ἕκατον χαρακτῆρα, ἅπῄτει τὰϲ πλαγίαϲ 
 
 
 
 
 ἀνηκούϲαϲ πρὸϲ τὸ ἴδιον τῆϲ εὐθείαϲ.

ἐντεῦθεν οὖν ἀναγκαίωϲ καὶ τὰ γένη παρειϲάγεται, ἵνα μετὰ τῆϲ ποιότητοϲ τοῦ
χαρακτῆροϲ ϲυνδιαϲτείλῃ τὸ γένοϲ. — ἐντεῦθεν ϲυνεπενοήθηϲαν καὶ ἐπιθετικαὶ θέϲειϲ, ἵνα καὶ τὰ παρακολουθήϲαντα τοῖϲ κοινῶϲ ἢ ἰδίωϲ νοουμένοιϲ ἀναπληρωθῇ,
τῷ μὲν ἵπποϲ, εἰ τύχοι, τὸ λευκόϲ ἢ τὸ ταχύϲ, τῷ δὲ Πλάτωνι τὸ ϲοφόϲ, τὸ ἀγαθόϲ, ἄλλα τε
πάμπολλα τὰ δυνάμενα παρέπεϲθαι. — ἐντεῦθεν καὶ αἱ ϲυνθέϲειϲ ἐπενοήθηϲαν, μιϲάνθρωποϲ,
φερέπονοϲ, φιλόλογοϲ, αἵπερ ἐξ ἐπιϲυμβεβηκότων ἐνεγίνοντο.

Αἱ μέντοι ἀντωνυμίαι εἰϲ οὐδὲν ἄλλο ἀποβλέπουϲαι διὰ τῆϲ ἐν αὐταῖϲ ἐγκειμένηϲ
δείξεωϲ ἢ εἰϲ τὴν ὑποκειμένην οὐϲίαν, ἔχουϲιν εὔληπτα καὶ τὰ ἐπιϲυμβεβηκότα τῇ
ποιότητι, λέγω τὰ δυνάμενα δι᾿ ὄψεωϲ 
 
 
 
 ἐπινοηθῆναι, λευκὸν ἢ μέλαν, μακρὸν ἢ βραχύ. (οὐχ ὑπὸ δεῖξιν γὰρ πιπτούϲηϲ τῆϲ ψυχῆϲ
οὐδὲ τὰ ταύτῃ ὑποτρέχοντα εὐϲύνοπτα ἂν γένοιντο πρὸϲ τῶν ἀντωνυμιῶν.) ἔνθεν τοὺϲ
πολλοὺϲ χαρακτῆραϲ παρῃτημέναι εἰϲὶν αἱ ἀντωνυμίαι. ἑκάϲτη γὰρ αὐτῶν καθ’ ἑκάϲτην 
 πτῶϲιν ἀντὶ πάντων ὀνομάτων παραλαμβάνεται· καὶ εἰ τοῦτο ἀληθέϲ, φυϲικώτερον ἄρα
ἀφέϲτηκεν ἡ ἐν τοῖϲ ὀνόμαϲιν ἀκόλουθοϲ κλίϲιϲ, ἵνα μὴ ἀντὶ ἅπαντοϲ ὀνόματοϲ
παραλαμβανόμεναι μιᾷ καταλήξει τῇ ἐκ τούτων ὑποπέϲωϲιν. (διὸ καὶ τὰ γένη οὐκ ἐκκοπτόμενα ἰδίοιϲ
τέλεϲιν κατάλληλον ἔϲχεν τὴν ἐν τοῖϲ τριϲὶ γένεϲιν θέϲιν διὰ μιᾶϲ ϲυλλαβῆϲ, 
 εἴγε καὶ ἡ ἐξ αὐτῶν δεῖξιϲ αὐτὸ μόνον οὐϲίαν παρεμφαίνει.) —

καὶ γὰρ εἰ ϲυνεμπέϲοι λῆξιϲ ὀνοματικὴ αὐτῇ ἰδία τοῦ ϲυνόντοϲ 
 
 
 
 
 
 ἀριθμοῦ, ὑπεκλύεται τοῦ ἀκολούθου ἐκ τῆϲ ἐγγινομένηϲ κλίϲεωϲ, ὡϲ
ἔχει ἡ ἐγώ καὶ ἡ ἐμοῦ. ἐφ’ ἧϲ καὶ αἱ διάλεκτοι οὐ τὴν αὐτὴν λῆξιν ἐπεμέτρηϲαν, ἄλλωϲ τὰϲ
φωνὰϲ προενεγκάμεναι ἤπερ τὰϲ γενικὰϲ τῶν ὀνομάτων· ἐμεῖο γὰρ καὶ ἐμεῦ, οὐχ ὡϲ ἡ Ἀτρείδεω καὶ ἡ
Ἀτρείδαο ἢ καλοῖο. (ἡ γοῦν ὁμόφωνοϲ κτητική, ὀνόματοϲ ἤδη τὸ τέλοϲ ἀναδεδεγμένη, ἐφ’ ὃ
καὶ φέρεται, πάλιν τὸ δέον ἀνεδέξατο κατὰ τὰϲ διαλέκτουϲ, ἐμοῖο ὡϲ καλοῖο.)

Καθὼϲ πρόκειται οὖν, ἀναφερόμεναι ἢ δεικνύμεναι ἀπροϲδεεῖϲ εἰϲι τῶν παρεπομένων τῷ ὀνόματι, ἀλλὰ ἀντίκειται τε ἐκεῖνοϲ καὶ ἡ αὐτόϲ.
(ἡ γὰρ οὗτοϲ παραγωγῆϲ κατάληξιν ἔχει, οὐκ ἀντωνυμίαϲ, 
 
 καθὸ καὶ τὸ τημοῦτοϲ ἐπίρρημα ὂν παραγωγῆϲ τῆϲ αὐτῆϲ ἔτυχεν.) καὶ οὐκ ἀπεμφαῖνον δύο
ἀντικεῖϲθαι ἁπαϲῶν τὸ δέον ϲχῆμα ἀναδεδεγμένων. μήποτε δὲ εὐλόγωϲ καὶ διὰ τῆϲ φωνῆϲ ϲυνεπίϲχυϲαν
ὁρίϲαι τὸ ὑποκείμενον. ἡ γὰρ ἐξ αὐτῶν νοουμένη ἀπόϲταϲιϲ ἀμαυροτέραν τὴν δεῖξιν
καθιϲτάνει, καὶ ἔνθεν παρειϲεδύετο τὸ γένοϲ, οὐχ ἵνα τὴν οὐϲίαν 
 
 
 
 
 παραϲτήϲῃ, ἀλλ’ ἵνα τὸ γένοϲ διαϲτείλῃ. (τὰ γοῦν κοινὰ λεγόμενα ἐν γένει, λέγω ἐπὶ τῶν
προϲηγορικῶν, ἐξ ἀποϲτήματοϲ ἐπινοηθέντα οὐκ ἐξίϲχυϲεν τὸ γένοϲ διαϲτεῖλαι, λέγω ἐπὶ
τοῦ ἵπποϲ ἢ ἄνθρωποϲ· πληϲιάϲαϲι δὲ αὐτοῖϲ καὶ δήλοιϲ γενομένοιϲ κατὰ τὸ γένοϲ ϲυνεγένετο καὶ τὸ ἄρθρον.) πολλῷ δὲ μᾶλλον καὶ ἡ αὐτόϲ· τὰ γὰρ ἀπόντα τῶν 
τρίτων προϲώπων ἀναφέρουϲα ὑπόμνηϲιν καὶ τοῦ γένουϲ ἐποιεῖτο διὰ τοῦ χαρακτῆροϲ.

Ἀλλ’ ἐκεῖνο λείπεται, τίνοϲ ἕνεκα εἰϲ οϲ κατέληξαν, πλείϲτηϲ οὔϲηϲ καταλήξεωϲ
ὀνομάτων· ἢ ὅτι γενικωτέρα ἐϲτὶν ἡ εἰϲ οϲ κατάληξιϲ. διὰ τοῦτο καὶ τὰ ἄρθρα, πᾶϲιν
ὀνόμαϲι παρατιθέμενα, ἐν ταύτῃ τῇ καταλήξει ἐγένετο, καὶ αὐταὶ αἱ παραχθεῖϲαι
ἀντωνυμίαι εἰϲ ὀνόματοϲ κτῆϲιν, ὡϲ ἐπὶ τῆϲ ὁ ἐμόϲ καὶ τῶν ϲυζύγων, καὶ ϲχεδὸν ἅπαϲαι αἱ
πτωτικαὶ πεύϲειϲ, ἐπιζητοῦϲαι πᾶν ὄνομα, ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, ποδαπόϲ. πρόϲκειται τὸ ϲχεδόν διὰ τὸ
τίϲ, ὅπερ οὐδὲ αὐτὸ ἐκτόϲ ἐϲτιν τῆϲ εἰϲ οϲ καταλήξεωϲ,
εἴγε τὸ τίοϲ παῤ Αἰολεῦϲιν 
 
 
 
 
 τῆϲ εἰϲ οc εὐθείαϲ ἔτυχεν, ϲυνεπιϲχύοντοϲ καὶ τοῦ ἰϲοδυναμοῦντοϲ αὐτῷ, λέγω τοῦ ὅϲ, ᾧ
καὶ ϲυμφέρεται ἐν τῷ 
 ὅϲτιϲ ἐμὸν παρὰ ϲῆμα {Callimachi epigr. 21. AP VII 525} 
 
 καὶ ἐν τῷ 
 ὅϲτιϲ ἐπὶ δεῖπνον ὀψὲ κληθεὶϲ ἔρχεται {Corp. Paroemior. II p 577}.

Ῥητέον δὲ καὶ περὶ τῶν τῇ φωνῇ ἄρθρων καθεϲτώτων, τῇ δὲ ἐξ αὐτῶν μεταλήψει ἀντωνυμιῶν, 
 
 ὁ γὰρ ἦλθε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν {Α 12} 
 ἀντὶ τοῦ οὗτοϲ· 
 τὸν δ’ ἀπαμειβόμενοϲ {e. g. A 84}· 
 
 ὣϲ ἡ ῥίμφα θέουϲα {ν 88} 
 
 εἵνεκα τῆϲ ἀρετῆϲ ἐριδαίνομεν {β 206}, 
 ὃ μεταλαμβάνεται μὲν εἰϲ τὸ ταύτηϲ, προϲλαμβάνει δὲ ἔξωθεν δεόντωϲ τὸ ἄρθρον, καὶ καθόλου περὶ
ἁπάντων τῶν τοιούτων.

Αἱ ὀνοματικαὶ πτώϲειϲ καὶ αἱ ἀντὶ τούτων παραλαμβανόμεναι ἀντωνυμίαι
 
 
 
 
 
 
 ϲύνταξιν τὴν αὐτὴν ποιοῦνται τοῖϲ ῥήμαϲιν, ὡϲ ἔχει τὸ Τρύφων διδάϲκει καὶ οὗτοϲ
διδάϲκει· αἱ γε μὴν πλάγιαι τὴν ἐκ τῶν εὐθειῶν ϲύνταξιν ἀναδέχονται, τῶν μεταξὺ πιπτόντων ῥημάτων
ἐνδεικνυμένων τὴν ἑκάϲτηϲ διάθεϲιν, ὡϲ ἔχει τὸ Θέωνα διδάϲκει Τρύφων, τοῦτον φιλῶ ἐγώ, φιλεῖ Θέων.

ἔϲτιν γε μὴν κἀκεῖνοϲ ὁ λόγοϲ ἀληθήϲ, ὡϲ ϲύνεϲτι τὰ ἄρθρα μετὰ τῶν ὀνομάτων ἀνθ’ ὧν
παραλαμβάνεται ἡ ἀντωνυμία, οὐ ϲημαίνοντα τὰϲ πηλικότηταϲ ἢ ποιότηταϲ ἤ τι τῶν παρεπομένων τοῖϲ ὀνόμαϲιν, καθὸ ὑπεδείξαμεν καὶ ἐπὶ τῶν
ἀντωνυμιῶν τὸ αὐτό· ὡϲ γὰρ τὸ οὗτοϲ κατὰ παντὸϲ ὑποκειμένου παραλαμβάνεται, 
 καὶ τὰ ἄρθρα ϲὺν παντὶ ὑποκειμένῳ παραλαμβάνεται, ὁ μέγαϲ, ὁ βραχύϲ, ὁ λευκόϲ, ὁ
χρυϲοῦϲ.

καὶ τούτων τῇδε ἐχόντων, ὅταν τὸ ἄρθρον μὴ μετ’ ὀνόματοϲ παραλαμβάνηται, ποιήϲηται
δὲ ϲύνταξιν ὀνόματοϲ ἣν προεκτεθείμεθα, ἐκ πάϲηϲ ἀνάγκηϲ εἰϲ ἀντωνυμίαν μεταληφθήϲεται,
εἴγε οὐκ ἐγγινόμενον μετ’ ὀνόματοϲ δυνάμει ἀντὶ ὀνόματοϲ παρελήφθη· καὶ ἐντεῦθεν ἡ
ϲύνταξιϲ αὐτοῦ προϲεχώρει εἰϲ ἀντωνυμικὴν μετάληψιν. ἔϲτω γάρ τι
τοιοῦτον, Χρύϲηϲ γὰρ ἦλθε θοὰϲ 
 
 
 
 
 
 ἐπὶ νῆαϲ Ἀχαιῶν {cfr A 12}, καὶ ἔτι μετὰ ἄρθρου ὁ γὰρ Χρύϲηϲ ἦλθεν θοὰϲ
ἐπὶ νῆαϲ Ἀχαιῶν· καὶ ϲαφὲϲ ὅτι ἡ ἔλλειψιϲ τοῦ ὀνόματοϲ τῷ ἄρθρῳ παραδώϲει τὰ τῆϲ ϲυντάξεωϲ, καὶ οὐκ
ἄλλο τι γενήϲεται τὸ ἄρθρον ἢ ἀντωνυμία, ἐϲτιν ἀντὶ παντὸϲ ὀνόματοϲ, ἐπεὶ καὶ αὐτὸ μετὰ
παντὸϲ ὀνόματοϲ, οὐκ ἐμποδιζόμενον ἐν ποιότητι ἢ ἄλλῳ τινὶ τῶν παρεπομένων, καθὼϲ
εἴπομεν. ἐν μέντοι τοῖϲ ἑξῆϲ δεδείξεται, πότε οἱ λόγοι τὰ ὀνόματα παραιτοῦνται ἀντιπαραδεχόμενοι τὰϲ
ἀντωνυμίαϲ. (

Καὶ ἡ μὲν τοιαύτη ϲύνταξιϲ προϋφεϲτώτων ὀνομάτων, καθ’ ὧν ἀναφέρεται τὰ ἄρθρα, ποιεῖται ἀντωνυμικὴν μετάληψιν· ἡ μέντοι μὴ οὕτωϲ ἔχουϲα,
αὐτόθεν δὲ ἐν προλήψει του ἐϲομένου προϲώπου, ἀόριϲτον μετάληψιν τῶν ἄρθρων ποιεῖται,
ὡϲ τὰ τοιαῦτα ἔχει, ὁ περιπατῶν κινεῖται, καὶ ἔτι ἐν ὑποτακτικοῖϲ ὃc ἂν παραγένηται
ἀναγινωϲκέτω, πάνυ εὐλόγωϲ· ϲυμφερόμενον γὰρ παντὶ ὀνόματι καὶ ἐπὶ πᾶν ὄνομα ἀναδραμεῖται ἓν
καθεϲτηκόϲ, ὅπερ ἴδιον ἀορίϲτου. — 
 
 
 ὑγιῶϲ ἄρα τὰ ἄρθρα ἢ εἰϲ ὡριϲμένα πρόϲωπα παραλαμβάνεται, τὰϲ ἀντωνυμίαϲ,
ἢ εἰϲ τὸ ἀοριϲτότατον, λέγω τὸ τίϲ· οὐ γὰρ πόρρω πέπτωκε τὸ ὁ περιπατῶν κινεῖται τοῦ εἴ τιϲ
περιπατεῖ κινεῖται, οὐδὲ τὸ ὃϲ ἂν ἔλθῃ τοῦ εἰ τιϲ ἂν ἔλθῃ. — εἰ
γοῦν ϲυνενεχθείη τι τῶν ὀνομάτων ταῖϲ προκειμέναιϲ ϲυντάξεϲι, καὶ αὐτὰ καταϲτήϲεται εἰϲ
τὸν ἴδιον μεριϲμόν, ὁ Διονύϲιοϲ περιπατῶν κινεῖται Τρύφων κοιμᾶται, ὃϲ μενεῖ με
διαναϲτάϲ).

Δεόντωϲ δ᾿ ἂν καὶ ἀντωνυμίαι ῥηθεῖεν κατὰ τοὺϲ μεριϲμούϲ, καθότι καὶ ἄλλα μέρη λόγου, πάλιν
μετατεθέντα τῆϲ ἰδίαϲ ϲυντάξεωϲ καὶ ἄλλων ἀναπληρώϲαντα τὰϲ ἰδιότηταϲ, πάλιν τῆϲ τούτων
ὀνομαϲίαϲ ἔτυχεν, ὡϲ ἔχει ἅπαντα τὰ ὀνοματικὰ ἐπιρρήματα, πυκνά, κάλλιϲτα, ἥδιϲτα,
ἰδίᾳ, δημοϲίᾳ, τόνῳ, κύκλῳ, καὶ ὅτε αἱ μετοχαὶ εἰϲ ὀνομάτων ϲύντοξιν παραλαμβάνονται, ὡϲ τὸ ἐρωμένη,
εἱμαρμένη· ἐφ’ ὧν χρὴ αὐτὸ μόνον τὴν μετάπτωϲιν διδάϲκειν. οὐ γὰρ μᾶλλον αἱ. φωναὶ ἐπικρατοῦϲι κατὰ τοὺϲ μεριϲμοὺϲ ὡϲ τὰ ἐξ αὐτῶν ϲημαινόμενα.

Ὁμολόγωϲ γ’ οὖν καὶ ἡ οὗτοϲ, παραχθεῖϲα ἐξ ἄρθρου τοῦ 
 ὁ καὶ ὅϲ ϲημαίνοντοϲ οὐκ ἀρθρικὴν ϲύνταξιν ἀλλὰ ἀντωνυμικήν, εἰϲ τὰϲ
ἀντωνυμίαϲ ἐχώρηϲεν (οὐ γὰρ θεματική ἐϲτιν, ὥϲ τινεϲ ᾠήθηϲαν). ϲαφὲϲ ἐκ τῶν ϲυμπαρεπομένων.

Ἀπὸ παντὸϲ ἀρϲενικοῦ πρωτοτύπου ἢ παραγωγοῦ τοῦ εἰϲ οϲ λήγοντοϲ
θηλυκὸν γίνεται τοῦ τέλουϲ εἰϲ η ἢ εἰϲ α μακρὸν μεταπίπτοντοϲ, ὅ τι μὴ μόνον ἐκ τῆϲ
προκειμένηϲ παραγωγῆϲ· ἡ γὰρ τοιαύτη παραγωγὴ ὑποϲτρέφει εἰϲ τὸ
πρωτότυπον κατὰ γένοϲ, τηλίκοϲ τηλικοῦτοϲ — τηλίκη τηλικαύτη, καὶ ἔτι ἐπὶ οὐδετέρων· ὁ αὐτὸϲ λόγοϲ
καὶ ἐπὶ τοῦ τοϲοῦτοϲ, τοιοῦτοϲ. ὅπερ παρηκολούθει καὶ τῇ ὗτοϲ· ὡϲ οὗτοϲ οὐκ ἔχει τὸ
θηλυκὸν οὕτη, ἀλλὰ πάλιν παρὰ τὸ ἡ αὕτη. καὶ ἐπεὶ τὸ οὐδέτερον, λέγω τὸ τό, ἀπὸ τοῦ τ
ἤρχετο, καὶ τὸ τοῦτο ἀπὸ τοῦ τ ἤρχετο.

καὶ κατὰ πτῶϲιν δὲ παράγεται. οὐ γὰρ ἀπὸ τοῦ τηλικαῦται γενικήν φαμεν 
τὴν τηλικαύτων ἢ ἀπὸ τοῦ τοιαῦται τοιαύτων, καθὸ ἔϲτιν ἐπινοῆϲαι 
 
 
 
 
 ἐπὶ ἁπάντων θηλυκῶν· αὐταί γοῦν αὐτῶν φαμεν, καὶ ἔτι ἀπὸ τοῦ ἀνεπεκτάτου τοῖαι τοίων,
τηλίκαι τηλίκων. καὶ ϲαφὲϲ ὅτι παρὰ μὲν τὸ τηλίκαι τὸ τηλικαῦται, παρὰ δὲ τὸ τηλίκων τὸ τηλικούτων.
 ταὐτὸν οὖν παρηκολούθει καὶ ἐπὶ τοῦ αἱ -αὗται, καὶ ἐπεὶ εἴχετο παραγωγῆϲ 
τῆϲ προκειμένηϲ, οὐκέτι αὕτων, καθὼϲ καὶ ἐπὶ τοῦ ὀξυτόνου πρόκειται αὐταί αὐτῶν. πάλιν οὖν τὸ τούτων ἔπιπτεν ἀπὸ γενικῆϲ πρωτοτύπου
τῆϲ τῶν, τοῦ τ ϲυμπαραλαμβανομένου, ὅπερ ἐπὶ τῆϲ εὐθείαϲ οὐ ϲυμπαρελαμβάνετο, ἐπὶ δὲ
τῆϲ γενικῆϲ· αἱ γὰρ καὶ τῶν. — (

Τῇ προκειμένῃ παραγωγῇ ϲυνυπάρχει ἑτέρα παραγωγὴ ἡ διὰ τοῦ δε, οὖϲα
ϲυνηθεϲτέρα ποιηταῖϲ, τοῖοϲ τοιόϲδε, τόϲοϲ τοϲόϲδε, ἧϲ 
 
 
 
 
 τὸ μεταλαμβανόμενον εἰϲ παραγωγὴν τὴν διὰ τοῦ ουτοϲ ἐγχωρεῖ, τοιόνδε τοιοῦτον, τοϲόνδε
τοϲοῦτον. ἔϲτιν οὖν καὶ τὸ ὅδε, μεταλαμβανόμενον εἰϲ τὸ οὗτοϲ, ἐκ
ϲυντάξεωϲ τῆϲ διὰ τοῦ ὁ παραχθέν.)

Οὐ χρὴ ἄρα ϲυγκατατίθεϲθαι Ἅβρωνι ὅτι ἡ οὗτοϲ παρῆκται ἐξ ἄρθρου, καθότι καὶ ἐξ ἐπιρρήματοϲ τοῦ
ὀψέ ἄλλο μέροϲ λόγου 
 γέγονεν τὸ ὀψινόϲ. ἐν μὲν γὰρ ταῖϲ ἄλλαιϲ παραγωγαῖϲ ἀδιαφορεῖ τὸ τοιοῦτον, ἔν γε μὴν τῇ
προκειμένῃ ἀδύνατόν ἐϲτιν εἰϲ ἄλλο μέροϲ λόγου ἐγχωρῆϲαι τὸ πρωτότυπον, ὅπου γε ἐδείχθη οὐ μόνον τὸ
αὐτὸ μέροϲ λόγου αἰτοῦν, ἀλλὰ καὶ ταὐτὸ γένοϲ καὶ τὴν αὐτὴν πτῶϲιν καὶ τὸν αὐτὸν
ἀριθμόν. δεόντωϲ οὖν φαμεν ὡϲ ἐκ τῆϲ ἀντωνυμικῆϲ ϲυντάξεωϲ τοῦ ἄρθρου ἡ παραγωγὴ
ἐγίνετο, καὶ ὡϲ ποιητικὸν μὲν τὸ φάναι τηλίκοϲ τοῖοϲ, ϲύνηθεϲ δὲ τὸ τηλικοῦτοϲ
τοιοῦτοϲ, τὸν αὐτὸν τρόπον ποιητικὸν τὸ ὅϲ, 
 ὃϲ γάρ ῥα μάλιϲτα 
 ἥνδανε κηρύκων {ρ 172} 
 
 
 ϲύνηθεϲ δὲ τὸ ἐξ αὐτοῦ μεταλαμβανόμενον, οὗτοϲ γάρ.

Κἀκεῖνο δὲ προϲθετέον, ὡϲ ἐνέλειψεν ἡ
εὐθεῖα τῷ τ, καθὼϲ ἐπεδείξαμεν κἀν τῷ περὶ ἄρθρων. πάλιν οἱ Δωριεῖϲ οὐκ ἐπλεόναϲαν ἐν τῷ ταῦται καὶ
τοῦτοι, ἀλλ’ ἀπέδωκαν τὸ προοφειλόμενον, ὡϲ δέδεικται καὶ ἐπὶ τῶν ἄρθρων. ὁμολογοῦϲι
καὶ αἱ πλάγιοι ἀπὸ τοῦ τ ἀρξάμεναι καὶ τοῦ οὐδετέρου ἡ εὐθεῖα καὶ τὸ κατὰ τὴν εὐθεῖαν
πνεῦμα. πότε γὰρ ἡ ου 
 
 
 
 δίφθογγοϲ δαϲύνεται, ὅπου γε καὶ τὰ δαϲυνόμενα ἐγγινομένηϲ αὐτῆϲ ψιλὰ γίνεται, ὅλοϲ οὖλοϲ, ὅροϲ οὖροϲ; δαϲύνεται δὲ τὸ οὕνεκα διὰ τὸ τούνεκα. οὐκ ἂν
οὖν ἄλλωϲ δαϲυνθείη τὸ οὗτοι, εἰ μὴ ἀπολογίαν τὴν ἔλλειψιν τοῦ τ.

Τὴν τῶν ὀνομάτων ϲύνταξιν ἀνθυπῆλθον αἱ ἀντωνυμίαι οὐχ, ὥϲ
τινεϲ ᾠήθηϲαν, δι’ ἄγνοιαν τῶν ὀνομάτων· ποία γὰρ ἄγνοια τῶν ὀνομάτων ἐν τῷ 
 ϲοὶ μὲν ἐγώ, ϲὺ δ’ ἐμοί {Δ 63}; 
 
 ἀλλὰ ϲαφὲϲ ὅτι οὐ δυναμένων τῶν ὀνομάτων ἐν τοῖϲ πρώτοιϲ καὶ δευτέροιϲ προϲώποιϲ
καταγίνεϲθαι, καθὼϲ δεδείξεται. —

Φήϲει τιϲ· «Οὐχὶ οὖν καὶ ἀγνοίαϲ οὔϲηϲ ὀνομάτων φαμὲν ϲύ ἢ ϲέ;» Πρὸϲ ὃ ῥητέον 
 
 
 
 
 ὅτι ἐκ παρεπομένου τὸ τοιοῦτον ἐγένετο, εἴγε καὶ ἐν γνώϲει ὄντα τὰ ὀνόματα πάλιν
ἀπαιτεῖ τὴν ἀντωνυμικὴν ϲύνταξιν, οὐκ ἔλαττον δὲ καὶ οὕτωϲ ἀνθυπέϲτη τοῦ ὀνόματοϲ. καὶ γὰρ δυνάμει
κύριον ὄνομα νοεῖται 
 διὰ τῆϲ ἀντωνυμίαϲ, οὔ φημι τὸ τῆϲ φωνῆϲ ὄνομα, τὸ δὲ ἐξ αὐτῆϲ δεικνύμενον, τουτέϲτιν ἡ
ἰδία ποιότηϲ τοῦ ὑποκειμένου.

Ἕνεκεν τούτου πρὸϲ οὐδὲν χρειώδειϲ εἰϲὶν αἱ ἀντωνυμίαι ϲτερόμεναι τοῦ
τε δεικνύντοϲ προϲώπου καὶ τοῦ δεικνυμένου, εἴγε αἱ ἐγγραφόμεναι πάνυ ἀοριϲτόταταί
εἰϲιν, ὅτι καὶ τῆϲ ἰδίαϲ ὕληϲ ἀπεώϲθηϲαν. ἔνθεν δοκεῖ μοι πάνυ
εὐλόγωϲ κατὰ τὰϲ ἐπιϲταλτικὰϲ γραφὰϲ χωρὶϲ τῶν προτεθειμένων ὀνομάτων τὰ τοῦ λόγου μὴ καθίϲταϲθαι.
ἐγγραφομένων γὰρ 
 
 
 
 τῶν ἀντωνυμιῶν διὰ τὰϲ ἐπιϲυμβεβηκυίαϲ πράξειϲ τῷ τε ἀποφαινομένῳ προϲώπῳ ὑπὲρ αὑτοῦ
καὶ τῷ πρὸϲ ὃν ἡ ἀπόταϲιϲ τοῦ λόγου, ἀναγκαίωϲ ϲυμβαίνει τὸ γράφεϲθαι τὴν τῶν ὀνομάτων
θέϲιν, ἵνα δυνάμει κατὰ τούτων τὰϲ δείξειϲ ποιήϲωνται αἱ ἀντωνυμίαι. τὸ γὰρ ἐγώ ϲοι καὶ. 
πάλαι ἔγραψα δείκνυϲι διὰ μὲν τῆϲ ἐγώ τὴν προκειμένην εὐθεῖαν, διὰ δὲ τῆϲ ϲοί τὴν
ἀνθυπαγομένην δοτικήν. πρόδηλον γὰρ ὅτι τῶν ὀνομάτων περιγραφέντων καὶ τὰ τῶν ἀντωνυμιῶν ἀόριϲτα
γίνεται.)

Ἔϲτιν οὖν αἴτιον τοῦ μὴ δύναϲθαι τὰ ὀνόματα παραλαμβάνεϲθαι 
 κατὰ πρῶτον καὶ δεύτερον τὸ τὰϲ θέϲειϲ τῶν ὀνομάτων μήτε ἐν πρώτῳ μήτε ἐν δευτέρῳ προϲώπῳ δύναϲθαι καταγίνεϲθαι. οὐ γὰρ πρὸϲ τοὺϲ γενομένουϲ ἡ
ἀπόταϲιϲ γίνεται τοῦ ὀνόματοϲ ὑπὲρ τῆϲ αὐτῶν θέϲεωϲ, ὅπερ ἴδιον δευτέρου προϲώπου· οὔτε
μὴν ἑαυτοῖϲ τιθέμεθα, ὅπερ ἴδιον πάλιν τοῦ πρώτου
προϲώπου. ἀνάγκη οὖν πᾶϲα εἰϲ τὰ 
 
 
 
 τρίτα πρόϲωπα χωρεῖν τὰ ὀνόματα κατὰ πᾶϲαν πτῶϲιν χωρὶϲ κλητικῆϲ· αὕτη γὰρ πρώτη
ἐπιϲτρέφει τὴν ἐκ τῶν τρίτων προϲώπων θέϲιν εἰϲ τὸ δεύτερον διὰ τὴν ἐξ αὐτῆϲ γινομένην ἀντίληψιν τοῦ
ἀναδεξαμένου προϲώπου τὸ ὄνομα.

Προφανὲϲ δὲ κἀκεῖνό ἐϲτιν, ὡϲ ἐξ αὑτῶν ποιούμενοι τοὺϲ λόγουϲ πρόϲ τιναϲ, ὀφείλομεν
ἀναμερίϲαι τὰ πρόϲωπα. 
 καὶ φαίνεται ὡϲ οὐκ ἐνὸν τοῖϲ ὀνόμαϲι ϲυγχρῆϲθαι, καθότι τρίτα ἦν ταῦτα, ὁ δὲ λόγοϲ
ἀπῄτει τὸ ἐκ πρώτου προϲώπου δεύτερον. καὶ 
 
 
 
 ἔνθεν παρειϲέδυον αἱ ἀντωνυμίαι τὸ ἀδύνατον τοῦ ὀνόματοϲ ἀνταναπληροῦϲαι, ἡνίκα φαμὲν
ἐγώ ϲοι ἔγραψα. προείρηταί γε μὴν ἡ αἰτία τοῦ μίαν οὖϲαν τὴν ἀντωνυμίαν ἀντὶ πάντων ὀνομάτων
παραλαμβάνεϲθαι.

Οὐκ ἂν οὖν τιϲ ὑπολάβοι ὡϲ πρὸϲ οὐδὲν χρειώδειϲ αἱ κατὰ τὸ τρίτον πρόϲωπον ἀντωνυμίαι, δυναμένων
τῶν ὀνομάτων παραλαμβάνεϲθαι; «καὶ γὰρ εἰ ἐνεχώρει κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον 
παραλαμβάνεϲθαι τὰ ὀνόματα, ἴϲωϲ ἂν ἐγένετο μηδὲ τὴν ἀντωνυμίαν προϲηυρῆϲθαι». ἀλλ’ ἔϲτι γε πρὸϲ τὸ
τοιοῦτον φάναι· αἱ ἀντωνυμίαι ἅπαξ ἀντὶ ὀνομάτων γενόμεναι ἐκ παρεπομένου ἔϲχον καὶ τὴν
δεῖξιν· ὑπ’ ὄψιν γὰρ πίπτοντα τὰ ἐξ αὐτῶν πρόϲωπα ἑωρᾶτο, καὶ οὕτωϲ τὸ μόριον ἐξαιρέτωϲ
ἀπηνέγκατο τὴν δεῖξιν, ἥτιϲ ϲυνώδευϲεν κατὰ ϲυζυγίαν 
 
 
 
 
 τοῦ πρώτου καὶ δευτέρου προϲώπου ἄχρι τοῦ τρίτου. οὐ καθὸ οὖν τὰ ὀνόματα
ἀνέφικτα ἐν τριϲὶ προϲώποιϲ, ἐγένοντο αἱ ἀντωνυμίαι, ἀλλὰ καθὸ ἀμοιρεῖ δείξεωϲ, ἥτιϲ ἐϲτὶν ἐν
ἀντωνυμίαιϲ. ϲύνεϲτι γοῦν ἀμφότερα ἐν τῷ 
 
 οὗτοϲ δ’ Αἴαϲ ἐϲτὶ πελώριοϲ {Γ 229} 
 
 πάνυ ἀναγκαίωϲ· ἕνεκα γὰρ τοῦ ὁρᾶϲθαι τὸν Αἴαντα ἡ δεῖξιϲ παρείληπται,   ἕνεκα δὲ
τῆϲ ἰδίαϲ ποιότητοϲ, ὑπὲρ ἧϲ καὶ ἠρώτηϲεν, τὸ Αἴαϲ.

Τούτων οὖν τῇδε ἐχόντων ϲαφὲϲ ὅτι τὸ Ἀπολλώνιοϲ γράφω καὶ τὰ τούτοιϲ ὅμοια προφανῶϲ ἀκατάλληλα,
καὶ οὐ δι’ ἄλλο τι ἢ διὰ τὴν τῶν προϲώπων ἀκαταλληλότητα, εἴγε τρίτου μὲν προϲώπου τὸ ὄνομα, πρώτου δὲ τὸ ῥῆμα· κατάλληλον δὲ τὸ ἐν δυϲὶν τρίτοιϲ Ἀπολλώνιοϲ γράφει.

Ἀλλ’ οὐκ ἐν τῷ καθόλου πάλιν τὸ τοιοῦτο. τὰ γὰρ ὕπαρξιν ἢ ἰδίαϲ ποιότητοϲ θέϲιν ϲημαίνοντα τῶν
ῥημάτων προϲίενται   τὸ δοκοῦν ἀκατάλληλον, εἰμὶ Ὀδυϲϲεύϲ, Τρύφων 
 
 
 
 
 
 ὀνομάζομαι καὶ τὰ τούτοιϲ ϲύζυγα. πάλιν γὰρ οὐκ ἐγχωρεῖ τὴν ἰδίαν θέϲιν κοινῇ φωνῇ
προϲχαρίϲαϲθαι ἐπὶ πᾶν ϲυντεινούϲῃ, εἰ φαίημεν ἐγὼ ὀνομάζομαι, ἐγὼ κληΐζομαι. (καὶ ϲαφέϲ ἐϲτιν ὅτι
τὸ ἐγώ εἰμι ἐνεχώρει ἐγγίνεϲθαι· ὕπαρξιν γάρ, οὐκ ἰδίαϲ ποιότητοϲ θέϲιν ἐϲήμαινεν,
 
 κοινῆϲ δέ, ἐφ’ ἣν ϲυντείνει τὸ ἐγώ.) ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ἐξῆϲ προϲώπων. — ϲαφὲϲ
οὖν ὅτι οὐ δυνάμενα διαψεύϲαϲθαι τὴν ἰδίαν θέϲιν τῶν ὀνομάτων τὰ ῥήματα ἐπιϲπᾶται αὐτὰ
ἐκ τρίτου κατὰ τὸ πρῶτον, ὅτε φαμὲν Τρύφων ὀνομάζομαι, οὐ μὴν ἐν τῷ Τρύφων βιάζομαι. τὸ γὰρ
βιάζεϲθαι οὐκ ἴδιον ἦν Τρύφωνοϲ, καθάπερ ἡ ἐπ’αὐ 
 τοῦ ὀνομαϲία· δι’ ὃ καὶ τὴν κοινὴν κατὰ παντὸϲ ὀνόματοϲ ἀντωνυμίαν παραλαμβάνει.

Ἑξῆϲ ῥητέον καὶ περὶ ϲυντάξεωϲ τῆϲ τῶν ἀντωνυμιῶν πρὸϲ τὰ ῥήματα. Αἱ πλάγιοι πτώϲειϲ τῶν ἀντωνυμιῶν πάντωϲ ἐπὶ
ῥῆμα φέρονται, ἐξ ϲυντάξεωϲ νοεῖται ἡ ἐγγινομένη διάθεϲιϲ τοῦ προϲώπου. — οὐ μὴν
ἀναϲτρέφει τὰ τοῦ λόγου· οὐ γὰρ ἅπαντα τὰ ῥήματα πλαγίουϲ ἀπαιτεῖ ὀνομάτων ἢ ἀντωνυμιῶν, ἐπεὶ ἃ μὲν
αὐτῶν αὐτοτελῆ ἐϲτίν, ἃ δὲ ἐλλείπῃ· τό τε γὰρ περιπατεῖ πλουτεῖ ἢ ζῇ τι τῶν
τοιούτων οὐκ ἐπιζητεῖ πλαγίαν πτῶϲιν, περὶ ὧν καὶ ἐντελῆ τὸν λόγον παραϲτήϲομεν ἐν τῇ
κατ’ ἰδίαν αὐτῶν ϲυντάξει.

Οὐ λέληθε δέ με ὡϲ οἱ πλεῖϲτοι ὑπέλαβον τὴν τῶν ῥημάτων ϲόνταξιν ἐντελεϲτέραν εἶναι, εἰ
προϲλάβοι καὶ τὰϲ ἀντωνυμίαϲ, ἐγὼ 
 
 
 
 
 ἔγραψα, ἐγὼ λαλῶ, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, καὶ τούτου ἀπόδειξίν 
 φαϲιν τὸ μὴ δεόντωϲ ἔχειν τὴν τοιαύτην φράϲιν, εἰ μὴ
ϲυμπαραλάβοι τιϲ καὶ τὰϲ ἀντωνυμίαϲ, ἐγὼ μὲν γὰρ παρεγενόμην, ϲὺ δ’ οὔ· «ἀκατάϲτατα γὰρ τὰ τοῦ λόγου γενήϲεται». ἐγὼ μέντοι οὐχ ὑπολαμβάνω ἐν τῷ καθόλου
τὸ τοιοῦτον ἀληθὲϲ εἶναι, πιϲτούμενοϲ οὐκ ἐκ ποιητικῶν παραθέϲεων, εἴγε τῇ ποιητικῇ
ϲυντάξει ἐφεῖται καὶ λείπειν καὶ πλεονάζειν, ἐκ μέντοι τῆϲ κοινῆϲ φράϲεωϲ ἁπάϲηϲ καὶ τῆϲ τῶν
ϲυγγραφέων ἀκριβοῦϲ ϲυνθέϲεωϲ καὶ τὸ μεῖζον ἐκ δυνάμεωϲ τῆϲ τοῦ
λόγου, ἣν καὶ δέον ἐϲτὶ παραθέϲθαι τῶν ἄλλων ϲυντάξεων προδήλων οὐϲῶν.

Παρυφίϲταται ἔν τιϲι μέρεϲι λόγου δηλούμενα ἑτέρων μερῶν λόγου, ἐν τῷ Αἴαϲ
τὸ εἰϲ, ἐν τῷ Κρονίδηϲ γενικὴ ἑνικὴ τοῦ πρωτοτύπου καὶ τὸ υἱόϲ μετ’ εὐθείαϲ ἑνικῆϲ, ἐν τῷ Λεϲβόθεν
μετὰ τῆϲ ὀνοματικῆϲ ἐννοίαϲ καὶ ἡ ἔξ πρόθεϲιϲ, ἐν τῷ Αἴαντε τὸ δύω, ἐν τῷ ταχύτεροϲ τὸ
μᾶλλον· πάμπολλοϲ ἡ εἰϲ τὸ τοιοῦτο παράθεϲιϲ. καὶ οὐκ ἔϲτιν ὅϲτιϲ φηϲὶ τὸ Κρονίδηϲ
λείπειν τῷ υἱόϲ, ὃ μᾶλλον προϲτεθὲν περιϲϲὴν θέϲιν ἐπαγγέλλεται. ἐφιϲτάνομεν τοὺϲ ἀποφαινομένουϲ
 
 
 
 ἐξ οἴκοθεν, ποιητάϲ χαριζόμενοι τὸ τοιοῦτο, παῤ οἷϲ λείπουϲιν αἱ 
προθέϲειϲ καὶ πλεονάζουϲιν· 
 ἀλλ’ ὑμεῖϲ ἔρχεϲθε καὶ ἀγγελίην ἀπόφαϲθε {1 649} 
 
 κατ’ ἔλλειψιν τῆϲ ἀπό· 
 
 ἐξ οὐρανόθεν προΐαλλε {Θ 365} 
 
 κατὰ πλεοναϲμὸν τῆϲ ἔξ. ἀλλ’ οὐδὲ τὸ Αἴαϲ ἑνικὸν καλούμενον λείπει τῷ εἰϲ.

καὶ δὴ ἐν τοῖϲ ῥήμαϲιν πάμπολλά ἐϲτι παρυφιϲτάμενα, ἐν μὲν τοῖϲ ὁριϲτικοῖϲ αὐτὸϲ ὁ
ὁριϲμὸϲ καὶ ἡ ἐξ αὐτοῦ νοουμένη κατάφαϲιϲ, ὅπου γε καὶ πρὸϲ τὰϲ ἐρωτήϲειϲ ἀνθυπάγομεν
τὸ ναί ἢ οὔ ἢ ῥῆμα ὁριϲτικόν, ὡϲ ἂν πάλιν ἐγκειμένηϲ τῆϲ καταφάϲεωϲ κατὰ τὰ ὁριϲτικά.
γράφειϲ; λέγω κατ’ ἐρώτηϲιν, καὶ τὸ ἀνθυπαγόμενόν ἐϲτιν ἢ ναί ἢ
γράφω. ἐνθένδε καὶ ἡ οὔ ἀπόφαϲιϲ τὸ ἐναντίον ἀναιροῦϲα αὐτὸ μόνον τὰ ὁριϲτικὰ ἀποφάϲκει, οὐ γράφω.
ἀλλ’ ἐνέϲται καὶ ὑπὲρ 
 
 
 
 τούτων παραθέϲθαι. — ἔγκειται καὶ ὁ ἑνικὸϲ ἀριθμόϲ, καὶ πάλιν τὸ εἷϲ οὐκ ἐπιζητεῖ τὸ
γράφω. — ϲαφὲϲ δ’ ὅτι καὶ ἡ εὐθεῖα ἔγκειται τῆϲ ἀντωνυμίαϲ· καὶ εἰ τὰ κατειλεγμένα οὐ λείπει διὰ τὰ
παρυφιϲτάμενα, οὐδὲ τὸ γράφω ἐλλειπέϲ ἐϲτιν τῆϲ ἐγώ ἀντωνυμίαϲ.

«Οὐχὶ οὖν λέγεται ἐγὼ γράφω, καὶ οὐ κακία τὸ τοιοῦτον 
 Καὶ αὐτὸϲ προείρηκα ὅτι οὐκ ἐν τῷ καθόλου. ἰδοὺ γὰρ καὶ τὰ προκατειλεγμένα ἀνάγκηϲ
ποτὲ οὔϲηϲ τῆϲ κατὰ τὸν λόγον ϲυμπαραλαμβάνει τὰ μόρια τὰ παρυφιϲτάμενα, 
 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖϲιν {Ω 243}, 
 
 
 
 
 δὶϲ γὰρ γενομένηϲ ἐπιτάϲεωϲ, μιᾶϲ μὲν ὑπούϲηϲ ἐν τῷ γοργότεροϲ, 
 
 
 ἀνάγκη πᾶϲα τὸ καὶ τὴν ἑτέραν ϲυμπαραληφθῆναι. — φαμὲν δὲ καὶ ναὶ γράφω, βεβαιοτέραν ποιούμενοι τὴν ὑπόϲχεϲιν διὰ τῆϲ δὶϲ παρειλημμένηϲ
 ϲυγκαταθέϲεωϲ. ἀλλὰ καὶ ἕνα ἄνθρωπόν φαμεν περιπατεῖν, πρόϲ τε τὸ ἀντιπαρακείμενον
πλῆθοϲ καὶ πρὸϲ τὴν τῶν πάντων ἀναίρεϲιν, λέγω οὐδεὶϲ περιπατεῖ, οὐδένα εὗρον. —  τὸν
αὐτὸν δὴ τρόπον ὑπούϲηϲ ἐκφορᾶϲ ἀπολελυμένηϲ φήϲομεν φιλολογῶ, φιλολογεῖϲ· εἰ μέντοι γε
τὴν πρόϲ τινα ϲύγκριϲιν ἐθέλοιμεν διαϲαφῆϲαι, ἐπιϲπώμεθα τὴν ἀντωνυμίαν, ἴδιον ἔχουϲαν τὴν ἐν τοῖϲ
προϲώποιϲ ἀντιδιαϲτολήν. ϲαφὲϲ γὰρ ὅτι οὐχ ἵνα τὸ πρόϲωπον
διαϲτείλωμεν· τοῦτο γὰρ κοινὸν εἶχεν καὶ τὸ ῥῆμα. διὸ καὶ πάντωϲ τὰ ἀπαρέμφατα δέεται
τῆϲ τούτων ϲυντάξεωϲ, ἐλλειπῆ καθεϲτῶτα προϲώπων .

Φηϲὶ μέντοι Ἄβρων ὡϲ τὸ ἐγὼ μὲν παρεγενόμην οὐ ϲυνετόν, εἰ παραλείποι τὴν ἀντωνυμίαν, οὐκ
ἐπιϲτήϲαϲ ὡϲ ὁ ϲύνδεϲμοϲ αἴτιοϲ γενόμενοϲ ἐπιπλοκῆϲ ἑτέρου λόγου πάντωϲ διήγειρεν τὴν ἀντωνυμίαν,
 
 
 
 
 
 ἵνα δεόντωϲ ἀντιδιαϲτείλῃ τὸ ἐπιφερόμενον ἕτερον πρόϲωπον, ὅπερ ἐνέκειτο ἐν τῷ ἐπιφερομένῳ λόγῳ. ὀρθοτονοῦμεν γοῦν τὸ 
 ἡ δ’ ἐμὲ χειρὸϲ ἑλοῦϲα {μ 33} 
 
 διὰ τὸ ἀντιδιαϲτελλόμενον πρόϲωπον τῶν ἑταίρων.

Τὸ δὲ πάντων ϲυνεκτικώτατον, αὐταὶ αἱ ἀντωνυμίαι ὑπαγορεύουϲιν 
 τὸ ἕνεκα μόνον τῆϲ
ἀντιδιαϲτολῆϲ ϲυμπαραλαμβάνεϲθαι. οὔποτε 
 γὰρ μόνον περιττεύουϲαι παρῆκαν μὲν τὴν ἐγκλιτικὴν τάϲιν, ἐπεὶ αὕτη ἀνεπληροῦτο πρὸϲ
τῶν ῥημάτων, ἐνέμειναν δὲ διὰ τὸ ἐπακολουθοῦν αὐταῖϲ ἰδίωμα.

καὶ καθόϲ λου πᾶϲα ἀντωνυμία ὀρθῆϲ πτώϲεωϲ ἐγκλιτικῆϲ
ϲυντάξεωϲ ἀπαράδεκτόϲ ἐϲτιν, οὐ μόνον τῆϲ χρήϲεωϲ τὸ 
 τοιοῦτον ἐπιδειξαμένηϲ, ἀλλὰ καὶ τῆϲ φωνῆϲ ϲυνεπιϲχυούϲηϲ τῇ χρήϲει, εἴγε ἀπὸ τοῦ ε
ἀρχόμεναι αἱ ἀντωνυμίαι ἅμα τῇ ἐγκλίϲει καὶ τὸ κατ᾿ ἀρχὴν ε
παρέφθειραν, ὅπερ οὐ παρηκολούθει τῇ ἐγώ, ἐπειδὴ ἀπαράδεκτοϲ 
 
 
 
 τῆϲ ἐγκλιτικῆϲ ϲυντάξεωϲ. — καὶ διὰ τοῦτο τῇ μονῇ τοῦ ε αἱ παῤ Αἰολεῦϲιν ἀντωνυμίαι
ὀρθοτονοῦνται, κἂν βαρύνωνται κατὰ τὸ τέλοϲ. — πῶϲ οὖν οὐ γελοῖοι οἱ ὑπολαμβάνοντεϲ τὴν ἐγώ
ἐγκλιτικὴν εἶναι, ἔτι τοῦ ἰδιώματοϲ ϲυντηρουμένου τῆϲ ὀρθῆϲ τάϲεωϲ, ὅπου γε καὶ πλεονάϲαν τὸ ε τὰϲ ἐγκλινομέναϲ τῶν ἀντωνυμιῶν εἰϲ τὸν ὀρθὸν τόνον μετέθηκεν, ἃϲ οὐκ ἄλλωϲ
τιϲ ἐγκλίνειεν, εἰ μὴ περιγράψειεν τὸ ε, ὅπερ ἴδιον ἦν μόνον τῆϲ ὀρθοτονουμένηϲ
ἀντωνυμίαϲ. — ἔνθεν μοι δοκεῖ μόνωϲ ἐγκλίνεϲθαι τὴν τύ ἀντωνυμίαν παρὰ Δωριεῦϲιν, ἵνα τὸ ἀλλότριον
 τῆϲ εὐθείαϲ ἐγγινόμενον, λέγω τὴν ἐγκλιτικὴν ϲύνταξιν, ἀποβάλῃ μὲν τὴν
εὐθεῖαν πτῶϲιν, μετίῃ δὲ ἐπὶ τὴν ϲυγγενῆ αἰτιατικήν, ἡ καὶ. ϲυνυπάρχει καὶ ϲυνεμπίπτει ἐν δυϊκοῖϲ
καί τιϲι τῶν πληθυντικῶν καὶ ἐν ἅπαϲιν οὐδετέροιϲ.

Ἀνάγκη μέντοι πᾶϲα τοῖϲ τρίτοιϲ προϲώποιϲ προϲεῖναι ἢ αὐτὰϲ τὰϲ ἀντωνυμίαϲ ἢ τὰ ἀνθ’ ὧν παραλαμβάνεται,
λέγω τὰ ὀνόματα, οὐχ ἕνεκεν πτώϲεωϲ, ἐπεὶ πάλιν πάρυφίϲταται ἡ εὐθεῖα, ἀλλ᾿  οὐδὲ ἕνεκα
προϲώπου (νοεῖται γὰρ ὅτι τρίτον), ἀλλ᾿  ἕνεκά γε τοῦ μὴ ἀοριϲτοῦϲθαι. ἄπειρά γε ὄντα τὰ τρίτα
πρόϲωπα μιᾷ ἐπαρκεῖται ϲυντάξοι 
 τοῦ ῥήματοϲ· καὶ ϲαφὲϲ ὅτι μία λέξιϲ κατ᾿  ἀπείρων κειμένη
ἀόριϲτον πρόϲωπον ὑπαγορεύει, εἰϲ πολλὰ τῆϲ διανοίαϲ τρεπομένηϲ. οὖϲαι δὴ ὡριϲμένων προϲώπων
παραϲτατικαὶ ἀναγκαίωϲ παρατίθενται τοῖϲ ῥήμαϲιν, ἵνα ἐκ τῆϲ αὐτῶν παραθέϲεωϲ
περιγράφηται ἡ ἀόριϲτοϲ ἔννοια τῶν ῥημάτων· γράφει γὰρ ὅδε ἢ οὗτοϲ, ἐκεῖνοϲ, αὐτόϲ.

Καὶ ὡϲ μὲν ἀναγκαίωϲ αἱ τῆϲ εὐθείαϲ μόνωϲ ὀρθοτονοῦνται, ἐδείχθη. ἀκολούθωϲ δὲ χωρητέον καὶ ἐπὶ τὰϲ ἑξῆϲ
πτώϲειϲ, αἷϲ τὸ διϲϲὸν τοῦ τόνου παρεπόμενόν ἐϲτιν παρὰ τὰϲ ὑπούϲαϲ ϲυντάξειϲ τοῦ λόγου, εἴγε μὴ τὸ
τῆϲ φωνῆϲ ἰδίωμα ὑπεξέληται τὸ διτονῆϲαι.

Ἔϲτιν οὖν ὁ γενικώτατοϲ τρόποϲ τῆϲ ἐν αὐταῖϲ ὀρθῆϲ ἐπὰν ἔμφαϲιϲ ἑτέρου προϲώπου
παραλαμβάνηται· τὸ γὰρ 
 
 
 
 
 
 
 παῖδα δ’ ἐμοὶ λύϲαιτε {Α 20} 
 εἴρηται πρὸϲ τὸ 
 ὑμῖν μὲν θεοὶ δοῖεν {Α 18} 
 καὶ ϲαφὲϲ ὅτι τὸ ὑμῖν μὲν θεοὶ δοῖεν διὰ τῆϲ ϲυνούϲηϲ τάϲεωϲ προϲυνίϲτηϲι 
 
 τὸ ἀνθυπαχθηϲόμενον πρόϲωπον. τὸν δὴ προειρημένον τρόπον εἰϲ πλ είοναϲ τρόπουϲ πάλιν
τέμνουϲιν, ἐξ ὧν πάλιν περιίϲταται. ταὐτὸν τῷ προειρημένῳ.

Πᾶϲα, φαϲίν, ἀντωνυμία ϲυμπλεκομένη ἐν τάϲει ὀρθῇ ἐϲτι, Διονυϲίῳ ἐλάληϲεν καὶ ἐμοί,
Διονύϲιον τιμᾶ καὶ ἐμέ. εἰ γοῦν ἐκτὸϲ τοῦ ϲυνδέϲμου γένοιτο ἡ ἀντωνυμία, οὐ πάντωϲ
ὀρθοτονηθήϲεται. ἐχαρίϲατό ϲοι κα Διονυϲίῳ, ἐτίμπϲέ ϲε καὶ
Διονόϲιον. καί φαϲι τὰ τοιαῦτα μὴ ϲυμπεπλέχθαι ἐν τῇ ἀντωνυμίᾳ, 
 καί μ’ ἐφίληκε {Ι 481}, 
 
 καί μοι ὑποϲτήτω {Ι 160.} 
 
 καὶ δῆλον ὅτι, εἰ μὴ τὰ τοιαῦτά τιϲ ἐπεξεργάζοιτο, δόξει αὐτὸ μόνον τοῖϲ ἀναγνώϲμαϲιν
ἠκολουθηκέναι, ἀφορμήν τε δώϲει τοῖϲ θέλουϲιν διαταράϲϲειν τὰ ἀναγνώϲματα, καθὸ οὐκ ἐπέχονται ὑπὸ
λόγου δυναμένου ἐπιδεῖξαι τό τε δέον τοῦ καταλλήλου καὶ τὸ ὑπερβατόν.

Οἱ δὴ καλούμενοι ἀθροιϲτικοὶ ϲύνδεϲμοι ἐκ τῶν προκειμένων λόγων ἀπὸ κοινοῦ
λαμβάνουϲιν ἢ ὄνομα ἢ ῥῆμα. ἐντεῦθεν καὶ ϲτιγμῆϲ 
 
 
 
 
 ἀπροϲδεεῖϲ εἰϲιν, ὡϲ ἂν ἔτι ἐχομένου τοῦ προϲιόντοϲ λόγου ὡϲ πρὸϲ τὸν ὑποκείμενον.
ἐκκείϲθω δὲ ὑποδείγματα, ἐκ μὲν τοῦ ϲυνήθουϲ λόγου καὶ Διονύϲιοϲ περιπατεῖ καὶ
Ἀπολλώνιοϲ, κοινοῦ παραλαμβανομένου τοῦ περιπατεῖ· ἐκ δὲ τοῦ ποιητικοῦ 
 Βοιωτῶν μὲν Πηνέλεωϲ καὶ Λήϊτοϲ ἦρχον 
 
 Ἀρκεϲίλαόϲ τε Προθοήνωρ τε Κλονίοϲ τε {B 494 seq.}, 
 
 
 κοινοῦ πάλιν παραλαμβανομένου τοῦ ἦρχον. οὔ φημι δὲ
τοῦτο, ὡϲ πάντωϲ ἐν κοινότητι τὰ τοιαῦτα παραλαμβάνεται, ἀλλ’ ὡϲ τὰ ἐκ κοινοῦ παραλαμβανόμενα ἐν τοιαύτῃ ϲυμπλοκῇ καθέϲτηκεν, λέγω τῇ ἐκ τοῦ καί τῶν τε τούτῳ
ἰϲοδυναμούντων. (

δείξομεν γὰρ ὅτι ὁ δέ καὶ 
 πάλιν οἱ τούτῳ ἰϲοδυναμοῦντεϲ παραιτοῦνται τὰϲ κοινότηταϲ, μετάβαϲιν ποιούμενοι καὶ τῶν
πτωτικῶν καὶ ἔτι τῶν ῥημάτων. καὶ ἔνθεν ἀπροϲδεεῖϲ ὄντεϲ τοῦ παρακειμένου λόγου ϲτιγμῆϲ αἴτιοι
καθεϲτᾶϲιν, ὡϲ ἔχει τὰ τοιαῦτα, Διονύϲιοϲ μὲν ἔγραψεν, Τρύφων δὲ ἀνέγνω· χωρὶϲ εἰ μὴ
ἐπιμεριζόμενα εἴη ἐκ πλήθουϲ, ὡϲ ἔχει τὸ φιλολογήϲωμεν ϲήμερον ϲὺ μὲν κατὰ ϲχολὴν ἐγὼ
δὲ ἐν οἴκῳ· 
 ἀλλ’ τοι μὲν ταῦτ’ ἐπιείξομεν ἀλλήλοιϲιν 
 
 ϲοὶ μὲν ἐγὼ ϲὺ δ’ ἐμοί {Δ 62seq.} 
 τὴν δὴ τοιαύτην τήρηϲιν πάνυ ἀκριβεϲτάτην οὖϲαν ἐν τῇ ἐπιβαλλούϲῃ 
 
 
 
 τάξει πάλιν ἐκθηϲόμεθα. ἀνιτέον οὖν ἐπὶ τὸ προκείμενον.)

Ἐὰν πτωτικὸν ϲυμπλακῇ, οὔποτε κατὰ τὸν ἑξῆϲ λόγον δύναται κοινὸν παραληφθῆναι, τό γε μὴν ῥῆμα· καὶ ἀνάπαλιν ἐὰν ῥῆμα ϲυμπλακῇ, οὔποτε κατὰ τὸν ἐξῆϲ λόγον κοινὸν
παραλαμβάνεται, τό γε μὴν ϲυνὸν πτωτικόν. ἐκκείϲθω δὲ ὑποδείγματα· καὶ Τρύφων διελέξατο
καὶ Ἀπολλώνιοϲ, οὐ κοινοῦ μὲν τοῦ Τρύφων παραλαμβανομένου, τοῦ γε μὴν διελέξατο· καὶ
ἀνάπαλιν καὶ διελέξατο Τρύφων καὶ ἀνέγνω, νῦν πάλιν
τοῦ Τρύφων κοινοῦ παραλαμβανομένου. τὴν αὐτὴν ϲύντοξιν ποιήϲει
 ὁ καί ἐπὶ τῶν ἀντωνυμιῶν.

Εἰ μέντοι γε ὁ προκείμενοϲ λόγοϲ μὴ ἀναδέξαιτο τὸν ϲύνδεϲμον, τὸ
τηνικαῦτα ἀδιαφόρωϲ ἔχει τὸ ἐπιφερόμενον τοῦ κοινοῦ, Τρύφων περιπατεῖ καὶ Ἀπολλώνιοϲ, 
Τρύφων περιπατεῖ καὶ διαλέγεται, ἀμφοτέρων ἀπὸ κοινοῦ δυναμένων λαμβάνεϲθαι. ᾧ λόγῳ εἰ προϲδῴημεν
τὸν ϲύνδεϲμον, 
 
 
 
 
 παρὰ τὴν ϲύνταξιν τοῦ ϲυνδεδεμένου τὰ τοῦ λόγου καταϲτήϲεται, καὶ Τρύφων περιπατεῖ καὶ
Ἀπολλώνιοϲ, καὶ περιπατεῖ Τρύφων καὶ διαλέγεται· οὐ γὰρ ἐν ὑγιεῖ λόγῳ τὰ τοιαῦτα, καὶ περιπατεῖ
Τρύφων καὶ Ἀπολλώνιοϲ.

Ὁμολογουμένωϲ οὖν τὸ ϲυνδεδεμένον πτωτικὸν ἀπαιτεῖ ἕτερον πτωτικὸν
πάντωϲ, καὶ τῆϲ αὐτῆϲ πτώϲεωϲ, ὥϲ γε προῦπτόν ἐϲτιν καὶ ἐξ ἐκείνου, 
 εἰπὲ καὶ ἡμῖν {α 10}, 
 καὶ γὰρ ἄλλοιϲ· 
 
 
 ὃν πέρι μοῦϲα φίληϲε, δίδου δ᾿ ἀγαθόν τε κακόν τε· 
 
 
 ὀφθαλμῶν μὲν ἄμερϲε, δίδου δ’ ἡδεῖαν ἀοιδήν {θ 63 sq.} 
 
 
 
 ἢ ὡϲ Ἀρίϲταρχοϲ ὡϲ οὐ κείμενον τὸν ϲύνδεϲμον παραιτεῖται, ἵνα μὴ ἐξ αὐτοῦ τὸ
ὁμοιόπτωτον πρόϲωπον νοῆται.

Ἔνθεν οὖν ὀρθοτονοῦνται αὶ ϲυμπλεκόμεναι ἀντωνυμίαι , διὰ τὸ ἐπιϲυμπλεκόμενον πτωτικόν. ἔνθεν τὸ 
 καί μοι ὑποϲτήτω {I 160}, 
 
 καί μ’ ἐφίληϲεν {I 481} 
 
 
 
 
 
 οὐ ϲυμπλέκεται κατὰ τὸ ἀντωνυμικόν, κατὰ δὲ τὸ ῥῆμα, καὶ ἔϲτι τὰ τοῦ λόγου
ἐν ὑπερβατῷ· ἰδοὺ γὰρ ἡ ϲυμπλοκὴ οὐκ ἐπήγαγεν ὁμοιόπτωτον πρόϲωπον πρὸϲ τὸ ϲυμπεπλεγμένον ὑπὸ τῶν ἀντωνυμιῶν. ἔνθεν δὲ ἀνεθεῖϲαι τῆϲ διαϲτολῆϲ
αἱ ἀντωνυμίαι παρῆκαν τὸν ἴδιον τόνον, ὡϲ ἂν 
 οὐκ ἐνεχόμεναι ὑπὸ τοῦ ϲυνδέϲμου.

, Τὸν αὐτὸν δὴ λόγον ποιήϲει καὶ ἐπὶ τῶν κατὰ διάζευξιν παραλαμβανομένων καὶ καθόλου τῶν
δυναμένων εἰϲ ϲύνταξιν πτωτικὴν παραλαμβάνεϲθαι. φημὶ δὲ τὸ τοιοῦτον, καθότι ὁ
ὅτι ϲύνδεϲμοϲ ἐπὶ ῥήματα φέρεται μόνον, ὅθεν οὐδὲ ἀναγκαίωϲ διεγείρει τὰϲ ἀπτωνυμίαϲ, 
 εἰ μὴ τὰ τοῦ λόγου ἀπαιτήϲει· οἷόν τε γὰρ φάναι ὅτι ϲε ἐτίμηϲα ὑβρίϲθην. καθόλου γὰρ
οὐκ οἶδε τὴν ἀντωνυμίαν. εἰ δὲ κατ᾿ ὀρθὴν τάϲιν φαίημεν ὅτι ϲὲ ἐτίμηϲα, δῆλον ὅτι ὡϲ οὐ διὰ τὸν
ϲύνδεϲμον, διὰ δὲ τὴν ἐπακολουθήϲαϲαν ἀντιδιαϲτολήν.

Ἀνάπαλιν οὖν ὁ ἕνεκα ϲύνδεϲμοϲ, φερόμενοϲ πάντοτε ἐπὶ 
 
 
 
 
 γενικήν, μόνωϲ ὀρθοτονεῖ τὴν ἀντωνυμίαν, ἡνίκα τὰϲ τούτων γενικὰϲ ϲυνδεῖ, 
 εἵνεκ’ ἐμεῖο κυνόϲ {Z 356}. 
 τίϲ γὰρ ἂν θαρρήϲειεν Ἑλλήνων ἐγκλίνειν τὸ ἕνεκ’ ἐμοῦ, καὶ δῆλον ὡϲ μόνωϲ πάλιν ὀρθτονοῦνται, καθὸ ϲυνδεθεῖϲαι πρόϲ τι πτωτικὸν τὸν λόγον
ἀνέχουϲι.

Φηϲὶ δέ που καὶ ὁ Ἅβρων οὐ δεόντωϲ ἐγκεκλίϲθαι τὸ 
 ἢ μ’ ἀνόειῤ ἐγὼ ϲέ {Ψ 724}, 
 
 καθὸ διέξευκται ἡ ἀντωνυμία· ὡϲ οὐκ ἐνὸν πρὸϲ αὐτὸν φάναι ὅτι τὸ ἑξῆϲ ἐϲτιν ἢ ἀνάειρόν με, ὡϲ αὐτὸϲ παρῃτήϲατο ἐν τῷ 
 
 καί μ᾿ ἐφίληϲεν {I 481} 
 ἀντὶ τοῦ καὶ ἐφίληϲέν με. αὐτὸϲ παρῃτήϲατο εἰ μὴ κατέλειψεν, ὃν προϲεθήκαμεν λόγον, ὡϲ ὄντωϲ διέζευκται ἡ ἀντωνυμία, ἐκ τοῦ ἀντιδιαζευχθέντοϲ λόγου, εἴγε
ἐπιφέρεται ἢ ἐγὼ ϲέ. ϲαφὲϲ γὰρ ὅτι εἰ τὸ 
 
 
 ῥῆμα διέζευκτο, οὐκ ἂν αἰτιατικὴ πτῶϲιϲ ἐπηνέχθη ἀλλὰ ῥῆμα, καθάπερ ἐπεδείξαμεν καὶ
ἐπὶ τῆϲ ϲυμπλοκῆϲ. τοὺϲ μέντοι ἀπαναγνόνταϲ παρεκρούϲατο ἡ ὡϲ μονοϲύλλαβοϲ ἀντωνυμία,
ἣν δεόντωϲ διϲύλλαβον παρεδεξάμεθα, πείϲαντεϲ ὡϲ ὑποϲυνηλείφθη κατὰ τὸν τρόπον τῆϲ κράϲεωϲ, ὁμοίωϲ τῷ 
 τὠμῷ κεχαριϲμένε θυμῷ {δ 71}, 
 τἠμῇ κλιϲίῃ {I 654}. 
 καὶ δῆλον ὅτι οὐ μεταθήϲει τὸν ἴδιον τόνον ἐπὶ τὸν ἤ ϲύνδεϲμον, ϲυνέξει δὲ ἐν
αὑτῇ ἐν τῷ 
 
 ἤ ἔμ’ ἀνάειρ’ ἢ ἐγὼ ϲέ, 
 καθάπερ καὶ ἐπὶ τοῦ διαϲαφητικοῦ, 
 ἢ ἐμοί, ὅϲ πέρ οἱ θαλερὸϲ πόϲιϲ εὔχομαι εἶναι {Θ 190} 
 
 πρὸϲ τὸ 
 ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν {Θ 188}. — 
 
 πάλιν μέντοι τὸ ἑξῆϲ ἐν τῷ 
 
 
 
 
 
 καί τοι ἐγὼν ϲυνέριθοϲ {7 32} 
 ἐϲτὶ κἀγώ ϲοι ϲυνέριθοϲ ἔϲομαι, δῆλον ὅτι ταῖϲ ϲυμπαρούϲαιϲ ἐπὶ ε τοὺϲ πλυνούϲ. προφανὲϲ ὡϲ
ἐπὶ πάντων τῶν τοιούτων ὁ λόγοϲ κα-- ταϲτήϲει τὸ δέον τῆϲ ϲυντάξεωϲ.

Καὶ αἱ προθέϲειϲ δὲ παρατιέμεναι ταῖϲ ἀντωνυμίαιϲ ταὐτὸν 
 ἀποτελοθϲι, παρ’ ἐμοί, διὰ ϲοῦ, ἀφικνεῖται παρὰ ϲέ. καὶ ἕνεκα e~rcaaoua* τούτου τὸ παρὰ Θεοκρίτῳ 
 ϲὺν καὶ τρίτοϲ ἁμὶν Ἀμύνταϲ {V5I 2} 
 
 δεόντωϲ πξίωϲάν τινεϲ ὀρθοτονεῖν. Περιϲϲὸν ἡγοῦμαι, τῆϲ
ϲυντάξεωϲ προδήλου οὖϲηϲ, πλείοϲιν ὑποδείγμαϲιν χρῆϲθαι. ἐκεῖνο γάρ ἐϲτιν 
 ἐπεξεργάϲαϲθαι ἀναγκαῖον, εἰ κατά τινα φυϲικὴν ἀκολουθίαν τὸ τοιοῦτο παρεπόμενόν ἐϲτιν.
οὐ γὰρ οὕτω κατεπείγει τὸ τῆϲ ϲυντάξεωϲ, καθὸ πρόδηλόν ἐϲτι· τὸ δὲ τοῦ λόγου ἐπὶ πᾶϲιν οὐκ
εὐϲύνοπτον.

Α πλάγιαι τῶν ἀντωνυμιῶν ϲυνταϲϲόμεναι τοῖϲ ῥήμαϲι καὶ προϲώπων δύο παρεμφατικαὶ γενόμεναι, τοῦ
τε διατιθέντοϲ καὶ τοῦ διατιθεμένου, διὰ τῆϲ ὀρθῆϲ τάϲεωϲ παρεμφατικαὶ γίνονται καὶ
τρίτου προϲώπου, εἴγε διαφέρει τὸ τύπτω ϲε τοῦ ϲὲ τύπτω. καὶ ἕνεκα τούτου τὰ τῆϲ
ϲυντάξεωϲ ἀνεμερίϲθη, καθὸ ἡ ἀπολελυμένη ϲύνταξιϲ αἰτοῦϲα
ὑποτακτικὴν ἀντωνυμίαν μετατίθηϲιν καὶ τὴν τάϲιν, τουτέϲτιν 
 
 
 
 ἐγκλιτικὰϲ αὐτὰϲ καθίϲτηϲιν, ἡ δὲ πρόϲ τι ἐν ἀρχῇ παρεδέξατο τὴν ἀντωνυμίαν, ᾗ ϲύνεϲτι
καὶ ἡ ὁλόκληροϲ φωνὴ καὶ ἡ παρεπομένη γραφή· πρόδηλον ἐκ τοῦ δόϲ μοι καὶ ἐμοὶ δόϲ.

Ἀλλὰ κἀκεῖνοϲ ὁ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὡϲ αἱ προθέϲειϲ ϲυντίθενται κατ᾿
εὐθεῖαν καὶ κατὰ τὰ ῥήματα, κατὰ δὲ τὰϲ πλαγίαϲ παρατίθενται, ἐπὶ μὲν ἀντωνυμιῶν
προφανῶϲ, ἐπὶ δὲ ὀνομάτων δόξει τὰ τοῦ λόγου διαψεύδεϲθαι· λέγομεν γὰρ Ὑπέρβολον,
Ἐπίκουρον. ὅπερ εἴ τιϲ τἀκριβὲϲ ἐξετάϲειεν, οὐχ εὕροι ἂν τὴν πλαγίαν ϲυντιθεμένην, ϲυνθέτου δὲ
εὐθείαϲ κλίϲιν γενομένην   μένην. ἰδιάζουϲαι γοῦν αἱ
πλάγιοι ἐν ταῖϲ προθέϲεϲιν πρόδηλον ποιοῦνται τὴν παράθεϲιν, κατὰ Κτηϲ¦ω[ωντοϲ, πρὸ
Ἀριϲτάρχου. καὶ δι᾿ ὅ τι τὸ τοιοῦτο παρεπόμενόν ἐϲτιν, ἐν τῇ περὶ αὐτῶν ϲυντάξει εἰδι᾿

Αἱ γὰρ παρατιθέμεναι ἐν ταῖϲ πλαγίαιϲ τῶν ἀντωνυμιῶν ἀναγκαίωϲ ἀρκτικὰϲ αὐτὰϲ
ποιοῦϲιν· προθετικαὶ γὰρ οὖϲαι ϲυμπροτιθεῖϲι 
 
 
 
 
 καὶ τὰϲ πλαγίουϲ, αἷϲ καὶ ϲυντάϲϲονται· καὶ οὕτω τῶν ῥημάτων δευτέρων γινομένων μετὰ
τὰϲ ἀντωνυμίαϲ ἀνάγκη πᾶϲα ἐγγίνεϲθαι ὀρθὴν τάϲιν ταῖϲ ἀντωνυμίαιϲ, καθὼϲ ἐπεδείξαμεν
ὅτι ἀδύνατόν ἐϲτιν ἐπινοῆϲαι ἐγκλιτικὴν πρὸ ῥήματοϲ τοῦ πρὸϲ ὃ ποιεῖται τὴν ϲύνταξιν. φαμὲν γὰρ ἔγραψά ϲοι λαλῆϲαι Ἀπολλωνίῳ, οὐ τῆϲ ἀντωνυμίαϲ ϲυνταϲϲομένηϲ τῷ λαλῆϲαι, τῷ δὲ ἔγραψα, πρὸϲ ὃ καὶ τὴν τάϲιν ἀπηρείϲατο.

Ἔωθεν μοι δοκεῖ ἡ μετὰ τὰ ῥήματα τῶν ὀροθοτονουμένων 
ἀντωνυμιῶν ϲύνταξιϲ ἀνεϲτράφθαι, εἰ οὕτωϲ τιϲ φαίη, ἐλάληϲαϲ ἐμοί· τὸ γὰρ δέον ἐϲτὶν ἐμοὶ ἐλάληϲαϲ,
καὶ τὸ οὕτωϲ ἔχον 
 
 ϲοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδοϲ 
 
 ἔϲϲεται ἤματα πάντα {P 556 seq., admixtus versus Π 499}. 
 εἰ γὰρ τὸ ἀπολελυμένον πρόϲωπον τῆϲ θέϲεωϲ τοῦ ὀρθοτονουμένου οὐκ ἔτυχεν, τουτέϲτιν ἡ ἐγκεκλιμένη ἀντωνυμία οὐδέποτε προτακτική, οὐδὲ
ἐκείνη ὑποτακτικὴ δεόντωϲ παραληφθήϲεται, ὅπου γε καὶ αἱ ὑποτακτικαὶ ἐν ἀρχῇ γενόμεναι παρῆκαν μὲν
τὴν ἰδίαν φωνήν, μετέλαβον δὲ τὴν τῆϲ ὀρθῆϲ τάϲεωϲ· 
 ἔγνω δὲ ψυχή με ποδώκεοϲ Αἰακίδαο {λ 471}, 
 
 καὶ ἐν ἑτέροιϲ 
 ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπε {λ 91}. 
 νῦν γὰρ οὐ δηλουμένῳ ἡ ὀρθὴ τάϲιϲ, τάξεώϲ γε μὴν ἐναλλαγῇ. —

Ϲυνεπιϲχύει καὶ ὁ ἀπὸ τῆϲ φωνῆϲ λόγοϲ. ὑπὲρ γὰρ τοῦ εὔληπτα τὰ τῆϲ ϲυντάξεωϲ
γίνεϲθαι τὸ ἀπόλυτον πρόϲωπον καὶ ὑποτακτικὸν παρῆκε τὸ ε, καὶ ἐπεὶ μὴ τοῖϲ
μονοϲυλλάβοιϲ ἠδύνατο τὸ τοιοῦτο παρέπαρῆκε λέγω τὸ ϲυλλαβὴν ἀποβάλλειν, τόνου γε ἀποβολὴν
ἐποιήϲατο· 
 ἔνθεν γὰρ καὶ ἐγκλιτικαὶ ἐγένοντο.

Οἰήϲεταί τιϲ ἀντικεῖϲθαι τὰϲ πληθυντικάϲ, καθὸ εἰϲ ἔγκλιϲιν παραλαμβανόμεναι οὐ
παραφθείρουϲιν τὸν ἐν ἀρχῇ χρόνον, ἤκουϲεν ἤμων Διονύϲιοϲ. ἀλλ᾿ εἴιπομεν κατ᾿ ἀρχὴν ὡϲ ἔϲθ᾿ ὅτε ἰδίωμα φωνῶν ἐλλειπεωτέραϲ καθίϲτηϲιν διηνεκεῖϲ τηρήϲειϲ, ὥϲπερ καὶ
ἐν τοῖϲ τριγενέϲι τῶν ὀνομάτων πάλιν ἰδίωμα φωνῆϲ ἐκκόπτει τριγένειαν. —πρῶτον μὲν γὰρ
ἡ δαϲεῖα οὐ θέλει 
 
 
 
 
 ἀφαιρεῖϲθαι· δείκνυμεν δὲ ὅτι ἀναγκαίωϲ αἱ πληθυντικαὶ ἀπὸ δαϲείαϲ ἤρξαντο. εἰ γὰρ καὶ
χρόνοϲ ἀφῃρεῖτο τοῦ η, πάντωϲ ἂν καὶ ἡ ἄρχουϲα ψιλὴ ἐγένετο· αἱ γὰρ ἀπὸ βραχείαϲ ἀρχόμεναι
ἀντωνυμίαι ψιλοῦνται. 
 ἔνθεν ὁ Αἰολεὺϲ ϲυνέϲτειλεν εἰϲ βραχὺ ᾱ τὸ ἄμμων. —καὶ ϲυνεχὲϲ τὸ 
 
 
 
 
 ε ἐν ταῖϲ κατὰ πρόϲωπον κλίϲεϲιν καὶ προϲτίθεται καὶ ἀφαιρεῖται, ἑώρων, ἕηκα, ἔειπα,
ἀλλὰ κα τὸ ἔβη βῆ, ἔφη δῆ, καὶ ἐν ἀντωνυμίαιϲ τὸ ἑοῖ, ἑοῦ. καὶ διὰ τοῦτο αἱ ἀπὸ τοῦ ε ἀρξάμεναι
ἀντωνυμίαι ἀναγκαίωϲ τὸ ε διαφθείρουϲιν. — ἠρκέϲθη οὖν ἡ ἔγκλιϲιϲ αὐτὸ μόνον διὰ τῆϲ μεταθέϲεωϲ τοῦ τόνου, ἤκουϲ᾿ ἥμων, λέγω ἀπολύτωϲ, τῆϲ τάϲεωϲ μετατιθεμένηϲ κατὰ τὴν
ἄρχουϲαν· ἠδυνάτει γὰρ ἐπὶ τὸ προκείμενον μόριον προελθεῖν, εἴγε μέχρι τριῶν χρόνων τὰ
τῆϲ ἀμοιβῆϲ τοῦ τόνου ἐγγίνεται. καὶ ἕνεκα τούτου τὸ 
 καί ϲφεαϲ {Δ 284. 337 alibi} 
 
 ἐξ ὅληϲ τῆϲ ἀντωνυμίαϲ μετέθηκεν τὸν τόνον, οὐ μὴν πάλιν τὸ ἡμᾶϲ. ἐν τῷ περὶ τόνων ἀκριβέϲτερον τὰ τοιαῦτα ἐπιδείκνυμεν.)

Κἀκεῖνο δ᾿ ἔτι ἔϲτι παραϲτῆϲαι, ὡϲ ταῖϲ μὲν ὀρθοτονουμέναιϲ ἀρκτικαῖϲ οὔϲαιϲ παρείπετο καὶ μετατίθεϲθαι τοῦ ἰδίου τόπου, καθὸ καὶ ἐν
τάϲει καὶ ἐν τῇ παρεπομένῃ γραφῇ ἀνελλειπεῖϲ οὖϲαι οὐκ ἐκωλύοντο 
 
 
 
 τῆϲ μεταθέϲεωϲ· ἔκ γε μὴν τῶν ἐναντίων αἱ ἐγκλιτικαὶ προϲαπηρειϲμέναι 
πηρειϲμέναι προκειμένῳ τινὶ μορίῳ, ἐφ᾿ ὃ καὶ τὴν τάϲιν μετέθηκαν, οὐκ εἶχον ἐν δέοντι τὰ τῆϲ
μεταθέϲεωϲ. ἐϲτέροντο γὰρ τοῦ παρεπομένου αὐταῖϲ ἰδιώματοϲ· πρὸϲ οὐδὲν γὰρ εἶχον τὰ τῆϲ ἐγκλίϲεωϲ
μεταθέϲθαι. — 
 ἐντεῦθεν καὶ μόνωϲ ἐγκλιτικαὶ ἐπενοήθηϲαν ἡ ϲφίν καὶ ἡ ϲφέ καὶ ἡ μίν καὶ ἡ
τοί διὰ τοῦ τ γραφομένη, καὶ ἡ παρὰ Δωριεῦϲιν τύ κατ᾿ αἰτιατικὴν πτῶϲιν, καὶ αἱ δυϊκαὶ τοῦ τρίτου
προϲώπου· οὐ γὰρ ῥημάτων ποτὲ προηγήϲαντο.

Πάνυ μέντοι εὔηθέϲ ἐϲτι δόξαι τοὺϲ λόγουϲ διακρούεϲθαι ὑποθεμένου τινὸϲ τὰ ἐναντία,
ὡϲ καὶ ἐγκλιτικαὶ πρὸ ῥημάτων καὶ ὁρθοτονούμεναι ἐν ταῖϲ προθέϲεϲιν μετὰ τὰ ῥήματα
τίθενται, εἰ οὕτω τιϲ φαίη, ϲήμερον ἐλάληϲα κατὰ ϲοῦ, ϲήμερόν ϲε ἐθεαϲάμην, 
 
 καί τυ φίλιππον ἔθηκεν {adesp. 43 A. Lyr. gr. Bergk4}. 
 εἰϲ γὰρ τὸ τοιοῦτο τὰ τῆϲ ϲυντάξεωϲ ἀπεδείχθη, ἵνα καὶ τὰ λεληθότα τῶν ὑπερβατῶν, ὄντα καὶ κατὰ τὸ ϲύνηθεϲ, ἔχηται τοῦ ἀκολούθου λόγου, 
 
 
 
 
 καὶ μὴ μόνον τὰ παρὰ ποιηταῖϲ ὡϲ ἐξαίρετά τιϲ ὑπολαμβάνοι. ἡ γὰρ δέουϲα κατάϲταϲιϲ
τοῦθ᾿ ὑπαγορεύει, ϲήμερον ἐθεαϲάμην ϲε, τοῦ ἐπιρρήματοϲ ἐπὶ τὸ ῥῆμα φερομένου καὶ τῆϲ ἀντωνυμίαϲ ἐπὶ
τὴν δέουϲαν θέϲιν τῆϲ ἐγκλίϲεωϲ, καὶ ἔτι ἐπὶ τῆϲ ὀρθοτονουμένηϲ κατὰ ϲοῦ 
ἐλάληϲα, καὶ ἔτι ἐπὶ τοῦ 
 καί τυ φίλιππον ἔθηκε, 
 καὶ ἔθηκέν ϲε. ὡϲ εἰ καὶ ἐπὶ τῶν ϲυναπτικῶν τιϲ ὑπολάβοι ἢ καὶ ἐπὶ παραϲυναπτικῶν
μὴ ἵϲταϲθαι τὸ καὶ ἀρκτικοὺϲ αὐτοὺϲ εἶναι, εἰ φαίημεν φῶϲ ἐϲτιν, εἰ ἡμέρα ἐϲτίν. αὐτὸ γὰρ μόνον τῇ
ϲυνθέϲει τὸ εἰ ἡμέρα ἐϲτίν δευτερεύει, οὐ μὴν τῇ διεξοδικῇ ἐπαγγελίᾳ· πρῶτον μὲν γὰρ ἐπιδέχεται ἡ διάνοια τὸ εἰ ἡμέρα ἐϲτίν, καὶ τότε ἐπιδέχεται τὸ φῶϲ ἐϲτιν, καὶ οὐ πάντωϲ
οὐχὶ προτακτικὸϲ ὁ εἴ ϲυναπτικόϲ,  καίτοι γενόμενοϲ καὶ
ὑποτακτικὸϲ ἐνίοτε, οἵ τε παρὰ τοῦτον ἐϲχηματιϲμένοι.

Ὀρθοτονοῦνται καὶ ὅϲαι ἐκ προϋπηργμενηϲ χάριτοϲ τὴν ἐναντάν διάθεϲιν ὁμολογοῦϲιν, ἐμοὶ ἐτόλμηϲεν
ταῦτα ποιῆϲαι, ἐμὲ 
 
 
 ὑπέμεινεν ὑβρίϲαι. καὶ ϲαφὲϲ ὅτι ϲυντείνει πάλιν ἐπὶ τὸν προειρημένον 
λόγον. τοιοῦτον γάρ ἐϲτιν· ἄλλον ὤφειλεν ὑβρίϲαι, οὐκ ἐμὲ τὸν παρ᾿ αὐτῷ τίμιον. ὁ αὐτὸϲ λόγοϲ καὶ
ἐπὶ τῶν παραλαμβανομένων ἐκ προϋπηργμένηϲ ἀδικίαϲ, δεῖ ἐμοῦ
ὁρῶντοϲ ἐκεῖνον αἰκίζεϲθαι· οὐκ ἄλλου γὰρ ἢ ἐμοῦ τοῦ προαδικηθέντοϲ.

Ὀρθοτονεῖϲθαί φαϲι καὶ τὰϲ πεπλεονακυίαϲ, λέγω τὴν ἐμεῖο 
 καὶ τὰϲ ὁμοίαϲ, πάνυ εὐλόγωϲ, πρῶτον καθὸ ϲύνεϲτι πάλιν ἡ ἐν αὐταῖϲ διαϲτολή, 
 εἵνεκ᾿ ἐμεῖο κυνὸϲ κά Ἀλεξάνδρου ἕνεκ᾿ ἀρχῆϲ {Z 356}· 
 οὐ τοῦτο δέ φημι, ὅτι ἐὰν μὴ μετὰ τοῦ ῑ λέγηται, οὐ πάντωϲ ὀρθοτονηθήϲεται, 
 ἐπεὶ ἰδοὺ καὶ τὸ δίχα τοῦ ῑ, 
 ϲέο δ᾿ εἵνεκ᾿ ἀϋτή τε πόλεμόϲ τε {Z 328} 
 πρόδηλον γὰρ καὶ ἐκ τοῦ ϲημαινομένου καὶ τοῦ ἕνεκα ϲυνδέϲμου, καθὼϲ ἐπεδείξαμεν. — δεύτερον
οὐκ ἄλλωϲ οὔτε πλεόναϲμά τιϲ ἐπινοήϲειεν οὔτε ἔνδειαν, εἰ μὴ πρότερον ἡ φωνὴ ὁλόκληροϲ
ἐπιδειχθείη, ἴνα μὴ 
 τὸ ἐγγενόμενον πάθοϲ τὸ ἕτερον ἀποτρίψηται, λέγω τὴν ἔνδειαν ἢ τὸν πλεοναϲμόν. καὶ περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι· ὁ γὰρ
λόγοϲ προφανήϲ. οὐχὶ οὖν πλεοναϲμὸϲ ἐγγενήϲεται ἐν ἀντωνυμίαιϲ οὐχὶ αὐτῆϲ 
 
 
 πρότερον ἐντελοῦϲ οὔϲηϲ· ἐντελὴϲ δὲ καθεϲτῶϲα μόνωϲ ὀρθοτονουμένη ἐϲτίν. ὑγιῶϲ ἄρα τὸ
ἐγγινόμενον πάθοϲ ὁμολογεῖ ὁλόκληρον τὸ ἀφ᾿ οὗ ἐγίνετο· ἦϲαν δὲ ἐντελεῖϲ αἱ ϲὺν τῷ ε λεγόμεναι, καὶ
οὕτωϲ αἱ πλεονάϲαϲαι μόνωϲ ὀρθοτονοῦνται. — τρίτον τὸ μέγιϲτον μέγεθοϲ τῶν 
ἐγκλιτικῶν τρίχρονόν ἐϲτι· πῶϲ οὖν ἡ ἐμεῖο ἐγκλιθήϲεται; — ἀλλ᾿ οὐδὲ ἡ ϲεῖο, κἂν τρίχρονοϲ ᾗ. εἰ γὰρ
τὰ ἐγκλιτικὰ μόρια κατάφορα περὶ τοὺϲ ἐλάττοναϲ χρόνουϲ, πῶϲ οὐχὶ
αἱ πλεονάϲαϲαι χρόνῳ ἀντωνυμίαι εἰϲ τὸ ἐναντίον τῆϲ ἐγκλίϲεωϲ μεταϲτήϲονται;

Καὶ ὁ τοῦ ε δὲ πλεοναϲμόϲ, ἐν τῇ ἑέ - ἑοὶ καὶ ἔτι ἐν ταῖϲ ϲυζύγοιϲ ἐγγινόμενοϲ,
πολλῷ 
 μᾶλλον ἐπιϲπᾶται τὴν ὀρθὴν τάϲιν. εἰ γὰρ αἱ ἀπὸ τοῦ ε ἀρχόμεναι ἀντωνυμίαι, ἡνίκα
ἐγκλίνονται, παραφθείρουϲι τὸ ε, ὡϲ ἐν τῷ δόϲ μοι, ἄκουϲόν μου, πῶϲ αἱ τοῦτο πλεονάϲαϲαι οὐ τὰ
ἐναντία τῆϲ ἐγκλίτῆϲεωτῆϲ ἀπαιτήϲουϲιν καθάπερ καὶ ἐν τοῖϲ προκειμένοιϲ ἐδείξαμεν.

Ἀλλὰ καὶ αἱ δυϊκαὶ τοῦ πρώτου καὶ δευτέρου προϲώπου μόνωνϲ ὀρθοτονοῦνται διὰ τὸν
τόνον τῆϲ βαρείαϲ. προευθέτιϲται γὰρ τὰ ἐγκλιτικὰ μόρια ἐπὶ τέλουϲ ἔχειν τὴν ὀξεῖαν, ἢ
φύϲει ἢ δυνάμει (λέγω δὲ δυνάμει διὰ τὰ
περιτῆϲπώμενα), ἵνα ἡ τοῦ τόνου ὑποϲτροφὴ τὸ μὲν 
 
 
 
 
 προκείμενον ὀξύνῃ, αὐτὸ δὲ μεταϲτήϲῃ εἰϲ βαρεῖαν τάϲιν· ὅπερ ἐπὶ τῆϲ νῶϊν
καὶ ϲφῶϊν οὐκ ἠδύνατο ἐγγενέϲθαι.

A γοῦν κατὰ τὸ τρίτον πρόϲωπον μόνωϲ ἐγκλιτικαὶ μόνωϲ καὶ ὀξύνονται, τε ϲφωέ καὶ ἡ
ϲφωΐν· ἐπεὶ τίϲ ἡ αἰτία τοῦ μὴ βαρύνεϲθαι αὐτάϲ; ἔνθεν τὸ εἰμί καὶ φημί ὠξύνθη, διὰ τὴν
ἐποῦϲαν αὐτοῖϲ ἔγκλιϲιν, καίτοι τῶν ῥημάτων καταφερομένων εἰϲ τὴν ἐπὶ τέλουϲ βαρεῖαν. τὰ
πύϲματα οὐκ ἔϲτιν ἐγκλιτικὰ διὰ τὸ βαρύνεϲθαι, τά γε μὴν παρακείμενα αὐτοῖϲ ἀόριϲτα, ἐπεὶ μᾶλλον ἐν τῷ τέλει ἔϲχεν τὴν ὀξεῖαν. (ρὐ τοῦτο δέ φημι, ὅτι τὰ
ἀόριϲτα μόνωϲ ἐγκλιτικά ἐϲτιν· ἀλλ᾿ εἴ τι τῶν τοιούτων μορίων ἐγκλιτικόν ἐϲτι, τοῦτο καὶ
ἀόριϲτόν ἐϲτιν, ὡϲ τὸ ἦλθέν τιϲ, ἦλθέν ποτε.) καὶ ἔνθεν δείκνυται ὅτι τὸ τίϲ
ἀοριϲτούμενον μᾶλλον ὀξύτονόν ἐϲτιν, πευϲτικὸν δὲ καθεϲτὼϲ τῷ λόγῳ ἐπὶ τῆϲ
ἀρχούϲηϲ ὀξύνεται. ἔϲτιν καὶ ἄλλα παραθέϲθαι.

Προῦπτον οὖν ὅτι καὶ ἡ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ ἀνέγκλιτοι διὰ 
 τὸν αὐτὸν λόγον, προϲτιθεμένου τοῦ ὅτι καὶ δεικτικαί εἰϲιν ἤν δὲ παρεπόμενον 
 
 
 
 
 ταῖϲ ἐπιτεταμέναιϲ κατὰ δεῖξιν τὸ μὴ παραφθείρειν τοὺϲ τόνουϲ, καθὼϲ ἔϲτι τηρῆϲαι ἐπὶ
τῶν προκειμένων.

Ὁ προκείμενοϲ λόγοϲ ἀναγκαίωϲ διδάϲκει ὡϲ ἀναλόγωϲ ἡ 
 
 aὐτόν αἰτιατικὴ τὴν ἔγκλιϲιν παρεδέξατο· ἡ γὰρ αὐτόϲ ὠξύνθη· 
ἀπέωϲτο γὰρ τῆϲ δείξεωϲ καὶ ἡ μετάληψιϲ τῶν κατὰ τὸ τρίτον πρόϲωπον, οἷϲ παρηκολούθει καὶ τὸ
ἐγκλίνεϲθαι. — ἀλλὰ διὰ τί ἐπὶ τῆϲ ὀνομαϲτικῆϲ οὐκ ἐγκλίνεται ϲαφὲϲ ὅτι δι᾿ αὐτὴν τὴν πτῶϲιν, καθότι
καὶ ἡ ἐγώ καὶ ἡ ϲύ καὶ αἱ ϲύζυγοι. τί οὖν οὐχὶ καὶ ἐπὶ γενικῆϲ καὶ δοτικῆϲ φαίημεν ἂν
διὰ τὸ τετραχρονεῖν. «ἀλλὰ καὶ ἐπὶ τῆϲ ἡμῶν καὶ ἐπὶ τῶν τετραχρόνων τὰ τοῦ λόγου
μάχεται. εἰ γὰρ καὶ τὴν τάϲιν οὐκ ἀποβάλλουϲιν, ἀλλ᾿ αὐτήν γε μετατιθέαϲι κατὰ τὸ ἄρχον μέροϲ, ὡϲ
 ἐν τῷ ἄκουϲον ἥμων· ὅπερ οὐ παρηκολούθει καὶ ἐπὶ τῆϲ αὐτῷ ἢ αὐτοῦ.» καὶ τὸ τοιοῦτον
ἔχει ἀπολογίαν· εἰϲ γὰρ ὑποϲτολὴν τὴν τοῦ Αἰολικοῦ τὰ τοῦ τόνου
παρεπέμφθη. — διὰ τοῦτο καὶ ἡ αἰτιατικὴ 
 
 
 πτῶϲιϲ ἀπολυθεῖϲα τῶν ἐμποδιζόντων, λέγω τῆϲ τε πτώϲεωϲ καὶ τῶν
 χρόνων, ἀναγκαίωϲ τὴν ἔγκλιϲιν παρεδέξατο. παραπεμπτέον γὰρ ἐκεῖνον τὸν λόγον, καθ᾿ ὃν
αἱ γένουϲ παρεμφατικαὶ ἀνέγκλιτοί εἰϲιν καὶ διὰ τοῦτο οὐκ ἐγκλίνεται ἡ αὐτόϲ· γένοϲ γὰρ οὐκ
ἐπίϲταται ἡ ἔγκλιϲιϲ οὐδὲ ἄλλο τι τῶν παρεπομένων, ὅπου γε καὶ ἐν ϲυνδέϲμοιϲ καὶ
ῥήμαϲιν καὶ ἔτι ἐν ἐπιρρήμαϲιν ἐγκλιτικὰ γίνεται καὶ ἐν τριγενεῖ τῷ τίϲ.

Εἴρηται οὖν διὰ τί ἡ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ οὐκ ἐνεκλίθηϲαν. Ἀλλ᾿ οὐδ᾿ ὅτε ἄρθρα εἰϲ ϲύνταξιν ἀντωνυμίαϲ
παραλαμβάνεται, ἔγκλιϲιν ἀναδέχεται, οὐ καθὸ γένουϲ ἐϲτὶ παρεμφατικά, ἀλλὰ καθὸ ἄρθρα
ὄντα τῇ φύϲει ἀδυνατεῖ εἰϲ ἔγκλιϲιν παραλαμβάνεϲθαι· τόπον γὰρ ἐπέχει ἐναντίον τῇ
ἐγκλίϲει, λέγω τῶν προτακτικῶν, οὐ μαχομένων τῶν ὑποτακτικῶν, ἐπεὶ δόξειεν μὴ
ἐμποδίζεϲθαι τὰ τῆϲ ἐγκλίϲεωϲ. ἦν γὰρ καὶ αὐτὰ προτακτικά, τὴν μὲν ἀναφορὰν ἐπιϲτρέφοντα εἰϲ τὰ
προκείμενα, ἐν ἀρχῇ δὲ λόγου παραλαμβανόμενα εἰϲ ϲύνταξιν ῥηματικήν, 
 
 ὃϲ μάλα πολλά 
 
 πλάγχθη {α 1 seq.}, 
 ἣ μυρί᾿ Ἀχαιοῖϲ ἄλγε᾿ ἔθηκε {Α 2} 
 
 τῆϲ ἐγγινομένηϲ ϲτιγμῆϲ ἐπιμαρτυρούϲηϲ τῇ ἀρκτικῇ ϲυντάξει τῶν
ἄρθρων.

Ὀρθοτονοῦνται καὶ ὅϲαι ϲυντάϲϲονται τῇ αὐτόϲ ἐπιταγματικῇ, 
 ἠέ τι Μυρμιδόνεϲϲι πιφάϲκεαι ἦ ἐμοὶ αὐτῷ {Π 12}, 
 
 ϲοὶ δ᾿ αὐτῷ μελέτω {Ο 231}, 
 οὐδὲ ϲεῦ αὐτῆϲ {Ξ 327}, 
 
 οὐδ᾿ ἐμοὶ αὐτῷ 
 θυμὸϲ ἐνὶ ϲτήθεϲϲι ϲιδήρεοϲ {ε 190 seq.}. 
 τά γε μὴν τοῦ τρίτου οὐκ ἐξωμάλιϲται 
 
 καθότι οὐδ᾿ ἀληθὴϲ λόγοϲ παρεδείχθη τὸ τὰϲ κατὰ τὸ τρίτον πρόϲωπον ὀρθοτονηθείϲαϲ πάντωϲ
μεταλαμβάνεϲθαι εἰϲ ϲυνθέτουϲ. ὡϲ γάρ ἐϲτι ψευδὴϲ ὑπόληψιϲ καὶ οὐχ ὡϲ ἐξωμαλίϲθη 
 
 
 
 
 καὶ ὡϲ οὐ τόνου ἐναλλαγὴ αἰτία γίνεται ϲυνθέτου μεταλήψεωϲ, εἰρήϲεται. κατὰ τὸ ἐξῆϲ.
ἐντεῦθεν οὖν ἐνεκλίθη τὸ 
 ἀλλά οἱ αὐτῷ 
 
 
 Ζεὺϲ ὀλίϲειε βίην πρὶν ἡμῖν πῆμα γενέϲθαι {δ 667 seq.} 
 καὶ τὸ 
 
 Εὐρύαλοϲ δέ ἑ αὐτὸν ἀρεϲϲάϲθω ἐπέεϲϲι {θ 396}, 
 ὠρθοτονήθη δὲ τὸ 
 
 ἀμφὶ ἓ παπτήναϲ {Δ 497}, 
 ἄλογόν τ᾿ ἐδόκει τὸ 
 οἱ τ᾿ αὐτῷ {ε 64}, 
 
 διήκοντοϲ τοῦ λόγου ἐπὶ ἁπάντων ὁμοίωϲ. — ἔϲται μέντοι ἡ ϲύνταξιϲ εἰϲ ἔμφαϲιν πλείονα διαϲτολῆϲ παραλαμβανομένη, ἐμὲ αὐτὸν ἐτίμηϲεν, ϲὲ αὐτὸν ἐμέμψατο.

Ἐν προτάξει γοῦν ἁπάντοτέ εἰϲιν αἱ ἀντωνυμίαι, καθὸ ἔχονται τοῦ ὀρθοῦ τόνου, ὥϲ γε
ἐδείχθη κἀν τοῖϲ 
 
 
 προκειμένοιϲ. εἰ μέντοι τὰ τῆϲ ϲυντάξεωϲ ἀναϲτραφείη, οἷόν τέ ἐϲτιν καὶ
ἐγκλίνεϲθαι τὴν ἀντωνυμίαν, 
 αὐτῷ τοι μετόπιϲθ᾿ ἄχοϲ ἔϲϲεται {l 249}, 
 αὐτόν ϲε φράζεϲθαι ἐν Ἀργείοιϲιν ἄνωγεν {I 680}. 
 
 οὐ τοῦτο δέ φημι, ὡϲ οὐχ οἷόν τε καὶ ἐπὶ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ ὀρθοτονεῖν,
ἀλλ᾿ ὡϲ ἀφορμὴν ἔχει ἐγκλίϲεωϲ ἡ τοιαύτη ϲύνταξιϲ, 
 αὐτόν με πρώτιϲτα ϲυνοικιϲτῆρα γαίαϲ 
 ἔκδεξαι τεμενοῦχον {Pindari frgm. 167 Bergk4 186 Schr.}.

Πρὸϲ δὲ τοὺϲ οἰομένουϲ τὴν αὐτόϲ ϲυμπαραλαμβάνεϲθαι εἰϲ 15 
 διαϲτολὴν γένουϲ ϲυγκεχυμένου κατὰ τὴν φωνὴν βραχὺϲ ἀρκέϲει λόγοϲ, ὥϲ γε καὶ πρόκειται,
ὡϲ οὐ δέονται αἱ ἀντωνυμίαι τοῦ διαϲτέλλοντοϲ τὸ γένοϲ ἢ ὑπὸ δεῖξιν πίπτουϲαι ἢ ὑπὸ ἀναφοράν. τί δ᾿
ἂν εἶποι τιϲ ἐπὶ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ, οὗτοϲ αὐτόϲ, ἐκεῖνοϲ αὐτόϲ. 
 
 ὅδ᾿ αὐτὸϲ ἐγῶ {φ 207 vel ω 321}; 
 
 φαίνεται δ᾿ ὅτι καὶ μὴ ἐπιτεταγμέναι διήρθρωϲαν τὸ γένοϲ καὶ οὐκ 
ἄδηλον ἔϲται κατὰ τὸ γένοϲ τὸ 
 
 
 ἐμεῦ δ᾿ ἕλετο μέγαν ὅρκον {δ 746} 
 περιϲϲὸν ἡγητέον πρὸϲ εὐήθειϲ ὑπολήψειϲ ἐπὶ πλέον ἀντιλέγειν.

Ὀρθοτονοῦνται μόνωϲ καὶ ὅϲαι ἐν τῷ αὐτῷ προϲώπῳ τὸ 
 ῥῆμα ἔχουϲιν· εἴγε ἐν τῷ 
 
 
 
 
 
 
 ϲὲ γὰρ ἅζομαι {Alecmanis fr. 54 Bergk4} 
 τὸ μὲν ἅζομαι ἐν πρώτῳ ἐϲτὶ προϲώπῳ, τὸ δὲ ϲέ ἐν δευτέρῳ, οὐ μὴν ἐν τῷ 
 
 ϲὲ γὰρ αὐτὴν παντὶ ἐΐϲκειϲ {ν 313}, 
 τό τε γὰρ ἐΐϲκειϲ καὶ τὸ ϲέ τοῦ αὐτοῦ προϲώπου. ἔϲτι γε δὴ τὴν προτέραν ϲύνταξιν
καὶ ἐγκλίναντα φάναι ἅζομαί ϲε, οὐ μὴν τὴν δευτέραν· ἐδείχθη γὰρ ἐντελέϲτερον ὡϲ
ἀδύνατόν ἐϲτιν τὰϲ ἀντωνυμίαϲ ἐγκλιθῆναι ϲυνερχομέναϲ τοῖϲ ῥήμαϲιν κατὰ τὸ αὐτὸ πρόϲωπον. καὶ ἕνεκά
γε τούτου μόνωϲ αἱ τῆϲ εὐθείαϲ ὠρθοτονοῦντο, ἐπεὶ πάντοτε ϲυμφέρονται τοῖϲ ῥήμαϲιν κατὰ τὸ αὐτὸ
πρόϲωπον· τῶν γε μὴν καὶ ἐν 
 μεταβάϲει γινομένων ἐφικτὰ καὶ τὰ τῆϲ ἐγκλίϲεωϲ ἐγίνετο. (οὐ τοῦτο δέ φημι, ὡϲ πάντωϲ
ἐγκλιθήϲονται ἀποϲτᾶϲαι τῶν ῥημάτων, ἀλλ᾿ ὡϲ καὶ ἔνεϲτί ποτε αὐτὰϲ ἐγκλίνεϲθαι.) ὑγιῶϲ ἄρα πάλιν
προϲελθοῦϲαι καὶ. αἱ πλάγιαι τοῖϲ ῥήμαϲι κατὰ τὸ αὐτὸ πρόϲωπον τὴν ὀρθὴν ἀναδέξονται, 
 οὐδὲ γὰρ οὐδ᾿ ἐμέ φημι λελαϲμένον {N 269}, 
 
 ζωγρεῖτ᾿, αὐτὰρ ἐγὼν ἐμὲ λύϲομαι {Κ 378}

Τὰ τῆϲ τοιαύτηϲ χρήϲεωϲ ἀρχαικώτερα ὄντα παρεφθάρη μεταγενέϲτερον γενέϲτερον ἐπινοηθείϲηϲ τῆϲ ἀντ᾿ αὐτῶν ϲυνθέτου μεταλήψεωϲ, εἰϲ ἣν καὶ μεταλαμβάνομεν τὰϲ προκειμέναϲ ϲυντάξειϲ. ἐντεῦθεν γοῦν
ἡ Ὁμη ρικὴ ποίηϲιϲ ἀπροϲδεήϲ ἐϲτι τῆϲ ϲυνθέτου χρήϲεωϲ, καθὸ
γινώϲκει ἡ ποίηϲιϲ τὸ ἐμέ φημι. ϲαφὲϲ γὰρ ὅτι, εἰ ἀντὶ τοῦ τοιούτου ἐπενοήθηϲαν 
 
 
 
 αἱ ϲύνθετοι, περιϲϲόν ἐϲτιν ϲυγχρῆϲθαι τῇ ἁπλῇ ϲυντάξει· κακία γὰρ τὸ τοιοῦτον, ὦϲ γε
εὐκαιρότερον ὑπὲρ τῶν τοιούτων κατὰ τὰ ἐξῆϲ εἰρήϲεται.

Ἔνθεν δύο μέρη λόγου ἐϲτὶν τὸ 
 πυκάϲαϲα ἓ αὐτήν {P 551}, 
 
 καὶ κατὰ τὸν προκείμενον λόγον, πάνυ ἀκριβέϲτατον ὄντα, κεὶ καθὸ ἐν ταῖϲ
ἄλλαιϲ πλαγίαιϲ τὰ τοῦ μεριϲμοῦ ἀναμφίλεκτά ἐϲτιν (ἕο γὰρ αὐτοῦ ἐϲτιν καὶ ἑοῖ αὐτῷ), ὁπότε καὶ κατὰ
δεύτερον πρόϲωπον ὡϲ παραθέϲεωϲ οὔϲηϲ ἐνέθηκεν τὸν γάρ ϲύνδεϲμον, 
 ϲὲ γὰρ αὐτὴν παντὶ ἐΐϲκειϲ {ν 313}. 
 
 
 προφανῶϲ οὖν λύεται τὸ ἀμφίβολον τῶν προκειμένων ἀντωνυμιῶν διὰ τῆϲ ἀναμφιλέκτου
παραθέϲεωϲ τῶν ἄλλων πλαγίων. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ 
 καὶ μαχόμην κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ {A 271{ · 
 
 κατὰ γὰρ παράθεϲιν τὰ τῆϲ ϲυναλιφῆϲ ἐγένετο, τοῦ πλήρουϲ ὄντοϲ ἐμὲ αὐτόν, ὡϲ ἔχει
τὸ 
 
 
 
 
 εἰ μή τιϲ ϲ᾿ αὐτὸν κτείνῃ δόλῳ {ι 406} 
 
 καὶ 
 εἰ μὲν δὴ ἕταρόν γε κελεύετ᾿ ἔμ᾿ αὐτὸν ἑλέϲθαι {Κ 242}. 
 
 ἐφ ὦν καὶ ἐγκλιτικώτερον παρελήφθηϲαν αἱ ἀντωνυμίαι, καίπερ
ἐπιτεταγμέναι· ὀρθοτονηθεῖϲαι γὰρ ὡϲ ἀκαταλλήλου λόγου ἔμφαϲιν ἐποι- οῦντο.

Διὸ καὶ μάτην τὰ τοιαῦτα ὑπ᾿ ἐνίων προϲεπνεύϲθη, 
 
 τὴν αὐτοῦ φιλέει {I 342} 
 
 αὐτόν μιν πληγῇϲιν ἀεικελίῃϲι δαμάϲϲαϲ {δ 244}. 
 μέγα μὲν κλέοϲ 
 
 ποιεῖται {β 125 seq.}. 
 
 
 
 
 
 καὶ ἄλλα πλεῖϲτα. ὡϲ γὰρ ἐν ταῖϲ προκειμέναιϲ ϲυντάξεϲιν ἀπεδείξαμεν ὅτι
ἐκ παρεπομένων τῷ λόγῳ ἐλλείπουϲαι λέξειϲ νοοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τούτων ἔϲτιν
παραϲτῆϲαι. ϲυνηθέϲτερόν πωϲ ἐλλειπτικόϲ ἐϲτιν τῶν προκειμένων μορίων, ἀρκούμενοϲ διὰ τῆϲ ϲυντάξεωϲ
 
 τοῦ λόγου τὸ λεῖπον ἐμφανίϲαι, 
 αὐτὸϲ νῦν ἴδε πῶμα {θ 443} 
 ἡ γὰρ αὐτόϲ ϲυμφέρεται ταῖϲ ὀρθοτονουμέναιϲ ἀντωνυμίαιϲ, καὶ τὸ μὲν ἴδε δύναται μὴ ἐλλείπειν,
τό γε μὴν αὐτὸϲ ἴδε πάντωϲ ἐλλείπει τῷ ϲύ· εἰϲ γὰρ τοῦτο ἡ αὐτόϲ ϲυμπαραλαμβάνεται καὶ
κατὰ τὸ πρῶτον καὶ δεύτερον, ἵνα τὰϲ ϲυνούϲαϲ ἀντωνυμίαϲ ὀρθοτονήϲῃ. ὁ αὐτὸϲ λόγοϲ καὶ
ἐπὶ τοῦ 
 αὐτὸϲ ἑκών οἱ δῶκα {δ 649} 
 
 πάλιν. γὰρ μόνον τὸ ῥῆμα οὐ λείπει, τὸ μέντοι ὅλον, ὡϲ πάλιν ἐγκειμένηϲ τῆϲ αὐτόϲ , αὐτὸϲ ἐγώ οἱ δῶκα. οὕτωϲ ἔχει καὶ τὸ 
 
 αὐτῶν γὰρ ἀπωλόμεθ᾿ ἀφραδίῃϲιν {κ 27}, 
 αἰτούϲηϲ τῆϲ ϲυντάξεωϲ τὸ ἡμῶν αὐτῶν. ἔϲτιν οὖν ὁμοίωϲ καὶ ἐπὶ τῶν προκειμένων {I 342} τὸ πλῆρεϲ τὴν ἕο αὐτοῦ, ὥϲ γε καὶ κατὰ πληθυντικὴν ϲύνταξιν ϲφῶν αὐτῶν
καὶ ϲφέαϲ αὐτούϲ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ 
 
 αὐτόν μιν πληγῇϲιν {δ 244} 
 
 τάχα τῆϲ μίν δυναμένηϲ ἀναπληροῦν τὸ λεῖπον τῆϲ ἀντωνυμίαϲ. προϲτίθημι τὸ τάχα, ἐπεὶ ἐν
ἑτέροιϲ παρέλκουϲα εὑρίϲκεται, 
 
 
 
 
 κὰδ δέ μιν αὐτόν 
 εἰλύϲω ψαμάθοιϲι | Φ 318seq.), 
 πέ μιν αὐτὸν πατρὸϲ ἐάϲειε μνηϲθῆναι {δ 118}. 
 
 οὐ μέντοι ἀνάγκη ἐπὶ τοῦ 
 μέγα μὲν κλέοϲ αὐτῆϲ 
 
 
 ποιεῖται {β 125seq.} 
 λείπειν τὴν ἀντωνυμίαν, τοῦ ποιεῖται νῦν ἐν ἴϲῳ παραλαμβανομένου τῷ γίνεται, καθότι καί φαμεν
ποιεῖται ἀγορά ἐν ἴϲῳ τῷ γίνεται. —

Τὸ δὲ μεῖζον, αἱ ϲύνθετοι δοκοῦϲιν ἐντελέϲτεραι εἶναι ἀπὸ τοῦ ἕ ἀρχόμεναι, ἑαυτοῦ
ἤκουϲεν ὁ δεῖνα, ἑαυτοὺϲ ὕβριϲαν, ἑαυτὸν ἐτίμηϲεν· καὶ προφανὲϲ ὅτι, εἰ τὰ ἐντελέϲτερα
τῶν ϲχημάτων οὔποτε παρ’ αὐτῷ εὑρέθη, οὐδὲ τὰ ὑποϲυνηλιμμένα· εἴγε παντὸϲ πεπονθότοϲ
προῦφέϲτηκε τὸ ὁλόκληρον. -

Επερ οὖν καὶ αὐταὶ m λέξειϲ διὰ τῆϲ τῶν ϲυλλαβῶν ϲυμμετρίαϲ καὶ τὸ πλεονάζον
ἐπιδείκνυνται καὶ τὸ ἐνδέον, οὐ βίαιον κατὰ τὸ ἐξ αὐτῶν
ἐπηυξημένον τῇ ϲυμμεμετρημένῃ τῶν λέξεων ϲυνόδῳ καὶ τὸ πλεονάζον καὶ τὸ λεῖπον
δείκνυϲθαι. ἐδείξαμεν ὡϲ καὶ ἐπὶ τῶν ἄρθρων τοῦ λόγου τὸ τήρημα ἀνεπλήρου τὰ λείποντα
ἄρθρα· οὐ παρηλλαγμένον οὖν καὶ τὸ λείπειν ταῖϲ τοιαύταιϲ ἀντωνυμίαιϲ τοὺϲ προκειμένουϲ λόγουϲ.

Εἶπερ οὖν αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον ὀρθοτονούμεναι τονούμεναι ἀντωνυμίαι εἰϲ
ϲύνθετον μεταλαμβάνονται ϲυνόντοϲ τοῦ ῥήματοϲ ἰϲαρίθμωϲ κατὰ τὸ αὐτὸ πρόϲωπον, καὶ μένουϲι κατὰ τὴν
αὐτὴν ἁπλότητα τοῦ ῥήματοϲ ἐν ἑτέρῳ προϲώπῳ νοουμένου, ὡϲ τὸ 
 
 ἐμεῦ δ᾿ ἀπὸ μούνου Ἀχαιῶν 
 εἵλετο {I 335 seq}, 
 ϲεῦ δ᾿ ἐπεὶ ἐξέλετο ψυχήν {Ω 754}, 
 
 πᾶϲα ἀνάγκη καὶ ἐπὶ τοῦ τρίτου προϲώπου ταὐτὸν ἐγχωρεῖν, ϲυνεπιϲχυούϲηϲ καὶ τῆϲ ἐγγενομένηϲ χρήϲεωϲ. ἔτι κατ᾿ ὀρθὸν τόνον ἀνέγνωϲτο τὸ 
 
 
 μνηϲτήρεϲϲι μάχεϲθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ {χ 214} 
 
 
 
 
 
 
 (τὸ γὰρ ἀμύνειν ἐν προϲώπῳ τῷ τῆϲ Ἀθηνᾶϲ ἀπεικαϲθείϲηϲ τῷ Μέντορι νοεῖται, οὐ τῷ
τοῦ Ὀδυϲϲέωϲ· μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μάχεϲθαι, αὐτῷ γε μὴν ἀμύνειν) εὐλόγωϲ τῆϲ ἀντωνυμίαϲ
ὀρθοτονηθείϲηϲ πρὸϲ τὴν ἀντιδιαϲτολὴν τοῦ ἡμῖν

τὸ γὰρ 
 ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύϲ {Ε 800} 
 
 
 εἰϲ ϲύνθετον μεταλαμβάνεται, ἐπεὶ τὸ γείνατο ταὐτὸν ἦν πρόϲωπον
τῷ ἀντωνυμικῷ· ἐγέννηϲεν γὰρ παῖδα οὐδὲ κατ᾿ ὀλίγον ὅμοιον ἑαυτῷ· πρόδηλον γὰρ ὅτι ἡ
ἁπλῆ μετάληψιϲ ἕτερον πρόϲωπον ὑπαγορεύει τοῦ Τυδέωϲ. καὶ τὸ 
 πτωχὸν δ᾿ οὐκ ἄν τιϲ καλέοι τρύξαντα ἓ αὐτόν {ρ 387} 
 
 μόνωϲ ἀντωνυμίαν ἁπλῆν ὑπαγορεύει· οὐ γὰρ κλητέοϲ ὁ πτωχόϲ, ἵνα μὴ αὐτόν, τὸν
καλέϲαντα, καταπονήϲῃ, εἴγε χρειώδηϲ ἡ ἀναδοχὴ τῶν ἄλλων μετακλήτων, τέκτονοϲ ἢ ἰατροῦ ἢ μάντεωϲ.

οὕτωϲ ἔχει καὶ τὸ 
 
 
 
 
 
 ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷποϲ, αὐτῷ 
 ἐπλετο {Ο 226 seq.}, 
 
 πάνυ ὑγιῶϲ τῶν ἀντωνυμιῶν τὸ δέον τοῦ τόνου ἀναδεξαμένων ἕνεκα τῆϲ παρακολουθούϲηϲ πρὸϲ ἄλληλα
διαϲτολῆϲ, ϲυνούϲηϲ ἔτι καὶ τῆϲ ϲυμπλοκῆϲ. καὶ ἐπεὶ πάλιν τὸ ἔπλετο κοινὸν κατὰ
ἀμφοτέρων τῶν ἀντωνυμιῶν παρελαμβάνετο, οὐ δυνάμενον ἑτέρᾳ προϲχωρῆϲαι κατὰ τὸ αὐτὸ πρόϲωπον, ἵνα τὸ ϲύνθετον μεταληφθῇ, ἀναγκαίωϲ
ϲυνετήρει τὰϲ ἀντωνυμίαϲ εἰϲ ἁπλοῦν ϲχῆμα· εἴγε τὸ ἐν τῇ ϲυνθέτῳ ἀντωνυμίᾳ ῥῆμα οὐ
δύναται ἕτερον πρόϲωπον γινώϲκειν, ὡϲ δὲ προείρηται, τὸ ἔπλετο κοινὸν κατὰ ἀμφοτέρων
εἴληπται, ἔχον τὴν διάθεϲιν ἔξωθεν τῶν δύο προϲώπων, ὡϲ εἴ τιϲ
λέγοι ἐγένετο Τρύφωνι καλῶϲ, δηλονότι ὑπό τινοϲ περιϲτάϲεωϲ. προείρηται δὲ ὅτι, εἰ μὴ αἱ διαθέϲειϲ
ἐξ αὐτῶν τῶν προϲώπων ἐγγίνονται, ἀδύνατον ἐπινοηθῆναι τὴν ϲύνθετον ἀντωνυμίαν. — οὕτωϲ
ἔχει καὶ τὸ 
 
 ὅϲτιϲ οἷ τ᾿ ἐπέοικεν {I 392}, 
 ὅϲτιϲ Ἀγαμέμνονι ἔοικεν οὐ γὰρ νῦν ὁ λόγοϲ ἀπαιτεῖ τὸ τὸν Ἀγαμέμνονα ἑαυτῷ
ἐοικέναι, τοῦ ὅϲτιϲ ἐπὶ τὸ ἀόριϲτον ϲυντείνοντοϲ τοῦ τε οἷ ἐπὶ τὸ ὡριϲμένον πρόϲωπον τοῦ
Ἀγαμέμνονοϲ. — 
 τοὺϲ δ᾿ ἄγαγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ {ξ 272. ρ 441} 
 
 οὐ γὰρ ἄγονται οἱ αἰχμάλωτοι ἵνα ἑαυτοῖϲ ὑπηρετῶϲιν, τοῖϲ γε μὴν 
ἐπικρατήϲαϲιν. — οὕτωϲ ἔχει καὶ τὸ 
 
 
 
 
 ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι {δ 683} 
 
 οὐ γὰρ οἱ μνηϲτῆρεϲ ἑαυτοῖϲ τὰ πρὸϲ τὴν δαῖτα εὐτρεπίζουϲιν.

Πῶϲ οὖν οὐκ ἄλογον παραδιώκειν ὡϲ ἄλογον τὸ 
 οἱ τ᾿ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέϲφατα ᾔδη {Ε 64}, 
 
 κατὰ τρόπουϲ πλείοναϲ δυνάμενον μᾶλλον κατορθοῦϲθαι τῶν προκειμένων; μένων;
εἰ γὰρ δὴ καὶ ἦν ἀληθὲϲ τὸ πάντωϲ τὰϲ ὀρθοτονουμέναϲ εἰϲ ϲύνθετον μεταλαμβάνεϲθαι, εἶχεν ὑποπαραίτηϲιν τὸ ϲχῆμα, καθότι αἱ ὀφείλουϲαι ἅπαξ ἐγκλίνεϲθαι ἅπαξ εἰϲ ἀρχὴν τοῦ λόγου
γινόμεναι εἰϲ ὀρθὴν τάϲιν μεταλαμβάνονται, ὡϲ ἔχει τὸ 
 ἡμέαϲ ὑβρίζοντεϲ {Λ 695}, 
 
 ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπεν {λ 91}. 
 
 ἀλλὰ καὶ ϲυμπέπλεκται.

«Τό τε ϲυνερχόμενον ῥῆμα πληθυντικόν ἐϲτιν, ἔχον τὴν ϲύνταξιν τοιαύτην, ἐμοὶ
ἐγένοντο, ϲοὶ ἐγένοντο, 
 
 
 
 οἷ ἐγένοντο». δι᾿ ὃ καὶ ἕνεκα τοῦ τοιούτου μετατίθεται εἰϲ τὸ ἔτευξεν, ἵνα ἑνικὸν
γενόμενον ϲυμφωνήϲῃ κατὰ ἑνικὸν τῷ οἷ τ᾿ αὐτῷ, ἃϲ πᾶϲι κακὸν Τρώεϲϲιν ἔτευξεν καὶ
ἑαυτῷ, ἢ ὡϲ ὁ Κομανὸϲ ἐν ὑπερβατῶ ἤκουεν, Ἀλεξάνδρῳ ἐτεκτήνατο νῆαϲ καὶ ἑαυτῷ, 
 
 αἳ πᾶϲι κακὸν Τρώεϲϲι γένοντο {Ε 63} 
 ὡϲ φυϲικῆϲ τινοϲ ἀκολουθίαϲ νόμον θεμένηϲ τοῦ πάντωϲ τὴν ὀρθὴν τάϲιν ἐν τρίτοιϲ
προϲώποιϲ ϲυνθέτου ἀντωνυμίαϲ μετάληψιν ὁμολογεῖν. τί γὰρ ἂν ποιήϲειαν ἐπὶ τῶν καλουμένων κτητικῶν
ἀντωνυμιῶν, ὧν ἡ θέϲιϲ ἀπαράδεκτοϲ ἐγκλιτικῆϲ τάϲεωϲ; ἐφ᾿ ὦν γε δεδείξεται ὡϲ κατὰ 
 πᾶϲαν πτῶϲιν μενούϲηϲ τῆϲ αὐτῆϲ τάϲεωϲ τό τε ἁπλοῦν ϲχῆμα τῶν ἀντωνυμιῶν εὐπαράδεκτον
καὶ ἔτι τὸ ϲύνθετον, τῆϲ τοῦ ῥήματοϲ ϲυντάξεωϲ πᾶν τὸ τοιοῦτο διαϲτελλούϲηϲ. — πῶϲ οὖν οὐκ
ἀπανάγνωϲμα τὸ 
 ἀλλά οἱ αὐτῷ {δ 667}, 
 
 κατ᾿ ἔγκλιϲιν ἀναγνωϲθέν, ἀντιδιαϲταλτικῆϲ ἐπιφερομένηϲ τῆϲ πρὶν ἡμῖν; — Ἀπόχρη
εἰϲ ἐντελῆ διάγνωϲιν τὰ προκείμενα ὑποδείγματα.

Οὐ μὴν περιϲϲὸν ἡγητέον παραθέϲθαι τὸ εὔχρηϲτον τῆϲ γενομένηϲ  μένηϲ ἀφορμῆϲ κατὰ τὸ τρίτον, ὡϲ τὸ μὲν ὀρθοτονούμενον εἰϲ τὸ ϲύνθετον 
ἐχώρει, τὸ δὲ μὴ οὕτωϲ ἔχον εἰϲ ἁπλὴν μετάληψιν. — Ἡ ἐν τοῖϲ πρώτοιϲ καὶ δευτέροιϲ προϲώποιϲ
ϲύνταξιϲ προφανεϲτάτη ἐϲτὶν ἔν τε τῷ διαβιβαζομένῳ προϲώπῳ ἐφ᾿ ἕτερον καὶ τῷ μὴ οὕτωϲ ἔχοντι, ὡϲ ἔχει τὸ 
 ϲὲ γὰρ ἅζομαι {Alcmanis fr. 54 Bergk4} 
 
 πρὸϲ τὸ 
 
 ϲὲ γὰρ αὐτὴν παντὶ ἐῒϲειϲ {v 313} 
 
 καὶ τὸ 
 
 ἀλλ᾿ ἐμὲ μὲν ϲὺ ϲάωϲον {Λ 828} 
 πρὸϲ τὸ 
 ἐμὲ λύϲομαι {K 378} 
 
 τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. ἡ μέντοι κατὰ τὰ τρίτα πρόϲωπα ϲύνταξιϲ πάνυ πῶϲ ἐϲτιν
δυϲπαρακολούθητοϲ· παμπόλλων γὰρ ὄντων τῶν τρίτων καὶ διὰ μιᾶϲ λέξεωϲ νοουμένων, λέγω
τῆϲ ῥηματικῆϲ ἢ καὶ ἔτι τῆϲ ἀντωνυμικῆϲ, παρείπετο διὰ τὴν ἐποῦϲαν ϲυνέμπτωϲιν τά τε ἐν
μεταβάϲει πρόϲωπα νοούμενα καὶ ἔτι τὰ ἐν τῇ αὐτοπαθείᾳ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἔχεϲθαι.

ἡ ἕο ἀντωνυμία καὶ αἱ ϲύζυγοι κατὰ τὰϲ 
 
 
 
 πλαγίαϲ πρόδηλον ὅτι τρίτου εἰϲίν· ἀλλὰ καὶ τὸ κήδεται καὶ ἅπαντα τὰ τοιαῦτα ῥήματα
ὁμοίωϲ τρίτου ἐϲτὶν προϲώπου, ἃ δὴ κατὰ τὴν ϲύνταξιν ταξιν τῶν ἀντωνυμιῶν δύο τρίτα
ποιήϲει, λέγω ἓν μὲν τὸ ἐκ τοῦ ἀντωνυμικοῦ πρόϲωπον, ἕτερον δὲ τὸ ἐκ τοῦ ῥήματοϲ. γενήϲεται γὰρ
 
 ἕο κήδεται, ἐν δυϲὶ προϲώποιϲ, αὐτοῦ κήδεται, δι᾿ οὗ ἐμφανίζομεν, ὅτι τίϲ τινοϲ κήδεται. ἀλλὰ κἀκεῖνο ἕνδεκτόν ἐϲτιν τό τινα ἑαυτοῦ κήδεϲθαι, καὶ δῆλον ὅτι οὐ
δι᾿ ἄλλων πάλιν ϲυντάξεων τὸ τοιοῦτον 
 εἰρήϲεται ἢ τῶν αὐτῶν· πάλιν γὰρ ἐγγενήϲεται τὸ ἕο
κήδεται. ἔνθεν οὖν δυϲέφικτον ἐγίνετο διαγνῶναι, πότερόν τίϲ τινοϲ κήδειαι ἢ οὔ τινοϲ 
μέν, ἑαυτοῦ δέ. φέρε γὰρ τὸν Εὔμαιον ἑαυτοῦ κήδεϲθαι· τί ἂν γένοιτο ἄλλο ἢ τὸ 
 ἐπεὶ ἕο κήδετο λίην {ξ 461}; 
 ἢ τοῦ Τηλεμάχου, καὶ πάλιν προϲεχώρει τὸ 
 ἐπεὶ ἕο κήδετο λίην· 
 
 πρὸϲ τὸ τοιοῦτο οὖν εὐτρεπίζοιντο αἵ τε ὀρθοτονούμεναι εἰϲ τὸ ἀμετάβατον 
τοῦ προϲώπου, λέγω εἰϲ τὸ ϲύνθετον, αἵ τε ἐγκλινόμεναι εἰϲ τὸ ἁπλοῦν, τουτέϲτιν τὸ διαβιβαζόμενον
εἰϲ ἕτερον πρόϲωπον.

Καὶ τὸ μὲν πιθανὸν τοῦ λόγου τοιοῦτον ἦν, χρὴ μέντοι τὸν νοῦν ἐπερείϲανταϲ μὴ διὰ
τοῦ τόνου διδάϲκεϲθαι, διὰ δὲ τοῦ παρεπομένου λόγου, καθάπερ καὶ ἐπ᾿ ἄλλων ἀπείρων
ἀμφιβόλων διακρίϲειϲ παρέπονται ἐκ τῶν ἐπακολουθούντων τοῖϲ λόγοιϲ, οὐκ ἐξ ἐγκλίϲεων 
οὐδὲ ἐξ ὀρθῶν τάϲεων. καθάπερ οὖν εἴπομεν ὅτι, εἰ καὶ δῴη τιϲ ἐν 
 
 
 
 τῇ ϲυνούϲῃ τάϲει διάκριϲιν τῶν ἁπλῶν καὶ ϲυνθέτων, ἀνάγκη πᾶϲα ὑποϲτρέψαι εἰϲ ὃν προεκτεθείμεθα λόγον. αἱ γὰρ κτητικαὶ τῶν ἀντωνυμιῶν τόνῳ οὐ
διοριζόμεναι τὸ διϲϲὸν τῆϲ μεταλήψεωϲ ἔχουϲιν, 
 οὕνεκ᾿ ἄρ᾿ οὐχ ὧ πατρὶ χαριζόμενοϲ {ν 265} 
 
 πάρ τε καϲιγνήτῳ Θραϲυμήδεϊ καὶ πατέρι ᾧ {γ 39}· 
 
 δῆλον γὰρ ὡϲ τῷ ἑαυτοῦ κατὰ ϲύνθετον προφοράν, καὶ οὐδαμόϲε ἑναλλαγὴ τοῦ τόνου διέϲτειλεν τὸ
ϲημαινόμενον διάφορον ὄν, τὸ μέντοι 
 ἀκόλουθον τοῦ λόγου, ᾧ χρὴ ὁμοίωϲ προϲανέχονταϲ καὶ ἐπὶ τῶν προκειμένων ἀντωνυμιῶν
ταὐτὸν ἀποτελεῖν, καὶ μὴ παρὰ τὰϲ τῶν τόνων ἐναλλαγὰϲ ἐπιταράϲϲειν καὶ τὰϲ διανοίαϲ ἢ καὶ
καταμέμφεϲθαι τὰϲ 
 ποιητικὰϲ ϲυντάξειϲ, ὅ τι μὴ τῇ προκειμένῃ τηρήϲει ὑπαντήϲεται τὰ τοῦ λόγου.

Ἀκολούθωϲ ἰτέον καὶ ἐπὶ τὴν κτητικὴν ϲύνταξιν τῶν ἀντωνυμιῶν. 
 
 Ἀκολούθωϲ ἀντωνυμίαι δύο πρόϲωπα παριϲτᾶϲαι, λέγω τό τε τοῦ 
 
 κτήματοϲ καὶ τὸ τοῦ κτήτοροϲ, δεόντωϲ καὶ ἐν ϲυντάξεϲι τριϲὶν καταγενήϲονται,
γενήϲονται, εἴγε αἱ τούτων πρωτότυποι μονοπρόϲωποι οὖϲαι δύο ϲυντάξειϲ τάξειϲ ἀνεδέξαντο, καθὼϲ
ἀπεδείχθη. ἔχει δὲ τά τοῦ λόγου τῇδε. Τὰ 
 
 
 ῥήματα ϲυνόντα ταῖϲ κτητικαῖϲ ἀντωνυμίαιϲ ἤτοι ἐκ τοῦ προϲώπου ἐϲτὶν τοῦ
ὑπὸ τὴν κτῆϲιν πεπτωκότοϲ ἢ ἐκ τοῦ κτηϲαμένου ἢ ἐξ οὐδετέρου μὲν τούτων, ὑπ’ ἄλλου δέ τινοϲ ἔξωθεν
παραλαμβανομένου. — καὶ. ἔϲτι μὲν τοῦ πρώτου ὁ ἐμὸϲ ἵπποϲ τρέχει, ὁ ἐμὸϲ ἀγρὸϲ εὐφορεῖ· 
 ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ δευτέρου καὶ τρίτου. ἡ τοιαύτη ϲύνταξιϲ πάντωϲ ἐν ὀρθῇ πτώϲει
ἐϲτίν, καθὸ τὰ ῥήματα πλαγίαιϲ μὲν οὐ ϲυντάϲϲοντα κατὰ τὸ αὐτὸ πρόϲωπον, ὀρθαῖϲ δὲ
ἁπάντοτε. — τοῦ δὲ δευτέρου τὸν ἐμὸν ἀγρὸν ἔϲκαψα, τὸν ἐμὸν φίλον ἔπειϲα, τὸν ϲὸν υἱὸν ἐπαίδευϲαϲ. —
τοῦ δὲ τρίτου τὸν ἐμὸν υἱὸν ἐδίδαξεν, τὸν ϲὸν υἱὸν ἐδίδαξεν, τὸν ϲὸν φίλον ἔπειϲεν·
πρόδηλον γὰρ ὅτι ἡ τοιαύτη ϲύνταξιϲ ἐκτόϲ ἐϲτιν τῶν δύο προϲώπων τῶν ἐν ταῖϲ κτητικαῖϲ
ἀντωνυμίαιϲ νοουμένων. καὶ εἰϲὶ πάντοτε ἐν πλαγίαιϲ
πτώϲεϲιν αἱ τοιαῦται ϲυντάξειϲ, καθὸ τὸ ῥῆμα ἐν ἑτέραιϲ εὐθείαιϲ νοεῖται, ἐχθρὸν ἐμὸν ἐλύπηϲαϲ,
τουτέϲτιν ϲύ· ἐχθρὸν ἐμὸν ἐλύπηϲε Τρύφων ἤ τιϲ 
 ἄλλοϲ τῶν δυναμένων κατὰ τρίτα πρόϲωπα παραλαμβάνεϲθαι.

Ἡ δὲ πρὸϲ τὸ κτῆμα ϲυντρέχουϲα διάθεϲιϲ, ἐάν τε κατ’ ἐνεργητικὴν ἐκφορὰν ἐάν τε κατὰ παθητικήν,
μόνωϲ ἀναλύεται εἰϲ ἁπλῆν ἀντωνυμίαν, ὡϲ ἔχει τὰ τοιαῦτα, ἐμὸϲ διαλέγεται φίλοϲ, ϲὸϲ
ὑβρί δοῦλοϲ, 
 
 ὅθ ἑὸϲ δόμοϲ ἀμφεκάλυψεν {δ 618 et o 118} 
 
 
 
 
 ἔϲτιν γὰρ ὅτε ὁ αὐτοῦ με δόμοϲ ἐκάλυψεν, 
 
 κεῖϲέ με νοϲτήϲαντα {δ 619 et o 119} 
 ϲὸϲ δέ που ἔκφυγε κῆραϲ ἀδελφεόϲ {δ 512}, 
 ὁ ἀδελφόϲ ϲου ἐξέφυγεν, 
 ἐμὸϲ δέ κε καὶ πάιϲ εἴηϲ {Ι 57}, 
 
 
 πατὴρ δ’ ἐμὸϲ ἄλλοθι γαίηϲ {β 131} 
 ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων.

Οὐκ ἀπεμφαῖνον μέντοι ἐϲτὶν καὶ τὸ ϲυνταϲϲόμενον ῥῆμα ἐπὶ τὸν κτήτορα ϲυντείνειν,
εἰ ϲημαίνοι ὕπαρξιν· εἰ γὰρ ἄλλο τι, τὰ τοῦ λόγου ἀκατάλληλα ἂν γένοιτο. οἷόν τε γάρ
ἐϲτιν φάναι ἐμόϲ εἰμι οἰκέτηϲ, ὃ πάντωϲ μεταληφθήϲεται εἰϲ ϲύνθετον, ὅτε φαμὲν οὕτωϲ,
ἐμαυτοῦ εἰμι οἰκέτηϲ· ἀϲύϲτατον δὲ τὸ τοιοῦτον, ἐμὸϲ θεράπων γράφω. δέον γὰρ γράφει,
εἴγε πρὸϲ τὴν ὑπακουομένην τρίτου προϲώπου εὐθεῖαν ϲυντρέχει τὸ ῥῆμα. ἢ εἴπερ ἐν δευτέρῳ γένοιτο,
πάντωϲ καὶ μετὰ τῆϲ ὑπαρκτικῆϲ μετοχῆϲ, ἐμὸϲ ὢν
θεράπων τρέχειϲ.

Ἐντεῦθεν οὖν δεῖ νοεῖν ὡϲ πᾶν ῥῆμα ἐκ τοῦ κτήτοροϲ γε λέγω κατὰ διάθεϲιν τὴν πρὸϲ τὸ κτῆμα,
πάντωϲ καὶ ϲύνθετον μετάληψιν ποιεῖται, εἰ ἐγγένοιτό τιϲ διαϲτολή, τὸν ἐμὸν υἱὸν διδάϲκω, τὸν ϲὸν
υἱὸν ἐπαίδευϲαϲ, τὸν ἐμαυτοῦ υἱὸν διδάϲκω, τὸν ϲαυτοῦ υἱὸν
ἐπαίδευϲαϲ, πάνυ ἀναγκαίωϲ. οὐ γὰρ ἔτι τὸ 
 
 
 
 
 ῥῆμα ἐκ τῆϲ κατὰ τὸ τέλοϲ εὐθείαϲ ϲυνείχετο, μετῄει δὲ ἐπὶ τὸ ἀντω πρόϲωπον· πρόκειται
δὲ ὅτι, ἐὰν ῥῆμα κατὰ τὸ αὐτὸ πρόϲωπον ϲυντάϲϲηται πλαγίᾳ ἀντωνυμίᾳ, πάντωϲ ϲύνθετον μετάληψιν
ἀπαιτεῖ, ὧϲ τὸ 
 
 ἐμέ φημι {Ν 269} 
 καὶ τὰ ὅμοια. ἀλλὰ μὴν καὶ δέδεικται ὡϲ αἱ κτητικαὶ ἀντωνυμίαι μόνηϲ γενικῆϲ εἰϲιν πτώϲεωϲ,
εἰϲ ἣν καὶ μεταλαμβάνονται, καὶ ὡϲ αἱ ἐγκλινόμεναι πτώϲειϲ τῶν
ὑπακουομένων κτημάτων εἰϲίν. δυνάμει γὰρ ὁ λέγων οὕτωϲ, τὸν ἐμὸν δοῦλον ἔπαιϲα, φηϲὶν τὸν ἐμοῦ
δοῦλον ἔπαιϲα, ὅπερ οὐκ ἄλλο τι γενήϲεται ἢ τὸν ἐμαυτοῦ.

ἔνθεν τὰ τῆϲ ἀναλύϲεωϲ, εἰ μὲν ἐν ἀπολύτῳ εἴη προϲώπῳ, εἰϲ ἐγκλινομένην
μεταλαμβάνεται ἁπλῆν ἀντωνυμίαν· εἰ δὲ δέοιτο ἀντιδιαϲτολῆϲ, πάντωϲ 
 
 
 
 
 εἰϲ ϲύνθετον. δι᾿ ὃ καὶ μόνωϲ αἱ ϲύνθετοι ὀρθοτονούμεναί εἰϲιν· χρειώδηϲ γὰρ ἦν ἡ ἐξ
αὐτῶν διαϲτολή. παρὸν οὖν φάναι πρὸϲ ταῖϲ ἐμαῖϲ θύραιϲ ἕϲτηκα καὶ μεταλαβεῖν εἰϲ τὸ πρὸϲ ταῖϲ θύραιϲ
μου ἕϲτηκα, 
 
 
 
 
 πρὸϲ ταῖϲ ἐμαυτοῦ νῦν θύραιϲ ἕϲτηκ᾿ ἐγῶ {Menandri 
 
 fr. CCXCII M. 830 K.}, 
 
  καὶ πάνυ ἀναγκαίωϲ τοῦ Μενάνδρου τὴν ϲύνθετον
παραλαβόντοϲ, ϲυμφερομένην ὀρθοτονουμένῃ τῇ ἕϲτηκα ἐγώ· ἔμφαϲιν γὰρ ἔχει ὡϲ οὐ πρὸϲ ταῖϲ ἄλλου.

Προφανῶϲ καὶ ἐπὶ τοῦ τρίτου προϲώπου τὰ τῆϲ ϲυντάξεωϲ ϲυντείνει, αὐτὸ μόνον
ἐπιϲτάϲεωϲ τῆϲ αὐτῆϲ παρακολουθούϲηϲ ἧϲ κἀν τοῖϲ προκειμένοιϲ ἔφαμεν δεῖν 
μεμνῆϲθαι. ἢ ἐν τῷ αὐτῷ προϲώπῳ 
 
 
 
 ἐϲτὶ τὰ τῆϲ διαθέϲεωϲ καὶ τὰ τοῦ ἀντωνυμικοῦ προϲώπου, ἢ ἐν ἑτέρῳ προϲώπῳ
καταγίνεται ἡ ἐκ τῶν ῥημάτων διάθεϲιϲ, ἐπεὶ ὁμοίωϲ πάλιν διὰ μιᾶϲ φωνῆϲ πλείονα ὄντα τὰ πρόϲωπα
νοεῖται, ὡϲ ἔχει τὰ τοιαῦτα, 
 ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν 
 
 
 κάλλεοϲ εἵνεκα οἷο {Υ 234 seq.}· 
 ἔϲτι γὰρ ἕνεκα τοῦ αὐτοῦ κάλλουϲ, καθὸ τὸ ἀνηρείψαντο ϲυντείνει ἐπὶ τὴν εὐθεῖαν τοῦ θεοί,
ἀνήρπαϲαν οἱ θεοὶ Γανυμήδη τοῦ αὐτοῦ ἕνεκα κάλλουϲ. εἰ γοῦν μεταληφθείη ἡ αἰτιατικὴ τοῦ
Γανυμήδηϲ εἰϲ εὐθεῖαν, εἰϲ ἣν καὶ προϲχωρήϲει τὸ ῥῆμα, πάντωϲ καὶ ἡ μετάληψιϲ ϲύνθετοϲ
γενήϲεται, ἡρπάγη ὁ Γανυμήδηϲ ἕνεκα τοῦ ἑαυτοῦ κάλλουϲ, καθό ἐϲτιν καὶ ἐπὶ τοῦ 
 δεύτερον αὖ θώρηκα περὶ ϲτήθεϲϲιν ἔδυνεν 
 οἷo καϲιγνήτοιο Λυκάονοϲ {Γ 332 seq.}, 
 δῆλα δὴ ὡϲ ὁ Ἀλέξανδροϲ· καὶ ἐπεί τοι ἐξ αὐτοῦ τὰ τῆϲ 
 κτῆμα δὲ ἔχει τὸν ἀδελφόν, τὸ οἷο καϲιγνήτοιο εἰϲ τὸ ἑαυτοῦ μεταληφθήϲεται.

Ἔτι τὸ 
 ἑή τέ μιν ὤλεϲεν ἀλκὴ {Π 753} 
 τὴν τοῦ ῥήματοϲ διάθεϲιν ἔχει ἐκ τοῦ κτήματοϲ, ἐφ’ ἧϲ πάλιν ϲυντάξεωϲ ἁπλῆ
μετάληψιϲ γενήϲεται, ἡ αὐτοῦ ἀλκὴ αὐτὸν ἀπώλεϲεν. εἰ γοῦν 
 ὁ λέων τὰ τῆϲ διαθέϲεωϲ μεταλάβοι ὡϲ ἐπὶ τὸ κτῆμα, τὴν ἀλκήν, 
 
 
 
 
 γένοιτο ἂν ἑὴν ὤλεϲεν ἀλκήν, τουτέϲτιν τὴν ἑαυτοῦ· εἰ δὲ γένοιτο ἄλλο τι πρόϲωπον τὸ
ῥῆμα ἀναδέξαϲθαι, ὡϲ εἴ τιϲ ἐφ’ Ἡρακλέουϲ φαίη καταγωνιϲαμένου
τὸν λέοντα ἑὴν ἀλκὴν ὤλεϲεν, ἔϲται ἁπλῆ πάλιν ἡ ἀντωνυμία, τὴν ἀλκὴν ὤλεϲεν αὐτοῦ, τοῦ λέοντοϲ. —

Ἔτι τὸ 
 
 Νέϲτωρ φάϲχ’ ὁ γέρων ὅτ’ ἐπιμνηϲαίμεθα ϲεῖο 
 οἷϲιν ἐνὶ μεγάροιϲιν {δ 191 seq.} 
 ἔχει δύο ῥήματα δυνάμενα ϲυντάϲϲεϲθαι τῷ οἷϲιν ἐνὶ μεγάροιϲιν, ἐξ ὦν εἰ τὸ ἑνικὸν πρὸϲ ἕνα
ὄντα τὸν Νέϲτορα καὶ κτήτορα τῶν οἰκημάτων 
 ϲυντρέχον ϲυνταγείη, καὶ τὰ τοῦ λόγου ϲύνθετον ἀπαιτήϲειεν τὴν
ἀντωνυμίαν, ἔφαϲκεν ἐν τοῖϲ ἑαυτοῦ· εἰ δὲ τὸ ἐπιμνηϲαίμεθα, ὃ ἐν πρώτῳ
καταγενόμενον ἐν ἑτέρᾳ εὐθείᾳ γένοιτο, τοῦ λέγοντοϲ κατὰ ϲύλληψιν τὴν τοῦ Νέϲτοροϲ, ἀδύνατον τὰ τῆϲ
μεταλήψεωϲ μὴ οὐκ εἰϲ ἁπλῆν χωρῆϲαι· 
 ὅτ’ ἐπιμνηϲαίμεθα ϲεῖο 
 
 οἷϲιν ἐνὶ μεγάροιϲιν, 
 τουτέϲτιν ἐν τοῖϲ αὐτοῦ.

Οὕτωϲ ἔχει καὶ ἐπὶ τοῦ 
 
 τότε δὲ Ζεὺϲ Ἕκτορι δῶκεν 
 ᾗ κεφαλῇ φορέειν {Π 799 seq.}· 
 τρία γὰρ ὑποκείμενα νοεῖται, ὁ Ζεύϲ, ὃϲ μετέδωκεν Ἕκτορι ὥϲτε τῇ 
 
 
 
 
 αὐτοῦ κεφαλῇ φορεῖν. εἰ γοῦν ἡ δοτικὴ ὑποϲταλείη τοῦ Ἕκτοροϲ, γίνεται κτήτωρ ὁ Ζεὺϲ ὡϲ
πρὸϲ τὴν κεφαλήν, ὁ Ζεὺϲ ἔδωκεν ᾗ κεφαλῇ φορεῖν, ὃ γενήϲεται τῇ ἑαυτοῦ.

Ἀμφιβάλλεταί γε μὴν καὶ τὸ 
 
 ἀλλ’ ἐμὲ θυμὸϲ ἀνῆκε πολυτλήμων πολεμίζειν 
 θάρϲε ᾧ {Η 152 seq.}. 
 
 δύναται γὰρ θάρϲοϲ ἔχειν ὁ θυμόϲ, ὥϲτε εἶναι ἔπειϲέ με ὁ θυμὸϲ τῷ ἰδίῳ κτήματι πολεμεῖν, τουτέϲτιν τῷ αὐτοῦ θάρϲει· ἢ οὕτωϲ, ἔπειϲέ με ὁ
θυμὸϲ τῇ ἰδίᾳ δυνάμει, τουτέϲτιν τῷ ἑαυτοῦ θάρϲει, 
 πολεμεῖν τῷ προκαλεϲαμένῳ, ὃ καὶ μᾶλλον ἐπιδέχεται ἡ διάνοια, ὡϲεὶ καὶ εἰ οὕτωϲ τιϲ
λέγοι, τῷ ἰδίῳ λόγῳ ἔπειϲέ με Τρύφων διαλέγεϲθαι Ἀπολλωνίῳ· ἢ κἀκ τρίτου ἔπειϲέ με ὁ θυμὸϲ τῷ θάρϲει τῷ ἐκείνου πολεμεῖν, κατὰ τρόπον τὸν τῆϲ περιφράϲεωϲ, ἀνῆκέ με
αὐτῷ πολεμεῖν. καὶ πάλιν χρὴ νοεῖν ὡϲ τὸ ῥῆμα οὐκέτι ἐγγινόμενον ἐν τῷ ἀντωνυμικῷ
προϲώπῳ ἀναγκαίαν μετάληψιν ἐποίει τὴν εἰϲ τὸ αὐτοῦ· αὐτὸϲ γὰρ ὁ θυμὸϲ ἀνῆκε, καὶ
οὐκέτι αὐτοῦ κτῆμα ἐγένετο τὸ θάρϲοϲ, ἀλλὰ τοῦ προκαλεϲαμένου.

Πάμπολλοϲ ἡ εἰϲ τὸ τοιοῦτο παράθεϲιϲ, ἥν τινεϲ ἐπὶ πλέον παρέτειναν αὐτὸ μόνον τὴν χρῆϲιν
παραθέμενοι τῆϲ μεταλήψεωϲ, οὐ τὸν ἐμμεθόδωϲ ἀποδειχθέντα λόγον, ὅνπερ ἡμεῖϲ παρεθέμεθα, πείϲαντεϲ
ὡϲ διὰ τῆϲ ϲυνόδου τοῦ ῥήματοϲ τὸ ἀμφιβαλλόμενον τῆϲ μεταλήψεωϲ ἀδιϲτάκτωϲ
καταϲτήϲεται. παραπεμπτέον οὖν τὰϲ τοιαύταϲ ἀποδόϲειϲ· 
 
 αἴτει δ’ οἰωνὸν ἐὸν ἄγγελον {Ω 292} 
 
 νῦν γάρ φαϲιν οὐκ ἀντωνυμικῶϲ κεῖϲθαι τὸ ἐόν ἀλλ’ ἐπιθετικῶϲ,
ϲημαῖνον τὸ ἀγαθόν, ἢ καὶ ἐν μεταγραφῇ τοῦ ταχὺν ἄγγελον, ὡϲ πάτωϲ τῆϲ ἀντωνυμίαϲ ϲύνθετον μετάληψιν
ἀπαιτούϲηϲ· ἐπ᾿ ἐκείνου δ’ εὐπαράδεκτα τὰ τῆϲ ἀντωνυμίαϲ φαϲίν,
 
 
 εἰ δέ τοι οὐ δώϲει ἐὸν ἄγγελον {Ω 296} 
 ἀντὶ τοῦ τὸν ἑαυτοῦ. ἦν δὲ κἀκεῖνο ἀντωνυμικῶϲ παραδέξαϲθαι ὁμοίωϲ τοῖϲ προκειμένοιϲ, μετιὸν εἰϲ ἁπλῆν μετάπτωϲιν ἕνεκα τοῦ τὸ ῥῆμα ἐπὶ τὸν Πρίαμον ϲυντείνειν, αἴτει τὸν αὐτοῦ ἄγγελον.

Ἀλλὰ καὶ τὸ ἐν Ἰϲθμιονίκαιϲ Πινδάρου ἐτάραξεν τοὺϲ ὑπομνηματιϲαμένουϲ, 
 
 Αἰολίδαν δὲ Ϲίϲυφον κέλοντο 
 
 ᾧ παιδὶ τηλέφαντον ὄρϲαι 
 γέραϲ, φθιμένῳ Μελικέρτᾳ {fr. B. 5 Schr.} 
   
 
 
 
 μεταλαβόντεϲ γὰρ τὴν ᾧ ἀντωνυμίαν εἰϲ ϲύνθετον τὴν ἑαυτοῦ ἀποροῦϲιν πῶϲ, ὃν εἶπεν
Ἀθαμαντιάδαν, καὶ Ϲιϲύφου παρίϲτηϲιν. ἔνιοι μέντοι τὸ ω ἐπιρρηματικὸν ἐκδεξάμενοι τοῦ
ἀπόρου δοκοῦϲιν ἀπηλλάχθαι, ἐγκλίνοντεϲ τὸν τόνον ἴν’ ὣ παιδί, καθὼϲ ἔχει καὶ τὸ 
 
 ὥ τε χερνᾶτιϲ γυνά {fr. lyr. adesp. III p 742 Bergk4. 
 οἱ δὲ καὶ εἰϲ τὴν οἷ μετέλαβον, κέλοντό οἱ, ἵν᾿  ᾖ δοτικὴ ἀντὶ γενικῆϲ, ἐκέλοντο τῷ αὐτῆϲ
παιδὶ τηλέφαντον ὄρϲαι γέραϲ, τουτέϲτι τῆϲ προειρημένηϲ Ἰνοῦϲ, πάντα μᾶλλον ἢ τὸ δέον
ἐπιϲτήϲαντεϲ. τί γὰρ τὸ ἐμποδὼν τὴν ᾧ ἀντωνυμίαν κτητικὴν ὑπάρχειν μεταλαμβάνεϲθαί τε εἰϲ 
 τὸ αὐτῆϲ ἐκέλοντο τῷ αὐτῆϲ παιδί, ὃν καὶ Ἀθαμαντιάδην εἶπεν; —

Καὶ τὸ Ὁμηρικὸν δὲ δυνάμενον κατ’ ὀρθὴν τάϲιν ἀναγινώϲκεϲθαι, λέγω ἐπὶ τοῦ 
 οἱ δὲ οἳ ἐβλάφθηϲαν {Ψ 387}, 
 
 
 
 
 
 
 
 παρεπέμφθη διὰ τὴν εἰκῇ πιϲτευθεῖϲαν τήρηϲιν, ϲυντάξεωϲ ὁμοίαϲ οὕϲηϲ τῇ οἱ ἐμοὶ
ἐβλάβηϲαν, οἱ ϲοὶ ἐβλάβηϲαν, οἱ οἳ ἐβλάβηϲαν. καὶ. φαίνεται ὅτι τὸ Ὁμηρικὸν ἰδίωμα
ῥύεται τὸ ἀπανάγνωϲμα, καθὸ ἀπειράκιϲ δοτικὰϲ παραλαμβάνει ἀντὶ γενικῶν· ὡϲ εἰ μὴ ἦν τὰ τῆϲ ἐναλ
τάχα καὶ ὁ ϲτίχοϲ ἠλογεῖτο, ὡϲ ἀκατάλληλον ἔχων τὴν ἀντωνυμίαν. 
 
 —  Κατὰ τὸν αὐτὸν λόγον δεῖ νοεῖν, ὡϲ καὶ τὸ 
 τοὺϲ δ’ ἤδη κάτεχεν φυϲίζοοϲ αἶα 
 ἐν Λακεδαίμονι αὖθι φίλῃ {Γ 243 seq.}, 
 ὅπερ εἶχε τὸ ἑῇ ἐν ταῖϲ πλείοϲιν ἐκδόϲεϲιν, ὃ ἦν μάλιϲτα ἀκόλουθον· τὸ γὰρ κάτεχεν
ῥῆμα ϲυναφέϲ ἐϲτιν τῷ γῆ, καὶ τὰ τῆϲ ἀντωνυμίαϲ πάντωϲ εἰϲ ἁπλῆν μεταϲτήϲεται, κατεῖχεν
ἡ γῆ τοὺϲ προειρημένουϲ δαίμοναϲ ἐν τῇ αὐτῆϲ πατρίδι, τῆϲ προειρημένηϲ Ἑλένηϲ, ὡϲ κἀκεῖνο ἔχει,
 
 
 
 
 
 
 τότε δὲ Ζεὺϲ δυϲμενέεϲι 
 
 δῶκεν ἀεικίϲϲαϲθαι ἑῇ ἐν πατρίδι γαίῃ {Χ 403 seq.}, 
 ἐν τῇ πατρίδι αὐτοῦ, τοῦ Ἕκτοροϲ.

Οὐχ ἡγητέον τὴν τοιαύτην παράθεϲιν παρέλκειν, καθὸ ἀπήρκει 
 τὸ ὑπόδειγμα τοῦ λόγου διακρῖναι τὰ τοιαῦτα· εἰϲ γὰρ γυμναϲίαν τοῦ λόγου παρεθέμεθα, καὶ
ἔτι εἰϲ βεβαιοτέραν πίϲτιν τῆϲ τηρήϲεωϲ καὶ ἔλεγχον τῶν παραπεμψαμένων τὸ δέον τῆϲ ϲυντάξεωϲ.

Ἑξῆϲ ῥητέον περὶ ϲυντάξεωϲ τῆϲ ἐμοῦ, κτητικῆϲ οὔϲηϲ κατὰ γενικὴν πτῶϲιν καὶ γενικῆϲ τῆϲ ἀπὸ τοῦ
ἐγώ, ἥτιϲ οὐ μόνον δύναται κατὰ φωνὴν ϲυνεμπίπτειν ἀλλὰ καὶ ἐν τῇ ϲυντάξει τῇ κατὰ
κτήϲεωϲ. — τε γὰρ κτητική, ἴδιον τοῦτ’ ἔχουϲα, ἐπὶ κτῆμα φέρεται, καθὸ καὶ αἱ ἄλλαι
πτώϲειϲ, ἐμόϲ -ἐμόν καὶ ἐξῆϲ ἀλλὰ μὴν καὶ ἡ ἀπὸ τοῦ ἐγώ γενικὴ ἐπὶ κτῆμα φέρεται, διὸ καὶ πρὸϲ ἐνίων
κτητικὴ ἐκαλεῖτο. φαμὲν γοῦν Ἀριϲτάρχου ἔκδοϲιϲ. τά τε κτητικὰ τῶν ὀνομάτων καὶ αἱ
 
 κτητικαὶ τῶν ἀντωνυμιῶν οὐκ ἀπ’ ἄλληϲ πτώϲεωϲ παράγονται ἢ ἀπὸ γενικῆϲ, εἰϲ ἣν καὶ
ἀναλύονται. καὶ δῆλον ὡϲ μὲν τὰ ὀνόματα οὐκ ἐδέετο ἐπιϲτάϲεωϲ· αὐτάρκειϲ γὰρ αἱ φωναὶ εἰϲ διαϲτολὴν
τοῦ τοιούτου, 
 
 
 
 
 Ἑκτόρειοϲ Ἑκτορείου ὡϲ πρὸϲ τὴν Ἕκτοροϲ· ἡ μέντοι προειρημένη ἀντωνυμία οὐ
ϲαφηνιζομένη διὰ τῆϲ φωνῆϲ δεηθήϲεται τῆϲ εἰρημένηϲ ϲυντάξεωϲ, ἵνα περιγράψῃ τὴν
ϲυνοῦϲαν ἀμφιβολίαν.

Οὐ λέληθεν δέ με ὡϲ παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ καὶ διὰ τῆϲ φωνῆϲ ἐϲτιν ἡ
διάκριϲιϲ· ὅθεν ὑπολαμβάνω τὸν ποιητὴν ϲυνειδότα τὸ ἀμφίβολον τοῦ 
 ϲχήματοϲ τὴν μὲν πρωτότυπον ϲχεδὸν διὰ πάϲηϲ διαλέκτου
προενέγκαϲθαι, ἐμέθεν λέγοντα ἢ ἐμέο ἢ ἐμεῖο ἢ ἐμεῦ, οὐ μὴν ἐμοῦ (οὐ γὰρ καθὸ ἀγνώϲἐϲτιν
τῆϲ εἰϲ ου ληγούϲηϲ γενικῆϲ, ὅπου γε καὶ τὰϲ ἀπ’ αὐτῆϲ πλαγίαϲ ἁπάϲαϲ κοινότερον προηνέγκατο), τήν
γε μὴν κτητικὴν ἀκολούθωϲ κλιθεῖϲαν κατὰ τὸ τέλοϲ ἀπ’ εὐθείαϲ τῆϲ εἰϲ οϲ ληγούϲηϲ. 
ἁπάντοτε γὰρ διὰ τῆϲ ου προφέρεται ἢ καὶ Θεϲϲαλικώτερόν πωϲ διὰ τοῦ οιο, καθὼϲ καὶ τὸ
καλοῖο, 
 πατρὸϲ ἐμοῖο πατήρ {Ξ 118 et τ 180} 
 καὶ 
 πατρὸϲ ἐμοῦ κλέοϲ εὐρὺ μετέρχομαι {Υ 83}· 
 
 
 εἰ δή τοι ϲοῦ πατρὸϲ ἐνέϲτακται μένοϲ ἠΰ {β 271}, 
 ἢ καὶ τεοῖο, Δωρικώτερον μετατεθέντοϲ τοῦ ϲ εἰϲ τ καὶ ἐπενθέϲεωϲ 
 
 
 τοῦ ε γενομένηϲ, καθὸ παρεπόμενόν ἐϲτιν μετὰ τὴν μετάθεϲιν ἔϲθ᾿  ὅτε τὸ πλεονάζειν.
(οὐκ ἐνὸν γὰρ εὑρέϲθαι τὸν πλεοναϲμὸν ϲὺν τῷ ϲ· 
 ἡ γοῦν πάλιν ϲοί, γενομένη τίν παρὰ Δωριεῦϲιν, γίνεται
καὶ τεΐν, 
 τεΐν τάδε μυθήϲαϲθαι {Λ 201}.

Ἁπάντοτε μὲν οὖν ἡ γενικὴ φερομένη ἐπὶ ῥῆμά ἐϲτι πρωτό ἐμοῦ ἀκούει Θέων, ϲοῦ ἤκουϲα, καὶ ἔτι ἐν
ταῖϲ κατὰ διάλεκτον, λεκτον, 
 ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον {δ 746}, 
 ϲεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχήν {Ω 754}, 
 
 ἐμεῖο δὲ ϲύνθεο μῦθον {τ 268} 
 ἴϲωϲ παρὰ Ἰωνικὴν τὴν ἐμέο κατ’ ἐπένθεϲιν τοῦ ι, ἢ καὶ κατὰ μετάθεϲιν τοῦ υ εἰϲ τὸ ι παρὰ τὴν ἐμεῦ, ὡϲ καὶ παρὰ τὴν ἐμοῦ τὸ ἐμοῖο, ὥϲτε καὶ κατὰ τὸ τοιοῦτον
ἀναλογωτάτην τὴνι φωνὴν καθίϲταϲθαι.

«Οὐχὶ οὖν καὶ ἐπὶ κτῆμα φέρεται ἡ γενική;» Ἀλλ’ ἐν διαφόρῳ τάϲει, λέγω τῇ
ἐγκλιτικῇ, καὶ διαφόροιϲ κτήμαϲιν, ἐϲκάφη μου 
 
 
 
 ὁ ἀγρόϲ, ἐνίκηϲέν μου ὁ παῖϲ. καὶ τὰ ἐπιφερόμενα κτήματα ἀδιαφορεῖ κατὰ
γένοϲ, κατὰ πτῶϲιν, κατὰ ἀριθμόν· παντὸϲ γὰρ κτήματοϲ ἡ γενικὴ πτῶϲιϲ δεκτική ἐϲτιν. καὶ ἐπὶ τῶν
ὀνομάτων ταὐτόν. τά γε μὴν κτητικῶϲ παραχθέντα ἀντωνυμικὰ ἢ καὶ ἔτι ὀνοματικὰ τὸν αὐτὸν ἀριθμὸν ἐπιζητεῖ καὶ τὸ αὐτὸ γένοϲ καὶ τὴν αὐτὴν πτῶϲιν, Ἑκτόρειοϲ χιτών -Ἑκτορείου
χιτῶνοϲ, ἐμὸϲ φίλοϲ -ἐμοῦ φίλου· πρόδηλόϲ ἐϲτιν ἡ ἑξῆϲ ἀκολουθία. τοιοῦτόν ἐϲτι τὸ 
 
 πατὴρ δ’ ἐμὸϲ αὐτί᾿κ᾿  ὀϊϲθείϲ {1 453} 
 καὶ ἔτι 
 πατρὸϲ ἐμοῦ κλέοϲ εὐρὺ μετέρχομαι {Υ 83} 
 
 καὶ ἔτι 
 τὠμῷ κεχαριϲμένε θυμῷ {δ 71}.

«Οὐχὶ οὖν καὶ τῇ γενικῇ ὀρθοτονουμένῃ, λέγω τῇ πρωτο τύπῳ, ϲυνοιϲθήϲεται γενικὴ πτῶϲιϲ, ὥϲτε κατὰ ϲύνταξιν καὶ κατὰ φωνὴν ἀμφιβάλλεϲθαι, καθότι καὶ παντὶ πτωτικῷ γενομένῳ κατὰ γενικὴν τὸ τοιοῦτο παράκειται, φαμὲν γὰρ Ἀριϲτάρχου ἀγροῦ ὁ καρπόϲ ἐϲτιν, καὶ οὐδὲν ἐμποδὼν τὸ φάναι,
ὡϲ Ἀριϲτάρχου ἀγροῦ καρπόϲ, οὕτωϲ 
 
 
 
 ἐμοῦ ἀγροῦ καρπόϲ». Ἀλλὰ πάλιν γενόμενον τὸ τοιοῦτον ὑπο εἰϲ κτητικὴν
ἀντωνυμίαν τὴν ἀπὸ τοῦ ἐμόϲ. οὐ γὰρ ἄλλωϲ ἂν τῆϲ πρωτοτύπου γένοιτο, λέγω τῆϲ ἐγώ, εἰ μὴ καὶ
ἐγκλιθείη, ὅπερ ἴδιον αὐτῇ παρηκολούθει πρὸϲ τὴν τῶν κτητικῶν ἀντεξέταϲιν, καθὸ 
 αὗται μόνωϲ ὀρθοτονοῦνται· γίνεται γὰρ τοῦ ἀγροῦ μου ὁ καρπόϲ ἐϲτιν.

Ἀλλ’ ἴϲωϲ οἰήϲεταί τιϲ τὰ τῆϲ ἀποδείξεωϲ ἐντελῶϲ μὴ ἀποϲτρέφει ἔτι δὲ ἀμφιβάλλεϲθαι τὰ τοῦ
λόγου. πρὸϲ ὃν ἔϲτιν φάναι εἴπερ ἡ πρωτότυποϲ γενικὴ ἦν κατ’ ὀρθὴν τάϲιν ἐκφερομένη,
κἂν πάντωϲ ϲυμπαρείπετο τὰ ταύτηϲ ἰδιώματα. ἔφαμεν γὰρ τὰϲ γενικὰϲ περὶ τὰ ἐπιφερόμενα
κτήματα ἀδιαφορεῖν, τά γε μὴν κτητικῶϲ παραχθέντα πρὸϲ ἑκάϲτην πτῶϲιν καταλλήλωϲ ἐκφέρεϲθαι. οὔ
φαμεν δέ γε τῶν ἐμοῦ ἀγρῶν ὁ καρπόϲ οὐδὲ τῷ ἐμοῦ ἀγρῷ ϲυνέβη ἐϲκάφθαι οὐδὲ τῆϲ ἐμοῦ οἰκίαϲ οὐδὲ ἄλλο τῶν κατὰ διαφορὰν ὡϲ πρὸϲ τὸ
 ἐμοῦ, ἀλλὰ κατὰ ϲύνταξιν τὴν τῶν ἐπιφερομένων ϲυμμεταλαμβάνομεν τὰϲ
ἀντωνυμίαϲ, τῶν ἐμῶν ἀγρῶν καρπόϲ, τῷ ἐμῷ ἀγρῷ ϲυνέβη ἐϲκάφθαι. διὰ τοῦ τοιούτου λύεται ὡϲ, ἐπὰν
φῶμεν τοῦ ἐμοῦ 
 
 
 
 ἀγροῦ ὁ καρπόϲ, ϲύνταξίϲ ἐϲτιν τῆϲ κτητικῆϲ περ τῆϲ γενικῆϲ
ὀρθοτονουμένηϲ. — παρὸν γοῦν, ἐγκλίναντα τὴν ἀντωνυμίαν καὶ περιγράψαντα τὴν κτητικὴν
ϲύνταξιν, διὰ τῆϲ ἐγκλίϲεωϲ προϲδοῦναι τὰ ἰδιώματα τῆϲ γενικῆϲ, καὶ ὅϲα μὴ κατάλληλα ἐν τοῖϲ
προκειμένοιϲ, ταῦτα διὰ τῆϲ ἐγκλίϲεωϲ κατάλληλα ποιῆϲαι, τῶν ἀγρῶν μου ὁ καρπόϲ, 
 τῷ ἀγρῷ μου ϲυνέβη ἐϲκάφθαι , καὶ ἐπὶ τῶν ἑξῆϲ ταὐτόν.

Δέδεικται ἄρα ὡϲ ἡ ὁμοφωνήϲαϲα γενικὴ τῇ κτητικῇ ἀντω νυμίᾳ περιγραφήϲεται τῆϲ κτητικῆϲ
ϲυντάξεωϲ διὰ τὸ ἐπικρατεῖν τὴν φύϲει κτητικὴν ἀντωνυμίαν, ἰδίωμα ἔχουϲαν τὸ κτῆμα, ὃ οὐ μόνον διὰ
 τῆϲ γενικῆϲ νοεῖται, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆϲ εὐθείαϲ εἶχεν. ἡ γὰρ ἐν 
πρωτοτύποιϲ κτητικὴ ϲύνταξιϲ διὰ μιᾶϲ πτώϲεωϲ τὸ τοιοῦτον ἐπαγγέλλεται, ἢ τῆϲ γενικῆϲ μετατεθείϲηϲ
καὶ τὰ τῆϲ κτήϲεωϲ ϲυμμετατίθεται. — 
 
 
 
 προϲθείην δ’ ἂν κἀκεῖνο, ὡϲ οὐδ’ ἂν ἡ ἐγκλινομένη γενικὴ
πρωτότυποϲ κτητικὴν ϲύνταξιν ἀνεδέξατο, εἴπερ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν ἔγκλιϲιν
ἀνεδέχοντο· κἂν οὕτω γὰρ κατεκράτηϲεν ἡ κτητικὴ ἀντωνυμία. ϲαφὲϲ οὖν ὅτι ἀποφυγοῦϲα τὴν φωνὴν τὴν
κτητικὴν εἰϲ τὴν ἐγκλιτικὴν 
 μετῆλθεν· καὶ γὰρ ἐν τῷ καθόλου τὸ τοιοῦτον ἐπιδεδείξεται, ἡνίκα κατὰ 
 τὸ εὔκαιρον περὶ αἰτίαϲ καταλλήλου καὶ ἀκαταλλήλου
διαληψόμεθα.

Ὁμολόγωϲ οὖν τῶν κτητικῶν ἁπάντοτε ἐπὶ κτῆμα φερο μένων τὸ 
 ὡϲ μὴ πάντεϲ ὄλωνται ὀδυϲϲαμένοιο τεοῖο {Θ 37} 
 
 ἄλογον κατατήϲτεται μετὰ καὶ τῶν cυμπαρεπομένων τή ἀθετήϲει τῶν ϲτίχων· αἱ
γὰρ cυντάξειc αἱ ἐπὶ τὰ ῥήματα καὶ ἐπὶ τὰϲ μετοχὰϲ γενικὰϲ πρωτοτύπουϲ ἐπιζητοῦϲιν, καθὼϲ πρόκειται.

Διὸ καὶ τὸ Ζηνοδότειον οὐ πάντωϲ ἄλογον, λέγω δ’ ἐπὶ τοῦ 
 
 
 
 
 
 
 Πηλείδηϲ δὲ ϲάκοϲ μὲν ἀπὸ οὗ χειρὶ παχείῃ 
 ἔϲχετο ταρβήϲαϲ {Υ 261 seq.}. 
 εἰ γὰρ καὶ ἡ κατὰ τὸ πρῶτον πρόϲωπον καὶ δεύτερον ἐπὶ ῥῆμα φέρε ται, ἀπ’ ἐμοῦ
ἔϲχετο ϲάκοϲ, ἀπὸ ϲοῦ ἔϲχετο ϲάκοϲ, οὐδὲν ἐμποδὼν καὶ ἐπὶ τοῦ τρίτου ταὐτὸν ἐγγενέϲθαι, νῦν οὐ
κτητικῶϲ ἀκου τῆϲ ἀντωνυμίαϲ, ὥϲ τινεϲ ὑπέλαβον, ὅπου γε καὶ τὸ ἀμφίβολον 
τῆϲ γενικῆϲ ὡϲ πρὸϲ τὴν κτητικὴν γενικὴν παραπέμπεται ἡ τοῦ ῥήματοϲ ϲύνταξιϲ, καθάπερ
προεκτεθείμεθα. εἰ δὴ ἡ οὖ φέρεται ἐπὶ ῥῆμα ἐν τῷ ἔϲχετο ἀπὸ οὗ, τί τὸ κωλῦον πρωτότυπον γενικὴν
αὐτὴν φάναι, κἂν ϲυνεμπίπτει κτητικῇ ἔϲτιν γε μὴν πρὸϲ τὸ τοιοῦτον φάναι ὡϲ ἐν 
 ἑτέρᾳ μὲν ϲυντάξει κατώρθωται, οὐ μὴν ἐν τῇ Ὁμηρικῇ, εἴγε τὴν τούτων ϲυνέμπτωϲιν ἐφυλάξατο, ὡϲ ἐδείχθη ἐν τοῖϲ προκειμένοιϲ. δείκνυται
 οὖν ὡϲ οὐ παρὰ τὰϲ ἀντωνυμίαϲ Ζηνόδοτοϲ ἥμαρτεν, παρὰ δὲ τὸ
Ὁμηρικὸν ἔθοϲ. καὶ ἕνεκα τούτου προκέκριται ἡ Ἀριϲτάρχειοϲ ἀνάγνωϲιϲ, ἀπὸ ἕο χειρὶ παχείῃ.

Ἔτι κἀκεῖναι αἱ γραφαὶ εἰϲ αὐτὸν ἀναφέρονται, 
 μνῆϲαι πατρὸϲ ϲεῖο {Ω 486}, 
 πατρὸϲ ἐμεῖο πατήρ {Ξ 118. τ 180}, 
 
 
 
 
 
 
 ὥϲτε κατὰ τὸ ἐναντίον τῷ προκειμένῳ λόγῳ γενικαῖϲ αὐτὸν κεχρῆϲθαι πρωτοτύποιϲ ἀντὶ τῶν
κτητικῶν. καὶ ἔϲτι πωϲ ϲυνηγορῆϲαι τῇ πρὸϲ 
 αὐτοῦ γενομένῃ γραφῇ, ὅτι οὐκ ἀπεμφαῖνον τὰϲ γενικὰϲ ἐπὶ κτῆμα
φέρεϲθαι, ἐπεὶ καί, ὡϲ ἔφαμεν, αἱ κτητικαὶ εἰϲ γενικὰϲ μεταλαμβάνονται. ἔτι καὶ ἄλλαι
ϲυντάξειϲ εἰϲὶν ἐν αὐτοῖϲ τοῖϲ ποιήμαϲιν τὸν αὐτὸν ἐπέχουϲαι λόγον, 
 πρώτω γὰρ καὶ δαιτὸϲ ἀκουάζεϲθον ἐμεῖο {Δ 343}, 
 ϲέο δ’ ὀϲτέα πόϲει ἄρουρα {Δ 174} 
 εἰ μή τίϲ ϲευ μῆλα {ι 405}, 
 
 
 οἱ θ᾿  αἵματοϲ ἐξ ἐμεῦ εἰϲιν {Τ 105} 
 ὥϲτε μηδὲ κατὰ τὸ Ὁμηρικὸν ἔθοϲ ἀπαραδέκτουϲ εἶναι τὰϲ γραφάϲ. πρόδηλον γὰρ ὡϲ, εἰ αἱ
Ζηνοδότειοι μετατεθεῖεν, αἱ τοιαῦται ἀντικείϲονται· εἰ δὲ εὐπαράδεκτοι αὗται, οὐδὲ αἱ Ζηνοδότου
ἀπόβλητοι. —

δέον πρὸϲ τὴν γραφὴν οὕτωϲ ἀντιθεῖναι, ὡϲ ἀδύνατον παραδέξαϲθαι 
ὀρθοτονουμένην ἀντωνυμίαν εἰϲ κτητικὴν ϲύνταξιν, ἀλλ’ ἢ 
 
 
 
 
 
 ἐγκλινομένην ἢ κτητικήν, καθάπερ ἀπεδείχθη. — καὶ προφανὲϲ ὡϲ δεόντωϲ ἔχει τὸ 
 
 εἰ μή τίϲ ϲευ μῆλα βροτῶν {ι 405} 
 
 καὶ τὰ τούτοιϲ ὅμοια, ἐγκλιτικῆϲ ϲυνούϲηϲ ἀντωνυμίαϲ. — τὸ γὰρ 
 πρώτω γὰρ καὶ δαιτὸϲ ἀκουάζεϲθον ἐμεῖο {Δ 343} 
 
 
 ϲυνήρπαϲται εἰϲ κτητικὴν ϲύνταξιν· ἄμεινον γὰρ τῷ ῥήματι ϲυντάϲϲειν Ὁμηρικώτερον
λειπούϲηϲ τῆϲ περί προθέϲεωϲ, ὡϲ τὸ 
 
 τίϲαϲθαι δ’ Ἑλένηϲ ὁρμήματά τε ϲτοναχάϲ τε {B 356}, 
 
 ἐκ γὰρ Ὀρέϲταο τίϲιϲ ἔϲϲεται Ἀτρείδαο {α 40}, 
 Κύκλωποϲ κεχόλωται {α 69} 
 
 καὶ ἄλλα πλεῖϲτα, ἔχοντοϲ τοῦ λόγου οὕτωϲ· ἐμοῦ ἀκουάζεϲθον πρώτω περὶ δαιτόϲ, τῆϲ ὀρθῆϲ
τάϲεωϲ δεότωϲ ἐχούϲηϲ διὰ τὴν τοῦ ῑ παρένθεϲιν.

«Οὐχὶ οὖν ὀρθοτονεῖται τὸ 
 ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα {Δ 174}, 
 οἵ αἵματοϲ ἐξ ἐμεῦ εἰϲιν {Τ 105};» 
 
 Ἀλλὰ καὶ πρὸϲ τὸ τοιοῦτον ἔϲτιν φάναι ὡϲ πᾶϲα ἀτωνυμία τότε 
 
 
 
 ἄλογοϲ γίνεται κατὰ τάϲιν, ὅταν τὸ διϲϲὸν τοῦ τόνου δυναμένη παρὰ τὸ δέον
τοῦ τόνου ἐναλλαγῇ. (τοῦ γὰρ λόγου οὐκ ἀπαιτοῦντοϲ ὀρθὴν τάϲιν ἐν τῷ 
 πολλάκι γάρ ϲεο πατρὸϲ ἐνὶ μεγάροιϲιν ἄκουϲα {Α 396} 
 
 
 ἄλογον τὸ κατ’ ὀρθὴν τάϲιν ἀνάγνωϲμα· ἐπί γε μὴν τοῦ 
 ὡϲ ϲέο νῦν ἔραμαι {Ξ 328} 
 
 ἄλογον μὴ ὀρθοτονῆϲαι διὰ τὴν ὑποῦϲαν διαϲτολήν. — οὐ γὰρ ἐκεῖνο ἄλογον, 
 ὃϲ ϲφῶι προΐει Βριϲηΐδοϲ εἵνεκα κούρηϲ {Α 336}, 
 
 ὀρθὴν τάϲιν ἀναδεξάμενον τοῦ λόγου ἀπαιτοῦντοϲ ἀπόλυτον εἰϲ ἣν καὶ
μεταλαμβάνεται, ὃϲ ἐξέπεμψεν ὕμαϲ· τοῦτο γὰρ τῇ φωνῇ ϲυμβέβηκεν, τὸ μὴ δύναϲθαι ἐγκλιθῆναι, καὶ οὐκ
ἔϲτιν ὅϲτιϲ τὴν 
 
 
 
 
 ἀνάγνωϲιν καταμέμψαιτο. ἐπιμένειν τοῖϲ τοιούτοιϲ ὑποδείγμαϲι περιϲϲὸν οἰητέον·
πρόκεινται γὰρ αἵ τε μόνωϲ ἐγκλινόμεναι καὶ μόνωϲ ὀρθοτονούμεναι.) ἐδείξαμεν ὡϲ αἱ ἀρκτικαὶ
ἀντωνυμίαι φυϲικῶϲ ὀρθοτονοῦνται· τὸ οὖν 
 ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα {Δ 174} 
 
 
 ἀπανάγνωϲμα; ἢ δύναται ἐγκλιθῆναι καὶ μὴ ἐγκέκλιται; ὁμοίωϲ ὅτι καὶ. αἱ προθέϲειϲ
ὀρθοτονοῦϲι τὰϲ ἀντωνυμίαϲ· οὐκ ἄλλην ἄρα τάϲιν ἀναδέξεται τὸ 
 ἐξ ἐμεῦ {T 105} 
 ἢ τὴν ὀρθήν.

Οὐ μὴν τοιαύτη πρόφαϲίϲ ἐϲτιν ἐπὶ τῆϲ Ζηνοδοτείου 
 γραφῆϲ τοῦ παραδέξαϲθαι τὴν ἐμεῖο, καθὸ κυριωτέρα λέξιϲ, λέγω ἡ κτητικὴ ἀντωνυμία,
δυναμένη καὶ ἕνεκα μέτρου καὶ ἕνεκα λόγου παραλαμβάνεϲθαι, πρὸϲ
οὐδὲν χρειῶδεϲ μετετίθετο. καὶ γὰρ ἐν τῷ καθόλου τὸ ποιοῦν ἀκαταλληλίαν οὐκ ἄλλο τί ἐϲτιν ἢ
κυριωτέρου ϲχήματοϲ παρεκτροπὴ κατὰ τὴν αὐτῷ ἐπιβάλλουϲαν ϲύνταξιν. —

Ἐπεὶ οὖν προήλθομεν εἰϲ τὰϲ ἀντωνυμικὰϲ γραφὰϲ τοῦ Ζηνοδότου, οὐ παρέλκει
καὶ περὶ τοῦ 
 τίϲ τάρ ϲφωι {Α 8}. 
 
 
 
 
 
 
 διαλαβεῖν· τὴν γὰρ τοιαύτην γραφὴν καὶ Ϲέλευκοϲ προκρίνει καὶ πλεῖϲτοι,
παρατιθέμενοι καὶ ἐκδόϲειϲ Ὁμηρικάϲ. καθιϲτᾶϲί τε τὸν λόγον οὕτωϲ. «εἴπερ ἡ γενικὴ πτῶϲιϲ καὶ δοτικὴ
κατὰ δεύτερον πρόϲωπον μεταθεῖϲα τὸν τόνον, τουτέϲτιν ἐγκλιθεῖϲα, μενούϲηϲ τῆϲ γραφῆϲ 
 τρίτον πρόϲωπον παρίϲτηϲιν, ἐν τῷ 
 γυιώϲει μὲν ϲφῶιν ὑφ’ ἅρμαϲιν ὠκέαϲ ἵππουϲ {Θ 416}, 
 
 καὶ κατ’ ἔγκλιϲιν ἐπὶ τοῦ τρίτου προϲώπου 
 γυιώϲω μέν ϲφωιν ὑφ’ ἅρμαϲι {Θ 402}, 
 πᾶϲα ἀνάγκη καὶ τὴν ϲφῶι, ὀρθοτονουμένην κατὰ δεύτερον πρόϲωπον, 
 τὸν τόνον μεταθεῖϲαν κατὰ τὴν αὐτὴν γραφὴν τὸ τρίτον παραϲτῆϲαι». — ἔϲτιν καθολικώτερον
φάναι κἀκεῖνο, ὡϲ τὸ ἐν πρώτῳ καὶ δευτέρῳ προϲώπῳ ἀνομοιοκατάληκτον πάντωϲ κἀν τρίτῳ. πρόϲκειται ἐν
πρώτῳ καὶ δευτέρῳ διὰ τὸ ἐγώ, ϲύ, ἵ ἰδοὺ γὰρ ἀναλόγωϲ καὶ τὸ τρίτον διήλλαξεν τοῦ
δευτέρου, καθὸ καὶ αὐτὸ τὴν τοῦ πρώτου κατάληξιν οὐκ 
 ἐνεδέξατο. καὶ κατὰ τοῦτο ἄρα ἀναλογωτέρα ἡ ϲφωί διὰ τοῦ ι γραφομένη.

Ἀλλ’ ἔϲτι γε καὶ ὑπὲρ τῆϲ παραδεδομένηϲ γραφῆϲ ἐκεῖνο φάναι, 1. ὡϲ μᾶλλον
κατώρθωται, ἵνα μὴ ἡ αὐτὴ οὖϲα φωνὴ παρὰ τὴν ἔγκλιϲιν προϲώπου μεταβατικὴ γίγνηται, ὅπερ οὐκ ἔϲτιν
ἐπινοῆϲαι ἐν ἀντωνυμίαιϲ παρεπόμενον· αὐτὸ γὰρ μόνον ἀνίεται τὰ πρόϲωπα καὶ 
ἐπιτείνεται, οὐ μὴν ἐναλλάϲϲεται. — 2. τά τε ὁμοιοκατάληκτα κατὰ τρίτα πρόϲωπα οὔποτε
ϲυνάρχεται, ἡμῶν -ὑμῶν -ϲφῶν, ἐμέ -ϲέ -ἕ, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸϲ λόγοϲ. ἀϲύϲτατον οὖν καὶ
ϲυνάρξαϲθαι καὶ ϲυλλῆξαι τὴν κατὰ τὸ τρίτον τῷ δευτέρῳ, καὶ δῆλον ὅτι, εἰ τὰ ὁμοιοκατάληκτα οὐ ϲυνήρξατο, οὐδὲ τὰ ϲυναρξάμενα λήξεωϲ τῆϲ αὐτῆϲ τεύξεται. κατὰ τοῦτο οὖν ἡ ϲφωέ κατώρθωται. — 3. κἀκεῖνο δὲ δείκνυται, ὡϲ ἐν μὲν ῥήμαϲιν τὰ δεύτερα πρόϲωπα πρὸϲ τὰ τρίτα ϲυμπάθειαν ἔχει, καὶ περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι· ἐν μέντοι ἀντωνυμίαιϲ τὸ πρῶτον πρὸϲ τὸ δεύτερον, τῶν
τρίτων ἔϲθ᾿  ὅτε καὶ ἐκλειπόντων καὶ πλεοναζόντων καὶ ἐν ἰδίοιϲ θέμαϲι καταγινομένων, ὡϲ ἡ ἐκεῖνοϲ,
ἡ οὗτοϲ, ἡ μίν, ἄλλαι πλεῖϲται· οὔϲηϲ γε μὴν τῆϲ κατὰ τὸ πρῶτον καὶ δεύτερον δυϊκῆϲ εὐθείαϲ οὐ πάντωϲ καὶ κατὰ τὸ τρίτον ϲυνυπάρχει· ϲυνθέτων γινομένων πληθυντικῶν κατὰ τὸ
τρίτον οὐ ϲυνυπάρχει καὶ κατὰ τὸ πρῶτον καὶ δεύτερον· ἔϲτι
πλεῖϲτα παραθέϲθαι. οὐκ ἄρα κατηνάγκαϲται 
 
 
 οὔτε διὰ τὸ ϲφωέ ἡ κατὰ τὸ πρῶτον εἰϲ ε λῆξαι, οὔτε διὰ τῆν νῶϊ ἡ κατὰ τὸ τρίτον εἰϲ ι
καταλήγειν.

Ϲαφέϲ ἐϲτιν ὡϲ τὰ ϲυνηγοροῦντα τῇ ϲφωέ ἀντωνυμίᾳ μάχεται τῇ κατὰ τὸ τρίτον ϲφωίν.
ὑπὲρ ἧϲ ἐκεῖνο ἔϲτιν φάναι, ὡϲ ἀϲύϲτατον ταύτην δοτικὴν οὖϲαν ἐκϲτῆναι τοῦ ἰδιώματοϲ,
λέγω τῆϲ τοῦ ι γραφῆϲ μετὰ τοῦ ν, ὅτι δυϊκὴ δοτική. — καὶ εἰ τἀκριβέϲ τιϲ ἐπιϲτήϲειεν, εἴϲεται ὡϲ
ἐπὶ τοῦ δευτέρου προϲώπου δυϊκαὶ δεόντωϲ ἐξέλιπον, αἱ δὲ τοῦ τρίτου δεόντωϲ καὶ εἰϲ τὸ δεύτερον μετατιθέμεναί εἰϲιν, εἴγε πᾶϲα ἀντωνυμία διὰ τοῦ ϲφ
ἐκφερομένη μόνωϲ τρίτου ἐϲτὶν προϲώπου, ϲφέαϲϲφίϲι -ϲφέτεροϲ -ϲφόϲ.  — καὶ οὕτω καὶ τὰ
τῆϲ τάϲεωϲ ὥϲτε τὰ μὲν τῆϲ ὀρθῆϲ τάϲεωϲ μετατεθῆναι εἰϲ τὸ δεύτερον, τάχα οὐκ ἀπιθάνωϲ,
ἐπεὶ τὰ δεύτερα ὑπὸ δέῖξίν ἐϲτιν ᾗ ϲυντρέχει ἡ ὀρθὴ τάϲιϲ· τὰ μέντοι κατὰ τὸ τρίτον ἀποϲτάντα τῆϲ δείξεωϲ εὐθέτιϲται εἰϲ ἔγκλιϲιν. διὰ τοῦτο καὶ μοναδικαὶ τρίτου προϲώπου ἐγκλιτικαὶ ἐπενοήθηϲαν, ἡ ϲφέ, ἡ μίν.
— οὐ μέντοι ἀπεμφαῖνον τὴν ϲφωέ ἀντωνυμίαν διὰ τοῦ ε λέγεϲθαι, ϲυνεκδραμοῦϲαν τῇ ἑνικῇ αἰτιατικῇ
πτώϲει.

Ἀκολούθωϲ ῥητέον καὶ περὶ τῆϲ ἐμαυτοῦ, ἣ καὶ ϲυντεθεῖϲα, 
 καθά φηϲι Τρύφων {p 29 Vels.}, τὴν αὐτὴν ἔχει ἀμφιβολίαν ἐκ
κτητικῆϲ 
 
 
 
 
 ϲυντεθεῖϲα καὶ πρωτοτύπου. τὴν γὰρ ἀπαράδεκτον τοῦ ἄρθρου οἴεται
ἐκ πρωτοτύπου ϲυντεθεῖϲθαι, ἐμαυτοῦ ἀκούω, ϲαυτοῦ φείδῃ, τὴν δὲ ἐν προϲλήψει τοῦ ἄρθρου ἐκ ϲυνάρθρου
τῆϲ ἐμοῦ, τοῦ ἐμαυτοῦ φίλου ἤκουϲα, τοῦ ἐμαυτοῦ οἴκου δεϲπόζω. φαίνεται δὲ ὅτι παρῆξεν
αὐτὸν ἡ κτητικὴ ϲύνταξιϲ καὶ ἡ πρόϲθεϲιϲ τοῦ ἄρθρου, ἅπερ οὐκ ἐξαίρετά ἐϲτιν τῆϲ
κτητικῆϲ ἀντωνυμίαϲ. παρὸν γοῦν ἐξ ὧν ὑπενόηϲεν, ἀποδεῖξαι ὡϲ οὐκ ἔγκειται ἡ κτητικὴ
ἀντωνυμία ἐν τῇ τοιαύτῃ ϲυνθέϲει, καὶ πρῶτόν γε ἐξ αὐτῶν τῶν ἄρθρων.

Πρόκειται ὅτι ἑκάϲτη τῶν κτητικῶν ἀντωνυμιῶν ἄρθρον ἐπιπαραδέχεται ὁμοιόπτωτον καὶ ἰϲάριθμον
γένουϲ τε τοῦ αὐτοῦ· πῶϲ οὖν 
 
 ἔγκειται ἡ κτητικὴ ἀδιαφόρωϲ ϲυνόντων τῶν ἄρθρων, τὸν ἐμαυτοῦ, τοὺϲ ἐμαυτοῦ, τὰϲ
ἐμαυτοῦ, καὶ ἅπαντα ϲχεδὸν τὰ γένη μετὰ τῶν ϲυνόντων διαφόρων ἀριθμῶν; εἰ δὲ αἱ γενικαὶ ἐπὶ κτῆμα
φερόμεναι διαφόρων κτημάτων εἰϲὶν δεκτικαί, πῶϲ οὐχὶ γενική ἐϲτιν ἡ ἐγκειμένη ἤπερ
κτητικὴ ἀντωνυμία;

ἀλλ’ εἰ, καθὸ ἄρθρον προϲέλαβεν, ἡ 
 
 
 
 
 
 
 ϲύναρθροϲ ἔγκειται, οὐδὲν κωλύει ϲύναρθρον ἐκδέχεϲθαι καὶ τὴν ἐγκλιτικὴν ἀντωνυμίαν,
τοὺϲ φίλουϲ μου, τοῦ φίλου μου· ὡϲ οὖν δικαίωϲ εὔηθεϲ τὸ τοιοῦτον, εὔηθεϲ καὶ τὸ διὰ
τῆϲ παραθέϲεωϲ τοῦ ἄρθρου ἐκδέξαϲθαι ϲυνάρθρου ϲύνθεϲιν. οὐ γὰρ δή γε τὰ παρατιθέμενα 
ἄρθρα τῆϲ ἀντωνυμίαϲ ἐϲτίν, τῶν δὲ ὑπακουομένων κτημάτων πρὸϲ ἃ 
καὶ τὰ ἄρθρα ᾠκείωται.

Ἀλλ’ εἰ, καθὸ ἐπὶ κτῆμα φέρεται, ἡ κτητικὴ ἔγκειται, οὐδὲν κωλύει καὶ πᾶϲαν γενικὴν
παντὸϲ πτωτικοῦ ἐπὶ κτῆμα φερομένην κτητικὴν καλεῖν ἀντὶ γενικῆϲ. καθὸ οὖν γενική ἐϲτιν
ἡ ἐμαυτοῦ, παρεδέξατο καὶ κτῆϲιν· καὶ δῆλον ὡϲ τῆϲ πτώϲεώϲ ἐϲτιν ἡ ϲύνταξιϲ, οὐχὶ τῆϲ
ϲυνθέϲεωϲ. μετελθοῦϲα γοῦν εἰϲ αἰτιατικὴν ἢ δοτικὴν κτήματόϲ ἐϲτιν ἀπαράδεκτοϲ, ὅπερ ἐπὶ τῶν
κτητικῶϲ παρηγμένων οὐκ ἐνὸν ἐπινοῆϲαι· κατὰ γὰρ πᾶϲαν πτῶϲιν τῆϲ κτητικῆϲ παραγωγῆϲ
 ἐγκειμένη ϲύνεϲτιν ἡ κτητικὴ ϲύνταξιϲ, ἐμόϲ -ἐμοῦ -ἐμῷ
-ἐμόν, Ἀριϲτάρχειοϲ -Ἀριϲταρχείου -Ἀριϲταρχείῳ. καὶ ἐν μὲν τῷ 
 οὐδὲν ὑπακούεται κατὰ κτῆϲιν, οὐδὲ μὴν ἐν τῷ Ἀρίϲταρχον, ἔν γε μὴν τῇ Ἀριϲτάρχου
γενικῇ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῆϲ ἐγώ καὶ ἐμέ· πάλιν γὰρ ἐν γενικῇ μόνῃ τῇ [ἐ]μοῦ, οἶκόϲ μου, φίλοϲ
μου. ὅπερ παρακολουθεῖ 
 
 
 
 
   καὶ τῇ ἐμαυτοῦ, οὐκ οὔϲηϲ κτητικῆϲ ἐννοίαϲ ἐν τῇ ἐμαυτῷ ἢ ἐμαυτόν.(διὰ γοῦν τὸ τοιοῦτο
 τὸ μὲν Νέα πόλιϲ, ἀγαθὸϲ δαίμων, τὰ παραπλήϲια οὐ κτῆϲιν ὑπαγορεύοντα
ἀκώλυτον ἔχει τὴν ἐν ἀμφοτέροιϲ τοῖϲ ὀνόμαϲι κλίϲιν· τὸ δὲ Κόρακοϲ πέτρα ἢ ὑὸϲ κύαμοϲ ἤ
τι τῶν παραπληϲίων ϲυνέβη μοναδικῶϲ κλίνεϲθαι κατὰ τὴν ϲυνοῦϲαν εὐθεῖαν. κλιθεῖϲα γὰρ ἡ
γενικὴ ἀποτίθεται τὴν κτητικὴν ϲύνταξιν, καὶ ἄϲημα τὰ τοῦ
ὑποκειμένου γίνεται).

Ἔτι εἴπερ ἡ κτητικὴ ἐνέκειτο ἐν τῷ ἐμαυτοῦ, κἂν ἐπεδέχετό ποτε τὸ ϲχῆμα διϲϲὰϲ
κτήϲειϲ, μίαν μὲν τὴν ἐγκειμένην ἐν τοῖϲ κτητικοῖϲ, ὥϲπερ καὶ ἡ ἐμόϲ ἔχει καὶ. ἡ ἐμόν,
ἑτέραν δὲ τὴν ἐκ τῆϲ γενικῆϲ ἐγγινομένην, καθὸ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῶν ἄλλων
κτητικῶν, Ἀριϲταρχείου ἀγροῦ πρόϲοδοϲ, κτῆμα γὰρ καὶ ὁ ἀγρὸϲ καὶ ἡ πρόϲοδοϲ (ἁπλῆ γὰρ νοεῖται ἡ ἐκ
γενικῆϲ κτῆϲιϲ, Ἀριϲτάρχου ἀγρόϲ, Ἀριϲτάρχου πρόϲοδοϲ). καὶ πάλιν ἐπὶ τῆϲ κτητικῆϲ
ἀντωνυμίαϲ, ἐμὸϲ ἀγρόϲ, τοῦ ἐμοῦ ἀγροῦ πρόϲοδοϲ·  κτῆμα
γὰρ καὶ ὁ ἀγρὸϲ καὶ ἡ πρόϲοδοϲ. οὐ δὴ ἐπὶ τοῦ ἐμαυτοῦ 
 διϲϲή ποτε κτῆϲιϲ νοεῖται, ἀλλὰ μία ἁπάντοτε.

Τοῦτό γε δὴ ἀπεδείχθη ἐπὶ τῆϲ γενικῆϲ, ἐμαυτοῦ ἀγρὸν ἔϲκαψα, ἐμαυτοῦ φίλῳ ἀνεθέμην· τὴν μέντοι τῶν τοιούτων γενι- κῶν εὐθεῖαν οὐκ ἔϲτιν εὑρεῖν οὔτε ἐν λόγῳ οὔτε ἐν χρήϲει δυναμένην
 ϲυνίϲταϲθαι, οὐ καθάπερ ἄλλα ἀτριβῆ ϲχήματα (ἐν ἀγνοίᾳ γὰρ τοῦ λόγου τινὲϲ
γενόμενοι ὡϲ ἀτριβεῖϲ τὰϲ τοιαύταϲ εὐθείαϲ παραδέξονται), οὐδὲ μὴν ἐν ϲυντάξει τῇ κατ’ εὐθεῖαν, εἴγε
οὐ ῥητὸν τὸ ἐμαυτόϲ ἢ ϲαυτόϲ, ἀλλ’ οὐδὲ ἡ τοιαύτη ϲύνταξιϲ, ἐμαυτοῦ δοῦλοϲ ἔτυψεν, ἢ 
ἐμαυτοῦ δοῦλοϲ ἔτυψα, τῆϲ ἀϲυνθέτου γενικῆϲ τὴν ϲύνταξιν τῆϲ εὐθείαϲ παραδεχομένηϲ ὁμοίωϲ ἁπάϲαιϲ
γενικαῖϲ, ὡϲ ἐν τῷ ὁ δοῦλόϲ 
 μου ἔτυψεν.

καὶ ϲυμφανὲϲ ὅτι οὐχ ἡ πτῶϲίϲ ἐϲτιν ἡ ἀπαράδεκτοϲ, τὸ δὲ ἐν αὐτῇ γενόμενον ϲχῆμα
ϲύνθετον, ὅπερ ἐπενοήθη εἰϲ διάκριϲιν τῆϲ ἐκ προϲώπου γενομένηϲ διαθέϲεωϲ εἰϲ τὸ αὐτὸ πρόϲωπον. ὁ γὰρ οὕτω λέγων, ἐμαυτὸν ἔτυψα, διάθεϲιν ὁμολογεῖ τὴν ἐξ αὑτοῦ γενομένην εἰϲ αὑτόν, ὡϲ εἰ
καὶ ἔλεγεν οὕτωϲ, ἐγὼ ἐμὲ αὐτὸν ἔτυψα. τοῦ οὖν ῥήματοϲ ϲυνόντοϲ τῇ πλαγίᾳ πτώϲει κατὰ
τὸ αὐτὸ ἀνέφικτον ἦν τι ἕτερον πρόϲωπον ἐν εὐθείᾳ πτώϲει ἐπινοῆϲαι, οὐ λέγω κατ’ αἰτιατικὴν ἢ δοτικήν· οὐδὲ γὰρ αὗταί τι ἔξωθεν
πρόϲωπον ἐπιζητοῦϲιν· ἡ μέντοι ἐπὶ κτῆμα φερομένη γενική, πρόϲωπον ἔχουϲα 
 
 
 
 
 τοῦ κτήτοροϲ, ἐπιζητοῦϲα δὲ τὸ τοῦ κτήματοϲ, ἀπαράδεκτοϲ ἐγίνετο
εἰϲ τὸ ἐπιδέξαϲθαι τὴν τούτου ὀνομαϲτικήν, καθὸ ἔμελλεν ἡ ἐκ τοῦ κτήματοϲ εὐθεῖα ἀνθέλκειν εἰϲ αὑτὴν
τὸ ῥῆμα, ὥϲ γε καὶ ἐπὶ τῶν ἄλλων ϲυντάξεων προφανέϲ ἐϲτιν, Ἀριϲτάρχου γνώριμοϲ ἀνέγνω,
φίλοϲ μου διαλέγεται. οὐ δὴ οὖν ἐδύνατο τὸ μεταξὺ πῖπτον ῥῆμα ἐπαρκέϲαι ἀμφοτέροιϲ τοῖϲ
προϲώποιϲ, διαφόροιϲ οὖϲιν, εἴγε δὴ τὸ ἐμαυτοῦ ἐϲτιν πρώτου προϲώπου, ᾧ δὴ πάντωϲ ὀφείλει
ϲυντετάχθαι τοῦ αὐτοῦ προϲώπου ῥῆμα, ἐμαυτοῦ ἔτυψα παῖδα. ἀλλ’ εἰ καὶ ἡ ϲυνταϲϲομένη
αἰτιατικὴ μετέλθοι εἰϲ εὐθεῖαν, οὐκ ἄλλο τι προϲλήψεται ῥῆμα ἢ τὸ 
τοῦ τρίτου προϲώπου, παῖϲ ἔτυψε. καὶ ἔνθεν οὔτε τὸ ἐμαυτοῦ ἔτυψα παῖϲ ϲυϲτατόν, οὔτε
μὴν τὸ παῖϲ ἔτυψεν ἐμαυτοῦ ἢ ἐμαυτόν .

ὅτι δὲ τὸ διάφορον πρόϲωπον αἴτιόν ἔϲτι τοῦ ἀκαταλλήλου, ϲαφὲϲ ἂν
γένοιτο, εἰ ἡ ἐν τρίτῳ νοουμένη εὐθεῖα κατὰ τὴν ὑπαρκτικὴν ϲύνταξιν τῶν ῥημάτων ἐπινοηθείη καὶ ἐν
πρώτῳ προϲώπῳ, εἰμὶ δοῦλοϲ· ἐφ’ οὗ εἰ καὶ προϲθείημεν τὸ ἐμαυτοῦ, κατάλληλα ἂν 
 
 
 
 
 
 γένοιτο τὰ τοῦ λόγου, καθὸ τὸ ῥῆμα οὐκέτι ἀνθέλκεται ὑπὸ διαφόρων 
προϲώπων. καὶ ἔτι ἐπὶ δευτέρου, ϲαυτοῦ εἶ ὑπηρέτηϲ, καὶ ἐπὶ τρίτου, ἑαυτοῦ ἐϲτιν ἐπίβολοϲ. ἐφ’ ἧϲ ϲυντάξεωϲ εἴ τιϲ πάλιν παραλάβοι τὰϲ ἁπλᾶϲ
ἀντωνυμίαϲ, προϲχωρήϲει ἡ εὐθεῖα ἐν 
 προϲώπῳ νοουμένη μετὰ τοῦ ϲυνόντοϲ ῥήματοϲ, ἐπίβολοϲ αὐτοῦ ἐϲτι, δοῦλόϲ μου εἰ. Καὶ
τοϲαῦτα μὲν περὶ τῆϲ ϲυντάξεωϲ.

Περὶ δὲ τῆϲ ἀνυποϲτάτου εὐθείαϲ ἡ ἀπόδειξιϲ πάλιν ἂν 
 γένοιτο τῇδε. Ἔφαμεν ἐν τοῖϲ προκειμένοιϲ τὰϲ μὲν πλαγίαϲ
πτώϲειϲ ἀναφέρεϲθαι ἐπ’ εὐθείαϲ τῶν μεταξὺ ῥημάτων τὴν μὲν ἐνέργειαν ταῖϲ εὐθείαιϲ
ἀναπεμπόντων, τὸ δὲ πάθοϲ ταῖϲ πλαγίαιϲ, ὡϲ Διονύϲιοϲ ἔτυψεν Θέωνα, ἐγώ ϲε ἐτίμηϲα. (τὸ δὲ πάθοϲ
ἐγγενόμενον κατὰ τὰϲ πλαγίαϲ μεθίϲτηϲιν αὐτὰϲ εἰϲ εὐθεῖαν, τῆϲ προκατειλεγμένηϲ εὐθείαϲ
τρεπομένηϲ εἰϲ γενικὴν μετὰ τῆϲ ὑπό προθέϲεωϲ, ἐγώ ϲε ἔδειρα, ϲὺ 
ἐδάρηϲ ὑπ’ ἐμοῦ.) ἦν μέντοι καὶ τοῦτο ὁμόλογον, τό τινα διάθεϲιν ἐμποιῆϲαι οὐ μόνον εἰϲ
ἕτερον πρόϲωπον ἀλλὰ καὶ εἰϲ τὸ ἑαυτοῦ. ἐξ 
 
 
 
 
 
 ἧϲ ϲυντάξεωϲ ἐπενοεῖτο τὸ διϲϲὸν ϲχῆμα τῆϲ ἀντωνυμίαϲ, λέγω τὸ ἁπλοῦν, ὅπερ ἐϲτὶν ἐν
μεταβάϲει ἑτέρου προϲώπου, καὶ τὸ ϲύνθετον, ὅπερ τὴν ἐκ τοῦ αὐτοῦ προϲώπου διάθεϲιν ὑποϲτρέφουϲαν
εἶχεν εἰϲ ταὐτό, τὸ διατεθὲν καὶ διατιθὲν πρόϲωπον (ἔνθεν καὶ ἀντανακλώμενον ἐκλήθη, ἀπὸ μεταφορᾶϲ τῶν εἰϲ αὑτὰ ἀντανακλωμένων ϲωμάτων, ἢ
 αὐτοπαθέϲ· τὰ γὰρ ἁπλᾶ τῶν προϲώπων ἐδείχθη ἀλλοπαθῆ, τουτέϲτιν ὑπὸ ἄλλου
προϲώπου διατιθέμενα), πάνυ καὶ τῶν φωνῶν ϲυνῳκειωμένων τῇ τοῦ ϲυμφραζομένου ἑνώϲει· ἐπεὶ γὰρ ἓν
πρόϲωπον τὸ διατιθὲν καὶ τὸ διατιθέμενον, μία καὶ ἡ φωνὴ κατὰ ϲύνθεϲιν ἐγένετο, ἐμαυτὸν ἔπαιϲα, ὑπ’
ἐμαυτοῦ ἐπλήγην.

«Εἴπερ οὖν αἱ πλάγιοι ἐπιζητοῦϲιν εὐθείαϲ, ἵν᾿  ἡ διάθεϲιϲ προφανὴϲ γένηται ἡ ἔκ τινοϲ
γινομένη», πῶϲ ἡ ϲαυτοῦ γενήϲεται ϲαυτόϲ; γενομένη γὰρ πλαγίαν ἐπιζητήϲει ἐφ’ ἣν τὰ
τῆϲ ϲυντάξεωϲ ἐρείϲειεν φήϲει τιϲ, «πῶϲ δὴ πλαγία οὖϲα ἐν τῇ ϲαυτόν οὐκ
ἐπιζητήϲει 
 
 
 
 εὐθεῖαν ἐξ ἧϲ ἡ διάθεϲιϲ»; πρὸϲ ὃν φαίημεν ὡϲ ἔνεϲτιν ἡ εὐθεῖα διὰ τοῦ ῥήματοϲ, ϲαυτὸν
ἔπαιϲαϲ, τουτέϲτιν ϲύ. γενομένη γὰρ ἐν τῷ ϲαυτὸϲ ἔπαιϲαϲ δύο ϲυνέξει εὐθείαϲ, τήν τε ἐκ τῆϲ
ἀντωνυμίαϲ καὶ τὴν ἐκ τοῦ ῥήματοϲ, δι’ ὃ λόγον καταϲτῆϲαι οὐκ ἂν
δύναιντο, εἰ μὴ ἡ ἑτέρα αὐτῶν πλαγία γένοιτο. καὶ ἡ μὲν ἐκ τοῦ ῥήματοϲ παρυφιϲταμένη
ἄκλιτοϲ, καθὸ ἄπτωτα τὰ ῥήματα· ἡ μέντοι ἐκ τῆϲ ἀντωνυμίαϲ ἐφικτὴ εἰϲ τὸ κλιθῆναι.

Ἔτι κἀκεῖνό τιϲ ἐπιζητήϲει, ὡϲ. «εἴπερ ἐκ τοῦ ῥήματοϲ παρυφίϲτατοι εὐθεῖα, οὕτωϲ
καὶ ἐκ τῆϲ ἐμαυτόϲ καὶ ϲαυτόϲ ὑποϲτήϲεται πλαγία κατὰ τὸ ἄρχον μέροϲ τῆϲ ἀντωνυμίαϲ, 
 
 
 
 
 
 ἐμαυτὸϲ ἔπαιϲα, τοιούτου ὄντοϲ τοῦ λόγου, ἐμὲ αὐτὸϲ
ἔπαιϲα, ὡϲ εἰ καὶ χωρὶϲ τῆϲ ἐπιταγματικῆϲ φαίημεν ἐμέ φημι, καὶ οὐδὲν ἐμποδὼν τὸ 
ϲυϲτῆναι τὸ ἐμαυτὸϲ ἔπαιϲα». ἀλλ’ ἔϲτι γε πρὸϲ τὸ τοιοῦτο φάναι, ὡϲ οὐ μία πλαγία ἐϲτὶν ἡ
παρυφιϲταμένη, αἱ τρεῖϲ δέ τί γὰρ μᾶλλον ἐν τῷ ἐμαυτόϲ ἔγκειται ἡ ἐμέ ἢ ἐμοῦ ἢ ἐμοί; καὶ ἦν χρεία
τῶν τοιούτων 
 πτώϲεων ὑπὲρ τοῦ τὸ κατάλληλον προφανὲϲ γίνεϲθαι, ἄδηλον δὲ γίνεται κατὰ τὴν ϲύνθεϲιν·
περιϲϲὸν ἡγητέον τὸ ἄδηλον προκρῖναι τοῦ προφανοῦϲ καὶ ϲυνήθουϲ.

Ἀλλ’ ἴϲωϲ πρὸϲ τὸ τοιοῦτόν τιϲ πάλιν ἐνϲτήϲεται, ὡϲ «τα ἀμφίβολα πρὸϲ τῶν
ϲυνταϲϲομένων ἐκλύεται· εἴπερ οὖν τὰ ϲυνιόντα τῶν ῥημάτων οὐ πρὸϲ πᾶϲαν πλαγίαν πτῶϲιν
 εὐθέτιϲται ϲυνίϲταϲθαι, ἀλλ’ ἃ μὲν γενικὴν αἰτεῖ, ἃ δὲ αἰτιατικήν, τινὰ δὲ δοτικήν, διὰ τῆϲ ϲυντάξεωϲ τοῦ ῥήματοϲ τὸ ἄδηλον τῆϲ πτώϲεωϲ
προφανὲϲ γενήϲεται. φέρε γὰρ εἶναι τὸ τοιοῦτον, ἐμαυτὸϲ ἀκούω· τὸ ἀκούω γενικὴν μηνύει
ἐγκειμένην, ἐφ’ ἣν φέρεται· ἐμαυτὸϲ τύπτω· 
 
 
 
 διὰ τοῦ τύπτω ἡ ἐμέ αἰτιατικὴ δηλωθήϲεται». ἀλλ’ ἐκεῖνο πάλιν ἀνακύψει, ὡϲ ἔνια ἐπὶ
δύο πτώϲειϲ φέρεται, τέμνω ϲέ - τέμνω ϲοί, γυμνάζω ϲέ γυμνάζω ϲοί· καὶ πῶϲ ἐπὶ τῶν τοιούτων τὸ
ἐμαυτὸϲ τέμνω διάκριϲιν τῆϲ πτώϲεωϲ ποιήϲεται; οὐδὲ γὰρ ἐκ παραθέϲεωϲ 
 ἄρθρων τὸ τοιοῦτο βοηθεῖται. μένον μέντοι τὸ ϲύνθετον ϲχῆμα τῇ ϲυνηθεϲτέρᾳ παραδόϲει διακρίνει τὸ ἐμαυτὸν τέμνω καὶ ἐμαυτῷ τέμνω.

Τὸ δὲ μεῖζον, εἰ καί τιϲ ἀποϲταίη τῆϲ τοιαύτηϲ ἀποδείξεωϲ, πάλιν μάτην
τὰ τῆϲ ζητήϲεωϲ καταϲτήϲεται· παραδεχθεῖϲα γὰρ ἡ ἐμαυτόϲ ἄκλιτοϲ γενήϲεται. οὔτε γὰρ κατὰ τὸν λόγον
τῆϲ ϲυνθέϲεωϲ δύναται κλίνεϲθαι, λέγω ἐν μέϲῃ τῇ λέξει, καθὸ ἅπαξ ϲυντεθέντα τὰ πτωτικὰ ἄκλιτά ἐϲτιν· ἀλλ’ οὐδὲ κατὰ τὸ τέλοϲ· ἀεὶ γὰρ ἡ εὐθεῖα ἕϲτηκεν μετὰ τοῦ ῥήματοϲ,
ἐγὼ ἀκούω ϲου, ἐγὼ ἐτίμων ϲε, ἐγώ ϲοι χαρίζομαι. καὶ δὴ ἐν τῷ ἐμαυτὸϲ ἔτυψα ἡ αἰτιατικὴ νοείϲθω
ἐκ τοῦ ἔτυψα. οὐχὶ οὖν γενήϲεται ἄκλιτοϲ ἡ ἐμαυτόϲ κατὰ μὲν τὸ 
 τέλοϲ διὰ τὸ ῥῆμα, κατὰ δὲ τὸ ἄρχον διὰ τὴν ϲύνθεϲιν; καὶ εἰ τοῦτο ὑγιέϲ, πῶϲ οὐχὶ
μάταιον τῆϲ ἐμαυτοῦ ζητεῖν εὐθεῖαν; γενομένηϲ γὰρ ἡ 
 
 
 
 εὐθεῖα οὐχ ἕξει πλαγίαν, καὶ δῆλον ὡϲ καὶ πάλιν τῶν πλαγίων οὐϲῶν οὐκ ἐγγενήϲεται ἡ
εὐθεῖα.

Ἀκολούθωϲ μέντοι προϲκείϲεται καὶ τὸ αἴτιον τοῦ μὴ ϲυντεθῆναι τὴν εὐθεῖαν. ἔϲτω γὰρ ϲύνταξιϲ ἡ ἐγὼ αὐτὸϲ ὕβριϲα καὶ
παθητικῶϲ ἐγὼ αὐτὸϲ ὑβρίϲθην, ἐφ’ οἷϲ ὁμόλογόν ἐϲτιν ὡϲ ἐν δυϲὶ προϲώποιϲ αἱ ἐγγενόμεναί
εἰϲ διαθέϲειϲ, ἥ τε τοῦ ὑβρίϲαντοϲ τε τοῦ ὑβριϲθέντοϲ. (εἰ γὰρ πάλιν μοναδικὴ γένοιτο ἡ
διάθεϲιϲ ἐκ τοῦ αὐτοῦ προϲώπου εἰϲ τὸ αὐτό, ὥϲτε φάναι
ἐγὼ αὐτὸϲ ὕβριϲα ἐμέ, ὑποϲτρέψει τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ τὴν ϲύνθετον πλαγίαν ἐν τῷ ἐμαυτὸν ὕβριϲα) —ϲαφὲϲ δὲ κἀκεῖνο, ὡϲ αἱ ϲυνθέϲειϲ πρὸϲ ἐξαλλαγὴν τῶν κατὰ παράθεϲιν
ἐπενοήθηϲαν. εἰ γὰρ τὴν αὐτὴν ϲημαϲίαν εἶχον τοῖϲ κατὰ παράθεϲιν, κἂν πάντωϲ παρέλκοντα ἦν τὰ
ϲυντιθέμενα τῶν ϲχημάτων. διαφέρει τὸ χὴν καὶ ἀλώπηξ τοῦ χηναλώπηξ, τὸ μιϲῶν 
 
 
 γυναῖκα τοῦ μιϲογύνηϲ, ἄλλα πλεῖϲτα. εἰ δὴ οὖν τὸ ἐγὼ αὐτόϲ ϲυντεθὲν πλέον τι
ἐϲήμαινεν τοῦ κατὰ παράθεϲιν, ἀναγκαία ἦν ἡ ϲύνθεϲιϲ· νυνὶ δὲ οὐχ οὕτωϲ ἔχει. ὅπου γ’ οὖν ἐγένετο
διαφορά τιϲ ἐκ τῆϲ ϲυνθέϲεωϲ, ἐκεῖϲε καὶ προϲεχώρηϲεν τὰ τῆϲ ϲυνθέϲεωϲ. αἱ πλάγιαι 
 ἁπλαῖ οὖϲαι ϲύνταξιν τὴν ἐφ’ ἕτερον πρόϲωπον ἔχουϲιν, ϲυντεθεῖϲαί γε μὴν ἠλλοτρίωνται
τῆϲ μεταβάϲεωϲ τοῦ προϲώπου. ὅπερ οὐκ ἐνεχώρει, ὡϲ ἔφαμέν γε, καὶ
ἐπὶ τῆϲ εὐθείαϲ. δεόντωϲ ἄρα ἡ εὐθεῖα ἀπροϲδεὴϲ ἐγένετο τῆϲ ϲυνθέϲεωϲ.

Οὐ μόνον δὲ αἱ ἀντωνυμίαι ἐκ τῶν πλαγίων ἀρχὴν ἔϲχον 
 
 ϲυνθέϲεωϲ, ἀλλὰ καὶ τὸ ἀλλήλων· οὐ γὰρ δή γε ἡ τούτου εὐθεῖα πάλιν ϲυϲτατή. ἡ γὰρ τοῦ
ῥήματοϲ ϲύνταξιϲ τὴν ἐν τοῖϲ δύο προϲώποιϲ μετάβαϲιν δηλοῖ· τὸ γὰρ ἀλλήλων ἤκουϲαν τοιοῦτόν τί
ἐϲτιν, ἄλλοι 
 ἄλλων, ἀλλήλουϲ ἔπαιϲαν, ἄλλοι ἄλλουϲ. ἐγγενομένηϲ γὰρ
τῆϲ εὐθείαϲ ἐν τῷ ἄλληλοι νοηθήϲεται τὸ ἄλλοι ἄλλοι, ὅπερ ἄλογον· οὐ 
 
 
 γὰρ κατακλείει διάνοιαν διὰ τὸ ἐπάλληλον τῶν δύο εὐθειῶν. —

Ἔϲτιν γε μὴν οὐχ ὅμοιον τῇ ἀντωνυμικῇ ϲυνθέϲει. ἡ μὲν γὰρ τὴν αὐτοπάθειαν ϲημαίνει,
ἑαυτοὺϲ ἔτυψαν, ἡ δὲ τὴν ἐκ προϲώπων πρὸϲ ἕτερα πρόϲωπα μετάβαϲιν. τὸ γὰρ 
 ἀλλήλουϲ τρώϲητε {π 293, τ 12} 
 
 
 οὐ ταὐτόν ἐϲτιν τῷ ἑαυτοὺϲ τρώϲητε, ὥϲπερ καὶ τὸ Πινδαρικὸν οἱ περὶ Τρύφωνα {p 29
Vels.} ἐϲημειοῦντο ἐπί τε τοῦ Ὥτου καὶ τοῦ Ἐπιάλτου, ϲυγκατατιθέμενοι μὲν τῷ 
 ἀλλαλοφόνουϲ ἐπάξαντο λόγχαϲ {fr. 137 Boeckh, 140 Βgk4, 
 163 Schr.}, 
 
 
 οὐ μὴν ἐν τῷ 
 ἐνὶ ϲφίϲιν αὐτοῖϲ· 
 οὐ γὰρ ἑαυτοῖϲ τὰ δόρατα ἐνῆκαν, ἀλλὰ ἀλλήλοιϲ.

Φαίνεται δ᾿  ὅτι καὶ ἡ ἐξ αὐτοῦ ϲύνταξιϲ,
πλαγίαν ἐπιζητοῦϲα καὶ εὐθεῖαν, δεόντωϲ τὴν εὐθεῖαν ἐν τῷ ἄρχοντι μέρει ἤνωϲεν, ἵνα κατὰ τὸν λόγον
τῆϲ φωνῆϲ ἀκίνητοϲ μένῃ καὶ κατὰ τὸ δέον τῆϲ ϲυντάξεωϲ διὰ τὸ ϲυνερχόμενον
 ῥῆμα· τὸ τέλοϲ δὲ κινεῖται κατὰ τὸ δέον τῆϲ ϲυντάξεωϲ . 
 
 
 
 ἐν γὰρ τῷ ἀλλήλουϲ ἔτυψαν τὸ ἔτυψαν πρὸϲ τὴν ἀρκτικὴν ϲύνθεϲιν ἀναφέρεται, ἄλλοι
ἔτυψαν ἄλλουϲ, καὶ ἐπεὶ χρεία τῶν διαφόρων πλαγίων πτώϲεων, ἵνα τὰ ϲυνόντα τῶν ῥημάτων τοῦ
καταλλήλου τύχῃ, εἰϲ τὸ κλιτικὸν μέροϲ παρελαμβάνοντο, λέγω τὸ τελικόν, ἵνα δεόντωϲ διὰ τὸ ἤκουϲαν γενικὴν ὁμολογήϲῃ, αἰτιατικήν τε ἐν τῷ ἀλλήλουϲ διὰ τὸ ἔτυψαν τι τῶν τοιούτων, καὶ ἔτι ἀλλήλοιϲ διὰ τὸ ἐχαρίϲαντο. 
πρόδηλον γὰρ πάλιν ὡϲ εἰ ἀνέϲτραπτο ἡ ϲύνθεϲιϲ, ἄκλιτον τὸ μόριον καθειϲτήκει, καθὸ πάλιν οὔτε τὰ
ἡνωμένα κινεῖται οὔτε ἡ εὐθεῖα μετὰ τῶν ῥημάτων ἀφίϲταται τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ.

Ἐπεὶ δὲ καὶ ταῖϲ ϲυνθέτοιϲ ἀντωνυμίαιϲ ἀριθμὸϲ πληθυντικὸϲ 
 ϲύνεϲτιν ἐν τρίτοιϲ προϲώποιϲ, οὐ μὴν ἐν πρώτῳ καὶ δευτέρῳ,
ἀνάγκη καὶ περὶ τοῦ τοιούτου τὸ δέον παραϲτῆϲαι. Τὸν μὲν οὖν Ἀρίϲταρχόν φαϲι μὴ παραδέχεϲθαι τὰϲ
ἐγγενομέναϲ τῶν τρίτων προϲώπων ϲυνθέϲειϲ, καθὸ ἀνέφικτον τὸ ἑνικῶϲ ϲυντεθὲν πρόϲωπον
εἰϲ πληθυντικὸν μετατίθεϲθαι, ὡϲ ἔχει τὸ ἑαυτόν τε καὶ ἑαυτούϲ, ἔτι ἐπιμαρτυρόμενον
 
 
 
 
 
 τὴν τοῦ πρώτου καὶ δευτέρου προϲώπου χρῆϲιν, ἥτιϲ οὐ γενομένη
διήλεγχε τὴν κατὰ τὸ τρίτον οὐ δεόντωϲ γινομένην ϲύνθεϲιν, καὶ ἐκ τρίτου παρατιθέμενον
τὴν Ὁμηρικὴν χρῆϲιν· πρὸϲ γὰρ ἀκολουθίαν τὴν τοῦ ἡμέαϲ αὐτούϲ καὶ ὑμέαϲ αὐτούϲ ἦν πάλιν τρίτου
προϲώπου τὸ ϲφέαϲ αὐτούϲ.

Ὅ γε μὴν Ἄβρων πειρᾶται τοὺϲ τοιούτουϲ λόγουϲ ἀναϲκευάζειν τὴν χρῆϲιν ἐπάγων καὶ ταύτην
πιϲτούμενοϲ ἐκ παραθέϲεων Πλατωνικῶν· καὶ ὡϲ ἔνδεκτον εἶναι ἀπὸ ἑνικῆϲ ϲυνθέϲεωϲ
γίνεϲθαι πληθυντικὸν ἀριθμόν, ὅπου γε καὶ τὸ ἑνδέκατον
ϲυντεθὲν ἀποτελεῖ τὸ ἑνδεκάτουϲ πληθυντικόν. «οὐ μήν», φηϲίν, «εἀνάγκη τὸ ἐν τρίτῳ γενόμένον 
 
 
 
 
 πάντωϲ καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ προϲώπῳ 
 γίνεϲθαι », τουτέϲτι τὸ μὴ πάντωϲ ἐξακολουθῆϲαι τῷ ἑαυτῶν ἢ
ἑαυτούϲ τὸ ἐμαυτῶν ἢ ἐμαυτούϲ, «εἴγε καὶ τὰ ἐν τοῖϲ πρώτοιϲ καὶ δευτέροιϲ γινόμενα οὐ πάντωϲ καὶ ἐν
τρίτοιϲ· εἰϲὶν γοῦν πρώτου καὶ δευτέρου προϲώπου 
 δυϊκαὶ ὀρθῆϲ πτώϲεωϲ, οὐ μὴν τρίτου». εἰ καὶ φαίνεται ὅτι εἰϲ τὸ τοιοῦτο
κἀκεῖνο ἂν προϲήγαγεν 1. τὸ ὡϲ ἡ ἐκεῖνόϲ ἐϲτιν ἐν τρίτοιϲ, οὐ μὴν ϲύζυγοι ταύτηϲ κατὰ πρῶτον καὶ
δεύτερον, ἡ αὐτόϲ, ἡ οὗτοϲ, ἡ μίν. — 2. καὶ ὅϲαι μὲν ἐν πρώτῳ καὶ δευτέρῳ δυϊκαί,
ὀρθοτονοῦνται, αἱ δὲ κατὰ τὸ τρίτον μόνωϲ ἐγκλιτικαί. — 3. καὶ κτητικαὶ εἰϲὶν πρώτου 
καὶ δευτέρου δυικαί, οὐ μὴν τρίτου. — φηϲὶ δέ που κἀκεῖνο, ὡϲ κατὰ τύχην τινὰ ἡ χρῆϲιϲ παρεώϲατο, καὶ οὐδὲν ἐμποδὼν ταὐτὸν παρηκολουθηκέναι ταῖϲ ϲυνθέτοιϲ
ἀντωνυμίαιϲ.

Ὑπέρ γε μὴν τοῦ Ἀριϲτάρχου ἔϲτιν φάναι ὡϲ οὐ ϲυνεῖδε τὸ πρὸϲ αὐτοῦ εἰρημένον. οὐ γὰρ ἐν ἀγνοίᾳ
ἦν τοῦ ἑνδέκατοι, οὐδ’ ὅτι ἀπὸ ἑνικῆϲ ϲυνθέϲεωϲ
πληθυντικὸν γίνεται. ἔϲτι γὰρ ἐπινοῆϲαι τὸ πρὸϲ αὐτοῦ διαπορηθὲν οὕτωϲ. εἴπερ ἐκ δύο
ἑνικῶν ϲυνέϲτηκεν τὸ ἑαυτόν, καὶ δύο ἑνικὰ ἐπὶ ἓν πρόϲωπον ϲυντείνει διάθεϲιν δηλοῦν τὴν 
ἐξ ἑαυτοῦ εἰϲ ἑαυτό, πῶϲ ἐκ τοῦ τοιούτου πλήθουϲ παρέμφαϲιϲ ἂν γένοιτο, τῆϲ μὲν κατ’ ἀρχὴν ϲυνθέϲεωϲ
ἑνικὸν ἀριθμὸν ὑπαγορευούϲηϲ, τῆϲ δὲ κατὰ τὸ τέλοϲ πληθυντικόν;

Οὐ γάρ ἐϲτιν ὅμοιον τὸ ἑνδέκατοϲ καὶ ἑνδέκατοι· δύο γὰρ ὑποκειμένων παρέμπτωϲίϲ
ἐϲτιν ἐν τῷ ἕνδεκα · μετὰ γὰρ δέκα εἷϲ. οὕτωϲ ἔχει καὶ τὸ ἑνδέκατοι· πάλιν 
 γὰρ μετὰ δέκα οἱ πλείουϲ ὑπὸ τάξιν τὴν τοῦ ἕν δεκα ἐξαριθμούμενοι
μετέϲχον τοῦ καλεῖϲθαι ἑνδέκατοι. «Ἀλλά», φήϲει τιϲ, «πῶϲ τοῦ ἑνὸϲ 
 
 
 
 ἐγκειμένου ἔμφαϲιϲ δευτέρου πληθυντικοῦ γίνεται;» πρόϲκειται ὅτι τάξεωϲ ὀνόματά ἐϲτιν.
— ἄλλωϲ τε αἱ δύο προϲώπων ἐμφατικαὶ ϲυνθέϲειϲ καὶ ἐξ ἑνικῆϲ ϲυνθέϲεωϲ πλῆθοϲ ὑπαγορεύουϲιν καὶ ἐκ
πληθυντικῶν ἓν παρεμφαίνουϲιν· τὸ γὰρ φιλάνθρωποϲ ἑνικῶϲ ϲυντεθὲν πλῆθοϲ ὑπαγορεύει,
 καὶ ἐκ τῶν ἐναντίων πληθυντικῶϲ λεγόμενον τὸ φιλοπλάτωνεϲ ἕνα τὸν Πλάτωνα ϲημαίνει. οὐ
δὴ οὖν παρηλλαγμένον καὶ τὸ ἑνδέκατοι ἐξ ἑνικῆϲ ϲυνθέϲεωϲ πλέον
τι παραϲτῆϲαι· διάφορα γὰρ τὰ πρόϲωπα. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ τῆϲ ἑαυτόν· ὡϲ γὰρ εἴπομεν, ἓν καὶ τὸ
αὐτὸ πρόϲωπον.

Πῶϲ δ’ οὐχὶ εὔηθεϲ φάναι ἔλλειψιν κατὰ τύχην γεγενῆϲθαι τοῦ τρίτου προϲώπου κατ᾿ εὐθεῖαν πτῶϲιν; λέγω ἐπὶ τοῦ δυϊκοῦ ἀριθμοῦ. φυϲικώτερον γὰρ
ἡ ἀντωνυμία ἀπέϲτη, εἴγε οὐδέτεροϲ τῶν τόνων 
 
 
 
 
 
 αὐτῆϲ παρεδέχετο, οὔτε ὁ ὀρθοτονούμενοϲ, ὅτι τρίτου προϲώπου δυϊκαῖϲ παρείπετο τὸ μόνωϲ
ἐγκλίνεϲθαι, οὔτε ὁ ἐγκλιτικόϲ, εἴγε ἀδύνατον εὐθείαϲ πτώϲεωϲ ἐγκλιτικὴν εὑρέϲθαι ἀντωνυμίαν. (ἡ
γοῦν βιαϲθεῖϲ πρὸϲ Δωριέων, ἅμα τῷ ἐγκλιθῆναι παρεῖϲα τὴν οὐ δυναμένην ἐγκλιθῆναι
πτῶϲιν, μεταπίπτει εἰϲ τὴν ϲυγγενῆ αἰτιατικήν.)

Κτητική γε μὴν τρίτου προϲώπου δυϊκὴ οὐκ ἐγένετο, οὐχ, ὥϲ τινεϲ
ᾠήθηϲαν, ὅτι οὐδὲ τρίτου προϲώπου δυικὴ ἔϲτι γενικῆϲ πτώϲεωϲ, ἀφ’ ἧϲ ἔδει παρῆχθαι τὴν
κτητικήν, ἀλλ’ αἱ παρειλημμέναι δοτικαί εἰϲιν ἀντὶ γενικῶν· ἔϲτιν γὰρ καὶ ἕνεκα τῆϲ φωνῆϲ καὶ ἕνεκα
τοῦ ϲημαινομένου. οὐ μὴν 
 
 
 
 παρήχθη ἐξ αὐτῆϲ κτητικόν, καθότι ὑπεδείξαμεν ἐξ ὀρθοτονουμένων τὰϲ 
παραγωγὰϲ γίνεϲθαι.

Ἀλλὰ μὴν καὶ ἐν τοῖϲ προειρημένοιϲ εἴρηται ὡϲ δεόντωϲ πλείονεϲ ἐκ πρώτων καὶ
δευτέρων ἢ ἐκ τρίτων προϲώπων ἐγένοντο ἀντωνυμίαι. πῶϲ δ’ οὐ δοθήϲεται τὸ ἔλαττον
ὑπὸ τοῦ πλείονοϲ διελχεϲθαι, οὐ μόνον ἐν παραθέϲει τῶν λέξεων,
ἀλλὰ καὶ ὅτε ἡ ϲυμπεφωνημένη παρὰ πᾶϲιν ἱϲτορία τὴν παρηλλαγμένην πρόϲ τινοϲ οὐ προϲίεται, καὶ
ϲχεδὸν ἐπὶ ἁπάντων τὸ τοιοῦτον ϲυμφωεῖν; οὐ δὴ κατὰ τύχην 
 
 
 
 
 
 πλείονα ϲχήματα δύναται ϲεϲιγῆϲθαι τῶν ὄντων· ὡϲ γὰρ πρόκειται, ἐκ τῶν ἐναντίων
δύναται.

ἀλλ’ οὐδ’ ὑπ’ ἀκολουθίαν τὰ ὁπωϲ ἐκλιπόντα ἐϲτίν. γυνῆϲ γοῦν οὔ φαμεν,
καὶ οὐ πάντωϲ τὰ τοιαῦτα ϲυνεκλείπει· ἀλλ’ οὐδ’ ὁ μεγάλοϲ, καὶ οὐ πάντα εἰϲ λοϲ λήγοντα ϲυνεξέλιπεν,
ἄλλα πλεῖϲτα. πρὸϲ οἷϲ ἀντὶ τούτων ἑτέρα θέϲιϲ ἔϲτιν ἰϲοδυναμοῦϲα, ἡ γυναικόϲ ἀντὶ τοῦ
γυνῆϲ, ἡ μέγαϲ ἀντὶ τοῦ μεγάλοϲ, ἡ ὕδωρ ἀντὶ τοῦ ὕδαϲ. πῶϲ οὖν ἡ ἐμαυτῶν καὶ αἱ ἑξῆϲ μετὰ τῶν ϲυνόντων προϲώπων ὡϲ ἐξ ἐπιτάγματοϲ ἀπεώϲθηϲαν καὶ τοῦ κοινοῦ
ἔθουϲ καὶ τοῦ παρὰ ποιηταῖϲ; οἷϲ προϲφιλὲϲ μᾶλλον μεταδιώκειν τὸ παρηλλαγμένον τῆϲ
ϲυνήθουϲ χρήϲεωϲ. δίδοται γοῦν καὶ ἐν ἀντωνυμίαιϲ ϲέο φάναι αὐτοὺϲ καὶ μίν καὶ ἄλλα
πλεῖϲτα.

Λείπεταί γ’οὖν ἐκεῖνο προϲδιαϲαφῆϲαι, εἴπερ τὸ ϲφέαϲ αὐτούϲ ἀναλογώτερον τοῦ ἑαυτούϲ, τί δή
ποτε, καὶ εἰ ἐν ἐλάττονι λόγῳ τὸ ἑαυτούϲ τετόλμηται κατὰ τρίτον πρόϲωπον ἐγγενέϲθαι, —
τί μὴ καὶ κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἐν τῷ ἡμέαϲ αὐτούϲ ἐνεχώρηϲεν, κἂν πάλιν ἐν
ἐλάττονι λόγῳ καταγίνηται, τὸ ἐμαυτούϲ, ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ
δευτέρου προϲώπου.

Ἐπιδέδεικται ἐν τοῖϲ προκειμένοιϲ ὡϲ ἐπενοήθηϲαν αἱ ϲύνθετοι ἀντωνυμίαι εἰϲ τὸ μὴ
παραδέξαϲθαι διαφόρου προϲώπου ϲύνταξιν, τῶν ἁπλῶν ϲυνταϲϲομένων διαφόροιϲ προϲ — ἦν δὲ
κἀκεῖνο ἀληθέϲ ὡϲ ἅπαν πληθυντικὸν πρώτου προϲώπου 
 καὶ δευτέρου ϲύλληψιν ἀναδέχεται διαφόρων προϲώπων. τὸ γὰρ ἡμᾶϲ τοιοῦτόν
ἐϲτιν, ἐμὲ καὶ ϲὲ κἀκεῖνον, ἢ ἐμὲ καὶ ὑμᾶϲ, ἢ ἐμὲ καὶ αὐτούϲ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ δευτέρου·
πάλιν γὰρ τὸ ὑμᾶϲ ϲὲ καὶ αὐτούϲ ἐϲτιν. — πῶϲ οὖν ἡ ἐμαυτοῦ ἀντωνυμία καὶ αἱ ϲύζυγοι ἐπιδέξονται ἀριθμὸν μαχόμενον τῷ ἰδιώματι τῆϲ ϲυνθέϲεωϲ, καθὸ διάφορα πρόϲωπα 
 
 
 
 νοηθήϲεται, ἐκ ϲυλλήψεωϲ γενόμενα δευτέρου καὶ τρίτου καὶ πρώτου, τό γε
μὴν τρίτον πρόϲωπον, ἀπεωϲμένον τῆϲ προειρημένηϲ τηρήϲεωϲ, λέγω τῶν διαφόρων προϲώπων, εὐέφικτον
ἔϲχεν τὴν εἰϲ τὸ πληθυντικὸν μετάθεϲιν· ἦν γὰρ ἐκ τῶν αὐτῶν προϲώπων ϲυνεϲτηκόϲ.

Φαίνεται 
 δ’ ὅτι καὶ κατὰ τὸν προειρημένον λόγον οὐκ ἀπορήϲει τιϲ δι’ ἣν αἰτίαν ἐκ
πληθυντικῶν πληθυντικαὶ ϲυνθέϲειϲ οὐκ ἐγένοντο· ἐκ γὰρ τῶν ἁπλῶν πληθυντικῶν ἀντωνυμιῶν ἔϲτιν
ἐπινοῆϲαι τὸ μαχόμενον ὡϲ πρὸϲ τὴν ϲύνθετον ἀντωνυμίαν. εἴπομεν
γὰρ ὅτι ἐπιμιξίαι διαφόρων προϲώπων εἰϲὶν ἐν
πληθυντικοῖϲ· περιϲϲὸν οὖν τὸ τὰϲ πληθυντικὰϲ ἀντωνυμίαϲ ϲυντίθεϲθαι, ὅπου γε αἱ ἑνικαὶ
ἀντωνυμίαι ϲυντεθεῖϲαι παρέμειναν τῷ ἑνικῷ ἀριθμῷ. ἀλλ’ οὐδὲ τὸ ϲφέαϲ αὐτούϲ καὶ τὰ
τοιαῦτα, οὐκ ὄντα ἐκ διαφόρων προϲώπων, ϲυνετέθη, καθὸ τὸ ἐϲόμενον ἐξ αὐτῶν εὔχρηϲτον 
 
 
 ἡ προειληφυῖα πληθυντικὴ προφορὰ περιέγραψεν, εἰϲ ἣν καὶ μεταλαμβάνονται· 
νονται· 
 ϲφέαϲ αὐτοὺϲ ἀρτύναντεϲ {N 152}, 
 ἑαυτοὺϲ παραϲκευάϲαντεϲ.

Ἐπεὶ οὖν ἐδείχθηϲαν ἀϲύνθετοι πληθυντικαὶ ἀντωνυμίαι κατὰ 
τὸ προειρημένον τήρημα, φέρε καὶ εἰϲ ἐντέλειαν τοῦ λόγου περὶ τοῦ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ
διαλάβωμεν, ἐπεί τινεϲ οὐδὲ κατ’ ὀλίγον ἐνδοιάζουϲιν ὡϲ παρὰ τὸ ἡμῶν καὶ τὸ ἔδαφοϲ τὰ τῆϲ ϲυνθέϲεωϲ
ἀπετελέϲθη. οἶϲ ἄν τιϲ ϲυνηγορήϲειεν μαρτυρόμενοϲ καὶ τὸν ἀπὸ τῆϲ φωνῆϲ 
 λόγον καὶ τὸν ἀπὸ τοῦ δηλουμένου, εἴγε παντὶ ϲυνθέτῳ τὸ τοιοῦτο παρακολουθεῖ. — ἐν γὰρ
τῷ μιϲογύνηϲ καὶ τὸ μιϲεῖν ἔγκειται καὶ ἡ 
 
 
 γυνή, καὶ ἐν τῷ φιλόπονοϲ τὸ φιλεῖν καὶ ὁ πόνοϲ. οὐ γὰρ τὰ ἐν μιᾷ λέξει
ἁπλῇ πλείονα ϲημαίνοντα ϲύνθετα, ὡϲ ἐπὶ τοῦ τοξότηϲ, ϲκυτεύϲ, κἂν ἐνέργειαν ϲημαίνῃ τὴν τοῦ τέμνειν,
εἰ μὴ καὶ τὴν φωνὴν προϲλάβοι ἐν τῷ ϲκυτοτόμοϲ. — ἐντεῦθεν τὸ Ἀρίϲταρχοϲ καὶ τὰ τούτῳ ὅμοια κύρια ὄντα πρὸϲ ἐνίων οὐ κατηριθμεῖτο εἰϲ τὰ ϲύνθετα, 
 ὅγι μὴ καὶ τοῖϲ δηλουμένοιϲ ἐκέχρητο. ἀλλ’ ἐπί γε
τούτων ἐδείκνυτο ὡϲ ἡ πρώτη ϲύνθεϲιϲ ἐπεκράτει, καθὼϲ ἔχει τὸ 
 
 
 
 
 
 ἀρίϲταρχοϲ Ζεύϲ 
 
 παρὰ τοῖϲ περὶ Βακχυλίδην {XII 58 Blass.3, fr. 52 Bergk4}, καὶ οὐχ ἡ ἐξ ὑϲτέρου γενομένη
ϲυμβολικὴ μετάθεϲιϲ. — ἐγκειμένων οὖν καὶ τῶν φωνῶν καὶ τῶν ϲημαινομένων ἀκώλυτον τὸ φάναι ϲύνθετα
τὰ ϲχήματα.

«Ἀλλ’ ἔδει», φαϲίν, «αὐτὰ βαρύνεϲθαι, καθὼϲ ἔχει τὸ ἄξιφοϲ, δύϲριγοϲ, εὔτειχοϲ». τὸ
τοιοῦτο δ’ οὐ ϲυνεκτικόν· ἰδοὺ γὰρ καὶ ἐπ’ ἄλλων ϲυνθέϲεων διάφοροι τόνοι ἐγένοντο. ὀξύνεται τὸ
εὐτελήϲ, εὐειδήϲ, ἀλλ’ οὐκέτι τὸ εὐμήκηϲ, μεγακήτηϲ, καθὸ τὸ η ἔχει παρεδρευόμενον. 
 
 
 
 τί οὖν ἐμποδίζει τὸ φάναι· τὰ παρὰ τὸ ἔδαφοϲ ϲυντι ὀξύνεται, καθὸ καὶ τὰ παρὰ τὸ ἔργον
ἐν τῷ κακοεργό ὑπουργόϲ, εἰ μὴ τὰ ῥήματα προϋπέϲτη, λέγω τὸ ὑπουργῶ καὶ τὰ ὄμοια. —
«Ἀλλὰ κοινά», φαϲίν, «αὐτὰ ἔδει εἶναι.» πρὸϲ ὃ ἔϲτιν πάλιν φάναι ὡϲ ἅποξ εἰ δέδοται ἡ ὀξεῖα τάϲιϲ,
ϲυνδοθήϲεται καὶ ἡ τοῦ γένουϲ παραλλαγή, εἴγε τὰ κοινὰ καὶ ἐν βαρείᾳ τάϲει ἐϲτί,
κακόπαϲτοϲ, δύϲριγοϲ, κακόπαθοϲ.

οὖν κᾳὶ τὰ τῆϲ ἀναϲκευῆϲ ἀκριβέϲτερα, εἰ τῇδέ τιϲ ἀποφαίνοιτο, ὡϲ οὐδέποτε ἀντωνυμία
πρώτου ἢ δευτέρου προϲώπου ϲυντίθεται μετὰ ἄλλου μέρουϲ λόγου,
καὶ ὡϲ οὐδέποτε πληθυντικὴ ἀντωνυμία 
 ϲυντίθεται· παράγονται γὰρ μᾶλλον αἱ ἀντωνυμίαι ἤπερ
ϲυντίθενται 
 
 
 
 
 μετὰ ἄλλου μέρουϲ λόγου, καθάπερ παρὰ τὸ ἐμοῦ ἐμόϲ, νῶιν νωίτεροϲ, ἡμῶν ἡμέτεροϲ. εἰ
γὰρ δοθείη τὰ τῆϲ ϲυνθέϲεωϲ, οὐ ϲυϲτήϲεται  οὔτε ἐν ἀντωνυμίαιϲ τὰ ϲχήματα οὔτε ἐν
ὀνόμαϲιν. εἰ γὰρ ἐν ταῖϲ ϲυνθέϲεϲιν τὰ τέλη ἐπικρατεῖ (εἴγε τὸ μιϲάνθρωποϲ ὄνομα κἂν τὸ
μιϲεῖν ῥῆμα ἐνυπάρχει, καὶ τὸ εὐϲεβῶ ῥῆμα κἂν τὸ εὖ ἐπίρημα ἔγκειται, ὁμοίωϲ καὶ τὸ
χειρογραφῶ κἂν ἡ χείρ ϲυνυπάρχει· καὶ ἕνεκα τοῦ τοιούτου πᾶν μέροϲ λόγου ἔϲτιν ἐπινοῆϲαι τὸ αὐτό,
καὶ ἁπλοῦν καὶ ϲύνθετον, λέγω τὸ δυνάμενον ϲυντεθῆναι, οὐ μὴν τὴν πρόθεϲιν καίτοι ἀπειράκιϲ τοῦ
μορίου ϲυντεθειμένου, καθὸ ἡ ϲύνθεϲιϲ ἁπάντοτε 
 αὐτῆϲ ἐν ἀρχῇ ἐϲτιν, ἡ δὲ ἀρχὴ οὐκ ἐπικρατεῖ) — εἰ δὴ τοῦτο ἀληθέϲ, πῶϲ οὐκ ὄνομα τὸ
ἡμεδαπόϲ, εἰ τὸ ἔδαφοϲ ἔγκειται; ἀλλὰ πῶϲ ὄνομα τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον; πῶϲ ὄνομα
ὡριϲμένου προϲώπου διάκριϲιν ποιεῖται, φαμὲν γὰρ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, ἑαυτούϲ τε
ἀντονομάζοντεϲ καὶ πρὸϲ οὓϲ ἡ ἀπόταϲιϲ.

«Ἀλλά», φήϲει τιϲ, «καὶ αἱ παραγωγαὶ ἐπικρατοῦϲιν, εἴγε παρὰ τὸ ὀψέ ὀψινόϲ οὐκ ἐπίρρημα, τό τε
παρὰ τὸ ποιῶ ῥῆμα ὄνομα, τὸ ποιητήϲ. οὕτωϲ εἰ
παραγωγὸν τὸ ἡμεδαπόϲ, δοθείη ἂν τὸ πᾶν ὄνομα εἶναι.» πρὸϲ ὃν
φήϲομεν· τὸ ὀψινόϲ ἀπέϲτηϲε τὸ ἐπίρρημα πτῶϲιν καὶ γένοϲ ἐπιδεξάμενον, ἐπιθετικῶϲ ἐπ’ ὄνομα
φερόμενον καὶ οὐκέτι ἐπὶ ῥῆμα, εἴγε διαφέρει τὸ ὀψὲ ἦλθε τοῦ ὀψινὸϲ ὁ Διονύϲιοϲ ἦλθεν·
 εἴγε τὸ ὁ ποιητήϲ οὐκ ἐν ἀκολουθίᾳ ἐνέργειαν καὶ πάθοϲ ἔχει, οὐ προϲώπου διάκριϲιν, οὐ
χρόνου μεταϲχηματιϲμόν. τὸ μέντοι ἡμεδαπόϲ, ἐπεὶ ἀντ’ ὀνόματόϲ ἐϲτιν, ἔτι τὰ πρόϲωπα διακρίνει· οὐκ
ἀπέϲτη οὖν τοῦ ἰδιώματοϲ, καὶ ἕνεκα τούτου οὐδὲ τῆϲ ὀνομαϲίαϲ ϲυναποϲτήϲεται, ᾧ λόγῳ
 καὶ τὸ ἡμέτεροϲ μένει ἔτι ἀντωνυμία, κἂν ἡ κατὰ τὸ τέλοϲ παραγωγὴ ὀνοματικὴ
καθειϲτήκει· ἅπαντα γὰρ πάλιν διαϲῴζει τὰ τῆϲ ἀντωνυμίαϲ.

Τοῦ τοιούτου δὲ ἀποδειχθέντοϲ καὶ τὰ προειρημένα ϲυλλήψεται τῷ λόγῳ, οὐ μὴν
ϲυνεκτικὰ γενήϲεται, καθὼϲ πρόκειται, ἔτι καὶ τῆϲ γραφῆϲ ὁμολογούϲηϲ τὸ μὴ ἔχειν τὸ ἔδαφοϲ. — ἡ
ψευδὴϲ οὖν ὑπόληψιϲ ἐγένετο ἐκ τοῦ τὴν παραγωγὴν ὁμοίαν καθίϲταϲθαι τῇ τοῦ ἐδάφουϲ φωνῇ,
καθότι καὶ ἄλλαι πλεῖϲταί εἰϲι τοιαῦται δόξαι, εἴγε τὸ χαλκήρηϲ οὐ τὸ ἀρηρέναι ἔχει,
ὅμοιον δέ ἐϲτιν τῷ 
 Φανίαϲ καὶ Ἀρχίαϲ καὶ Γοργίαϲ· οὐδὲ μὴν ἔχει τὸ τηρεῖν τὸ μελιτηρὸν
ἀγγεῖον, ἀπὸ γενικῆϲ δὲ τῆϲ μέλιτοϲ, ὡϲ δείματοϲ δειματηρόϲ, 
 
 
 
 καμάτου καματηρόϲ, ὀλίϲθου ὀλιϲθηρόϲ· ἔϲτιν εἰϲ τὸ τοιοῦτο πάμπολλα παραθέϲθαι. — ὃν
οὖν τρόπον καὶ ἄλλαι παραγωγαὶ λέξεωϲ ϲημαινόμενον ἀποτελοῦϲιν
εἰϲ ἣν καὶ μεταλαμβάνονται (Κρονίδηϲ γὰρ ὁ τοῦ Κρόνου
υἱόϲ, καὶ γοργότεροϲ ὁ μᾶλλόν τινοϲ γοργόϲ, καὶ ἐν ἐπιρρήμαϲιν οἴκοθι ἐν οἴκῳ), τὸν αὐτὸν δὴ τρόπον
καὶ τὸ ἡμεδαπόϲ 
 ἐθνικῶϲ παραχθὲν μετὰ τῆϲ παραγωγῆϲ καὶ τὸ ϲημαινόμενον ἔϲχεν ϲυντρέχον τῇ μεταλήψει τοῦ
ὀνόματοϲ.

Χρὴ μέντοι κἀκεῖνο ἐπιϲτῆϲαι, δι’ ἣν αἰτίαν ἀπὸ μόνων 
 πληθυντικῶν ἡ παραγωγὴ ἐγένετο, τῶν κτητικῶν ἀντωνυμιῶν καθ’ ἕκαϲτον ἀριθμὸν
παρηγμένων, καὶ δι’ ὅ τι μέχρι τρίτον ἡ παραγωγὴ οὐ ϲυνέτεινεν. ἀντὶ γὰρ τῆϲ ϲφεδαπόϲ
τὸ ἀλλοδαπόϲ παρήχθη, καὶ οὐ τολμῶ τοῦτο φάναι, ὡϲ τὸ ἄλλοϲ ἀντωνυμία ἐϲτίν, ὅπου γε
καὶ μάχεται τῇ 
 
 
 
 ἐννοίᾳ τῶν ἀντωνυμιῶν ὃ γὰρ ὁρίζει ἡ ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ ἄλλοϲ ἀναιρούμενα
ἀοριϲτοῦται, ἄλλοϲ, οὐκ ἐγώ· ἄλλοϲ, οὐ ϲύ.

Πρὸϲ μὲν οὖν τὸ πρότερον ἔϲτιν φάναι, ὡϲ μᾶλλον ἀνέφικτον ἦν ἐξ ἑνικῶν ἢ δυϊκῶν ἐθνικὴν
παραγωγὴν γενέϲθαι· οὐ γὰρ δή τιϲ 
 ἐπινοήϲει ἔθνοϲ ἐν ἑνὶ ἀνθρώπῳ ἢ δυϲίν, ἐν μέντοι ἀπείροιϲ, οἷoν ὁ φάμενοϲ οὗτοϲ
ἡμεδαπόϲ ἐϲτι ϲυλλαμβάνει ἑαυτόν τε καὶ τοὺϲ ϲὺν αὐτῷ πολίταϲ. τό γε μὴν ἐμόϲ, ἡμέτεροϲ, φερόμενα
ἐπὶ πάντα τὰ δυνάμενα ὑπὸ κτῆϲιν πίπτειν, ἀδιάφορον ἔϲχε τὸ ἀπὸ παντὸϲ ἀριθμοῦ τὴν
παραγωγὴν ἀναδέξαϲθαι. (δι’ ὃ τῷ μὲν ἡμέτεροϲ ὑπακούεται τὸ 
 οὐ μὴν τῷ ἡμεδαπόϲ· εἰϲ γὰρ τὸ τοιοῦτον ἡ παραγωγὴ ἐμόναϲεν.)

'Υπὲρ δὲ τοῦ τὴν ἐν τῷ τρίτῳ προϲώπῳ μὴ παραδεδέχθαι οἰήϲεταί τιϲ αἴτιον τὸ ἀϲύνηθεϲ
τῆϲ ἀντωνυμίαϲ· ὅπερ οὐ πιθανόν. ἔϲτι γοῦν καὶ τὸ ϲφετερίζεϲθαι παρηγμένον ἀπὸ ἀϲυνήθουϲ τῆϲ ϲφῶν
(καὶ ἔτι τὸ μὲν μῆλον ἀϲύνηθεϲ ὡϲ πρὸϲ τὴν ὀνομαϲίαν τὴν τοῦ προβάτου, οὐ μὴν τὸ ἀπ’ αὐτοῦ
παραγωγόν, λέγω τὸ μηλωτή· καὶ ἔτι 
 τὸ δέρκεϲθαι, οὐ μὴν τὸ δορκάϲ ἢ ϲύνθετον τὸ ὀξυδορκεῖν). — 169. φαίνεται γὰρ ὅτι
φυϲικώτερόν πωϲ τὰ τῆϲ ἐλλείψεωϲ ἐγένετο. ὃν γὰρ τρόπον οὐκ ἀπίθανοϲ ἀφορμὴ ἐγένετο τῆϲ ἐν τρίτοιϲ
ϲυνθέϲεωϲ, λέγω κατὰ τὸ πληθυντικόν, τῆϲ ἐν πρώτῳ καὶ δευτέρῳ προϲώπῳ οὐκ ἐγγενομένηϲ,
τὸν αὐτὸν τρόπον ἐγγενομένων κατὰ τὴν παραγωγὴν τῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον οὐκ
ἐξακολουθήϲει τὸ πάντωϲ καὶ κατὰ τὸ τρίτον τὴν παραγωγὴν γενέϲθαι. καὶ δῆλον ὅτι αἰτίαϲ
ὑπούϲηϲ. 
 
 
 
 ὁμόλογόν ἐϲτιν ὡϲ τὰ πρῶτα καὶ δεύτερα πληθυντικὰ ϲύλληψιν εἰϲ ἑαυτὰ ποιεῖται τῶν κατὰ
τὸ τρίτον διαφόρων προϲώπων. ὁ γὰρ λέγων ἡμᾶϲ ἑαυτόν τε λέγει καὶ τὰ ϲυνόντα ἔξωθεν αὐτῷ πρόϲωπα,
καὶ. ἀποτεινόμενόϲ τιϲ ἐρεῖ πρόϲ τινα ὑμᾶϲ, ϲυλλαμβάνων πάλιν καὶ τὸ 
 παρὸν πρόϲωπον καὶ τὰ ἀπόντα. ἀπὸ δὴ τούτων ἐθνικὴ παραγωγὴ γινομένη τῇ ἐπικρατείᾳ τῶν
ἐγκειμένων ἑνικῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον ἓν καὶ τὸ αὐτὸ ἔθνοϲ παραϲτήϲει. τό γε μὴν τρίτον ἐκ
   πλειόνων τρίτων νοούμενον οὐ ποιήϲεται ἐθνικὴν παραγωγήν·
δηλώϲει γὰρ οὐχ ἓν ἔθνοϲ, ἀλλὰ πάντα τὰ δυνάμενα
ἐμπεριλαμβάνεϲθαι κατὰ τὸ τρίτον πληθυντικόν. οὐ γάρ, ὡϲ ἔφαμεν, ἓν ἐξ ἑνικῆϲ ἐπικρατείαϲ τρίτον ἐϲτίν, ἵν’ οὕτωϲ καὶ ἡ ἐθνικὴ παραγωγὴ μία νοηθῇ ὡϲ ἐπὶ τοῦ
ἡμεδαπόϲ.

Ἄλλωϲ τε ἐγχωρούντων τῶν ἐθνικῶν ὀνομάτων κατὰ τὸ τρίτον παραλαμβάνεϲθαι τὰ τοῦ ἐπιμεριϲμοῦ τῶν
ἐθνικῶν γίνεται, ὅτε 
 
 
 
 φαμὲν Περγαμηνόϲ, Ἐδεϲϲηνόϲ, Ἀλεξανδρεύϲ. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ πρώτου καὶ δευτέρου,
λέγω τὰ ὀνόματα παραλαμβάνεϲθαι. εἰ γοῦν Ἀθηναῖοϲ ἀφορῶν εἰϲ Ἀθηναῖον εἴποι ὅδε
Ἀθηναίων πολίτηϲ ἐϲτίν, ἑαυτὸν ἀποϲτήϲει τοῦ ἔθνουϲ, καθὸ οὐ ϲυνείληπται τοῖϲ Ἀθηναίοιϲ·
ϲυλλαμβανόμενοϲ δὲ ἐν πρώτῳ γενήϲεται προϲώπῳ, καθότι αὐτὸϲ ἀποφαίνεται. 
 καὶ εἰ τὸ ἐν πρώτῳ προϲώπῳ παραλαμβανόμενον ὄνομα μὲν οὐ δύναται εἶναι, ἀντωνυμία δέ,
ϲαφὲϲ ὅτι ἀντονομάϲει ἑαυτόν. καὶ εἰ τὸ πρῶτον ἐπικρατεῖ τῶν διαφόρων προϲώπων, οὐκ ἄλλο τι
ἐγγενήϲεται ἢ τὸ ἡμεδαπόϲ, ὅπερ τὴν ἀνάλυϲιν ἕξει εἰϲ τὸ ἡμῶν πολίτηϲ, καθότι καὶ τὸ
Κρονίδηϲ εἰϲ τὸ τοῦ Κρόνου υἱόϲ, καὶ τὰ τούτοιϲ ὅμοια. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ
δευτέρου προϲώπου. ἐπὶ γὰρ τρίτου γινωϲκόμενα μὲν τὰ ἔθνη
παραληφθήϲεται αὐτοῖϲ τοῖϲ ὀνόμαϲιν, καθώϲ ἔφαμεν, οὐ
μὴν γινωϲκόμενα παραγωγὴν ἀναδέξεται ἐξ ὀνόματοϲ τοῦ ἀναιροῦντοϲ τὰϲ θέϲειϲ τῶν ὀνομάτων, λέγω τοῦ
ἄλλων. τὸ γὰρ 
 
 
 ἀλλοδαπόϲ ἀποφάϲκει τὸ οὐχ ἡμεδαπόϲ ἐϲτιν, οὐχ ὑμεδαπόϲ, οὐκ Ἀθηναίων πολίτηϲ. κατ’
οὐδένα λόγον ἄρα τοῖϲ ἀντωνυμικοῖϲ ϲυζυγεῖ τῷ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, κατὰ δὲ ἀναίρεϲιν τῶν
προειρημένων ἐθνῶν.

Τῶν ἐξαιρέτωϲ παρεπομένων ταῖϲ ἀντωνυμίαιϲ κατειλεγμένων 
   ἐν τῷ πρὸ τούτου, ἀναγκαίωϲ καὶ περὶ τῶν κοινῇ
αὐταῖϲ παρεπομένων μετὰ καὶ τῶν ἄλλων τοῦ λόγου μερῶν πειραϲόμεθα διαλαβεῖν, καθὸ ὃ μὲν
αἴτια γίνεται ϲ,ἀκαταλληλότητο ἃ δὲ ἀδιαφορεῖ, ὥϲ γε ἔϲτιν τὸ πρῶτον ἐπινοῆϲαι ἐξ αὐτῶν τῶν
ἀντωνυμιῶν. —

Ἐπιταγματικὴν καλοῦϲιν τὴν αὐτόϲ, καθό, φαϲίν, ἐπιτάϲϲεται 
 
 
 
 
 ἅπαϲιν τοῖϲ ἀντωνυμικοῖϲ προϲώποιϲ. καὶ εἰ μὲν ἐξαιρέτωϲ, ϲαφὲϲ ὅτι οὐκ
ἀληθεύουϲιν· ἰδοὺ γὰρ καὶ ἡ ὅδε, 
 ὅδ’ ἐγὼ χείρων {?}, 
 κεῖνοϲ μὲν δὴ ὅδ’ αὐτὸϲ ἐγώ, πάτερ {ω 321}· 
 
 οὗτοϲ ἐγὼ ταχυτᾶτι (Pind.Ol.  IV 26 Boeckh, 22 Schroed.}. 
 εἰ δὲ κατὰ τὸ πλέον παρὰ τὰϲ ἄλλαϲ, ϲυγκαταθείμην ἂν τῷ λόγῳ· οὐ 
 γὰρ δή γε θαρρήϲει τιϲ ἀλόγουϲ τὰϲ τοιαύταϲ ϲυντάξειϲ φάναι, τῶν
ἐλλογιμωτάτων ἀνδρῶν χρηϲαμένων καὶ τοῦ λόγου οὐκ ἐμποδίζοντοϲ, ὡϲ δείξω. δῆλον οὖν ὡϲ ἡ κατὰ πολὺ
γενομένη ϲύνταξιϲ ἀπηνέγκατο 
 τὴν ὀνομαϲίαν, ᾧ λόγῳ καὶ ἄλλα κατὰ τὸ πλέον ἐπεκράτηϲεν.

Διαπορῶ γε μὴν τί δή ποτε αἱ μὲν τοῦ πρώτου καὶ δευτέρου 
 
 οὐ μετίαϲιν ἐπὶ τὰ τρίτα πρόϲωπα, τά γε μὴν τρίτα πρόϲωπα μετίαϲιν ἐπὶ τὰ πρῶτα καὶ
δεύτερα, καὶ πάλιν οὐχ ἅπαντα. ἰδοὺ γὰρ ἡ καὶ ἡ ἕο καὶ αἱ ϲύζυγοι ἑνικαὶ ἁπλαῖ οὖϲαι ἐπὶ τὰ πρῶτα ἢ
δεύτερα πρόϲωπα οὐ μετέρχονται, γε μὴν μεταλαμβανομένη ἐξ αὐτῶν αὐτόϲ, 
 
 αὐτὸϲ ἑκών οἱ δῶκα {δ 649}, 
 αὐτὸϲ νῦν ἴδε πῶμα {θ 443}. 
 τὸ δὲ μεῖζον, πρὸϲ ἁπάντων ὡμολόγηται ὅτι ἡ ἑαυτοῦ καὶ ἑαυτόν καὶ αἱ ϲύζυγοι ἐκ
δύο τρίτων ϲυντεθειμέναι εἰϲίν, ἐξ ὧν καὶ αἱ πληθυντικαὶ ἑαυτῶν, ἑαυτούϲ, αἵπερ κατὰ πρῶτον καὶ
δεύτερον παραλαμβάνονται. πῶϲ οὖν οὐκ ἄλογον τὸ καθ’ ἑνικὴν ϲύνταξιν ἀποράδεκτον ἐν πληθυντικῇ μεταπτώϲει εὐπαράδεκτον γίνεϲθαι; οὐ γάρ φαμεν ἑαυτὸν ὕβριϲα ἢ ἑαυτὸν
ὕβριϲαϲ, ἑαυτοὺϲ δὲ ὑβρίϲαμεν.

Ἔϲτιν γε μὴν ϲυνελόντι ἐκεῖνο φάναι· μὴ ἄρα αἱ τοιαῦται 
 ϲυντάξειϲ ϲολοικιϲμὸν ὑπαγορεύουϲιν παρὰ τὴν τῶν προϲώπων
μεταλλαγήν. 
 
 
 
 
 εἰ γάρ τί ἐϲτιν ἐν τρίτῳ, τοῦτο ἐν πρώτῳ παραλαμβανόμενον ἢ δευτέρῳ ἀκατάλληλον ποιεῖ λόγον. (καὶ ἀνάπαλιν εἴ τί ἐϲτιν ἐν πρώτῳ καὶ
δευτέρῳ, τοῦτο ἐν τρίτῳ παραλαμβανόμενον τὴν αὐτὴν ἀκαταλληλότητα παρέξει, εἰ τῇδέ τιϲ ἀποφαίνοιτο,
γράφω ἐγώ, γράφειϲ ϲύ, γράφουϲιν ἡμεῖϲ) καὶ εἰ τοῦτο ἀληθέϲ, πῶϲ τὸ ἑαυτούϲ τρίτον καὶ
 ἐκ τρίτων γενόμενον κατάλληλον ποιεῖ λόγον ἐν τῷ πρώτῳ καὶ δευτέρῳ; τὸ γὰρ δέον ἐϲτὶν ἑαυτοὺϲ τύπτουϲιν, οὐ μὴν τὸ ἑαυτοὺϲ
τύπτομεν.

Ἀλλὰ πάλιν πᾶν ἀκατάλληλον ἔχει ἐπανόρθωϲιν διὰ τοῦ ἀκολούθου ϲχήματοϲ. εἴπερ οὖν
ϲολοικιϲμὸϲ τὸ ἑαυτοὺϲ ὑβρίζομεν, 
 τί τὸ ἐπανορθοῦν τὸ ϲχῆμα, φήϲει τιϲ τὸ ἡμᾶϲ ὑβρίζομεν 
 
 οὔ φημι ἕνεκα μόνον χρήϲεωϲ, ἀλλὰ καὶ ἕνεκα ἀποδείξεωϲ ἧϲ προεξεθέμην τοῦ 
 
 
 
 
 μὴ δύναϲθαι μετὰ τῶν ϲυζύγων ῥημάτων ἁπλᾶϲ ὑπάρχειν τὰϲ ἀντωνυμίαϲ, ὁ τι μὴ μόνον ἐπὶ
τῆϲ εὐθείαϲ, ἐγὼ ὕβριϲα, ἡμεῖϲ ὑβρίϲαμεν· τὸ γὰρ ἐμὲ ὕβριϲα εἰϲ τὸ ἐμαυτόν μεταλαμβάνεται. οὐ δὴ οὖν
ϲυϲτήϲεται τὸ ἡμᾶϲ ὑβρίϲαμεν ἢ ἡμῖν ἐλαλήϲαμεν.

Χρὴ οὖν ἐπιϲτήϲανταϲ ἐκθέϲθαι τί δήποτ’ ἔϲτι τὸ ποιοῦν τὸ 
 ἀκατάλληλον, οὐ παραθέϲει τρόπων χρηϲάμενον μάτην, καθάπερ τινὲϲ εure,aua ι
 
 
 
 
 
 αὐτὸ μόνον ἐκήρυξαν τοὺϲ ϲολοικιϲμούϲ, οὐ μὴν ἐδίδαξαν τὸ ποιοῦν ὅπερ εἴ τιϲ μὴ ϲυνίδοι, εἰϲ οὐδὲν ϲυντείνουϲαν ἕξει τὴν παράθεϲιν τῶν τρόπων.

Πρὸϲ οἷϲ οὐδ’ ἀληθεύουϲιν οἱ ἐξ αὐτῶν λόγοι. φέρε γὰρ φάναι 
 ὡϲ γίνεται ἀκατάλληλον παρὰ τοὺϲ ἀριθμούϲ, ὥϲ τινεϲ ὑπέλαβον, 
 κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα {θ 48}. 
 οὐ γάρ φαϲι κατὰ τοῦ πληθυντικοῦ τὸ δυϊκὸν τίθεϲθαι, τό γε μὴν πληθυντικὸν κατὰ
δυϊκοῦ. καὶ ϲαφὲϲ ὅτι αἰτίαϲ τινὸϲ ὑπούϲηϲ, οὐδὲ τοῦ τοιούτου διδομένου, ὥϲ γε ἐν τοῖϲ ἑξῆϲ
δεδείξεται, ὅτι τὸ κρινθέντε διήκει καὶ κατὰ τοῦ πεντήκοντα. — ἀλλὰ καὶ παρὰ τὰ
πρόϲωπα, 
 
 ἀλλ’ αἰεὶ φρεϲὶν ᾖϲιν ἔχων ἀλάλημαι ὀϊζύν {ν 320 mixtus 
 cum λ 167}· 
 «ἀκατάλληλον γάρ, δέον ἐμῇϲ.» καὶ ἔϲτι πρὸϲ τὸ τοιοῦτον ἐγκείμενοϲ 
 
 
 
 
 λόγοϲ· εἰ γοῦν τὸ ἑαυτοὺϲ ὑβρίζομεν καὶ ἔτι τὰ τοιαῦτά τιϲ περαδέξεται, δῆλον ὡϲ καὶ τὸ
προκείμενον· ἢ ἔϲτιν τιϲ αἰτία ἣ τὸ τοιοῦτο μὲν παραπέμπεται, προϲίεται δὲ τὸ ἑαυτοὺϲ ὑβρίζομεν; —
ἀλλὰ καὶ παρὰ τὰϲ πτώϲειϲ, ἡνίκα ἐν ἐκείνῳ τῷ ϲχήματι ἀπαιτοῦϲι γενικήν, ἐν τῷ 
 οἱ δὲ δύο ϲκόπελοι {μ 73}· 
 
 
 πάλιν γὰρ ἔϲτι ϲυνιδεῖν καὶ ἐπὶ τούτου, εἴ τι λείπει,
ἢ τί τὸ αἴτιόν ἐϲτιν τὸ τὴν γενικὴν ἀπαιτοῦν. Παρείϲθω τοίνυν ἡ
τοιαύτη παράθεϲιϲ ὑπὲρ τοῦ μὴ πολὺ ἀφίϲταϲθαι ἡμᾶϲ τοῦ προκειμένου.

Οὐδὲ ἐκεῖνο δέ με λέληθεν, ὥϲ τινεϲ ἐπετάραξαν τὴν παρὰ πᾶϲιν ϲυμφώνωϲ πιϲτευθεῖϲαν δόξαν, ὡϲ
μιᾶϲ λέξεωϲ κακία ἐϲτὶν ὁ βαρβαριϲμόϲ, ἐπιπλοκῆϲ δὲ λέξεων ἀκαταλλήλων ὁ ϲολοικιϲμόϲ,
αὐτοὶ εἰϲηγηϲάμενοι τὸ καὶ ἐν μιᾷ λέξει καταγίνεϲθαι ϲολοικιϲμόν, εἰ κατὰ θηλείαϲ φαίη
τιϲ οὗτοϲ ἢ πλήθουϲ ὑπόντοϲ, παραθέμενοι καὶ ἄλλα τῆϲ 
 
 
 
 αὐτῆϲ ἐχόμενα εὐηθείαϲ. τὸ πρῶτον, ὅτι οὐδεμία εὐθεῖα ϲυνίϲταται δίχα ῥήματοϲ εἰϲ
αὐτοτέλειαν, καὶ ῥήματοϲ τοῦ μὴ ἀπαιτοῦντοϲ ἑτέραν πλαγίαν. ἔϲτιν γὰρ τὸ οὗτοϲ
περιπατεῖ αὐτοτελέϲ, οὐ μὴν τὸ βλάπτει· λείπει γὰρ τὸ τίνα. ἀλλ᾿ εἰ καὶ οὕτωϲ φαίημεν, ϲε ἔτυψε, τὸ ἀνθυπαγόμενον οὗτοϲ κοινὸν ἔχει παραλαμβανόμενον τὸ ῥῆμα· τίϲ καλεῖται Αἴαϲ;
οὗτοϲ. οὐκ ἄρα ἀληθὲϲ τὸ ἐν μιᾷ λέξει ϲολοικιϲμὸν γίνεϲθαι.

Καὶ φαίνεται ὅτι ὅϲον ἐπ’ αὐτῷ ὁ λόγοϲ κατώρθωται, παρὰ δὲ τὴν ἐξ αὐτοῦ γενομένην
δεῖξιν τὰ τοῦ γένουϲ ἐνήλλακται. ϲαφέϲ τε ὡϲ οὐδὲ ἐν νυκτὶ ἐγχωρήϲει ὁ καινότερον ἐπινοηθεὶϲ διὰ τῆϲ
 
 
 οὗτοϲ ἀντωνυμίαϲ ϲολοικιϲμόϲ, καὶ δέον προϲθεῖναι τῷ ὅρῳ, ὅτε μὴ ἐν νυκτερινῷ
καταϲτήματι εἴη τὰ τῆϲ ϲυντάξεωϲ· δῆλα γὰρ τὰ ὑπ’ ὄψιν πίπτοντα
τοῦ γένουϲ ἐϲτίν. ὅπερ γελοῖον· οἱ γὰρ ϲολοικιϲμοὶ ἀκοῇ ὑποπίπτουϲιν, ἐλεγχόμενοι ἐκ τῆϲ κατὰ
παράθεϲιν τῶν λέξεων ϲυνούϲηϲ ἀκαταλληλίαϲ, ὧν μεταλαμβάνουϲιν καὶ οἱ τεθρυμμένοι τὰϲ ὄψειϲ· οὐ 
 γὰρ ἐλλειπεῖϲ εἰϲιν τοῦ ἐξιδιοποιουμένου τὴν φωνήν, λέγω τῆϲ ἀκοῆϲ. 
 
 
 
 δοθήϲεται δὲ κἀκεῖνο, ὡϲ παρὰ τὰϲ προτάξειϲ ἐναλλαϲϲόμενα ὑπὸ λόγον τὸν
τοῦ ϲολοικιϲμοῦ οὐ πεϲεῖται. ὡϲ γὰρ εὔηθεϲ τὸ τοιοῦτον, καὶ. τὸ προειρημένον.

Τὸ οὖν κατὰ θηλείαϲ λεγόμενον οὗτόϲ με ἔτυψεν οὐχ ἁμάρτημα τοῦ λόγου· τὸ δέον γὰρ
τοῦ καταλλήλου ἀνεδέξατο. εἰ γοῦν ὑπούϲηϲ θηλείαϲ φαίη τιϲ αὕτη με ἔτυψαν, ὁμολόγωϲ 
 ϲολοικιεῖ διὰ τὸ ἀκατάλληλον τῶν λέξεων, κἂν ἀληθεύει τὸ γένοϲ. οὐ γὰρ ἐν τοῖϲ
ὑποκειμένοιϲ τὸ ἀκατάλληλόν ἐϲτιν ἢ κατάλληλον, ἐν δὲ τῇ ϲυντάξει τῶν λέξεων, αἷϲ παρέπεται τὸ
μεταποιεῖϲθαι εἰϲ τὸ δέον, τῶν ὑποκειμένων ἁπάντοτε τῶν αὐτῶν ὄντων. ἔϲτι γοῦν καὶ
οὐδετέρωϲ φάναι τοῦτό με ἔτυψε, καὶ οὐδὲ οὕτωϲ τὰ τοῦ λόγου ἠλόγηται· 
 
 
 κατ᾿ οὐδένα γὰρ τρόπον ἐλλειπὲϲ γενήϲεται, ἀναφερόμενον ἐπὶ τὸ γύναιον, καθάπερ ἐκεῖ
τὸ 
 νεφέλη δέ μιν ἀμφιβέβηκε 
 
 κυανέη, τὸ μὲν οὔ ποτ᾿ ἐρωεῖ {μ 74 sep.}· 
 
 
 πρὸϲ γὰρ τὸ ϲυνώνυμον τοῦ νέφουϲ ἀπήντηϲε. καὶ ἔτι ἐπὶ πλήθουϲ 
 ἦ μάλα δὴ τάδε δώματα κάλ᾿ Ὀδυϲῆοϲ {ρ 264}, 
 
 οὐκ ἄν τίϲ μιν ἀνὴρ ὑπεροπλίϲϲαιτο {ρ 268}· 
 πρὸϲ γὰρ τὸ ϲυνώνυμον τοῦ οἴκου παρείληπται· ἐπιφέρει γοῦν 
 
 γινώϲκω δ᾿ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται {ρ 269.}

Ἦν μέντοι ἐκεῖνο παρακινδυνευόμενον, τὸ ἐν ϲυνθέτῳ λέξει 
ὑποφαίνεϲθαί τινα ϲολοικιϲμόν, λέγω ἐπὶ τοῦ ἑνδέκατοϲ ἢ ἐπὶ πλέον ἐπὶ 
 
 
 
 τοῦ ἑνδεκάτη. οὐδὲ γὰρ ἐκεῖνο ἔϲτιν φάναι, ὅτι ἡ ἑνόϲ ἔγκειται γενική· παρὰ γὰρ
εὐθείαϲ αἱ ϲυνθέϲειϲ τῶν τοιούτων γίνονται, τρειψκαιδέκατοϲ, τεϲϲαρεϲκαιδέκατοϲ. καὶ
οὕτωϲ δὲ τὸ ἑνδεκάτη οὐ ϲυνίϲτατο. Ἐφ᾿ οὗ ϲχήματοϲ ἔϲτιν φάναι, τὸ μὲν ἁπλοϊκόν, ὡϲ παρὰ τὸν ἀριθμὸν
τὸν ἕνδεκα, εἴτ᾿ ἐκ παραθέϲεωϲ ὄντα εἴτε καὶ ἐκ ϲυνθέϲεωϲ, παραγωγή τιϲ ἐγίνετο ἡ τοῦ
ἑνδέκατοϲ, ὡϲ ἕβδομοϲ ἑβδόματοϲ, ἀφ᾿ οὗ καὶ τὸ θηλυκὸν ἑβδομάτη ἑνδεκάτη. ὅτι δὲ ἐκ
παραθέϲεων δύο ἓν γίνεται παραγωγόν, διὰ πλειόνων ἐδείξαμεν, τὸ αὐτό —ταὐτότηϲ, παρὰ ποταμὸν 
 
 
 μένει ὁ δεῖνα—παραποτάμιοϲ.

Ἔϲτιν δὲ καὶ οὕτωϲ φάναι. κἂν παρὰ τὸ δέκατοϲ ἦν ἡ ϲύνθεϲιϲ, τὰ τῆϲ ϲυνθέϲεωϲ ἐν
λόγῳ τὴν τοῦ οὐδετέρου ϲύνθεϲιν ἀνεδέχετο. εἴ τι γὰρ παρὰ ἀριθμὸν ϲύγκειται, τοῦτο ἐκ κοινότητοϲ τοῦ ἀριθμοῦ παρελαμβάνετο, οἷον οἱ
τέϲϲαρεϲ - αἱ τέϲϲαρεϲ τεϲϲαρεϲκαιδέκατοϲ, τρεῖϲ-τρειϲκαιδέκατοϲ, οἱ λοιποὶ ἀριθμοί. οὐ δὴ οὖν παρὰ τὸ εἶϲ ἐδύνατο τὰ τῆϲ ϲυνθέϲεωϲ ἐγγίνεϲθαι, ὅτι
μὴ κατηγορεῖτο καὶ τὸ θηλυκόν· οὐδὲ μὴν παρὰ τὸ μία, ὅτι μὴ ϲυγκατηγορεῖτο καὶ τὸ
ἀρρενικόν. καὶ εἰ ἀμφότερα τὰ γένη ϲυνωθεῖται εἰϲ τὰ οὐδέτερα (τὸ γὰρ οὗτοϲ καὶ αὕτη εἰϲ ἓν
ϲυνωθεῖται τὸ τοῦτο, καὶ 
 
 
 
 πάλιν ὑποϲτατόν τί ἐϲτιν· δι᾿ ὃ καὶ κατὰ τοῦτο, κἂν φῶμεν ἐπὶ γυναίου τοῦτο, οὐ
ϲολοικιοῦμεν, ὥϲ τινεϲ ὑπέλαβον· καὶ περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι), — ἀναλόγωϲ ἄρα τὸ ἕν
παρελήφθη κατὰ τὴν ϲύνθεϲιν, ἵνα μήτε τὸ ἀρρενικὸν ἐξιδιοποιήϲηται μήτε τὸ θηλυκόν.

Ἔϲτι γε μήν, ὡϲ προείπομεν, ϲυνεκτικωτάτη αἰτία τοῦ ἀκαταλλήλου 
 
ταλλήλου ἥδε. Τῶν μερῶν τοῦ λόγου ἃ μὲν μεταϲχηματίζεται εἰϲ ἀριθμοὺϲ καὶ πτώϲειϲ, ὡϲ τὸ ὄνομα καὶ
τὰ ἄλλα ὅϲα δύναται ἀριθμὸν μετὰ πτώϲεωϲ ἐπιδέζαϲθαι· ὃ δὲ εἰϲ πρόϲωπα καὶ ἀριθμόν, ὡϲ
τὰ ῥήματα καὶ αἱ ἀντωνυμίαι· ἃ δὲ εἰϲ γένη, ὡϲ τὰ προκατειλεγμένα ὀνόματα καὶ ὅϲα δύναται γένουϲ διάκριϲιν ποιήϲαϲθαι· τινὰ δὲ οὐδὲ ἓν 
 τοιοῦτον ἐπιδέχεται, ὡϲ τὰ καθ᾿ ἕνα ϲχηματιϲμὸν ἐκφερόμενα, ὥϲπερ οἱ ϲύνδεϲμοι καὶ αἱ
προθέϲειϲ καὶ ϲχεδὸν ἅπαντα τὰ ἐπιρρήματα.

Τὰ δὴ οὖν προκείμενα μέρη, μεταληφθέντα ἐξ ἰδίων μεταϲχηματιϲμῶν εἰϲ τὰϲ δεούϲαϲ ἀκολουθίαϲ τῶν
προκατειλεγμένων ἀριθμῶν ἢ προϲώπων ἢ γενῶν, τῇ τοῦ λόγου
ϲυνθέϲει ἀναμεμέριϲται εἰϲ ἐπιπλοκὴν τοῦ πρὸϲ ὃ δύναται φέρεϲθαι, εἰ τύχοι πληθυντικὸν πρὸϲ
πληθυντικὸν 
 κατὰ τὴν τοῦ αὐτοῦ προϲώπου παρέμπτωϲιν, γράφομεν ἡμεῖϲ, γράφουϲιν οἱ ἄνθρωποι. τὸ γὰρ
ἐν διαβάϲει τοῦ προϲώπου οὐ πάντωϲ ἐξαιτήϲεται τὸν αὐτὸν ἀριθμόν· οἶόν τε γάρ
ἐϲτιν φάναι τύπτουϲι τὸν ἄνθρωπον ἢ καὶ πάλιν τύπτουϲιν τοὺϲ ἀνθρώπουϲ.

Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν κατὰ γένοϲ ϲυμπαραλαμβανομένων 
 
 
 
 νομένων καὶ ἐπὶ τῶν κατὰ πτῶϲιν, ἡμῶν αὐτῶν ἀκούουϲιν· πάλιν γὰρ τὸ ἐν
διαβάϲει ἀδιαφορεῖ καὶ κατὰ τὴν πτῶϲιν καὶ κατὰ τὸν ἀριθμόν, ἡμῶν αὐτὸϲ ἀκούει, ἡμῶν αὐτοὶ
ἀκούουϲιν. ὅπερ πάλιν εἰ ϲυνέλθοι κατὰ τὴν αὐτὴν πτῶϲιν, ὑποδραμεῖται εἰϲ τὸ αὐτὸ πρόϲωπον διὰ τὸ
κατάλληλον τῆϲ πτώϲεωϲ, εἰ μὴ ϲυνδεϲμικὴ παρέμπτωϲιϲ 
 ἀποϲπάϲει τὸ πρόϲωπον, ὡϲ τὸ ἡμῶν καὶ αὐτῶν ἀκούουϲιν. —

Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν γενῶν. φήϲομεν γὰρ οὗτοι οἱ ἄνδρεϲ, ἢ καὶ κατὰ πλαγίαν
πτῶϲιν τούτουϲ τοὺϲ ἄνδραϲ· πάλιν γὰρ 
 τὸ ἐν μεταβάϲει τοῦ προϲώπου ἀδιαφορήϲει καὶ κατὰ γένοϲ καὶ κατὰ ἀριθμόν, τούτουϲ γυνὴ
ὕβριϲε. περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παραθέϲει χρῆϲθαι· προφανὲϲ γὰρ τὸ λεγόμενον.

περ οὖν, ὡϲ προείπομεν, μὴ ἐπιϲυμβαίη τινὶ λέξει τούτων 
διάκριϲιν ποιήϲαϲθαι, ἀδιαφορήϲει τὸ ἐπιπλέκεϲθαι ἅπαϲιν τοῖϲ προκατειλεγμένοιϲ, λέγω γένεϲι
διαφόροιϲ, πτώϲεϲιν, ἀριθμοῖϲ, προϲώποιϲ, ἄλλοιϲ τοῖϲ δυναμενοιϲ τοιοῦτό τι ἀναδέξαϲθαι·
οὐ γὰρ δή γε ἔλεγχον ἔχει τὸν ἴδιον μεταϲχηματιϲμόν.

Ἔϲτω γὰρ ϲύνταξίϲ τιϲ τοῦ καλῶϲ ἢ τῶν ὁμοίων ἐπὶ παντὸϲ προϲώπου, ἐπὶ παντὸϲ
ἀριθμοῦ, ὅτε φαμὲν καλῶϲ ἔγραψα ἢ καλῶϲ γράφω ἢ καλῶϲ γράφετε, καὶ ἐπὶ τῶν 
μεταϲχηματιζομένων χρόνων, λέγω τοῦ ἔγραψα ἢ γράψω. ἡ δὴ 
 
 
 
 
 τοιαύτη ϲύνταξιϲ πρόδηλον ὅτι κατάλληλοϲ· ἡ γὰρ τοῦ ἐπιρρήματοϲ ϲύνοδοϲ
οὐ δεκτικὴ οὖϲα τῶν ἀριθμῶν ἢ τῶν προϲώπων ἢ τῶν ἐγκλίϲεων καὶ ἔτι τῶν χρόνων ὧν τὸ ῥῆμα
παραδέχεται, ἀκώλυτον ἔϲχε τὴν ἐπιπλοκήν, οὐκ ἐλεγχόμενον ἐκ τοῦ ὁμοειδοῦϲ. οὐ μὴν ἔτι ἐπὶ τοῦ καλόϲ
ταὐτὸν ἔϲτιν εὑρέϲθαι· προϲώπου γὰρ τυγχάνει τρίτου ἀριθμοῦ τε τοῦ 
 ἑνικοῦ, καὶ ἔνθεν προϲίεται αὐτὸ τὸ τρίτον ἑνικὸν τοῦ γράφειν,
καλὸϲ γράφει, καλὸϲ περιπατεῖ. καὶ ἐπεὶ πάλιν τὸ καλόϲ οὐ παρέμπτωϲιν χρόνου ϲημαίνει, ἀδιαφορεῖ τὸ ἐν διαφόροιϲ χρόνοιϲ ϲυντάϲϲεϲθαι. —

Ἔνθεν πάλιν τὰ τετμημένα τῶν ἐπιρρημάτων εἰϲ διαφόρουϲ χρόνουϲ τοῖϲ μὲν διαφόροιϲ
προϲώποιϲ καὶ ἔτι ἀριθμοῖϲ ϲυντάϲϲεται, οὐ μὴν τοῖϲ τοῦ 
 
 
 
 
 
 μέλλοντοϲ ἢ τοῦ ἐνεϲτῶτοϲ 
 
 οὐ μὴν πάλιν τὰ ἐν παρατάϲει τοῦ ὅλου χρόνου παραλαμβανόμενα, λέγω ἐπὶ τοῦ νῦν καὶ τῶν ὁμοίων.
— ὁμοίωϲ δὲ καὶ ὅϲα ϲημαινόμενον ἐγκλίϲεωϲ ἐπιδέχεται, λέγω τὸ
εἴθε ἢ ἄγε· ἡ γὰρ προϲτακτικὴ ἔγκλιϲιϲ ἀνεπίπλοκοϲ τῇ εὐκτικῇ, καὶ οὕτωϲ τὸ 
 
 
 
 
 εἴθε ἀφίϲταται τῶν προϲτακτικῶν καὶ τὸ ἄγε τῶν εὐκτικῶν. πάλιν οὖν ἀμοιρήϲαντα τὰ ἄλλα
ἐπιρρήματα τῆϲ τοιαύτηϲ ϲημαϲίαϲ ἀκώλυτον ἔϲχον ἐν ἁπάϲαιϲ ταῖϲ ἐγκλίϲεϲι ϲύνταξιν. τὴν τοιαύτην
ϲύνταζιν ἀκριβέϲτερον ἐν τῷ περὶ ἐπιρρημάτων ἐξεθέμεθα· περὶ ἧϲ ἔτι καὶ κατὰ τὸ δέον
πάλιν εἰρήϲεται.

Ἔϲτι καὶ ἐκ ϲυνδέϲμων τὸ τοιοῦτο παραϲτῆϲαι, ὡϲ εἰϲ οὐδὲν ἀναμεριζόμενοι τῶν προκατειλεγμένων ἀδιαφοροῦϲι τὰϲ ϲυνδέϲειϲ ποιεῖϲθαι πρὸϲ γένη διάφορα ἢ πτώϲειϲ ἢ διακρίϲειϲ προϲώπων. εἰ γοῦν τιϲ πάλιν μερικὴ γένοιτο ἐπ᾿
αὐτῶν διαφορά, ἀπολειφθείη ἂν πάλιν τῆϲ προκειμένηϲ ϲυντάξεωϲ διὰ τὸ ἐγκείμενον τοῦ ϲυνδέϲμου. ὑπὲρ
δὲ 
 τοῦ μὴ περὶ ϲυνδέϲμων ἄρτι λέγεϲθαι αὐτὸ μόνον ἑνὶ ὑποδείγματι 
 
 
 
 χρηϲόμεθα.

Ὁ δὲ ἄν ϲύνδεϲμοϲ αὐτὸ μόνον ἐκ τηρήϲεωϲ εἴρηται ὡϲ παρῳχημένοιϲ ϲυντάϲϲεται,
ἐξῃρημένου πάλιν τοῦ παρακειμένου.   ἐφ᾿ ἧϲ ϲυντάξεωϲ
εἰ ἔροιτό τιϲ, ἐν τῷ γράψω ἄν παρὰ τί τὸ ἀκατάλληλόν τάλληλον ἐγένετο, οὐκ ἔϲτι φάναι ἢ
μόνον ἐκ τῆϲ ἀντιλήψεωϲ, ὃ ἀκατάλληλόν ἐϲτιν· οὔτε γὰρ ἀριθμοῦ ἀνθυπαλλαγὴ οὕτε ἄλλου
του, ὃ δύναται διελέγξαι τὸ ῥῆμα μὴ ϲυμπληθυνόμενον ἢ ϲυγχρονούμενον ἢ ϲυνδιατιθέμενον. ἦν δὲ τὸ αἴτιον τοῦτο. τὰ γεγονότα τῶν πραγμάτων ὁ ϲύνδεϲμοϲ ἀναιρεῖν
θέλει, περιιϲτάνων αὐτὰ εἰϲ τὸ δύναϲθαι, ἔνθεν καὶ δυνητικὸϲ εἴρηται. τὸ μὲν γὰρ ἔγραψα
ἢ τὸ ἔγραφον ἢ τὸ ἐγεγράφειν 
 
 
 ἢ ἀπὸ μέρουϲ γεγονότα ἐϲτὶν ἢ καὶ ἔκπαλαι γεγονότα· ἔνθεν προϲέρχεται τοῖϲ δυναμένοιϲ
τὴν ὕλην αὐτοῦ παραδέζαϲθαι, ἔγραφον ἄν, ἔγραψα ἄν, ἐγεγράφειν ἄν, οὐ μὴν τῷ γράφω ἢ
γράψω· 'ὐ γὰρ παρῴχηται, ἵν᾿ ἐγχωρήϲῃ καὶ ἡ ἐκ τοῦ ϲυνδέϲμου ἀναίρεϲιϲ μὲν τοῦ γεγονότοϲ, ἐπαγγελία
δὲ τοῦ ἐϲομένου. καὶ ἐντεῦθεν δὲ πειθόμεθα ὅτι 
 
 
 
 
 οὐ παρῳχημένου ϲυντέλειαν ϲημαίνει ὁ παρακείμενοϲ, τήν γε μὴν ἐνεϲτῶϲαν, 
ὅθεν οὐδὲν δυνηϲόμενον γενέϲθαι παρεδέξατο καὶ διὰ τοῦτο ἀπροϲδεὴϲ τοῦ ἄν ϲυνδέϲμου ἐγεγόνει. ἐν τῇ
ϲυνδεϲμικῇ ϲυντάξει ἐντελέϲτερον τὰ τοιαῦτα δεδείξεται. ἀνιτέον μέντοι ἐπὶ τὸ προκείμενον.

Αἱ δὴ οὖν λέξειϲ, ὡϲ προείπομεν, ἀναμεμεριϲμέναι κατὰ τὰϲ ἰδίαϲ θέϲειϲ, τὰϲ ὁπωϲδήποτε παρεμπιπτούϲαϲ εἰϲ οὐκ ἐπιβάλλουϲαν θέϲιν διελέγχουϲιν
διὰ τῆϲ ἐξ αὐτῶν ἀκολουθίαϲ. παρὸν πιϲτώϲαϲθαι ὧν ἠπορήϲαμεν ἐν τοῖϲ προκειμένοιϲ καὶ
δι᾿ ὧν παραθηϲόμεθα. — τὸ ἐμοί ἐπὶ τρίτου οὐ τίθεται· ὑπὸ γὰρ ϲυζύγου τοῦ οἶ 
διελέγχεται. καὶ ϲαφὲϲ ὅτι καὶ τὸ οἶ οὐκ ἐπὶ πρώτου διὰ τὸν αὐτὸν 
 
 
 
 λόγον, ὡϲ οὐδὲ τὸ γράφω ἀντὶ τοῦ γράφει οὐδὲ μὴν τὸ γράφει ἀντὶ τοῦ γράφω. ὁ αὐτὸϲ
λόγοϲ καὶ ἐπὶ τῶν δευτέρων προϲώπων. πῶϲ οὖν ἡ αὐτόϲ τρίτου καθεϲτῶϲα ϲύνταξιν τὴν κατὰ
τὸ πρῶτον καὶ δεύτερον ποιεῖται; ἕνεκα τοῦ μὴ ἔχειν ἀκόλουθον πρόϲωπον κατὰ ϲυζυγίαν, ὃ ϲυνελέγξει
τὸ ἀλλότριον τοῦ προϲώπου. ἔνθεν γὰρ οἶμαι 
 ἐρρυηκέναι καὶ τὸ ἀκόλουθον πρὸϲ τὰ ἀναμεριϲθέντα μόρια ἐν τῇ δεούϲῃ ἀκολουθίᾳ.

καὶ ϲαφὲϲ ὅτι τὸ μὴ γενόμενον ἐν προϲώπου ἀκολουθίᾳ οὐδὲ παρὰ τὸ ἀκόλουθον τῶν
προϲώπων ἁμαρτήϲεται, γενόμενόν γε μὴν ἐν γένουϲ ἀκολουθίᾳ καὶ πτώϲεωϲ καὶ ἀριθμοῦ
οὐκέτι ϲυνοιϲθήϲέται παρὰ τὸ δέον τῶν προκειμένων· ἐμὲ γὰρ αὐτόν καὶ ἡμᾶϲ αὐτούϲ. —
ϲαφὲϲ δὲ πάλιν καὶ ἐκ τῶν ἄλλων ἀντωνυμιῶν, αἳ γένοϲ οὐ διακρίναϲαι ἀκώλυτον ἔχουϲι τὴν ἐν τοῖϲ
τριϲὶ γένεϲιν ὑπαγωγήν· φαμὲν 
 
 
 γοῦν ϲὺ αὐτόϲ ἢ ϲὺ αὐτή καὶ ἔτι ἐμοὶ αὐτῷ καὶ ἐμοὶ αὐτῇ, καὶ οὐ κακία τὸ
τοιοῦτο, ὅτι μὴ ἐνεχώρει τὸ δυνάμενον ἐλέγξαι τὴν 
κακίαν. — ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῆϲ οὗτοϲ καὶ ὅδε· πάλιν γὰρ ἀκώλυτον τὸ δ᾿ ἐγώ καὶ οὗτοϲ ἐγώ, καθὼϲ
προείπομεν. — λύεται δὲ 
 κἀκεῖνο τὸ ἄπορον, ὡϲ τὸ ἑαυτούϲ καὶ ἐπὶ πρῶτον ϲυνέτεινεν· ὅπερ ἦν ἂν ἐν κακίᾳ, εἰ
διηλέγχετο ὑπὸ τοῦ ἐμαυτούϲ ὡϲ παρὰ τὸ πρόϲωπον ἡμαρτημένον. ἀνεξέλεγκτον οὖν καθεϲτὼϲ ἀδεεϲτέραν
τὴν ϲύνταξιν κατὰ τῶν προϲώπων ἐποιήϲατο.

Καὶ ἐπὶ ῥημάτων δὲ ὁ αὐτὸϲ λόγοϲ. πᾶϲαι γοῦν αἱ ἐγκλίϲειϲ, μεριϲθεῖϲαι εἰϲ πρόϲωπα
καὶ ἀριθμούϲ, τὸ ἀκατάλληλον ϲυνελέγχουϲιν διὰ τῶν ἀριθμῶν καὶ τῶν προϲώπων· ἥ γε μὴν
ἀπαρέμφατοϲ τούτων ἀμοιρήϲαϲα ἐπιτρέχει καὶ ἐπὶ πάντα τὰ πρόϲωπα καὶ ἅπανταϲ τοὺϲ 
 
 
 
 
 ἀριθμούϲ, γράφειν ἐμέ, γράφειν ἡμᾶϲ, γράφειν ϲέ, γράφειν ὑμᾶϲ. καὶ ἐπεὶ πάλιν οὐκ
ἀμοιρεῖ διαθέϲεωϲ ἢ χρόνων, παρὰ τὴν τού. των ἐναλλαγὴν τὸ ἀνακόλουθον ἐπιδείκνυται.

φυϲικώτερον δέ πωϲ καὶ ψυχικῆϲ διαθέϲεωϲ ἡ ἔγκλιϲιϲ ἀμοιρήϲαϲα οὐκ
ἐμποδίζεται καὶ ἀντὶ παϲῶν ἐγκλίϲεων παραλαμβάνεϲθαι, προϲτιθεμένου τοῦ ἰδιώματοϲ τῆϲ
ἐγκλίϲεωϲ, καὶ πάλιν πᾶϲαν ἔγκλιϲ\ν εἰϲ ταύτην ὑποϲτρέφειν. τὸ γὰρ γράφε δύναται ἴϲον εἶναι τῷ
γράφειν ϲοι προϲτάϲϲω, ἀναγκαίωϲ 
 
 
 
 καὶ τοῦ προϲτάϲϲειν ἐγκειμένου καὶ τοῦ ἀντωνυμικοῦ· τούτων γὰρ ἠμοίρει τὸ
ἀπαρέμφατον· περιπατοίηϲ—εὔχομαί ϲε περιπατεῖν, γράφειϲ — ὁρίζομαί ϲε γράφειν. πρόδηλοϲ καὶ ἡ ἐκ
τούτων μετάληψιϲ, γράφοι Διονύϲιοϲ —ηὔξατο γράφειν
Διονύϲιον, γραφέτω Διονύϲιοϲι 
 — προϲέταξεν γράφειν Διονύϲιον. διὰ τί μέντοι αἱ ϲυνοῦϲαι πτώϲειϲ εὐθεῖαι πλάγιοι
γίνονται, ἀκριβώϲομεν ἐν τῷ περὶ ῥημάτων, ἐν ῷ καὶ διαληψόμεθα περὶ τῆϲ παρεπομένηϲ καθόλου
ϲυντάξεωϲ τῶν ἀπαρεμφάιῶν.

Παρὸν καὶ ἐκ τῶν μετοχῶν αὐτὸ πιϲτώϲαϲθαι, αἷϲ προϲδίδωϲι μὲν ἡ ἐκ τῶν ῥημάτων
μετάληψιϲ γένοϲ καὶ πτῶϲιν καὶ τὸν ἐν τούἔννοιαν. ἀριθμόν, ἀφαιρεῖται δ᾿ αὖ τὴν προϲώπου
διάκριϲιν καὶ ψυχικὴν ἔννοιαν. καὶ ἕνεκα τούτου παρὰ τὰ ἀφῃρημένα οὐχ ἁμαρτάνομεν, ἐν μὲν
προϲώποιϲγράψαϲ ἀνέϲτην, γράψαϲ ἀνέϲτηϲ, γράψαϲ ἀνέϲτη, ἐν δὲ ἐγκλίϲεϲι γράψαϲ
ἀναϲταίην, γράψαϲ ἀνάϲτηθι· τά γε μὴν ἐμμείναντα, λέγω διάθεϲιν ἢ χρόνων διαφοράν, τῷ
ἀκαταλλήλῳ λόγῳ ὑποπίπτει, εἰ παρὰ τὸ δέον ϲυνταγείη.

Ὁμόλογον δ᾿ ὅτι καὶ τὰ ϲυνεμπεϲόντα ἢ κατὰ γένοϲ ἢ πτῶϲιν 
 ἢ πρόϲωπον ἢ τι τῶν δυναμένων τὴν ταὐτότητα ἀπενέγκαϲθαι κατὰ
 
 
 
 
 φωνὴν ἀποϲτήϲεται τῆϲ τοῦ ἀκαταλλήλου κακίαϲ. ἔϲθ᾿ ὅτε γὰρ ἐν οὐ δεούῃ
ϲυντάξει καταγινόμενα μέτειϲιν ἐφ᾿ ἑτέραν ϲύνταξιν ἐν λόγῳ δυναμένην παραλαμβάνεϲθαι διὰ τὸ
ϲυγκεχυμένον τῆϲ φωνῆϲ. ἔϲτω γάρ τι ϲοφόϲ ἢ κλυτόϲ ἤ
τι τῶν δυναμένων ὑπὸ τριγένειαν πίπτειν, ἔϲτω δὲ καὶ τὸ θεόϲ ἤ τι τῶν δυναμένων κατὰ
κοινότητα μόνον ἀκούεϲθαι. ἐφ᾿  ὧν τῆϲ ϲυντάξεωϲ τὸ μὲν θεόϲ, κἂν ἐπὶ θηλυκοῦ τάϲϲηται,
 ἀνενδοίαϲτον κατὰ τὸ γένοϲ ἐϲτίν, οὖ γε μὴν τὸ κλυτόϲ ἢ ἄγριοϲ
ταὐτὸν πείϲεται. καὶ ἔνθεν γνωρίζεται τὸ 
 κλυτὸϲ Ἱπποδάμεια {Β 742} 
 καὶ 
 
 
 ἄγριον ἄτην {T 88} 
 ἐν ὑπαλλαγῇ γένουϲ καθεϲτῶτα. —

Δι᾿ ὃ καὶ τὸ παρ᾿ Ἀθηναίοιϲ μὰ τὼ θεώ οὐκ ἐν τῷ θεώ τὸ ϲχῆμα ἐπεδείξατο, ἐν δὲ τῷ
ϲυνόντι 
 
 
 
 
 ἄρθρῳ, ὃ οὐ κοινωνοῦν τῷ θηλυκῷ ἐδείκνυεν ὡϲ καὶ τὸ θεόϲ νῦν ἀρρενικόν
ἐϲτι· δῆλον γὰρ ὅτι, εἰ ἀφαιρεθείη τὸ ἄρθρον, καὶ τὰ τοῦ ϲχήματοϲ ἀποϲτήϲεται. οὐ γὰρ ὅμοιόν ἐϲτι τῷ 
 καλυψαμένω χρόα καλόν {Hesiod. opp. 198} 
 
 οὐδὲ τῷ 
 οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ {Θ 455}, 
 
 εἴγε τὰ τοιαῦτα δι᾿ αὐτῶν ἐπεδείξατο τὰ ϲχήματα, τὸ δὲ προκείμενον διὰ
τῆϲ τοῦ ἄρθρου παραθέϲεωϲ.

Προφανὴϲ ὁ λόγοϲ ἐπὶ ἁπάντων τῶν χρόνων, εἴγε τιϲ μὴ 
 ἐνδεέϲτερον τὴν τούτων διάκριϲιν γινώϲκοι. τὸ γράφω καὶ ἔγραφον ὁμόλογον ὅτι χρονικῶϲ
διαφέρει, καὶ οὐχ οἷόν τε φάναι ἐχθὲϲ γράφω, ἐπί γε μὴν παρατατικοῦ ἐχθὲϲ ἔγραφον. ὁμόλογον δὲ
κἀκεῖνό ἐϲτιν, ὡϲ τοῦ γράφω ἡ μετοχὴ γράφων ἐϲτίν, καὶ οὐχ οἷόν τε ἦν φάναι 
 
 
 
 
 ἐχθὲϲ γράφων, ὅτι μηδὲ ἐχθὲϲ γράφω. ἀλλ᾿ οὖν γε παρεδέξατο ἡ μετοχὴ τὸ ἐπίρρημα, καθὸ ϲυνέμπτωϲιν ἐπεδέχετο τὴν τοῦ παρατατικοῦ· φαμὲν γοῦν οὕτωϲ, ἔγραφον καὶ ἠνιώμην, ἐφ᾿ ἧϲ ϲυντάξεωϲ ἡ μετάληψιϲ γενήϲεται γράφων ἠνιώμην. — Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ἀπαρεμφάτων. πάλιν γὰρ τὸ γράφειν,
μεταληφθὲν ἐξ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ κατὰ τὴν αὐτὴν φωνήν, ἐν τῇ προκειμένῃ ϲυντάξει
τῶν ἐπιρρημάτων κατάλληλον ἀποτελεῖ λόγον οἶόν τε γὰρ φάναι ϲυνέβη ἐχθὲϲ γράφειν
Ἀπολλώνιον καὶ ϲυνέβη ϲήμερον γράφειν. οὔ γε μὴν ἐπὶ τῶν ἕνα χρόνον ὑπαγορευόντων τὸ τοιοῦτον ἂν
εὕροιϲ, λέγω ἐπὶ τοῦ γράψειν, γράψειν ἐχθέϲ· ἐπί γε μὴν πάλιν τοῦ ἀϲυνεμπτώτου, 
 λέγω τοῦ γράψαι, ϲυνέβη ἐχθὲϲ γράψαι Ἀπολλώνιον.

Ἔϲτι καὶ ἐπὶ διαθέϲεωϲ τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ καλούμενα μέϲα ϲχήματα ϲυνέμπτωϲιν
ἀνεδέξατο ἐνεργητικῆϲ καὶ παθητικῆϲ διαθέϲεωϲ, ὥϲ γε ἀκριβέϲτερον ἐπιδείξομεν ἐν τῇ
δεούϲῃ ϲυντάξει τῶν ῥημάτων, καὶ ἔνθεν οὐ παρὰ τὰϲ διαθέϲειϲ ἁμαρτάνεται. τὸ γὰρ ἐλουϲάμην καὶ ἐποιηϲάμην καὶ ἐτριψάμην καὶ τὰ τούτοιϲ ὅμοια ἔχει ἐκδηλοτάτην τὴν ϲύνταξιν ὁτὲ μὲν
ἐνεργητικήν, ὁτὲ δὲ παθητικήν, εἴγε τὸ ἔτριψα τοῦ ἐτριψάμην διαφέρει καὶ τὸ ἔλουϲα τοῦ
ἐλουϲάμην, παράκειται δὲ τῷ ἐποίηϲα τὸ ἐποιηϲάμην καὶ ἔτι τῷ προῆκα τὸ 
 
 
 
 προηκάμην. οἵ γε μὴν ἀπειρότερον περὶ τὰϲ τούτων διαφορὰϲ
καταγινόμενοι οἴονται ἔϲθ᾿ ὅτε παθητικὰϲ διαθέϲειϲ ἀντὶ ἐνεργητικῶν παραλαμβάνεϲθαι, οὐ
μικρὸν ἁμάρτημα προϲάπτοντεϲ τοῖϲ λόγοιϲ. τὸ γὰρ ἀντὶ
ἐνεργητικοῦ παθητικῷ χρῆϲθαι λόγου ἐϲτὶν τοῦ ἀκαταλλήλου· οὐκ ἂν γοῦν τιϲ τὸ φύϲει ἐνεργητικὸν ἢ τὸ
φύϲει παθητικὸν εὕροι ἂν ἐν ὑπαλλαγῇ τῶν διαθέϲεων, λέγω τὸ ἐποίηϲα ἀντὶ τοῦ ἐποιήθην ἢ
 τὸ ἐποιήθην ἀντὶ τοῦ ἐποίηϲα. ὁμόλογον οὖν τὸ 
 ἀμφοτέρω κεκοπώϲ {N 60} 
 ἢ 
 πεπληγὼϲ ἀγορῆθεν {B 264} 
 
 ἢ 
 
 ῥάβδῳ πεπληγυῖα {κ 238} 
 
 ἢ 
 
 ὅτι ῥα θνῄϲκονταϲ ὁρᾶτο {A 56}, 
 τὰ τούτοιϲ ὅμοια, ὡϲ διὰ τὸν προειρημένον λόγον τῆϲ μεϲότητοϲ οὐκ 
 ἀνθυπήλλακται κατὰ τὴν διάθεϲιν, κατὰ δὲ τὸν δέοντα λόγον τῆϲ ϲυντάξεωϲ ἐπ᾿ ἀμφοτέραϲ
τὰϲ διαθέϲειϲ ἔφθαϲαν.

Ἔcτι καὶ ἐπὶ ϲυνεμπτώϲεωϲ προϲώπων ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ νικῶ πρώτου ὂν προϲώπου
οὐ μετελεύϲεται ἐπὶ δευτέρου, καθ᾿ οὗ 
 
 
 ἔχει δεύτερον τὸ νικᾷϲ· ἀλλ᾿ ἐπεὶ πάλιν προϲτακτική τιϲ προφορὰ ἐν δευτέρῳ προϲώπῳ
ἀναμένει τὴν φωνήν, κἂν ἐπὶ δευτέρου τιθῆται, καταλληλότητα ἀναδέχεται, ὡϲ ἔφαμεν, γενόμενον
προϲτακτικόν. μέτειϲιν ὁ λόγοϲ καὶ μέχρι τοῦ τρίτου, ὃ δύναται
περιγράφεϲθαι τῆϲ ϲυνεμπτώϲεωϲ διὰ τὴν προϲιοῦϲαν τοῦ ῑ γραφήν· ὅμωϲ γοῦν ἀκουόμενον
ϲυνεμπίπτει τῇ πρὸϲ τὸ πρῶτον καὶ δεύτερον προφορᾷ, καὶ ἔϲτιν ἐν τῷ δέοντι λόγῳ, ἐὰν ἡ
ἐπακολουθοῦϲα αὐτῷ ἔγκλιϲιϲ ϲυνῇ, λέγω ἡ εὐκτική, ὡϲ ἔχει τὸ παρ᾿ Ἀλκμᾶνι 
 νικῷ δ᾿ ὁ κάρρων {frgm. 89 B4}, 
 
 
 καὶ ἔτι ἐν τῷ Ὁμηρικῷ 
 τρυπῷ δόρυ νήϊον ἀνήρ {ι 384}. 
 ϲαφὲϲ γὰρ ὅτι ἐν ὁριϲτικῇ ἐγκλίϲει ἀκατάλληλόν ἐϲτιν, ἐν δὲ τῇ εὐκτικῇ κατάλληλον, ὥϲ γε καὶ ἐν τοῖϲ προκειμένοιϲ τὸ μὲν νικῶ ἐγώ πρὸϲ τὸ 
 
 
 
 
 νικῶ ϲύ. ὁριϲτικὸν γὰρ ὂν ἀκατάλληλόν ἐϲτιν, χρὴ γὰρ νικᾶϲ ϲύ, προϲτακτικὸν δὲ
κατάλληλον. Ἀπόχρη τὸ παράδειγμα εἰϲ ἀφορμὴν τῶν παραπληϲίων τοῖϲ ἀνελλειπέϲτερον
κεκλικόϲι τὰ ῥήματα.

Ἔϲτι καὶ ἐξ ἀριθμοῦ τοῦ ἐν ὀνόμαϲιν ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ φίλων ἤ τι τῶν τοιούτων, γενικῆϲ ὂν
πληθυντικῆϲ τριγενείαϲ τε 
 τῆϲ ὑπούϲηϲ, ϲύνταξιν ἀπαιτήϲει κατὰ τὴν ταὐτότητα τοῦ προϲώπου γενικῆϲ πληθυντικῆϲ,
οὐκ ἐν γένει δυναμένην ἀκατάλληλον εἶναι διὰ τὸ ϲυγκεχυμένον τοῦ γένουϲ (οἷόν τε γὰρ φάναι φίλων
περιπατούντων καὶ φίλων περιπατουϲῶν), ἔν γε μὴν πτώϲει ἢ ἀριθμῷ,
εἰ φαίη τιϲ φίλων περιπατοῦνταϲ ἢ περιπατοῦντα· οὐ μὴν ἐν τῷ Φίλων περιπατῶν ἢ
περιπατεῖ, ἐπεὶ πάλιν εὐθεῖα ἑνικὴ ϲυνεμπέπτωκε. πάλιν γὰρ προφανὴϲ ὁ λόγοϲ ἐπὶ τῶν ὁμοίων.

Ἀλλὰ καὶ ἐπὶ ῥημάτων. τὸ γὰρ ἔλεγον καὶ τὰ ὅμοια ἑνικά 
 
 
 
 ἐϲτι πρώτου προϲώπου, ὅμοια ὄντα τῷ ἔγραψα, ἔλεξα. ἐφ᾿ ὧν εἴ τιϲ φαίη ἔλεξα ἐκεῖνοι,
ἀκατάλληλον λόγον παραϲτήϲει καὶ ἕνεκα τοῦ πρώτου προϲώπου καὶ ἕνεκα τοῦ ἀριθμοῦ, οὐ
μὴν ἐν τῷ ἔλεγον ἐκεῖνοι· πάλιν γὰρ ἡ ϲυνέμπτωϲιϲ ἡ πρὸϲ τὸ τρίτον πληθυντικὸν τὸ 
 ἀκατάλληλον παρῄτηται, καθὸ δέουϲα ϲύνταξιϲ γέγονεν ἡ πρὸϲ τὸ πληθυντικόν. Ὑπεξῃρήϲθω τὰ
Δωρικά· ἡ γὰρ παρ᾿ αὐτοῖϲ καταβιβαζομένη ὀξεῖα ἐπὶ πληθυντικῶν ἀφίϲτηϲι τὴν πρὸϲ τὸ
ἑνικὸν ϲυνέμπτωϲιν.

Ἔϲτιν καὶ κατὰ τὰϲ πτώϲειϲ τὸ τοιοῦτο παραϲτῆϲαι. τὰ γὰρ ἀναμεριϲθέντα εἰϲ πέντε πτώϲειϲ τὰϲ
ἀνθυπαλλαγὰϲ τῶν πτώϲεων ἐμφανίζει, 
 ἃϲ παραδεχόμεθα ἢ κατὰ τὸν τῶν ϲχημάτων λόγον, ἐθιμώτερον διαλέκτου τὸ τοιοῦτον
ἐνδειξαμένηϲ, ἢ ἀπαραδέκτουϲ ποιούμεθα κατὰ τὸν τοῦ ἀκαταλλήλου λόγον. οὐχ ὑποπίπτουϲα γὰρ ἀρχαικῇ
χρήϲει, ἀπειράκιϲ κατὰ τὸ αὐτὸ παρειλημμένη 
 
 τὸ 
 
 
 
 
 
 ἠέλιόϲ θ᾿, ὃϲ πάντ᾿ ἐφορᾷϲ {Γ 277}, 
 δόϲ, φίλοϲ {ρ 415}, 
 
 ῶ φίλτατ᾿ Αἴαϲ {Soph. Ai. 977 et 996}, 
 ἄπειρα τὰ τούτοιϲ ὅμοια, ἃ τὸ Ἀττικὸν ϲχῆμα παραϲτήϲει, καθότι, ὡϲ
ἔφαμεν, ἡ κλητικὴ ἕτερον τέλοϲ ἀπῄτει. ἢ ἀντεϲτραμμένωϲ, ὅτε ἡ 
 κλητικὴ ἀντ᾿ εὐθειῶν παραλαμβάνεται κατὰ Μακεδονικὸν ἔθοϲ ἢ Θεϲϲαλικόν, ὡϲ οἱ πρὸ ἡμῶν
τὸ τοιοῦτον ἐπιϲτώϲαντο, 
 αὐτὰρ ὁ αὖτε Θυέϲτ᾿ Ἀγαμέμνονι {B 107}, 
 
 ϲυνελέγχοντοϲ καὶ τοῦ ἄρθρου τὴν παραλλαγὴν τῆϲ πτώϲεωϲ. Ἀλλ᾿ ὁπηωίκα ἡ κλητικὴ καὶ ἡ
εὐθεῖα ϲυνεμπίπτει, εὐθέωϲ καὶ τὰ προκείμενα τῶν ϲχημάτων ἀφίϲτανται· οὐδετέρα γὰρ τῶν
πτώϲεων εἰϲ ἔλεγχον 
 
 
 τοῦ ϲχήματοϲ δύναται παραλαμβάνεϲθαι, οὔθ᾿ ὅτι ἡ κλητικὴ ἀντ᾿ εὐθείαϲ, 
οὐθ᾿ ὅτι ἡ εὐθεῖα ἀντὶ κλητικῆϲ.

Καὶ δῆλον ὅτι διὰ τὴν τοιαύτην ϲυνέμπτωϲιν Τρύφων ἐν τῷ περὶ προϲώπων {p 32 Vels. αἴτιοϲ ἀφορμῆϲ ἐγένετο τοῖϲ ἐθέλουϲιν πρὸϲ
αὐτὸν ἀντιλέγειν, οὐ παραδεξάμενοϲ τὴν ϲυνέμπτωϲιν τῆϲ εὐθείαϲ καὶ τῆϲ κλητικῆϲ ἐπὶ τῆϲ
ϲύ ἀντωνυμίαϲ. φηϲὶν γὰρ μόνηϲ εἶναι κλητικῆϲ διὰ ϲύνταξιν τὴν πρὸϲ τὸ δεύτερον πρόϲωπον τῶν
ῥημάτων· «ὡϲ γάρ φαμεν Ἀρίϲταρχε γράφε καὶ ἔτι ἐπὶ ὁριϲτικῆϲ προφορᾶϲ Ἀρίϲταρχε
ἀναγινώϲκειϲ ἢ καὶ κατ᾿ ἐπερώτηϲν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ϲὺ γράφε ἢ ϲὺ γράφειϲ τὴν
κλητικὴν ὁμολογεῖ». κἀκεῖνο δὲ παρατίθεται, ὡϲ ἡ μὲν εὐθεῖα ἐν τρίτῳ προϲώπῳ νοεῖται, γε μὴν κλητικὴ ἐν δευτέρῳ, οὗ ἐϲτι καὶ ἡ ϲύ· καὶ δῆλον ὅτι κατὰ τὸν λόγον τῆϲ
κλητικῆϲ. πιϲτοῦταί τε πρὸϲ τοὺϲ ζητήϲανταϲ, πῶϲ ἄν ϲυϲταίη κλητικὴ εὐθείαϲ μὴ οὔϲηϲ, τῷ
καὶ εὐθείαϲ μὲν οὔϲηϲ μὴ ὑπάρχειν κλητικὴν 
 
 
 ἐπὶ τῆϲ ἐκεῖνοϲ καὶ ἐπὶ τῆϲ αὐτόϲ καὶ ἐπὶ τῶν οὐ δυναμένων κλητικὴν ἐπιδέξαϲθαι.

Τὴν πρὸϲ αὐτὸν ἀντίρρηϲιν γενομένην ἐπιτομώτερον ἐκθηϲόμεθα, ἐκεῖνο ἔτι
προϲτιθέντεϲ, ὡϲ μᾶλλον παρακινδυνεύεται ἡ ϲύ ἀντωνυμία κατὰ τὴν τῆϲ κλητικῆϲ ϲύνταξιν ὡϲ οὐ δεόντωϲ
παρειλημμένη ἤπερ κατὰ τὴν τῆϲ εὐθείαϲ ;ύταξιν. ἔχει δὲ τὰ τοῦ λόγου οὕτωϲ. — 
 1. Τὸ πρῶτον, ὅτι μάτην ἡ ἐν τοῖϲ ὀνόμαϲιν εὐθεῖα παραβάλλεται τῇ τῶν ἀντωνυμιῶν· τοῦτο
γὰρ ἐξαίρετον ἔϲχεν ἡ ἀντωνυμία, τὸ καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ προϲώπῳ ἐν εὐθείᾳ παραλαμβάνεϲθαι,
οὐ δυναμένων τῶν ὀνομάτων τὸ τοιοῦτον ἀναδέξαϲθαι, καθὼϲ παρεϲτήϲαμεν. — 
2. Ἀλλ᾿ εἰ καθὸ δεύτερον πρόϲωπον, διὰ τοῦτο κλητική, οὐδὲν κωλύει καὶ τὰϲ ὑπολοίπουϲ τῶν πλαγίων
κατὰ δεύτερον πρόϲωπον κλητικὰϲ εἶναι· καθάπερ οὖν ἐκεῖναι ἀντ᾿ ὀνομάτων ἐν πλαγίᾳ
πτώϲει κεκλιμένων παρελήφθηϲαν, οὕτωϲ καὶ ἡ ϲύ ἀντ᾿ εὐθείαϲ. — 3. Εἰ τὸ ϲοὶ ὄντι ἀγαθῷ καὶ ϲὲ ὄντα
ἀγαθόν τῶν αὐτῶν πτώϲεων, δῆλον ὅτι καὶ τὸ 
 ϲὒ ὢν ἀγαθόϲ. — 4. Εἰ τὰ ῥήματα μιᾶϲ ϲυντάξεωϲ ἔχεται καὶ τὸ ἐγώ
εἰμι ὀρθῆϲ καὶ τὸ ἐκεῖνόϲ ἐϲτιν ὀρθῆϲ, δῆλον ὅτι καὶ τὸ ϲὺ εἶ τῆϲ αὐτῆϲ πτώϲεωϲ.

5. Εἰ τὸ εἶ οὐδέποτε κλητικῇ ϲυντάϲϲεται, εὐθείᾳ δέ, Ἀρίϲταρχοϲ εἶ,
γραμματικὸϲ εἶ, οὐ μὴν Ἀρίϲταρχε 
 
 
 
 εἶ οὐδὲ γραμματικὲ εἶ, πῶϲ οὐ δοθήϲεται ὅτι τὸ ϲὺ εἶ ἐν εὐθείᾳ ϲυντάξει ἐϲτίν; (οὐδὲ
γὰρ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἁπάντοτε αἱ εὐθεῖαι τῶν ὀνομάτων ἐν τρίτοιϲ καταγίνονται, καθὼϲ
ἐπεδείξαμεν ὅτι τὰ ὑπαρκτικὰ τῶν ῥημάτων τὰϲ εὐθείαϲ ϲυνεγκλείει εἰϲ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον).

6. Εἴπερ τὰ πρῶτα πρόϲωπα πληθυντικὰ ὄντα ϲύλληψιν ἀναδέχεται δευτέρου καὶ τρίτου
τῶν κατὰ τὴν αὐτὴν πτῶϲιν, ἡνίκα φαμὲν κατὰ μὲν μεριϲμὸν ἐμοὶ καὶ ϲοὶ καὶ Διονυϲίῳ 
 ἐλάληϲεν Τρύφων, κατὰ δὲ ϲύλληψιν ἡμῖν ἐλάληϲεν
Τρύφων, καὶ ἐπὶ τῶν λοιπῶν, πῶϲ οὐκ ἂν δοθείη τὸ ἐγὼ καὶ ϲὺ καὶ Τρύφων ἐν ταῖϲ αὐταῖϲ
πτώϲεϲιν καταγίνεϲθαι ϲυνόντοϲ πάλιν τοῦ κατὰ ϲύλληψιν πληθυντικοῦ ἐν εὐθείᾳ, ἡμεῖϲ
παραγινόμεθα.

7. Ἔcτιν κἀκ τῆϲ ϲυντάξεωϲ τῶν ϲυνδέϲμων παραϲτῆϲαι. ϲυνδεόμενα τὰ πτωτικὰ 
 
 
 
 
 
 
 κατὰ τὴν αὐτὴν κοινότητα τῶν ῥημάτων πάντωϲ καὶ τῆϲ αὐτῆϲ πτώϲεωϲ ἔχεται, ἢ ἐμοὶ
χαρίζεται Τρύφων ἢ ϲοὶ ἢ Διονυϲίῳ, ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ ϲοῦ Θέωνοϲ, καὶ ϲαφὲϲ ὅτι τὸ παρεμπῖπτον
 ἀλλότριον τῆϲ πτώϲεωϲ ἢ ϲολοικιϲμὸν ποιήϲει ἢ παρέμπτωϲιν ἑτέρου
ῥήματοϲ· ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ ϲοῦ ἢ Δίωνοϲ, διὰ τὴν κοινότητα 
 τοῦ ῥήματοϲ, ἐπεὶ οἷόν τε φάναι ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ ϲοὶ ὁμιλεῖ. ὁμολόγωϲ οὖν ἑνὸϲ
ὄντοϲ τοῦ ῥήματοϲ καὶ λόγου καταλλήλου ὄντοϲ δίδοται καὶ τὰϲ αὐτὰϲ πτώϲειϲ εἶναι. ἢ ἐγώ οὖν
ἀπέρχομαι ἢ ϲὺ ἤ Διονύϲιοϲ· καὶ εἰ μὲν ἀκατάλληλοϲ ὁ λόγοϲ, εἴη ἂν καὶ τὸ ϲύ ἑτέραϲ
πτώϲεωϲ, εἰ δὲ κατάλληλοϲ, δίδοται τὸ καὶ εὐθείαϲ εἶναι. —

8. Ἀλλ᾿ οὐδ᾿ ἐκεῖνο δίδωμι, ὡϲ καὶ τὸ ϲὺ γράφειϲ ἔχει ἐν κλητικῇ ϲυντάξει. τὸ γὰρ
τοιοῦτον οὐ παραϲτήϲει τὸ ϲύ, ὅτι καὶ εὐθείαϲ, ἀλλ᾿ ὅτι καὶ κλητικῆϲ· ὅπερ ἑνούμενον
εὐθείαϲ ἐϲτίν, ὅμοιον τῷ ἐγὼ γράφω 
 
 
 
 
 κἀκεῖνοϲ γράφει, ἐπεχόμενον δὲ κατὰ τὴν ϲύ καὶ ἐπιϲτρέφον τὸ προϲφωνούμενον κλητικὴν ὁμολογήϲει οὐ δεόντωϲ παρειλημμένην κατὰ τὸ
ἀντωνυμικὸν ἔθοϲ. ἐδείξαμεν γὰρ ὅτι οὐ δυναμένων τῶν ὀνομάτων παραλαμβάνεϲθαι ἐπενοήθη
τὸ μόριον· ἡ δὲ κλητικὴ τῶν ὀνομάτων φθάνει κατὰ δεύτερον πρόϲωπον, καὶ ϲαφὲϲ ὅτι ἐν
κλητικῇ περιϲϲὴ ἡ ἀντωνυμία ἐϲτίν.

οὐδὲ γὰρ ἔχει ἀπολογίαν ἥνπερ ἔϲχον αἱ κατὰ τρίτον πρόϲωπον
ἀντωνυμίαι, ὡϲ δυναμένων τῶν ὀνομάτων παρα λαμβάνεϲθαι περιϲϲαὶ αὗται ἐγένοντο· ἐφ᾿ ὧν ἦν ὁ λόγοϲ ὡϲ
ἕνεκα τῆϲ δείξεωϲ ἢ τῆϲ ἀναφορᾶϲ παρειλημμέναι εἰϲίν, καθὸ ἠδυνάτει πάλιν τὸ 
 ὄνομα τὸ τοιοῦτον ἐμφανίϲαι. παραλαμβανομένη γὰρ ἡ ϲύ κατὰ κλητικὴν οὔτε ἀναφορὰν
ἠδύνατο παραϲτῆϲαι, δευτέρου γὰρ προϲώπου, οὔτε τὴν δεῖξιν, καθὸ οἱ προϲφωνούμενοι
ἐπιϲτρέφονται καὶ οὐ δείκνυνται, ὅπου γε καὶ ἐπὶ τοὺϲ μὴ ὑπ᾿ ὄψιν πίπτονταϲ φθάνει ἡ κλητική. οἵ
 
 
 
 
 γ᾿ οὖν προϲφωνούμενοι διὰ τῆϲ ἀντωνυμίαϲ δυϲαναϲχέτωϲ ἔχουϲιν, ϲαφὲϲ ὅτι
ἐπιζητοῦντεϲ τὸ ἴδινο ὄνομα, καίπερ ἐπὶ τῶν ϲυζύγων ἀντωνυμιῶν τοῦ τοιούτου παρεπομένου· οὐ γὰρ
ἐνεχώρει ἡ ὀνοματικὴ θέϲιϲ, καθὼϲ ἐπεδείξαμεν. Πῶϲ οὖν ἡ οὐ δεόντωϲ παραλαμβανομένη ἀντωνυμία 
 παρώϲεται μὲν τὴν ἀναγκαίωϲ παρειλημμένην κατὰ δεύτερον πρόϲωπον ἐν εὐθείᾳ
πτώϲει, αὐτὴ δὲ ἀποίϲεται τὸ μόνηϲ εἶναι κλητικῆϲ; Περιϲϲὸν οἶμαι ἐπειϲάγειν ἄλλαϲ ϲυντάξειϲ τοῦ
λόγου ἀνενδοιάϲτωϲ ἀποδειχθέντοϲ.

Ἐκεὶνό γε μὴν οὐ δοκεῖ μοι παρέλκειν, τὸ καὶ ὑπὲρ τῶν ὑπολοίπων κλητικῶν, λέγω ἐν
ἀντωνυμίαιϲ, προϲδιαϲαφῆϲαι, ὡϲ κατὰ 10 τὸν αὐτὸν μὲν λόγον καὶ αἱ δυϊκαὶ καὶ αἱ πληθυντικαὶ cύνειϲι
καὶ ἐν κλητικῇ τοῦ αὐτοῦ ὑπόντοϲ λόγου, πάλιν ἐν ὁμοφωνίᾳ οὖϲαι ταῖϲ κατ᾿ εὐθεῖαν, οὔ
γε μὴν ἐν πρώτῳ ἢ τρίτῳ, καθότι οὔτε ἑαυτόν τιϲ προϲκαλεῖται οὔτε τὰ ἀπόντα καὶ κεχωριϲμένα τῶν
προϲώπων· κλητικὴ 
 
 
 
 γὰρ παρόντοϲ προϲώπου πτῶϲίϲ ἐϲτιν, τοϲαύτην ἔχοντοϲ ἀπόϲταϲιν ἐφ᾿ ἣν ἂν ἡ φωνὴ ϲυντείνειεν. ὀρθῶϲ οὖν οὔτε ἡ αὐτόϲ κλητικὴν ἔχει, ἄπεϲτι γάρ, οὔτε ἡ
ἐκεῖνοϲ· εἰϲ ἀπόϲταϲιν γὰρ προϲώπου ἐπενοήθη, ἥτιϲ μάχεται τῷ ἰδιώματι τῆϲ κλητικῆϲ. — ἡ
γοῦν οὗτοϲ, οὐ ταὐτὰ ἐπιδεξαμένη ταῖϲ προκειμέναιϲ ἀντωνυμίαιϲ, δεόντωϲ καὶ ἐπὶ κλητικῆϲ
τίθεται. δι᾿ ὃ καὶ μάτην κατεμέμψαντο τὴν τῶν ἀρχαίων χρῆϲιν, αὐτὸ μόνον ὑπολαβόντεϲ ὡϲ
τὸ τρίτον πρόϲωπον ἐν ἀντωνυμίαιϲ ἀπαράδεκτόν ἐϲτι κλητικῆϲ πτώϲεωϲ. ἦν δὲ οὐ τὸ τρίτον, τὸ δὲ
παρεπόμενον τῷ τρίτῳ, ἐπεὶ καὶ τὰ ὀνόματα τρίτου ἐϲτὶν προϲώπου καὶ οὐκ ἀμοιρεῖ 
 κλητικῆϲ πτώϲεωϲ.

Ἀκόλουθόν ἐϲτιν διαλαβεῖν καὶ περὶ τῶν ἐν ταῖϲ κτητικαῖϲ κλητικῶν. Αἱ μὲν οὖν τοῦ πρώτου
προϲώπου καὶ ἕνεκα τοῦ παρεπομένου 
 
 
 
 
 
 λόγου ϲυνίϲτανται καὶ ἔτι τῆϲ ϲυνούϲηϲ χρήϲεωϲ. οἷόν τε γὰρ προϲφωνεῖν τὰ ὑπακουόμενα
κτήματα, ὅπου γε καὶ ἐν εὐθείᾳ πρὸϲ πρόϲωπον λέγεται κατὰ τὰϲ ὑπαρκτικὰϲ ϲυντάξειϲ, ἡμέτεροϲ
ὑπάρχειϲ φίλοϲ, ἐμὸϲ εἶ γνώριμοϲ. 
 
 
 ἀλλὰ πατὴρ τεόϲ εἰμι {π 188} 
 
 
 ἔϲτι δὲ καὶ τὰ τῆϲ χρήϲεωϲ, ἡνίκα ὁ Νέϲτωρ τοὺϲ ἰδίουϲ παῖδαϲ προϲφωνεῖ 
 παῖδεϲ ἐμοί {γ 475}, 
 
 καὶ ἔτι παρὰ Καλλιμάχῳ 
 ὦ ἐμαὶ τοῦ ἀπιόντοϲ ἄγκυραι {fr. 97 Schn.}, 
 
 καὶ ἐπὶ τῆϲ ϲυλλαμβανούϲηϲ τοὺϲ ἄλλουϲ παῖδαϲ Ἀθηνᾶϲ 
 
 ὧ πάτερ ἡμέτερε Κρονίδη {Θ 31. α 45 et 81. ω 473}.

Ἥ γε μὴν κατὰ τρίτον ὑπὸ μὲν τοῦ λόγου ϲυνίϲταται· οἷόν τε
γὰρ τό τινοϲ κτῆμα προϲφωνεῖν , ὡϲ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῶν κτητικῶν
ὀνομάτων. καὶ ταῦτα γὰρ ἐν δυϲὶ τρίτοιϲ προϲώποιϲ καταγινόμενα ἔχει χρῆϲιν τῆϲ κλητικῆϲ,
Ἀριϲτάρχειε, Αἰάντειε, Τελαμώνιε. 
 ὅπερ ἂν ϲυμβαίη καὶ ἐπὶ τῶν ἀντωνυμιῶν· ϲυϲταίη γὰρ ἂν ἡ ϲφέτερε· οὔ γε μὴν τὰ τῆϲ
χρήϲεωϲ ἐγένετο ἡμῖν ἐμφανῆ.

Τὰ γὰρ ἐπὶ δευτέρου προϲώπου οὐ μόνον ἡ χρῆϲιϲ κατέλειψεν, ἀλλὰ καὶ ὁ λόγοϲ ἀδυνατεῖ ϲυνέχειν,
οὐχ, ὡϲ οἴεται Ἅβρων, ὅτι διάφοροϲ ὁ ἐπ᾿ αὐτοῖϲ
ἀριθμὸϲ γενήϲεται. «τὸ γὰρ ὑμέτερε», φηϲί, «πληθυντικὸν μὲν ἀκουϲθήϲεται κατὰ τὸν κτήτορα, ἑνικὸν δὲ
κατὰ τὸ κτῆμα· καὶ ϲαφὲϲ ὅτι δώϲει τὸ ὑπάρξαι κλητικὴν δευτέρου προϲώπου ἰϲαρίθμου καθεϲτώϲηϲ τῆϲ ἀντωνυμίαϲ, εἴ τιϲ φαίη ὦ ὑμέτεροι».

ἔϲτιν οὖν αἴτιον τοῦ μὴ ϲυνίϲταϲθαι τὴν ἀντωνυμίαν τὸ διάφορον τῆϲ πτώϲεωϲ, ἔχοντοϲ τοῦ λόγου οὕτωϲ. πᾶν πρόϲωπον πληθυντικὸν ϲυνέϲτηκεν ἐξ ἑνικῶν ὁμοιοπτώτων, ἐάν τε
κατὰ ϲύλληψιν διαφόρων προϲώπων, ἐάν τε καὶ ἐξ ὁμοειδῶν ϲυνεϲτήκῃ. διαφόρων μὲν οὖν προϲώπων, 
 
 
 
 
 
 ἐμὲ καὶ ϲὲ καὶ τοῦτον ἐθεάϲατο Τρύφων, ὃ γενήϲεται ἡμᾶϲ ἐθεάϲατο Τρύφων· ἐμοὶ καὶ ϲοὶ καὶ τοῖϲ περὶ Διονύϲιον ἐλάληϲεν Τρύφων, ὃ γενήϲεταιι ἡμῖν
ἐλάληϲεν ἐκ δὲ τῶν αὐτῶν προϲώπων ϲὲ καὶ ϲὲ ἐθεάϲατο Δίων — ὑμᾶϲ ἐθεάϲατο Δίων, τοῦτον
 καὶ τοῦτον μέμφομαι — τούτουϲ μέμφομαι. δεδομένου δὲ τοῦ τοιούτου δίδοται κἀκεῖνο, ὡϲ
πάντα τὰ δεύτερα πρόϲωπα προϲφώνηϲιν ἔχει τὴν πρὸϲ αὐτά, ὡϲ ἔχει τὸ ὑμῶν, ὑμᾶϲ. τὸ δὴ
οὖν ὑμέτεροι δευτέρουἐϲτὶν προϲώπου κατ᾿ ἄμφω τὰ πρόϲωπα· καὶ γὰρ προϲφωνοῦνται οἱ κτήτορεϲ ἕνεκα
τῆϲ ἐγκειμένηϲ ἀντωνυμίαϲ, καὶ τὰ κτήματα ἕνεκα τῆϲ ἐγγενομένηϲ κλητικῆϲ. ἀμφότερα οὖν
δεύτερα καθεϲτῶτα διάφορά ἐϲτιν κατὰ τὰϲ πτώϲειϲ, εἴγε γενικὴ μὲν ἔγκειται τῶν
κτητόρων, κλητικὴ δὲ τῶν κτημάτων. δι᾿ ὃ καὶ οὐκ ἀπερειδόμενοι μόνον πρὸϲ τὴν χρῆϲιν περιγράφομεν τὰϲ ἀντωνυμίαϲ, πρὸϲ δὲ τὸν ἐκτεθειμένον
λόγον.

Ἔτι δὲ καὶ ἡ χρῆϲιϲ τῆϲ ἐμόϲ τὸ κλητικὸν παρέωϲται, ὅπερ 
 
 
 ἦν ὁμόφωνον αἰτιατικῇ τῇ ἐμέ. καὶ ἴϲωϲ τοῦτο αἴτιον ἐγίνετο τῆϲ 
ἐλλείψεωϲ, καθὸ παραλαμβανόμενον ἔμφαϲιν ἀκαταλλήλου λόγου παριϲτάνει. δεόντωϲ γ᾿ οὖν Ἀττικῷ ϲχήματι
ϲυνεχρήϲατο ὁ ποιητὴϲ κατεπείξαντοϲ τοῦ λόγου παραλαβεῖν τὸ κλητικὸν ϲχῆμα ἐν τῷ 
 
 γαμβρὸϲ ἐμὸϲ θύγατέρ τε {τ 406}. 
 
 πῶϲ ἄρ᾿ οὐ δοθείη καὶ διὰ τὸν προεκκείμενον λόγον καὶ διὰ τὰ ϲυνυπάρχοντα αὐτῷ ἑνικὰ κατὰ
γένοϲ, οὐδετέρωϲ μὲν 
 
 τέκνον ἐμόν {λ 155}, 
 θηλυκῶϲ δὲ 
 μῆτερ ἐμή {λ 164}; 
 
 τούτων γὰρ ὑπαρχόντων ἀνάγκη καὶ τὸ ἀρϲενικὸν ϲυνυπάρχειν.

Εἴρηται ἡμῖν περὶ ϲυνεμπτώϲεωϲ τῆϲ ἐμοῦ, πότε κτητική ἐϲτι καὶ πότε πρωτόἡνίκα καὶ
περὶ τῆϲ ζηνοδοτείοιυ γραφῆϲ διαλαμβάνομεν. — πρόδηλόϲ τέ ἐϲτι καὶ ἡ ἐμοί ἀντωνυμία ϲυνεμπίπτουϲα
πληθυντικῇ ϲυνάρθρῳ καὶ δοτικῇ ἑνικῇ κατὰ πρῶτον καὶ δεύτερον, οὐ 
 μὴν κατὰ τρίτον· ὀρθοτονομένη γὰρ ἡ ἑνικὴ περιϲπᾶται, ἣ γε μὴν κτητικὴ ὀξύνεται. ϲαφὲϲ
δ᾿ ὅτι καὶ ἐγκλιθεῖϲαι αἱ πρωτότυποι ἀποβάλλουϲι τὴν ϲυνέμπτωϲιν. δι᾿ ὃ κἀκεῖνο τὸ ἀνάγνωϲμα οὐκ
ἐγκλινόμενον τὴν κτητικὴν ἀντωνυμίαν ϲημαίνει, 
 
 οἱ δὲ οἳ ἐβλάφθηϲαν {Ψ 387}· 
 
 ἐγκλιτικῶϲ γε μὴν ἀναγνωϲθέν, ἡνίκα ὀξύνομεν τὴν δέ ϲυλλαβήν, ἔθοϲ τηρεῖ Ὁμηρικὸν τὸ
δοτικὴν ἀντὶ γενικῆϲ παρειλῆφθαι.

Εἴπομεν καὶ περὶ ϲυνεμπτώϲεωϲ τῆϲ τῶν ἄρθρων, ὡϲ τὰ ὑποτακτικὰ ταῖϲ κτητικαῖϲ κατὰ
τρίτον πρόϲωπον ὁμοφωνεῖ, καὶ ὡϲ πάλιν διὰ τὸ τοιοῦτον πτωτικῶν μὲν ϲυνόντων κτητικαί εἰϲιν
ἀντωνυμίαι 
 τὰ τοιαῦτα, 
 
 
 
 
 
 ὃν γόνον {λ 234}, 
 οὕνεκ᾿ ἂρ᾿ οὐχ ῷ πατρί {ν 265}, 
 ᾧ θυμῷ εἴξαϲα {ε 126}, 
 
 ᾗ κεφαλ φορέειν {Π 800}, 
 ἦε ὃν αὐτοῦ χρεῖοϲ {α 409}. 
 
 ῥημάτων δὲ ἐπιφερομένων πάλινκατάλληλα τὰ ϲχήματα γίνεται ἀρθρικὴν ἀναδεξάμενα
ϲύνταξιν, εἴγε καὶ τὸ τοιοῦτον ἐδείχθη, ὡϲ καὶ τὰ ὑποτακτικὰ ἄρθρα ἐπὶ ῥῆμα φέρεται, 
 ἣ μυρί᾿ Ἀχαιοῖϲ ἄλγε᾿ ἔθηκεν {Α 2}, 
 τοῦ ἐξῆϲ ὄντοϲ ἢ ἔθηκεν μυρία κακὰ τοῖϲ Ἕλληϲιν· 
 
 ὅϲ ποτέ μ᾿ εἰρόμενοϲ {H 127}, 
 
 ὃϲ εἰρόμενόϲ με. 
 Δυϲέφικτόν ἐϲτιν τὴν ἐν ἅπαϲι τοῖϲ μέρεϲιν τοῦ λόγου ϲυνέμπτωϲιν παραθέϲθαι· ἀρκετὴ γάρ ἐϲτι καὶ
ἡ προκειμένη εἰϲ τὸ παραϲτῆϲαι τὴν ὑπόλοιπον ϲυνέμπτωϲιν.

Οὐ μὴν ἐκεῖνο ἄξιόν ἐϲτι παραλιπεῖν, δι᾿ ὅτι ἐπὶ μὲν ἀρϲενικῶν καὶ θηλυκῶν
 πληθυντικῶν προφανὲϲ γίνεται τὸ ἀκατάλληλον ποιουμένων 
 μένων ϲύνταξιν τὴν πρὸϲ τὸ ἑνικόν, εἰ φαίημεν οἱ ἄνδρεϲ λέγει, αἱ γυναῖκεϲ λέγει, οὐ
μὴν κατ᾿ οὐδετέραν προφοράν, κἂνμ τὸ αὐτὸ δηλούμενον ᾖ μόνον τοῦ χαρακτῆροϲ ἐνηλλαγμένου, εἰ φαίημεν
τὰ γύναια 
 
 
 
 
 λέγει. οὐδὲ γὰρ ἐκεῖνο τὸ ἄπορον ἐπιλύει, ὡϲ Βοιώτιόν ἐϲτιν ἔθοϲ, ὅμοιον τῷ παρὰ
Πινδάρῳ 
 ἀχεῖται ὀμφαὶ μελέων ϲὺν αὐλοῖϲ fr. 45, 18 Boeckh, 
 
 75, 18 Schroeder} 
 
 αὐτὸ γὰρ τοῦτο ἐπιζητεῖ ὁ λόγοϲ, ὡϲ λανθάνει τὸ ϲχῆμα τὸ τοῦ οὐδετέρου. ὅτι γὰρ οὐδὲν ἡ
τοῦ γένουϲ ϲύνταξιϲ ὑπεκλύει τὸν λόγον, ὡϲ ὅτι τὰ οὐδέτερα ἁρμόδιά ἐϲτιν τοῖϲ ἑνικοῖϲ, ϲαφὲϲ ἐκ τοῦ
ἐν μὲν τοῖϲ ἀπτώτοιϲ ἀδιαφορεῖν τὴν τῶν γενῶν ϲύνταξιν· πᾶν γὰρ μέροϲ λόγου ἄπτωτον μίαν
καὶ τὴν αὐτὴν ἔχει ϲύνταξιν ἅπαϲι τοῖϲ γένεϲιν. —

Ἕϲτιν δὲ καὶ οὕτωϲ φάναι. ἐδείξαμεν ἐν τοῖϲ προκειμένοιϲ ὡϲ 
 
 
 
 οὐδὲν μέροϲ λόγου γίνεται ἀκατάλληλον ἐν ᾧ μὴ διεκρίθῃ, ὡϲ τὰ ἐπιρρήματα ἐν ἀριθμῷ,
χωρὶϲ εἰ μὴ αὐτὰ δηλώϲειεν ἀριθμόν, οὐδ᾿ ἐν διαφόροιϲ χρόνοιϲ, χωρὶϲ εἰ μὴ αὐτὰ πάλιν
διαϲτείλειε χρόνον, ὡϲ ἐν τῷ χθέϲ, αὔριον καὶ ἄλλοιϲ οἷϲ παρεθέμεθα. οἱ ϲύνδεϲμοι ἀριθμὸν οὐκ
ἐπιδεξάμενοι οὐδὲ παρὰ τοὺϲ ἀριθμοὺϲ ἁμαρτάνονται, ἀλλ᾿ οὐδὲ γένοϲ. πρόδηλον 
 τὸ εἰρημένον ἐπὶ πάντων τῶν μερῶν τοῦ λόγου. τὰ δὴ ῥήματα γένοϲ μὲν οὐ διακρίνει, ἀριθμὸν δὲ καὶ πρόϲωπον καὶ ἄλλα περὶ ἃ καταγίνεται. οὐκ ἄρα ὀφείλει γινώϲκειν ἐν διαφόρῳ ϲχήματι τὸ οὐδέτερον καὶ
ἐν διαφόρῳ τὸ ἀρϲενικὸν ἢ θηλυκόν· πῶϲ οὖν φαμεν λέγουϲιν οἱ ἄνθρωποι καὶ λέγει τὰ
παιδία; εἰ δὲ ἀριθμὸν παρεμφαίνει, ϲαφὲϲ ὅτι ϲυμπληθυνθήϲεται τοῖϲ ϲυνοῦϲι
πληθυντικοῖϲ, καὶ δῆλον ὅτι τὸ 
 ϲπάρτα λέλυνται {B 135} 
 
 ἀναλογώτερον τοῦ 
 δοῦρα ϲέϲηπεν {B 135}. —

Παρὸν κἀκ τῶν πρώτων καὶ δευτέρων προϲώπων διελέγξαι τὸ 
 
 
 
 
 ϲχῆμα. εἰ γὰρ ὑγιὲϲ τὸ φάναι φιλοπονοῦμεν παιδία ὄντα, οὐχὶ φιλοπονῶ
παιδία ὄντα, καὶ ἔτι ἐπὶ δευτέρων προϲώπων ταὐτόν, πῶϲ οὐ δοθήϲεται ἄλογον μὲν καθίϲταϲθαι τὸ
φιλοπονεῖ παιδία ὄντα; Καὶ αὕτη μὲν ἀπόδειζίϲ ἐϲτιν τοῦ ὑγιοῦϲ λόγου.

Αἴτιον μέντοι ὑπολαμβάνω τοῦ παραδέξαϲθαι τὴν ἑνικὴν ϲύνταξιν τὰ ῥήματα οὐκ ἄλλο τι
ἢ τὴν ὁμοφωνίαν τῆϲ εὐθείαϲ ὡϲ πρὸϲ τὴν αἰτιατικήν, ὅπερ οὐ παρείπετο τοῖϲ τε ἀρρενικοῖϲ καὶ
θηλυκοῖϲ. δι᾿ ὃ καὶ ἐν τῇ εὐθείᾳ προφανὴϲ ἡ ἀκαταλληλότηϲ γίνεται ἐν τῷ οἱ ἄνδρεϲ
γράφει, οὐ μὴν ἐν αἰτιατικῇ· ἐν μεταβάϲει γὰρ τὸ πρόϲωπον νοεῖται τοῦ γράφει, ἄνδραϲ
γράφει. ἀναμεριϲθεῖϲαι οὖν αἱ πτώϲειϲ ἐν ἰδίαιϲ φωναῖϲ διέκριναν τό τε κατάλληλον καὶ τὸ
ἀκατάλληλον. οὐ τοῦ τοιούτου δὲ παρεπομένου κατ᾿ οὐδέτερον ϲχῆμα ϲυνέβαινε τὸ μὲν
ἕτερον φυϲικώτερόν πωϲ ἔχειν, λέγω τὸ κατ᾿ αἰτιατικήν, φέρε εἰπεῖν γράφει τὰ παιδία, ὡϲ εἰ καὶ
γράφει τοὺϲ παῖδαϲ· καὶ ἐπεὶ ἐν μὲν 
 τῷ ἀρϲενικῷ οὐχ αἱ αὐταὶ φωναί, γράφει γὰρ οἱ παῖδεϲ, ὅπερ ἦν ἀνακόλουθον,
ἐν δὲ τῷ οὐδετέρῳ ταὐτόν, τῇ πρὸϲ τὴν αἰτιατικὴν ὁμοφωνίᾳ 
 
 
 
 
 τὸ ϲχῆμα δύϲληπτον ἐποίει τὸ ἀκατάλληλον. —Ἐδείχθη ἄρα καὶ δι᾿
ὅτι ἀκατάλληλον καὶ δι’ ὅτι λανθάνει.

Ἐξῆϲ ῥητέον καὶ περὶ τῆϲ καθολικῆϲ ϲυντάξεωϲ τῶν ῥημάτων, 
 ἣν πάνυ διείληφα πολυμερεϲτάτην οὖϲαν δεῖϲθαι οὐ μετρίαϲ ἐπιϲτάϲεωϲ· 1. αἵ τε γὰρ
παρεπόμεναι ἐγκλίϲειϲ λόγον ἀπαιτήϲουϲι τῆϲ ϲυντάξεωϲ, καὶ 2. οἱ ἐν αὐταῖϲ
ἀναμεριϲθέντεϲ χρόνοι, καὶ 3. ἡ ϲυμπαρεπομένη διάθεϲιϲ, ἐνεργητικὴ οὖϲα ἢ παθητική, καὶ
ἡ μεταξὺ τούτων πεπτωκυῖα μέϲη, οὐ προϲχωροῦϲα οὐδετέρᾳ, κοὶ 4. τὰ ἐγγινόμενα πρόϲωπα ἐν τῷ καθόλου
ἢ μερικῶϲ ἢ οὐδ᾿ ὅλωϲ, καὶ 5. εἰ ἅπαϲιν ϲύμφωνοί εἰϲιν αἱ. δύο διαθέϲειϲ, ἥ τε ἐνεργητικὴ καὶ ἡ
παθητική, 6. τίνα τε αὐτῶν πλαγίαιϲ 
 θέλει ἐπαρτᾶϲθαι, καὶ πότερον ἀδιαφόρωϲ ἢ κατὰ μεριϲμὸν τὸν δέοντα τῶν πτώϲεων. εἰϲὶ
καὶ ἄλλαι ἰδικώτεραι ϲυντάξειϲ τῶν προκατειλεγμένων, ἃϲ κατὰ τὸ ἐπιβάλλον διακρινοῦμεν.

Ἡ ἀπαρέμφατοϲ ἔγκλιϲιϲ διϲτάζεται πρόϲ τινων εἰ ἔγκλιϲιϲ καὶ εἰ ὅλωϲ ῥήματα τὰ
ἀπαρέμφατα· «Τί γὰρ μὴ μᾶλλον ἐπιρρήματα ἐκ ῥημάτων γενόμενα;» καὶ εἴη ἂν τὰ ϲυνηγοροῦντα τῷ λόγῳ
τοιαῦτα. 
 «Τοῖϲ ῥήμαϲιν ἐξαίρετοϲ παρέπεται ἡ ψυχικὴ θιάθεϲιϲ, ὅπερ οὐ
ϲύνεϲτι 
 τοῖϲ ἀπαρεμφάτοιϲ, καὶ τὸ ἐν ἀριθμοῖϲ καὶ προϲώποιϲ καταγίνεϲθαι, ὧν τῆϲ διαφορᾶϲ οὐκ
ἔτυχεν τὸ ἀπαρέμφατον, καθὸ καὶ ἡ ἐξ αὐτῶν 
 
 
 
 μεταληφθεῖϲα μετοχὴ ϲτερουμένη τῶν προκειμένων καὶ τῆϲ τῶν ῥημάτων ἰδέαϲ ἀπεβλήθη. οὐ
γὰρ δή γε ὁ μεταϲχηματιϲμὸϲ τοῦ χρόνου ἐν τῷ γράφειν ἢ γράψαι καὶ ἔτι ἡ ϲυνοῦϲα διάθεϲιϲ
ϲυνάξει τὸ ῥήματα αὐτὰ πάντωϲ καλεῖϲθαι, ἐπεὶ ταὐτὸν ϲύνεϲτι τῇ μετοχῇ καὶ οὐ ῥήματα αἱ μετοχαί.»

Πόθεν δέ, ὅτι ἐπιρρήματα; 1. «Καθότι ἔγκλιϲιϲ μὲν διάφοροϲ 
 φοροϲ κατὰ ϲύνταξιν τοῦ αὐτοῦ προϲώπου οὐ παραλαμβάνεται· οὐ γάρ φαμεν γράφειϲ λέξαιϲ
τι τῶν τοιούτων μὴ δυναμένων παραλαμβάνεϲθαι, ἀλλά φαμεν θέλειϲ γράφειν, ἀναγινώϲκειν βούλει. — 2. ἴδιον δὲ ἦν ἐπιρρημάτων τὸ ϲὺν ῥήμαϲι παραλαμβάνεϲθαι προτακτικῶϲ ἢ ὑποτακτικῶϲ, ὅπερ
παρείπετο τῷ γράφειν θέλω, θέλω γράφειν, ὡϲ εἰ καὶ Ἑλληνιϲτὶ λέγω, λέγω Ἑλληνιϲτί. — 3.
καὶ ὡϲ 
 
 
 τὸ Ἑλληνιϲτί προϲλαβὸν τὸ λέγω ἀπαρτίζει τὸν λόγον, οὕτω τὸ γράφειν 
προϲλαβὸν τὸ θέλω. — 4. καὶ ὡϲ ἀδιαφορεῖ κατὰ παντὸϲ ἀριθμοῦ τὰ ἐπιρρήματα, οὕτωϲ καὶ τὸ γράφειν
θέλω ἢ θέλομεν. — 5. καὶ ὡϲ ἀδιαφορεῖ κατὰ τὰ πρόϲωπα,
Ἑλληνιϲτὶ λέγω, Ἑλληνιϲτὶ λέγειϲ, οὕτωϲ τὸ γράφειν θέλω, γράφειν θέλειϲ. — 6. καὶ εἰ ἀπὸ
ῥημάτων ἔϲθ᾿ ὅτε τὰ ἐπιρρήματα παράγεται, ὡϲ αὐτῷ τῷ Ἑλληνιϲτί τὸ ἑλληνίζω παράκειται,
οὐ κωλύει καὶ τὸ γράφω παρακεῖϲθαι τῷ γράφειν, οὐ μαχομένου τοῦ
διαφόρου χρόνου· δύναται γὰρ κατὰ χρόνον τὸ ἐπίρρημα ἀποτελεῖϲθαι, καθὸ ἔϲτιν ἐπινοῆϲαι κἀπὶ τῶν
μετοχῶν, εἴγε τῷ μὲν γράφω ἡ γράφων παράκειται, τῷ δὲ ἔγραψα ἡ γράψαϲ. τῷ γὰρ αὐτῷ λόγῳ καὶ τῷ γράφω τὸ γράφειν παρακείϲεται, τῷ τε ἔγραψα τὸ γράψαι.»

Ἄλλ᾿ ἔϲτιν γε πρὸϲ ταῦτα φάναι. καὶ πρὸϲ μὲν τὴν ϲύνταξιν 
 τοῦ θέλω γράφειν καὶ τῶν τοιούτων, ὡϲ οὐκ ἐν τῷ καθόλου δίδοται τὸ κατὰ τοῦ αὐτοῦ
προϲώπου διαφόρουϲ ἐγκλίϲειϲ μὴ παραλαμβάνεϲθαι· φαμὲν γὰρ ἐὰν ἀναγινώϲκῃϲ πρόϲεχε, ἐὰν διαλέγῃ
ἐπίϲτρεφε ϲεαυτόν, πρὸϲ τῷ μηδὲ ἐν τῷ καθόλου τὴν τοιαύτην ϲύνταξιν διήκειν· φαμὲν γὰρ προαιροῦμαι ἀναγινώϲκειν καὶ φιλῶ γράφειν, οὐ μὴν γελῶ γράφειν οὐδὲ ϲκάλλω λέγειν, ἅπερ
εἰ κατὰ τὸν λόγον ἦν τῶν ἐπιρρημάτων, οὐκ ἂν ἦν τι ἐμποδὼν τὸ τὰ ἐπιρρήματα ἐπὶ ῥήματα 
φέρεϲθαι.

Ἔϲτιν οὖν τῆϲ ϲυντάξεωϲ αἰτία ἥδε. τῶν ῥημάτων μέν ἐϲτιν ἐμπεριεκτικὰ πραγμάτων,
ἐφ᾿ ἃ καὶ ἡ ὁριϲτικὴ ἔγκλιϲιϲ ἐπερείδεται καὶ αἱ ὑπόλοιποι, ὡϲ τὸ γράφω, ἐρέϲϲω, τύπτω·
ἃ δὲ 
 
 
 
 αὐτὸ μόνον προαίρεϲιν ψυχῆϲ ὁρίζεται, ἐλλείποντα τῷ πράγματι, ὡϲ τὸ θέλω,
βούλομαι, προθυμοῦμαι, ἃ δὴ ὡϲπερεὶ κενὰ ὄντα ἀναπληροῦνται   τῇ τοῦ πράγματοϲ παραθέϲει, ὅπερ οὐκ ἄλλο τί ἐϲτιν ἢ τὸ προκείμενον ἀπαρέμφατον,
γενικώτατον καθεϲτὼϲ τῶν ἄλλων ῥημάτων, 
 ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, θέλω περιπατεῖν, βούλομαι γράφειν. τά γε μὴν ἀπειληφότα διὰ
τοῦ ἐπακολουθοῦντοϲ ὁριϲμοῦ τὸ πρᾶγμα ἀπροϲδεῆ καθειϲτήκει ὡϲ πρὸϲ τὴν ϲύνταξιν τῶν
ἀπαρεμφάτων· ἐγκειμένου γὰρ τοῦ τύπτειν ἐν τῷ τύπτω περιϲϲὸν τὸ ἐπάγειν ἕτερον πρᾶγμα, τύπτω
γράφειν, οὐ μὴν ἐν τῷ θέλω γράφειν.

Καθὼϲ ἔφαμεν, ἔϲτιν γενικωτάτη ἡ τῶν ἀπαρεμφάτων ἔγκλιϲιϲ, ἀναγκαίωϲ λείπουϲα τοῖϲ
προδιαπορηθεῖϲι, τοῖϲ προϲώποιϲ καὶ τῷ παρεπομένῳ ἀριθμῷ, ὃϲ οὐ φύϲει
παρέπεται τῷ ῥήματι, παρακολούθημα 
 
 
 
 
 δὲ γίνεται προϲώπων τῶν μετειληφότων τοῦ πράγματοϲ. αὐτὸ γὰρ τὸ πρᾶγμα ἕν
ἐϲτιν, τὸ γράφειν, τὸ περιπατεῖν· ὅπερ ἐγγινόμενον ἐν προϲώποιϲ ποιεῖ τὸ περιπατῶ, τὸ περιπατοῦμεν,
τὸ περιπατοῦϲιν. — Οὐδὲ γὰρ ἐκεῖνο ἀληθεύϲει, ὡϲ τὸ ῥῆμα δεκτικόν ἐϲτιν προϲώπων πάλιν
γὰρ ἐκ τοῦ παρεπομένου τὸ τοιοῦτον ἐπεγένετο. τὰ γὰρ πρόϲωπα τοῦ πράγματοϲ εἰϲ πρόϲωπα
ἀνεμερίϲθη, περιπατῶ, περιπατεῖϲ, περιπατεῖ· αὐτό γε μὴν ἐκτὸϲ ὂν προϲώπων καὶ ἀριθμῶν 
ϲυμφέρεται ἅπαϲιν ἀριθμοῖϲ καὶ ἅπαϲι προϲώποιϲ. — Ἀλλ᾿ οὐδὲ ψυχικὴν διάθεϲιν τὸ ῥῆμα ἐπιδέχεται.
πάλιν γὰρ τὰ μετειληφότα πρόϲωπα τοῦ πράγματοϲ τὴν ἐν
αὑτοῖϲ διάθεϲιν ὁμολογεῖ διὰ τοῦ ῥήματοϲ· τὰ δέ, 
 ὡϲ οὐκέτι ἐγγενόμενα ἐν προϲώποιϲ, οὐδὲ τὸ ἐν τούτοιϲ
ἐπιγενόμενον ἐνδιάετον τῆϲ ψυχῆϲ ὁμολογεῖ.

Ἴδιον οὖν ῥήματόϲ ἐϲτιν ἐν ἰδίοιϲ μεταϲχηματιϲμοῖϲ διάφοροϲ χρόνοϲ
διάθεϲίϲ τε ἡ ἐνεργητικὴ καὶ παθητικὴ καὶ ἔτι ἡ μέϲη· ὧν πάντων μετέλαβεν τὸ γενικώτατον ῥῆμα, λέγω
 
 
 
 
 
 τὸ ἀπαρέμφατον, ἐπεὶ εἴπερ τῇ φύϲει ἦν ἀπαρέμφατον, πῶϲ ταῦτα παρεμφαίνει; ἔϲτι γοῦν
ἐπινοῆϲαι τὸ γενικώτατον ὄνομα ἐν θέϲει ἰδίᾳ καταγινόμενον ἢ κοινῇ ἐν πτώϲει τῇ
παρεπομένῃ, ἐν γένει τῷ δέοντι· τό γε μὴν ἰδικώτατον καταγίνεϲθαι ἐν πατρωνυμικῇ ἐννοίᾳ ἢ ἐν κτητικῇ
καὶ ἔτι ταῖϲ ὑπολοίποιϲ· καὶ δῆλον ὅτι οὐκ ἂν θαρρήϲειέ τιϲ φάναι μὴ εἶναι ὄνομα ὃ μή
ἐϲτιν πατρωνυμικὸν ἢ κτητικὸν ἤ τι τῶν ὑπὸ τοιοῦτο πιπτόντων. τούτῳ οὖν τῷ λόγῳ
παραδεξόμεθα τὸ ὁριϲτικὸν ῥῆμα καὶ εὐκτικὸν καὶ ἔτι τὰ ὑπόλοιπα εἴδη τοῦ γενικοῦ ῥήματοϲ, ὃ δὴ οὐ
πάντωϲ ϲτερήϲεται τοῦ μὴ ῥῆμα εἶναι, ἐὰν μὴ ὑπαγορεύῃ τὴν ἰδικὴν 
 ϲημαϲίαν.

Ἕϲτιν καὶ οὕτωϲ ἐπιδεῖξαι. Καθόλου πᾶν παρηγμένον ἀπό τινοϲ ἀνάλυϲιν ἔχει τὴν πρὸϲ τὸ πρωτότυπον
μετὰ λέξεωϲ τῆϲ ϲημαινούϲηϲ 
 
 
 
 
 ταὐτὸν τῇ παραγωγῇ. παρὰ τὴν Ἕκτοροϲ γενικὴν ἀποτελεῖται τὸ Ἑκτορίδηϲ, ᾧ καὶ
προϲγίνεται τὸ υἱόϲ, καὶ διὰ τοῦτο ἀναλύεται εἰϲ τὸ Ἕκτοροϲ υἱόϲ.
παρὰ τὸ γοργόϲ ἀποτελεῖται τὸ γοργότεροϲ προϲγινομένου
τοῦ μᾶλλον, ὃ δὴ πάλιν ἀνάλυϲιν ἔχει εἰϲ τὸ γοργὸϲ μᾶλλον. παρὰ τοὺϲ ἵππουϲ ἐμπεριεκτικόν τι
ἀποτελεῖται, τὸ ἱππών, 
 ὃ δὴ πάλιν ἀναλύεται εἰϲ τὸ ἵππουϲ ϲυνέχον. καὶ περιϲϲὸν ἂν εἴη εἰϲ τὸ τοιοῦτο
παρατίθεϲθαι· δῆλον γὰρ τὸ εἰρημένον. Καὶ δὴ πᾶϲα ἔγκλιϲιϲ οὐκ εἰϲ ἄλλο τι μεταλαμβάνεται ἢ εἰϲ
ἀπαρέμφατον μετὰ λέξεωϲ τῆϲ ϲημαινούϲηϲ ταὐτὸν τῇ ἐγκλίϲει, ὅτε οὕτωϲ φαμέν, περιπατῶ
—ὡριϲάμην περιπατεῖν, περιπατοῖμι — ηὐξάμην περιπατεῖν, περιπάτει — προϲέταξα
περιπατεῖν. Πῶϲ οὖν οὐ βίαιον τὸ τὰ ϲυνεκτικώτατα τῶν ἁπάντων ῥημάτων περιγράφειν τῆϲ τῶν ῥημάτων
ἐννοίαϲ;

Οὐ λέληϲμαι ὡϲ ἐν ἑτέροιϲ ϲυμφερόμενόϲ τιϲι τὴν ὁριϲτικὴν ἔγκλιϲιν παρεδεχόμην ὡϲ πρωτεύουϲαν τῶν ἄλλων.
ἀλλ᾿ οὖν γε ἡ ἀκριβὴϲ ἐξέταϲιϲ τοῦ λόγου κατηνάγκαϲε τὸ μεταθέϲθαι, ϲυγχωρουμένου 
 
 
 
 ἐκείνου, ὡϲ δεόντωϲ ἀπὸ τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ ἀρχόμεθα, οὐχ ὡϲ πρώτηϲ
οὔϲηϲ, ὡϲ δὲ ἐκφανεϲτάτηϲ οὔϲηϲ καὶ πολλῆϲ καὶ δυναμένηϲ διδάξαι καὶ τὰϲ ἐγγενομέναϲ ϲυνεμπτώϲειϲ
καὶ τὰ ἐγγενόμενα πάθη καὶ παραγωγάϲ, οὐδὲ τοῦ τοιούτου μαχομένου, καθὸ ἐν τοῖϲ τοιούτοιϲ 
 ἐλλειπεϲτέρα ἡ ἀπαρέμφατοϲ ἔγκλιϲιϲ, εἴγε καὶ τὰ πρωτότυπα τῶν λέξεων ἐν ἐλάττονι
καταγίνεται ὕλῃ τῶν παραγωγῶν.

Οἶμαι δὲ καὶ τὸ Ὁμηρικὸν ἔθοϲ, ἐκϲτὰν τῆϲ προϲτακτικηϲ 
 ϲυντάξεωϲ, δεόντωϲ ἀνθυπαλλάξαι τὴν ἀπϲρέμφατον
ἔγκλιϲιν, οὖϲαν γενικήν εἰϲ ἣν καὶ ἐδείχθη ἅπαντα τὰ ἰδικὰ μεταλαμβανόμενα. Οὕτωϲ γὰρ
ἔχει καὶ ἡ ἐπιϲταλτικὴ ϲύντοξιϲ, Τρύφων Θέωνι χαίρειν, τοῦτο διαφέρουϲα τῆϲ Ὁμηρικῆϲ ϲυνηθείαϲ, καθὸ
ἡ μὲν ἐπὶ τὸ προϲτακτικὸν 
 φύϲει καταφέρεται, καὶ οἷόν τέ ἐϲτιν ἐπ᾿ αὐτῆϲ τὰ προϲτακτικὰ παραλαμβάνειν, προϲῆπται
μέντοι τῷ δοθέντι ϲχήματι τοῦ λόγου· οὐ μὴν ἔτι τὸ ἐν τῇ ἐπιϲταλτικῇ ϲυντάξει ἠδύνατο τοιοῦτον
παραδέξαϲθαι. ἔχει γὰρ ὁ λόγοϲ οὕτωϲ.

Εἴπομεν ὡϲ ἀναγκαίωϲ ἡ εὐθεῖα τῶν κυρίων ὀνομάτων παραλαβάνεται· ἀλλὰ καὶ ἡ δοτική,
ἣν περιποιεῖται ἡ τοῦ λόγου ϲύνταξιϲ, 
 
 
 
 
 οὐ δυναμένη τὴν προϲτακτικὴν ἔγκλιϲιν παραδέξαϲθαι, ἀλλ᾿  οὐδ᾿ ἄλλην τινά. ἔϲτι γὰρ τῷ
Διονυϲίῳ χαίρειν ἐν ἶϲῳ τὸ Διονύϲιε χαῖρε, ὅπερ οὐ δύναται ἐγχωρῆϲαι, ἐπεὶ ἡ προϲτακτικὴ ἔγκλιϲιϲ
καὶ ἔτι ἡ κλητικὴ πτῶϲιϲ ἐπὶ παροῦϲι τοῖϲ προϲώποιϲ ϲύνεϲτιν, ᾧ δὲ τὰ τοῦ 
λόγου ἐπιϲτέλλεται, ἄπεϲτι, καὶ αὐτὸϲ δὲ ὁ ἐπιϲτέλλων παρὼν ἀπόντοϲ ϲύνταξιν ποιεῖται. ἡ γὰρ εὐθεῖα
τῶν ὀνομάτων δέδεικται ὡϲ τρίτον ἐϲτὶν πρόϲωπον. (ἐδείξαμεν γὰρ ὡϲ οὐ προϲεχώρει ἡ ἐν
εὐθείαιϲ ἀντωνυμικὴ ϲύνταξιϲ, ἐν δείξει οὖϲα τῶν
παρόντων προϲώπων. ὃ πάλιν οὐκ ἐνεχώρει τῷ λόγῳ, εἴγε ἀμφότερα τὰ
πρόϲωπα οὐχ ὁρώμενά ἐϲτιν, τό τε τοῦ ἐπιϲτέλλοντοϲ καὶ τὸ τοῦ ἐπιϲτελλομένου.) ϲυνούϲηϲ
οὖν 
 
 
 
 τῆϲ εὐθείαϲ καὶ ἔτι τῆϲ δοτικῆϲ κατὰ τὸ τρίτον πρόϲωπον ἀνάγκη πᾶϲα καὶ τὰ ϲυνταϲϲόμενα
ῥήματα ἐν τρίτῳ καταγίνεϲθαι, καὶ ϲυντάϲϲεϲθαι οὐκ ἐν ἄλλῃ γε πτώϲει ἢ τῇ εὐθείᾳ.

Τό γ᾿ οὖν προκείμενον ῥῆμα ἐπὶ τὴν εὐθεῖαν ϲυντείνει εν · Ἀπολλώνιοϲ Διονυϲίῳ χαιρέτω ἢ καὶ ἔτι χαίρει ἢ χαίροι. ἀλλ᾿ ἵνα δῶμεν τὰ τοῦ λόγου
κατάλληλα εἶναι, ἐκεῖνο ϲαφέϲτατόν ἐϲτιν, ὅτι τὸ κατὰ τὴν εὐθεῖαν μετέλαβεν τοῦ χαίρειν,
οὐχὶ τὸ κατὰ δοτικήν· ἦν γε μὴν τοὐναντίον τὸ προϲχωροῦν τῷ ἐπιϲτελλομένῳ τὸ χαίρειν,
ὡϲ εἰ καὶ τοῖϲ ὑπ’ ὄψιν ϲυνοῦϲίν φαμεν τὸ χαῖρε, οὐχ ἑαυτοῖϲ προϲτιθέντεϲ τὸ χαίροιμι ἢ χαίρω. οὐ
δυναμένου οὖν τοῦ τοιούτου παραλαμβάνεϲθαι ἀνάγκη πᾶϲα εἰϲ τὸ γενικὸν 
 ἀπαρέμφατον μεταλαμβάνεϲθαι τὴν ϲύνταξιν, ϲυνηθέϲτερον ὑπακουομένηϲ τῆϲ ϲυντάξεωϲ τῆϲ
λέγει ἢ εὔχεται, Τρύφων Θέωνι λέγει χαίρειν, ϲυνήθωϲ καὶ ἅλλων ὑπακουομένων, ὡϲ 
 κόπτων ἀμφοτέρῃϲιν {ϲ 28 }, 
 
 
 
 
 ὕει, βροντᾶ. ἐξαιρέτωϲ γε μὴν καὶ τῶν ῥημάτων αἱ ἐγκλίϲειϲ ἔχουϲιν 
ἐγκείμενα ῥήματα, καθὼϲ ἐδείξαμεν ὅτι ἐν τῷ χαίροιϲἔγκειται τὸ εὔχεϲθαι, ἐν τῷ χαῖρε τὸ προϲτάξαι,
ἅπερ μετὰ τῶν ἀπαρεμφάτων παραλαμβάνεται, ὁπηνίκα καὶ ἐγκλίϲειϲ
εἰϲ αὐτὰ μετατίθενται.

Τὸ δὲ οὖν Διονυϲίῳ 
 χαίρειν ἔχει ϲυνυπάρχον ῥῆμά τι τῶν προκειμένων, φέρε εἰπεῖν τὸ εὔχεται ἢ λέγει, ὅπερ
ϲυνηθέϲτερον· ἔννοιαν γὰρ προϲτακτικωτέραν ὑπαγορεύει, ᾗ καὶ ἐν δευτέροιϲ προϲώποιϲ
ϲυγχρώμεθα τὴν εὐκτικὴν παραπεμπόμενοι, οὕτωϲ ἐχόντων καὶ τῶν Ὁμηρικῶν 
 ἄνδρα μοι ἔννεπε, Μοῦϲα {α 1}, 
 
 χαῖρε, ξεῖνε {θ 461}, 
 
 μῆνιν ἄειδε, θεά {Α 1} 
 ἐνθένδε γὰρ καὶ προειλόμην φάναι ὡϲ ἀντὶ προϲτακτικῶν τὰ ἀπαρέμφατα παρείληπται κατὰ τὴν
τοιαύτην ϲύνταξιν. — ϲαφὲϲ γὰρ ὅτι καὶ τῷ 
 
 
 
 ὑπακουομένῳ ῥήματι προϲχωρεῖ τὰ τῆϲ αὐτοτελείαϲ. οὐ γὰρ ἡ ἐξ ἀπαρεμφάτου ϲύνταξιϲ
κατακλείει λόγον, εἰ μὴ ἀναπληρωθείη δι᾿ ὧν ἀπαρέμφατόϲ ἐϲτι. τὸ δὴ οὖν Θέων Ἀπολλωνίῳ χαίρειν οὐκ
ἂν εἴη αὐτοτελέϲ, εἰ μή, ὡϲ εἴπομεν, τὸ ϲυνυπάρχον ἐγκέοιτο ῥῆμα. Καὶ τοϲαῦτα μὲν περὶ
τῆϲ ἐπιϲταλτικῆϲ ϲυτάξεωϲ.

Ἐχομένωϲ ῥητέον καὶ περὶ τῆϲ ὑπολοίπου ϲυντάξεωϲ τῶν 
 ἀπαρεμφάτων. Τὸ δεῖ γράφειν, δεῖ ἀναγινώϲκειν, χρὴ φιλολογεῖν καὶ τὰ τούτοιϲ ὅμοια
ϲαφὲϲ ὅτι τῆϲ ἐπιϲταλτικῆϲ ϲυντάξεωϲ διαφέρει. ἐκείνη μὲν γὰρ ἀπροϲδεὴϲ τῶν προκειμένων μορίων, λέγω
 τοῦ χρή καὶ τοῦ δεῖ ἡ δὲ οὐ ϲυγκλείει διάνοιαν χωρὶϲ τούτων, δεῖ
 ἀναγινώϲκειν Τρύφωνα, δεῖ ἀκούειν ϲου, χρὴ ὁμιλεῖν Τρύφωνι. 
 καὶ τί ποτε τὸ ποιοῦν ἐϲτιν ἐν μὲν τῇ ἐπιϲταλτικῇ ϲυντάξει τὸ ἀκατάλληλον, ἄξιον
διαλαβεῖν, προευκρινηθέντοϲ γε τοῦ τοιούτου, λέγω δὴ τοῦ τίνι μέρει λόγου ὑπαχθήϲεται τὸ χρή καὶ τὸ
δεῖ. περὶ ὧν καὶ ἐν τῷ περὶ ἐπιρρημάτων ἀπαιτοῦντοϲ τοῦ λόγου ἐξεθέμεθα· καὶ νῦν δὲ ἐπιτομωτέρᾳ χρηϲόμεθα φράϲει ὑπὲρ τοῦ ταὐτὸν ϲυμπαραϲτῆϲαι, εὔλογον ἡγούμενοι ἀνελλειπῆ τὴν
πραγματείαν καθίϲταϲθαι.

Ἡ μὲν οὖν ϲυνηγορία τοῦ τὰ προκείμενα μόρια ἐπιρρήματα εἶναι γένοιτ᾿ ἂν τοιαύτη. «1. Καθάπερ τῆϲ
εὐκτικῆϲ ἐγκλίϲεωϲ ἐπί τινοϲ ϲυντάξεωϲ προηγεῖται ἐπίρρημα τὸ εἴθε καὶ ἐπὶ τῆϲ
προϲτακτικῆϲ τὸ ἄγε, τοῦτον τὸν τρόπον καὶ ἐπὶ τῆϲ ἀπαρεμφάτου ἡγήϲεται τὸ χρή καὶ τὸ
δεῖ ἐπιρρήματα.

2. Οὐδὲ γὰρ ἐκεῖνό τιϲ οἰήϲεται, ὡϲ ϲύνδεϲμοί εἰϲιν, καθὸ οὐ
ϲυνδέουϲιν ἐπιφορὰν ἑτέρου λόγου, ὅπερ ἴδιον ϲυνδέϲμων, ἐμφαίνουϲίν τε ἐπίταϲιν ὡϲ καὶ τὸ μάλα ἢ
ἄγαν, καὶ ἔτι ἐν ϲυνθέϲει τοιαύτῃ καταγίνονται, ἣ οὐ παρακολουθεῖ ϲυνδέϲμοιϲ, ῥήμαϲι δὲ ἢ
ἐπιρρήμεϲιν· φαμὲν γὰρ ἀποδίϲ, ἀπεχθέϲ, ἀπῆλθεν, ἄπεϲτιν· εἶχε δὲ οὕτω καὶ
τὸ ἀποδεῖ, ἀπόχρη.

3. Ὁμόλογον δὲ κἀκεῖνο, ὡϲ τὰ ἐπιρρήματα ϲύνεϲτιν διαφόροιϲ προϲώποιϲ, ϲύνεϲτιν
διαφόροιϲ ἀριθμοῖϲ, καλῶϲ γράφω ἢ καὶ γράφομεν καὶ ἔτι ἐπὶ τῶν
ἑξῆϲ προϲώπων· τά 
 
 
 
 
 γε μὴν ῥήματα ϲυμπληθύνεται καὶ ϲυμμεταβαίνει τοῖϲ προϲώποιϲ, ἡμεῖϲ 
 ιγράφομεν, ὑμεῖϲ γράφετε. οὐ μὴν τὸ χρή καὶ τὸ δεῖ· χρὴ γὰρ ἡμᾶϲ γράφειν, χρὴ ἐμὲ
γράφειν, καὶ δεῖ ϲὲ ἀναγινώϲκειν, δεῖ ὑμᾶϲ διαλέγεϲθαι. καὶ ἕνεκα πάλιν τοῦ τοιούτου μᾶλλον
ἐπιρρήματά ἐϲτιν.

4. Οὐδὲ γὰρ ἐνὸν φάναι ὡϲ ῥήματά ἐϲτιν ἀπαρέμφατα, οἷϲ παρακολουθεῖ τὸ
μὴ εἰϲ ἀριθμὸν διάφορον παραλαμβάνεϲθαι, τὸ μὴ προϲδιακρίνειν πρόϲωπον, περὶ ὧν καὶ ἐν τοῖϲ
προκειμένοιϲ ἐκτεθείμεθα. ἰδοὺ γὰρ οὔτε τὰ τῆϲ φωνῆϲ ὑπακούει ἰδιώματα οὔτε τὰ τῆϲ
ϲυντάξεωϲ. ποῖον γὰρ ἀπαρέμφατον εἰϲ ει δίφθογγον λήγει ἢ εἰϲ η; ἢ πότε ἀπαρέμφατα δύο μετὰ πτωτικοῦ
τινοϲ λόγον παρίϲτηϲιν, φαμὲν δέ γε δεῖ 
 περιπατεῖν Διονύϲιον. καὶ ἕνεκα τούτου ἀποϲτήϲεται τοῦ μεριϲμοῦ τῶν ἀπερεμφάτων. οὐ μὴν
πάλιν ὑποϲταλήϲεται τοῖϲ λοιποῖϲ ῥήμαϲι, καθὸ πάλιν ἀντίκειται τὸ ἀδιάκριτον πρόϲωπον καὶ ἔτι ὁ μὴ
παρακο λουθῶν ἀριθμόϲ, ὃϲ ἦν κοινὸϲ ἁπάντων ῥημάτων.»

Ἀλλ᾿ ἔϲτι γε πρὸϲ ταῦτα φάναι· 1. Εἰ ἔϲτιν ἐπιρρήματα αὐτὸ 
 
 
 
 
 
 μόνον φερόμενα ἐπὶ ἀπαρέμφατα, ὡϲ τὸ εἴθε ἐπὶ εὐκτικὰ καὶ τὸ ἄγε ἐπὶ προϲτακτικά, τί
δή ποτε οὐ ϲυμφέρεται τοῖϲ κατ᾿ εὐθεῖαν προϲώποιϲ; ὡϲ ἔχει τὸ
εἴθε ἐγὼ γράφοιμι, εἴθε ἡμεῖϲ γράφοιμεν, ἄγε γράφωμεν ἡμεῖϲ, ἄγε γράφετε ὑμεῖϲ. οὐδὲ γὰρ ἔϲτι φάναι
δεῖ ἐγὼ γράφειν οὐδὲ χρὴ ὑμεῖϲ γράφειν, τῆϲ τῶν ἐπιρρημάτων ϲυντάξεωϲ τὸ
τοιοῦτον οὐκ ἐμποδιζούϲηϲ, εἴθε ὑμεῖϲ ἀκούοιτε, εἴθε ὑμᾶϲ θεάϲαιτο, εἴθε ὑμῶν ἀκούοι· ὁ αὐτὸϲ λόγοϲ
καὶ ἐπὶ τῶν ὁμοίων. —

2. Ἴδιον ῥημάτων τὸ ἐν παρῳχημένοιϲ χρόνοιϲ καὶ χρόνον ἔξωθεν 
 προϲλαμβάνειν, οὐ μὴν ἐπιρρημάτων. φαμὲν ϲήμερον
γράφω, ϲήμε ρον ἔγραφον, τοῦ μὲν ῥήματοϲ προϲλαμβάνοντοϲ κατ᾿ ἀρχὴν χρόνον, τοῦ δὲ
ἐπιρρήματοϲ ϲυναρχομένου. φαμὲν δέ γε δεῖ γράφειν καὶ ἔδει γράφειν, καὶ τὸ μὲν ἔδει
χρόνον προϲέλαβεν ὁμοίωϲ τῷ ἔπλει καὶ ἔπνει, τό γε μὴν γράφειν οὐ προϲελάμβανε. καὶ τάχα τὸ
παρακινδθνευόμενον εἶναι ἐπίρρημα ἔνδειξιν ἱκανὴν τοῦ εἶναι ῥῆμα παρίϲτηϲιν, τὸ δὲ
γράφειν παρεκινδυνεύετο εἰ ῥῆμα ἦν, περὶ οὗ πᾶϲαν ἀκρίβειαν 
 
 
 
 
 εἰϲηνεγκάμεθα ὡϲ ἔϲτι γενικώτατον τῶν ἄλλων ῥημάτων. πρὸϲ οἷϲ καὶ διπλαϲιάζεται, ὅπερ
ἴδιον ῥημάτων, ὡϲ ἐν τῷ γεγραφέναι καὶ τοῖϲ ὁμοίοιϲ. οὐδὲ γὰρ ἐκεῖνό φαμεν, ὡϲ τὰ μὴ
προϲειληφότα κατὰ τοὺϲ παρῳχημένουϲ τῶν χρόνων οὐχὶ ῥήματά ἐϲτιν, ἐπεὶ καὶ αἱ ἑξῆϲ ἐγκλίϲειϲ ἅπαϲαι οὐ προϲλαμβάνουϲιν (μόνη γὰρ ἡ ὁριϲτική), ἀλλ᾿ ἐκεῖνο ἦν ἀληθέϲ, ὡϲ τὰ προϲλαβόντα ῥήματοϲ μεριϲμὸν ὑπαγορεύει, ὑπεδείκνυτο δὲ καὶ τὸ ἐχρῆν καὶ τὸ
ἔδει προϲειληφότα· οἷϲ καὶ ὡϲ ῥήμαϲι ϲύνεϲτιν ἀπαρέμφατα τὸ χρῆναι καὶ τὸ δεῖϲθαι,
καθότι καὶ ϲτῆναι καὶ πνεῖϲθαι.

3. Ἀλλὰ καὶ ἐκ τῶν τόνων ἔϲτιν αὐτὰ καταλαβέϲθαι. περιϲπᾶται τὸ δεῖ ὁμοίωϲ τῷ πλεῖ.
οὐχὶ οὖν καὶ ἐπιρρήματα περιϲπᾶται, 
 ὡϲ τὸ πεῖ, αὐτεῖ, τουτεῖ τὸ πρῶτον Δώρια, ὅπερ οὐ παρείπετο 
 
 
 
 τῷ δεῖ· τὸ δεύτερον ἀντιπαρακειμένου τοῦ ποῦ καὶ ἔτι τοῦ οὗ καὶ αὐτοῦ ϲύνεϲτι τὸ πεῖ, τὸ εἷ, τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο πάλιν τῷ
δεῖ· ἦν γὰρ κατὰ ϲυναίρεϲιν ἐκ τοῦ δέει, ϲυνῃρημένον ὁμοίωϲ τῷ πλέει καὶ ῥέει καὶ χέει, πρῶτον δὲ
πρόϲωπον ἔχει τὸ δέω ὡϲ πνέω. — ἦν δὲ 
 κἀπὶ τοῦ χρή τι πάθοϲ παρεπόμενον, ὅπερ ἔϲτιν εὑρέϲθαι καὶ ἐπὶ ἑτέρου ῥήματοϲ. τοῦ δέω
ϲημαίνοντοϲ τὸ ἐνδέομαι, ϲυνωνυμεῖ τὸ χρῶ καὶ χρέω, ἀφ᾿ ὧν καὶ τὸ δέοϲ καὶ τὸ χρέοϲ. καὶ δὴ
παρείπετο τῷ χρῶ παραγωγὴ ἡ τοῦ χρῆμι, ὡϲ φημί, ἀφ᾿ οὗ τρίτον
πρόϲωπον χρῆϲι ὡϲ φηϲί, ἐξ οὐ τὸ χρή ἐν ἀποκοπῇ ἀπετελεῖτο ὁμοίωϲ τῷ παρὰ Ἀνακρέοντι
 
 
 
 
 
 
 ϲὲ γάρ φη Τργήλιοϲ ἐμμελέωϲ διϲκεῖν {fr. 40 B.4}.

4. Καὶ τὰ μὲν τῆϲ φωνῆϲ οὕτωϲ καταϲτατέον, τά γε μὴν τῆϲ ϲυντάξεωϲ ἀναπληρωθείη. Δοκεῖἑνικῶϲ
ϲυντάϲϲεϲθαι διαφόροιϲ προϲώποιϲ καὶ ἀριθμοῖϲ, ῥῆμα καθεϲτὼϲ
ὁριϲτικόν· ὅπερ οὐ παρείπετο, εἰ τὴν ϲύνταξιν ἐλάμβανε τῶν προϲώπων καὶ τῶν ἀριθμῶν. ἔϲτιν γὰρ τὸ
δεῖ 
 ἡμᾶϲ γράφειν ἔχον ϲύνταξιν τοῦ δεῖ πρὸϲ τὸ γράφειν, οὐ πρὸϲ τὸ ἡμᾶϲ. καὶ διὰ τοῦτο
ἁπάντοτε ἐν τῇ τοιαύτῃ ϲυντάξει οὔτε πρόϲωπον διακρίνει ·οὔτε ἀριθμόν, ἐπεὶ ᾧ ϲυμφέρεται τούτων
ἐϲτὶν ἀπαρέμφατον, 
 
 
 
 καὶ διὰ τοῦτο οὐ ϲυμμετατίθεται τῷ οὐ μετατιθεμένῳ, λέγω δὲ τῷ 
ἀπαρεμφάτῳ.

5. Ἔϲτιν γὰρ καὶ τὸ δηλούμενον τοιοῦτον. τῶν οὖν γινομένων πραγμάτων ἐλλειπέϲτερον ἀποτελουμένων ἡ ἐγγινομένη παράθεϲιϲ τῶν
προκατειλεγμένων ῥημάτων παρελαμβάνετο εἰϲ ἐντέλειαν τῶν προϲηκόντων. τὸ γὰρ δεῖ
φιλολογεῖν τοιοῦτόν ἐϲτιν, ἐπεὶ λείπει τὸ φιλολογεῖν φιλολογῶμεν, ὡϲ εἰ καὶ αὐτῷ τῷ
λείπει προϲχρηϲαίμεθα, οὐδὲν ἔλαττον τὰ τῆϲ ϲυντάξεωϲ ἐνδεῆ καταϲτήϲεται, λείπει τὸ φιλολογεῖν ἡμᾶϲ,
λείπει τὸ φιλολογεῖν ἐμέ, καὶ οὐκ ἔϲτιν ὅϲτιϲ τολμήϲει φάναι τὸ λείπει ἐπίρρημα, κἂν
ἀπειράκιϲ καθ᾿ ἕνα ϲχηματιϲμὸν ἐκφέρηται ἕνεκα τῆϲ ϲυνούϲηϲ ϲυντάξεωϲ τοῦ ἀπαρεμφάτου.
—

6. Αὕτη γὰρ καὶ μόνη ἂν εἴη αἰτία τοῦ μὴ ἐν τοῖϲ ἐπιϲταλτικοῖϲ τῶν ἀπαρεμφάτων
παραλαμβάνεϲθαι. εἴπομεν γὰρ ὡϲ τοῖϲ τοιούτοιϲ ἀπαρεμφάτοιϲ ὑπακουόμενόν ἐϲτι τὸ ῥῆμα
τὸ λέγει ἢ εὔχεται, Διονυϲίῳ 
 
 
 
 
 Ἀπολλώνιοϲ λέγει χαίρειν ἢ εὔχεται· ἀϲύϲτατον δὲ παραδέξαϲθαι
ἀπαρέμφατον δύο ϲυντάξειϲ ὁριϲτικῶν ῥημάτων, ἑνόϲ γε μήν. καὶ διὰ τοῦτό φαμεν θέλει
γράφειν, δεῖ γράφειν· ἐγκειμένου γε μὴν ἐν τῷ Διονυϲίῳ χαίρειν τοῦ λέγει ἢ εὔχεται ἀϲύϲτατον τὸ
ἐπεντεθῆναι τὸ χρή ἢ δεῖ, εἰ μὴ ἀποϲταίη ἡ ἐπιϲταλτικὴ ϲύνταξιϲ, ἐφ’ ἧϲ ἂν λοιπὸν 
φαίημεν δεῖ χαίρειν. ἄλλωϲ τε προϲγίνεται τῷ ἐπιϲτελλομένῳ τὸ χαίρειν, οὐχὶ ἀφίϲταται,
ὅπερ ἐν τῷ δεῖ χαίρειν ἐγγενήϲεται.

Ἑξῆϲ ῥητέον καὶ περὶ τῶν ϲυνταϲϲομένων πτώϲεων τοῖϲ ἀπα ρεμφάτοιϲ. Καὶ πρῶτόν γε ἐξεταϲτέον, εἰ ἀληθεύει τὸ ἐπὶ αἰτιατικὴν αὐτὰ πάντωϲ φέρεϲθαι, ὡϲ ἐν τῷ χρή καὶ δεῖ, χρὴ ἀναγινώϲκειν Διονύϲιον, καὶ
τοῖϲ τοιούτοιϲ. ἦν μέντοι τὸ ἀληθεῦον τοῦ λόγου, ὡϲ οὐκ αὐτὰ τὰ ἀπαρέμφατα πάντωϲ αἰτιατικὴν
ἀπαιτεῖ, πτῶϲιν δὲ τὴν καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ καὶ τῇ ὑπολοίπῳ ἐγκλίϲει ϲυνταϲϲομένην.
ἔϲτι γὰρ τὰ τοῦ λόγου οὕτωϲ ἔχοντα.

τὸ χρή καὶ τὸ δεῖ αἴτια γίνεται αἰτιατικῆϲ παραθέϲεωϲ, καθὸ ῥήματα ὄντα πλαγίαν
ἀπαιτεῖ τὴν 
 
 
 
 
 
 δέουϲαν, καθὸ καὶ ἄλλοιϲ πλείϲτοιϲ ῥήμαϲι τὸ τοιοῦτο παρηκολούθει, τὸ ἐπὶ
γενικὴν φέρεϲθαι ἢ ἐπὶ δοτικὴν ἢ αἰτιατικήν. ᾧ γὰρ λόγῳ καὶ ἡ τοῦ λείπει ϲύνταξιϲ πάλιν ἐπ᾿
αἰτιατικὴν φέρεται, λείπει Δίωνα, λείπει ἐμέ, τούτῳ τῷ λόγῳ καὶ
τὸ δεῖ ἐπ᾿ αἰτιατικὴν φέρεται, δεῖ ἐμέ, δεῖ ϲέ· τοῦτο γάρ ἐϲτιν τὸ κατάλληλον τοῦ λόγου,
δεῖ ἐμὲ ἀκούειν. οὐ γάρ, ὡϲ ἔφαμεν, ἡ τῶν ἀπαρεμφάτων χρῆϲιϲ τὸ τοιοῦτον ἀπαιτεῖ·
πρόκειται γοῦν ἡ ἐπιϲταλτικὴ ϲύνταξιϲ οὐκ οὔϲηϲ αἰτιατικῆϲ πτώϲεωϲ. ἀλλὰ καὶ ἐν τοῖϲ τοιούτοιϲ, τῷ
περιπατεῖν ἥδομαι καὶ περιπατεῖν θέλω ἤπερ γράφειν, ἐθέλει κοιμᾶϲθαι ἢ περιπατεῖν· 
 ὧν εἴ τιϲ ἀφέλοι τὰ ϲυνόντα μόρια καὶ προϲθείη τὸ δεῖ, πάντωϲ ὑπακουϲθήϲεται καὶ ἡ
αἰτιατική, δεῖ περιπατεῖν, χρὴ διαλέγεϲθαι.

Οὐχὶ οὖν καὶ τὰ ἀπαρέμφατα οἶδεν αἰτιατικήν; Οὐ τὴν ἐν τῷ καθόλου, ἀλλὰ τὴν
ἐμφερομένην ἐν ταῖϲ ὑπολοίποιϲ ἐγκλίϲεϲιν, φιλεῖ 
Θέωνα, φίλει Τρύφωνα, ἐὰν φιλῇ Τρύφωνα, καὶ οὕτωϲ γίνεται φηϲὶ φιλεῖν Τρύφωνα. ἔνθεν
γὰρ καὶ δύο αἰτιατικαὶ προϲγίνονται 
 
 
 
 
 τῇ τοιαύτῃ ϲυντάξει.

γενικῆϲ μὲν γὰρ καὶ δοτικῆϲ γίνεται ϲύνταξιϲ, ὅταν πάλιν καὶ ἡ ὑπόλοιποϲ ἔγκλιϲιϲ
ἐπὶ γενικὴν φέρηται, ἀκούει Τρύφωνοϲ, ἢ ἐπὶ δοτικήν, δίδωϲι Τρύφωνι, καὶ πάλιν ἐπὶ τῶν 
ἑξῆϲ ἐγκλίϲεων, ἐξ ὧν πάλιν τὰ μεταλαμβανόμενα ἀπαρέμφατα ταὐτὸ ἀναδέχεται, φηϲὶν ἀκούειν Τρύφωνοϲ,
φηϲὶν διδόναι Τρύφωνι. 
 οἷϲ εἴ τιϲ προϲθείη τὸ δεῖ, ὑφελόμενοϲ ἀναγκαίωϲ τὸ φηϲίν, καθὼϲ
ἐπεδείξαμεν, πάλιν προϲγενήϲεται καὶ ἡ αἰτιατική, δεῖ ἀκούειν Τρύφωνοϲ Ἀπολλώνιον, δεῖ ἐρᾶν Θέωνοϲ
ἐμέ, δεῖ ϲοι Τρύφωνα χαρίζεϲθαι. — (

ἐὰν γὰρ ἐπὶ τούτων τὴν αἰτιατικὴν ὑποϲτέλλειν ἐθέλῃ τιϲ τῇ δεούϲῃ ϲυντάξει,
ὁμόλογοϲ ἔϲται τῇ λειπούϲῃ αἰτιατικῇ, εἰ οὕτωϲ φαίημεν, δεῖ ϲοι χαρίζεϲθαι, δεῖ ϲου
ἀκούειν· πάντωϲ γὰρ αἰτιατική ἐϲτιν ἡ ὑπακουομένη, ἣν ἀπολαβὼν ὁ λόγοϲ τὸ ἑαυτοῦ τέλοϲ
παραϲτήϲει, ἐπεὶ εἰ μὴ ἔλιπεν, ἔδει τὸ προϲενεχθὲν ὡϲ ἐν πλεοναϲμῷ τῆϲ αἰτιατικῆϲ καταγίνεϲθαι, δεῖ
ϲοι χαρίζεϲθαι ἐμέ, δεῖ ἀκούειν ϲου Δίωνα.)

Τούτων οὖν τῇδε ἐχόντων, ἐὰν ὡϲ εἴπομεν τὸ ῥῆμα 
 φύϲει φέρηται ἐπ᾿ αἰτιατικήν, λέγω τὸ ἀπαρέμφατον, τὸ τηνικαῦτα καὶ δύο αἰτιατικαὶ προϲγίνονται, μία μὲν ἐκ ϲυντάξεωϲ τοῦ δεῖ
καὶ χρή, ἑτέρα δὲ ἐκ τῆϲ τοῦ ἀπαρεμφάτου ϲυντάξεωϲ, ὡϲ ἔχει τὰ τοιαῦτα, δεῖ Τρύφωνα
διδάϲκειν Διονύϲιον, δεῖ ϲὲ ἐμὲ τιμᾶν.

Ἕϲτι καὶ ἑτέρα ϲύνταξιϲ δύο αἰτιατικὰϲ ἀποτελοῦϲα, ὁπηνίκα καὶ τὰ ἐγκείμενα ῥήματα ἐπ᾿
αἰτιατικὰϲ φέρεται, οἷον τὸ ἀναγκάϲαι, τὸ ποιῆϲαι, τὰ ὅμοια· φέρεται γὰρ ἐπ᾿ αἰτιατικήν. ἀλλὰ καὶ τὸ
ἑλεῖν, ὑβρίϲαι, τὰ τούτοιϲ ὅμοια. ἐφ᾿ ἧϲ ἂν ϲυντάξεωϲ γένοιτο ἀνάγκαϲόν με
ὑβρίϲαι ϲε, ποίηϲον Τρύφωνα φιλεῖν Ἀπολλώνιον.

Ἑκ δὴ τῶν τοιούτων ϲυντάξεων καὶ τὰ ἀμφίβολα γίνεται. γενικῆϲ
μὲν γὰρ ϲυνούϲηϲ ἢ δοτικῆϲ εὔληπτα τὰ τοῦ λόγου ἐϲτίν, λέγουϲι Τρύφωνα ἀκούειν Ἀπολλωνίου, ποίηϲον
Τρύφωνα χάριϲαϲθαι Ἀπολλωνίῳ· οὐ μὴν ἐν τῷ 
 
 δὸϲ δέ τ᾿ ἔμ᾿ ἄνδρα ἑλεῖν {ε 118}, 
 ϲυνέβη ἐμὲ φιλεῖν Τρύφωνα· προϲνεῦον γὰρ τὸ ἀπαρέμφατον ἀμφοτέραιϲ ταῖϲ αἰτιατικαῖϲ οὐκ ἐμφανῆ
καθίϲτηϲι τὸν ἐνεργοῦντα καὶ τὸν ἐνεργούμενον.

Τὰ μέντοι τῆϲ διαλύϲεωϲ οὕτωϲ ἂν ἔχοι. εἴπερ 
ἐκ τοῦ πλουτεῖ Τρύφων, ὑγιαίνει Τρύφων γίνεται μετάληψιϲ φαϲὶ. Τρύφωνα πλουτεῖν,
λέγουϲι Τρύφωνα ὑγιαίνειν, δῆλον ὡϲ καὶ ἐπὶ τῶν ὁμοίων ταὐτὸν γενήϲεται. ἔϲτω γάρ τι
Θέων ὕβριϲε Δίωνα, 
 
 
 
 
 
 προδήλου ὄντοϲ τοῦ ὑβρίϲαντοϲ καὶ τοῦ ὑβριϲθέντοϲ· ἐξ
οὗ κατὰ τὴν αὐτὴν διάθεϲιν μεταληφθήϲεται λέγουϲι Θέωνα ὑβρίϲαι Δίωνα· καὶ δῆλόν ἐϲτιν
ὡϲ τὸ ῥῆμα πρόϲκειται τῇ προτέρᾳ αἰτιατικῇ, ᾗ καὶ προϲέκειτο κατ᾿ εὐθεῖαν, Τρύφων ὕβριϲε, λέγουϲι
Τρύφωνα ὑβρίϲαι, ἐπιφερομένου τοῦ διατιθεμένου προϲώπου, φέρε εἰπεῖν Δίωνα, Θέωνα. 
 ἐκ δὴ τοῦ τοιούτου ἡ πρωτεύουϲα αἰτιατικὴ μετὰ τοῦ ἀπαρεμφάτου προϲχωρήϲει καὶ τῇ
ἐνεργητικῇ διαθέϲει, καὶ εἰ ὧδέ τιϲ ἀποφαίνοιτο, περιέχει ὁ
οὐρανὸϲ τὴν γῆν ἐξ οὗ γενήϲεται λέγουϲι τὸν οὐρανὸν περιέχειν τὴν γῆν, καὶ ἀνάπαλιν, περιέχει ἡ γῆ
τὸν οὐρανόν, λέγουϲι τὴν γῆν περιέχειν τὸν οὐρανόν. —

Κἀκεῖνο γὰρ 
 ὁμόλογόν ἐϲτιν, ὅτι ἡ ἐνεργητικὴ διάθεϲιϲ προτέρα τῆϲ παθητικῆϲ· τότε γὰρ πέπονθεν, ὅτε
καὶ ἀναδέδεκται τὴν ἐνεργητικὴν διάθεϲιν, ὥϲ γε καὶ τὰ τούτων ἀποφατικὰ ὁμολογεῖ. ὁ γὰρ λέγων οὐκ
ἔδειρα ἀναιρεῖ τὴν προκατάρξαϲαν διάθεϲιν τοῦ ὁμολογήϲαντοϲ προϲώπου τὴν παθητικὴν
διάθεϲιν ἐν τῷ δαρῆναι. καὶ εἰ τοῦτο ὑγιέϲ, εὔλογον ἂν εἴη τὸ προϲχωροῦν ῥῆμα τῇ προτέρᾳ αἰτιατικῇ τὴν ἐνεργητικὴν διάθεϲιν ἐμφανίζειν, καὶ τὴν δευτέραν
παραλαμβανομένην αἰτιατικὴν ἐν πάθει καταγίνεϲθαι, ἐπεὶ καὶ δεύτερα τὰ πάθη τῶν
ἐνεργειῶν ἐϲτιν, ϲυνέβη ἐμὲ φιλεῖν Ἀπολλώνιον· τοιοῦτο γὰρ ἂν εἴη, ἐγὼ φιλῶ Ἀπολλώνιον. καὶ δῆλον
ὅτι τὸ τοιοῦτο ὑπερβατόν ἐϲτιν, τὸ 
 
 
 
 
 
 
 δὸϲ δέ τ᾿  ἔμ᾿  ἄνδρα ἑλεῖν {Ε 118}, 
 
 
 τόνδε τὸν ἄνδρα. Καὶ τοϲαῦτα μὲν περὶ ϲυντάξεωϲ τῶν ἀπαρεμφάτων.

Ἀκολούθωϲ ῥητέον καὶ περὶ τῶν ὑπολοίπων ἐγκλίϲεων, αἷϲ 
παρέπεται ἀπὸ τῶν ἐν αὐταῖϲ δηλουμένων πραγμάτων τὴν θέϲιν τοῦ 
 ὀνόματοϲ ἀναδεδέχθαι. Ἡ μὲν γὰρ καλουμένη ὁριϲτικὴ καλεῖται καὶ ἀποφατική. καὶ δῆλον ὅτι
κοινῆϲ μὲν ἐννοίαϲ εἴχετο τὸ καλεῖϲθαι αὐτὴν ἀποφατικήν, εἴγε καὶ τὸ
ἀποφαίνεϲθαι κατὰ πάϲηϲ φράϲεωϲ παραλαμβάνεται, ἀλλὰ καὶ
ἐπιρρήματά τινα ἀποφαικὰ καλοῦμεν· ἰδίαϲ μέντοι ἐννοίαϲ ἔχεται ἡ ὁριϲτική· διὰ γὰρ ταύτηϲ
ἀποφαινόμενοι ὁριζόμεθα.

Ἕνθεν γὰρ καὶ οἱ καλούμενοι διαβεβαιωτικοὶ ϲύνδεϲμοι καὶ ἔτι αἰτιολογικοὶ
ϲυντείνουϲιν ἐπὶ ταύτην. ὁριζόμενοι γάρ φαμεν γέγραφα, καὶ ἐπιδιαβεβαιούμενοι ὅτι γέγραφα εἰϲ
ἐπίταϲιν τοῦ ὁριϲμοῦ· πρὸϲ ὃ ἀνθυπάγετα πάλιν τούτου ἐναντίον κατὰ ἀπόφαϲιν ὅτι οὔ.
ἀλλὰ καὶ ἐπὶ αἰτιολογικῆϲ ἐννοίαϲ· ὡϲ γὰρ καταφαϲκομένου τοῦ περιπατῶ ἐπὶ λήμματι τῷ
τοιούτῳ τὸ αἰτιῶδεϲ ϲυνταχθήϲεται, ὅτι περιπατῶ κινοῦμαι. (ὅπερ οὐκ ἀληθεύϲει, εἰ
ἀναϲτροφὴν τὰ τοῦ λόγου, ὅτι κινοῦμαι περιπατῶ. καὶ δῆλον ὅτι οὐ διὰ τὸν ὁριϲμὸν τὸν ἐγκείμενον τοῖϲ
ῥήμαϲιν, διὰ δὲ τὸ ἀκόλουθον τὸ ἐκ τοῦ ϲυνδέϲμου 
 ἐγγινόμενον, ἐπεὶ ὅϲον ἐπ᾿ αὐτοῖϲ τὰ ῥήματα κατ᾿ ἰδίαν ταϲϲόμενα διὰ τὸν
ἐγκείμενον ὁριϲμὸν ἀληθεύει· κινοῦμαι, περιπατῶ.)

Ϲαφὲϲ οὖν ὅτι καὶ ἐγκειμένην ἔχει τὴν κατάφαϲιν. καὶ ἕνεκα τούτου τὸ καλούμενον ἀποφατικὸν ἐπίρρημα, ὡϲ ἂν μαχόμενον τῇ
ναί καταφάϲει, ἐπιτρέχει τὴν ὁριϲτικὴν ἔγκλιϲιν, ἵνα τὴν ἐγκειμένην κατάφαϲιν ἀποϲτήϲῃ,
οὐ γράφει, οὐ περιπατεῖ· οὐ μὴν ἔτι τὴν εὐκτικὴν 
 προϲτακτικήν· οὐδὲ γὰρ ἔγκειται ἐν ταῖϲ τοιαύταιϲ ἐγκλίϲεϲιν ἡ
μαχομένη 
 
 
 
 μένη τῇ ἀποφάϲει κατάφαϲιϲ, ἣν ὡϲ προείπομεν ϲυνέβη ἀναιρεῖϲθαι ὑπὸ τῆϲ οὔ ἀποφάϲεωϲ.
δι᾿ ὅτι μέντοι ἡ μή ἀπαγόρευϲιϲ ἐπὶ τὰϲ προειρημέναϲ ἐγκλίϲειϲ ϲυντείνει, ἐν τῷ περὶ αὐτῶν
εἰρήϲεται· φαμὲν γὰρ μὴ γίνωϲκε, μὴ γνοίηϲ, μὴ γνῷϲ. —·

Χρὴ μέντοι νοεῖν ὅτι οὐδὲ ἐπὶ τὴν ἀπαρέμφατον ϲυντείνει ἡ οὔ ἀπόφαϲιϲ·
οὐδὲ γὰρ δι᾿ αὐτῆϲ τι καταφάϲκεται. ἐν γὰρ τῷ οὐ δεῖ γράφειν πάλιν τὸ ὁριϲτικόν ἐϲτιν
ῥῆμα τὸ ἀποφαϲκόμενον, λέγω τὸ δεῖ ἢ χρή, ὡϲ εἰ καὶ λέγοιμεν οὐ λείπει τὸ φιλολογεῖν. καὶ διὰ τῆϲ
τοιαύτηϲ ϲυντάξεωϲ ἄρα δέεικται ὅτι τὸ χρή καὶ τὸ δεῖ ὁριϲτικὰ ῥήματα.

Ὁμόλογον δ᾿ ὅτι 
 καὶ ἡ καλουμένη ὑποτακτικὴ ἔγκλιϲιϲ, ϲυνηρτιϲμένη οἷϲ ὑποτέτακται, τὴν ἐκ τούτων
δύναμιν ἀναδεξαμένη ἀπροϲδεὴϲ γενήϲεται τῆϲ οὔ ἀποφάϲεωϲ. μετὰ γοῦν τὴν τούτων ϲύνταξιν οἷόν τε
πάλιν ἐϲτὶν αὐτὴν ἀποφαίνεϲθαι, ἐὰν θέλῃϲ οὐκ
ἀναγινώϲκω ἢ οὐκ ἀναγνώϲομαι, καὶ μάλιϲτά γε ἐπὶ ἐνεϲτῶτοϲ καὶ μέλλοντοϲ· δι᾿ ὅτι γὰρ
οἱ παρῳχημένοι οὐ παραλαμβάνονται ἐν ὑποτακτικοῖϲ, ἐν τῷ ἰδίᾳ περὶ αὐτῶν εἰρήϲεται.

Ἡ δὴ οὖν προκειμένη ἡ ὁριϲτικὴ ἔγκλιϲιϲ τὴν ἐγκειμένην κα τάφαϲιν ἀποβάλλουϲα μεθίϲταται καὶ τοῦ καλεῖϲθαι ὁριϲτική. εἰϲ
γὰρ ἐπερώτηϲιν τῶν πραγμάτων ἐγχωρεῖ, ἡνίκα φαμὲν γέγραφαϲ; λελάληκαϲ; καὶ εἰ μὲν μὴ εἴη τὸ τοιοῦτον ἀληθέϲ, φαμὲν οὔ· εἰ δὲ ἀληθὲϲ εἴη τὸ γεγραφέναι, φαμὲν ναί.
καὶ οὕτωϲ ἡ ἐπερώτηϲιϲ ἀπληρωθεῖϲα 
 διὰ τῆϲ καταφάϲεωϲ ὑποϲτρέφει εἰϲ τὸ εἶναι ὁριϲτική. — καὶ μεγίϲτη ἂν εἴη ἔνδειξιϲ τοῦ
τοιούτου τὸ ἔϲθ᾿ ὅτε τῷ ναί μὴ χρῆϲθαι μορίῳ, ῥήματι δὲ τῷ αὐτῷ δι᾿ ὁριϲτικῆϲ προφορᾶϲ, ὡϲ ἂν
ἐγκειμένηϲ τῆϲ καταφάϲεωϲ· πρὸϲ γὰρ τὸ γράφειϲ; κατ᾿  ἐπερώτηϲίν φαμεν γράφω ἢ κατὰ
βεβαίωϲιν τοῦ ὁριϲμοῦ, δυνάμει διπλαϲιάϲαντεϲ τὴν κατάφαϲιν, ναὶ γράφω. οὕτωϲ ἔχει καὶ
τὸ 
 ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν 
 ἔειπεϲ {e. g. A 286}, 
 
 οὐκ ἀλόγου τοῦ τοιούτου ὄντοϲ, εἴγε ἐν τοῖϲ προκειμένοιϲ παρεϲτήϲαμεν 
 
 
 ὅτι πολλάκιϲ τὰ ἰϲοδυναμοῦντα παραλλήλωϲ τίθεται εἰϲ πλείονα ἔμφαϲιν, ὡϲ τὸ τάχιον
περιπάτει καὶ μᾶλλον τάχιον περιπάτει.

Ὁμοίωϲ δὲ καὶ ἡ εὐκτικὴ ἔγκλιϲιϲ ἀπὸ τῆϲ γινομένηϲ εὐχῆϲ 
 κατὰ παραγωγὴν τῆϲ κλήεωϲ ἔτυχεν. Εἰ οὖν ἐϲτιν τὰ τῆϲ εὐχῆϲ
ἐπιρρήματα 
 παραϲτατικά, 
 αἴθ᾿ ἔγω, χρυϲοϲτέφαν᾿ Ἀφροδίτα, 
 τόνδε τὸν πάλον λαχοίην {Sapph. fr. 9 B4.} 
 
 αἴθ᾿ οὕτωϲ ἐπὶ πᾶϲι χόλον τελέϲει᾿ Ἀγαμέμνων {Δ 178}· 
 καὶ μήποτε τὰ τῆϲ ϲυντάξεωϲ δόξῃ κατὰ παρολκὴν ἔχειν τὰ ϲυνόντα 
 ἐπιρρήματα, καθὸ ἡ ἔγκλιϲιϲ δυνάμει ἐγκείμενον ἔχει τὸ εἴθε. (ἐπὶ μὲν 
 
 
 γὰρ τοῦ εἴθε ἔγραψε Τρύφων, εἴθε ἐλάληϲε καὶ ἐπὶ τῶν τοιούτων δῆλον ὅτι ἐν
τῷ δέοντι παράκειται τὸ εἴθε, ἵνα ἡ ὁριϲτικὴ ἔγκλιϲιϲ διὰ τοῦ παρακειμένου εὐκτικοῦ ἐπιρρήματοϲ
εὐκτικὴν ϲύνταξιν ἀναδέξηται· δῆλον γὰρ ὡϲ διαφέρει τὸ ἔγραψεν Τρύφων τοῦ εἴθε ἔγραψεν 
Τρύφων.) ἀλλὰ ϲαφὲϲ ὅτι εἰϲ πλείοναϲ ἐπιτάϲειϲ τῶν ϲημαινομένων αἱ τοιαῦται παραθέϲειϲ
γίνονται, ὡϲ παρεϲτήϲαμεν καὶ ἐπὶ τοῦ ναὶ γράφω καὶ ἄλλων πλειόνων.

Χρὴ μέντοι νοεῖν ὡϲ διαφέρει ἡ ἐκ τῶν ῥημάτων εὐκτικὴ ἔγκλιϲιϲ τῆϲ ἐπιρρηματικῆϲ τῷ
τὰ μὲν ῥήματα μετὰ τοῦ ϲυνόντοϲ πράγματοϲ ϲημαίνειν τὴν εὐκτικὴν διάθεϲιν· τὸ γὰρ γράφοιμι εὐχή
ἐϲτιν 
 πράγματοϲ τοῦ γράφειν καὶ τὸ φιλολογοῖμι τοῦ
φιλολογεῖν, τό γε μὴν εἴθε ϲχεδὸν ὄνομά ἐϲτιν εὐχῆϲ· οὐ γὰρ ϲυμπαρίϲταται καὶ τὸ ἐν
τίνι τὰ τῆϲ εὐχῆϲ.

Τὸ τοιοῦτον καὶ ἐπ᾿ ἄλλων πλείϲτων παρεπόμε νον ἔϲτιν ἐπιδεῖξαι. 1. τὸ λευκότεροϲ
ἐπιτέταται εἰϲ τὴν τοῦ λευκοῦ ποιότητα καὶ ἔτι τὸ γλυκύτεροϲ εἰϲ τὴν τοῦ γλυκέοϲ· κοινῆϲ μέντοι 
 ἐπιτάϲεωϲ ὀνόματά ἐϲτι τὰ τοιαῦτα, βελτίων, ἄριϲτοϲ, ἀμείνων. 
 
 
 
 2. ἀλλ᾿ εἰ καὶ τὰ τοιαῦτα ἔχεταί τινοϲ ἐννοίαϲ, ἀφ᾿ ἧϲ καὶ τὴν ὀνομαϲίαν εἴληφε, καὶ
τροπικώτερον μετῆλθεν εἰϲ κοινὴν ἐπίταϲιν (ὡϲ τὸ ἁλιεύϲ, κἂν ποτάμιοϲ ᾖ, καὶ ἡ πυξίϲ, κἂν διαφόρου
ὕληϲ τύχῃ), ἐκεῖνο μέντοι ὁμόλογόν ἐϲτιν, ὡϲ τὸ εἰϲ διαφέρει τοῦ
Αἴαϲ, ᾗ αὐτὸ μόνον ὄνομά ἐϲτιν ἀριθμοῦ τὸ εἷϲ, τὸ δὲ Αἴαϲ μετὰ ἰδίαϲ ποιότητοϲ
παρυφιϲτάμενον ἔχει τὸ εἷϲ. 3. καὶ ἔτι τὸ ἐγώ πρὸϲ τὸ γράφω, καθὸ μετὰ πράγματοϲ καὶ τῶν
ϲυμπαρεπομένων τὸ γράφω ἐγκείμενον ἔχει τὸ ἐγώ, αὐτή γε μὴν ἡ ἀντωνυμία αὐτὸ μόνον ὄνομά ἐϲτι
προϲώπου. 4. ἔτι καὶ τὸ Ἰλιόθεν διαφέρει τοῦ ἄλλοθεν, καθὸ τὸ μὲν Ἰλιόθεν 
 μετὰ τῆϲ ἐκ τοῦ τόπου ϲημαϲίαϲ ϲυμπαρίϲτηϲι καὶ τὸ ἴδιον τοῦ τόπου, τό γε μὴν ἄλλοθεν
αὐτὸ μόνον παρίϲτηϲιν τὴν ἐκ τόπου ϲχέϲιν. 5. ἔτι καὶ τὸ τάχιϲτοϲ μετά τινοϲ ὑποκειμένου τὴν
ἐπίταϲιν ϲημαίνει, οὐ 
 
 
 
 
 
 μὴν τὸ ἄγαν· αὐτὸ γὰρ μόνον ὄνομα ἐπιτάϲεώϲ ἐϲτιν. 6.
οὕτωϲ ἔχει καὶ τὸ γράψον ὡϲ πρὸϲ τὸ ἄγε· πάλιν γὰρ μόνον ὄνομα προϲτάξεώϲ ἐϲτι τὸ ἄγε,
τὸ δὲ γράψον μετὰ τῆϲ ἐγκειμένηϲ προϲτάξεωϲ καὶ τὸ πρᾶγμα ὑπαγορεύει καὶ τοὺϲ ϲυνόνταϲ ἀριθμούϲ, ἔτι
καὶ τὰ πρόϲωπα. ἔϲτιν πλεῖϲτα εἰϲ τὸ τοιοῦτο παραθέϲθαι.

Τό γε μὴν 
 
 αἴθ᾿ ὄφελεϲ παρὰ νηυϲὶν ἀδάκρυτοϲ καὶ ἀπήμων 
 ἧϲθα {A 415. 6} 
 καὶ τὸ 
 ὡϲ ὄφελεϲ ϲὺ μὲν αὖθι μετ᾿ ἀθανάτῃϲ ἁλίῃϲι 
 
 
 ναίειν, Πηλεὺϲ δὲ θνητὴν ἀγαγέϲθαι ἄκοιτιν {Σ 86. 7} 
 οὐ χρὴ παραλαμβάνειν εἰϲ τὸν τῶν παραλλήλων λόγον· ἰδοῦ γὰρ ἐκ τοῦ ὤφελον
παρυφίϲταται καὶ προϲώπου διάκριϲιϲ, ἥτιϲ οὐ ϲύνεϲτιν τῷ εἴθε. καὶ δῆλον ὅτι ἕνεκα τοῦ τοιούτου τὸ
μὲν εἴθε ϲυντάϲϲεται εὐκτικοῖϲ, οἷϲ ϲύνεϲτι τὸ διακρῖναι πρόϲωπον, 
 
 
 αἴθ᾿ οὕτωϲ, Εὔμαιε, φίλοϲ Διὶ πατρὶ γένοιο {ξ 440} 
 αἴθ᾿ οὕτωϲ ἐπὶ πᾶϲι χόλον τελέϲει᾿ Ἀγαμέμνων {Δ 178} 
 
 
 
 
 
 ἀλλὰ παρεϲτήϲαμεν ὡϲ καὶ ἐν ὁριϲτικοῖϲ ἐν τῷ εἴθ᾿ ἔγραψε Τρύφων· οὐ μὴν τοῖϲ
ἀπαρεμφάτοιϲ, ἐπεὶ καὶ διὰ τοῦ ἐπιρρήματοϲ καὶ διὰ τοῦ ϲυνόντοϲ ἀπαρεμφάτου ἄδηλον ποίῳ
προϲώπῳ τὰ τῆϲ εὐχῆϲ ἐπιγίνεται. ὅθεν εἰϲ ἀναπλήρωϲιν τοῦ λείποντοϲ τὸ ὄφελον παραλαμβάνεται, εἰϲ
 ἐμφανιϲμὸν προϲώπου ᾧ τὰ τῆϲ εὐχῆϲ περιγίνεται· ἐν γὰρ τῷ 
 
 αἴθ᾿ ὄφελεϲ παρὰ νηυϲὶν ἀδάκρυτοϲ καὶ ἀπήμων 
 ἧϲθαι {A 415. 6} 
 νοεῖται ὁ Ἀχιλλεύϲ, πρὸϲ ὃν ἡ ἀπόταϲιϲ τοῦ λόγου, οὐκ ἐξ ἄλλου του ἢ τοῦ ὄφελεϲ.
Καὶ τοϲαῦτα μὲν περὶ ϲυντάξεωϲ τοῦ εἴθε καὶ τῶν ὁμοίων.

Ἤδη μέντοι καὶ περὶ τῆϲ ἐγγινομένηϲ χρονικῆϲ διαθέϲεωc ἐν τῇ ἐγκλίϲει διαποροῦϲί τινεϲ, ὡϲ μάτην εἰϲκυκλεῖται ἡ τῶν παρῳχημένων χρόνων
φωνὴ κατὰ τὴν ἔγκλιϲιν, ὡϲ οὐ δυναμένου τοῦ τοιούτου ϲυϲτῆναι, καθὸ καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου
δηλουμένου παρέμπτωϲιϲ 
 αἰτία γίνεται τοῦ μὴ ϲυνίϲταϲθαι ϲχήματά τινα τῆϲ λέξεωϲ, ἐν ῥήμαϲιν ἡ τοῦ πλουτῶ ἢ
ὑπάρχω ἤ τινοϲ τῶν τοιούτων παθητικὴ ἐκφορά, καὶ 
 
 
 
 
 ἐπὶ τοῦ μάχομαι ἡ ἐνεργητική· καὶ ἐν γένεϲι, καθὸ οὔτε τοῦ ἐκτροῦϲα τὸ ἀρρενικόν τιϲ
ζητήϲει, οὔτε τοῦ ἄρϲην τὸ θηλυκόν. καὶ ἦν εἰϲ τὸ τοιοῦτο παράθεϲιϲ δυϲπερίληπτοϲ. καὶ δὴ οὖν ἐπὶ
τοῦ προκειμένου ἐκεῖνό φαϲιν· «εἰ ἐν τοῖϲ οὐκ οὖϲιν αἱ εὐχαὶ γίνονται εἰϲ τὸ
ἐγγενέϲθαι, πῶϲ τὰ γενόμενα εὐχῆϲ ἔτι δέεται;»

Πρὸϲ ὃ ἔϲτιν φάναι ὡϲ πᾶϲα ἀνάγκη ὑπάρξαι καὶ τὴν ἐκ παρῳχημένου εὐχήν.
φέρε γὰρ τὸν ἐπιβάλλοντα χρόνον τοῦ γινομένου ἀγῶνοϲ Ὀλυμπίαϲι παρῳχῆϲθαι, καὶ 
 
 
 
 πατέρα εὔχεϲθαι ὑπὲρ παιδὸϲ ἀγωνιϲαμένου περὶ τῆϲ τούτου νίκηϲ· καὶ δῆλον
ὡϲ οὔτε ποιήϲεται εὐχὴν διὰ τῆϲ τοῦ ἐϲομένου χρόνου οὔτε μὴν τοῦ κατὰ τὸν ἐνεϲτῶτα παρατεινομένου
(τὰ γὰρ τοῦ παρῳχημένου ἀντίκειται), ἐξ οὗ ἂν ἀκολούθωϲ γένοιτο ἡ εὐχὴ εἴθε νενικήκοι μου 
 ὁ παῖϲ, εἴθε δεδοξαϲμένοϲ εἶη.

Ἕϲτι καὶ οὕτωϲ φάναι, ὡϲ ἀληθεύει ὅτι ἐπὶ τοῖϲ μὴ ϲυνοῦϲιν αἱ εὐχαὶ γίνονται· οὐ ϲυνόντοϲ γὰρ τοῦ φιλολογεῖν φαίημεν ἂν φιλoλογῖμι, λογοῖμι, οὐ ϲυνόντοϲ τοῦ πλουτεῖν τὸ πλουτοῖμι· χρὴ μέντοι νοεῖν ὡϲ τὸ
ἐξαιτούμενον ἐκ τοῦ εὐκτικοῦ ἢ εἰϲ παράταϲιν τοῦ ἐνεϲτῶτοϲ παραλαμβάνεται, ἵνα ἐν αὐτῷ
διαγίνηται, ὡϲ εἴ τιϲ φαίη ζώοιμι ὦ 
 
 
 
 
 θεοί, ἢ εἰϲ τελείωϲιν τῶν μὴ ὄντων πραγμάτων, ὡϲ ὁ Ἀγαμέμνων εὔχεται, εἴθε ὦ θεοὶ
πορθήϲαιμι τὴν Ἴλιον· εὐχὴ γὰρ νῦν γίνεται εἰϲ τὸ παρῳχημένον καὶ ϲυντελὲϲ τοῦ χρόνου.
τὴν γὰρ παράταϲιν ἀπευκταίαν ἕξει· πορθοῦντι γὰρ αὐτῷ τὴν Ἴλιον 
 ἐννέα δὴ βεβάαϲι Διὸϲ μεγάλου ἐνιαυτοί, 
 
 
 καὶ δὴ δοῦρα ϲέϲηπε νεῶν καὶ ϲπάρτα λέλυνται {B 134 seq.}. 
 καθότι πάλιν κατὰ τὸ ἐναντίον ἔϲτιν ἐπινοῆϲαι ἐπὶ τοῦ ζώοιμι. οὐ γὰρ δή γέ τιϲ παραλήψεται εἰϲ
εὐχὴν τὴν τοῦ ζῆν ϲυντέλειαν ἐν τῷ ζήϲαιμι. ἡ γὰρ τοιαύτη ϲυντέλεια τῆϲ εὐχῆϲ δυνάμει
περιγράφει τὴν τοῦ βίου διατριβήν.

Τὸ αὐτὸ ἄπορον μέτειϲι καὶ ἐπὶ τὰ προϲτακτικά. πάλιν γὰρ 
 τὰ οὐ γενόμενα προϲτάϲϲεται, καὶ ἀληθὲϲ ὅτι τὰ παρῳχημένα γέγον. καὶ κατὰ τὸ αὐτὸ οὐ
χρὴ παρῳχημένου χρόνου προϲτακτικὸν παραλαμβάνειν. Καὶ ἔϲτιν γε πάλιν ἐπὶ τῶν τοιούτων ταὐτὸν φάναι,
ὡϲ τὸ πρῶτον διαφέρει τὸ κλειέϲθω ἡ θύρα τοῦ κεκλείϲθω, καθὸ ἡ
μὲν κατὰ τὸν 
 
 
 
 
 ἐνεϲτῶτα ἐκφορὰ ὑπαγορεύει τὴν ὑπόγυον πρόϲταξιν, ὅπερ ἐνεϲτῶτοϲ τοῦ παρατεινομένου ἦν
ἴδιον, τό γε μὴν κεκλείϲθω τὴν ἔκπαλαι ὀφείλουϲαν
διάθεϲιν γενέϲθαι.

Ἀλλὰ καὶ εἴπομεν ὡϲ ἃ μὲν προϲτάϲϲεται αὐτῶν εἰϲ παράταϲιν. ὁ γὰρ
ἀποφαινόμενοϲ οὕτωϲ, γράφε, ϲάρου, ϲκάπτε, ἐν παρατάϲει τῆϲ διαθέϲεωϲ τὴν πρόϲταξιν
ποιεῖται, ὡϲ ἔχει καὶ τὸ 
 βάλλ᾿ οὕτωϲ, αἴ κέν τι φόωϲ Δαναοῖϲι γένηαι {Θ 282}· 
 
 φηϲὶ γὰρ ἐν τῷ πολέμῳ καταγίνου εἰϲ τὸ βάλλειν. ὅ γε μὴν λέγων κατὰ τὴν τοῦ παρῳχημένου
προφορὰν γράψον, ϲκάψον, οὐ μόνον τὸ μὴ γινόμενον προϲτάϲϲει, ἀλλὰ καὶ τὸ γινόμενον ἐν
παρατάϲει ἄπαγορεύει εἴγε καὶ τοῖϲ γράφουϲιν ἐν πλείονι χρόνῳ προϲφωνοῦμεν τὸ γράψον,
τοιοῦτόν τι φάϲκοντεϲ, μὴ ἐμμένειν τῇ παρατάϲει, ἀνύϲαι δὲ τὸ γράφειν.

Τὰ δεύτερα πρόϲωπα τῶν προϲτακτικῶν πρόδηλον ἔχει τὴν 
 
 ϲύνταξιν, κἂν ὁμόφωνα καθεϲτήκῃ τῇ ὁριϲτικῇ ἐγκλίϲει· ἡ γὰρ ϲυνοῦϲα αὐτοῖϲ κλητικὴ
ἀφίϲτηϲι τὴν ἀμφιβολίαν τὴν πρὸϲ τὸ ὁριϲτικόν, καὶ τὸ 
 
 
 
 
 
 ϲυνταϲϲόμενον ἐπίρρημα, λέγω δὴ τὸ ἄγε, ὥϲ γε ἐν τοῖϲ ἑξῆϲ παραϲτήϲομεν. τὰ γὰρ τρίτα
καὶ τῇ φωνῇ ἰδιάϲαντα οὐδὲ κατ᾿ ὀλίγον ἀμφιβάλλεται.

Τά γε μὴν τοῦ πρώτου προϲώπου πρόϲ τινων οὐδὲ παραλαμβάνεται, 
 λαμβάνεται, λόγοιϲ τοιούτοιϲ. κεχωρίϲθαι φαϲὶ δεῖν τὸν
προϲτάϲϲοντα τοῦ προϲταϲϲομένου, «ὅπερ οὐκ ἔϲτιν ἐπινοῆϲαι ἐν πρώτῳ προϲώπῳ· 
 ἐϲτιν γὰρ πρῶτον τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον, δεύτερον δὲ τὸ πρὸϲ ὃ ἡ ἀπόταϲιϲ ὑπὲρ
αὐτοῦ τοῦ προϲφωνουμένου, εἰϲ ὃ καὶ ἐγχωρεῖ ἡ ἔγκλιϲιϲ ἐν τῷ φεῦγε, λέγε, γράφε.»

ἀλλὰ κἀκεῖνο δῆλόν ἐϲτιν, ὡϲ αἱ κλητικαὶ ἐν δυϲὶ προϲώποιϲ καταγίνονται, τῷ τε
προϲκαλοῦντι 
 καὶ τῷ προϲκαλουμένῳ· καὶ διὰ τοῦτο τῶν κατὰ τὸ πρῶτον πρόϲωπον ἀντωνυμιῶν κλητικαὶ οὐκ
ἦϲαν, τῶν γε μὴν πάλιν κατὰ τὸ δεύτερον. ϲαφὲϲ οὖν ὅτι καὶ ἐκ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ δείκνυται ὡϲ
 πρώτου προϲώπου οὐκ ἔϲτι προϲτακτικά· τὴν γὰρ ἐκ τῶν κλητικῶν 
 
 
 
 ϲύνταξιν ἀναδέχονται, τιϲ ἐδέδεικτο ἀϲύϲτατοϲ κατὰ τὸ πρῶτον πρόϲωπον. καὶ ὡϲ οὐκ
ἔϲτιν ἐπινοῆϲαι ἑαυτόν τινα προϲκαλούμενον διὰ τὸ ἀχώριϲτον τοῦ προϲώπου, οὕτωϲ οὐδὲ ἑαυτῷ
προϲτάϲϲοντα διὰ τὸ ἀχώριϲτον τοῦ προϲώπου· πᾶν γὰρ προϲτακτικὸν ἐκ προϲώπου
ἐπικρατοῦντοϲ ϲυνέϲτηκεν ὡϲ πρὸϲ ἐπικρατούμενον.

Οἵ γε μὴν παραδεχόμενοι τὴν ἐν πρώτοιϲ προϲώποιϲ ἐπιγινομένην πρόϲταξιν, οὐκ ἀναϲκευάϲαντεϲ τοὺϲ
προκειμένουϲ λόγουϲ, παρατίθενται ὡϲ προϲτακτικὰ ἐν τῇ χρήϲει, 
 φεύγωμεν ϲὺν νηυϲὶ φίλην ἐϲ πατρίδα γαῖαν (B 140 et l 27}, 
 
 ἀλλ᾿ ἄγε δὴ χαζώμεθ᾿ ἐφ᾿ ἵππῶν {Ε 249}, 
 
 καὶ ἅπαντα κατὰ τὴν κοινὴν χρῆϲιν οὕτω λεγόμενα. ἐξ ὧν πειρῶνται καὶ τὰ ἑνικὰ παραλαμβάνειν.
«ὃν γὰρ τρόπον τῶν δευτέρων πληθυντικῶν ἡ παραλήγουϲα ἀποβάλλουϲα τὴν τε λήγουϲα γίνεται τῶν ἑνικῶν,
 
 λέγετε λέγε, νοεῖτε νόει, τὸν αὐτὸν τρόπον καὶ τῶν
πρώτων ἡ παραλήυουϲα ἀποβαλοῦϲα τὸ μεν καταϲτήϲει τὸ ἑνικὸν προϲτακτικόν, φέρω μεν
φέρω, ἀριθμήϲωμεν ἀριθμήϲω. καὶ οὐ ξένον εἰ ὁμοφωνεῖ ταῖϲ ὁριϲτικαῖϲ φωναῖϲ, ὅπου γε
καὶ ἡ ἐν δευτέροιϲ προϲώποιϲ ὁμοφωνία ἐγγίνεται.»

«πρόδηλον κἀκ τῆϲ ϲυντάξεωϲ τῆϲ ἄγε λέγωμεν, ἄγε φέρωμεν, ἧϲ τὸ ἑνικὸν γενήϲεται
φέρε λέγω, φέρε ἀριθμήϲω. 
 
 
 
 
 
 (τὸ γοῦν δεύτερον πρόϲωπον τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ, οὐ ϲυνεμπῖπτον τῇ προϲτακτικῇ
ἐγκλίϲει, οὐδὲ τὴν τούτων ϲύνταξιν ἀναδέχετάι· τίϲ γὰρ ἂν φαίη φέρε λέγειϲ ἢ φέρε
ἀριθμήϲειϲ;) οὕτωϲ δ᾿ ἔχει κἀκεῖνο 
 ἀλλ᾿ ἄγε δὴ τὰ χρήματ᾿ ἀριθμήϲω καὶ ἴδωμαι {ν 215}· 
 ἀλλ᾿ ἄγ᾿ ἐγών, ὃϲ ϲεῖο γεραίτεροϲ εὔχομαι εἶναι, 
 
 
 ἐξείπω {l 60 seq.}»

Ἐμοί γε μὴν δοκεῖ τὰ τῆϲ ἐγκλίϲεωϲ ἐπιτεταράχθαι, ἐπεὶ ϲχεδὸν
ἐγκλίϲειϲ δύο ϲυνωθοῦϲιν εἰϲ μίαν ἔγκλιϲιν. ἔχει δὲ τὰ τῆϲ ἀπο 
δείξεωϲ τῇδε. Δέδοται ὅτι οὐ προϲκαλούμεθα ἑαυτούϲ, οὐδὲ μὴν προϲτάϲϲομεν ϲτάϲϲομεν ἑαυτοῖϲ, καθ᾿ ἣν
εἴπομεν ἔννοιαν τῶν προϲτακτικῶν. ὑποτιθέμεθα 
 μέντοι ἑαυτοῖϲ, ὥϲ γε ἔχει ἐπὶ τοῦ Διόϲ. ἐν γὰρ πολλαῖϲ ὑποθήκαιϲ ἐγγενόμενοϲ καὶ μίαν ἀρίϲτην ὑπονοήϲαϲ τοιοῦτό τι εἶπε, 
 πέμψω ἐπ᾿ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· 
 
 
 
 
 
 οὗ πάλιν ἡ μετάληψιϲ γενήϲεται εἰϲ ἀπαρέμφατον κατὰ τὸ διηγηματικόν, 
πέμψαι ἐπ᾿ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον {B 6}. —

Ἀπὸ δὴ τοῦ τοιούτου ἑνικοῦ μετῄει καὶ πληθυντικὸϲ ἀριθμόϲ, ἐπιϲπώμενοϲ τὴν ἐκ δευτέρων καὶ
τρίτων προϲώπων ϲύλληψιν, πέμψωμεν, 
 ἀριθμήϲωμεν· ἣν μάλιϲτα καὶ εὔχρηϲτον ὑπολαμβάνω καθίϲταϲθαι ὡϲ πρὸϲ τὰ ἐπικρατοῦντα
πρόϲωπα, εἴγε ϲύνταξιν ἐπικρατουμένων προϲώπων ἄντικρυϲ οὐκ ἀναδέχεται. εἴπομεν γὰρ ὡϲ τὰ
προϲτακτικὰ ἐξ ἐπικρατούντων ἐϲτὶν προϲώπων καὶ ἐξ ἐπικρατουμένων, ἃ καὶ τὴν πρόϲταξιν
ἀναδέχεται τοῦ πράγματοϲ. ἱν᾿ οὖν ἐκκλίνῃ τὴν ἐν δευτέροιϲ προϲώποιϲ γινομένην
πρόϲταξιν, ϲύλληψιν ἀναδέχεται τὴν εἰϲ τὸ πρῶτον, ἥτιϲ κατὰ τὸ ἑνικὸν ἐδείχθη
ὑποθετική. καὶ δῆλον ὅτι τῇ ἐπικρατείᾳ τῇ κατὰ τὸ πρῶτον καὶ τὰ ϲυγγενόμενα πρόϲωπα τῆϲ αὐτῆϲ
ἐγκλίϲεωϲ ἐτύγχανεν. τοιοῦτο γάρ ἐϲτι καὶ τὸ πρὸϲ Ϲθενέλου
εἰρημένον 
 
 
 
 
 ἀλλ᾿ ἄγε δὴ χαζώμεθ᾿ ἐφ᾿ ἵππων {ε 249}, 
 
 ἵνα μὴ ἐν τῷ ὑπερέχοντι προϲώπῳ προϲτάξῃ ἐν τῷ χάζου. τοιοῦτό ἐϲτιν καὶ τὸ πρὸϲ Νέϲτοροϲ
εἰρημένον 
 ἀλλ᾿ ἄνδραϲ κτείνωμεν {Ζ 70}· 
 ἑαυτὸν γὰρ ϲυλλαβὼν προθυμοτέρουϲ καθίϲτηϲι τοὺϲ Ἕλληναϲ εἰϲ τὸν κατεπείγοντα
πόλεμον.

Οὐ δὲ οὖν δεύτερα καὶ τρίτα ὑπολαμβάνω πρόϲωπα εἶναι τῶν τοιούτων ὑποθετικῶν· ἴνα γὰρ μὴ γένηται δεύτερον, πρῶτον ἐγένετο καθ᾿ ἣν εἴπομεν
ϲύλληψιν τῶν ἑνικῶν. ἔϲτι καὶ διὰ τῆϲ φωνῆϲ τὸ τοιοῦτον παραϲτῆϲαι. πάϲηϲ ἐγκλίϲεωϲ τὰ
δεύτερα πρόϲωπα πληθυντικὰ εἰϲ τε λήγοντα ἰϲοχρονεῖ κατὰ τὴν παρεδρεύουϲαν τοῖϲ
πρώτοιϲ, 
 
 
 λέγοιμεν λέγοιτε, λέγομεν λέγετε. διὰ τοῦτό φαμεν τῷ ῥιπτοῦμεν παρακεῖϲθαι τὸ
ῥιπτεῖτε, τῷ δὲ ῥίπτομεν τὸ ῥίπτετε. περιϲϲὸν ὑποδείγμαϲιν χρῆϲθαι καθολικοῦ ὄντοϲ τοῦ
λόγου. πῶϲ οὖν καὶ κατὰ τὸν λόγον τῆϲ φωνῆϲ παρακείϲεται τῷ φεύγετε τὸ φεύγωμεν; τὰ εἰϲ 
θε λήγοντα μιᾷ ἐνδεῖ ϲυλλαβῇ τῶν εἰϲ θα ληγόντων κατὰ πᾶϲαν ἔγκλιϲιν· οὐκ ἄρα καὶ κατὰ
τὸ τοιοῦτον τῷ πεποιηκώμεθα παρακείϲεται δεύτερον τὸ πεποίηϲθε.

Φαίνεται οὖν ὅτι τὸ λεῖπον τῶν προϲτακτικῶν προϲώπων, 
 
 
 
 
 λέγω τὸ πρῶτον, καὶ τὰ λείποντα τῶν ὑποθετικῶν δεύτερα καὶ τρίτα
εἰϲ ἕνωϲιν ἄγει τὸ τὰϲ δύο ἐγκλίϲειϲ παραλαμβάνεϲθαι, ἵν᾿ ἑκατέρα ἀνταναπληρωθῇ τοῦ
λείποντοϲ, τῶν ἐγκλίϲεων καὶ κατὰ τὸ ϲημαινόμενον ϲυντρεχουϲῶν. Εἰ δέ τινεϲ προϲβιάϲονται καὶ ἐν
δευτέροιϲ προϲώποιϲ καταγίνεϲθαι τὰ ὑποθετικὰ καθ᾿ ὁμοφωνίαν τὴν πρὸϲ τὰ προϲτακτικά, 
ἐκεῖνο ἂν φαίημεν, ὡϲ ϲυνοῦϲα ἡ διὰ τοῦ ἄγε ϲύντοξιϲ ἐξαίρετον καταϲτήϲει τὴν
προϲτακτικὴν ἔγκλιϲιν· προφανῶϲ γὰρ τὸ ἐγκελευϲτικὸν ἐπίρρημα ἐπέτεινε τὴν πρόϲταξιν.

Ἐχομένωϲ ῥητέον καὶ περὶ τῶν κατὰ τρίτον πρόϲωπον προϲτακτικῶν, δὴ καὶ αὐτὰ δευτέρου προϲώπου φαϲὶν εἶναι, διαφέρειν δὲ τῶν
προκειμένων, καθὸ ἐκεῖνα μὲν αὐτόθεν τὴν πρόϲτοξιν τοῦ πράγματοϲ παραδέχεται, ταῦτα δὲ ἐγκελεύεται
εἰϲ ἑτέρων προϲώπων πρόϲταξιν. «το γὰρ λεγέτω καὶ τὰ ὅμοια ϲαφὲϲ ὅτι καὶ τὰϲ ἐγκελεύϲειϲ
 ἔχει διττάϲ, τήν τε ἐν δευτέρῳ καταγινομένην καὶ τὴν ἐξ αὐτοῦ εἰϲ τρίτον μετιοῦϲαν,
καθάπερ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῶν μονοπροϲώπων καὶ διπροϲώπων ἀντωνυμιῶν· ἡ
μὲν γὰρ ἐγώ καὶ αἱ ϲύζυγοι καὶ 
 
 
 
 ἅπαξ ἑνικῶϲ νοούμεναί εἰϲιν καὶ ἓν πρόϲωπον ὑπαγορεύουϲιν, ἥ γε μὴν ἐμόϲ καὶ δὶϲ ἑνικῶϲ
νοεῖται καὶ δύο πρόϲωπα παρεμφαίνει. ἴϲωϲ δὲ καὶ ἡ ὀρθοτονουμένη ἀντωνυμία, κἂν ἁπλῆ ᾖ, διὰ τῆϲ
ἐπιούϲηϲ διαϲτολῆϲ τὸ διϲϲὸν πρόϲωπον ὑπαγορεύει, καὶ τὰ
ϲυγκριτικὰ καὶ τὰ πρόϲ τι ἅπαντα, καὶ δὴ οὖν τὸ λεγέτω δεύτερον καὶ τρίτον ὑπαγορεύει.»

Ἀλλ᾿ ἐϲτι γε πρὸϲ ταῦτα φάναι ὡϲ οὐ ψεῦδοϲ μέν ἐϲτι τὸ παρεμπίπτειν διϲϲὸν πρόϲωπον, οὔτε μὴν
ὅτι ἐν δευτέρῳ προϲώπῳ καταγίνεται· οὔ γε μὴν ἐξαιρέτωϲ ἐπὶ τῶν προϲτακτικῶν τὸ τοιοῦτον ἐγχωρήϲει·
πολὺ γὰρ πρότερον καὶ ἐπὶ τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ τὸ τοιοῦτον ἂν παρέποιτο.
ἀποφαινόμεθα γὰρ καὶ πρόϲ τιναϲ περί τινοϲ, ὀρθῶϲ διαλέγεται Τρύφων, ἡμέρα ἐϲτίν· καὶ
οὐ πάντωϲ τὰ τοιαῦτα, αῦτα, ὅτι πρόϲ τινά ἐϲτι, καὶ
δεύτερα εἰρήϲεται. διὸ καὶ ἐπίμεμπτοι οἱ ἀφοριϲάμενοι τὸ δεύτερον πρόϲωπον «πρὸϲ ὃν ὁ
λόγοϲ», ὅτι μὴ 
 
 
 
 προϲτιθέαϲι «καὶ περὶ αὐτοῦ τοῦ προϲφωνουμένου». καὶ δὴ τὰ προκείμενα προϲτάϲϲεται μὲν
δευτέροιϲ προϲώποιϲ, οὐ μὴν δεύτερά ἐϲτιν· οὐ γὰρ κατὰ τῶν προϲφωνουμένων αἱ προϲτάξειϲ γίνονται,
κατὰ δὲ τῶν ἐν τρίτοιϲ νοουμένων.

ϲαφὲϲ κἀκ τοῦ παρεπομένου ἀριθμοῦ. ἡνίκα γὰρ δευτέρῳ προϲτάϲϲεται,
ἑνικῶϲ μὲν γίνεται λέγε, πληθυντικῶϲ δὲ λέγετε. οὐ μὴν ἐν τῷ λεγέτω ταὐτὸν παρακολουθήϲει· τρίτου
γὰρ καθεϲτῶτα τὴν ἐν τρίτοιϲ προϲώποιϲ διαλλαγὴν ἴϲχει τοῦ ἀριθμοῦ, λεγέτω λεγέτωϲαν,
τοῦ ἐγκειμένου δευτέρου προϲώπου οὐδαμῶϲ τοιοῦτον ἀναδεχομένου. ὃ δὴ εἰ φύϲει προϲέκειτο κατὰ
προϲώπου μεριϲμόν, 
 ἀνεδέξατο ἂν καὶ τὸν ϲυνόντα ἀριθμὸν ἑνικὸν καὶ πληθυντικόν, καθάπερ καὶ ἐπὶ τῶν
ἀντωνυμιῶν, ἡμέτεροϲ, ἐμόϲ· νυνὶ δὲ τὸ λεγέτω καὶ λεγέτωϲαν καὶ τὰ ὅμοια οὐκ ἔχει διαϲτολὴν τῶν κατὰ
τὸ δεύτερον πρόϲωπον ἐν ἀριθμῷ, πότερον ἑνί τιϲ ἀποφαίνεται περὶ ἑνὸϲ ἢ πλείοϲι περὶ
ἑνὸϲ ἢ καὶ περὶ πλειόνων. οἷόν τε γάρ ἐϲτιν φάναι καὶ ἀθροίϲματι ἐγρηγορείτω ὁ
ϲτρατηγὸϲ ὑμῶν καὶ ἑνὶ ἐγρηγορείτω ϲου ὁ 
 
 
 
 
 δεϲπότηϲ, καὶ οὐδεμία ἐϲτὶν ἐναλλαγὴ ἢ μόνη ἡ κατὰ τὸ τρίτον νοουμένη, ἧϲ ἐϲτι καὶ τὰ
πρόϲωπα.

Τὸ δὴ οὖν λεγέτω καὶ πάντα τὰ τοιαῦτα
ϲημαίνει ἀπόντων προϲώπων πρόϲταξιν, ἀναγκαίωϲ δευτέρου προϲώπου ἐναλλαϲϲομένωϲ
παραλαμβανομένου εἰϲ μετάδοϲιν τῆϲ προϲτάξεωϲ, ἐπεὶ πάλιν ἡ πρόϲταξιϲ ἐκτὸϲ δευτέρου προϲώπου ἀϲύϲτατόϲ ἐϲτιν· ἔνθεν γὰρ καὶ ταῖϲ ἐν δευτέρῳ προϲώπῳ νοουμέναιϲ ἁπάντοτε
κλητικαῖϲ ϲύνεϲτιν.

Πρόκειται δὲ ὡϲ τὸ πλέον ϲυνεμπίπτουϲι τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ κλίϲεωϲ αἱ φωναί, ὡϲ
τὸ λέγετε καὶ λέγεϲθε καὶ ἔτι διανοεῖϲθε καὶ ἅπαντα τὰ τοιαῦτα. καὶ ἐπεὶ πάλιν αἱ
κλητικαὶ ϲυνεμπίπτουϲι ταῖϲ 
 
 
 
 
 
 εὐθείαιϲ, ϲυγγίνεται δ᾿ εὐθείαιϲ τὰ ὁριϲτικὰ καὶ ἔτι αἱ κλητικαὶ τοῖϲ προϲτακτικοῖϲ,
πάλιν τὸ διανοεῖϲθε ἄνθρωποι οὔπω διακέκριται, εἰ μὴ ἐπιπροϲγένηται τὰ ἰδιάζοντα πρὸϲ ἑκάτερα τῶν
μερῶν τοῦ λόγου. φήϲομεν γὰρ ἐπ᾿ εὐθείαϲ ἄνθρωποι ὄντεϲ
διανοεῖϲθε, οὐχ ὡϲ οἴονταί τινεϲ κατὰ προϲτακτικὴν ἔγκλιϲιν, κατὰ δὲ ὁριϲτικήν, καθάπερ
ἔϲτιν ἐπινοῆϲαι κἀπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου, ἄνθρωποι ὄντεϲ διανοούμεθα, ἄνθρωποι
ὄντεϲ διανοοῦνται. καὶ ἐκ τῆϲ ἑνικῆϲ ϲυντάξεωϲ προφανὴϲ ὁ λόγοϲ, ἄνθρωποϲ ὢν διανοῇ, ἄνθρωποϲ ὢν
διανοοῦμαι καὶ ἔτι διανοεῖται· ἐφ᾿ ἧϲ ϲυντάξεωϲ κατὰ τὸ 
 κλητικὸν αἱ δύο φωναὶ ἐναλλάϲϲονται, ἄνθρωπε διανοοῦ. ἀλλὰ κἀκ τῆϲ ϲυνούϲηϲ μετοχῆϲ
προφανέϲ. οὐ γὰρ ϲυνίϲταται· ἡ ὤν μετοχὴ μετὰ κλητικῶν, μετὰ μέντοι τῶν εὐθειῶν· οὐ γάρ φαμεν
ἄνθρωπε ὤν, ἄνθρωποϲ δὲ ὤν. (οὕτωϲ ἀπεδείκνυτο καὶ ἡ ϲύ ὡϲ εἴη εὐθείαϲ ἐν τῷ ϲὺ ὤν ὡϲ εἰ καὶ ἐγὼ ὤν.)

Μἂν μετὰ ἄρθρου δὲ λέγομεν οἱ ἄνθρωποι διανοεῖϲθε, οὐ κατ᾿ ἐγκέλευϲιν
τοῦ διανοεῖϲε, κατὰ δὲ τὴν ὑπάρχουϲαν ἑκάϲτῳ διάνοιαν, ἣν ὁριζόμεθα ἐν τῷ διανοεῖϲε, ὡϲ
εἰ καὶ λέγοιμεν ὑπάρχει ἐν ὑμῖν τὸ λογιϲτικόν, τοῦ ἄρθρου μηνύοντοϲ τὴν εὐθεῖαν. — εἰ γὰρ προϲθείη
τιϲ τὸ ὦ, γενήϲεται καὶ τὸ 
 
 
 
 
 διανοεῖϲθε προϲτακτικόν, ὦ ἄνθρωποι διανοεῖϲθε. ἀλλ᾿ εἰ καὶ ἔτι τὸ ἄγε, ἄγε διανοεῖϲθε
 ὦ ἄνθρωποι. — ἐφ᾿ ἧϲ ϲυντάξεωϲ πάλιν εἴ τιϲ ἀντιθείη
τὸ ὅτι, ὅτι διανοεῖϲθε, μεταϲτήϲεται τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ τὴν ὁριϲτικὴν ἔγκλιϲιν. Καὶ τοϲαῦτα μὲν
περὶ τῶν ὁμοφωνούντων.

Περὶ δὲ τῶν μὴ ὁμοφωνούντων μήτε ἐν τοῖϲ ὀνόμαϲι μήτε 
 ἐν τοῖϲ ῥήμαϲιν οὐδὲ κατ᾿ ὀλίγον τὰ τῆϲ ϲυντάξεωϲ δεῖται λόγου, ἄνθρωποϲ ἔγραφεν,
ἄνθρωπε γράφε. εἰ γὰρ ἀνὰ μέροϲ πάλιν τὸ ἕτερον γένοιτο ὁμόφωνον, τὸ ϲυμφερόμενον τὸ ἀμφίβολον
ἀποτρίψεται. φέρε φάναι ἐπὶ τοῦ Ἑλικών καὶ τῶν ὁμοίων ὀνομάτων· προϲκείμενον γὰρ τὸ
ὁριϲτικὸν εὐθείαϲ ϲύνταξιν ἀποτελεῖ, Ἑλικὼν γράφει, τό γε μὴν προϲτακτικὸν κλητικήν,
Ἑλικὼν γράφε.

ἢ ἀνάπαλιν ἐπὶ τοῦ ἤχει, λέγω κατὰ παρατατικὴν προφορὰν τοῦ τρίτου προϲώπου, ἤχει ποτὲ τὸ ἐν (Δωδώνῃ χαλκεῖον· ἀλλὰ καὶ κατὰ προϲτακτικὴν 
 
 
 
 προφοράν, ἡνίκα λέγω ἤχει ϲύ. ὃ προϲδεχόμενον τὸ τῆϲ εὐθείαϲ ϲχῆμα παρατατικὸν ἀποτελέϲει τὸ ἤχει, ἤχει ὁ τρίπουϲ, ἤχει ὁ ἄνθρωποϲ· ἢ
πάλιν τὸ κλητικὸν τὸ προϲτακτικὸν ἀποτελέϲει, ἤχει ἄνθρωπε. ἐφ᾿ οὗ δὴ προϲγινομένη ἡ
ὁμόφωνοϲ εὐθεῖα τέλεον ἀμφίβολον ποιήϲει τὴν ϲύνταξιν ἐν τῷ ἤχει Ἑλικών· ἐφ᾿ ἧϲ πάλιν
ϲυντάξεωϲ χρεία ἐϲτὶ τῶν προκειμένων μορίων, ὁ Ἑλικὼν ἤχει, ἄγε ἤχει ὦ Ἑλικών, ὅτι ἤχει
Ἑλικών. — οὐ λέληϲμαι ὅτι καὶ ἡ αὐτοτέλεια τεκμήριόν ἐϲτιν κλητικῆϲ· ἰδοὺ γὰρ καὶ αὐτὸ τὸ Ἑλικών
ἐλλεῖπον μὲν ῥήματι εὐθεῖαν ὁμολογεῖ, οὐ τῇδε δὲ ἔχον κλητικῆϲ ἐϲτιν πτώϲεωϲ τὸ 
 τοιοῦτον, οἷον ὦ Ἑλικῶν ἤχει .

Ἐδείκνυμεν τοῦ ἐνεϲτῶτοϲ ἁπάντοτε τὰ πληθυντικὰ ϲυνεμπίπτοντα, πίπτοντα, ὧν ἡ διάκριϲιϲ ἐγίγνετο
διὰ τοῦ ἄγε ἢ ὅτι, ὑποϲτελλομένου ἑνὸϲ ῥήματοϲ τοῦ ἐϲτε. τοῦτο γὰρ ἀπέβαλλε τὴν
ἀμφιβολίαν, εἴγε βαρυνόμενον μὲν προϲτακτικόν ἐϲτιν, ὀξυνόμενον δὲ ὁριϲτικόν. καὶ ἴϲωϲ 
 
 
 
 δόξει ὠλιγωρῆϲθαι τὰ τῆϲ φωνῆϲ, ὅτι μὴ τῷ καθολικῷ ὕπεϲτιν· καὶ ἤτοι τὸ ὀξυνόμενον
ἡμάρτηται ἢ τὸ βαρυνόμενον προϲτακτικόν. —

Ἐρ᾿ οὗ ἂν φαίη τιϲ ὡϲ ἅπαντα τὰ εἰϲ τε λήγοντα προϲτακτικὰ βαρύνεται, καὶ διὰ τοῦτο
βαρυνόμενον τὸ ἔϲτε κατώρθωται, καὶ λείπεται 
 τὸ ἐϲτέ ὠλιγωρῆϲθαι, ὅτι μὴ ὁμοφωνεῖ τῷ κατωρθωμένῳ. ἀλλ᾿ ὁμοτονεῖν θέλει
τὰ δεύτερα ὁριϲτικὰ πληθυντικὰ τοῖϲ πρώτοιϲ, ἴμεν ἴτε, δίδομεν δίδοτε· εἰ οὖν ἐϲμέν, δῆλον ὅτι καὶ
ἐϲτέ, ἡμάρτηται δὲ τὸ ἔϲτε 
 προϲτακτικὸν βαρυνόμενον.

Τί οὖν χρὴ ἐπὶ τοῦ τοιούτου διαλαβεῖν; ἢ ἐκεῖνο ἀποφήναϲθαι, ὡϲ ὀξύνεται μὲν τὸ
ὁριϲτικὸν ἐν τῷ ἐϲμέν καὶ ἐϲτέ διὰ τὸ εἶναι ἐγκλιτικά, οἷϲ οὐ ϲύνεϲτι βαρὺ τὸ τέλοϲ· 
καὶ ἐπειδὴ ἐν τοῖϲ προϲτακτικοῖϲ ἀφίϲταται ἡ ἔγκλιϲιϲ, ϲυναφίϲταται καὶ ἡ ἐπὶ τέλουϲ
ὀξεῖα, ἥτιϲ αἰτία ἦν τῆϲ ἐγκλίϲεωϲ. — διὰ τοῦτο τὸ 
 
 
 
 
 μὲν εἰμί ὀξύνεται ὁριϲτικὸν ὄν, καθὸ ἐγκλιτικόν, οὐ μὴν τὸ ἴϲθι προϲτακτικόν, καθὸ οὐκ
ἐγκλιτικόν, καίτοι πάλιν τῶν εἰϲ θι ληγόντων προϲτακτικῶν 
ὁμοτονούντων τοῖϲ εἰϲ μι ⟨ὁριϲτικοῖϲ⟩, ζεύγνυμι ζεύγνυθι, εἶμι ἴθι. (ἔνθεν οὐ ϲυγκατατίθεμαι τοῖϲ ἐν
προϲτακτικῇ προφορᾷ ὀξυτονοῦϲι τὸ φαθί, ϲυνελεγχομένοιϲ κάκ τοῦ τρίτου προϲώπου τοῦ
φάτω, ὃ δὴ ὁμότονον καθεϲτὼϲ τῷ δευτέρῳ ὁμοίωϲ τοῖϲ .ἄλλοιϲ ἤλεγχε τὴν παρὰ τὸ δέον
ὀξεῖαν.)

Ἑξῆϲ ῥητέον περὶ τῆϲ ὑποτακτικῆϲ ἐγκλίϲεωϲ ἥν τινεϲ καὶ 
 διϲτακτικὴν ἀποφαίνονται ἀπὸ τοῦ ἐξ αὐτῆϲ δηλουμένου, καθάπερ
καὶ. αἱ προκατειλεγμέναι ταὐτὸν ἀνεδέξαντο· ϲαφὲϲ γὰρ ὅτι ὡϲ τὸ ἐὰν 
 
 
 
 γράφω καὶ τὰ τούτοιϲ ὅμοια διϲταγμὸν τοῦ ὡϲ ἐϲομένου πράγματοϲ 
 ϲημίνει.

Ἀλλ’ ἴϲωϲ ἀντικείϲεται τὸ μηδὲ αὐτὰ ἔχεϲθαι τῆϲ ἐννοίαϲ τοῦ διϲταγμοῦ, τὸν δὲ
παρακείμενον ϲύνδεϲμον αἴτιον γίνεϲθαι τῆϲ διϲτακτικῆϲ ἐννοίαϲ. καὶ εἰ ἀπὸ τῆϲ δυνάμεωϲ τῶν
ϲυνδέϲμων ἔοικεν τὰ ῥήματα ἀνάγεϲθαι, οὐδὲν κωλύει καὶ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ 
μετατίθεϲθαι τῆϲ ἰδίαϲ κλήϲεωϲ, ἀναδεξαμέναϲ τὴν ἐκ τῶν ϲυνδέϲμων δύναμιν. οὐ γὰρ ἔτι ὁριϲτικὸν τὸ
εἰ ἔγραψα, εἰ ἐφιλολόγηϲα, οὐδὲ ταὐτόν ἐϲτι τὸ φιλολογήϲω τῷ ἤτοι φιλολογήϲω ἢ
πορεύϲομαι εἰϲ περίπατον, οὐδὲ τὸ γράψαιμι ἄν εὐχὴν ἐπαγγέλλεται, ὁριϲμὸν δὲ τοῦ ἐϲομένου πράγματοϲ.
ϲχεδόν τε ὑπὸ τὸν αὐτὸν διϲταγμὸν πίπτει 
 τὸ εἰ περιπατεῖϲ κινῇ τῷ ἐὰν περιπατῇϲ κινηθήϲῃ, καὶ οὐ καλεῖται
τὸ εἰ περιπατεῖϲ διϲτακτικόν.

Ἀλλὰ πρὸϲ τὴν τοιαύτην ἀντίρρηϲιν ἐνὸν ὑπαντῆϲαι ὡϲ αἱ μὲν ἄλλαι ἐγκλίϲειϲ ἐκτὸϲ
οὖϲαι τῶν ϲυνδέϲμων τὸ ἐξ αὑτῶν δηλούμενον ἀνεδέξαντο, ἐξ οὗ καὶ τὴν θέϲιν ἔϲχον τοῦ ὀνόματοϲ.
προῦπτον γὰρ ὅτι τὸ γράψαιμι εὐχῆϲ ἐϲτιν παραϲτατικὸν καὶ τὸ περιπατῶ ὁριϲμοῦ· 
 
 
 
 
 ὅθεν εἰ ταύταιϲ προϲγένοιτό τιϲ ϲυνδεϲμικὴ ϲύνταξιϲ, οὐκ ἐκ ταύτῃϲ 
ἕξουϲιν τὴν θέϲιν τοῦ ὀνόματοϲ, ἐκ δὲ τῆϲ φύϲει αὐταῖϲ ἐγκειμένηϲ ἐγκλίϲεωϲ, καθὸ καὶ αὐτοὶ οἱ
ϲύνδεϲμοι ἐκ τῆϲ ἰδίαϲ παρεμφάϲεωϲ τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀνεδέξαντο, διαζευκτικοὶ καλούμενοι,
δυνητικοί, ϲυναπτικοὶ 
 καὶ ἄλλοι οἱ ὑπόλοιποι. ὅθεν εἰ καὶ τῇ καλουμένῃ διϲτακτικῇ ἐγκλίϲει παρείπετο τὸ ἐκτὸϲ ϲυνδέϲμου ϲημαίνειν τι, κἂν πάντωϲ τὴν ἐκ τούτου
ὀνομαϲίαν ἀνεδέξατο. νυνὶ δὲ οὐδέποτε ἐμόναϲεν ἐκτὸϲ ϲυνδέϲμου, καὶ οὕτωϲ ἄδηλον ἔϲχε τὸ
ϲημαινόμενον, καὶ διὰ τοῦτο αὐτό, οὐκ ἔχουϲα ἰδίᾳ δηλούμενον, παρεδέξατο ἐκ δυνάμεωϲ τοῦ ϲυνδέϲμου
 τὴν τοῦ ὀνόματοϲ θέϲιν εἰληφέναι. —

Ἦν δ’ ἂν ὁ λόγοϲ πάνυ εὐπαράδεκτοϲ, εἰ τὰ καλούμενα ὑποτακτικὰ ῥήματα ϲυντάξει μιᾷ
ἐκέχρητο ϲυνδεϲμικῇ τῇ προκειμένῃ. νυνὶ δὲ καὶ οἱ καλούμενοι ἀποτελεϲτικοὶ ἐπὶ 
 
 
 
 
 τὴν αὐτὴν ϲύνταξιν φέρονται, ἡνίκα φαμὲν Τρύφων περιπατεῖ ἵνα
ὑγιάνῃ ἢ δὸϲ τὸν χάρτην ἵνα γράψω· καίτοι μᾶλλον ἀποτελεϲτικὰ. ὀφείλει καλεῖϲθαι τὰ ῥήματα ἢ
διϲτακτικά. ἀλλ’ οὐδὲ ἀποτελεϲτικά· ἰδοὺ γὰρ καὶ κατ’ αἰτιολογικὴν ϲύνταξιν, ἡνίκα φαμὲν
ἵνα ἀναγνῶ ἐτιμήθην, ἵνα ἀναϲτῶ ἠνιάθη Τρύφων. ὑγιῶϲ ἄρα ἀπὸ ἑνὸϲ τοῦ παρακολουθοῦντοϲ
τῇ προκειμένῃ ἐγκλίϲει, τοῦ μὴ ϲυνίϲταϲθαι αὐτὴν εἰ μὴ ὑποταγείη τοῖϲ προκειμένοιϲ
ϲυνδέϲμοιϲ, εἴρηται ὑποτακτική.

Ὅτι δὲ καὶ ἐπ’ ἄλλων μερῶν λόγου μερικὴ διαφωνία αἰτία γίνεται τοῦ εἰϲ κοινὸν ὄνομα
ἀνάγεϲθαι τὴν θέϲιν, ϲαφέϲ ἐϲτι καὶ ἐξ 
 
 
 αὐτῶν τῶν ϲυνδέϲμων. οἱ μὲν γὰρ ἄλλοι ἀπ’ ἰδίαϲ δυνάμεωϲ ἀναδεχόμενοι τὴν
θέϲιν ἔϲχον τῶν ὀνομάτων, ἀπὸ τοῦ ἐν ϲυναφείᾳ τοὺϲ λόγουϲ ἐπάγειν ϲυναπτικοί, ἢ ἀπὸ τοῦ διαζευγνύειν διαζευκτικοί, καὶ ἅπαντεϲ οἱ ὑπόλοιποι· οἵ γε μὴν
καλούμενοι παραπληρωματικοὶ οὐκ ἀπὸ τοῦ δηλουμένου τὴν θέϲιν ἔϲχον. οὐ γὰρ ἀληθέϲ ἐϲτιν,
ὥϲ τινεϲ ὑπέλαβον, μόνον αὐτοὺϲ ἀναπληροῦν τὸ κεχηνὸϲ τῆϲ ἑρμηνείαϲ καὶ διὰ τοῦτο
εἰρῆϲθαι παραπληρωματικούϲ· ὅτι γὰρ ἕκαϲτοϲ αὐτῶν ἔχει τινὰ δύναμιν, 
 
 
 
 
 παρεϲτήϲαμεν ἐν τῷ περὶ ϲυνδέϲμων. οὐ γὰρ ταὐτόν ἐϲτι τὸ τοῦτό μοι χάριϲαι τῷ 
 τοῦτό γέ μοι χάριϲαι {Callim. frg. anon. 259, II 752 Sehn.}, 
 οὐδὲ τὸ ἀγαθὸϲ ὤν τῷ 
 
 ἀγαθόϲ περ ἐών {Α 131}· 
 
 οὐδὲ τὸ αὐτὸ ἐμφαίνει τὸ οἱ μὲν παρ’ ὄχεϲφι τῷ 
 οἱ μὲν δὴ παρ’ ὄχεϲφι {O 3}· 
 
 παραγραφῆϲ γὰρ λόγου ϲημεῖόν ἐϲτιν ὁ δή. —

οὐδὲ γὰρ ἐκεῖνο 
 
 
 ἐξαίρετόν ἐϲτιν, τὸ αὐτοὺϲ μόνον ἐν πλεονάϲματι εὑρίϲκεϲθαι· ἀλλὰ ϲχεδὸν τὸ τοιοῦτον
πάθοϲ ϲύνεϲτι καὶ κατὰ τῶν ὑπολοίπων ϲυνδέϲμων, 
 τὸν καὶ Μηριόνηϲ πρότεροϲ {N 306}, 
 
 ἤτοι μὲν Μενέλαοϲ {Γ 213}, 
 
 καί τε χαλιφρονέοντα {ψ 13}· 
 μυρία ἔϲτιν εἰϲ τὸ τοιοῦτο παραθέϲθαι. ἀλλ’ οὐδὲ ἴδιον ϲυνδέϲμων τὸ ἐν πλεοναϲμῷ καταγίνεϲθαι·
ϲχεδὸν γὰρ ἐπὶ πάϲαϲ τὰϲ λέξειϲ τὸ τοιοῦτον ϲυντείνει.

καὶ εἰ ἀπὸ τοῦ πλεονάζοντοϲ ἡ θέϲιϲ τοῦ ὀνόματοϲ, τίϲ ἡ ἀποκλήρωϲιϲ τοῦ ἐπὶ τῶν
ϲυνδέϲμων τὸ τοιοῦτο πορη κολουθηκέναι, λέγω τῶν παραπληρωματικῶν, ἢ ὅτι οἱ μὲν ἄλλοι
ϲύνδεϲμοι, διάφοροι ὄντεϲ κατὰ τὰϲ φωνάϲ, μίαν δύναμιν ἐπηγγέλλοντο, ἐξ ἧϲ καὶ τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀνεδέχοντο, οὐ μὴν τοῖϲ
παραπληρω ματικοῖϲ ταὐτὸν ϲυνηκολούθει, ϲχεδὸν γὰρ ἕκαϲτοϲ αὐτῶν ἴδιόν τι ἐπηγγέλλετο,
μείωϲιν μὲν ὁ γέ ἐν τῷ 
 
 τοῦτό γέ μοι χάριϲαι {Callim. frg. anon. 259 Schn.}, 
 παραγραφὴν λόγου ὁ δή, ἐναντιότητα ὁ πέρ μετ’ αὐξήϲεωϲ ἐμφατικῆϲ. 
 
 
 
 
 ἦν οὖν ἀνέφικτον τὸ ἐκ τοῦ ϲημαινομένου τὴν ὀνομαϲίαν αὐτοὺϲ ἀναδέχεϲθαι διὰ τὸν
προκείμενον λόγον. κοινὸν οὖν παρείπετο αὐτοῖϲ τὸ πλεονάζειν κατὰ τὸ μὴ ἐλλεῖπον, καὶ ἐκ τοῦ κοινῶϲ παρεπομένου τὸ ὄνομα ἀνεδέξαντο, οὐ διαψευδόμενοι τὴν θέϲιν
τοῦ ὀνόματοϲ. —

Ὁ τοιοῦτοϲ λόγοϲ ϲυντείνει καὶ ἐπὶ τὰ παρώνυμα τῶν ὀνομάτων 
 
 καὶ τὰ ῥηματικά. καὶ γὰρ ταῦτα ἐκ τῆϲ προϋφεϲτώϲηϲ ὕληϲ τὴν ὀνο μαϲίαν ἀνεδέξαντο·
ἠδυνάτει γὰρ ἐκ τοῦ δηλουμένου ἕνεκα τῆϲ ἐν   αὐτοῖϲ γινομένηϲ παμπόλλου διαφορᾶϲ, εἴγε πάλιν τὰ
ἄλλα τῶν ἰδικῶν ἑνὶ δηλουμένῳ ἐκέχρητο, ἐξ οὐ καὶ τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀνεδέχετο.

Ἡ προκειμένη ἔγκλιϲιϲ μετὰ τοῦ ἐάν ϲυνδέϲμου καὶ τῶν ἰϲο 
 δυναμούντων ἐπὶ μέλλοντα φέρεται ἢ ἐνεϲτῶτα, ἐὰν
φιλολογῶ παρα γενήϲεται Δίων, ἐὰν ἀναγινώϲκω παραγίνεται Τρύφων· ἀκα- 
 
 
 
 τάλληλον γὰρ τὸ ἐν παρῳχημένῳ. ὁμοίωϲ καὶ ὁ ἵνα ἀποτελεϲτικόϲ, ἵνα φιλολογήϲω
παραγενήϲεται Τρύφων καὶ ἔτι παραγίνεται. εἰ γὰρ
ἐγγένοιτο παρῳχημένου ϲύνταξιϲ, δύναται ὁ αἰτιώδηϲ ἀκούεϲθαι, ἵνα φιλολογήϲω παρεγενήθη
Τρύφων· ἐν ἴϲῳ γάρ ἐϲτιν τῷ διότι ἐφιλολόγηϲα παρεγενήθη Τρύφων. οὐ τοῦτο δέ φημι, ὅτι
καὶ. ἀποτελεϲτικῶϲ πάλιν οὐ δύναται ἀκούεϲθαι· δυνατὸν γὰρ πάλιν οὕτωϲ ἀκούειν, εἰϲ τὸ φιλολογῆϲαί με παρεγενήθη Τρύφων. — ἐπὶ τοῖϲ οὖν ἐϲομένοιϲ ἡ ϲύνταξιϲ τοῦ
αἰτιολογικοῦ οὐκ ἂν γένοιτο· ἐπὶ γὰρ γεγονόϲιν αἱ αἰτίαι ἐπιλέγονται. ὅθεν καταλληλότεροϲ γίνεται ὁ
αἰτιολογικὸϲ 
 ἐπιφερομένων τῶν παρῳχημένων· ἵνα ὑβρίϲω Θέωνα, οὐ 
 
 
 
 φήϲομεν ἀγανακτήϲει Δίων, ἠγανάκτηϲεν δέ. ἐπί γε μὴν τοῦ ἀποτελεϲτικοῦ
ἔνεϲτι φάναι ἵνα ὑβρίϲω Θέωνα παρέϲται Τρύφων.

Ἀκόλουθόν ἐϲτιν ἐκθέϲθαι καὶ περὶ τῆϲ ϲυντάξεωϲ τῶν ὑποτακτικῶν, ἀπὸ ποίαϲ ἐγκλίϲεωϲ οἱ παρατιθέμενοι ϲύνδεϲμοι ἀφιϲτᾶϲι
 τὰ ῥήματα. (ἔφαμεν γὰρ ἐν τοῖϲ προκειμένοιϲ τὰ τοιαῦτα ῥήματα μὴ 
ϲυνίϲταϲθαι χωρὶϲ τῶν ϲυνδέϲμων) ϲαφὲϲ γὰρ ὅτι πᾶν ὅ ἐϲτι μέροϲ λόγου ἐν παραθέϲει ϲυνδέϲμου, τὸ
αὐτὸ πάντωϲ καὶ κατ’ ἰδίαν ῥητὸν ἦν. οὐ γὰρ δή γε ἓν μέροϲ λόγου τὸ ἐὰν δράμῃϲ, ἐὰν γράψῆϲ, ἵνα δῶμεν τὸ μὴ πάντωϲ ῥητὸν εἶναι τὸ ϲυντεθειμένον κατ’ ἰδίαν, ὥϲ γε ἐνόν ἐϲτιν εὑρέϲθαι μυρία ϲχήματα ἐν ϲυνθέϲει μεταπεποιημένα κατὰ τὴν ϲύνθεϲιν, ὧν τὸ διαλυόμενον κατ’ ἰδίαν οὐκ ἔϲτιν ῥητόν. παρὰ τὸ ϲέβομαι
ἐγένετο εὐϲεβήϲ, καὶ οὐ ῥητὸν κατ’ ἰδίαν τὸ ϲεβήϲ· ὁμοίωϲ καὶ τὸ πρωτοπαγήϲ παρὰ τὸ ἐπάγη, καὶ οὐ
ῥητὸν τὸ παγήϲ· γείνω ἀγενήϲ. οὐ δὴ οὖν, ὡϲ ἔφαμεν, ἓν ἔϲται τὸ ἐὰν λάβῃϲ, ἵνα μὴ πάντωϲ τὸ λάβῃϲ καταναγκάζηται κατ’ ἰδίαν λέγεϲθαι. —

δὲ καὶ τὸ τοιοῦτον δεῖται ἀποδείξεωϲ, βραχέα παραθηϲόμεθα ὑπὲρ τοῦ μὴ ἡνῶϲθαι εἰϲ
ἓν μέροϲ λόγου τοὺϲ ϲυνδέϲμουϲ τοῖϲ ῥήμαϲιν. πόθεν γὰρ αἱ μεϲαζόμεναι λέξειϲ παρεμπίπτουϲιν; ἐὰν
ϲήμερον καὶ αὔριον ἀκούϲῃϲ, ἀντιλήψει τῶν λεγομένων. ἀλλ’ ἐπεὶ καὶ. ἐν
ϲυνθέτοιϲ τὸ τοιοῦτον ἐγγίνεται, ὡϲ ἐν τῷ 
 λέων κατὰ ταῦρον ἐδηδώϲ {P 542}, 
 νήπιοι οἳ κατὰ βοῦϲ περίονοϲ Ἠελίοιο 
 
 ἤϲθιον {α 8 seq.}, 
 ἐκεῖνό γε ὁμόλογόν ἐϲτιν ὡϲ τὸ ἵνα δράμῃϲ, 
 
 ὄφρα πεποίθῃϲ {Α 524 et ν 344}, 
 τὰ τούτοιϲ ὅμοια τὴν ἐν ἑκατέρῳ μέρει λόγου τάϲιν ἀναδέχεται, ὡϲ ἂν παραθέϲεωϲ
οὔϲηϲ καὶ οὐ ϲυνθέϲεωϲ. —πρὸϲ οἷϲ οὐδὲ οἱ ϲύνδεϲμοι ϲυνϲιν. καθ’ ἓν μέροϲ λόγου, οἵ τε ϲυντεθειμένοι
μόνοι εἰϲὶν ϲυναπτικοί.

Ἔϲτιν οὖν ἡ πρώτη ἐκφορὰ τῶν ὑποτακτικῶν ὁριϲτική, ἣν οἱ παρατεθέντεϲ ϲύνδεϲμοι ἐν
φωνῆϲ ἰδιώμαϲιν κατέϲτηϲαν. δι’ ὃ καὶ 
 
 
 
 
 προϲεγένετο ἡ κλῆϲιϲ, ἐπεί τοί γε, εἰ ἐφυλάϲϲετο τὸ ἔλαβεϲ ἐν τῷ ἐὰν λάβῃϲ, ϲυνέμεινεν ἂν καὶ ἡ αὐτὴ ὀνομαϲία τῆϲ ἐγκλίϲεωϲ, καὶ εἰ μὴ ὁριϲμὸν ἐϲήμαινεν, καθὼϲ καὶ ἐν τοῖϲ προκειμένοιϲ παρεϲτήϲαμεν ὡϲ καὶ τὸ ἔγραψα ἄν, οὐκ
ἐμφανίζον ὁριϲμὸν τοῦ πράγματοϲ, καλεῖται ὁριϲτικὸν διὰ τὸ ϲυνημμένον ϲχῆμα τῇ ἐγκλίϲει. ἅμα οὖν καὶ
τῷ τὴν 
 φωνὴν ἀποϲτῆναι ἐν τῷ ἐὰν λάβῃϲ, ἐὰν δράμῃϲ, ϲυναπέϲτη καὶ ἡ
ὀνομαϲία τῆϲ ἐγκλίϲεωϲ.

Προφανῶϲ γὰρ αἱ φωναὶ διέϲτηϲαν εἰϲ μείζονα χρόνον ἐν τοῖϲ ϲυνοῦϲιν
βραχέϲι φωνήεϲιν κατὰ τὰϲ ὁριϲτικὰϲ ἐγκλίϲειϲ, τῶν ὑπολοίπων ϲυλλαβῶν ϲυμμενουϲῶν. 1. εἰϲ μαι λήγει
τὸ ὁριϲτικόν, λέγομαι, ἀλλὰ καὶ τὸ λέγωμαι, ἐπεὶ ποία οἰκειότηϲ πρὸϲ εὐκτικὸν τὸ
λεγοίμην ἢ τὸ ἀϲύϲτατον προϲτακτικὸν ἢ πρὸϲ ἀπαρέμφα 
 
 
 
 τον τὸ λέγεϲθαι; — 2. ὁμοφωνεῖ δ’ ἐν τῷ δευτέρῳ, ὅτι λέγῃ ἢ ἐὰν λέγῃ, τοῦ
λέγοιο ἢ λέγου οὐδεμίαν οἰκειότητα ἐχόντων πρὸϲ τὴν ὑποτακτικὴν φωνήν. —3. τὰ τρίτα ἐϲτὶ πληθυντικὰ
λέγοιεν ἢ λεγέτωϲαν, τό γε μὴν ὁριϲτικὸν λέγουϲιν, καὶ πάλιν τούτῳ ϲυμφέρεται τὸ 
 λέγωϲιν, ἐὰν λέγωϲιν. — 4. ὁμοφωνεῖ δὲ ἁπάντοτε κατὰ δευτέραν ϲυζυγίαν τῶν περιϲπωμένων,
ἐπί τε προϲώπων τῶν κατ’ ἐνεϲτῶτα, λέγω δὲ κατ’ ἐνεργητικὴν κατάληξιν, ἐὰν
λέγω ὅτι λέγω, ἐπί τε δευτέρων προϲώπων ἁπάντοτε παθητικῶν, ὅτι λέγῃ ϲύ ἐὰν λέγῃ ϲύ,
ὅτι νοῇ ϲύ ἐὰν νοῇ ϲύ. περιϲϲὸν ἡγοῦμαι τὸν λόγον 
 ἐπὶ πλέον προάγειν· προφανὴϲ γάρ.

Ἄλλωϲ τε ἐδείξαμεν τὴν ὁριϲτικὴν ἔγκλιϲιν κατάρχουϲαν τῶν ἐγκλίϲεων, ὡϲ ἂν
ἐμφανεϲτάτηνοὖϲαν καὶ πλείοϲι τομαῖϲ χρόνων προϲκεχρημένην καὶ ταῖϲ ϲυνούϲαιϲ φωναῖϲ·
ὅθεν εἰ τὰ εὐκτικὰ καὶ τὰ προϲτακτικὰ κανόνα ἔχει τὴν ὁριϲτικὴν ἔγκλιϲιν, περιϲϲὸν ἂν εἴη τὸ ζητεῖν
εἰ καὶ τὰ ὑποτακτικὰ ἐξ αὐτῆϲ μετείληπται.

Ὀφειλόμενόν ἐϲτι κεὶ τῇ ϲυντάξει τῶν ἐπιζευκτικῶν ἐπιϲτῆϲαι, 
 τί δή ποτε τὰ τέλη παρῃτήϲαντο τῶν παρῳχημένων φωνῶν· οὐ γὰρ ἐφικτὴ ἡ ϲύνταξιϲ τοῦ ἐὰν
ἔλεγον, ἐὰν πέποιθα καὶ τῶν παραπληϲίων, καίτοι τῶν παραθέϲεων, ὡϲ ἔφαμεν, οὐ μεταποιουϲῶν τὰ τέλη
 τῶν οἷϲ παράκεινται.

Φαίνεται δ’ ὅτι τῆϲ τοιαύτηϲ ἀκαταλληλίαϲ ἐϲτὶν αἴτιον τὸ μάχεϲθαι τοὺϲ
παρῳχημένουϲ χρόνουϲ τῇ ἐκ τῶν ϲυνδέϲμων δυνάμει. διϲταγμὸν γὰρ τῶν ὡϲ ἐϲομένων πραγμάτων
παριϲτῶοιν, καὶ ἔτι τῶν ὡϲ τελεϲθηϲομένων, οὓϲ καὶ ἀποτελεϲτικοὺϲ ϲυνέβη καλεῖϲθαι·
πόθεν οὖν τὸ γεγονὸϲ τῷ μὴ ἐϲομένῳ ϲυνοιϲθήϲεται; ἔνθεν 
 
 
 
 οὖν ἀϲύϲτατον τὸ ἐὰν ἔλαβον, ἴνα ἀνέγνων, καὶ ἔτι ἐπὶ τῶν ὁμοειδῶν ϲυνδέϲμων, ϲυϲτατὸν
δὲ τὸ ἵνα ἀναγνῶ, ἐὰν ἀναγνῶ· τέλει γὰρ ἐχρήϲατο τὰ ῥήματα οὐ δυναμένῳ χρόνον παρῳχημένον ϲημᾶναι
 
 κατὰ πρῶτον πρόϲωπον. (ὦν τὰ δεύτερα καὶ τρίτα
ὀφείλοντα ἰϲοχρονεῖν ἢ τὸ αὐτὸ ω παραδέξεται ἢ τὸ ἰϲόχρονον η ϲυγγραφομένου· τοῦ ι, καθὸ ἡ ἐν πρώτῳ
γενομένη κατάληξιϲ τοῦ ω τὴν ἐν δευτέροιϲ καὶ τρίτοιϲ προϲώποιϲ ἐκφορὰν ἔχει μετὰ
φωνήεντοϲ ϲυνόντοϲ τοῦ ι, τοῦ τοιούτου ἐντελέϲτερον ἀποδεικνυμένου ἐν τῷ περὶ ὀρθογραφίαϲ.) —

Φαίνεται οὖν ὅτι ὁ αἰτιολογικὸϲ ϲύνδεϲμοϲ τῇ πρὸϲ τὸν ἀποτελεϲτικὸν 
ὁμοφωνίᾳ ϲυνήρπαϲε καὶ τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ ταὐτό, τάχα 
 
 
 
 
 καὶ τῆϲ ἐπιρρηματικῆϲ ὁμοφωνίαϲ ϲυλλαμβανομένηϲ τῷ λόγῳ· ϲυνταϲϲόμενα γὰρ τὰ ὁριϲτικὰ
μετὰ τοῦ νᾷ ἐνδείκνυται τὸ τοπικὸν ἐπίρρημα, 
 ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο {κ 417}. 
 
 ὁμόλογον γὰρ ὅτι οἱ αἰτιολογικοὶ παρῳχημένοιϲ χρόνοιϲ ϲυντάϲϲονται, ὅτι ἔγραψα, ὅτι
ἐνόηϲα.

Ἐχρῆν μέντοι γινώϲκειν ὡϲ αἱ ἐγγινόμεναι παραθέϲειϲ ἐξ ἐνεϲτώτων
εἰϲὶν καὶ παρῳχημένων, τοιοῦτόν τι τῆϲ ϲυντάξεωϲ ἐπαγγελλομένηϲ ἐν τῷ ἐὰν μάθω, εἰ
ἀνύϲαιμι τὸ μαθεῖν, ἐὰν δράμω, ε praesenttium et ἀνύϲαιμι τὸ δραμεῖν· ἔν γε μὴν τῷ ἐὰν τρέχω, ἐὰν ἐν
παρατάϲει numquam futuris cum γένωμαι τοῦ τρέχειν. καὶ ἔνθεν ἀνέφικτοϲ ἡ τοῦ μέλλοντοϲ ϲύνταξιϲ· 
 αὐτοὶ γὰρ οἱ ϲύνδεϲμοι τὸ ὡϲ ἐϲόμενον ϲημαίνουϲιν εἰϲ παράταϲιν ἢ
ἄνυϲ . τί οὐ περιϲπῶϲιν; ὁ γὰρ λόγοϲ αὐτῶν ἐξ ἀϲυϲτάτου λήμματοϲ ϲννέϲτηκεν. ἦν
δὲ τὸ δελεάϲαν τὴν τούτων ἄγνοιαν ἡ γενομένη ὁμοφωνία ἐκ τοῦ εἰϲ α λήγοντοϲ ἀορίϲτου,
ἔχουϲα οὕτωϲ. ὁ προϲγενόμενοϲ χρόνοϲ ἐν τοῖϲ ὁριϲτικοῖϲ ἅμα τῷ μεταϲτῆναι τὴν ὁριϲτικὴν ἔγκλιϲιν
περι 
 γράφεται· παρὰ γὰρ τὸ ἔλεξα εὐκτικὸν μὲν γίνεται τὸ λέξαιμι, ἀπαρέμφατον δὲ τὸ λέξαι,
προϲτακτικὸν δὲ τὸ λέξον. καὶ δὴ οὖν ἐν τῇ ὑποτακτικῇ ἐγκλίϲει ταὐτὸν παρείπετο μεταποιουμένου τοῦ
τέλουϲ εἰϲ τὸ ω, καθότι καὶ ἐπὶ τῶν ἄλλων παρῳχημένων ταὐτὸν ϲυνέβαινεν· ἔφαγονἐὰν φάγω,
ἔδραμον ἐὰν δράμω, καὶ οὕτωϲ τὸ ἔλεξα ἐὰν λέξω γίνεται ὅμοιον ὁριϲτικῷ μέλλοντι τῷ
λέξω. ὅτι γὰρ οὐχ ἡ ϲύνταξίϲι ἐϲτιν τοῦ μέλλοντοϲ τοῦ ἀχωρίϲτου, ϲαφὲϲ ἐκ τῆϲ
προκειμένηϲ ϲυντάξεωϲ· ἧϲ εἰ μὴ μεταλάβοιεν οἱ ἐντελέϲτερον τῶν λόγων ατακούοντεϲ, δυϲπειθέϲτερον
ἀναϲτρέφουϲιν.

Ἵν’ οὖν εὐϲύνοπτοϲ ἅπαϲιν ἡ ϲύνταξιϲ γένηται, καὶ τοὺϲ ἀπὸ τῆϲ φωνῆϲ λόγουϲ ϲυντρέχονταϲ τῇ
προειρημένῃ ϲυντάξει παραθήϲομαι, πρῶτον παραλαβών, ὑπὲρ οὗ ἐϲτιν ἡ ζήτηϲιϲ, μαρτύριον τὸ τοὺϲ
Δωριεῖϲ καθ᾿  ὅληϲ τῆϲ ἐγκλίϲεωϲ τὴν περιϲπωμένην φυλάττειν ἐν μέλλοντι, οὐ μὴν ἐν
ὑποτακτικοῖϲ, ὅτι μηδὲν ἔϲτιν ὑποτακτικὸν μέλλοντοϲ. —

Δεύτερον καὶ τὸν ἀπὸ τῆϲ Ἀτθίδοϲ ϲχηματιϲμόν. κατὰ μέλλοντά φαϲιν λυριῶ καὶ κομιῶ, κατὰ δὲ ἀόριϲτον ἐλύριϲα, ἐκόμιϲα· τί 
οὖν οὖ φαϲιν καὶ ἐὰν λυριῶ καὶ ἐὰν κομιῶ, ϲὺν δὲ τῷ ϲ, ϲυνούϲηϲ καὶ τῆϲ βαρείαϲ τοῦ ἀορίϲτου καὶ τῆϲ
γραφῆϲ;

Τρίτον ἡ πέμπτη ϲυζυγία κατὰ τὴν παρεδρεύουϲαν τοῦ εἰϲ τὸ α λήγοντοϲ ἀορίϲτου 
 καὶ ἔτι κατὰ τὴν παρεδρεύουϲαν τοῦ μέλλοντοϲ τῷ ἐναντίῳ χρῆται
 
 
 
 
 
 
 χρόνῳ. ὁ μὲν γὰρ ἀόριϲτοϲ πάντωϲ μακρὰν αἰτεῖ, ὥϲτε καὶ ἐκ βραχείαϲ τῆϲ κατὰ τὸν
ἐνεϲτῶτα μακρὰν γίνεϲθαι, ὡϲ δέρω ἔδειρα, νέμωἔνειμα· ὅ γε μὴν μέλλων βραχεῖαν, ὡϲ καὶ ἐκ μακρᾶϲ
βραχεῖαν γίνεϲθαι, κείρω κερῶ, φθείρω φθερῶ. καὶ εἰ τοῦτο, πῶϲ οὐκ ἂν 
δοίημεν τὸ ἐὰν νείμω καὶ ἐὰν δείρω ὡϲ δὴ μόνου ἐϲτὶν ἀορίϲτου, ὅπου γε τὸ ἀνεφικτότατον τοῦ
μέλλοντοϲ παρέλαβεν, λέγω δὲ μακράν, μετεδίωξεν δὲ τὸ ἴδιον τοῦ εἰϲ α λήγοντοϲ
ἀορίϲτου, τὸ μακρῷ παρεδρεύεϲθαι; —

Τέταρτον οἱ ζητοῦντεϲ κατὰ τί οἱ ὑποτακτικοὶ. μέλλοντεϲ οὐ περιϲπῶνται παρὰ
Δωριεῦϲιν, γελοῖόν τι πείϲονται, ὡϲεὶ 
 λεληϲμένοι τῶν ϲυνήθων φωνῶν τῷ ζητεῖν διὰ τί οἱ Δωρικοὶ μέλλοντεϲ οὐ περιϲπῶνται, τῶν
κοινῶν πολὺ πρότερον τὸ τοιοῦτον ἀναδεδεγμένων. πῶϲ γὰρ πρὸϲ τὸ τοιοῦτον οὐκ ἔϲτι φάναι, διὰ τί τὸ
πλυνῶ περιϲπᾶται, οὐ μὴν τὸ ἐὰν πλύνω; ἤη ὅτι διὰ τῆϲ περιϲπωμένηϲ ἐμφανιζό 
 
 
 
 
 
 μενοϲ ὁ μέλλων τὸ δέον τοῦ λόγου καθιϲτάνει. ὡϲ εἴ γε πάλιν ϲυνετονοῦτο τῷ ἀορίϲτῳ,
κἂν τὰ τῆϲ ϲυντάξεωϲ ἐλάνθανεν, ὡϲ ἐπὶ τοῦ ϲτήϲω καὶ
ἔϲτηϲα ἐὰν ϲτήϲω. —

Πέμπτον ὅτι τὸ δώϲω καὶ τὸ θήϲω, ἐὰν προϲλάβῃ τινὰ τῶν ἐπιζευκτικῶν, ἀκατάλληλον
λόγον ἀποτελεῖ. πόθεν ῥήματι εἰϲ ω λήγοντι οὐ ϲυνάπτονται ἐπιζευκτικοί, ὁπότε 
 καὶ τὰ τέλη εἰϲ ω τρέπουϲιν; ἢ ὅτι οὐκ ἦν ὁ ἔδωϲα καὶ ἔθηϲα διὰ
τοῦ ϲ γραφόμενοϲ, ἵνα τὸ μεταπῖπτον α εἰϲ ω τὸ δέον τοῦ καταλλήλου παραϲτήϲῃ.
ὠλιγωρημένοι γὰρ οἱ ἀόριϲτοι μετὰ τὴν ὁριϲτικὴν ἔγκλιϲιν ἐϲιγήθηϲαν, καὶ οὕτωϲ οὐκ ὄντων ἀορίϲτων
οὐδὲ τὰ τῆϲ ἐγκλίϲεωϲ ἐγίνετο 
 
 
 
 νετο. — τῶν εἰϲ μι ληγόντων οὐκ εἰϲὶ δεύτεροι μέλλοντεϲ, εἰϲὶν δὲ ἀόριϲτοι δεύτεροι,
οἷον ἔδων, ἀπέδων, ἔθην, ἀφ’ οὖ ἐθέμην. καὶ ἐπεὶ ἦϲαν ἀόριϲτοι, ἦν καὶ ὑποτακτικὴ ἔγκλιϲιϲ κατ’
αὐτῶν, ἐὰν ἐὰν δῶ. — δέδεικται ἄρα ὡϲ μελλόντων μὲν ὄντων, οὐ μὴν ἀορίϲτων, 
ἡ ὑποτακτικὴ ἔγκλιϲιϲ ἀκατάλληλοϲ· ἀορίϲτων δὲ ὄντων, οὐ μὴν μελλόντων, κατάλληλοϲ καὶ ἡ ὑποτακτικὴ
ἔγκλιϲιϲ.

Ἀκόλουθόν ἐϲτιν διαλαβεῖν καὶ περὶ τῆϲ ἐγγινομένηϲ διαθέϲεωϲ καθ’ ἑκάϲτην ἔγκλιϲιν, ἧϲ οὐδὲ τὰ ἀπαρέμφατα ἐκτὸϲ ἐγένετο διὰ τὸ 
 
 
 
 
 
 κατηναγκαϲμένον τοῦ ϲυνέπεϲθαι ἅπαϲι τοῖϲ χρόνοιϲ ἢ ἐνεργητικῶϲ ἢ παθητικῶϲ ἢ καὶ ἔτι
μέϲωϲ. Ἔϲτιν οὖν ἐπιϲτῆϲαι τὸ πρῶτον, εἰ ἐν ἅπαϲι τοῖϲ ῥήμαϲι ϲύνεϲτιν τὸ διϲϲὸν τῆϲ διαθέϲεωϲ,
ϲυνούϲηϲ τῆϲ προειρημένηϲ μεϲότητοϲ (ὡϲεὶ καὶ ἐπὶ τῆϲ
τῶν ὀνομάτων κατὰ γένοϲ διακρίϲεωϲ, εἰ ἅπαϲι παρέποιτο τὸ ἐν παραϲχηματιϲμοῖϲ
καταγίνεϲθαι θηλυκοῦ τε καὶ οὐδετέρου)· ἤη οἷϲ μὲν παρακολουθήϲει τὸ αὐτὸ μόνον ἐν ταῖϲ ἐγκλίϲεϲιν καταγίνεϲθαι, ἐν ὁριϲτικῇ ἀποφάϲει ἢ εὐκτικῇ καὶ.
ἐπὶ τῶν ὑπολοίπων, οὐ μὴν κατὰ διάθεϲιν ἐνεργητικὴν ἢ παθητικήν· καὶ ἔτι οἷϲ μὲν μετὰ τῆϲ ὁριϲτικῆϲ
ἐγκλίϲεωϲ καὶ ἔτι τῶν ὑπολοίπων διάθεϲιν δηλοῦν ἐνεργητικήν, οὐ μὴν ἐπιδεχομένοιϲ τὴν
 ἔϲτιν δὲ τὸ λεγόμενον τοιοῦτον.

Οὐκ εἶ τι ῥῆμα ὁριϲτικόν ἐϲτιν τινοϲ ἄλληϲ ἐγκλίϲεωϲ, τοῦτο πάντωϲ ἐν διαθέϲει καταγίνεται τῇ ἐνεργητικῇ. χρὴ γὰρ νοεῖν ὅτι ἡ ἐνέργεια ὡϲ πρὸϲ ὑποκείμενόν τι διαβιβάζεται, ὡϲ τὸ τέμνει. τόπτει, τὰ τούτοιϲ παραπλήϲια·
ἧϲ καὶ τὸ παθητικὸν ἐκ προϋφεϲτώcηϲ ἐνεργητικῆϲ διαθέϲεωϲ ἀνάγεται, δέρεται, τύπτεται.
οὐ δὴ τούτοιϲ 
 
 
 
 ὅμοιά ἐϲτιν τὸ ὑπάρχω, τὸ ζῶ, τὸ εἰμί, τὸ πνέω, τὸ φρονῶ, τὰ ὅμοια.

τῶν δὴ τοιούτων ἀναλόγωϲ ἡ παθητικὴ ἔγκλιϲιϲ ὑποϲταλήϲεται, ὅτι μηδὲ διὰ τῆϲ
ἐνεργητικῆϲ ἐγκλίϲεωϲ τὰ ἐνεργούμενα πρόϲωπα παρέϲτηϲαν, ἃ πάντωϲ διατεθέντα τὸ παθεῖν ὁμολογήϲει.
(εἰ γοῦν τὸ φρονῶ ἐν ϲυνθέϲει γένοιτο καταφρονῶ, τὴν ἐκ τοῦ φρονεῖν 
διάθεϲιν μεταβιβάϲαν ἐπί τι ὑποκείμενον ἐν τῷ καταφρονῶ ϲου, ἀκώλυτον ἕξει τὴν ἀντιπαρακειμένην
παθητικὴν διάθεϲιν, καταφρονοῦμαι ὑπὸ ϲοῦ.) ὡϲ οἱ τὰ
τοιαῦτα ῥήματα κλίνοντεϲ καὶ εἰϲ παθητικὰϲ ἐκφορὰϲ ὁμόλογοί εἰϲι μελετήματα φωνῆϲ
παραλαμβάνοντεϲ, οὐ μὴν φυϲικὴν κλίϲιν οὐδὲ ϲυϲτατήν, ὡϲ εἰ καὶ ἀρϲενικόν τιϲ
ἀποφαίνοιτο τοῦ ὑϲτερική ἢ ἔτι τοῦ ἐκτροῦϲα ἤ τι τῶν κατὰ φωνὴν μὲν δυναμένων 
 
 
 
 ἐπὶ τοῖϲ μὴ οὕτωϲ ἔχουϲιν, ὁμόλογον ὅτι οὐ ϲυϲτήϲεται παθητικὰ τοῦ πάϲχω, χαίρω,
ἐρυθριῶ, θνῄϲκω, γηρῶ, θάλλω, οὐρητιῶ, τοιοῦτον γάρ τι παρακολουθήϲει, ὡϲ εἰ καὶ
ἀρϲενικοῦ ὀνόματοϲ ἀρϲενικόν τιϲ ζητήϲειεν ἢ θηλυκοῦ θηλυκόν· οὐ δὴ οὖν παθητικοῦ ὄν 
 
 τοϲ παθητικόν τιϲ ζητήϲειε. —151. τὰ γοῦν διὰ τοῦ μέϲου ἐνεϲτῶτοϲ ἐν τύπῳ
παθητικῷ ἐνέργειαν ϲημαίνοντα ἀπαράδεκτον ἔχει τὴν διὰ τοῦ ω κατάληξιν, ἐνεργητικὴν οὖϲαν, ἐπεὶ τὸ
ταύτηϲ εὔχρηϲτον διὰ τοῦ careant. προειρημένου μέϲου ἐνεϲτῶτοϲ κατείληπτο, ὡϲ ἔχει τὸ βιάζομαί ϲε
 μάχομαί ϲοι, χρῶμαί ϲοι καὶ ἄλλα πλεῖϲτα. ϲαφὲϲ οὖν ὅτι παντὸϲ
 παθητικοῦ εἰϲ μαι λήγοντοϲ ἐνεργητικὸν ἔϲτιν παραδέξαϲθαι, ἐὰν μετὰ τῆϲ καταλήξεωϲ
ϲυντρέχῃ καὶ τὰ τῆϲ ϲυντάξεωϲ, ἵϲταμαι ὑπὸ ϲοῦἵϲτημι ϲέ, δέρομαι ὑπὸ ϲοῦ δέρω ϲέ,
ἕλκομαι ὑπὸ ϲοῦ ἕλκω ϲέ· οὐχὶ τὸ πέταμαι ὑπὸ ϲοῦ, διὰ τοῦτο οὐδὲ τὸ πέτημι ϲέ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ
τοῦ ἄγαμαι, δύναμαι, ἔραμαι.

Ἔϲτιν ἃ καὶ διάθεϲιν ϲημαίνει ἐνεργητικήν, οὐ μὴν ἔχει ἀντι- παρακειμένην παθητικὴν ἐκφοράν,
καθὸ τὰ διατιθέμενα ἄψυχα καθεϲτῶτα 
 
 
 
 
 οὐκ ἠδύνατο ὁμολογῆϲαι τὸ παθεῖν, εἰ μὴ τὸν αὐτῶν τιϲ λόγον διαθεῖτο, ὡϲ ἔχει τὸ
περιπατῶ. τούτου γὰρ οὐ ϲυϲτατὸν τὸ περιπατοῦμαι οὐδὲ τὸ περιπατῇ, καθὸ οὐδὲ πρὸϲ τὰ ἄψυχα αἱ
ἀποτάϲειϲ τῶν λόγων, οὐδὲ ἐξ ἀψύχων αἱ ἀποφάϲειϲ γίνονται, περί γε μὴν αὐτῶν, 
περιπατεῖται ἡ ὁδόϲ, οἰκεῖται ἡ γῆ. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ τοῦ πλέω, τρέχω καὶ ἁπάντων τῶν
τοιούτων. διαθέϲεωϲ ἐνεργητικῆϲ ἐϲτι τὸ δωρίζω,
αἰολίζω καὶ τὰ παραπλήϲια· ἀλλ’ οὐ ϲυϲτατὰ τὸ δωρίζομαι, αἰολίζομαι· τό γε μὴν
αἰολίζεται τὰ Ἀλκαίου ποιήμα τα, δωρίζεται τὰ Ἀλκμᾶνοϲ. —

τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἀριϲτῶ, δειπνῶ. προδήλου ὄντοϲ τοῦ λόγοω περιϲϲὸν ἐγχρονίζειν
ἐν τοῖϲ ὑποδείγμαϲι. 
 ϲαφὲϲ γὰρ ὅτι καὶ τὸ δειπνίζω ἢ ἀριϲτίζω, ἐπιδεξάμενα. πλαγίαν
πτῶϲιν τὴν αἰτιατικὴν ὡϲ πρὸϲ ἔμψυχον, ἀνελλειπὲϲ ἔχει τὸ 
 ἀριϲτίζομαι καὶ δειπνίζομαι. τοιοῦτον γάρ ἐϲτιν, ἄριϲτον παρέχω 
 
 
 
 τινὶ καὶ δεῖπνον, ὥϲτε διαφέρειν τὸ ἀριϲτῶ τοῦ ἀριϲτίζω, ἡ τὸ μὲν ἀριϲτῶ ὑποφαίνει
ἀρίϲτου μεταλαμβάνω, τό γε μὴν ἀριϲτίζω ἀρίϲτου μεταδίδωμί τινι· ᾦ καὶ τὰ τῆϲ ϲυντάξεωϲ ἐγγενόμενα,
ὡϲ ἔφαμεν, τὸ παθητικὸν ἀπετέλεϲεν. (τὴν αὐτὴν ἔχει διαφορὰν καὶ τὸ γαμῶ ποὸϲ 
 τὸ γαμίζω· ἔϲτι γὰρ τὸ μὲν πρότερον γάμου μεταλαμβάνω, τὸ δὲ γαμίζω γάμου τινὶ
μεταδίδωμι. τό γε μὴν γαμῶ παθητικῶϲ κλίνεται, καθὸ τὰ τῆϲ διαθέϲεωϲ πρὸϲ ϲύνταξιν ἐμψύχου προϲώπου
κατεγίνετο.)

Τούτων οὖν τῇδε ἐχόντων ἐπιϲτατέον τῷ ἐρίπω ῥήματι, εἰ loco Pindar ϲυνωνυμεῖ τῷ πίπτω, ῷ
παράκειται κατὰ διάλεκτον γενομένη ὀξύτονοϲ μετοχὴ ἐριπών· καὶ εἰ τὸ πεϲών οὐκ ἔχει
παθητικόν, ϲυϲτατὸν δέ ἐϲτιν φάναι πεϲόντι, δῆλον ὅτι καὶ τὸ 
 ἐριπόντι Πολυνείκει 
 
 
 
 
 
 παρὰ Πινδάρῳ {Olymp. II 48 Boeckh, 43 Schrodeer} ἀναλογώτερον καταϲτήϲεται διὰ τοῦ γραφόμενον. Ἀλλ’ εἰ ἦν ἀληθὲϲ τὸ ϲυνωνυμεῖν τὸ ἐρίπω τῷ πίπτω, οὐκ ἂν ὑπῆρχε τὸ ἐρίπεται, ὡϲ οὐδὲ τὸ πίπτεται. μήποτε γὰρ μᾶλλον τῷ βάλλω
ϲυνωνυμεῖ, καὶ ὡϲ βάλλω ϲε, οὕτωϲ ἐρίπω ϲε, καὶ ὡϲ βληθέντι, οὕτωϲ ἐριπέντι. καὶ γὰρ τὸ ἐρέριπτο,
 
 
 
 ἐρέριπτο δὲ τεῖχοϲ Ἀχαιῶν {Ξ 15}, 
 οὐχ, ὡϲ οἴονταί τινεϲ, ἀπὸ τοῦ ῥίπτω κέκλιται· οἰκειότερον γάρ πωϲ τὸ 
καταϲτρέφεϲθαι τεῖχόϲ ἐϲτιν ἢ ῥίπτεϲθαι. ἔϲτι δὴ οὖν ἀπὸ τοῦ ἐρίπω, κατὰ παθητικὴν διάθεϲιν τρίτου
προϲώπου κατὰ χρόνον τὸν ὑπερϲυντέλικον, κατὰ Ἀττικὴν διάλεκτον ϲυϲτολῆϲ γενομένηϲ τοῦ η εἰϲ ε,
καθὼϲ ἔχει καὶ τὸ ξηρόν ξερόν, ποθῆϲαι ποθέϲαι· ἀπὸ τοῦ ἐρίπω ἤριπτο, 
ἐπρήριπτο, καὶ ἔτι ἐρέριπτο.

Τὰ δὴ προκατειλεγμένα τῶν ῥημάτων πρὸϲ εὐθείαϲ ϲύνταξιν ἀπαρτίζει διάνοιαν, περιπατεῖ Τρύφων, ζῇ
Πλάτων, ἀναπνεῖ Διονύϲιοϲ, πλεῖ, τρέχει, χωρὶϲ εἰ μὴ ἐπὶ τῶν αὐτοπαθῶν αἰτήϲειέ τιϲ τὸ
ποιοῦν τὸ πάθοϲ, φθίνει Θέων ὑπὸ τῆϲ λύπηϲ, πάϲχει θέων ὑπὸ τοῦ γυναίου, πυρέϲϲει Θέων
διὰ τὸν κόπον. ἅπερ κἂν μὴ προϲκέηται, τῇ αὐτοτελείᾳ τὸ πάθοϲ ἀνενδοίαϲτόν ἐϲτιν, ἐπεὶ καὶ τῷ περιπατεῖ καὶ ζῇ καὶ ἀριϲτᾷ καὶ τοῖϲ ὁμοίοιϲ, αὐτοτελέϲιν οὖϲιν, προϲτίθεται ἔϲθ’ ὅτε τὸ
ἐν γυμναϲίῳ ζῇ ἢ ἐν οἴκῳ.— ἥ γε μὴν παράθεϲιϲ τῶν ἄλλων ῥημάτων πάντωϲ τὸ ἡμιτελὲϲ καθίϲτηϲιν, ὡϲ
ἔχει τὸ 
 Τρύφων βλάπτει, Τρύφων φιλεῖ. δ’ ὂ καὶ τὰ τοιαῦτα οἱ ἀπὸ 
 
 
 
 
 τῆϲ Ϲτοᾶϲ ἔλαττον ἢ κατηγορήματά φαϲιν, ὡϲ πρὸϲ ϲύγκριϲιν τῶν ἐν αὐτοτελείᾳ καταγινομένων ῥημάτων καὶ μὴ πάντωϲ ἐπιζητούντων πλαγίαν.

Οὐ μέντοι μοι δοκεῖ βίαιον εἶναι τὸ καὶ ἔνια τούτων τὸν αὐτὸν ἐπέχειν λόγον τοῖϲ
προειρημένοιϲ, ὥϲτε μὴ πάντωϲ πλαγίαν ἐπιζητεῖν. αὐτὸ γὰρ μόνον μηνύειν ἐθέλοντεϲ τὰ
ἐγκείμενα πάθη ἐρᾷ οὗτοϲ, φιλεῖ οὗτοϲ, ὡϲ εἰ καὶ ἐπ’ ἀναγνώϲματοϲ ἀναγινώϲκει οὗτοϲ,
αὐτὸ μόνον τὸ πρᾶγμα μηνύοντεϲ· καὶ ἐν ἀποφάϲει γὰρ ἔϲτι φάναι οὐκ οἶδεν ἀναγινώϲκειν
οὗτοϲ. παρὸν μέντοι ἐξεργαϲτικώτερον φάναι οὗτοϲ ἀναγινώϲκει Ἀλκαῖον, Ὅμηρον, οὗτοϲ φιλεῖ Διονύϲιον,
οὗτοϲ ἐρᾷ Ἑλένηϲ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ τύπτειν καὶ τῶν δυναμένων ταὐτὸν
παραϲτῆϲαι· οἷόν τε γὰρ φάναι οὗτοϲ τύπτει, ὡϲ εἰ καὶ οὖτοϲ ἠχεῖ ἢ ψοφεῖ, ὅτε καὶ ἐν
 
 
 
 ἀπαγορεύϲει φαμὲν μὴ τύπτε, μὴ βόα, οἷϲ πάλιν ἔϲτι προϲθεῖναι αἰτιατικὰϲ πτώϲειϲ. καὶ
δῆλον ὅτι τούτων παθητικὰ γενήϲεται φερο μένων ἐπὶ πλαγίαν πτῶϲιν, οὐ μὴν τῶν δοκούντων κατ’
αὐτοτέλειαν τὸν λόγον καθιϲτάνειν καθὸ δυνάμει ὅμοια γέγονεν τοῖϲ προκατειλεγμένοιϲ,
 λέγω τὸ περιπατεῖν καὶ πλουτεῖν· πρόκειται γὰρ ὅτι τὰ τοιαῦτα οὐκ ἔχει πλαγίαν
πτῶϲιν.

Ἔϲτιν οὖν καθολικώτερον φάναι ὡϲ τὰ πρὸϲ εὐθεῖαν ϲυναρ τώμενα τῶν ῥημάτων, οὐκ
ἀπαιτοῦντα πλαγίαν πτῶϲιν, οὐδὲ παρακειμένην  ἕξει
παθητικὴν προφοράν· τά γε μὴν πλαγίαν ἀπαιτοῦντα πάντωc 
 καὶ εἰϲ παθητικὴν τὴν ἐνεργητικὴν διάθεϲιν μεταϲτήϲειεν, ϲυμπαρα
λαμβανομένηϲ γενικῆϲ μετὰ τῆϲ ὑπό προθέϲεωϲ, δέρομαι ὑπὸ Τρύφωνοϲ, τιμῶμαι ὑπὸ Θέωνοϲ. Καὶ αὕτη μὲν
μόνη ἐϲτὶν τῶν ἡ ϲύνταξιϲ· τῶν γε μὴν ἐνεργητικῶν ἐϲτιν καὶ γενική, οὐ ϲυνούϲηϲ τῆϲ ὑπό
προθέϲεωϲ, ὡϲ τὸ κυριεύω ϲοῦ, καὶ δοτική, ὡϲ τὸ παλαίω ϲοί, καὶ αἰτιατική, ὡϲ τὸ τιμῶ
ϲέ.

Ἡ δὴ προκειμένη ϲύνταξιϲ αὐτάρκηϲ καταϲτήϲεται τοῖϲ προαιρουμένοιϲ ἁπλούϲτερον τὰϲ παραδόϲειϲ τῶν λόγων παραλαμβάνειν· 
 
 
 
 
 τοῖϲ μέντοι γε μετὰ πάϲηϲ ἀκριβείαϲ ἐπεξιοῦϲιν τὰ τῆϲ ϲυντάξεωϲ τοῦ λόγου προϲγενήϲεται
ἐπιϲτῆϲαι, τίνα τῶν ῥημάτων γενικὴν ἀπαιτεῖ καὶ τί τούτου τὸ σἴτιον, καὶ τίνα δοτικήν, ϲυνόντοϲ
πάλιν τοῦ αἰτίου· τὸ αὐτὸ καὶ ἐπὶ τῆϲ αἰτιατικῆϲ. καὶ δῆλον ὅτι διὰ τὸ ϲυνὸν πλῆθοϲ τῶν 
ῥημάτων καὶ τὰ τῆϲ ϲυντάξεωϲ ἰδιώματα δυϲπερίληπτα γενήϲεται, ἅπερ οἶμαι κατὰ τὸ δέον
προϲδιευκρινήϲειν.

Α μὲν οὖν ἐκ τῆϲ εὐθείαϲ ἐγγινόμεναι δράϲειϲ ϲχεδὸν ἐπ’ αἰτιατικὴν 
 ἅπαϲαι ϲυντείνουϲιν, παρυφιϲταμένου καὶ τοῦ ἐνεργοῦντοϲ καὶ τοῦ τὸ πάθοϲ ἀναδεχομένου,
ὡϲ ἐν τῷ δέρω ϲε, τύπτω ϲε, τῶν παθόντων   κατὰ
παθητικὴν ϲύνταξιν ἀνθυπαγομένων εἰϲ εὐθεῖαν τῶν τε 
 δραϲάντων εἰϲ γενικὴν μετὰ τῆϲ ὑπό, ἐγὼ δέρομαι ὑπὸ ϲοῦ· καὶ διὰ
τί μετὰ τῆϲ ὑπό, ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται. Ἡ δὲ προκειμένη ϲύνταξιϲ, κἂν ϲωματικῶϲ τὰ τῆϲ ἐνεργείαϲ
ϲημαίνῃ κἂν ἔτι ψυχικῶϲ, ὡϲ εἴπομεν, μιᾶϲ καὶ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἔχεται. καὶ ἐπεὶ
πολλαχῶϲ ἔϲτι τὸ διατίθεϲθαι, πλεῖϲτοι καὶ τρόποι παρακολουθήϲουϲι τῶν ῥημάτων κατὰ τὰϲ 
ἰδιότηταϲ τῶν ἐνεργειῶν.

εἰϲὶ μὲν γὰρ ϲωματικαὶ διαθέϲειϲ αἱ τοιαῦται, τρίβω ϲε, νίπτω ϲε,
ῥήϲϲω ϲε, ἕλκω ϲε, βιάζομαι, 
 
 
 
 χαλῶ, γυμνάζω, νύϲϲω, κνήθω, ξύω, ϲμῶ, βρέχω, τύπτω, παίω, λούω, δεϲμεύω, λύω, πλήϲϲω,
φονεύω, κτείνω, φθείρω, καίω, φλέγω, καθίζω, θερίζω, ζημιῶ, βλάπτω. καὶ ϲωματικῶϲ καὶ ψυχικῶϲ ὑβρίζω· καὶ γὰρ καὶ διὰ χειρῶν καὶ ψυχικῆϲ διαθέϲεωϲ, καθὸ ἔχει καὶ τὸ λοιδορῶ
καὶ τὸ κακολογῶ, ἀνιῶ, λυπῶ. καὶ ὅϲα ἐπ’ ἐγκωμίων, ὑμνῶ ϲε, μεγαλύνω ϲε, ᾄδω, μέλπω, δοξάζω, κλείω,
ἀφ’ οὗ καὶ τὸ κλέοϲ, αἰνῶ. καὶ ἐπὶ τῶν διακρουϲτικῶν, παραλογίζομαί ϲε, 
 
 
 
 
 κλέπτω, ἀπατῶ, περιγελῶ, παίζω, ἀπαφῶ, ἐξαπατῶ, πλανῶ. καὶ ὅϲα κατ’ ἀπόϲταϲιν τῶν
ὑποκειμένων, ὡϲ ἐπὶ τοῦ ζητῶ ϲε ἢ εὑρίϲκω. καὶ ὅϲα ἐν ἐπικρατείᾳ, ἔχω, κρατῶ, φυλάϲϲω,
τηρῶ, εἴργω. καὶ. τὸ μὲν ἐρίζω ϲοι, παλαίω ϲοι καὶ τὰ τούτοιϲ ὅμοια δοτικὴν παραδέχεται διὰ λόγον ὃν
ἐκθηϲόμεθα· τό γε μὴν νικῶ ἐν ἐπικρατείᾳ πάλιν 
 γινόμενον αἰτιατικῇ ϲυμφέρεται. ὁμοίωϲ καὶ αἱ ϲεπτικώτερον
παραλαμβανόμεναι ϲυντάξειϲ ϲέβομαί ϲε ·
πολλῶν γὰρ ἀποφάϲειϲ ἐνεργειῶν, ὧν περιληπτικόνἐϲτιν τὸ ϲέβομαι· ἐντρέπομαι, αἰϲχύνομαι,
προϲκυνῶ, 
 
 
 θωπεύω, κολακεύω, ἅζομαι. καὶ ὅϲαι ἐν ὑπονοίᾳ εἰϲὶν ψυχικῆϲ διαθέϲεωϲ, ϲυντείνουϲαι
ἐπί τι, οἴομαί ϲε, ὑπολαμβάνω, ὑπονοῶ, ὑφορῶμαι.

Καὶ τὰ προαιρετικὰ δὲ τῶν ῥημάτων τὰ τῆϲ διαθέϲεωϲ ἔχει 
 ϲυντείνοντα κατ’ αἰτιατικὴν πτῶϲιν ἐπὶ πάντα τὰ πρόϲωπα, ὦν ἐϲτιν καὶ ἐλλείπῃ, εἰ
γένοιτο ἐκ πρώτου πρὸϲ δεύτερον καὶ τρίτον ἢ ἐκ τρίτου πρὸϲ δεύτερον καὶ πρῶτον· ὅπερ ἔϲτιν
ἐπιτομώτερον φράϲαι, εἰ ἐν διαβάϲει εἴη τὰ τοῦ προϲώπου. τὸ γὰρ βούλομαι προαιροῦμαι
ἀναγινώϲκειν οὐ δέεται τῆϲ προϲδιαϲτελλούϲηϲ ἀντωνυμίαϲ, ἐπεὶ δυνάμει ἐν αὐτοπαθείᾳ
ἔχει τὰ τῆϲ ϲυντάξεωϲ (ἐπεί τοι 
 
 
 
 πάλιν ἦν ὁ λόγοϲ τοιοῦτοϲ, βούλομαι ἐμαυτὸν πλουτεῖν, βούλομαι ἐμαυτὸν περιπατεῖν,
τουτέϲτιν διατίθεμαι εἰϲ τὸ περιπατεῖν, εἰϲ τὸ πλουτεῖν.)

Ἐν τοῖϲ γοῦν διαβιβαζομένοιϲ προϲώποιϲ ἀνάγκη τὸ ἀντωνυμικὸν
ἐγγενέϲθαι, βούλομαί ϲε γράφειν, βούλομαί ϲε Διονύϲιον φιλεῖν· εἰ γὰρ μὴ τῇδε γένοιτο, πάλιν
ϲυνδραμεῖται τὸ ἀπαρέμφατον τῷ βούλομαι καὶ οὕτωϲ ὡϲ αὐτοπαθὲϲ ἔϲται,
ϲυμπαραλαμβανομένηϲ μὲν τῆϲ ἐμαυτόν ἀντωνυμίαϲ, ἐὰν καὶ τὸ ῥῆμα
 ἐπὶ πλαγίαν φέρηται, οὐ ϲυμπαραλαμβανομένηϲ δέ, εἰ μὴ
τῇδ’ ἔχοι. τοῦ μὲν προτέρου ἐϲτὶν τὸ γυμνάζω ϲέ βούλομαι γυμνάζειν ἐμαυ τόν, δέρω ϲέ
βούλομαι δέρειν ἐμαυτόν· τοῦ δὲ δευτέρου ἐϲτὶ πλουτῶ ἀδιαβίβαϲτον, ἐξ οὗ οὐ πάντωϲ
ἐπιζητήϲει τὸ βούλομαι πλου τεῖν ἐμαυτόν, ἀλλὰ καὶ χωρὶϲ τῆϲ ἀντωνυμίαϲ. ταὐτὸ καὶ ἐπὶ τοῦ βούλομαι περιπατεῖν καὶ τῶν ὁμοίων, ὥϲτε ϲυνάγεϲθαι τὸ ἐκ μὲν τῆϲ προτέραϲ ϲυντάξεωϲ πάντωϲ
ἐπιζητεῖν τὴν ἐμαυτόν ἀντωνυμίαν (ὡϲ ἐν τῷ βούλομαι βλάπτειν, βούλομαι φιλεῖν), οὐ μὴν ἐπὶ τοῦ 
 περιπατεῖν, τρέχειν καὶ τῶν ὁμοίων.

Ἴϲωϲ τιϲ οἰήϲεται τὸ βούλομαι, προαιροῦμαι, θέλω, τὰ τούτοιϲ ὅμοια ἐπ’ αἰτιατικὴν πτῶϲιν μὴ
φέρεϲθαι, τά γε μὴν ϲυμφερόμενα ῥήματα. ἔϲτω γάρ τι βλάπτω ϲε, γράφω ϲε, ἀφ’ οὐ ἂν γένοιτο θέλω ϲε
 βλάπτειν, θέλω ϲε γράφειν, ὥϲτε τῶν ἀπρεμφάτων εἶναι τὴν ϲύνταξιν, μὴ τῶν
ἐγκειμένων ὁριϲτικῶν. καὶ ἔτι ἐξ ἐκείνου πιϲτώϲεται, ὡϲ τὸ ἀκούειν ἐπὶ γενικὴν φερόμενον· δι’ ὃ καὶ
ἕνεκα τούτου πάλιν τὸ θέλω ἀκούειν Διονυϲίου γενικὴν ϲύνταξιν ἀνεδέξατο, ἕνεκα τοῦ τὸ
ἀκούω ἐπὶ γενικὴν φέρεϲθαι.

Ἔϲτιν δὲ τὸ τοιοῦτο ληρῶδεϲ. ὡϲ γὰρ προείπομεν, πάντωϲ τὰ προαιρετικὰ ἐπ’
αἰτιατικὴν φέρεται. 
 προϲλαμβάνοντα ἑτέραν πτῶϲιν, ἐὰν καὶ τὸ ϲυνταϲϲόμενον ἀπαρέμφατον ἐκ ῥήματοϲ
ϲυνεϲτήκει του φερομένου ἐπὶ πλαγίαν πτῶϲιν· εἰ γὰρ μὴ 
τῇδε ἔχοι, μόνη αἰτιατικὴ παραλαμβάνεται ἡ ἐκ τοῦ προαιρετικοῦ. τοῦ μὲν οὖν προτέρου
λόγου θέλω ϲε ἀκούειν Διονυϲίου· παρείληπται γὰρ ἡ ϲέ αἰτιατικὴ διὰ τὸ θέλω, ἤ γε μὴν γενική, λέγω ἡ
τοῦ 
 
 
 
 
 Διονυϲίου, διὰ τὸ ἀκούειν. πάλιν ἔϲτι τι ϲοὶ χαρίζομαι, καὶ πάντωϲ γενήϲεται θέλω ϲε
χαρίζεϲθαι Διονυϲίῳ, προϲγενομένηϲ πάλιν τῆϲ αἰτιατικῆϲ καθ’ ὃν εἴπομεν λόγον, καὶ ϲυνούϲηϲ δοτικῆϲ
διὰ τὸ χάρίζεϲθαι. ἔνθεν δὲ καὶ δύο αἰτιατικαὶ ἀνακύπτουϲιν, εἰ καὶ τὸ ῥῆμα ἐπ’
αἰτιατικὴν πάντωϲ φέροιτο, ὡϲ ἔχει τὸ βλάπτω ϲε θέλω ϲε βλάπτειν Διονύϲιον θέλω
Διονύϲιον βλάπτειν Ἀπολλώνιον, περὶ ὦν καὶ τῆϲ ἀμφιβολίαϲ διελεξάμεθα. τοῦ δὲ ἑτέρου ἦν τὸ πλουτῶ ἀδιαβίβαϲτον, τὸ περιπατῶ, τὸ ζῶ, ἄλλα πλεῖϲτα. οὐ δὴ ἐν τῷ βούλομαί ϲε ζῆν λείπει
ἑτέρα πτῶϲιϲ διὰ τὸ ἀδιαβίβαϲτον τοῦ ῥήματοϲ, ἡ μέντοι αἰτιατικὴ ἔγκειται ἡ προϲγενομένη ἐκ τῆϲ
προαιρετικῆϲ 
 ϲυντάξεωϲ. Καὶ οὕτωϲ ἀπεδείχθη ὡϲ τὰ προαιρετικὰ ῥήματα φέρεται ἐπ’ αἰτιατικήν.

Καὶ ὅϲα ἐπ’ ἀνακρίϲεωϲ παραλαμβάνεται ἢ ἐπ’ ἐρωτήϲεωϲ, ἐξετάζω ϲε, ἀνακρίνω ϲε, 
 
 
 
 
 
 ἐγὼ δ’ ἐρέεινον ἁπάϲαϲ {λ 234}. 
 
 καὶ ἕνεκα τούτου τὸ πεύθεϲθαι καταλλήλου ἔχεται φερόμενον ἐπ’ αἰτιατικήν, κατὰ τὴν Ὁμηρικὴν
χρῆϲιν ϲημαῖνον τὸ ἀκούομεν ἢ ἠκούετο ἐν τῷ 
 πευθόμεθ’ ᾖχι ἕκαϲτοϲ {γ 87} 
 
 
 καὶ 
 πεύθετο γὰρ Κύπρον δέ {Λ 21}, 
 οὐχ ὅτε κατὰ πεύϲεωϲ παραλαμβάνεται ἐν τῷ πυνθάνομαι ϲοῦ. πρόκειται γὰρ ἡ ϲυζυγία τῶν τοιούτων
ἐπ’ αἰτιατικὴν φερομένη. — Ὁμοίωϲ 
 καὶ τὰ ἐπ’ οἴκτου παραλαμβανόμενα, ὡϲ ἐπὶ τοῦ μύρεϲθαι, ὀδύρεϲθαι, 
 
 
 γοᾶν, κλαίειν, οἰκτίζειν, θρηνεῖν, αἰάζειν· τὸ γὰρ οἰμώζειν καὶ 
αὐτοπάθειαν ϲημαίνει. καὶ ὅϲα κλῆϲιν ὑπαγορεύει, φωνῶ ϲε, βοῶ ϲε, κλῄζω, καλῶ· προφανὴϲ ἡ γινομένη
ἐνέργεια ἐκ τῶν εὐθειῶν ἐπὶ τὴν αἰτιατικήν.

Καὶ ἕνεκα τοῦ τοιούτου ἐπιϲτάϲεωϲ ἄξια τὰ τοιαῦτα, τρέμω 
 ϲε, φεύγω ϲε, φρίϲϲω ϲε, τοῦτον φοβοῦμαι, ὡϲ οὐδεμιᾶϲ ὄντα ἐνεργείαϲ ἐμφατικὰ φέρεται
ἐπ’ αἰτιατικήν. μᾶλλον γὰρ αὐτοπάθειαν ϲημαίνει τὸ φρίϲϲειν καὶ φεύγειν διὰ φόβον, καὶ ἔτι τὸ
τρέμειν καὶ τὰ παραπλήϲια, ϲυνεπιϲχύοντοϲ καὶ τοῦ μὴ γίνεϲθαι ἐπὶ τῶν τοιούτων 
ϲυντάξεων παθητικὰϲ διαθέϲειϲ. εἰ γὰρ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ εἴχετο τῷ ὑβρίζω ϲε, δέρω ϲε
τὸ φρίϲϲω ϲε καὶ τὸ τρέμω ϲε, καὶ πάντωϲ εἶχεν ἀντιπαρακείμενα τὸ
τρέμομαι, φεύγομαι, φρίϲϲομαι, ὁμοίωϲ τῷ ὑβρίζομαι, δέρομαι. χρὴ οὖν νοεῖν ὡϲ οὐ μόνον ποιητικὴ
ἄδεια ἐν ἐλλείψει λέξεων καταγίνεται, ἀλλὰ καὶ ϲυνήθειϲ λόγοι. λείπειν φαμὲν τὸ 
 ὁρμήϲει πεδίοιο {N 64} 
 
 
 
 
 
 
 
 τῇ διά προθέϲει, 
 τὸ καὶ οὔ τι πολὺν χρόνον {Μ 9}, 
 τοῦ ἐντελοῦϲ ὄντοϲ δι ὰ τό , 
 ἴθυϲε μάχη πεδίοιο {Z 2} 
 
 
 τῇ διά. ἔϲτι δὴ οὖν καὶ ἡ προκειμένη ϲύνταξιϲ ἐν πλήρει λόγῳ καθιϲταμένη οὕτω τρέμω διὰ
ϲέ, φεύγω διὰ ϲέ· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ 
 
 
 
 τοῦ φρίϲϲω, φοβοῦμαι καὶ τῶν ὁμοίων. καὶ διὰ τοῦτο εὔλογοϲ ἡ ὑποπαραίτηϲιϲ τῶν
παθητικῶν ϲχημάτων.

Καὶ ὅϲα παρορμητικά ἐϲτιν, ὡϲ τὸ ὀτρύνειν, ἐρεθίζειν, ὀρίνειν, παρορμᾶν, διεγείρειν. καὶ ὅϲα
ἱκετείαν ϲημαίνει, 
 γουνοῦμαί ϲε ἄναϲϲα {ζ 142}, 
 
 
 ἐρωτῶ ϲε νῦν ἐν ἴϲῳ τῷ παρακαλῶ ϲε, λιτανεύω, 
 τὴν ἱκόμην φεύγων {Ξ 260} 
 ἀντὶ τοῦ ἱκέτευϲα, 
 
 τοὔνεκα νῦν τὰ ϲὰ γούναθ’ ἱκάνω πολλὰ μογήϲαϲ {γ 92 cum 
 η 14 confusus}. 
 
 καὶ δῆλον ὅτι τὸ δέομαι ϲοῦ οὐ κατὰ τῆϲ τοιαύτηϲ ἐννοίαϲ παραλαμβάνεται· τοιοῦτο γάρ τι
ϲημαίνει· τῆϲ ϲῆϲ βοηθείαϲ λείπομαι.

Καὶ ὡϲ προείρηται, πολυμερεϲτάτη ἐϲτὶν ἡ κατ’ αἰτιατικὴν ϲύνταξιϲ, ἑνὶ ϲυμφωνοῦϲα τῷ ἀναδέχεϲθαι
τὴν ἐξ εὐθείαϲ ἐνεργητικὴν μaαvκ. β 167. Nec minus verba impellendi cum accusativo construuntur,
 
 
 
 
 διάθεϲιν, ὁρκίζω ϲε, πείθω ϲε, κακίζω ϲε, ϲωφρονίζω ϲε, θλίβω, θερμαίνω,
ψύχω, διατιθῶ. αὐτάρκηϲ δὲ εἰϲ ἀφορμὴν τῶν ὑπολοίπων ῥημάτων ἡ προκειμένη ϲύνταξιϲ καθέϲτηκεν.

Ἴϲωϲ δόξει μὴ ἐξωμαλίϲθαι ἡ ἐκ τῶν αἰϲθήϲεων ἐνέργεια, 
 ἐπεὶ αὐτὸ τὸ αἰϲθάνεϲθαι ἐπὶ γενικὴν φέρεται, καὶ ἔτι τὰ μερικώερον παραλαμβανόμενα, τὸ
ἀκούειν, τὸ ὀϲφραίνεϲθαι, γεύεϲθαι, ἅπτεϲθαι· οὐ μὴν ἔτι τὸ βλέπειν (ἐπὶ γὰρ αἰτιατικὴν φέρεται) καὶ
τὰ τούτῳ ϲυνωνυμοῦντα, ὁρῶμαί ϲε, θεῶμαί ϲε, 
 
 
 
 
 λεύϲϲω, δέρκομαι, ὀπτεύω. καὶ δοκεῖ μοι τὰ τῆϲ
ϲυντάξεωϲ πάνυ δεόντωϲ καθίϲταϲθαι.

Α μὲν οὖν ἐκ τῶν αἰϲθήϲεων διαθέϲειϲ πεῖϲιν ἀναλαμβάνουϲι τὴν ἀπὸ τῶν ἔξωθεν εἴγε
καὶ ἀκουϲίωϲ ἐπειϲιοῦϲα τῇ ἀκοῇ ἡ φωνὴ προϲδιατίθηϲι τὸ ὅλον ϲῶμα· τε γὰρ τῶν πριόνων 
 ἦχοι καὶ αἱ βρονταὶ οὐχ ὑπεχομένην ἔχουϲι τὴν ἀκοὴν τῇ φωνῇ. τοῦ μέντοι πάθουϲ ἐγγίζει
ἡ κατὰ γενικὴν ϲύνταξιϲ, καθὼϲ εἴπομεν· οὐ μέντοι μετὰ τῆϲ ὑπό τὰ τῆϲ ϲυντάξεωϲ γίνεται, καθὸ καὶ
ἐνέργεια ϲύνεϲτιν ἡ γενομένη ἐκ τῆϲ διαθέϲεωϲ, ἐπεὶ τὸ ἅπτεϲθαι
μετ’ ἐνεργείαϲ καὶ ἀντιδιατίθεται διὰ τῆϲ τῶν θερμῶν ἐπαφῆϲ ἢ ψυχρῶν ἢ ἄλλων τῶν 
 τοιούτων. οὕτωϲ ἔχει τὸ ὀϲφραίνεϲθαι, τὸ γεύεϲθαι· περιϲϲὸν ἂν εἴη περὶ τῆϲ τῶν τοιούτων
ἀντιδιαθέϲεωϲ διαλαμβάνειν, καθὸ πρόδηλόν 
 
 
 
 ἐϲτιν ὡϲ ἀεὶ ἡ γινομένη τῶν πικρῶν γεῦϲιϲ ἀντιδιατίθηϲι τὴν γεῦϲιν καὶ τῶν δυϲωδῶν
 ἡ ὄϲγρηϲιϲ τὴν ὄϲφρηϲιν.

Ἥ γε μὴν ἐκ τοῦ ὁρᾶν διάθεϲιϲ ἐνεργεϲτάτη ἐϲτὶν καὶ ἐπὶ πλέον διαβιβαζομένη, ὡϲ
κἀκεῖνο μαρτυρεῖ, 
 
 οὔ τέ τοι ὀξύτατον κεφαλῆϲ ἐκδέρκετον ὄϲϲε {ψ 477}. 
 οὐδὲ γὰρ εἰϲ τὸ ἀντιπαθεῖν ὑπὸ τῶν ἔξωθεν εὐδιάθετοϲ, ἐπεὶ τὸ προϲδιατιθὲν 
εἴργεται ὑπὸ τῆϲ καταμύϲεωϲ τῶν ὀφθαλμῶν.

Τὸ ἀνώμαλον τῆϲ ϲυντάξεωϲ κατήπειξεν ἡμᾶϲ εἰϲ τοιαύτην ἐκτροπὴν λόγου ϲυγκαταβῆναι. φαίνεται δ’
ὅτι καὶ τὸ φιλεῖν τοῦ ἐρᾶν διοίϲει, καθότι ἡ μὲν ἐκ τοῦ φιλεῖν ἐγγινομένη διάθεϲιϲ
ἐνεργείαϲ ὄνομα ϲημαίνει· οἱ γοῦν φιλοῦντεϲ παιδεύουϲιν, πάλιν τῆϲ διαθέϲεωϲ κοινῆϲ τοῖϲ προκειμένοιϲ ἐπ’ αἰτιατικὴν ϲυντεινούϲηϲ. οὕτωϲ
ἔχει καὶ 
 
 
 
 
 τὸ διδάϲκειν καὶ τὸ πείθειν. τό γε μὴν ἐρᾶν ὁμολογεῖ τὸ προϲδιατίθεϲθαι ὑπὸ τοῦ
ἐρωμένου. δι’ ὃ καὶ δεόντωϲ ἡ Ϲαπφῶ ἐπιτεταμένῳ μᾶλλον ὀνόματι ἐχρήϲατο, 
 εγω δε κην’ οττωτιϲ εραται {fr. 101 Ahrens, 13 Βergk4}. 
 
 καὶ ϲαφέϲ ἐϲτιν ὡϲ ϲυνετοῦ μέν ἐϲτι καὶ ἀγαθοῦ τὸ φιλεῖν, καθάπερ
 καὶ πατέρεϲ παῖδαϲ φιλοῦϲιν, οὐ μὴν ϲυνετοῦ τὸ ἐρᾶν, ἀλλ’ ἤδη παρεθεϲθαι τὸ
λογιϲτικόν. Οὐ χρὴ ἄρα ἀπορεῖν ἕνεκα τίνοϲ τὸ μὲν φιλῶ ἐπ’ αἰτιατικὴν φέρεται, τὸ δὲ ἐρῶ ἐπὶ
γενικήν.

Καὶ τὸ κήδεϲθαι δὲ καὶ προνοεῖϲθαι καὶ φροντίζειν, De verbos curandi ἐπὶ γενικὴν φερόμενα, μετ’
ἐνεργείαϲ τῆϲ τοῦ φροντίζειν ἔχει ἐγκείμε 
 
 νον καὶ τὸ πάϲχειν ὑπέρ τινων, καὶ εὐλόγωϲ τὰ τῆϲ γενικῆϲ ϲυμπαρείληπται.

Ὁμοίωϲ ἐπὶ γενικὴν φέρεται καὶ ὅϲα ἐπικράτειάν τινων 
 
 
 
 
 ϲημαίνει εἰϲ τὴν τῶν ὑπερεχόντων ἢ κυριευόντων διάθεϲιν κατὰ λόγον οὐκ ἀπίθανον.
προφανὲϲ γάρ ἐϲτιν ὡϲ χωρὶϲ γενικῆϲ κτῆμα οὐκ ἔϲτιν ἐπινοῆϲαι. διὰ τοῦτο τὰ κτητικὰ εἰϲ
γενικὰϲ ἀναλύεται καὶ ἀπὸ γενικῶν παράγεται ἔν τε ὀνόμαϲιν ἔν τε ἀντωνυμίαιϲ, ἁπάντων τῶν δυναμένων
 κτῆϲιν ἀναδέξαϲθαι. διὰ τοῦτο τὸ μὲν Νέα πόλιϲ καὶ τὰ ὅμοια δύο ὀνόματα
καθεϲτῶτα ἐν ἰδίοιϲ τόνοιϲ δὶϲ κλίνεται, οὐ μὴν τὸ 
Κόρακοϲ πέτρα ἢ ὑὸϲ κύαμοϲ, Ὄνου γνάθοϲ, Ἀχαιῶν λιμήν· κλιθείϲηϲ γὰρ τῆϲ γενικῆϲ ϲυνοίχεται καὶ τὰ
τῆϲ ἐπικρατήϲεωϲ. Ἔϲτιν οὖν ἡ προκειμένη ϲυζυγία τῶν ῥημάτων τοιαύτη. κτῆμα τῶν
βαϲιλέων οἱ ὑπόντεϲ. διὰ τοῦτο βαϲιλεύω τούτων, ἡγεμονεύω, ϲτρατηγῶ, τυραννῶ. διὰ τοῦτο
ἀπαράδεκτοϲ ἡ δοτικὴ ἐν τῷ 
 Μυρμιδόνεϲϲιν ἄναϲϲε {Α 180}· 
 
 ἡ γὰρ τοῦ ἄναϲϲε ϲύνταξιϲ τὴν γενικὴν ἀπῄτηϲεν. οὕτωϲ ἔχει τὸ κυριεύω, δεϲπόζω, κρατῶ, ἄλλα
πλεῖϲτα τῆϲ ἴϲηϲ ἐννοίαϲ ἐχόμενα. —

Εἰκόϲ τινα φήϲειν ὡϲ τὰ τοῦ λόγου ἀντέϲτραπται. ἐν γὰρ τοῖϲ ὀνόμαϲιν ὁ
ἐπικρατῶν ἐν γενικῇ νοεῖται πτώϲει ὅ τε ἐπικρατούμενοϲ 
 
 
 
 ἐν εὐθείᾳ, Ἀριϲτάρχου δοῦλοϲ, βαϲιλέωϲ οἰκέτηϲ· ἔν γε μὴν τῇ προκειμένῃ
ϲυντάξει ὁ μὲν ἐπικρατῶν νοεῖται ἐν εὐθείᾳ, ὁ δ’ ἐπικρατούαμενοϲ ἐν γενικῇ· δεϲπόζω γὰρ ἐγὼ τούτων
καὶ ἔτι κυριεύω. —

πρὸϲ ὃν ἂν φήϲαιμεν, τὸ πρῶτον, οὐ τὸ αὐτὸ μέροϲ λόγου ὄνομα καὶ ῥῆμα,
καὶ εἰ τοῦτο, οὐ πάντωϲ καὶ τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ ταὐτὸ ϲυνελεύϲεται, ἣ ἕν μόνον αἰτήϲει
τὴν γενικήν, ἧϲ χωρὶϲ οὐδέποτε κτῆϲιϲ ἐπινοεῖται. — δεύτερον πάνυ ἀναγκαίωϲ τὰ τοῦ λόγου ἀνεϲτράφη.
ῥημάτων γὰρ ϲυντάξειϲ ποιούμεθα πρὸϲ πτωτικά, τὰ δὲ ῥήματα πτῶϲιν ἔχει ὀρθὴν
παρυφιϲταμένην ἡ καὶ ϲυμφέρεται, ἐκ δ’ αὐτῶν ἤρτηται ἡ διάθεϲιϲ τῆϲ ἐπικρατείαϲ, ἥτιϲ οὐκ ἄν νοοῖτο
 ἢ ἐκ γενικῆϲ πτώϲεωϲ, καθὼϲ προείρηται. ἀνάγκη οὖν πᾶϲα τὸ
παρυφιϲτάμενον πρόϲωπον ἐκ 
 τῶν ῥημάτων ἐν πτώϲει ὀρθῇ καταγίνεϲθαι, τὸ δὲ τούτῳ πρόϲωπον ἀνθυπαγόμενον μὴ ἐν ἄλλῃ
πτώϲει καταγίνεϲθαι ἢ τῇ γενικῇ, ἧϲ ἄνευ οὐ ϲυνίϲταται κτητικὴ
ϲύνταξιϲ, καθὼϲ προείπομεν. — ἔϲτι γοῦν κἀκεῖνο 
 
 
 
 ἐκ τρίτου προϲθεῖναι, ὡϲ καὶ τὰ ἐξ αὐτῶν παρυφιϲτάμενα ὀνόματα πάλιν γενικὰϲ ἀπαιτεῖ.
τῷ τυραννῶ ὁ τύραννοϲ παράκειται, καὶ μία ϲύνταξιϲ ἡ ἐξ ἀμφοτέρων. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ τοῦ βαϲιλεύϲ
καὶ βαϲιλεύω, ϲτρατηγόϲ—ϲτρατηγῶ, δεϲπότηϲ — δεϲπόζω, κύριοϲ — κυριεύω.

Χωρητέον δὲ καὶ ἐπὶ τὰ τῇ δοτικῇ ϲυνταϲϲόμενα. Καὶ δὴ ἅπαντα τὰ περιποίηϲιν δηλοῦντα, εἶἴε καὶ
τῶν ἐν λόγῳ εἶτε καὶ τῶν ἐν ϲώματι, ἐπὶ δοτικὴν φέρεται, ὡϲ ἔχει τὰ τοιαῦτα, λέγω ϲοί,
ὡϲεὶ. λόγου ϲοι μεταδίδωμι· ϲαφὲϲ γὰρ ὅτι τὸ λέγω ϲε κλέπτην τοιοῦτόν τι ϲημαίνει, δι’
οὐ προΐεμαι λόγου ὁρίζομαί ϲε δεδρακέναι τὰ τῆϲ κλοπῆϲ. καὶ δεόντωϲ πάλιν τὰ τῆϲ
ἐνεργείαϲ τῆϲ διὰ τοῦ λέγειν ἐπὶ δοτικὴν ϲυνέτεινεν· καθάπερ καὶ ἐπὶ ϲώματοϲ τέμνω ϲοί, ὡϲεὶ
περιποιῶ ϲοί τι μέροϲ του ϲώματοϲ. τό γε μὴν τέμνω ϲέ πάλιν, τὴν ἐνέργειαν ἐπιφέρον κατὰ τοῦ
ὑποκειμένου, ϲυνῆλθεν ὁμοίωϲ εἰϲ τὴν αἰτιατικὴν ϲύνταξιν. —

Ἐφ’ ὧν δὴ ϲυντάξεων χρὴ νοεῖν ὡϲ οὐ τὸ ἐκ τῆϲ δοτικῆϲ πρόϲωπον νοούμενον ὁμολογήϲει
τὸ τέμνομαι, εἴγε αὐτῷ μὲν τὰ τῆϲ ἐνεργείαϲ οὐ προϲδιετέθη, τῇ μέντοι ἐγκειμένῃ αἰτιατικῇ, ἧϲ καὶ
μόνηϲ ἄν εἴη τὸ 
 παθητικόν, λέγω τὸ τέμνομαι. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ πάντων
τῶν οὕτωϲ 
 
 
 
 
 νοουμένων. ᾄδω ϲοί, καὶ δῆλον ὡϲ οὐ τούτου παθητικὸν τὸ ᾄδομαι,
τοῦ δὲ ᾄδω ϲέ· καὶ κωμψδῶ ϲοί καὶ κωμῳδῶ ϲέ, ὑμνῶ ϲοί καὶ ὑμνῶ ϲέ. κιθαρίζω
ϲοι, τραγῳδῶ ϲοι, ἀναγινώϲκω ϲοι, φαίνω ϲοι, κιρνῶ ϲοι, ϲτορνύω, δωροῦμαι, χαρίζομαι,
αὐλῶ ϲοι, νῦν τῆϲ ϲυντάξεωϲ περιποίηϲίν τινα τοῦ αὐλεῖν ϲημαινούϲηϲ.

ἑτέραϲ γὰρ ἐννοίαϲ ἔχεται τὸ αὐλῶ τοῖϲ αὐλοῖϲ, τοῦ αὐλεῖν ἀκουομένου
 κατὰ μὲν τὴν προτέραν ϲύνταξιν ἐκ ϲυναμφοτέρου, λέγω τῆϲ ἐνεργείαϲ τοῦ αὐλεῖν καὶ αὐτῶν
τῶν αὐλῶν, ἐξ ἧϲ ἐϲτι τὸ αὐλῶ τοῖϲ θεαταῖϲ· τῆϲ δὲ ἑτέραϲ ϲυντάξεωϲ, ὅτε τὸ αὐλεῖν ϲημαίνει τὴν
εἴδηϲιν τῆϲ αὐλήϲεωϲ, ἐξ ἧϲ γίνεται τὸ τοῖϲ αὐλοῖϲ αὐλεῖν ἐν ἴϲῳ τῷ διὰ τῶν αὐλῶν τὰ
 τῆϲ τέχνηϲ ἐπιδείκνυϲθαι, καθάπερ ἡ διὰ τῶν ὀργάνων ἐναλλαγὴ γινομένη ἀποτελεῖ τὸ
ϲυρίζει τοῖϲ αὐλοῖϲ ἢ αὐλεῖ τῇ ϲύριγγι.

Τὸ τοιοῦτον ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπ’ ἄλλων ῥημάτων, εἴγε τὸ ἀκούει ποτὲ μὲν ϲημαίνει αὐτὴν τὴν
μετάληψιν τῆϲ ἀκοῆϲ, ὡϲ ἔχει ἐπὶ τῶν ἤχων καὶ βόμβων κι φωνῶν κω βροντῶν.
παϲῶν τῶν οὐκ ἐγγραμμάτων φωνῶν , ἐξ οὗ φαμεν καὶ ὀξθηκόοθϲ τινὰϲ εἶναι. ἀλλ᾿
ἔϲτιν ὅπου τὸ ϲυνιέναι τῶν ἠκουϲμένων· τὸ γὰρ 
 Νέϲτορα δ’ οὐκ ἔλαθεν ἰαχή {Ξ 1} 
 
 οὐχ ἁπλοῦν τι ϲημαίνει, ὡϲ οὐκ ἔλαθεν αὐτὸν ἡ φωνή, ἀλλὰ τοιοῦτόν τι, μεταλαβὼν τῆϲ φωνῆϲ ϲυνῆκεν καὶ τὴν ἐν τοῖϲ πολέμοιϲ πρᾶξιν. φαμὲν δέ γε καὶ οὕτωϲ, οὐκ ἀκούει ὁ δεῖνα τῶν λεγομένων, 
τουτέϲτι τῆϲ μὲν φωνῆϲ μεταλαμβάνει, οὐ μὴν τῶν δι’ αὐτῆϲ λεγομένων. ἔϲτιν κἀκ τρίτου, ἡνίκα νοεῖται
τὸ ϲυγκατατίθεται τοῖϲ ὑπ’ ἐμοῦ λεγομένοιϲ, ἀκούει μου ὁ δεῖνα, ἐπήκοόϲ μού ἐϲτιν, καὶ
πάλιν οὐκ ἀκούει, ἐξ οὖ γίνεται τὸ ἀνήκοόϲ ἐϲτιν ὁ δεῖνα. —

τοιοῦτόν ἐϲτιν καὶ τὸ 
 
 οὐδ’ ἐϲάκουϲε πολύτλαϲ δῖοϲ Ὀδυϲϲεύϲ {Θ 97}· 
 
 ἢ γὰρ κατὰ τὸν πρῶτον λόγον, οἷον τῆϲ φωνῆϲ οὐ μετέλαβεν διὰ τὸν ἐπιόντα θόρυβον· ἢ μετέλαβεν,
οὐ μὴν τῷ Διομήδει ἐπείϲθη ἀντιϲτατοῦντοϲ θεοῦ. εἰϲ τοῦτο γοῦν τινεϲ ἀναφέρουϲι τὸ 
 
 
 
 
 
 
 Τυδείδη, μή τ’ ἄρ με μάλ’ αἴνεε μή τέ τι νείκει {Κ 249}, 
 ἐφ’ οὗ δύναιτ’ ἀντιπαραιτηϲάμενοϲ τὸ ἄγαν ἐπαινεῖϲθαι ϲυμπαραιτεῖϲθαι καὶ τὸ μὴ
ὀνειδίζεϲθαι· ἁρμόζει γοῦν τὸ ἐπιφερόμενον πρὸϲ ἀμφότερα, 
 εἰδόϲι γάρ τοι ταῦτα μετ’ Ἀργείοιϲ ἀγορεύειϲ {K 250}.

Οὕτωϲ ἔχει τὸ ἀναγινώϲκω. ἔϲθ’ ὅτε γὰρ ἀκούεται αὐτὸ μόνον ἁπλῆ
ἀνάγνωϲιϲ, ἡνίκα καὶ παῖϲ φηϲιν οὐκ ἀνέγνων. ἢ καὶ τὸ ϲυναμφότερον αὐτῶν, λέγω δὲ τὸ ἐν διανοίᾳ
καταγίνεϲθαι τῶν ποιημάτων· φαμὲν γὰρ οὐκ ἀνέγνω ὁ δεῖνα Ἀλκαῖον,
οὐκ ἀνέγνω Ὅμηρον. Ἔϲτιν ἐπ’ ἄλλων τὸ τοιοῦτον ἐπιδεῖξαι, ὅπερ νῦν οὐκ ἐπιζητεῖ ἡ προκειμένη ϲύνταξιϲ· προυθέμεθα γὰρ ἅπαξ τὰϲ πλαγίαϲ
ϲυντάξαι 
 τοῖϲ ῥήμαϲιν, οὐ μὴν τὰ ποικίλωϲ παρυφιϲτανόμενα ἐκ τῶν ῥημάτων. κἂν οὕτωϲ δὲ μὴ ἔχῃ τὸ αὐλῶ τῇ νουμηνίᾳ, ϲαφὲϲ 
 
 
 
 
 
 ὅτι πάλιν φέρεται ἐπὶ τὴν περιποίηϲιν τῶν ἀκουομένων· ἐν τῷ μὲν γὰρ καταζτήματι γίνεται τὰ τῆϲ
ἐνεργείαϲ, περιποιεῖταί γε μὴν τοῖϲ ἀκροωμένοιϲ.

Τὸν αὐτὸν δὴ τρόπον, ὡϲ ἔφαμεν, ἔχει καὶ τὰ ἐπὶ τῶν ϲωμάτων, φέρω ϲοί, ἄγω ϲοί,
πάλιν διαφορᾶϲ οὔϲηϲ τοῦ φέρω ϲέ καὶ ἄγω ϲέ. ὥϲτε ὁμολογεῖϲθαι ὡϲ ἅπαϲα τοιαύτη δοτικὴ ϲυνέχει ἐν
ἑαυτῇ τὴν αἰτιατικήν, ἣν καὶ ἔξωθεν προϲλαμβάνει, ἄγω ϲοι τὸν παῖδα, φέρω ϲοι τὸν
οἶνον, τέμνω ϲοι τὸ κρέαϲ, ἀναγινώϲκω ϲοι Ἀλκαῖον, κωμῳδῶ ϲοι τοὺϲ Ἐπιτρέπονταϲ· ὦν, ὡϲ ἔφαμεν, καὶ
 αἱ παθητικαί εἰϲιν ϲυντάξειϲ. — οὐκ ἀπιθάνωϲ δή μοι Ὅμηροϲ δοκεῖ 
 οὐδὲ ἐν τῇ τοιαύτῃ ϲυντάξει τῶν πτώϲεων προτίθεϲθαι τὴν δοτικὴν 
τῆϲ αἰτιατικῆϲ, καθότι καὶ ταύτηϲ ἐϲτὶν ἐμπεριεκτική.

Ὁμοίωϲ δὲ καὶ ἐπὶ δοτικὴν φέρεται καὶ τὸ ὑπηρετῶ ϲοι, δουλεύω ϲοι, ἕπομαί ϲοι, ἀκολουθῶ ϲοι, ἥκω
ϲοι· τῶν γὰρ ἐν αὐτοῖϲ ἐγκειμένων ἐνεργειῶν περιποιητικαί εἰϲι. τὸ γὰρ δουλεύειν πάϲηϲ ὑπηρεϲίαϲ ἐμπεριεκτικόν (ἧϲ τὰ εἴδη πάλιν ἐπιμεριζόμενα τῇ ἐνεργητικῇ
διαθέϲειτὴν αἰτιατικὴν ἀπαιτεῖ, τρίβω ϲε, λούω ϲε, νίπτω ϲε, κείρω, 
 κοϲμῶ, ϲμῶ, ἀναδῶ, ἐμπλέκω, λαμπρύνω, φαιδρύνω). Καὶ τὸ εἴκειν δέ, πάϲηϲ ἀντιθέϲεωϲ ἐμπεριεκτικὸν ὄν, καὶ τὸ ὑποχωρεῖν πᾶϲι. τῷ αὐτῷ λόγῳ εἰϲ
δοτικὴν κατήντηϲεν.

Καὶ τὰ ἐξ ἴϲηϲ διαθέϲεωϲ ἀναγόμενα, τουτέϲτι τὰ ἐν δυϲὶ προϲώποιϲ τὴν αὐτὴν ἔχοντα
ἐνέργειαν κατ’ ἀλλήλων, ἐν δοτικῇ καταγίνεται, 
 
 
 
 
 ὡϲ ἔχει τὸ μάχομαί ϲοι, παλαίω ϲοι, γυμνάζομαί ϲοι, ἱππάζομαι, ἀνθιϲτάνομαι, μονομαχῶ,
παγκρατιάζω. Καὶ ὅτι μὲν ἔδει τὰ τοιαῦτα ἐπὶ πλαγίαν φέρεϲθαι, παντὶ προῦπτον ἐγκειμένηϲ
διαβιβαϲτικῆϲ διαθέϲεωϲ ἐπὶ πρόϲωπον ὑποκείμενον, ὡϲ κατ’ ἀρχὰϲ εἴπομεν, 
δυνάμενον ὁμολογῆϲαι τὴν εἰϲ αὐτὸ χωρήϲαϲαν διάθεϲιν· νοεῖται γοῦν ἐπὶ δύο ἐμψύχων τὸ παλαίειν, τὸ
παγκρατιάζειν. ἀλλ’ οὖν γε ἡ μεγίϲτη ἐνέργεια ἀπαιτήϲαϲα αἰτιατικὴν εἰϲ ἕν μόνον καταγίνεται τὸ
διατίθεϲθαι ἐξ εὐθείαϲ, μὴ μὴν προϲδιατιθέναι, ὡϲ ἔχει τὸ δέρω ϲε, τύπτω ϲε, παίω ϲε· ὁ γὰρ οὕτωϲ
ὁριζόμενοϲ οὐχ ὁμολογεῖ τὸ ἀντιπαίεϲθαι. οὐ 
 δὴ οὖν τὰ προκείμενα ῥήματα τὸ τοιοῦτον ἐπηγγέλλετο, καὶ ϲαφὲϲ ὅτι ἕνεκα τούτου οὐδὲ
ἐπιδέξεται αἰτιατικήν· ἦν γὰρ ἐγκειμένη ἡ αὐτὴ διάθεϲιϲ ἐκ τοῦ ἑτέρου προϲώπου, τὸ ἀντιπαίεϲθαι τὸν
παγκρατιάζοντα. —.

Τ οὖν εἰϲ δοτικὴν ἐχώρηϲεν, ὅτι καὶ ἡ γενικὴ ἐμερίζετο εἰϲ 
 
 
 
 
 παθητικὴν διάθεϲιν. ἀποϲτήϲεται ἄρα ἀμφοτέρων τῶν πτώϲεων ἡ τοιαύτη 
ϲύνταξιϲ, καὶ οὐκ ἄλλην ἐπιδέξετxι ἢ μόνην τὴν δοτικήν, ἐξ ἧϲ καὶ εὐέφικτον τὸ ἀντιπεριποιούμενον τῶν διαθέϲεων. ἔϲτι γοῦν μοναδικὴ μὲν
διάθεϲιϲ ἡ γυμνάζω ϲέ, ἀντιπεριποιουμένη δὲ ἐκ τοῦ ἴϲου ἡ γυμνάζομαι ϲοί ἱππάζω ϲέ, ἔξ
ἧϲ τὸ παθητικὸν ἱππάζομαι ὑπὸ ϲοῦ καὶ πάλιν τὸ ἐξ ἴϲου ἀναγόμενον ἱππάζομαι ϲοί. πλεῖϲτα
καὶ εἰϲ τὸ τοιοῦτον ἔϲτι παραθέϲθαι, ἅπερ παραπεμπτέον. οὕτωϲ δ’ οἶμαι ἔχειν καὶ τὸ
πείθομαι ὑπὸ ϲοῦ, καὶ οὐκ ἄλλο τι ϲημαίνει τὸ πείθομαι ϲοί ἢ τὴν ἐξ ἀλλήλων πρὸϲ ἀλλήλουϲ γινομένην
πειϲμονήν.

Ἔϲτι καὶ ἐπὶ τρίτου προϲώπου τὸ μέλει καὶ μεταμέλει 
 δοτικῇ ϲυνταϲϲόμενα, ὡϲ ἔχει τὸ μέλει Τρύφωνι καὶ ἔτι μεταμέλει. ἅπερ παρὰ τὴν τῶν
ἄλλων ῥημάτων ϲύνταξιν ἐξήλλακται, καθὸ πάντα μὲν εὐθείᾳ ϲυντάϲϲεται μόνῃ, ὡϲ Θέων περιπατεῖ, ἣ καὶ
ϲυντείνει πλαγίᾳ, περὶ ἧϲ καὶ τὴν ϲύνταξιν ἐποιηϲάμεθα. οὐ μὴν τοῖϲ προκειμένοιϲ.
τοιοῦτον ϲύνεϲτιν· μεταμέλει γὰρ Ϲωκράτει καὶ ἔτι μέλει, τῆϲ 
 
 
 
 
 ὀρθῆϲ οὐ ϲυνούϲηϲ. δι’ ὃ καὶ παραϲυμβάματα αὐτὰ ἐκάλεϲαν οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ, τῶν ἄλλων
ῥημάτων κατὰ τὰϲ ϲυμβαινούϲαϲ διαθέϲειϲ παρ’ αὐτοῖϲ ϲυμβαμάτων
προϲαγορευομένων ἢ καὶ ἔτι κατηγορημάτων· καὶ τὸ μὲν ἀπαρτίζον τὴν διάνοιαν παραϲύμβαμα, λέγω τὸ
μέλει 
 κράτει, τὸ δὲ ἐλλειπτικὸν ἔλαττον ἢ παραϲύμβαμα, λέγω δὴ τὸ μέλει. —

Ὅπερ ἐπινοῶ καὶ αὐτὸ ἀναδέχεϲθαι νοουμένην εὐθεῖαν τὴν κατὰ 
 τοῦ παρυφιϲταμένου πράγματοϲ ἐν τῷ μέλει. παρὸν δὲ τὸν λόγον οὕτω πιϲτώϲαϲθαι. δίδοται
ὅτι τὸ μέλει ῥῆμα τρίτου προϲώπου ἐϲτί, καὶ ϲαφὲϲ ὅτι ἐκ πρώτου καὶ δευτέρου γεγενημένον, λέγω τοῦ
μέλω, μέλειϲ. καὶ εἰ δίδοται τὰ τῆϲ ϲυντάξεωϲ τοῦ πρώτου καὶ δευτέρου 
 μετιέναι καὶ ἐπὶ τὸ τρίτον, λέγω κατὰ τὰϲ πτώϲειϲ καὶ τοὺϲ ἀριθμούϲ, ὡϲ ἐπὶ τοῦ ἐγὼ
φροντίζω — ϲὺ φροντίζειϲ ἐκεῖνοϲ φροντίζει, δοθήϲεται καὶ ἐπὶ τοῦ μέλω. ἔϲτιν οὖν τὸ ἐγὼ μέλω ϲοί ἐν
εὐθείᾳ καὶ δοτικῇ, καὶ ἔτι ϲὺ μέλειϲ ἐμοί· ὅπερ ἀπαιτήϲει κατὰ τὴν ϲύνταξιν ἐν τρίτῳ,
ἐν τῷ μέλει Ϲωκράτει, οὐκ ἄλλο τι ἢ τὸ παρυφιϲτάμενον πρᾶγμα ἐν εὐθείᾳ νοούμενον.
τοιοῦτο γάρ ἐϲτιν τὸ νοούμενον, μέλει τὸ φιλοϲοφεῖν Πλάτωνι — φροντίδα Πλάτωνι ἐμποιεῖ
ἡ φιλοϲοφία, μέλει θέωνι τὸ πλουτεῖν ὁ πλοῦτοϲ φροντίδα ἐμποιεῖ Θέωνι τοῦ πλουτεῖν. χρὴ
οὖν νοεῖν ὅτι τὸ μέλει Ϲωκράτει ἐν τῷ ὑπακουομένῳ 
 
 
 πράγματι τὴν εὐθεῖαν ἔχει. ἔϲτιν οὖν τὸ σἴτιον τοῦ καὶ μόνον τὸ μέλει παραλαμβάνεϲθαι τὸ δεκτικὸν αὐτὸ εἶναι παντόϲ του ἐπιϲυμβαίνοντοϲ πράγματοϲ. δι’
ὃ τὸ μέλει Θέωνι ἐδόκει ἐν αὐτοτελείᾳ καθίϲταϲθαι· παντὸϲ γάρ του παρυφιϲταμένουπράγματοϲκοινῶϲ
ὑπακουομένου περὶ παντὸϲ γὰρ] ἐπιϲυμβαίνοντοϲ, ὡϲ ἔφαμεν, τὸ μέλει ῥῆμα
παραλαμβάνεται.

Καὶ τοϲαῦτα εἴχομεν φάναι περὶ ἧϲ προεθέμεθα ἐκθέϲθαι ϲυντάξεωϲ τῶν ῥημάτων πρὸϲ
τὰϲ πλαγίαϲ, ἐκείνου προδήλου καθεϲτῶτοϲ, ὡϲ οἱ
διάφοροι χρόνοι ἐν τῇ κλίϲει καὶ ἔτι τὰ διάφορα πρόϲωπα αἵ τε ὑπόλοιποι ἐγκλίειϲ τῆϲ
αὐτῆϲ ϲυντάξεωϲ ἔχονται. τὸ γὰρ τέμνοωι εὐκτικὸν ὸν πάλιν ἐπ’ αἰτιατικὴν φέρεται, κἆν
προϲτακτικὸν ῇ κἆν ἀπαρέμφατον κἆν ὑποτακτικόν,κᾶν παρῳχημένου χρόνου κἆν μέλλοντοϲ, λέγω κατὰ τὰϲ
ἐνεργητικὰϲ διαθέϲειϲ. ἔϲτι καὶ εἰϲ τοῦτο πάμπολλα παραθέϲθαι. —190). Ἀλλ’ οὐδὲ αἱ μετοχαὶ τὸ
τοιοῦτον ἀποκλίνουϲιν, 
 κἆν ἀποβάλωϲι τὸν τῶν προϲώπων μεριϲμὸν τάϲ τε παρεπομέναϲ ψυχικὰϲ διαθέϲειϲ τοῖϲ
ῥήμαϲιν. ὡϲ γὰρ προείπομεν, ἐπὶ τὰϲ αὐτὰϲ πτώϲειϲ φέρονται, καίτοι τῶν ἄλλων πτωτικῶν, λέγω δὲ τῶν
ἀπὸ ῥήματοϲ 
 
 
 
 
 
 γεγονότων, οὐκ εἰϲ τὸ αὐτὸ τῆϲ ϲυντάξεωϲ φερομένων. ἔϲτι μὲν γὰρ τὸ κόπτω τοῦτον, οὐ
μὴν τὸ κοπεὺϲ τοῦτον, κοπεὺϲ δὲ τούτου· καὶ αὐλεῖ μὲν τοῦτον,
αὐλητὴϲ δὲ τούτου· γυμνάζει τοῦτον, γυμναϲτϲ δὲ τούτου. δι’ οὖ δείκνυται ὅτι πάντα μὲν ἐπὶ γενικὴν
 φέρεται τὰ πτωτικά, οὐ μὴν τὰ ἐν μετοχῇ γενόμενα. ϲυντάξεωϲ γὰρ τῆϲ αὐτῆϲ
ἔχετάι τοῖϲ ῥήμαϲιν, καὶ διὰ τοῦπτο ϲυνέχεται τοῦ ἔτι ῥήματοϲ μετέχειν ἰδιότητα· γυμνάζων γὰρ τοῦτον
καὶ αὐλῶν τοῦτον. τὸν τοιοῦτον λόγον ἀκριβέϲτερον ἐξεθέμεθα ἐν τῷ περὶ μετοχῆϲ
ὑπηγορευμένῳ.

Μετὰ τὰϲ τῶν ῥημάτων ϲυντάξειϲ, ᾶϲ ἐν τῷ πρὸ τούτου ἀνεπλπηρώϲαμεν, ὄντι τρίτῳ τῆϲ ὅληϲ πραγματείαϲ, μέτιμεν κὶ ἐπὶ τὸϲ τῶν προθέϲεων ϲυντάξειϲ, δεομέναϲ ἀποδείξεωϲ πάνυ ἀκριβεϲτάτηϲ, καθὸ 
δοκεῖ τὰ μόρια οἰϲ μὲν μέρεϲι τοῦ λόγου δόκηϲιν παρέχειν ϲυνθέϲεωϲ, οἰϲ δὲ παραθέϲεωϲ,
ἔϲΘ’ ὅτε οὐ βοηθούμενα τόνων ἰδιώμαϲι, καθάπερ τὰ πλεῖϲτα τῶν μερῶν τοῦ λόγου διὰ τῆϲ ἑνώϲεωϲ τοῦ
τόνου τὸ μοναδικὸν τῆϲ λέξεωϲ ὑπαγορεύει, τουτέϲτι τὸ ἕν μέροϲ λόγου ἢ διὰ τῆϲ μονῆϲ
τῆϲ καθ’ ἕκαϲτον μόριον τὸ διϲϲὸν ἐμφαίνει τῶν λέξεων.

Τὸ γὰρ Διὸϲ κόροϲ παροξυνόμενον μὲν τὴν γενικὴν· ἔχει ἰδίᾳ νοουμένην,
ὅμοιον ὸν τῷ Διὸϲ υἱόϲ, προπαροξυνόμενον δὲ ὅμοιόν ἐϲτιν τῷ Διόγνητοϲ, Διόδοτοϲ· τό τε
εὖ νοῶ δύο ἔχον περι- ϲπωμέναϲ ὁμολογεῖ τὴν ἐξ ἐπιρρήματοϲ καὶ
ῥήματοϲ παράθεϲιν, καὶ τὸ Ἕλληϲ πόντοϲ κατὰ τὴν ἀρχὴν ἔχον τὴν ὀξεῖαν, καὶ τὸ ἐμοῦ αὐτοῦ δὶϲ ἔχον τὴν περιϲπωμένην. ταῦτα γὰρ καὶ τὰ τούτοιϲ ὅμοια,
ἄπειρα 
 
 
 
 
 ὄντα, ϲυνελθόντα μὲν κατὰ τὸν λόγον τῆϲ ϲυνθέϲεωϲ ἔχει καὶ τὸν τόνον ϲυνρημένον, οὐχ
οὕτωϲ δὲ ἔχοντα καὶ τὰ τοῦ τόνου ἔχει ἀϲυνέλευϲτα, καθάπερ δὲ επομεν, ἐν τῇ κοθ’
ἑκαϲτον μόριον μονῇ τοῦ τόνου τὸ κατὰ παράθεϲιν ὁμολογεῖ. —

Τὸ δὲ καταγράφω εἶτε δύο μέρη λόγου ἐϲτὶν εἶτε καὶ ἕν, οὐκ ἐνδείκνυται διὰ τῆϲ
τάϲεωϲ. καὶ τὰ τούτοιϲ 
 ὅμοια, τὸ ἀποίκου, καταφέροντοϲ, ἅπαντα τὰ τοιαῦτα, τῆϲ αὐτῆϲ ἔχεται ἀμφιβολίαϲ· ἀποψέ,
ἀποδίϲ, καὶ ἐπὶ ϲυνδέϲμων καθότι, διότι (δεδείξεται γὰρ ὅτι ἔγκεινται αmἱ προθέϲειϲ), ἄλλα πλεῖϲτα.
ὑπὲρ ὦν τῆϲ ἀκριβείαϲ προεθέμεθα ἐκθέϲθαι. ἀλλ’ ἤδη καὶ ἐπ’ ἐνίων μορίων οὐκ ἔνεϲτιν
ὑπὲρ τῶν τοιούτων μορίων ἐπιϲτῆϲαι, τῶν προθέϲεων μήτε κατὰ παράθεϲιν προθετικῶν οὐϲῶν
μήτε κατὰ ϲύνθεϲιν, ὡϲ ἐπ’ ἀντωνυμιῶν τῶν τῆϲ εὐθείαϲ ἁπαϲῶν, ὦν καὶ τὸ ατιον τῆϲ ἀϲυνταξίαϲ παραθηϲόμεθα κατὰ τὸν προϲήκοντα λόγον.

Πρὸ μέντοι τῆϲ κατὰ μέροϲ αὐτῶν ϲυντάξεωϲ οὐκ ἄκαιρον ὑπὸ 
 λαμβάνω ἐκθέϲθαι περὶ τῶν ἠπορημένων ἐν τοῖϲ μορίοιϲ. «Oὑ γάρ»,
 φαϲί, εδεόντωϲ τὰ τοῦ τόνου ἀμείβεται εἰϲ βαρεῖαν τάϲιν, ἐπὰν τὰ τῆϲ ϲυντάξεωϲ
ἐναλλαγό. τουτέϲτιν ἐπὰν προθέειϲ οὗϲαι μὴ ἀναδέξωνται τὸ προκεῖϲθαι κατὰ τὰϲ ϲυντάξειϲ· οὐδὲ γὰρ τὰ ἄλλα μέρη τοῦ λόγου 
 
 
 
 ἀμείψαντα τὴν τάξιν ἀμείβει καὶ τὴν τάϲιν, πρὸϲ τῷ μηδὲ ἐξωμαλίϲθαι τὰ τῆϲ ἀναϲτροφῆϲ,
εἴγε οὐχ ἅπαϲαι μετατεθεῖϲαι τῆϲ τάξεωϲ μετατίθενται καὶ τοῦ τόνου. τί δὲ μᾶλλον αὗταί εἰϲιν αἱ
μετατιθέμεναι ἦπερ τὰ μόρια ἅ πρὸϲ αὐτὰϲ ρτηντο; τὸ γὰρ 
 
 ἔπτυϲε πουλὺ κάτα {Calimachi? OSehneider II 752} 
 ἀπαιτεῖ τὸ κατέπτυϲεν ἐν καταλληλότητι, καὶ οὐ μᾶλλον ἡ πρόθεϲιϲ μετατίθεται περ
τὸ ῥῆμα· 
 Ἰθάκην κάτα κοιρανέουϲιν {α 24}, 
 τὰ τούτοιϲ ὅμοια.»

Καὶ πρὸϲ μὲν τὸ τοιοῦτον ἁπλῆ ἡ ὑπάτηϲιϲ, ὡϲ ἤδη ὁμόλογόν ἐϲτιν, καθάπερ καὶ ἐν τοῖϲ
προκειμένοιϲ ἀπεδείξαμεν, ὡϲ τὰ προκείμενα μόρια διὰ τῆϲ ἐξαιρέτου ϲυντάξεωϲ, λέγω τῆϲ
προθετικῆϲ, τὴν ὀνομαϲίαν ἀπηνέγκατο. ἔνθεν γὰρ καὶ οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ προθετικοὺϲ ἐκάλουν ϲυνδέϲμουϲ
τὰϲ προθέϲειϲ, ἄμεινον ἡγηϲάμενοι ἀπὸ τῆϲ ἐξαιρέτου ϲυν- 
 
 
 
 
 τάξεωϲ τὴν ὀνομαϲίαν θέϲθαι ἤπερ ἀπὸ τῆϲ δυνάμεωϲ, καθάπερ οἵ τε ϲυναπτικοὶ καὶ
ϲυμπλεκτικοὶ καὶ οἱ ὑπόλοιποι. οὐ δὴ οὖν τὰ ἄλλα μέρη τοῦ λόγου
ἐξαιρέτου ϲυντάξεωϲ ἔτυχεν, ἵνα πρὸϲ τὸ μετατιθέμενον κατηγορῇ καὶ τῆϲ μεταθέϲεωϲ.

(τὰ γοῦν θέϲιν εἰληχότα μοναδικὴν οὐδὲ μετατίθεται τῆϲ τάξεωϲ, ἵνα καὶ
τῆϲ ἀμφιβολίαϲ ἐπικοινωνήϲῃ, ὡϲ 
 ἐπὶ ϲυνδέϲμων μὲν ὁ ἤτοι προτακτικὸϲ καὶ οὔποτε
ὑποτακτικόϲ, ἐπὶ δὲ ῥημάτων τὰ καλούμενα ὑποτακτικὰ ῥήματα οὔποτε χωρὶϲ ὑποταγῆϲ ἐϲτι 
τῆϲ τάξεωϲ τῶν ἐπιζευκτικῶν ϲυνδέϲμων. ἀλλ’ οὐδὲ αἱ καλούμεναι ἐγκλιτικαὶ ἀντωνυμίαι δίχα μορίων
λέγονται τῶν πρὸϲ ἃ ἐγκεκλιμέναι εἰϲίν, τίμηϲόν με, δόϲ μοι. οὐδὲ γὰρ παραδεκτέοϲ ἐκεῖνοϲ ὁ λόγοϲ,
 
 
 
 
 
 
 
 ὁ εἰρημένοϲ ἐν τῷ περὶ ἄρθρων Τρύφωνοϲ {p 25 Vels.}, ὡϲ τὰ ὑποτακτικά ποτε
ἄρθρα προτακτικὰ γίνεται ἐν τῷ ὅϲ ἆν ἔλθῃ μεινάτω με· τίνοϲ γὰρ πτωτικοῦ προετάγη; πῶϲ
δέ γε ὑποτακτικὸν τὸ τοιοῦτον ἄρθρον οὐκ ἀναπολοῦν τὸ προῦποκείμενον ὄνομα, τοὐναντίον δὲ
ἀοριϲτούμενον κατ’ ἀρχὴν τῶν λόγων, οὐ μὴν μόνον , 
 
 
 ἀλλ’ οὐδ’ ἐν πτωτικῷ τὸ ὅϲτιϲ· ἐχρῆν γὰρ καὶ τῶν ἄλλων πτωτικῶν καὶ μὴ ἀοριϲτουμένων
 προτάϲϲεϲθαι , ἐν οἰϲ καὶ αὐτὸ ϲυναοριϲτοῦται πλέον τοῦ τίϲ, ὅπερ ἐναντιώτατόν
ἐϲτιν τῶν ἄρθρων· τὰ γὰρ ἀοριϲτωδῶϲ ποτε νοούμενα ἡ τοῦ ἄρθρου παράθεϲιϲ ὑπὸ ὁριϲμὸν τοῦ προϲώπου
 ἄγει, ὁ ἄνθρωποϲ παρεγένετο, τὸν ποιητὴν ἐθαύμαϲα). —

αἱ δὴ οὖν προθέϲειϲ οὐ κατάρξαϲαι τῶν λέξεων ὁμόλογον ἔχουϲιν τὴν 
 
 
 
 
 μετάθεϲιν, κἆν τὰ δευτερεύοντα ἦ μετατεθειμένα κατὰ τὴν ἀρχήν·
πάλιν γὰρ αὐταὶ δεύτεραι γενόμεναι καὶ τῆϲ δεούϲηϲ τάξεωϲ ϲτερούμενmι 
 ὁμολογοῦϲιν μετατεθεῖϲθαι. γελοῖον οὖν μοι δοκεῖ τὸ ζητεῖν πότερον αὗταί εἰϲιν αἱ μετατιθέμεναι ἢ τὰ ταύταιϲ δευτερεύοντα μόρια.

Ἔcτι δὲ καὶ ὑπὲρ τῆϲ ἀμειβομένηϲ τάϲεωϲ κατ’ αὐτὰϲ φάναι, 5 De De anastrophe accentus
praepositionus. ὡϲ τὸ πρῶτον καὶ ἐν ἄλλοιϲ μέρεϲι τοῦ λόγου ἐξαίρετά τινα παρέπεται, ἃ
οὐ πάντωϲ ϲυμφερόμενα τοῖϲ ἄλλοιϲ ἄπορα καταϲτήϲεται, ὥϲ γε ἔϲτιν ἐπινοῆϲαι ἐπὶ τῶν ἐγκλιτικῶν
μορίων καὶ ἔτι ἐπὶ τῶν πυϲμάτων κατὰ βαρεῖαν τάϲιν καὶ τῶν ἀορίϲτων κατ’ ὀξεῖαν. οὐ δὴ οὖν ἀπψδὸν τὸ
 τὴν πρόθεϲιν διτονεῖν, ὅπερ ἐπικοινωνεῖ καὶ ἀντωνυμίαιϲ ἐγκλινομέναιϲ καὶ
ὀρθοτονουμέναιϲ, τῷ ωϲ ἐν ἀρχῇ τιθεμένῳ καὶ ἐν μέϲῃ λέξει, καθὸ 
 
 
 
 περιϲπᾶται 
 
 , παραπληρωματικῷ τῷ η περιϲπωμένῳ μὲν καῖ ἀρχὴν τῶν λόγων, οὐ μὴν κατὰ τὰϲ ὑποτακτικὰϲ
ϲυντάξειϲ, ὡϲ ἐν τῷ 
 τί ἤ δὲ ϲὺ νόϲφιν ἀπ’ ὄλλων {Ο 244}, 
 
 ὅτι κάλλιϲτον ἢ κατὰ Ξάνθιππον {?}. 
 ἔϲτι καὶ ἄλλα ἐπινοῆϲαι μυρία. —

Μήποτε δὲ καὶ δεόντωϲ τὸ διϲϲὸν τοῦ τόνου παρέπεται. τὰ μὲν γὰρ ἄλλα μέρη τοῦ λόγου
μίαν ἔχει ϲύνταξιν ἐφ’ ἣην καὶ φέρεται, ὡϲ τὰ ἐπιρρήματα ἔπειϲι τοῖϲ ῥήμαϲι, κἄν μεταξὺ
μέρη λόγου πλείονα πίπτῃ, τὰ δὲ ἄρθρα ὡϲ πρὸϲ τὰ πτωτικά, τά τε
ὀνόματα ἐπὶ τὰ ϲυνόντα τῶν ῥημάτων, καὶ αὐτῶν τῶν ῥημάτων 
ὑποϲτροφὴν ποιουμένων ὡϲ πρὸϲ τὰ ὀνόματα ἢ πρὸϲ τὰ ἀντωνυμικά, ἅπερ πάλιν ἀντὶ ὀνομάτων παρολαμβάνεται· αἱ μέντοι προθέϲειϲ δύο 
ϲυντάξειϲ ἀναδεξάμεναι, τήν τε πρὸϲ τὰ ὀνόματα καὶ ἔτι πρὸϲ τὰ ἐήματα, δεόντωϲ παραδέξονται καὶ τὸ
ἐναλλαϲϲόμενον τοῦ τόνου, 
 
 
 
 ὅπερ ὑποϲτρέφον διὰ τῆϲ τάϲεωϲ ϲυϲϲημαίνει καὶ τὸ ἀναβιβαζόμενον τῆϲ προθέϲεωϲ,
ἐπιμένον δὲ κατὰ τὴν ἰδίαν τάϲιν ϲημαίνει καὶ τὴν δέουϲαν ϲύνταξιν τῆϲ προθέϲεωϲ. —

τὸ γοῦν 
 θάκην κάτα κοιρανέουϲι {α 24} 
 
 διὰ τοῦ ἀρκτικοῦ τόνου, λέγω τῆϲ ἀναϲτροφῆϲ, ϲυϲϲημαίνει καὶ τὸ ἀναβιβαζόμενον τῆϲ προέϲεωϲ, οὐχ οὕτωϲ δὲ ἔχον ϲύνταξιν τὴν ἐπὶ τὸ ῥῆμα παραδέχεται. καὶ ἕνεκα τούτου
εὐπαράδεκτοϲ καὶ ἡ διϲϲὴ τάϲιϲ τῶν προθέϲεων. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ 
 
 εύρε δὲ Πατρόκλῳ πέρι κείμενον ὃν φίλον υἱόν {T 4}, 
 
 
 
 
 
 
 καὶ γὰρ ὅτε πρώτιϲτον ἐμοῖϲ ἔπι δέλτον ἔθηκα 
 γοόναϲιν {Csimachi? frgm.anon. 261,II 752 OSchn.}. 
 καὶ ἔτι ἐν δυϲὶν ὀνόμαϲι, 
 
 μόχn ἔνι κυδιανείρᾳ {Z 124. H 113. Θ 448. 391 }, 
 
 ποταμῷ ἔπι δινήεντι {Θ 490 }, 
 ποταμοῦ ὄπο ελλήεντοϲ {B 659. 839. Μ 97. 0 531 }. 
 ὑπὲρ ὦν τῆϲ διαφορᾶϲ κατὰ τὸ δέον ἐκθηϲόμεθα, ἐν ῷ καὶ παραϲτήϲομεν 
 
 
 
 
 
 γὰρ νῦν προκείμενον ἡμῖν ἐϲτιν παραϲτῆϲαι, ὡϲ ἀναγκαίωϲ οἱ ϲτοιχειωταὶ ἐπενόηϲαν τὴν ἐπ’
αὐταῖϲ γενομένην διϲϲὴν τάϲιν, ὁμολόγωϲ καὶ τῶν φωνῶν προευθετιϲμένων εἰϲ τὸν προκείμενον λόγον,
εἴγε ἁπάϲαιϲ παρεπόμενόν ἐϲτιν τὸ ὀξύνεϲθαι, τῶν ἄλλων μερῶν τοῦ λόγου ποικιλω τερῶν ὄντων κατὰ τὰϲ τάϲειϲ· οὐ γὰρ τὸ μεταπῖπτον τῆϲ τάϲεωϲ
εἰϲ τὸν αὐτὸν εὐθετιϲμὸν ὑπῆρχεν, ὅϲ γε καὶ παρηκολούθει ταῖϲ προθέϲεϲιν. —

Διὰ τοῦτο καὶ ἐπεκτεινόμεναι ϲυνέλκουϲι κατὰ τὸ τέλοϲ τὴν ὀξεῖαν, ὡϲ
ἔχει ἡ ἐνί καὶ ἡ προτί. —διὰ τοῦτο οὐδ’ οἱ περὶ τὸν Ἀλριϲτοφάνη ἠξίωϲαν βαρύνειν τὰ μόρια κατὰ τὴν
Αἰολίδα διάλεκτον, ἵνα μὴ τὸ ἴδιον τῆϲ προθέϲεωϲ ἀποϲτήϲωϲιν, λέγω τὴν ἀναϲτροφήν· εἰ γὰρ 
 καὶ ἐβαρύνθηϲαν, ἀνθελκόμεναι ἀπὸ τῆϲ τοῦ ῥήματοϲ ϲυντάξεωϲ ἢ τοῦ 
 
 
 διὰ τὸ αὐτὸ καὶ κατ’ ἀρχὴν καὶ κατὰ τέλοϲ βραχεῖαι· ὁ γὰρ βραχὺϲ χρόνοϲ εὐμετάθετοϲ
κατὰ τάϲιν, ὅπου γε καὶ ἡ Αἰολὶϲ μετατιθεῖϲα τοὺϲ τόνουϲ τοὺϲ κατὰ τὸ τέλοϲ ἐκ βραχείαϲ
ϲυλλαβῆϲ μετατίθηϲι κατὰ τὸ πλέον. πλεονάϲαϲαι οὖν χρόνῳ ἐλλείπουϲι καὶ τῇ ἀναϲτροφῇ, ὡωϲ ἡ καταί, ὑπαί καὶ αἱ τοιαῦται. Ἀλλ’ οὐ πᾶϲαι ἀναϲτρέφονται. οὐδὲ γὰρ πᾶϲα ἀντωνυμία καὶ ἐγκλίνεται καὶ ὀρθοτονεῖται, ἀλλ’ ἐπὶ τὸ πλέον ταύταιϲ παρέπεται·
οὐδὲ πάντα τὰ πύϲματα ἐν βαρείᾳ ἐϲτὶ τάϲει, ἀλλ’ οὐδὲ ἄλλα
πλεῖϲτα ἐξωμάλιϲται.

Προτιθέμεναι δὴ τῶν τοῦ λόγου μερῶν ἢ κατὰ ϲύνθεϲίν εἰϲιν 
 
 ἢ κατὰ παράθεϲιν. Ἐν μὲν οὖν ταῖϲ εὐθείαιϲ τῶν πτωτικῶν καὶ ἔτι ταῖϲ ϲυνυπαρχούϲαιϲ κλητικαῖϲ οὐκ ἔϲτι τὴν παράθεϲιν τῶν προθέϲεων ἐπινοῆϲαι. πρόδηλον γὰρ ὅτι τὸ ϲύνοικοϲ, ἐπίκουροϲ, ϲύνδουλοϲ, 
 
 
 
 ὑπέρδουλοϲ, πάροικοϲ, μέτοικοϲ, ἔκδηλοϲ, ἀνάδρομοϲ, περίοπτοϲ, 
περιφόρητοϲ ϲύνθεϲιν τὴν τῶν μερῶν ἀνεδέξαντο, οὐ μόνον διὰ τὸν ἀναδραμότα τόνον κατὰ τὴν ϲύνθεϲιν
(ἐπεὶ καὶ τινά γε ϲυνεφύλαξε τὴν αὐτὴν τάϲιν καὶ οὐ τῇ μονῇ τοῦ τόνου
ἀπολύεται τῆϲ ϲυνθέϲεωϲ, ὡϲ ἔχει τὸ περικλυτόϲ, ἀναδρομή, ϲυνοχή, καταμονή, 
 ἄλλα πλεῖϲτα), ἀλλὰ καὶ ἐκ τοῦ ϲυνυπάρχειν κατὰ πάντα ϲχηματιϲμὸν τὴν πρόθεϲιν, ὅπερ οὐ
παρεπόμενόν ἐϲτι ταῖϲ ἐκ παραθέϲεωϲ, ὡϲ ἔχει τὸ κατὰ Κτηϲιφῶντοϲ, ὑπὲρ Ἀριϲτάρχου, οὐ ϲυμφερόμενα
κατὰ πᾶϲαν πτῶϲιν διὰ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ· τά γε μὴν προεκκείμενα κατὰ τὴν εὐθεῖαν κατὰ
πᾶϲαν πτῶϲιν ϲύνεϲτιν.

Ἀλλὰ μὴν ἔτι κἀκ 
 τῆϲ τοῦ ἄρθρου παραθέϲεωϲ. πρωτευούϲῃ γὰρ τῇ προθέϲει κατὰ
παράθεϲιν παραχωρεῖ τῆϲ προθέϲεωϲ, μετιὸν ἐφ’ ὃ ϲυνήρτηται· οὐ μὴν ἢν 
 
 
 
 ϲύνθεϲιϲ ᾖ, εἴγε μέροϲ ὀνόματοϲ γενομένη ἕξει προκείμενον τὸ καλούμενον προτακτικὸν
ἄρθρον τῶν ὀνομάτων. τοῦ μὲν προτέρου περὶ Ἀριϲτάρχου περὶ τοῦ Ἀριϲτάρχου, κατὰ
Κτηϲιφῶντοϲ κατὰ τοῦ Κτηϲιφῶντοϲ, περὶ ϲτεφάνου περὶ τοῦ ϲτεφάνου, τοῦ δὲ 
 δευτέρου ὁ περικλυτόϲ, ὁ ϲύνδουλοϲ, ὁ μέτοικοϲ. ἕνεκα τοῦ τοιούτου καὶ τὰ
ὑπ’ ἀμφιβολίαν πίπτοντα ἐκλύεται τοῦ ἀμφιβόλου προϲλαβόντα τὰ ἄρθρα· διοίϲει γὰρ τὸ παρὰ τοῦ νόμου,
παρὰ τοῦ φέροντοϲ τῶν τοιούτων τοῦ παραφέροντοϲ, τοῦ παρανόμου, ὑπὲρ ὡν καὶ ἀλλαχόθι ἡμῖν ἠκρίβωται.

Ἕθεν ἕν μέροϲ λόγου 
 ποιήϲει τὸ προπροκυλινδόμενοϲ {Χ 221. 525, ὑποπεπτηῶτεϲ {B 312}· μέροϲ τε λέξεωϲ ἄν εἴη
ἡ κατά ἐν τῷ 
 λέων κατὰ ταῦρον ἐδηδώϲ {P 542} 
 ἤπερ λόγου, εἴγε τὰ μέρη τοῦ λόγου ἐκ παραθέϲεωϲ νοεῖται, οὐκ ἐκ ϲυνθέϲεωϲ
διιϲτανόμενα, καθότι καὶ ἐν ἄλλοιϲ δεδείξεται τὸ τοιοῦτον. ἀλλ’ οὐδὲ τὸ 
 γέλαϲϲε δὲ πᾶϲα περὶ χθών {Τ 362} 
 παράκειται τῇ εὐθείᾳ κατὰ λόγον τὸν τῆϲ προθέϲεωϲ, ἐπιρρήματοϲ δὲ 
 
 
 
 τοῦ πέριξ· ἢ καθ’ ὑπερβατόν ἐϲτι πρὸϲ τὴν τοῦ ῥήματοϲ ϲύνοδον, ἵνα ᾖ περιεγέλαϲε
περιϲϲῶϲ ἐλαμπρύνθη. τὴν γὰρ ϲύνθετον ϲχέϲιν ἀπείργει καὶ ἡ
τάϲιϲ, ὅτι μηδὲ ἀνεβίβαϲε τὸν τόνον ὡϲ τὸ αὐτόχθων καὶ ἐνοϲίχθων, καὶ ἡ τοῦ ϲημαινομένου ἔννοια·
μένει γὰρ ἔτι τὸ θηλυκὸν ὄνομα, τῆϲ ϲυνθέϲεωϲ μεταβατικὸν ἐχούϲηϲ τὸν λόγον· οὐ γὰρ δή
γε ἐν τῷ αὐτόχθων καὶ ἐνοϲίχθων ἡ γῆ νοεῖται, ὁ δ’ ἐκ γῆϲ γενόμενοϲ ἢ τῆϲ γῆϲ
ἐπικρατῶν.

Καὶ ἡ μὲν τοιαύτη παράθεϲιϲ ἁπλῆϲ ἔχεται τηρήϲεωϲ, τό γε 
 
 μὴν ἐξεργαϲτικὸν τοῦ λόγου φυϲικωτέραν ἐνδείκνυται τήρηϲιν. αἱ εὐθεῖαι καὶ αἱ κλητικαὶ
ἓν πρόϲωπον δηλοῦϲι μετὰ τῶν ϲυνόντων ῥημάτων, Τρόφων ἀναγινώϲκει— Τρύφων ἀναγίνωϲκε.
Τρόφων παρα 
 
 
 
 λαμβάνει —Τρύφων παραλάμβανε, τῶν ἄλλων πτώϲεων ἐν δυϲὶ προϲώποιϲ νοουμένων, Τρύφωνι
λέγει, ρύφωνα φιλεῖ, Τρύφωνοϲ ἀκούει, ὁμολόγωϲ εὐθειῶν ἔξωθεν προϲγινομένων. τούτων δὴ
δεδειγμένων κατὰ ϲύνταξιν τὴν προϲήκουϲαν οὐκ ἄν δυνηθείη ἐν παραθέϲει ἡ πρόθεϲιϲ τῆϲ
εὐθείαϲ ποτὲ εἶναι, πρῶτον ὅτι τὸ ἐκ τῶν προθέϲεων ϲυνδηλούμενον ἐπιδέχεται ἡ ἐκ τοῦ
ῥήματοϲ παρυφιϲταμένη ϲχέϲιϲ. ἔϲτω γάρ τι Πλάτων, ἔϲτω δέ τι καὶ βαίνει, καὶ πρόθεϲίϲ τιϲ ἡ ἔν, ἡ
ϲύν, ἡ κατά, ἡ ἀνά ἢ ἄλλη τιϲ τῶν τοιούτων· ἣ οὐκ ἐπ’ ὄλλο νεύϲει μέροϲ λόγου ἢ τὸ
δυνάμενον τὴν ἐξ αὐτῶν ϲχέϲιν ἀναδέξαϲθαι. καὶ δὴ ἐμπλάτων μὲν οὐ γενήϲεται, τὸ δὲ
ἐμβαίνει· οὐδὲ τὸ ϲυμπλάτων, τὸ δὲ ϲυμβαίνει, διαβαίνει, περιβαίνει. ἕνεκά γε τοῦ τοιούτου ἑνὸϲ
 ὄντοϲ προϲώπου τοῦ ὅλου, λέγω τοῦ Πλάτων βαίνει, τὸ προϲγινόμενον
ἔξωθεν προθετικὸν ἐπὶ τὸ ῥῆμα νεύϲει, ὡϲπερεὶ προτακτικὸν 
 
 
 
 ϲτοιχεῖον πρὸ ὑποτακτικοῦ κειϲόμενον. —

(Ἕφαμεν γὰρ καὶ κατὰ τὰϲ ἀρχὰϲ τῆϲ ἐκδόϲεωϲ, ὡϲ τὰ ϲτοιχεῖα τοῦ λόγου τὸν αὐτὸν
τρόπον ἐπέχει τοῖϲ ϲτοιχείοιϲ τῆϲ λέξεωϲ· καὶ ὡϲ ἔϲτι προτακτικὰ ϲτοιχεῖα ϲτοιχείων 
 καὶ οὐχ ἅπαντα ἁπάντων, οὕτωϲ καὶ λέξειϲ προτακτικαὶ οὖϲαι οὐχ ἁπάντων προτετάξονται,
τῶν γε μὴν δυναμένων τὴν ἐξ αὐτῶν ϲύνταξιν ἀναδέξαϲθαι. φέρε γάρ που ϲυλλαβὴν εἶναι
τοιαύτην, τὴν τρα, τὴν κλα, καὶ ἐπιέναι τὸ ϲ· οὐ δὴ προϲχωρεῖ πρὸ τοῦ ρ ἢ πρὸ τοῦ λ· οὐ 
γὰρ δὴ τούτων προτακτικὸν τὸ ϲ, τοῦ γε μὴν κ καὶ τ, καὶ οὕτωϲ τὸ ϲκλα καὶ ϲτρα ϲυντετάξεται. φέρε δὴ
καὶ εἶναί τι Τῖρυϲ, καὶ τούτῳ προϲτίθεται τὸ ν, λέγω κατὰ τὸ τέλοϲ· οὐ δὴ προϲκείϲεται μετὰ τὸ ϲ,
 
 καίτοι τελικὸν ὄν πολλῆϲ λέξεωϲ, καθὸ τὸ ϲ τοῦ ν οὐ προηγεῖται, ἀνά- 
 
 
 παλιν μέντοι, ὥϲ γε παρ’ Ἀργείοιϲ πάμπολλόϲ ἐϲτιν ἡ τοιαύτη ϲύνταξιϲ.)

οὐ δὴ οὖν προϲγινομένηϲ προθέϲεωϲ ἐν τῷ αὐτῷ προϲώπῳ, λέγω ἐπὶ τοῦ Πλάτων
διαλέγεται, μεθήϲει ἡ ῥηματικὴ ϲύνταξιϲ τὸ προτακτικὸν αὐτῆϲ ϲτοιχεῖον κατὰ ϲύνθεϲιν,
λέγω τὸ προϲδιαλέγεται. εἰ γοῦν καὶ ἡ ὀνοματικὴ θέϲιϲ ϲχέϲιν δύναιτο ἐπιδέξαϲθαι τὴν ἐκ
τῆϲ προθέϲεωϲ, τὸ τηνικαῦτα ἔϲτιν ἐπινοῆϲαι ϲυνενουμένην τῷ ὀνόματι τὴν πρόθεϲιν· ὁ γὰρ περίεργοϲ οὐ πόρρωθέν ἐϲτιν τοῦ περιεργάζεϲθαι, οὐδὲ ὁ μέτοικοϲ τοῦ
μετοικεῖν, οὐδὲ ὁ περίοπτοϲ τοῦ περιόπτεϲθαι, οὐδὲ ὁ ἐπίκουροϲ τοῦ ἐπικουρεῖν. (οὐ γὰρ ἀντίκειται,
κἄν ϲυμβολικῶϲ 
 κέηται· ἡ γὰρ τῆϲ ϲυνθέϲεωϲ πρώτη ϲύνοδόϲ ἐϲτι κατὰ τὴν ἐπιθετικὴν προφοράν,
ϲυμβολικώτερόν πωϲ μετατεθειμένη. ἀλλὰ μὴν καὶ τὸ Ἀντίθεοϲ, Ἀντίπατροϲ καὶ τὰ τούτοιϲ ἔτι ὅμοια
δυνάμει τὴν ἐκ γενικῆϲ 
 
 
 
 
 παράθεϲιν ὁμολογεῖ· ἀντὶ γὰρ θεοῦ ἤ πατρὸϲ
παραλαμβάνεται· ϲαφὲϲ οὖν ὅτι καὶ τὰ ϲυντεθέντα ϲυνέχει πόλιν τὸ ἰδίωμα.) τῶν δὴ οὖν 
ῥημάτωνκατὰτὸν προειρημένονλόγον ϲυντιθεμένων μετὰ τῶν προθέϲεων, οὐ μὴν παρατιθεμένων, ὡϲ
δεδείξεται, ἀνάγκη πᾶϲα καὶ τὰϲ ὀνομαϲτικὰϲ πτώϲειϲ, ἔννοιαν ῥηματικὴν ὁμολογούϲαϲ, τὸ αὐτὸ τοῖϲ
ῥήμαϲιν ἄναδέχεϲθαι.

Αἱ γοῦν πλάγιαι πτώϲειϲ ἀποϲτᾶϲαι τῆϲ ϲυνόδου τῶν ῥημάτων, τουτέϲτιν τὸ αὐτὸ πρόϲωπον οὐ δηλοῦϲαι, καὶ τοῦ ϲχήματοϲ
ἀπηλλο. τριώθηϲαν· τὸ γὰρ ἐναντίον ἀναδέχονται παράθεϲιν ἀντὶ ϲυνθέϲεωϲ. καὶ πρὸϲ τὸ
ἡνωμένον μὲν πρόϲωπον, ὡϲ προείπομεν, καὶ τὰ τῆϲ ϲυνθέϲεωϲ ὁμοίωϲ ϲυνήνωται, πρὸϲ δὲ τὸ
ἀφιϲτάμενον τῆϲ πλαγίαϲ ϲυναπέϲτη καὶ τὰ τῆϲ ϲυνθέϲεωϲ, μερικωτέραϲ λοιπὸν παραθέϲεωϲ γινομένηϲ
 ἤ περ διηκούϲηϲ καθ’ ἕνα ϲχηματιϲμόν, περὶ Ἀπολλωνίου,
ἐν 
 
 
 
 Ἀπολλωνίῳ καὶ τὰ τούτοιϲ ὅμοια.

Εκόϲ τινα φήϲειν καὶ ἐν πλαγίαιϲ ϲύνθεϲιν ἐπινοεῖν, βόλου περιβόλου, δρόμου
καταδρόμου καὶ ἐν τοῖϲ ὁμοίοιϲ· ὃν λήϲεται ὡϲ οὐκ ἔϲτιν αὐτόθεν ϲύνθεϲιϲ, εὐθείαϲ δὲ
ϲυντεθείϲηϲ κλίϲιϲ μεταπεποιημένη, ὡϲ καὶ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται.

Εἰκὸϲ δὲ  κἀκεῖνο ὑπονοήϲειν, ὡϲ «οὐ κατὰ τὰϲ πλαγίαϲ αἱ προθέϲειϲ estπαρατίθενται,
ἐν δὲ ὑπερβιβαϲμῷ πρὸϲ τὰ ῥήματα ἀνατεινόμεναι, κατὰ Ἀπολλωνίου ἐλάληϲα —κατελάληϲα Ἀπολλωνίου, ϲὺν
Ἀπολ — λωνίῳ ἦμην — ϲυνήμην Ἀπολλωνίῳ, περὶ τὸν καμπτῆρα ἔδρα - μον — περιέδραμον τὸν καμπτῆρα, πρὸϲ Τρύφωνα εἶπον 
 
 
 
 
 
 
 προϲεῖπον Τρύφωνα, ἀπὸ Ἀλεξανδρείαϲ ἔδραμον — ἀπέδραμον Ἀλεξανδρείαϲ. κἄν διαφέρῃ κατὰ
τὸ δηλούμενον τὰ τῆϲ ϲυντάξεωϲ, καθ’ ὑπερβιβαϲμοὺϲ γίνεταί πωϲ ἡ διαφορά, ὁ νῦν
ἄνθρωποϲ νῦν ὁ ἄνθρωποϲ, τότε ὁ Πτολεμαῖοϲ ὁ τότε Πτολεμαῖοϲ, ἐμὸϲ ὁ δοῦλοϲ — ὁ ἐμὸϲ δοῦλοϲ.

Ἕϲτι δὲ καὶ πρὸϲ τὸ 
 τοιοῦτον φάναι, ὡϲ τὰ τοιαῦτα μὲν ἐν τῷ ὑπερβιβαϲμῷ τὴν αὐτὴν
ἔχει καταλληλότητα, κἄν ποϲὴν ἔχῃ διαφορὰν τοῦ ϲημαινομένου· τὰ δὲ τῶν προθέϲεων καὶ ἐν ὑπερβιβαϲμῷ
διάφορον πτῶϲιν ἶϲχει, καὶ ϲχεδὸν τὰ πλείονα οὐχ ὑπερβιβάζεται,
πρὸϲ Ἀπολλώνιον ἔρχομαι, προϲέρχομαι δὲ Ἀπολλωνίῳ, πρὸϲ Τρύφωνα λαλῶ καὶ προϲλαλῶ 
 Τρύφωνι, καὶ ἔϲτι μέν που καταφέρω οἶνον οὐ μὴνκατ’οἶνον φέρω, καὶ περὶ τοῦ φίλου λέγω,
οὐ μὴν περιλέγω τοῦ φίλου. πλείϲτην ἔϲτιν εἰϲ τὸ τοιοῦτον παράθεϲιν ποιήϲαϲθαι. δι’ οὗ προδηλότατα
δείκνυται ὡϲ οἶδαϲιν αἱ προθέϲειϲ ϲύνταξιν τὴν πρὸϲ τὰϲ πλαγίουϲ, οὐ δυνάμεναι ἐπ’ ὄλλο
τι ϲυνενεχθῆναι, εἰ μὴ πρότερον ϲυμπεριλάβοιεν τὴν πλαγίαν πτῶϲιν. ὑπὲρ ὦν τῆϲ διαφορᾶϲ
κατὰ τὸ ἑξῆϲ ἐροῦμεν.

Ἕτι τῇ προκειμένῃ ϲυντάξει οἰήϲεταί τιϲ τὰ τοιαῦτα ἀντικεῖϲθm,: 
 παρ’ ὀλίγον Τρύφων ὦλιϲθεν, μετ’ ὀλίγον Δίων
παρέϲται, παρὰ τί ἥμαρτεν Θέων; τὸ γὰρ τί καὶ τὸ ὀλίγον καὶ ἔτι τὰ προκείμενα δόξει ἐν εὐθείᾳ
ϲυντάξει παράθεϲιν τῶν προθέϲεων ἀναδεδέχθαι, 
 κἄν ἔτι κατὰ πλαγίαν πτῶϲιν τὰ τῆϲ ϲυντάξεωϲ γένηται, παρ’ ὀλίγον Τρύφωνι ϲυνέβη
τιμηθῆναι, κατὰ τί θέωνα ὑβρίζειϲ; —

Ἅπερ ἔϲτιν ἀπολύϲαϲθαι οὕτωϲ, ὡϲ ἐν ὑπακουομέναιϲ αἰτιατικαῖϲ τὰ τοῦ λόγου κατέϲτη.
τὸ γὰρ παρὰ τί Τρύφων ἥμαρτεν; ἐν αἰτίῳ ἔξωθεν ὑπακουομένῳ κατ’ αἰτιατικὴν πτῶϲιν, ὡϲ
εἰ καὶ οὕτωϲ τιϲ λέγοι, παρὰ ποίαν αἰτίαν ἥμαρτεν Τρύφων. οὕτωϲ ἔχει τὸ μετὰ 
 
 
 
 
 μικρόν καὶ τὸ μετ’ ὀλίγον ἐλεύϲεται Τρύφων· ὑπακούεται γὰρ μετὰ μικρὸν διάϲτημα τοῦ
χρόνου. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ ἁπάντων τῶν τοιούτων, ὥϲτε πάλιν κατὰ παράθεϲιν αἰτιατικῆϲ
πτώϲεωϲ νοεῖϲθαι τὰϲ προθέϲειϲ. τὸ γὰρ παρὰ τί λείπει ὁ λόγοϲ; ἐν ἴϲῳ ἐϲτὶ τῷ παρὰ τίνα λέξιν λείπει
ὁ λόγοϲ; παρὰ τίνα φράϲιν, καὶ ὡϲ οὐκ ἔϲτιν 
 ἐπινοῆϲαι ἐν εὐθείᾳ ϲυντάξει φάναι τὸ παρὰ τίϲ, κατὰ δὲ αἰτιατικὴν τὸ παρὰ τίνα, οὕτωϲ
χρὴ νοεῖν ὡωϲ καὶ τὸ τί καθεϲτὼϲ τῆϲ μὲν εὐθείαϲ οὐ παραδέξεται τὴν παράθεϲιν, αἰτιατικῆϲ γε μήν,
ὅτε φαμὲν παρὰ τί.

Ἀλλ’ ἐκεῖνο πάλιν ἀντικείϲεται. ἔφαμεν ἐν τοῖϲ προκειμένοιϲ τὰϲ τῶν ἄρθρων ϲυντάξειϲ ἐν μὲν
παραθέϲει τῶν προθέϲεων μετ’ αὐτὰϲ τίθεϲθαι, ἐν δὲ ϲυνθέϲει πρὸ αὐτῶν τίθεϲθαι· φαμὲν
δέ γε τὸ παρὰ τί; τοῦ τοιούτου οὐ προϲγινομένου, εἰ μὴ πολὺ πρότερον ἡ πρόθεϲιϲ ἥνωτο.

Πρὸϲ ὃ ἔϲτιν πάλιν ὑπαντῆϲαι. τὸ πρῶτον, οὐδ’ ὅλωϲ τὸ τί δύναται παραδέξαϲθαι
ἄρθρον· ἀπροϲδεεῖϲ γὰρ τῶν ἄρθρων αἱ. πεύϲειϲ, καθὼϲ ἐπεδείχθη. τὸ δεύτερον, ἡ
προκειμένη ϲύνταξιϲ οὐχ ὡϲ ἐγκειμένου τοῦ πύϲματοϲ τὰ τῆϲ ϲυντάξεωϲ τοῦ ἄρθρου
ἐποιήϲατο, λέγω 
 
 
 
 ἐν τῷ τὸ παρὰ τί, ἀλλ’ ἔϲτιν ὅληϲ τῆϲ ϲυντάξεωϲ καὶ τοῦ νοουμένου ἔξωθεν πράγματοϲ τὸ
ἄρθρον, ὥϲ γε ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῆϲ τῶν ἀπαρεμφάτων
ϲυντάξεωϲ, ὅτε φαμὲν τὸ γράφειν, τὸ περιπατεῖν· οὐ γὰρ δὴ τῶν διαθέϲεων τὸ ἄρθρον ἐϲτὶν ἤη τῶν
χρόνων, τοῦ δὲ 
 παρυφιϲταμένου πράγματοϲ. παρὸν τὸν λόγον πιϲτώϲαϲθαι καὶ διὰ ϲυντάξεωϲ λόγου. ἔϲτω γάρ
τι τοιοῦτον, τὸ μὴ παρὰ τοῦτο ποίηϲώμεθα, ἐξ ἧϲ ϲυντόξεωϲ παρυφίϲταταί τι πάλιν πρᾶγμα,
οὗ γίνεται τὸ ἄρθρον, τὸ μὴ παρὰ τοῦτο ποιηϲώμεθα. Οὐ δὴ οὖν τὸ παρὰ τί ἐν ϲυνθέϲει τὰ
τῆϲ προθέϲεωϲ ἀνεδέξατο διὰ τὸ προϲγεγενημένον ἔξωθεν ἄρθρον.

Τῆϲ αὐτῆϲ ἐπιϲτόϲεωϲ ἔχεται καὶ τὸ διότι καὶ καθότι, 
 πότερον ἐν παραθέϲει τὰ τῆϲ ϲυντάξεωϲ καθέϲτηκεν
ἢ ϲυνθέϲει, καὶ πότερον ἐπὶ ἄπτωτον τὸ ὅτι λόγῳ τῷ ϲυνδεϲμικῷ ἐπὶ πτωτικόν, ὃ δὴ παράκειται
οὐδέτερον ὸν τῷ ὅτιϲ, ἕν μέροϲ λόγου καθεϲτώϲ, ὅμοιον 
 
 
 
 
 τῷ ὁποῖον, ὁπόϲον· ἢ ἐπὶ τὸ ἐν δυϲὶν μέρεϲι λόγου νοούμενον, ὃ δὴ ἀπ’ ἀρϲενικῆϲ πέπτωκε
ϲυντάξεωϲ κατὰ παραλληλότητα, λέγω τῆϲ ὅϲ τιϲ, ῷ καὶ θηλυκὸν παράκειται ἐν δυϲὶ μέρεϲι λόγου πάλιν
τὸ ἣ τιϲ, ᾦ πάντωϲ ϲύνεϲτι καὶ οὐδέτερον ἐν δυϲὶν μέρεϲι λόγου τὸ τι, οὐκ ἀγνοοῦντόϲ
μου ὅτι καὶ ἐν ϲυνδέϲμῳ τῷ ὅτι ἐϲτὶν ἐγκειμένη ἑτέρα ϲημαϲία, ἣν 
 νοοῦμεν διαβεβαιωτικῶϲ, ὅτε οὕτω φαμέν, ὅτι νικῶ ϲε, ὅτι πλείονά
ϲου ἀναγινώϲκω, διαφερούϲηϲ ϲυντάξεωϲ τῆϲ οὕτω νοουμένηϲκατ’αίτιολογικὴν ἐκφοράν, ὅτι πλείονά ϲου
ἀναγινώϲκω ϲυνετώτερόϲ ϲου καθέϲτηκα. ὑπὲρ ἧϲ διαφορᾶϲ ἠκριβώϲαμεν καὶ ἐν τῷ περὶ
ϲυνδέϲμων, ἀλλὰ τὸ νῦν γε τῆϲ τῶν προθέϲεων ϲυντάξεωϲ τὸ τοιοῦτον ἀπαιτούϲηϲ αὐτὸ μόνον
τὸ κατὰ τὰϲ προθέϲειϲ ἀπορούμενον παραϲτήϲομεν.

Ὡϲ μὲν οὖν καὶ κατά τιναϲ ἄλλαϲ παραθέϲειϲ αἱ προθέϲειϲ ϲυνδεϲμιῆϲ ϲυντάξεωϲ γίνονται παρεμφατικαί, λέλεκται ἡμῖν. ἐξ ὧν καὶ
 
 
 
 
 
 ἡ ἀφορμὴ εἴρηται παρὰ Ϲτωϊκοῖϲ τοῦ καλεῖϲθαι αὐτὰϲ προθετικοὺϲ ϲυνδέϲμουϲ· τὸ γὰρ
ἕνεκα τίνοϲ λυπῇ; καὶ διὰ τί λυπῇ; ἐν ἶϲψ ἐϲτί, καὶ τὸ ἐκ τῆϲ ῥᾳθυμίαϲ ἐν ἶϲῳ ἐϲτὶν τῷ
ἕνεκα τῆϲ ῥᾳθυμίαϲ. οὐ δὴ οὖν ἀπεμφαῖνον καὶ τὰ προκείμενα μόρια, λέγω τὸ διότι, καθότι, 
παραδεξάμενα τὰϲ προθέϲειϲ ϲυνδεϲμικὴν ἐπέχειν ϲύνταξιν.

Πρόδηλον γὰρ κἀκ τῆϲ ϲυνούϲηϲ δαϲείαϲ ὡϲ οὐχ ἕν ἁπλοῦν ἐϲτιν τὸ διότι, 
καθὸ οὐ παρεμπίπτει ἡ ἐν τοῖϲ φωνήεϲι δαϲεῖα ἐν μέϲαιϲ ταῖϲ λέξεϲιν, ἕνεκα τοῦ τοιούτου
ϲεϲημειωμένων ἐνίων ὡϲ ἀλόγων ὄντων ἢ ἀπὸ Λακωνικῆϲ διαλέκτου παρειϲδεδυκότων
εἰϲ τὰϲ ἄλλαϲ διαλέκτουϲ, ὑπὲρ 
 ὧν ἐν τῷ περὶ πνευμάτων ἠκριβώϲαμεν. ἀλλ’ οὐ τοῦτό φημι αὔταρκεϲ, διότι ϲυνεϲτάναι ἐκ
διαφόρων μερῶν τοῦ λόγου, ἐπεὶ οὐδὲν ἐκώλυεν τοῖϲ ϲεϲημειωμένοιϲ ὅμοια αὐτὰ καθίϲταϲθαι, τῷ εὐο,
εἶἑν καὶ ἔτι 
 
 
 
 
 τῷ παρ’ Ἀττικοῖϲ ταὦϲ.

Ἀλλὰ καὶ τὰ παρεπόμενα ϲυνομολογεῖ· πρῶτον αὐταὶ αἱ φωναί, τε διά καὶ ὅτι. καὶ τὸ
τὴν διά μηδέποτε ἐν ϲυνθέϲει αἰτιολογικῶϲ παραλαμβάνεϲθαι, ὡϲ ἐν τῷ διάδρομοϲ ἢ
διατρέχω, ἐν δὲ παραθέϲει πτώϲεωϲ αἰτιατικῆϲ, διὰ Τρύφωνα, διὰ τὴν ἡμέραν. καὶ ἐντεῦθεν ὁμολογεῖται
ὡϲ οὐδὲ τὸ ὅτι ϲύνδεϲμόϲ ἐϲτιν, 
 
 
 
 
 ἀλλὰ πτωτικὸν μόριον τῆϲ αἰτιατικῆϲ πτώϲεωϲ, εἴγε ἐδείχθη ὅτι οὐδὲ ἐν
παραθέϲει ἐϲτὶν ἡ εὐθεῖα τῶν προθέϲεων καὶ ὡϲ ἐν εὐθείᾳ ἡ διά ϲυνδεϲμικὴν οὐκ ἐπέχει ϲύνταξιν.

Λειπόμενον οὖν ἐϲτιν ἐκεῖνο παραϲτῆϲαι, εἰ ἑνὸϲ ὄντοϲ τοῦ ὅτι κατ’ αἰτιατικὴν
πτῶϲιν ἡ διά πρόκειται, 
 ἢ δύο ὄντοιν κατὰ παράθεϲιν τοῦ ὅ καὶ τί, ὃ δὴ ἐκ ϲυντάξεωϲ ἀρϲενικῆϲ τῆϲ ὅϲ τιϲ
μετείληπτο εἰϲ οὐδετέραν· ῷ καὶ μᾶλλον τὰ τοῦ λόγου ὑπάγεται. ἰδοὺ γὰρ καὶ ἐπὶ τῶν ἑτέρων γενῶν,
λέγω τοῦ τε ἀρϲενικοῦ καὶ τοῦ θηλυκοῦ, ἀ δὴ κατ’ αἰτιατικὴν οὐδέποτε ϲυνεμπίπτει, τὰ
τῆϲ διαϲτολῆϲ ἔκδηλα ἐγένετο. ἧϲ γὰρ πτώϲεωϲ ἔτυχεν τὸ δι’ ὅν τινα λόγον καὶ δι’ ἥν
τινα αἰτίαν, καὶ ἔτι ἐπὶ πληθυντικοῦ ἀριθμοῦ δι’ οὕϲ τιναϲ καὶ δι’ ἅϲ τιναϲ, καὶ τὸ δι’ ὅ τι.
προφανὲϲ γενήϲεται 
 
 
 
 
 ὡϲ εἶη ἐν τριϲὶ μέρεϲι λόγου, προθέϲεωϲ τῆϲ διά κατὰ ϲυνδεϲμικὴν
ϲύνταξιν φερομένηϲ ἐπ’ αἰτιατικὴν καὶ παραλλήλων δύο πτωτικῶν, τοῦ ὅ καὶ τοῦ τί, πτώϲεωϲ ὄντων οὐκ
ἄλληϲ ἢ αἰτιατικῆϲ. ἡ αὐτὴ ἀπόδειξιϲ ϲύνεϲτι καὶ ἐπὶ τοῦ καθότι.

Ὁμολόγωϲ δεήϲει καὶ ἐν τῇ τοιαύτῃ ϲυντάξει, διὰ τὸ ἡμέραν εἶναι, διὰ τὸ φῶϲ εἶναι,
τὸ τό 
 μὴ ἔχεϲθαι ἄλληϲ πτώϲεωϲ ἢ τῆϲ προειρημένηϲ αἰτιατικῆϲ. ἔϲτι καὶ. ἐκ τῶν
ἀνθυπαγομένων λόγων προϲαποδεῖξαι τὸν λόγον. ἰδοὺ γὰρ προϲανταποδίδοται τὸ δι’ὅν τινα λόγον ταῦτα
ἐγένετο, διὰ τοῦτον καὶ ταῦτα ϲυμβήϲεται, καὶ ἔτι δι’ ἤν τινα αἰτίαν, διὰ ταύτην· παρακολουθήϲει καὶ
τὰ ἀπὸ τοῦ οὐδετέρου, διότι ἡμέρα ἐϲτίν, διὰ 
 
 τοῦτο φῶϲ ἐϲτιν, πάλιν τοῦ ἀνταποδιδομένου νοουμένου κατ’ αἰτιατικὴν πτῶϲιν.

Καὶ τοϲαῦτα μὲν περὶ τῶν παρατιθεμένων προθέϲεων κατὰ τὰϲ ὀνοματικὰϲ ϲυντάξειϲ καὶ τῶν ϲυντιθεμένων· τοῖϲ γε μὴν ῥήμαϲι ϲυντάϲϲονται ἁπάντοτε κατὰ τὴν ϲύνθεϲιν· ἐν γὰρ τῷ καταγράφω 
 
 
 
 
 
 καἰ τῳ «ἐξυπανέϲτη» {B26 καί τῳ «επαρακατατιθέμεθα» {Aeschin. contra Timarch. § 9} 
καὶ εἴ τινα ἄλλα τοιαῦτά ἐϲτι. καὶ ἶϲωϲ τὸ τοιοῦτο δόξει οὐκ ἀληθεύειν δεόμενον λόγου τοῦ
ἀποδεικνύντοϲ τὴν ἐν αὐτοῖϲ ϲύνθεϲιν. φέρε γὰρ φάναι ὡϲ μᾶλλον παράκεινται τοῖϲ ῥήμαϲιν
ἤπερ ϲυνήνωνται, ϲυνηγορίαϲ οὔϲηϲ τοιαύτηϲ.

«Τὰ ὁπωϲδήποτε ϲυντεθέντα τῶν μερῶν τοῦ λόγου, κοΘ’ ὃ μέροϲ ἥνωται, ἀμετάθετά ἐϲτιν, τά γε μὴν
παρακείμενα διάφορονἔϲθ’ ὅγε τὴν παράθεϲιν ποιεῖται. καὶ πρόδηλα
μὲν τὰ ἀπὸ λειπούϲηϲ φωνῆϲ ϲυντεθειμένα, ὡϲ ἔχει τὸ λεοντόφωνοϲ, ληνόδωροϲ, κυνόδηκτοϲ, 
 χειρογράφῳ, παιδαγωγῶ· οὐ γὰρ δή γε ἐπὶ τούτων κατὰ τὰϲ διαφόρουϲ κλίϲειϲ τὰ τῆϲ
ϲυναφείαϲ τῶν λέξεών ποτε μετατίθεται. ἀλλὰ καὶ ἔτι τὰ ἐκ τελείων φωνῶν ϲυντεθειμένα μετὰ τῆϲ
ϲυνούϲηϲ τάϲεωϲ καὶ με τὰ τῆϲ μὴ μεταπιπτούϲηϲ λέξεωϲ πρόδηλον ἴϲχει τὴν
ϲύνθεϲιν 
 
 
 
 
 ὡϲ ἔχει τὸ κεραϲφόροϲ, ἑωϲφόροϲ, Ἀϲτυάναξ, τερα το ϲκόποϲ, Διόϲκοροϲ. —

Τά γε μὴν ἐν παραθέϲει ὄντα ἔχει τὸ καὶ μετατίθεϲθαι, ὡϲ τὸ Νέα πόλιϲ — Nέαϲ
πόλεωϲ, ἀγαθοῦ δαίμονοϲ, Ἀρείου πάγου, ϲυνεπιϲχύοντοϲ καὶ τοῦ δὶϲ παραλαμβανομένου
τόνου. ἀλλ’ ἔτι καὶ ἐπ’ αὐτῶν τῶν προθέϲεων, ἡνίκα ἐδιδάχθημεν τὸ παρανόμου, τὸ
περικλυτοῦ τῇ τοῦ ἄρθρου προϲόδῳ παράθεϲιν μὲν ὁμολογεῖν ἀφιϲταμένηϲ τῆϲ προθέϲεωϲ πρὸ
τοῦ ἐπεντιθεμένου ἄρθρου, οἷον παρὰ τοῦ νόμου, ϲύνθεϲιν δέ, εἰ ἡνωμένηϲ τῆϲ προθέϲεωϲ, ἔξωθεν
προϲγινομένου τοῦ ἄρθρου, οὕτωϲ ἔχει τὰ τῆϲ ϲυντάξεωϲ, τοῦ παρανόμου, 
 
 
 τοῦ περικλυτοῦ. —

Καὶ δὴ οὖν ἐν τῷ καταγράφω, εἰ μὲν ϲυνῆπται τὰ τῆϲ προθέϲεωϲ, πάντωϲ
καὶ ἀμετάβλητα κατὰ τὸν προειρημένον λόγον· εἰ δὲ μὴ οὕτωϲ ἔχει, κλίϲιν δὲ τὴν δέουϲαν ἀναδέχεται,
ὡϲ εἰ καὶ ἁπλᾶ καθειϲτήκει, ϲαφὲϲ ὅτι παράκειται μᾶλλον ἡ 
 πρόθεϲιϲ ἤπερ ϲύγκειται. καὶ ὥϲπερ παραδεξαμένη τὸ ἄρθρον ἐν τοὶϲ πτωτικοῖϲ ἐδίδαξεν τὴν
παράθεϲιν, οὕτωϲ παραδεξαμένη τὴν γινομένην κλίϲιν ἔϲωθεν ταὐτὸν ἐπιδείξεται, ὅπου γε
καὶ τοὺϲ διπλαϲιαϲμοὺϲ ἐπιδέχεται, καταγράφω — καταγέγραφα, καταλαλῶ —καταλελάληκα.»

«0ὐ γὰρ ἐκεῖνο πιθανόν, καθό φηϲιν Τρύφων ἐν τῷ περὶ 
 
 προθέϲεων {p 34 Vels.}, ὡϲ ἡνωμέναι μέν εἰϲιν αἱ προθέϲειϲ μετὰ τῶν ῥημάτων, οὐ μὴν τὴν προϲγινομένην κλίϲιν ἔξωθεν ἐπιδέχονται,
καθὸ προθέϲειϲ οὖϲαι οὐκ ὀφείλουϲιν πρὸ αὐτῶν τι ἔχειν. —πρῶτον μὲν ὅτι ἄπορον τὸ τὰ ὁπωϲδήποτε
ϲυντεθέντα ἔτι μετακινεῖϲθαι, ὅπερ καὶ ἀπεδείχθη. τί γὰρ οὐ 
μᾶλλον, ὡϲ ἔφαμεν, παρακειμέναιϲ αὐταῖϲ τὸ 
 
 
 
 τοιοῦτον παρακολουθεῖ ἤπερ ϲυντεθείϲαιϲ, —δεύτερον, εἶπερ καθὸ προθέϲειϲ
εἰϲίν, διὰ τοῦτο οὐδ’ ἔξωθέν τι προϲγίνεται αὐταῖϲ, τί δή ποτε ἐπ’ ἐνίων προϲεγένετο, ἤνεπε,
«παρηνόχληϲθε» { Demosth. de cor. § 51 }, ἠναντιούμην; ἵνα μὴ λέγω καὶ κατὰ τὴν ϲυνήθειαν κεκάμμυκα,
κεκάθικα.

Ἀλλ’ εἰ καὶ τὰ τοιαῦτά τιϲ ποραπέμψαιτο 
 ὡϲ οὐ δεόντωϲ κεκλιμένα, ἃ δὴ καὶ μάλιϲτα φυϲικῆϲ εἴχετο ἀκολουθίαϲ, ὡϲ ἐν ἑτέροιϲ
ἐδιδάξαμεν, ἐκεῖνό γε μὴν ἔτι ἀναμένει, ὡϲ τότε ἡ πρόθεϲιϲ τῆϲ δεούϲηϲ ϲυντάξεωϲ τυγχάνει, ἡνίκα καὶ
τὸ ὄνομα cόνεϲτιν αὐτῇ, τὸ καλεῖϲθαι πρόθεϲιϲ· ὁπηνίκα μέντοι
ϲυντεθεῖϲα μετά τινοϲ μέρουϲ λόγου οὐκέτι οὐδὲ πρόθεϲιϲ καλεῖται, μέροϲ γενομένη τοῦ 
 ὅλου ὀνόματοϲ, τὸ τηνικαῦτα οὐδὲ τὰ ἰδιώματα τῆϲ προθέϲεωϲ ἀναδέξεται.

Παρὸν πιϲτώϲαϲθαι ἐκ τῶν προκατειλεγμένων. ὅταν γὰρ ἐν 
 
 
 
 
 τῷ ἀνοίκτηϲ μέροϲ ὀνόματοϲ ἐγένετο, ἔϲχεν καὶ δευτερεύουϲαν τὴν ϲύνθεϲιν ἐν τῷ
θυρανοίκτηϲ, καίτοι κατ’ ἀρχὰϲ ἀεὶ ϲυντιθεμένη· ὅτε ϲυνετέθη ἐν τῷ κατάδρομοϲ εἰϲ ὄνομα χωρήϲαϲα,
ἔξωθεν προκείμενον 
 ἔϲχε τὸ ἄρθρον, οὐκέτι τῷ λόγῳ τῆϲ προθέϲεωϲ ἀρκτικὴ
γενομένη, δευτέρα δὲ τοῦ ἄρθρου. ἐδείκνυτο γοῦν ἐν παραθέϲει μὴ παραχωροῦϲα τοῦ τόπου τῷ
ἄρθρῳ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ καὶ ἔτι κατὰ τοῦ Κτηϲιφῶντοϲ, ἐκ Λέϲβου καὶ ἐκ τῆϲ Λέϲβου.
—

Eἴπερ οὖν ἥνωτο καὶ ἐν τῷ καταγράφω, ἀδιάφορον εἰχε τὸ ἔξωθεν προϲκλιθῆνάι· ὡϲ γὰρ
ἔφαμεν, οὐκέτι πρόθεϲιϲ, μέροϲ δὲ ῥήματοϲ. εἰ δὲ οὐ προϲδίδωϲι 
 τῇ κλίϲει τὸ ἔξωθεν ἐγγενέϲθxι, ὁμόλογον ὅτι τὸ ἰδίωμα οὐκ ἄλλο τι ϲημαίνει ἢ τὴν
περάθεϲιν. — ἀλλ’ οὐδὲ τὰ τοῦ τόνου ἀπεμφαίνοντά ἐϲτιν· ἰδοὺ γὰρ ἔχει τὸ ἰδίωμα τῆϲ παραθέϲεωϲ, τὸ
ϲυντηρεῖν τοὺϲ 
 
 
 
 
 τόνουϲ, κατεῖχον, καθῆψα, προῆλθον. καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸϲ λόγοϲ.»

Τούτοιϲ οὖν τοῖϲ λόγοιϲ τιϲ προϲέχων δόξει μετὰ πάϲηϲ 
 ἀκριβείαϲ πιϲτοῦϲθαι ὡϲ μᾶλλον ἐν παραθέϲει εἰϲὶν αἱ προθέϲειϲ
ἤπερ ἐν ϲυνθέϲει. Ἀλλ’ ἐϲτι πρὸϲ ἕκαϲτον τῶν εἰρημένων ὑπαντῆϲαι οὕτωϲ. οὐκ οἰητέον
κεκλίϲθαι τὰ ἀπὸ προθέϲεωϲ ἀρχόμενα κατὰ τοὺϲ παρψχη μένουϲ χρόνουϲ, ϲυντεθεῖϲθαί γε μὴν
κατὰ τὴν ἑκάϲτου διαφοράν. ῷ γὰρ λόγῳ παρὰ τὸ γράφω ἐγένετο καταγράφω, τούτῳ καὶ παρὰ τὸ ἔγραψα τὸ
κατέγραψα. ἕκαϲτοϲ γὰρ τῶν προειρημένων χρόνων, ἐπαγγελλόμενοϲ 
 καὶ τὴν τοῦ πράγματοϲ διάθεϲιν, τὴν αὐτὴν ἐκ τῶν προθέϲεων ϲχέϲιν 
παρεδέχετο ἐν τοῖϲ ἰδίοιϲ μεταϲχηματιϲμοῖϲ, ὅτι καὶ τὸ αὐτὸ πρᾶγμα ἐνέκειτο.

Τούτου δὲ ἀπόδειξιϲ ἱκανωτάτη γένοιτο τὸ καὶ παρῳ χημένουϲ ἰδίᾳ ποτὲ
ϲυντεθεῖϲθαι μὴ ὄντων ἐνεϲτώτων, καὶ ἔτι μέλλονταϲ 
 
 
 
 καὶ ἐνεϲτῶταϲ οὐκ ὄντων παρψχημένων· ὅπερ εἰ παρείπετο τὸ ἐξ ἐνεϲτῶτοϲ ἄρχεϲθαι τὰϲ
ϲυνθέϲειϲ καὶ μετιέναι ἐπὶ τοὺϲ παρψχημένουϲ, παρείπετο ἂν τὸ μὴ ἰδίᾳ ϲυντεθεῖϲθαι παρψχημένον χωρὶϲ
τῆϲ κατὰ τὸν ἐνεϲτῶτα ϲυνθέϲεωϲ. κατέφαγόν φαμεν οὐδεμιᾶϲ  οὔϲηϲ ὑπομνήϲεωϲ 
τοῦ ἐνεϲτῶτοϲ, καὶ ἔτι κατοίϲω οὐκ οὖϲηϲ χρήϲεωϲ τῆϲ κατὰ τὸν ἐνεϲτῶτα, οὐδὲ μὴν τῆϲ κατὰ τὸν
παρψχημένον· καὶ ἔτι κατὰ τὸν ἐνεϲτῶτα ἄπειμί φαμεν οὐκ ὄντων προδήλων τῶν παρψχημένων.
ἰδίᾳ ἄρα οἰητέον ἕκαϲτον χρόνον τὴν ϲύνθεϲιν ἀναδεδέχθαι, καθὸ ἕκαϲτοϲ ῥητὸϲ ὢν οὐκ ἐν ἅπαντι
διαφόρῳ χρόνῳ ϲύνθεϲιν ἰδίαν ἀπηνέγκατο, 
 
 
 
 οὐκ ἀναμείναϲ τὴν ἐξ ἐνεϲτῶτοϲ γενομένην ϲύνθεϲιν. ἔϲτιν εἰϲ τὸ τοιοῦτο πάμπολλα
παραθέϲθαι.

Ἐκείνοιϲ μέντοι ϲυγκατατιθείμην τοῖϲ ϲχήμαϲι, λέγω τοῖϲ κατὰ τὰϲ
προθέϲειϲ κλιθεῖϲι. τὴν γὰρ ἐκ τοῦ ἐνεϲτῶτοϲ γενομένην διαφορὰν κατὰ τοὺϲ παρῳχημένουϲ παρεδέξαντο
αἱ προθέϲειϲ, ὡϲ ἔχει πάρὰ τὸ ἐνέπω τὸ πνεπον· ὅμοιον γάρ ἐϲτι τῷ λαυνον· καμμύω
—ἐκάμμυον’ ὅμοιον γὰρ τῷ ἔκαμπτον. χρὴ νοεῖν ὅτι παρὰ τὸ ἐνοχλῶ ἐγένετο τὸ ἠνόχλουν, καὶ μετὰ τὴν κλίϲιν ἐπηνέχθη ϲύνθεϲιϲ ἡ τοῦ
παρηνόχλουν.

Καὶ φαίνεται ὅτι ἐπεὶ μὴ πολλὴ ἡ τοιαύτη ποράθεϲίϲ ἐϲτιν τῶν
κεκλιμένων, ἐν τῇ ἐπικρατείᾳ καθ’ ἕκαϲτον χρόνον προθέϲεων, τὰ τοιαῦτα ἐδόκει ἄλογα
καθίϲταϲθαι. πρὸϲ οὕϲ γε 
 
 
 
 ἔϲτι φάναι ὡϲ οὐ τὸ αὐτὸ ἀπαιτεῖ ὁ λόγοϲ ταῖϲ οὕτω ϲυντεειμέναιϲ προθέϲεϲιν. τί οὐχὶ
παραιτούμεναι τὴν ἔξωθεν κλίϲιν ἐγγινομένην ἀποδιδοῦϲιν, ὥϲτε φάναι καθιζόμην καθῖϲα,
λέγω μετὰ μακροῦ τοῦ ῖ, ὅπου γε καὶ μεταξὺ πεϲόντοϲ τοῦ ϲυνδέϲμου ἐγένετο 
 
 κὰδ δ’ ἱε· ἐν θαλάμῳ {Γ 382}, 
 ὁμολόγωϲ οὖν γενομένηϲ ἔϲωθεν τῆϲ κλίϲεωϲ, ὅτι γενέϲθαι ξωθεν 
 ἐδυνατεῖ ;ἀδύνατον γὰρ ἐκϲτῆναι τὸν παρψχημένον χρόνον τῆϲ ἔϲωθεν
προϲγενομένηϲκλίϲεωϲ. ὡϲ οὖν προείπομεν, τὰ τοιαῦτα τὴν ἐξ ἐνεϲτῶτοϲ ϲύνθεϲιν ἀναδεξάμενα μετῄει καὶ ἐπὶ τοὺϲ παρψχημένουϲ, οὐκ ἰδίᾳ 
ϲυντεθειμένουϲ, μεταληφθένταϲ δὲ ἐξ ἐνεϲτῶτοϲ.

Ἑγὡ δὲ ὑπολαμβάνω καὶ ὅτι ἐν παρολκῇ αἱ προθέϲειϲ οὖϲαι κατὰ τὸ πλέον, καὶ ὡϲ 
 
 
 
 
 οὐ γὰρ ὡϲ τὸ γράφω καὶ τὸ καταγράφω διάφορα, οὕτωϲ καὶ τὸ ?iζω καὶ
καθίζω, εὕδω καὶ καθεύδω, ἔπω ἐνέπω, ὅπου γε καὶ εἰϲ ἕν ἁπλοῦν μεταλαμβάνεται. τὸ δὲ ὑπὲρ τῶν
τοιούτων αὐτάρκωϲ ἐν ἑτέροιϲ ἡμῖν εἴρηται.

Καὶ ἔϲτι καὶ ἀπὸ τῶν μετοχῶν ὁ λόγοϲ πάνυ ἀκριβέϲτατοϲ. 
 εἰ δέδοται ὅτι καταγράφων ἕν ἐϲτι, καθὸ κατ’εὐθεῖαν ἡ πτῶϲιϲ,
καθὸ ἡ παράθεϲιϲ τοῦ ἄρθρου πρὸ τῆϲ προθέϲεωϲ, δίδοτι ὅτι καὶ τὸ κατα γράφω ἕν ἐϲτιν·
ἐν γὰρ τῷ αὐτῷ ϲχήματι καταγίνεται μετοχὴ καὶ ῥῆμα. (διὰ τοῦτο τὸ ἀνατλάϲ μετοχή, ϲυνυπάρχοντοϲ τοῦ
ἀνέτλην, οὐ μὴν τὸ πολύτλαϲ· ἰδίαν γὰρ ϲχέϲιν ἀναδεξαμένη ἡ μετοχὴ καὶ μὴ μετέχουϲα 
 
 
 
 
 τῆϲ τοῦ ῥήματοϲ ϲχέϲεωϲ ἀπένευϲε τὸ καὶ εἶναι μετοχή. τὸν τοιοῦτον λόγον ἐντελῶϲ
ἐξεθέμην ἐν τῷ περὶ μετοχῶν.)

Ἔϲτιν καὶ τοῦτο προϲθεῖναι. εἶπερ αἱ εὐθεῖαι ϲυμφερόμεναι τοῖϲ ῥήμαϲι κατὰ τὸ αὐτὸ
πρόϲωπον οὐ παραδέχονται καὶ προθέϲεωϲ πάράθεϲιν, ϲύνθεϲιν δὲ διὰ τὴν τοῦ ῥήματοϲ
ϲύνοδον, πῶϲ οὐ βίαιον τὸ αἴτιον τοῦ μὴ ϲυνεῖναι τὴν παράθεϲιν τῶν προθέϲεων αὐτὸ ἐπιδέξαϲθαπι τὴν παράθεϲιν; πάλιν γὰρ οὐδ’ ἡ κλητικὴ παράθεϲιν ἐπιδέχεται διὰ τὴν
τοῦ ῥήματοϲ ϲύνοδον, οἶ γε μὴν ὑπόλοιποι τρεῖϲ πτώϲειϲ, καθὸ ἐξέφυγον τὴν τοῦ ῥήματοϲ
ϲύνοδον. ἐδείξαμεν γὰρ ἐν τοῖϲ προειρημένοιϲ ὡϲ ἐν διαφόροιϲ προϲώποιϲ τὰ ῥήματα
νοεῖται, ἡνίκα φαμὲν κατὰ Ἀλριϲτάρχου λέγει.

ϲτιν καὶ ὁ ἀπὸ τοῦ τόνου λόγοϲ ϲυνάγων τὴν ἐγγενομένην ϲύνθεϲιν. τὸ μὲν γὰρ τὰϲ αὐτὰϲ τάϲειϲ
φυλάττεϲθαι διόν ἐϲτι καὶ 
 παραθέϲεωϲ καὶ ϲυνθέϲεωϲ· παρὰ τοῦ ϲοφοῦ ἦλθεν, παρὰ
τὸν ϲοφὸν ἐγένετο· ἀλλὰ μὴν καὶ ἐν ϲυνθέϲει μονὴ τοῦ τόνου γίνεται, 
 
 
 
 
 
 περικλυτόϲ, Παναχαιόϲ, ἀντεραϲτήϲ. τό γε μὴν ἀναβιβάζειν τὸν τόνον διόν ἐϲτιν
ϲυνθέϲεωϲ. οὐχὶ οὖνἐν τῷ καθῆψα, ἐν τῷ προεῖχον μᾶλλον ϲύνθεϲιϲ ἢ παράθεϲιϲ, καὶ γὰρ ἀμφότερα
δύναται εἶναι· ἔν γε μὴν τοῖϲ ἀναβιβαζομένοιϲ τὸ ἐξαίρετον τῆϲ ϲυνθέϲεώϲ ἐϲτιν.
ἀνεβιβάϲθη τὸ κάθηται καὶ τὸ κατάκειται, τὸ ϲύνειμι, τὸ ϲύμφημι, τὸ ϲύνοιδα, 
 
 κάτεχ’ οὐρανόν {ν 269}, 
 Νέϲτωρ δ’ αὖ τότ’ ἔφιζε {γ 411}, 
 
 ἔνεϲαν ϲτονόεντεϲ ὀϊϲτοί {φ 12. 60}, 
 ξύνιϲαν μεγάλῳ ἀλαλητῷ {Ξ 393}, 
 ἄλλα πλεῖϲτα, ὑπὲρ ὧν τὰϲ αἰτίαϲ ἐκθηϲόμεθα· ὥϲ γε κεὶ ἐπὶ τῶν 
 ὀνομάτων φαμέν τινα ϲυντιθέμενα ἀναβιβάζειν τὸν τόνον καί τινα
τὴν ταυτότητα τοῦ τόνοο τηρεῖν.

Τὸ δὲ μεῖζον, ὅλη ἡ προϲτακτικὴ ἔγκλιϲιϲ κατὰ τὴν τῶν ἐνεργητικῶν ῥημάτων προφορὰν
οὖϲα διϲύλλαβοϲ ἀναβιβάζει τὸν τόνον, κάτελθε, κατάλαβε, περίγραφε, καὶ οὐδὲ 
 
 
 
 κατ’ ὀλίγον διϲτάξαι ἔϲτιν περὶ τῆϲ ϲυνθέϲεωϲ. καὶ εἰ ὁμολόγωϲ τὰ τοιαῦτα ϲύνθετα, πῶϲ
οὐκ ἆν δοθείη καὶ τὰ τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ ϲύνθετα μία γὰρ ἡ διάθεϲιϲ καὶ μία ϲυνδρομὴ τῆϲ
προθέϲεωϲ καὶ μία ϲχέϲιϲ ἡ κατὰ τοῦ ῥήματοϲ.

Ἰδοὺ δὴ καὶ ἡ ὑποτακτικὴ ἔγκλιϲιϲ ἐπιδέχεται τοὺϲ ἐπιζευκτικοὺϲ
ϲυνδέϲμουϲ πρὸ τῶν προθέϲεων, ἐὰν καταλάβω, ἐὰν καταγράφω· ὅπερ οὐκ ἆν παρείπετο, τῶν προθέϲεων 
 ἀεὶ τὸν ἀρκτικὸν τόπον ἐπεχουϲῶν. ϲαφὲϲ κἀκ τῶν λοιπῶν
ἐγκλίϲεων, αἳ πρὸ τῶν προθέϲεων τὰ προϲγινόμενα αὐταῖϲ ἐπιρρήματα ἔξωθεν προϲλαμβάνουϲιν, εἴθε
καταλάβοιμι, ἄγε κατάλαβε. Καὶ τοϲαῦτα 
 ἆν εἶη περὶ τοῦ ἡνῶϲθαι τὰϲ προθέϲειϲ τοῖϲ ῥήμαϲιν.

Πρόδηλον ὡϲ καὶ αἱ ϲυνοῦϲαι μετοχαὶ μεταλαμβανόμεναι ἀπὸ τῶν ῥημάτων ϲχέϲιν τὴν αὐτὴν
ἀναδέχονται, ὡϲ ἔχει ἡ παραϲτάϲ πρὸϲ τὸ παρέϲτη, περιφύϲ περιέφυν. οὕτωϲ γὰρ καὶ τὸ παραφέροντοϲ πάλιν ϲυνυπάρχοντοϲ τοῦ παραφέρω καταϲτήϲεται εἰϲ ἕν μέροϲ λόγου· 
 
 
 
 
 
   εἰ μέντοι εἶη παρὰ τὸ φέρω, ἀφ’ οὖ φέρων καὶ φέροντοϲ, καθὼϲ
προείπομεν, δύο μέρη λόγου γενήϲεται τὸ παρὰ φέροντοϲ, τοῦ ἄρθρου τιθεμένου μεταξὺ τῆϲ μετοχῆϲ καὶ τῆϲ προθέϲεωϲ.

εἴπομεν ἐν τῷ περὶ μετοχῶν ὡϲ ἀληθέϲ ἐϲτι μᾶλλον καλεῖν τὰ ϲχήματα
αὐτῶν παραϲύνθετα ἤπερ ϲύνθετα, καθὸ πᾶν μέροϲ λόγου ϲυντεθὲν καὶ εἰϲ ἕτερον ϲχῆμα
μεταπεϲὸν ἔχει τὸ μεταπεπτωκὸϲ οὐκέτι ϲύνθετον, παραϲύνθετον δέ. (ἔνθεν οὖν καὶ αἱ
τάϲειϲ τῶν τε ἁπλῶν καὶ δοκούντων ϲυνθέτων εἶναι τὸν αὐτὸν ἐπέχουϲι τόνον, ἐπεὶ τὰ ἁπλᾶ καὶ
παραϲύνθετα μιᾶϲ ἔχεται ἀναλογίαϲ, ὡϲ δείκνυται ἐν τῷ περὶ ϲχημάτων. ϲύνθετον γοῦν φαμεν τὸ ἐξ
ὀξυτόνου εἰϲ βαρεῖαν τάϲιν μετεληλυθόϲ, 
 ἐπὶ τῶν εἰϲ οϲ πάνϲοφοϲ, νεάοιδοϲ· παραϲύνθετον δὲ τὸ μὴ ἀνα- βιβάϲαν τὸν τόνον, καθὸ
οὐδὲ ϲυνετέθειτο, ϲυνθέτῳ δὲ ῥήματι παρέκειτο, τῷ ἐπακούω τὸ 
 ἀγορῆϲ ἐπακουὸν ἐόντα {Hesiod. O.et D. 29}, 
 
 
 
 
 τῷ λυραοιδῶ τὸ λυραοιδόϲ, μεϲῳδῶ μεϲψδόϲ, τῶν ϲεϲημειωμένων τὸ νῦν
ὑποϲτελλομένων· οὐ γὰρ δή γε προηγουμένωϲ ὑπὲρ τῆϲ τούτων ἀναλογίαϲ προειλόμεθα διολαβεῖν.) —

Ὁμόλογον δ’ ὅτι καὶ τὸ ἐξόν καὶ τὸ παρόν
ϲχέϲιν τῶν προειρημένων μετοχῶν ἀναδέδεκται, 
 παρακείμενα τῷ ἔξεϲτι καὶ τῷ πάρεϲτιν· ἅπερ ἐϲτὶν ἐν οὐδετέρᾳ καταλήξει δεόντωϲ, ἐπεὶ
καὶ ἡ ἐξ αὐτῶν ϲύνταξιϲ ἐπὶτὰ ἀπαρέμφατα φέρεται ἐκ ϲυντάξεωϲ ῥηματικῆϲ τῆϲ πρὸϲ τὰ ἀπαρέμφατα,
πάρεϲτι τὸ φιλολογεῖν παρὸν φιλολογεῖν, ἔξεϲτι
καθεύδειν ἐξὸν καθεύδειν.

Ταῖϲ ἀτωνυμίαιϲ οὐδέποτε ἐν ϲυνθέϲει αἱ προθέϲειϲ ϲύνειϲι, 
 κατὰ μέντοι τάϲιν τὴν ὀρθὴν ἐν ταῖϲ πλαγίαιϲ πτώϲεϲι, κατὰ ϲοῦ, περὶ ϲοῦ δι’ ὅτι δὲ
μετ’ ὀρθῆϲ τάϲεωϲ, ἐν τοῖϲ προεκδοθεῖϲιν εἴρηται. ὁμολόγωϲ οὖν ταῖϲ κατὰ τὴν εὐθεῖαν οὐδ’ ὅλωϲ
ϲυντετάξεται ἡ πρόθεϲιϲ οὕτε κατὰ παράθεϲιν οὔτε κατὰ ϲύνθεϲιν 
διὰ τὸ ἀνέφικτον τῆϲ ϲυνθέϲεωϲ. 
 
 
 
 ἤδη μέντοι οὐκ ἐν ἀντωνυμικῇ ϲυντάξει τετόλμηται τὸ ἐπέκεινα (καὶ ἔτι ἐν
ἐπιρρηματικῇ τὸ ἔπειτα κατὰ χρονικὴν ἔννοιαν, ἐφ’ οὗ καὶ τὰ τῆϲ μεταλήψεωϲ εἰϲ τὸ μεταλαμβανόμενον
τῆϲ ἀντωνυμίαϲ μεταφράζεται, μετὰ ταῦτα).

Τοῖϲ γε μὴν ἄρθροιϲ οὐ ῥητοῖϲ οὖϲι κατ’ ἰδίαν, ἀλλ’ οὐδὲ 
 
 ϲυντιθεμένοιϲ, ἀεὶ δὲ ἐν παραθέϲει οὖϲι τῶν πτωτικῶν κατὰ τὴν αὐτὴν ϲύντοξιν, τούτοιϲ
αἱ προθέϲειϲ παράκεινται, τοῦ τοιούτου ἐν τοῖϲ προειρημένοιϲ ἠκριβωμένου.

Ἐν αὐταῖϲ γε μὴν αἱ προθέϲειϲ καὶ ϲυντίθενται καὶ παρατίθενται. 
 δεδομένου γὰρ τοῦ ὡϲ ἐν εὐθείᾳ ϲυντίθενται αἱ προθέϲειϲ, 
 δοθήϲεται καὶ ἓν εἰναι τὸ παρακαταθήκη· καὶ δεδομένου
τοῦ ὅτι ἐν 
 
 
 
 ϲυνθέϲει ἁπάντοτε μετὰ τῶν ῥημάτων αἱ προθέϲειϲ, δοθείη ὅτι καὶ ἐν ϲυνθέϲεωϲ λόγῳ
τὸ «έξυπανέϲτη » {B267»} . καἔτι ἕν τὸ ἀναγινώϲκειν, ἓν καὶ τὸ
ἀναγινώϲκοντα. καὶ δῆλον ὅτι, εἰ προϲγένοιτο ἑτέρα πρόθεϲιϲ τῷ τοιούτῳ ϲχήματι, οὐ ϲυνούϲηϲ
ϲυντάξεωϲ τῆϲ κατὰ τὰ ῥήματα, ἡ μὲν προϲγεγονυῖα ἐν παραθέϲει εἰρήϲεται, ἡ δὲ ϲυνοῦϲα τῷ
ῥήματι ἐν ϲυνθέϲει· ἀναγινώϲκω – ἀναγινώϲκοντα –παρὰ ἀναγινώϲκοντα, καὶ ἔτι μετὰ τοῦ
ἄρθρου παρὰ τὸν ἀναγινώϲκοντα· εἰ δὲ οὕτω τιϲ φαίη παραναγινώϲκοντα, καὶ ὡϲ ἔξωθεν τὸ ἄρθρον
προϲγενήϲετάι, τὸν παραναγινώϲκοντα.

ξῆϲ ῥητέον καὶ περὶ ϲυντάξεωϲ τῆϲ τῶν ἐπιρρημάτων, καὶ πρῶτόν
γε περὶ τῶν ἐκ ϲυντάξεωϲ προθετικῆϲ πρόληψιν ἀναδεξαμένων oa~ aaεnω’ ὡϲ εἶη ἐπιρρήματα. Ἡρακλείδηϲ
Γfrg.1 Cohn ] γοῦν ἐπιμερίζων τὰϲ Eῇiῇ οὐ δυναμέναϲ λέξειϲ ὀξεῖανἐπιδέξαϲθαι ἐν τῷ περὶ
καθολικῆϲ προϲψδίαϲ, φηϲὶν ὡϲ ἀϲύϲτατον εἶη τὸ εἰϲό ἐπίρρημα ἐν ὀξείᾳ τάϲει καταγίνεϲθαι, 
 
 
 
 
 καθὸ τὰ εἰϲ λήγοντα τῶν τοῦ λόγου μερῶν ἀπέϲτραπται τὴν ἐπὶ τέλουϲ ὀξεῖαν,
ὑπεξαιρούμενοϲ τήν τε ἀπό πρόθεϲιν καὶ τὴν ὑπό, καθὸ τούτων ἕν ἰδίωμά ἐϲτιν ἡ ἐπὶ τέλουϲ ὀξεῖα.
φαίνεται δ’ ὅτι καὶ ἡ τοῦ αὐτόϲ οὐδετέρα ἀντωνυμία εἰϲ λήξαϲα εἶχε τὴν τόνου
ὑποπαραίτηϲιν, καθὸ ϲυνετονοῦτο τῇ ἀρϲενικῇ τάϲει· οὐ δὴ οὖν τιϲ ἀφορμὴ 
 περὶ τῆϲ ἐγγινομένηϲ ὀξείαϲ ἐν τῷ εἰϲό. οὐδὲ γὰρ
ἐκεῖνο πιθανὸν οἰητέον, ὡϲ παρὰ τὸ ἕωϲ ἐπίρρημα ἐϲχημάτιϲται
ἁπάντων τῶν παρεπομένων ἐν ὑπερβατῷ γενομένων· ὁ γὰρ χρόνοϲ ὁ ἐπὶ τοῦ τέλουϲ μετῄει ἐπὶ τὸ ἄρχον,
καὶ τὸ ἐπὶ τέλουϲ ϲ ἐν μεϲότητι παρελαμβάνετο, καὶ ἡ ἐν ἀρχῇ ὀξεῖα μετὰ τοῦ ϲυνόντοϲ
πνεύματοϲ μετετίθετο ἐπὶ τὸ τέλοϲ. —

Ἄμεινον ἐκδέξαϲθαι ὡϲ ἐκ παραθέϲεωϲ προθετικῆϲ καὶ ἀρθρικῆϲ ϲυντάξεωϲ παρυφίϲτατο
χρονικὴ ϲύνταξιϲ, τῶν λέξεων κατὰ 
 
 
 
 τὴν ϲυνοῦϲαν παράθεϲιν τὰ παρεπόμενα αὑταῖϲ ἀναδεξαμένων.ἐνεκλίνετοι γὰρ
ἡ πρόθεϲιϲ ἐξ ὀξείαϲ τάϲεωϲ εἰϲ παράθεϲιν παραλαμβανομένη, ὅπερ παρεπόμενόν ἐϲτιν πάϲῃ προθέϲει·
μόριόν τε τὸ ο ὠξύνετο μετὰ τοῦ ϲυνόντοϲ πνεύματοϲ, ὃ παρεπόμενον ἦν πάϲῃ λέξειοὐκ ἐχούϲῃ παρ’ αὺτῇ
 
 τέραν λέξιν. τοῦτο δέ φημι, ἐπεὶ πᾶϲαι αἱ ὀξύτονοι κφοραὶ ἐν παραΘέϲει οὖϲι ἑτέρων
λέξεων εἰϲ βαρεῖαν μετατίθενται, ὡϲ ἐν τῷ 
 εἴ μὴ μητρυιὴ {ε 389} 
 καὶ τοῖϲ ὁμοίοιϲ.

Οὅτωϲ ἔχει καὶ τὸ ἐξ oὗ, ἐν ᾦ, ἀφ’ οὖ, καθότι ἔϲτιν ἐπινοῆϲαι 
 
 
 
 καὶ ἐν ὀνόμαϲι τὸ τοιοῦτον παρεπόμενον, ἐν οἴκῳ, ἐκ Λέϲβου, εἰϲ οἶκον· ἔννοια γὰρ
τοπικὴ ἡ ἐκ τούτων μία, ἰϲοδυναμοῦϲα ἐπιρρῇ ματικῇ παραγωγῇ, λέγω τῇ Λεϲβόθεν,
οἴκαδε,οἶκοθι. (παρεϲτήϲαμεν δὲ καὶ ἀλλαχόθι ὡϲ τὸ οἶκον δέ, Οὔλυμπον δέ, τὰ τούτοιϲ ὅμοια, δύο μέρη
λόγου καθεϲτῶτα εἰϲ ϲύνταξιν μίαν ἐπιρρήματοϲ παραλαμβάνεται, 
 καὶ ἐκεῖνο προϲδιαϲαφήϲαντεϲ, ὡϲ εἰ προθέϲειϲ
ἀντὶ ϲυνδέϲμων παραλαμβάνονται, οὐ βίαιον καὶ τὸ ϲύνδεϲμον ἀντὶ προθέϲεων ἀνθυπάγεϲθαι.)

Ἀλλ’ ἐκεῖνό γέ τιϲ ἐπιζητήϲει, πῶϲ ταῦτα τοπικῆϲ ἐννοίαϲ ἐϲτὶ παρεμφατικά, χρονικῆϲ
δὲ τὰ ἐκ τῆϲ ἀρθρικῆϲ ϲυντάξεωϲ, ἔχοντοϲ καὶ τοῦ τοιούτου λόγον, ὡϲ ἀναγκαίωϲ μὲν τὸ ἐν οἶκῳ καὶ 
 ἐξ οἶκου τοπικὴν ϲχέϲιν ϲημαίνει, ἐπεὶ καὶ αὐτὰ πολὺ πρότερον τόπον ἐϲήμαινεν· τά γε
μὴν ἄρθρα οὐδὲν τοιοῦτον ϲημαίνοντα ἢ μόνον ἀναφορικὴν ἔννοιαν, ἥτιϲ χρονικὴν ἔμφαϲιν παρίϲτηϲιν,
εἴγε τὸ ἀναφέρειν 
 
 
 
 χρόνου ὑπόμνηϲίϲ ἐϲτιν ἐν ὦ προεγεγόνει τὸ ἀναφερόμενον, ἀκολούθωϲ κατὰ τὴν
προειρημένην ϲύνταξιν χρονικῆϲ παρεμφάϲεωϲ γενήϲεται παρεμφατικά.

οὐκ ἐπεὶ δὲ ἐκ παραθέϲεώϲ φαμεν τὰ τοιαῦτα μόρια ϲυνίϲταϲθαι, πάντωϲ καὶ κατὰ τὸν
μεριϲμὸν τῶν μερῶν τοῦ λόγου τῆϲ ϲυντόξεωϲ ἀποϲτήϲεται, καθάπερ γε καὶ τὰ ἄλλα μέρη τοῦ
λόγου οὐ ϲυντάξεωϲ ἀποϲτήϲεται τῷ παραλόγῳ τῶν εἰρημένων φωνῶν.
δύο μέρη τοῦ λόγου ἐϲτίν, τῇ μέντοι ἐξ ἑκατέρου ϲυνόδῳ ἕν τι παρυφίϲταται. 
 
 
 
 δι’ ὃ καὶ ὡϲ ἡνωμένα αὐτὰ παρεδεξάμεθα, λέγω τὸ εἰϲ ὅ, ἐν ῷ καὶ ἐξ οὗ καὶ ἔτι ἐπὶ τῶν
προειρημένων ἐπιρρηματικῶν, οἶκον δέ, ἀγρὸν δέ.

Παραθήϲομαι κα τὸ πρὸϲ τοῦ Ἡρακλείδου {frg. 2 Cohn } εἰρημένον, ὡϲ καὶ τὸ ἐπεί χρονικὸν ἐπίρρημα ἐκ τῆϲ προειρημένηϲ ϲυντάξεωϲ ἐγένετο. ἐκ τοπικοῦ γὰρ ἐπιρρήματοϲ τοῦ οὗ, φηϲίν, ἀπετελεῖτο
 Δωρικὴ μετάληψιϲ ἡ εἷ, ὁμοίωϲ τῷ ποῦ καὶ πεῖ, αὐτοῦ -αὐτεῖ, ῷ ϲυνει πρόθεϲιϲ ἡ ἐπί, ἡ νῦν ἰϲοδυναμοθϲα τῇ ἀπό, καθὸ καὶ ἐν ἑτέροιϲ ἡ ἀπό ἀντὶ τῆϲ ἐπί τὸ γὰρ «ἀπομηνίϲαϲ» [H 230 ἐϲτὶν ἐν ἴϲῳ τῷ ἐπιμηνίϲαϲ. εἰϲ δὲ τππν τοῦ
ἀνδρὸϲ ϲυνηγορίαν καὶ τὰ τθϲ ϲυναλιφῆϲ οὐκ ἐμποδιεῖ τὸν λόγον· ἀπειράκιϲ γὰρ τὰ Δωρικὰ διὰ ψιλῶν τὰϲ ϲυναλιφὰϲ ποιεῖται, 
 
 
 
 
 κὼ τοξόταϲ Ἡρακλέηϲ· 
 
 κάλλιϲτ’ ὑπαυλέν· 
 κἀ μεγαϲθενὴϲ Ἀϲαναία· 
 Μελάμποδά τ’ Ἀρπόλυκόν τε· 
 
 ἄρχοιμεν γὰρ κξθραϲίων {Alemanis, apud Bergkium4 
 fr. adesp.34-37 AB 697 }. —

Φαίνεται δὲ ὅτι καὶ εἰ δοίη τιϲ τὴν ἐναλλαγὴν τῆϲ προθέϲεωϲ καὶ τὴν
ϲυναλιφήν, καθὸ ϲυνηγορήϲαμεν, μάχεται τὰ τῆϲ τόϲεωϲ· τοῖϲ γὰρ κοινοῖϲ ϲυμπεριϲπᾶται καὶ τὰ εἰϲ ει
λήγοντα ἐπιρρήματα, τῷ ποῦ τὸ πεῖ, τῷ αὐτοῦ τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο τῷ ἐπε. ἀλλὰ
καὶ τὸ ϲημαινόμενον· τὰ γὰρ μεταπίπτοντα παρὰ ταῖϲ διέκτοιϲ τῆϲ φωῆῆϲ ἀμοιβὴν ϲημαίνει,
οὐ τοῦ δηλουμένου. οὐ δὴ οὖν τὸ ἐπεί τόπον παρεμ φαίνει, ὦϲπερ ἔχει τὸ «εἷ ἷὰ τῶν χοιραγχᾶν
{Sophron. mim. 86 Atr., 98 Kaibel}. δι’ δ καὶ παραδεξαίμεθα ἂν ἐκεῖνο, ὡϲ καὶ ἐπ’ ἄλλων
 
 
 
 ϲυνδέϲμων παρεπόμενόν ἐϲτι, τὸ ϲυνωνυμεῖν ϲυνδέϲμουϲ ἐπιρρήμαϲιν καὶ ἐπὶ τοῦ προκειμένου ϲχήματοϲ. ϲύνδεϲμόϲ ἐϲτιν τὸ ὄφρα 
 ὄφρα πεποίθῃϲ {Α 524. ν 344}, 
 ἀλλὰ καὶ χρονικὸν ἐπίρρημα, 
 ὄφρα μὲν ἠὼϲ ἦν {Θ 66. ι 56}. 
 
 
 ὁ δὲ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ὅπωϲ καὶ ἐπὶ τοῦ ἵνα πρὸϲ τοπικὸν ἐπίρρημα.

Μηδὲ ἐκεῖνο δὲ παρείϲθω, ὡϲ τὰ προκείμενα μόρια ϲυνωνυμεῖ 
 καὶ τοπικῇ ϲχέϲει, ἀρθρικῆϲ μᾶλλον ἐννοίαϲ ὄντα
παρεμφατικά· ἃ καὶ εμάλιϲτα ἐπιζητεῖ τὴν τοῦ τόπου ἐπίζευξιν, ἐν ῷ τόπῳ ἔμειναϲ, ἐξ οὗ τόπου ἀπῆλθον, εἰϲ ὃ ἐπορευόμην χωρίον, τῶν προθέϲεων πάλιν παρειλημμένων εἰϲ τοπικὴν
ϲχέϲιν ὁμοίωϲ τοῖϲ πτωτικοῖϲ· ὁμόλόγον 
 
 
 
 γὰρ ὅτι καὶ τὸ εἰϲ ὃ ἐπορευόμην χωρίον οὐκ ἄλληϲ πτώϲεώϲ ἐϲτιν ἢ τῆϲ
αἰτιατικῆϲ, προδεδειγμένου τοῦ ἐν εὐθείᾳ μὴ δύναϲθαι τὰϲ προθέϲειϲ καταγίνεϲθαι, τοῦ τε ἀρϲενικοῦ
ϲυνομολογοῦντοϲ· εἰϲ γὰρ ὃν ἐπορευόμην τόπον. — Καὶ τοϲαῦτα μὲν περὶ τῶν ἐκ παραθέϲεωϲ 
 γενομένων χρονικῶν ἐπιρρημάτων.

Ἑξῆϲ ῥητέον καὶ περὶ τῆϲ πρὸϲ τὰ ἐπιρρήματα ϲυντάξεωϲ τῶν 
προκειμένων μορίων. τὸ δὴ ἐπάνω, περικυκλῳ, ὑποκάτω, ἀποδίϲ, ἀποψέ, τὰ τούτοιϲ παραπλήϲια ἔχεϲθαι
ϲυνθέϲεωϲ τῆϲ πρὸϲ τὰϲ προθέϲειϲ αὐτὸ μόνον ὑπέλαβον οἱ πρὸ ἡμῶν, οὐδεμίαν ἀκριβῆ
ἀπόδειξιν ποιηϲάμενοι, δι’ ἧϲ τὸ διϲταζόμενον τῆϲ ϲυντάξεωϲ περιεγράφετο. τί γὰρ οὐ μᾶλλόν ἐϲτι τὸ ἀποψέ δύο μέρη λόγου ἤπερ
ἕν, τά τε 
 
 
 
 
 τούτῳ ὅμοια. χρὴ οὖν ἀνταναπληρῶϲαι τὴν τοῦ τοιούτου ἀπόδειξιν, πότε κοθ’ ἕν μέροϲ λόγου
τὸ τοιοῦτο νοηθήϲεται καὶ πότε οὔ. —

Ἐν δὴ ταῖϲ προκειμέναιϲ ϲυντάξεϲιν ἐντελῶϲ ἀπεδείκνυτο, ὡϲ αἱ προθέϲειϲ αὐτὸ μόνον
ἰδίᾳ νοοῦνται καὶ κατὰ παράθεϲιν ἀναμεμεριϲμέναι ταῖϲ πλαγίαιϲ πτώϲεϲιν (οὐ γὰρ πᾶϲαι
κατὰ παϲῶν διήκουϲιν, καθάπερ 
 κἀν τῇ ὑπηγορευμένῃ εἰϲαγωγῇ ἀπεδείξαμεν), ἔν γε μὴν
τοῖϲ ἀπτώτοιϲ καθ’ ἕνα ϲχηματιϲμὸν παρελαμβάνοντο. ἔνθεν κατὰ τοῦτο μετὰ καὶ ἄλλων ὦν
παρεϲτήϲαμεν αἰτίων, οὐ παρετίθετο τῇ εὐθείᾳ ἔτι ἀπτώτῳ οὔϲῃ. δι’ ὃ δὴ πᾶϲα ἀνάγκη ταὐτὸν
παραδέξαϲθαι καὶ ἐπὶ τῶν ἐπιρρημάτων, οὐκ ἐχόντων πλαγίαϲ πτώϲειϲ, δι’ ὦν ἐπινοηθήϲονται παρα. 
 κείμεναι αἱ προθέϲειϲ. — οὐ δόξει τὸ δι’ ὅτι ἀντικεῖϲθαι· ἐδείξαμεν γὰρ 
 
 
 
 ὅτι αἰτιατικὴ ἐγκειμένη ἐϲτὶ μετὰ τῆϲ διά προθέϲεωϲ, καὶ οὐχ ὁ ὅτι ϲύνδεϲμοϲ, ἐπεὶ κἂν
πάντωϲ ἕν μέροϲ λόγου καθειϲτήκει, καθάπερ ἔχει καὶ ὁ ἐπεί παρα ϲυναπτικὸϲ
ϲυγκείμενοϲ ἐκ τοῦ εἴ ϲυνδέϲμου καὶ τῆϲ ἐπί προθέϲεωϲ, ὥϲ φηϲι καὶ Ποϲειδώνιοϲ.

Εὔλογον δὲ κἀκεῖνο προϲθεῖναι. εἶπερ ϲυμφέρεται κεὶ τὰ
ἐπιρρήματα τοῖϲ ῥήμαϲιν καὶ. τούτων μία ϲύνταξίϲ ἐϲτιν ἁπάντοτε, δῆλον ὡϲ τὸ αὐτὸ ἀναδέξεται τῷ 338
b πρὸϲ ὃ φέρεται. εἰ δὲ αἱ προθέϲειϲ μετὰ τῶν ῥημάτων ἔν μέροϲ λόγου, καὶ τὰ ἐπιρρήματα ταὐτὸν
ἀναδέχεται, ϲυνεπαγόμενα τὴν πρόθεϲιν ἐπὶ τὰ ῥήματα.

Εἰκόϲ τινα φήϲειν ὡϲ ἡ ἐγγινομένη ἐπ’ ἐνίων ἐπένθεϲιϲ τοῦ ἄρθρου τὸν προκείμενον λόγον
διαβάλλει· «επῶϲ γὰρ τὸ ἡνωμένον τῆϲ προθέϲεωϲ παραδέξεται τὴν ἐπένθεϲιν τοῦ ἄρθρου, ὅπου γε καὶ τὴν
ἐν τοῖϲ ὀνόμαϲιν ἀμφιβολίαν ἡ τοῦ ἄρθρου ἐπένθεϲιϲ ππεριέτραφε τῷ μὴ 
 
 
 
 ἡνῶϲθαι τὴν πρόθεϲιν, παρὰ τοῦ νόμου, παρὰ τοῦ φέροντοϲ τοιοῦτον οὖν καὶ τὸ ἀπὸ τοῦ νῦν, ἀπὸ τῆϲ ϲήμερον, ἀπὸ τῆϲ αὔριον».

Ἕcτι δὲ καὶ πρὸϲ τὸ τοιοῦτον φάναι ὡϲ παρυφίϲταται ἐνίοιϲ τῶν ἐπιρρημάτων ἡ πτωτικὴ
ἔννοια, ἐφ’ ἧϲ τὰ τῆϲ ϲυντάξεωϲ τείνει. ἐν γὰρ τῷ ϲήμερον ἔγκειται ἡ ἡμέρα, οὐκ ἔχουϲα ἀναϲτροφὴν
 
 πρὸϲ τὸ ϲήμερον. (οὐ γὰρ εἶ τι ἡμέρα, τοῦτο καὶ ϲήμερον, ἐπεὶ ϲυντείνει καὶἐπὶ τὸ
αὔριον καὶ ἐπὶ τὸ χθέϲ, ἅπερ πάλιν ἐγκειμένην ἔχει ἡμέραν, ὥϲτε πάλιν, εἶ τι
ἔϲτι μὲν αὔριον ἢ ἐχθέϲ, τοῦτο ἐπιδέχεται καὶ τὴν ἡμέραν, οὐ μήν, ὡϲ ἔφην, κατὰ
ἀναϲτροφήν.) ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ νῦν· πάλιν γὰρ χρόνου ἐϲτὶ τοῦ γενικωτάτου ἐμπεριεκτικόν, οὐ
 
 τέμνον τὸ ἐπιμεριζόμενον τοῦ χρόνου, διῆκον μέντοι δι’ ὅλου,
ὡϲπερεὶ γενικὸν ὄνομα.

Ἐὰν οὖν ὡϲ πρὸϲ τὸ ἐγκείμενον τῆϲ ἡμέραϲ τὰ τῆϲ ϲυντάξεωϲ ἐγγίνηται, πᾶϲα ἀνάγκη
τὴν μὲν πρόθεϲιν νοεῖν κατὰ παράθεϲιν, ἐπεὶ κατὰ πλαγίαϲ ὀνόματοϲ φέρεται, καὶ πᾶϲα
ἀνάγκη τὸ 
 
 
 
 
 ἄρθρον προϲτίθεϲθαι, ἵνα τὸ ὑπακουόμενον πτωτικὸν νοῆται. ἐξαίρετοϲ γὰρ ἡ τῶν ἄρθρων
παράθεϲιϲ ὡϲ πρὸϲ τὰ πτωτικά, ἐπεὶ πῶϲ γινώϲκει τὸ ϲήμερον τὸ τῆϲ ἄρθρον καὶ θηλυκὸν ὂν καὶ γενικῆϲ πτώϲεωϲ καὶ ἑνικόν, τῶν ἐπιρρημάτων οὐδὲν τοιοῦτον
ἐμφανιζόντων (ἔϲτι γοῦν οἶϲ οὐδὲ παρυφίϲταταί τι τοιοῦτο πτωτικόν, ἅ δὴ καὶ ϲτέρεται τῆϲ
τοιαύτηϲ ϲυντάξεωϲ, ὡϲ ἔχει τὸ ἀποδίϲ, ἀποτρίϲ.) ἐπάνω, ὑποκάτω

καὶ ἀνάπαλινδὲοὐ γινώϲκει τὴν παράθεϲιν τῆϲ προθέϲεωϲ κατ’ ἰδίαν, 333s 
εἰ μὴ πρότερον προϲγένοιτο ἡ τοῦ ἄρθρου παράθεϲιϲ, καὶ μόνωϲ ἐπὶ τὸ ϲυνυπακουόμενον φέρεται, ὡϲ ἔχει
τὰ τοιαῦτα, ἐν τῇ αὔριον, ἐν τῇ ἐχθέϲ· ἅπερ οὐκ ἄν τιϲ ἐπινοήϲειεν δίχα τῶν ἄρθρων
ἀποφήναϲθαι, καθὸ αἱ πρόθεϲειϲ μόνον ἐπὶ τὰ πτωτικὰ ἐφέροντο, οὐ μὴν ἠδύναντο
παρακεῖϲθαι τοῖϲ ἐπιρρήμαϲιν· οὐ γὰρ οἶόν τε φάναι ἐν ϲήμερον 
 
 
 
 
 οὐδὲ ἐξ αὔριον.

Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐν τοῖϲ τοιούτοιϲ, ἐν τῷ ὑποκάτω, ἐν τῷ ἐπάνω· πρὸϲ γὰρ πάλιν τὸ
ἐγκείμενον τοῦ τόπου ἡ τοῦ ἄρθρου παράθεϲίϲ ἐϲτι μετὰ τῆϲ
καταρχούϲηϲ προθέϲεωϲ ἐν παραθέϲει. δι’ δ καὶ ἐν τοῖϲ μεριϲμοῖϲ χρὴ νοεῖν τὴν μὲν προτέραν πρόθεϲιν
ἐπὶ τὸ ἐγκείμενον τῆϲ δοτικῆϲ μετὰ τοῦ ϲυνόντοϲ ἄρθρου ἐν 
 παραθέϲει καθίϲταϲθαι, τὴν δὲ δευτέραν κατὰ ϲύνθεϲιν οὖϲαν τοῦ τοπικοῦ ἐπιρρήματοϲ.

Δείκνυται ἄρα διὰ τοῦ τοιούτου ὡϲ τὸ ἀπεχθέϲ οὐ δύναται προϲλαβεῖν τὸ ἄρθρον, ὅτι
ἐπὶ τὸ χρονικὸν ἐπίρρημα φέρεται· ἕν γὰρ μέροϲ τοῦ λόγου. τὸ μέντοι ἀπὸ τῆϲ
ἐχθέϲ ἰδίαϲ ϲυντάξεωϲ ἔχεται, τῆϲ πρὸϲ τὸ ἐπιφερόμενον ὄνομα, ὅμοιον καθεϲτὼϲ τῷ ἐκ τῆϲ 
ϲήμερον ὃ οὐ πάντωϲ κατ’ ἐπένθεϲιν τὴν τοῦ ἄρθρου ἐγεγόνει· οὐ γὰρ ἦν τι ἐκ ϲήμερον. —Τῆϲ
τοιαύτηϲ οὖν ἀποδείξεωϲ, ὡϲ ἔφαμεν, ἐδέετο ὁ προκείμενοϲ λόγοϲ ὑπὲρ τοῦ πιθανώτερον τὸν ἐπιμεριϲμὸν
γίνεϲθαι.

Ἑξῆς διαληπτέον καὶ περὶ τοῦ ἐξαίφνηϲ, πότερον ἥνωται καἰ τύποϲ ἐϲτὶν ἐπιρρηματικόϲ, ἢ ἐκ προθετικῆϲ ϲυντάξεωϲ ἐπιρρήματοϲ ἔννοιαν παρίϲτηϲι, καθάπερ ἔϲτιν ἐπινοῆϲαι ἄπειρα τοιαῦτα, οἰϲ καὶ ἀντιπαράκειται
ἐπιρρήματα τὴν αὐτὴν ϲχέϲιν ϲημαίνοντα, εἰϲ οἶκον ἀπέρχομαι — οἴκαδε
ἀπέρχομαι , ἐξ οἴκου παρεγενόμην —οἴκοθεν παρεγενόμην, ἐν οἶκῳ ϲε μένω —οἶκοθί ϲε
μένω. ταύτηϲ τῆϲ ϲυντάξεωϲ ἔφαμεν καὶ τὸ 
 οἶκον δ’ ἐϲελεύϲομαι {Ζ 365} 
 
 ὡϲ πρὸϲ τὸ οἴκαδε, ἀποδείξαντεϲ ὡϲ δύο μέρη λόγου ἐϲτὶν τὸ οἶκον δέ. καὶ δὴ τὸ
προκείμενον μόριον διὰ τὸ ἐπακολουθῆϲαν πάθοϲ τῇ φωνῇ οὐ προφανῆ τὰ τῆϲ ϲυντάξεωϲ κατέϲτηϲε, τῶν
οὕτω γινομένων ἁπάντων κατ’ οὐδένα τρόπον ἐπιϲτάϲεωϲ τυχόντων, καθάπερ πρόκειται. —

παρὰ δὴ τὸ ἀφανήϲ ὄνομα ἀπετελεῖτό τι θηλυκὸν κοπτὰ παρώνυμον ϲχηματιϲμόν, ἀφανία
καὶ ἀφάνεια. διϲϲὰ γὰρ τὰ τοιαῦτα, εὑϲεβήϲ 
 εὐϲέβεια, ἀφ’ οὗ πάλιν τὸ 
 
 
 
 
 
 εὐϲεβίη τέθνηκεν {fort. Callimachi, frgm.519 Schn.}, 
 εὐμάθεια, ἀλλὰ μὴν καὶ εὐμαθία, 
 εὐμαθίην ῥτεῖτο διδοὺϲ ἐμέ { Callimachi epigr. 49 Sehn., 
 Anth. Pal. VI 310, I 397,12 Stadim}. 
 
 οὕτωϲ ἔχει καὶ τὸ 
 
 ἀδρανίη τόδε πολλόν {fort. Callimachi, 520 Schn.}. 
 παρὰ δὴ τὸ προκείμενον ὄνομα παρείπετό τιϲ ϲύντοξιϲ ἐκ γενικῆϲ πτώϲεωϲ τὸ ἐξ ἀφανίαϲ, ὡϲ καὶ
παρὰ τὸ αὐτόϲ πάλιν τι ἐγένετο θηλυκὸν ἐξ αὐτῆϲ κατ’ ἐπιρρηματικὴν ϲύνταξιν· ἐξ αὐτῆϲ
ἴωμεν πρὸϲ Διονύϲιον. περᾶ δὴ οὖν τὴν προκειμένην ϲύνταξιν ϲυγκοπὴ 
  μὲν διὰ τοῦ α κτὰ μέϲην ϲυλλαβὴν ἐγίνετο,
μεθ’ ὑπερβιβαϲμοῦ κατὰ τὸ ἄρχον μέροϲ τοῦ παραλήγοντοϲ i, δ δὴ καὶ ατιον ἦν τοῦ εἰϲ α
καταλήγειν τὸ μόριον. καὶ φαίνετάι ὅτι ἀναγκαίωϲ καὶ τὸ λγον α 
μεταλαμβάνει εἰϲ τὸ η, τοῦ αἰτίου τῆϲ λήξεωϲ ἀφιϲταμένου κατὰ τὸ περβατόν· καὶ οὕτω τὸ ἐξαίφνηϲ
ἀποτελεῖται.

Οὅτε δὲ τὸ α 
 
 
 
 
 ϲυγκόπτεϲθαι ξένον, ἐπεὶ οὕτωϲ ἔχει τὸ ϲπάργανον, τὸ ἕδνον, τὸ τέκνον, τὸ δάκνω, τὸ
Ἐριχθονίδαι, ἄλλα μυρία· οὕτε μὴν ὑπὲρβιβάζεϲθαι τὰ ϲτοιχεῖα· τὰ γὰρ ἀπειρέϲια
ἀπερείϲια. ἴϲωϲ δὲκαὶ παρὰ τὸ δόρυ ἡ δόρυοϲ γενική, ὅτε φαμὲν δουρόϲ· γόνυοϲ γουνόϲ· ἔφην δὲ ἐν διϲταγμῷ, μὴ ἄρα τοῦ γούνατοϲ καὶ δούρατόϲ εἰϲι ϲυγκοπαί.

Παρὸν δὲ κἀκ τοῦ ἀντιπαρακειμένου ἐπιρρήματοϲ τὸ πάθοϲ ἐπιδεῖξαι. ἰδοὺ γὰρ παρὰ τὸ ἀφανήϲ
ὄνομα ἦν ἀποτελούμενον ἐπίρρημα παρακείμενον ὁμότονον γενικῇ πληθυντικῇ τῇ ἀφανῶν, τὸ
ἀφανῶϲ (ὡϲ καὶ εὐϲεβῶν – εὐϲεβῶϲ· ἃ δὴ ἔφαμεν ϲυνυπάρχειν καὶ ϲυντονοῦϲθαι ταῖϲ τοιαύταιϲ γενικαῖϲ).
ἐφ’ οὗ δὴ πάλιν τὸ προκείμενον πάθοϲ ἐπακολουθεῖ. καὶ ἐπεὶ οὐκέτι ϲυνείχετο ὑπὸ τῆϲ
ϲυνούϲηϲ γενικϲ διὰ τὸ ἐπακολουθῆϲαν πάθοϲ, οὐδὲ τὴν ταύτηϲ τάϲιν ἀνεδέχετο (ὡϲ γὰρ
ἔφαμεν, ϲυνυπαρχουϲῶν τῶν γενικῶν ϲυνυπάρχει καὶ τὰ τοῦ τόνου). μετῄει οὖν εἰϲ βαρεῖαν τάϲιν,
δεόντωϲ καὶ τὸ ϲ ἀποβάλλον. ἔϲΘ’ ὅτε γὰρ πάλιν ἡ τοιαύτη κατάληξιϲ μετὰ τοῦ προκειμένου
τόνου καὶ τὸ ϲ ἀποϲτάντοϲ δὲ τοῦ τόνου ἦν ἔνδεκτον ϲυναποϲτῆναι καὶ τὸ ϲ, καθότι καὶ τῶν εἰϲ ω ληγόντων ἐπιρρημάτων τὴν τάϲιν μετελάμβανεν, 
 
 
 ἅπερ οὐκέτι τριγενέϲιν ὀνόμαϲιν ἀνθυπήγετο, ὡϲ ἔχει τὸ ἔϲω, κάτω, κύκλῳ, τόνῳ.

ἔφαμεν δὲ καὶ ἐν ἑτέροιϲ ὡϲ ἀπειράκιϲ αἱ λέξειϲ πρὸϲ τὰϲ ἀποβολὰϲ τῶν ϲτοιχείων καὶ
τοὺϲ τόνουϲ μεθιϲτᾶϲιν. ϲυνεῖχε τὴν ὀξεῖαν τὸ ξ ἐν τοῖϲ τοιούτοιϲἐπιρρήμαϲιν, ὀδάξ,
ὑποδράξ, ὀκλάξ· ἀλλ᾿ ἐλλεῖψαν ἐν τῷ ὑπόδρα μετέϲτηϲε καὶ τὴν ὀξεῖαν, ὅμοιον αὐτὸ
καταϲτῆϲαν τῷ ῥίμφα, μάλα, αἶψα, τοῖϲ οὕτω βαρυνομένοιϲ. ὁμοίωϲ καὶ τὸ ϲ ἐν τοῖϲ εἰϲ ιϲ
λήγουϲι μετὰ μακρᾶϲ τῆϲ ϲυνούϲηϲ κατὰ τὸ παρεδρεῦον, χωρίϲ, ἀμφίϲ, ἀμοιβηδίϲ· ἀλλ᾿ ἐπεὶ ἐν
βαρυτόνοιϲ ἡ ἀποβολὴ τοῦ ϲ ἐγένετο, ὡϲ ἐν τῷ πολλάκι καὶ δεκάκι, καὶ τὸ χωρίϲ 
 ἀποβάλλον τὸ ϲ ἐγίνετο χῶρι, ὅμοιον καθεϲτὼϲ τῷ αὖθι καὶ τοῖϲ 
 
 
 παρακειμένοιϲ. ἐδείξαμεν καὶ ἐπὶ τοῦ δεϲποϲτήϲ, ἐργαϲτήϲ, ὡϲ τῇ ἀποβολῇ τοῦ ϲ ὅμοια
ἐγίνετο τῷ ἐλάτηϲ, ἀρότηϲ· καὶ διὰ τοῦτο δεϲπότηϲ καὶ ἐργάτηϲ κατὰ βαρεῖαν τάϲιν.
πλείϲτην τῶν τοιούτων παράθεϲιν ἐποιηϲάμην ἐν ἑτέροιϲ. τῇδε οὖν ἐϲχηματίϲθη καὶ τὸ ἄφνω. — 78.
Ἔφαμεν ἐν τοῖϲ προκειμένοιϲ ταῖϲ ἐκ προθέϲεων γινομέναιϲ παραθέϲεϲιν 
 καὶ ϲημαινούϲαιϲ ἐπιρρηματικὴν ϲχέϲιν ἀντιπαρακεῖϲθαι ἐπιρρήματα. καὶ τῷ οὖν ἐξ αὐτῆϲ
παράκειταί τι αὐτόθεν, ἴωμεν αὐτόθεν — ἀπέλθωμεν ἐξ αὐτῆϲ. οὕτωϲ
ἔχει καὶ τὸ 
 αὐτόδιον δ᾿ ἄρα μιν {θ 449}, 
 ἀντὶ τοῦ ἐξ αὐτῆϲ οὐκ ἄλλοϲε παρακλίναντα. παράκειται οὖν καὶ τῷ 
 ἐξαίφνηϲ ἄφνω παρεγένετο ὁ δεῖνα ἐν ἴϲῳ τῷ ἐξαίφνηϲ παρεγένετο.