ΖΕΥΣ 
 1 Ἑρμῆ. λαβὼν τουτὶ τὸ μῆλον ἄπιθι εἰς τὴν
Φρυγίαν παρὰ τὸν Πριάμου παῖδα τὸν βουκόλον
—νέμει δὲ τῆς Πδης ἐν τῷ Γαργάργῳ—καὶ λέγε
πρὸς αὐτόν, ὅτι “Σέ, ὦ Πάρι, κελεύει ὁ Ζεύς,
ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρααωτικά,
δικάσαι ταῖς θεαῖς, τις αὐτῶν ἡ καλλίστη ἐστίν·
τοῦ δὲ ἀγῶνος τὸ ἆλθον ἡ νικῶσα λαβέτω τὸ
μῆλον.᾿᾿ ὥρα δὲ ἤδη καὶ ὑμῖν αὐταῖς ἀπιέναι
παρὰ τὸν δικαστήν· ἐγὼ γὰρ ἀπωθοῦμαι τὴν
δίαιταν ἐπʼ ἴσης τε ὑμᾶς ἀγαπόῶν, καὶ εἴ γε οἷόν
τε ἢν, ἡδέοως ἂν ἁπάσας νενικηκυίας ἰδών. ἄλλως
τε καὶ ἀνάγκη, μιᾷ τὸ καλλιστεῖον ἀποδόντα
πάντως ἀπεχθάνεσθαι ταῖς πλείοσιν. διὰ ταῦτα
αὐτὸς μὲν οὐκ ἐπιτήδειος ὑμῖν δικαστής, ὁ δὲ
νεανίας οὗτος ὁ Φρὺξ ἐφʼ ὃν ἄπιτε βασιλικὸς μέν
ἐστι καὶ Γανυμήδους τουτουὶ συγγενής, τὰ ἄλλα δὲ
ἀφελὴς καὶ ὄρειος, κοὐκ ἄν τις αὐτὸν ἀπαξιώσειε
τοιαύτης θέας.

ΑΦΡΟΔΙΤΗ 
 2 Ἐγὼ μέν, ὦ Ζεῦ, εἰ καὶ τὸν Μῶμον αὐτὸν
ἐπιστήσειας ἡμῖν δικαστήν, θαρροῦσα βαδιοῦμαι
πρὸς τὴν ἐπίδειξιν· τί γὰρ ἂν καὶ μωμήσαιτό
μου; χρὴ δὲ καὶ ταύταις ἀρέσκειν τὸν ἄνθρωπον.
Available in photographs : Γ, PΝ. P contains only c. 
ἐρασθῆς—end. 
 
 

 
 
 ΗΡΑ 
 Οὐδ᾿ ἡμεῖς, ὦ Αφροδίτη, δέδιμεν, οὐδʼ ἂν ὁ
Ἄρης ὁ σὸς ἐπιτραπῇ τὴν δίαιταν· ἀλλὰ δεχόμεθα
καὶ τοῦτον, ὅστις ἂν ᾖ, τὸν Πάριν. 
 

 
 ΖΕΥΣ 
 Ἠ καὶ σοὶ ταῦτα, ὦ θύγατερ, συνδοκεῖ; τί φής;
ἀποστρέφῃ καὶ ἐρυθριᾷς; ἔστι μὲν ἴδιον τὸ αἰδεῖσθαι
τὰ τοιαῦτα ὑμῶν τῶν παρθένων· ἐπινεύεις δʼ
ὅμως. ἄπιτε οὖν καὶ μὴ χαλεπήνητε τῷ δικαστῇ
αἱ νενικημέναι μηδὲ κακὸν ἐντρίψτησθε τῷ νεανίσκῳ·
οὐ γὰρ οἷόν τε ἐπʼ ἴσης πάσας εἶναι καλάς.

ΕΡΜΗΣ 
 Προΐωμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος,
ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι καὶ θαρρεῖτε.
οἴδα ἐγὼ τὸν Πάριν. νεανίας ἐστὶ καλὸς καὶ
τἄλλα ἐραωτικὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανοώτατος.
οὐκ ἂν ἐκεῖνος δικάσειεν κακῶς. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις,
τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν· πότερα δὲ
ἄγαμός ἐστιν οὗτος ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν; 
 

 
 ΕΡΜΗΣ 
 Οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Πῶς λέγεις; 
 

 
 ΕΡΜΗΣ 
 Δοκεῖ τις αὐτῷ συνοικεῖν δαία γυνή, ἱκανὴ
μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλʼ οὐ σφόδρα
προσέχειν αὐτῇ ἔοικε. τίνος δʼ οὖν ἕνεκα ταῦτα
ἐρωτᾷς; 
 

 
 
 ΑΦΡΟΔΙΤΗ 
 Ἄλλως ἠρόμην.

ΑΘΗΝΑ 
 4 Παραπ ρεσ βεύεις, οὗτος, ἰδίᾳ πάλαι ταύτῃ
κοινολοτούμενος. 
 

 
 ΕΡΜΗΣ 
 Οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθʼ ὑμῶν, ἀλλʼ
ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν. 
 

 
 ΑΘΗΝΑ 
 Ως δὴ τί τοῦτο πολυπραγμονοῦσα; 
 

 
 ΕΡΜΗΣ 
 Οὐκ οἶδα· φησὶ δʼ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ
ἐξεπίτηδες ἤρετο. 
 

 
 ΑΘΗΝΑ 
 Τί οὖν; ἄγαμός ἐστιν; 
 

 
 ΕΡΜΗΣ 
 Οὐ δοκεῖ. 
 

 
 ΑΘΗΝΑ 
 Τί δέ; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ
φιλόδοξός τις, ἦ τὸ πᾶν βουκόλος; 
 

 
 ΕΡΜΗΣ 
 Τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ
νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλεσθαι
ἄν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ
πρὸς ταύτην ἰδία λαλεῖν· μεμψιμοίρων γὰρ καὶ
οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.

ΕΡΜΗΣ 
 5 Καὶ αὕτη σχεδὸν τὰ αὐτά με ἤρετο· διὸ μὴ
χαλεπῶς ἔχε μηδʼ οἴου μειονεκτεῖν, εἴ τι καὶ
ταύτῃκατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην. ἀλλὰ μεταξύ
λόγαων ἤδη πολὺ προιόντες ἀπεσπαάσαμεν τῶν
ἀστέρων καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν.
ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον
ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν
τὸν δικαστὴν τὸν Πάριν. 
 

 
 ΠΡΑ 
 Ποῦ δέ ἐστιν; οὐ γὰρ κἀμοὶ φαίνεται. 
 

 
 ΕΡΜΗΣ 
 Ταύτῃ, ὦ Ἥρα, πρὸς τά λαιὰ περισκόπει, μὴ
πρὸς ἄκρῳ τῷ ὄρει, παρὰ δὲ τὴν πλευράν, οὗ τὸ
ἄντρον, ἔνθα καὶ τὴν ἀγέλην ὁρᾷς.
Ἁλλ’ οὐχ ὁρῶ τὴν ἀγέλην. 
 

 
 ΕΡΜΗΣ 
 Πῶς φής; οὐχ ὁοᾷς βοίδια κατὰ τὸν ἐμὸν
οὑτωσὶ δάκτυλον ἐκ μέσσων τῶν πετρῶν προερχόμενα
καί τινα ἐκ τοῦ σκοπέλου καταθέοντα
καλαύροπα ἔχοντα καὶ ἀνείργοντα μὴ πρόσω
διασκίδνασθαι τὴν ἀγέλην; 
 

 
 ΗΡΑ 
 Ὁρῶ νῦν, εἴ γε ἐκεῖνός ἐστιν. 
 

 
 ΕΡΜΗΣ 
 Ἀλλὰ ἐκεῖνος. ἐπειδὴ δὲ πλησίον ἤδη ἐσμέν,
ἐπὶ τῆς γῆς, εἰ δοκεῖ, καταστάντες βαδίζωμεν, ἵνα
μὴ διαταράξωμεν αὐτὸν ἄνωθεν ἐξ ἀφανοῦς καθιπτάμενοι. 
 

 
 
 ΠΡΑ 
 Εὖ λέγεις, καὶ οὕτω ποιῶμεν. ἐπεὶ δὲ καταβεβήκαμεν,
ὥρα σοι, ὦ Ἀφροδίτη, προιέναι καὶ
ἡγεῖσθαι ἡμῖν τῆς ὁδοῦ· σὺ γὰρ ὡς τὸ εἰκὸς
ἔμπειρος εἶ τοῦ χααωρίον πολλάκις, ὡς λόγος,
κατελθοῦσα πρὸς Ἀγχίσην. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Οὐ σφόδρα, ὦ Hρα, τούτοις ἄχθομαι τοῖς
σκάμμασιν.

ΕΡΜΗΣ 
 6 Ἀλλ᾿ οὖν ἐγὼ ὑμῖν ἡγήσομαι· καὶ γὰρ αὐτὸς
ἐνδιέτριψα τῇ Ἴδῃ, ὁπότε δὴ ὁ Ζεὺς ἤρα τοῦ
μειρακίου τοῦ Φρυγός, καὶ πολλάκις δεῦρο ἦλθον
ὑπ᾿ ἐκείνου καταπεμφθεὶς εἰς ἐπισκοπὴν τοῦ παιδός.
καὶ ὁπότε γε ἤδη ἐν τῷ ἀετῷ ἦν, συμπαριπτάμην
αὐτῷ καί συνεκούφιζον τὸν καλόν, καὶ
εἴ γε μέμνημαι, ἀπὸ ταυτησὶ τῆς πέτρας αὐτὸν
ἀνήρπασεν. ὁ μὲν γὰρ ἔτυχε τότε συρίζων πρὸς
τὸ ποίμνιον, καταπτάμενος δὲ ὄπισθεν αὐτοῦ ὁ
Ζεὺς κούφως μάλα τοῖς ὄνυξι περιβαλὼν καὶ τῷ
στόματι τὴν ἐπὶ τῇ κεφαλῇ τιάραν ἔχων ἀνέφερε
τὸν παῖδα τεταραγμένον καὶ τῷ τραχήλγῳ ἀπεστραμμένηῳ
εἰς αὐτὸν ἀποβλέποντα. τότε οὖν
ἐγὼ τὴν σύριγγα λαβών, ἀποβεβλήκει γὰρ αὐτὴν
ὑπὸ τοῦ δέους—ἀλλὰ γὰρ ὁ διαιτητὴς οὑτοσὶ

7 πλησίον, ὥστε προσείπωμεν αὐτόν. Καῖρε, ὦ
βουκόλε. 

 
 ΠΑΡΙΣ 
 Νὴ καὶ σύ γε, ὥ νεανίσκε. τίς δὲ ὢν δεῦρο
ἀφῖξαι πρὸς ἡμᾶς; ἢ τίνας ταύτας ἄγεις τὰς
γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως
γε οὖσαι καλαί. 
 
 

 
 ΕΡΜΗΣ 
 Ἀλλ’ οὐ γυναῖκές εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ
Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς. κἀμὲ τὸν Ἑρμῆν
ἀπέστειλεν ὁ Ζεύς—ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷθς;
μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν. κελεύει δέ σε
δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶν· “Επεὶ
γάρ,᾿᾿ φησί, “ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ
ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω.᾿᾿ τοῦ δὲ ἀγῶνος
τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον. 
 

 
 ΠΑΡΙΣ 
 Φέρʼ ἴδω τί καὶ βούλεται. “ Ἡ καλή,᾿᾿ φησίν,
λαβέτω.᾿᾿ πῶς ἂν οὖν, ὦ δέσποτα Ερμῆ, δυνηθείην
ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς
γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ
βουκόλον; τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν
μᾶλλον καὶ ἀστικῶν· τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς
ὁποτέρα ἡ καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως,

8 τάχʼ ἂν δικάσαιμι κατὰ τὴν τέχνην· αὗται
δὲ πᾶσαι τε ὁμοίως καλαὶ καὶ οὐκ οἶδʼ ὅπως ἄν
τις ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν μεταγάγοι τὴν
ὄψιν ἀποσπάσας· οὐ γὰρ ἐθέλει ἀφίστασθαι
ῥᾳδίως, ἀλλʼ ἔνθα ἂν ἀπερείσῃ τὸ πρόῶτον, τούτου
ἔχεται καὶ τὸ παρὸν ἐπαινεῖ· κἂν ἐπʼ ἄλλο μεταβῇ,
κάωῖνο καλὸν ὁρᾷ καὶ παραμένει, καὶ ὑπὸ τῶν
πλησίον παραλαμβάνεται. καὶ ὅλως περικέχυταί
μοι τὸ κάλλος αὐτῶν καὶ ὅλον περιείληφέ με καὶ
ἄχθομαι, ὅτι μὴ καὶ αὐτὸς ὥσπερ ὁ Αργος ὅλῳ
βλέπειν δύναμαι τῷ σώματι. δοκῶ δʼ ἄν μοι
καλῶς δικάσαι πάσαις ἀποδοὺς τὸ μῆλον. καὶ
γὰρ αὖ καὶ τόδε, ταύτην μὲν εἶναι συμβέβηκεν
 

 
τοῦ Διὸς ἀδελφὴν καὶ γυναῖκα, ταύτας δὲ θυγατέρας·
πῶς οὖν οὐ χαλεπὴ καὶ οὕτως ἡ κρίσις; 

 
 ΕΡΜΗΣ 
 Οὐκ οἶδα· πλὴν οὐχ οἷόν τε ἀναδῦναι πρὸς τοῦ
Δεὸς κεκελευσ μένον.

ΠΑΡΙΣ 
 9 Ἓν τοῦτο, ὦ Ἑρμῆ, πεῖσον αὐτάς, μὴ χαλεπῶς
ἔχειν μοι τὰς δύο τὰς νενικημένας, ἀλλὰ μόναων
τῶν ὀφθαλμῶν ἡγεῖσθαι τὴν διαμαρτίαν. 
 

 
 ΕΡΜΗΣ 
 Oὅτω φασὶ ποιήσειν· ὥρα δέ σοι ἤδη περαίνειν
τὴν κρίσιν. 
 

 
 ΠΑΡΙΣ 
 Πειρασόμεθα· τί γὰρ ἂν καὶ πάθοι τις; ἐκεῖνο
δὲ πρότερον εἰδέναι βούλομαι, πότερʼ ἐξαρκέσει
σκοπεῖν αὐτὰς ὡς ἔχονσιν, ἢ καὶ ἀποδῦσαι δεήσει
πρὸς τὸ ἀκριβὲς τῆς ἐξετάσεως; 
 

 
 ΕΡΜΗΣ 
 Τοῦτο μὲν σὸν ἂν εἴη τοῦ δικαστοῦ, καὶ πρόσταττε
ὅπη καὶ θέλεις. 
 

 
 ΠΑΡΙΣ 
 Ὅπη καὶ θέλω; γυμνὰς ἰδεῖν βούλομαι. 
 

 
 ΕΡΜΗΣ 
 Ἀπόδυτε, ὦ αὗται· σὺ δʼ ἐπισκόπει· ἐγὼ δὲ
ἀπεστράφην.

ΑΦΡΟΔΙΤΗ 
 10 Καλῶς, Πάρι· καὶ πρώτη γε ἀποδύσομαι,
ὅπως μάθῃς ὅτι μὴ μόνας ἔχω τὰς ὠλένας λευκὰς
 

 
μηδὲ τῷ βοῶπις εἶναι μέγα φρονῶ, ἐπʼ ἴσης δέ
εἰμι πᾶσα καὶ ὁμοίαως. 
 

 
 ΑΘΗΝΑ 
 Mὴ πρότερον ἀποδύσῃς αὐτήν, ὥ Πάρι, πρὶν
ἄν τὸν κεστὸν ἀπόθηταιφαρμακὶς γάρ ἐστιν—
μή σε καταγοητεύσῃ διʼ αὐτοῦ. καίτοι γε ἐχρῆν
μηδὲ οὕτω κεκαλλαωπισμένην παρεῖναι μηδὲ τοσαῦτα
ἐντετριμμένην χρώματα καθάπερ ὡς ἀληθῶς
ἑταίραν τινά, ἀλλὰ γυμνὸν τὸ κάλλος ἐπιδεικνύειν. 
 

 
 ΠΑΡΙΣ 
 Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφελοῦσα
ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύεις, ἀλλʼ
ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς;
ἡ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμμάτων
ἄνευ τοῦ φοβεροῦ βλεπόμενον; 
 

 
 ΑΘΗΝΑ 
 Ἰδού σοι ἡ κόρυς αὕτη ἀφῂρηται. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Ἰδοὺ καί σοι ὁ κεστός. 
 
 
 

 
 
 ΗΡΑ 
 Ἀλλὰ ἀποδυσώμεθα.

ΠΑΡΙΣ 
 Ὦ Ζεῦ τεράστιε τῆς θέας, τοῦ κάλλους, τῆς
ἡδονῆς. οἵα μὲν ἡ παρθένος, ὡς δὲ βασιλικὸν
αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον
τοῦ Διός, ἥδε δὲ ὁρᾷ ἡδύ τι καὶ γλαφυρόν, καὶ
προσαγωγὸν ἐμειδίασεν—ἀλλʼ ἤδη μὲν ἅλις ἔχω
τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθʼ ἑκάστην
ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι
καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντη τὰς
ὄψεις περισπαώμενος. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Oὕτωω ποιῶμεν. 
 

 
 ΠΑΡΙΣ 
 Ἄπιτε οὖν αἱ δύο· σὺ δέ, ὦ Ἥρα, περίμενε.
Περιμενῶ. κἀπειδάν με ἀκριβῶς ἴδῃς, ὥρα σοι
καὶ τἄλλα ἤδη σκοπεῖν εἰ καλά σοι, τὰ δῶρα τῆς
ψ ήφου τῆς ἐμῆς. ἢν γάρ με, ὦ Πάρι, δικάσῃς
εἶναι καλήν, ἀπάσης ἔσῃ τῆς Ἀσίας δεσπότης.

ΠΑΡΙΣ 
 12 Οὐκ ἐπὶ δώροις μὲν τὰ ἡμέτερα. πλὴν ἄπιθι·
πεπράξεται γὰρ ἅπερ ἂν δοκῇ. σὺ δὲ πρόσιθι ἡ
Ἀθηνᾶ. 
 

 
 ΑΘΗΝΑ 
 Παρέστηκά σοι, καὶ ἤν με, ὦ Πάρι, δικάσῃς
καλήν, οὔποτε ἥτταων ἄπει ἐκ μάχης, ἀλλʼ ἀεὶ
 

 
κρατῶν· πολεμιστὴν γάρ σε καὶ νικηφόρον
ἀπεργάσομαι. 
 

 
 ΠΑΡΙΣ 
 Οὐδέν, ὦ Αθηνᾶ, δεῖ μοι πολέμου καὶ μάχης·
εἰρήνη γάρ, ὡς ὁρᾷς, τὰ νῦν ἐπέχει τὴν Φρυγίαν
τε καὶ Λυδίαν καὶ ἀπολέμητος ἡμῖν ἡ τοῦ πατρὸς
ἀρχή. θάρρει δέ· οὐ μειονεκτήσεις γάρ, κἂν μὴ
ἐπὶ δώροις δικάζωμεν. ἀλλʼ ἔνδυθι ἤδη καὶ
ἐπίθου τὴν κόρυν· ἱκανῶς γὰρ εἶδον. τὴν Ἀφροδίτην
παρεῖναι καιρός.

ΑΦΡΟΔΙΤΗ 
 13 Αὕτη σοι ἐγὼ πλησίον, καὶ σκόπει καθʼ ἓν
ἀκριβῶς μηδὲν παρατρέχαων, ἀλλʼ ἐνδιατρβων
ἑκάστῳ τῶν μερῶν. εἰ δʼ ἐθέλεις, ὦ καλέ, καὶ
τάδε μου ἄκουσον. ἐγὼ γὰρ πάλαι ὁρῶσά σε
νέον ὄντα καὶ καλὸν ὁποῖον οὐκ οἶδα εἴ τινα
ἕτερον ἡ Φρυγία τρέφει, μακαρίζω μὲν τοῦ κάλλους,
αἰτιῶμαι δὲ τὸ μὴ ἀπολιπόντα τοὺς σκοπέλους
καὶ ταυτασὶ τὰς πέτρας κατʼ ἄστυ ζῆν,
ἀλλὰ διαφθείρειν τὸ κάλλος ἐν ἐρημίᾳ. τί μὲν
γὰρ ἂν σὺ ἀπολαύσειας τῶν ὁρῶν; τί δʼ ἂν ἀπόναιντο
τοῦ σοῦ κάλλους αἱ βόες; ἔπρεπεν δὲ ἤδη
σοι καὶ γεγαμηκέναι, μὴ μέντοι ἀγροῖκόν τινα καὶ
χωρῖτιν, οἴαι κατὰ τὴν Ἰδην αἱ γυναῖκες, ἀλλά
τινα ἐκ τῆς Ἑλλάδος, ἢ Ἀργόθεν ἡ ἐκ Κορίνθου
ἢ Λάκαιναν οἵαπερ ἡ Ελένη ἐστίν, νέα τε καὶ
καλὴ καὶ κατʼ οὐδὲν ἐλάττων ἐμοῦ, καὶ τὸ δὴ
μέγιστον, ἐρωτική. ἐκείνη γὰρ εἰ καὶ μόνον θεάσαιτό
σε, εὗ οἶδα ἐγὼ ὡς ἅπαντα ἀπολιποῦσα
καὶ παρασχοῦσα ἑαυτὴν ἔκδοτον ἕψεται καὶ
συνοικήσει. πάνταως δὲ καὶ σὺ ἀκήκοας τι περὶ
αὐτῆς. 
 

 
 
 ΠΑΡΙΣ 
 Οὐδέν, ὦ Ἀφροδίτη· νῦν δὲ ἡδέως ἂν ἀκούσαιμί
σου τὰ πάντα διηγουμένης.

ΑΦΡΟΔΙΤΗ 
 14 Αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς
καλῆς ἐφʼ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος. 
 

 
 ΠΑΡΙΣ 
 Ποία δὲ τὴν ὄψιν ἐστί; 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Λευκὴ μέν, οἴαν εἰκὸς ἐκ κύκνου γεγενημένην,
ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ
καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος
ὥστε καὶ πόλεμον ἀμφʼ αὐτῇ γενέσθαι, τοῦ
Θησέως ἄωρον ἔτι ἁρπάσαντος. οὐ μὴν ἀλλʼ
ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι
τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη
δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους. εἰ
δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον. 
 

 
 ΠΑΡΙΣ 
 Πῶς φής; τὸν τῆς γεγαμημένης;
ΑΦΡΟΔΙΤΗ
Νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ
τὰ τοιαῦτα δρᾶν. 
 

 
 ΠΑΡΙΣ 
 Πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.

ΑΦΡΟΔΙΤΗ 
 15 Σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος,
κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε
ἡ Ελένη. τοὐντεῦθεν δὲ ἐμὸν ἄν εἴη τὸ ἔργον,
ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει. 
 

 
 
 ΠΑΡΙΣ 
 Τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ
ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάργῳ καὶ
ξένῳ συνεκπλεῦσαι.
ΑΦΡΟΔΙΤΗ
Θάρρει τούτου γε ἕνεκα. παῖδε γάρ μοι ἐστὸν
δύο καλώ, Ἵμερος καὶ Ἔρως, τούτω σοι παραδώσω
ἡγεμόνε τῆς ὁδοῦ γενησομένω· καὶ ὁ μὲν
Ἔρως ὅλος παρελθὼν εἰς αὐτὴν ἀναγκάσει τὴν
γυναῖκα ἐρᾶν, ὁ δʼ Ἵμερος αὐτῷ σοι περιχυθεὶς
τοῦθʼ ὅπερ ἐστίν, ἱμερτόν τε θήσει καὶ ἐράσμιον.
καὶ αὐτὴ δὲ συμπαροῦσα δεήσομαι καὶ τῶν
Χαρίτων ἀκολουθεῖν· καὶ οὕτως ἄπαντες αὐτὴν
ἀναπείσομεν. 
 

 
 ΠΑΡΙΣ 
 Ὅπως μὲν ταῦτα χωρήσει, ἄδηλον, ὥ Ἀφροδίτηπλὴν
ἐρῶ γε ἤδη τῆς Ἑλένης καὶ οὐκ οἶδʼ
ὅπως καὶ ὁρᾶν αὐτὴν οἴομαι καὶ πλέω εὐθὺ τῆς
Ἑλλάδος καὶ τῇ Σπάρτῃ ἐπιδημῶ καὶ ἐπάνειμι
ἔχων τὴν γυναῖκα—καὶ ἄχθομαι ὅτι μὴ ταῦτα
ἤδη πάντα ποιῶ.

ΑΦΡΟΔΙΤΗ 
 16 Μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν
προμνήστριαν καὶ νυμφαγαωγὸν ἀμείψασθαι τῇ
κρίσει· πρέποι γὰρ ἄν κἀμὲ νικηφόρον ὑμῖν σιμπαρεῖναι
καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ
τὰ ἐπινίκια. πάντα γὰρ ἔνεστί σοι—τὸν ἔρωτα,
τὸ κάλλος, τὸν γάμον—τουτουὶ τοῦ μήλου πρίασθαι. 
 

 
 ΠΑΡΙΣ 
 Δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν. 
 

 
 
 ΑΦΡΟΔΙΤΗ 
 Βούλει οὖν ἐπομόσομαι; 
 

 
 ΠΑΡΙΣ 
 Μηδαμῶς, ἀλλʼ ὑπόσχου πάλιν. 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν
γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ
ἀφίξεσθαι παρʼ ὑμᾶς εἰς τὴν Ἴλιον· καὶ αὐτὴ
παρέσομαι καὶ συμπράξω τὰ πάντα. 
 

 
 ΠΑΡΙΣ 
 Καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χάριτας
ἄξεις; 
 

 
 ΑΦΡΟΔΙΤΗ 
 Θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι
πρὸς τούτοις παραλήψομαι. 
 

 
 ΠΑΡΙΣ 
 Οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον· ἐπὶ τούτοις
λάμβανε.