Οἱ πλεῖστοι τῶν περὶ συγκομιδὴν ἱστορίας ἀσχοληθέντων
ἔργων τε πάλαι γεγονότων μνήμην ἀνανεώσασθαι
σπουδασάντων, παιδείας κλέος ἀίδιον μνώμενοι,
ὡς ἂν μὴ σιωπήσαντες λάθοιεν ἐς τὸν πολὺν
ὅμιλον ἀριθμούμενοι, τῆς μὲν ἀληθείας ἐν ταῖς ἀφηγήσεσιν
ὠλιγώρησαν, οὐχ ἥκιστα δὲ ἐπεμελήθησαν
φράσεώς τε καὶ εὐφωνίας, θαρροῦντες ὡς, εἴ τι καὶ
μυθῶδες λέγοιεν, τὸ μὲν ἡδὺ τῆς ἀκροάσεως αὐτοὶ
καρπώσονται, τὸ δ̓ ἀκριβὲς τῆς ἐξετάσεως οὐκ ἐλεγχθήσεται.

εἰσὶ δ̓ οἳ πρὸς ἔχθραν ἢ μῖσος τυράννων, κολακείαν τε ἢ τιμὴν βασιλέων πόλεώς τε καὶ
ἰδιωτῶν, εὐτελῆ καὶ μικρὰ ἔργα λόγων ἀρετῇ δόξῃ

παρέδοσαν τῆς ἀληθείας μείζονι. ἐγὼ δὲ ἱστορίαν οὐ παῤ ἄλλων ἀποδεξάμενος ἄγνωστόν τε καὶ ἀμάρτυρον,
ὑπὸ νεαρᾷ δὲ τῇ τῶν ἐντευξομένων μνήμῃ,
μετὰ πάσης ἀκριβείας ἤθροισα ἐς συγγραφήν, οὐκ
ἀτερπῆ τὴν γνῶσιν καὶ τοῖς ὕστερον ἔσεσθαι προσδοκήσας
ἔργων μεγάλων τε καὶ πολλῶν ἐν ὀλίγῳ χρόνῳ

γενομένων. εἰ γοῦν τις παραβάλοι πάντα τὸν ἀπὸ τοῦ Σεβαστοῦ χρόνον, ἐξ οὗπερ ἡ Ῥωμαίων δυναστεία
μετέπεσεν ἐς μοναρχίαν, οὐκ ἂν εὕροι ἐν ἔτεσι
περί που διακοσίοις μέχρι τῶν Μάρκου καιρῶν οὔτε
βασιλειῶν οὕτως ἐπαλλήλους διαδοχάς, οὔτε πολέμων
ἐμφυλίων τε καὶ ξένων τύχας ποικίλας, ἐθνῶν τε
κινήσεις καὶ πόλεων ἁλώσεις τῶν τε ἐν τῇ ἡμεδαπῇ
 
καὶ ἐν πολλοῖς βαρβάροις, γῆς τε σεισμοὺς καὶ ἀέρων
φθοράς, τυράννων τε καὶ βασιλέων βίους παραδόξους,
πρότερον ἢ σπανίως ἢ μηδ̓ ὅλως μνημονευθέντας:

ὧν οἳ μὲν ἐπιμηκέστερον ἔσχον τὴν ἀρχήν, οἳ δὲ πρόσκαιρον
τὴν δυναστείαν, εἰσὶ δ̓ οἳ μέχρι προσηγορίας καὶ τιμῆς ἐφημέρου μόνης ἐλθόντες εὐθέως κατελύθησαν.
μερισθεῖσα γὰρ ἡ Ῥωμαίων ἀρχὴ ἐν ἔτεσιν
ἑξήκοντα ἐς πλείους δυναστείας ἢ ὁ χρόνος ἀπῄτει,

πολλὰ καὶ ποικίλα ἤνεγκε καὶ θαύματος ἄξια. τούτων
γὰρ οἱ μὲν τὴν ἡλικίαν πρεσβύτεροι διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐπιμελέστερον ἑαυτῶν τε καὶ
τῶν ὑπηκόων ἦρξαν, οἱ δὲ κομιδῇ νέοι ῥᾳθυμότερον
βιώσαντες πολλὰ ἐκαινοτόμησαν: διόπερ εἰκότως ἐν
ἡλικίαις τε καὶ ἐξουσίαις διαφόροις οὐχ ὅμοια γέγονε
τὰ ἐπιτηδεύματα. ὡς δ̓ ἕκαστα τούτων πέπρακται, κατὰ χρόνους καὶ δυναστείας διηγήσομαι.

τῷ βασιλεύοντι Μάρκῳ θυγατέρες μὲν ἐγένοντο
πλείους, ἄρρενες δὲ δύο. τῶν δὲ ἀρρένων τούτων ὁ
μὲν ἕτερος κομιδῇ νέος τὸν βίον μετήλλαξε ʽ??ʼηρίσσιμος
δ̓ ἦν ὄνομα αὐτᾦ, τὸν δὲ περιόντα Κόμμοδόν τε καλούμενον ὁ πατὴρ μετὰ πολλῆς ἐπιμελείας ἀνεθρέψατο,
πάντοθεν τοὺς ἐν τοῖς ἔθνεσιν ἐπὶ λόγοις
δοκιμωτάτους ἐπὶ συντάξεσιν οὐκ εὐκαταφρονήτοις
καλῶν, ὅπως συνόντες ἀεὶ παιδεύοιεν αὐτῷ τὸν υἱόν.

τάς τε θυγατέρας ἐν ὥρᾳ γενομένας ἐξέδοτο ἀνδράσι τῆς συγκλήτου βουλῆς τοῖς ἀρίστοις, οὐ τοὺς γένους
μακραῖς διαδοχαῖς εὐπατρίδας, οὐδὲ τοὺς πλούτου
περιβολαῖς λαμπρούς, κοσμίους δὲ τὸν τρόπον καὶ
σώφρονας τὸν βίον γαμβροὺς αὑτῷ γενέσθαι θέλων:
ταῦτα γὰρ μόνα ψυχῆς ἴδια καὶ ἀναφαίρετα ἡγεῖτο

κτήματα. ἀρετῆς δὲ πάσης ἔμελεν αὐτῷ, λόγων τε
ἀρχαιότητος ἦν ἐραστής, ὡς μηδενὸς μήτε Ῥωμαίων
 
μήτε Ἑλλήνων ἀπολείπεσθαι: δηλοὶ δὲ ὅσα καὶ ἐς
ἡμᾶς ἦλθεν ἢ λεχθέντα πρὸς αὐτοῦ ἢ γραφέντα.

παρεῖχε δὲ καὶ τοῖς ἀρχομένοις ἑαυτὸν ἐπιεικῆ καὶ μέτριον βασιλέα, τούς τε προσιόντας δεξιούμενος, κωλύων
τε τοὺς περὶ αὐτὸν δορυφόρους ἀποσοβεῖν τοὺς
ἐντυγχάνοντας. μόνος τε βασιλέων φιλοσοφίαν οὐ
λόγοις οὐδὲ δογμάτων γνώσεσι, σεμνῷ δ̓ ἤθει καὶ
σώφρονι βίῳ ἐπιστώσατο. πολύ τε πλῆθος ἀνδρῶν
σοφῶν ἤνεγκε τῶν ἐκείνου καιρῶν ἡ φορά: φιλεῖ γάρ
πως ἀεὶ τὸ ὑπήκοον ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν.

ὅσα μὲν οὖν ἐκείνῳ πέπρακται ἀνδρεῖα καὶ σώφρονα, στρατηγικὴν ἢ πολιτικὴν ἀρετὴν ἔχοντα,
πρός τε τοὺς τὰ ἀρκτῷα τῆς γῆς ἔθνη βάρβαρα κατοικοῦντας
πρός τε τοὺς ὑπὸ ταῖς ἀνατολαῖς ποιουμένους
τὸν βίον, πολλοῖς καὶ σοφοῖς ἀνδράσι συγγέγραπται:
ἃ δὲ μετὰ τὴν Μάρκου τελευτὴν παρὰ πάντα τὸν
ἐμαυτοῦ βίον εἶδόν τε καὶ ἤκουσα, ἔστι δ̓ ὧν καὶ
πείρᾳ μετέσχον ἐν βασιλικαῖς ἢ δημοσίαις ὑπηρεσίαις
γενόμενος, ταῦτα συνέγραψα.

γηραιὸν ὄντα Μάρκον, καὶ μὴ μόνον ὑφ̓ ἡλικίας ἀλλὰ καμάτοις τε καὶ φροντίσι τετρυχωμένον,
διατρίβοντά τε ἐν Παίοσι, νόσος χαλεπὴ καταλαμβάνει.
ἐπεὶ δὲ αὑτῷ τὰς πρὸς σωτηρίαν ἐλπίδας φαύλως
ἔχειν ὑπώπτευεν, ἑώρα τε τὸν παῖδα τῆς μειρακίων
ἡλικίας ἀρχόμενον ἐπιβαίνειν, δεδιὼς μὴ νεότης ἀκμάζουσα
καὶ ἐν ὀρφανίᾳ ἐξουσίαν αὐτοκράτορα καὶ ἀκώλυτον
προσλαβοῦσα μαθημάτων μὲν καλῶν καὶ ἐπιτηδευμάτων
ἀφηνιάσῃ, μέθαις δὲ καὶ κραιπάλαις ἐπιδῷ
ἑαυτήν ʽῥᾷστα γὰρ αἱ τῶν νέων ψυχαὶ ἐς ἡδονὰς
ἐξολισθαίνουσαι ἀπὸ τῶν παιδείας καλῶν μετοχετεύονταἰ,

οἷα δὴ ἄνδρα πολυΐστορα μάλιστα ἐτάραττε 
μνήμη τῶν ἐν νεότητι βασιλείαν παραλαβόντων, τοῦτο
μὲν Διονυσίου τοῦ Σικελιώτου τυράννου, ὃς ἀπὸ
τῆς ἄγαν ἀκρασίας καινὰς ἡδονὰς ἐπὶ μεγίστοις μισθοῖς
ἐθηρᾶτο, τοῦτο δὲ αἱ τῶν Ἀλεξάνδρου διαδόχων
ἐς τοὺς ὑπηκόους ὕβρεις τε καὶ βίαι, δἰ ὧν

τὴν ἐκείνου ἀρχὴν κατῄσχυναν, Πτολεμαῖος μὲν καὶ
μέχρις ἀδελφῆς ἰδίας ἔρωτος προχωρήσας παρά τε
τοὺς Μακεδόνων καὶ Ἑλλήνων νόμους, Ἀντίγονος δὲ
Διόνυσον πάντα μιμούμενος, καὶ κισσὸν μὲν περιτιθεὶς
τῇ κεφαλῇ ἀντὶ καυσίας καὶ διαδήματος Μακεδονικοῦ,

θύρσον δὲ ἀντὶ σκήπτρου φέρων. ἔτι δὲ
καὶ μᾶλλον αὐτὸν ἐλύπει τὰ μὴ πρὸ πολλοῦ ἀλλ̓ ὑπόγυον
ἔχοντα τὴν μνήμην, τά τε Νέρωνι πεπραγμένα,
ὃς ἐχώρησε μέχρι μητρῴου φόνου παρεῖχέ τε τοῖς δήμοις
ἑαυτὸν καταγέλαστον θέαμα, τά τε Δομετιανῷ τετολμημένα, τῆς ἐσχάτης ὠμότητος οὐδὲν ἀπολείποντα.

τοιαύτας δὴ τυραννίδος εἰκόνας ὑποτυπούμενος
ἐδεδίει τε καὶ ἤλπιζεν. οὐ μετρίως δ̓ αὐτὸν ἐτάραττον
καὶ οἱ Γερμανοὶ γειτνιῶντες, οὓς οὐδέπω πάντας
ἐκεχείρωτο, ἀλλὰ τοὺς μὲν πειθοῖ ἐς συμμαχίαν προσηγάγετο, τῶν δὲ καὶ κρατήσας ἦν τοῖς ὅπλοις:
ἦσαν δέ τινες οἳ διαδράντες πρὸς τὸ παρὸν ἀνακεχωρήκεσαν
δέει τῆς παρουσίας τοιούτου βασιλέως. ὑπώπτευεν
οὖν μὴ τῆς ἡλικίας τοῦ μειρακίου καταφρονήσαντες
ἐπιθῶνται αὐτῷ: ἐρᾷ γὰρ τὸ βάρβαρον καὶ

ἐπὶ ταῖς τυχούσαις ἀφορμαῖς ῥᾷστα κινεῖσθαι. κυμαίνουσαν
οὖν ἔχων τοσαύταις φροντίσι τὴν ψυχήν,
συγκαλέσας τοὺς φίλους ὅσοι τε παρῆσαν τῶν συγγενῶν,
καὶ τὸν παῖδα παραστησάμενος, ἐπειδὴ πάντες
συνῆλθον, ἡσυχῇ τοῦ σκίμποδος κουφίσας ἑαυτὸν τοιούτων λόγων ἤρξατο.

ἄχθεσθαι μὲν ὑμᾶς ἐφ̓ οἷς ὁρᾶτέ με διακείμενον,
 
θαυμαστὸν οὐδέν: φύσει τε γὰρ τὸ ἀνθρώπινον
ἐλεεινὸν ἐν ταῖς τῶν ὁμοφύλων συμφοραῖς, τά τε
δεινὰ ὑπ̓ ὄψιν πεσόντα οἶκτον προκαλεῖται μείζονα.
ἐμοὶ δέ τι καὶ πλέον ὑπάρχειν παῤ ὑμῶν οἴομαι: ἐκ
γὰρ ὧν αὐτὸς διάκειμαι πρὸς ὑμᾶς, ἀμοιβαίαν εὔνοιαν

εἰκότως ἤλπικα. νῦν δὲ καιρὸς εὔκαιρος ἐμοί τε αἰσθέσθαι μὴ μάτην πρὸς ὑμᾶς τοσούτου χρόνου τιμήν
τε καὶ σπουδὴν κατατεθεῖσθαι, ὑμῖν τε ἀποδοῦναι
χάριν, δείξασιν ὅτι ὑπὲρ ὧν ἐτύχετε οὐκ ἀμνημονεῖτε.
ὁρᾶτε δή μοι τὸν υἱόν, ὃν αὐτοὶ ἀνεθρέψασθε,
ἄρτι τῆς μειρακίων ἡλικίας ἐπιβαίνοντα καὶ δεόμενον
ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ τῶν κυβερνησόντων,
μή ποι φερόμενος ὑπ̓ ἀτελοῦς τῆς τῶν δεόντων ἐμπειρίας

ἐς φαῦλα ἐπιτηδεύματα προσαραχθῇ. γένεσθε δὴ οὖν αὐτῷ ὑμεῖς ἀνθ̓ ἑνὸς ἐμοῦ πατέρες πολλοί,
περιέποντές τε καὶ τὰ ἄριστα συμβουλεύοντες.
οὔτε γὰρ χρημάτων πλῆθος οὐδὲν αὔταρκες πρὸς τυραννίδος
ἀκρασίαν, οὔτε δορυφόρων φρουρὰ ἱκανὴ
ῥύεσθαι τὸν ἄρχοντα, εἰ μὴ προϋπάρχει ἡ τῶν ὑπηκόων

εὔνοια. μάλιστα δὲ ἐκεῖνοι ἐς ἀρχῆς μῆκος ἀκινδύνως ἤλασαν, ὅσοι μὴ φόβον ἐξ ὠμότητος, πόθον
δὲ τῆς αὑτῶν χρηστότητος ταῖς τῶν ἀρχομένων ψυχαῖς
ἐνέσταξαν. οὐ γὰρ οἱ ἐξ ἀνάγκης δουλεύοντες ἀλλ̓ οἱ
μετὰ πειθοῦς ὑπακούοντες ἀνύποπτοι καὶ ἔξω κολακείας
προσποιήτου δρῶντές τε καὶ πάσχοντες διατελοῦσιν,
καὶ οὐδέ ποτε ἀφηνιάζουσιν, ἢν μὴ βίᾳ καὶ

ὕβρει ἐπὶ τοῦτο ἀχθῶσι. χαλεπὸν δὲ μετριάσαι τε καὶ ὅρον ἐπιθεῖναι ἐπιθυμίαις ὑπηρετούσης ἐξουσίας.
τοιαῦτα δὴ συμβουλεύοντες αὐτῷ, καὶ ὧν ἀκούει παρὼν
ὑπομιμνήσκοντες, ὑμῖν τε αὐτοῖς καὶ πᾶσιν ἄριστον
ἀποδείξετε βασιλέα, τῇ τε ἐμῇ μνήμῃ χαριεῖσθε

 
τὰ μέγιστα, οὕτω τε μόνως ἀίδιον αὐτὴν ποιῆσαι δυνήσεσθε.

τοσαῦτα εἰπόντα τὸν Μάρκον ἐπιπεσοῦσα λιποθυμία
κατεσίγασεν: ὑπὸ δὲ ἀσθενείας τε καὶ ἀθυμίας
αὖθις ὑπτίαζεν. οἶκτος δὲ πάντας ἐλάμβανε τοὺς παρόντας, ὡς μηδὲ κατασχόντας αὑτῶν τινὰς ἐς οἰμωγὴν
ἀναβοῆσαι.
ὃ μὲν οὖν νυκτός τε καὶ ἡμέρας ἐπιβιώσας μιᾶς
 ἀνεπαύσατο, πόθον τε τοῖς καθ̓ αὑτὸν ἀνθρώποις
ἐγκαταλιπὼν ἀρετῆς τε ἀίδιον μνήμην ἐς τὸν ἐσόμενον

αἰῶνα. τελευτήσαντος δὲ Μάρκου, ἐπειδὴ διεφοίτησεν
ἡ φήμη, πᾶν τε τὸ παρὸν στρατιωτικὸν καὶ
τὸ δημῶδες πλῆθος ὁμοίως πένθει κατείχετο, οὐδέ
τις ἦν ἀνθρώπων τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὃς
ἀδακρυτὶ τοιαύτην ἀγγελίαν ἐδέχετο: πάντες δ̓ ὥσπερ ἐκ μιᾶς φωνῆς, οἳ μὲν πατέρα χρηστόν, οἳ δ̓ ἀγαθὸν
βασιλέα, γενναῖον δὲ ἕτεροι στρατηγόν, οἳ δὲ σώφρονα
καὶ κόσμιον ἄρχοντα ἀνεκάλουν, καὶ οὐδεὶς
ἐψεύδετο.

ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἐν ὅσαις περὶ τὴν κηδείαν τοῦ πατρὸς τὸν υἱὸν ἀπησχόλουν, ἔδοξε
τοῖς φίλοις προαγαγεῖν τὸ μειράκιον ἐς τὸ στρατόπεδον,
ὡς ἂν διαλεχθείη τε τοῖς στρατιώταις, καὶ χρήματα
δωρησάμενος, ὡς ἔθος ἐστὶ τοῖς βασιλείαν διαδεχομένοις,
μεγαλόφρονι ἐπιδόσει οἰκειώσηται τὸ

στράτευμα. παρηγγέλθη τε δὴ πᾶσιν ἐλθεῖν ἐς τὸ
εἰωθὸς πεδίον αὐτοὺς ὑποδέχεσθαι. προελθὼν δὲ ὁ
Κόμμοδος τάς τε βασιλείους θυσίας ἐπετέλει, καὶ βήματος
αὐτῷ ἐς ὕψος ἀρθέντος ἐν μέσῳ τῷ στρατοπέδῳ
ἀνελθὼν ἐπ̓ αὐτό, καὶ περιστησάμενος τοὺς πατρῴους φίλους ʽπολλοὶ δὲ καὶ λόγιοι παρῆσαν αὐτᾦ,
ἔλεξε τοιάδε.

κοινὴν εἶναί μοι πρὸς ὑμᾶς τὴν ἐπὶ τοῖς καταλαβοῦσιν ἀλγηδόνα, καὶ μηδέν τι ἧττον ὑμᾶς ἐμοῦ
δυσφορεῖν, ἐμαυτὸν ἀκριβῶς πέπεικα. οὐδὲ γὰρ περιόντος
μοι τοῦ πατρὸς πλεονεκτεῖν ὑμῶν ἠξίουν.
ἐκεῖνος γὰρ πάντας ἡμᾶς ὡς ἕνα ἠγάπα. ἔχαιρε γοῦν
μᾶλλον συστρατιώτην με ἢ υἱὸν καλῶν: τὴν μὲν γὰρ
προσηγορίαν ἡγεῖτο φύσεως, τὴν δ̓ ἀρετῆς κοινωνίαν.
φέρων τέ με πολλάκις ἔτι νήπιον ὄντα ταῖς ὑμετέραις

ἐνεχείρισε πίστεσι. διόπερ καὶ ῥᾷστα πάσης εὐνοίας μεθέξειν πρὸς ὑμῶν ἤλπικα, τῶν μὲν πρεσβυτέρων
τροφεῖά μοι ταῦτα ὀφειλόντων, τοὺς δ̓ ἡλικιώτας
εἰκότως ἂν καὶ συμφοιτητὰς τῶν ἐν ὅπλοις
ἔργων ἀποκαλοίην: πάντας γὰρ ἡμᾶς ὡς ἕνα ὁ πατὴρ

ἐφίλει τε καὶ πᾶσαν ἀρετὴν ἐπαίδευεν. ἔδωκε δὲ μετ̓ ἐκεῖνον ἐμὲ βασιλέα ἡ τύχη, οὐκ ἐπείσακτον,
ὥσπερ οἱ πρὸ ἐμοῦ προσκτήτῳ σεμνυνόμενοι ἀρχῇ,
ἀλλὰ μόνος τε ὑμῖν ἐγὼ ἐν τοῖς βασιλείοις ἀπεκυήθην,
καὶ μὴ πειραθέντα με ἰδιωτικῶν σπαργάνων
ἅμα τῷ τῆς γαστρὸς προελθεῖν ἡ βασίλειος ἐδέξατο
πορφύρα, ὁμοῦ δέ με εἶδεν ἥλιος ἄνθρωπον καὶ βασιλέα.

εἰκότως ἂν οὖν ταῦτα λογιζόμενοι στέργοιτε οὐ δοθέντα ὑμῖν ἀλλὰ γεννηθέντα αὐτοκράτορα. ὁ
μὲν γὰρ πατὴρ ἐς οὐρανὸν ἀναπτὰς ὀπαδὸς ἤδη καὶ
σύνεδρός ἐστι θεῶν: ἡμῖν δὲ χρὴ μέλειν τῶν ἐν ἀνθρώποις
καὶ τὰ ἐπὶ γῆς διοικεῖν. κατορθοῦν δὲ αὐτὰ
καὶ βεβαιοῦν ὑμέτερον ἔργον, εἰ τά τε τοῦ πολέμου
λείψανα μετὰ πάσης ἀνδρείας ἀπαλείψαιτε καὶ τὴν

Ῥωμαίων ἀρχὴν μέχρις ὠκεανοῦ προαγάγοιτε. ὑμῖν τε γὰρ ταῦτα δόξαν οἴσει, καὶ τὴν τοῦ κοινοῦ πατρὸς
μνήμην χάρισιν ἀξίαις οὕτως ἀμείψεσθε, ὃν ἐπακούειν
τε τῶν λεγομένων καὶ τὰ πραττόμενα ἐφορᾶν ἡγεῖσθε.
εὐδαιμονοίημεν δ̓ ἂν τὰ δέοντα πράττοντες ὑπὸ
 
τοιούτῳ μάρτυρι. καὶ τὰ μὲν πρότερον ὑμῖν ἀνδρείως
κατορθωθέντα ἐς τὴν ἐκείνου σοφίαν τε καὶ στρατηγίαν
τὴν ἀναφορὰν ἔχει: ὅσα δ̓ ἂν σὺν ἐμοὶ βασιλεῖ
νέῳ προθύμως ἐπιδείξησθε, τούτων τὴν δόξαν πίστεώς

τε ἀγαθῆς καὶ ἀνδρείας ἀποίσεσθε. τό τε ἐν ἡμῖν νέον σεμνότητος πληρώσετε τῇ τῶν ὑμετέρων
ἔργων ἀνδραγαθίᾳ. τὸ βάρβαρον δὲ ἐν ἀρχῇ νέας ἡγεμονίας
κολασθὲν οὔτε ἐς τὸ παρὸν καταθαρσήσει τῆς
ἡλικίας καταφρονῆσαν, τά τε μέλλοντα φοβήσεται δέει
τῶν πεπειραμένων. τοσαῦτα ὁ Κόμμοδος εἰπών, καὶ μεγαλόφροσι
δωρεαῖς χρημάτων οἰκειωσάμενος τὸ στρατιωτικόν, ἐς
τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.

ὀλίγου μὲν οὖν τινὸς χρόνου πάντα ἐπράττετο
τῇ γνώμῃ τῶν πατρῴων φίλων, οἳ πανημέριοι συνῆσαν αὐτῷ τὰ βέλτιστα συμβουλεύοντες, καὶ τοσοῦτον
ἐνδιδόντες χρόνον ὅσον ἐνόμιζον αὐτάρκη πρὸς σώφρονα
τοῦ σώματος ἐπιμέλειαν. παρεισδύντες δέ τινες
τῶν ἐπὶ τῆς αὐλῆς οἰκετῶν διαφθείρειν ἐπειρῶντο
νέον ἦθος βασιλέως, ὅσοι τε κόλακες τραπέζης, καὶ τὸ εὔδαιμον γαστρὶ καὶ τοῖς αἰσχίστοις μετροῦσιν,
ὑπομιμνήσκοντες αὐτὸν τῆς ἐν Ῥώμῃ τρυφῆς, θεάματά
τε καὶ ἀκούσματα τερπνὰ διηγούμενοι, τήν τε
τῶν ἐπιτηδείων δαψίλειαν καταριθμοῦντες, διαβάλλοντές
τε πᾶσαν τὴν ἐπὶ ταῖς ὄχθαις τοῦ Ἴστρου ὥραν, μήτε ὀπώρας εὔφορον κρυεράν τε ἀεὶ καὶ συννεφῆ.

οὐ παύσῃ δὲ ἔλεγον, ὦ δέσποτα, πηγνύμενόν τε
καὶ ὀρυττόμενον πίνων ὕδωρ; ἄλλοι δὲ ἀπολαύσουσι
πηγῶν τε θερμῶν καὶ ψυχροῦ νάματος ἀτμίδων τε
καὶ ἀέρων ὧν Ἰταλία μόνη εὔφορος; τοιαῦτα δή τινα τῷ μειρακίῳ ὑποτυπούμενοι ἤγειρον αὐτοῦ τὰς

ὀρέξεις ἐς τὴν ἡδονῶν ἐπιθυμίαν. αἰφνιδίως δὲ καλέσας
 
τοὺς φίλους ποθεῖν ἔλεγε τὴν πατρίδα: ὁμολογεῖν
δὲ τὰς αἰτίας τῆς αἰφνιδίου ὁρμῆς αἰδούμενος,
δεδιέναι προσεποιεῖτο μή τις ἐκεῖσε προκαταλάβοι τὴν
βασίλειον ἑστίαν τῶν εὐπατριδῶν πλουσίων, εἶθ̓
ὥσπερ ἐξ ὀχυρᾶς ἀκροπόλεως δύναμιν καὶ περιβολὴν
συγκροτήσας ἐπιθῆται τῇ ἀρχῇ: αὐτάρκης δὲ ὁ δῆμος
χορηγῆσαι πλῆθος ἐπιλέκτων νεανιῶν.

τοιαῦτά τινα προφασιζομένου τοῦ μειρακίου οἱ μὲν ἄλλοι συνεστάλησάν τε τὴν ψυχήν, καὶ σκυθρωπαῖς
ταῖς ὄψεσιν ἐς γῆν ἔνευσαν: Πομπηιανὸς δέ, ὃς
πρεσβύτατός τε ἦν ἁπάντων καὶ κατ̓ ἐπιγαμίαν προσήκων
αὐτῷ ʽσυνῴκει γὰρ τῇ πρεσβυτάτῃ τῶν ἀδελφῶν
τοῦ Κομμόδοὐ ποθεῖν μέν σε ἔφη, τέκνον
καὶ δέσποτα, τὴν πατρίδα εἰκός: καὶ γὰρ αὐτοὶ τῶν

οἴκοι ὁμοίᾳ ἐπιθυμίᾳ ἑαλώκαμεν. ἀλλὰ τὰ ἐνταῦθα προυργιαίτερα ὄντα καὶ μᾶλλον ἐπείγοντα ἐπέχει τὴν
ἐπιθυμίαν. τῶν μὲν γὰρ ἐκεῖσε καὶ ὕστερον ἐπὶ πλεῖστον
αἰῶνα ἀπολαύσεις, ἐκεῖ τε ἡ Ῥώμη ὅπου ποτ̓
ἂν ὁ βασιλεὺς ᾖ: τὸν δὲ πόλεμον ἀτελῆ καταλιπεῖν
μετὰ τοῦ ἀπρεποῦς καὶ ἐπισφαλές: θάρσος γὰρ ἐμβαλοῦμεν
τοῖς βαρβάροις, οὐκ ἐπανόδου πόθον ἀλλὰ

φυγὴν καὶ δέος ἡμῶν καταγνοῦσι. καλὸν δέ σοι χειρωσαμένῳ πάντας αὐτούς, καὶ τὴν ὑπὸ τῇ ἄρκτῳ ἀρχὴν
ὠκεανῷ ὁρίσαντα, ἐπανελθεῖν οἴκαδε θριαμβεύοντί
τε καὶ δεσμίους ἀπάγοντι καὶ αἰχμαλώτους βασιλεῖς
τε καὶ σατράπας βαρβάρους: τούτοις γὰρ καὶ οἱ
πρὸ σοῦ Ῥωμαῖοι μεγάλοι τε καὶ ἔνδοξοι γεγόνασι.
δεδιέναι δέ σε οὐ χρὴ μή τις ἐκεῖ τοῖς πράγμασιν ἐπιθῆται.
οἵ τε γὰρ ἄριστοι τῆς βουλῆς ἐνταῦθα σὺν σοί:
ἥ τε στρατιωτικὴ δύναμις παροῦσα πᾶσα τῆς σῆς ἀρχῆς
προασπίζει: ταμιεῖά τε χρημάτων βασιλικῶν ἐνταῦθα
 
πάντα: ἥ τε τοῦ πατρὸς μνήμη αἰώνιόν σοι
πίστιν καὶ εὔνοιαν παρὰ τῶν ἀρχομένων ἐβεβαίωσεν.

τοιαῦτά τινα ἐς προτροπὴν καὶ τὴν πρὸς τὰ
κρείττονα ὁρμὴν ὁ Πομπηιανὸς εἰπὼν διέτρεψε πρὸς
ὀλίγον τὸ μειράκιον: αἰδεσθεὶς γὰρ ὁ Κόμμοδος τὰ λεχθέντα, οὐδέν τε οἷός2τε ὢν εὐλόγως ἀποκρίνασθαι,
τοὺς φίλους ἀπεπέμψατο, φήσας ἀκριβέστερον καθ̓

αὑτὸν ἐπισκέψεσθαι τὸ πρακτέον. ἐγκειμένων δὲ τῶν
περὶ αὐτὸν θεραπόντων οὐκέτι μὲν τοῖς φίλοις οὐδὲν
ἐκοινώσατο, ἐκπέμψας δὲ γράμματα, καὶ διανείμας οἷς ἐδοκίμασε τῆς ὄχθης τοῦ Ἴστρου τὴν πρόνοιαν,
προστάξας τε αὐτοῖς ἀνέχειν τὰς τῶν βαρβάρων ἐπιδρομάς,
ἐπαγγέλλει τὴν ἔξοδον. οἳ μὲν οὖν διῴκουν
τὰ ἐγκεχειρισμένα: οἳ καὶ οὐ πολλῷ χρόνῳ πλείστους
τῶν βαρβάρων ὅπλοις ἐχειρώσαντο, τοὺς δὲ ἐπὶ μεγάλαις συντάξεσιν ἐς φιλίαν ἐπηγάγοντο, ῥᾷστα πείσαντες.

φύσει γὰρ τὸ βάρβαρον φιλοχρήματον, καὶ κινδύνων
καταφρονήσαντες ἢ δἰ ἐπιδρομῆς καὶ ἐφόδου
τὸ χρειῶδες πρὸς τὸν βίον πορίζονται, ἢ μεγάλων μισθῶν
τὴν εἰρήνην ἀντικαταλλάσσονται. ἅπερ ὁ Κόμμοδος εἰδώς, καὶ τὸ ἀμέριμνον ὠνούμενος, ἀφειδῶς
τε ἔχων χρημάτων, πάντα ἐδίδου τὰ αἰτούμενα.

τῆς δὲ ἐξόδου διαγγελθείσης κίνησις δὴ μεγίστη
καταλαμβάνει τὸ στρατόπεδον, καὶ πάντες αὐτῷ συναπελθεῖν
ἤθελον, ὡς ἀπαλλαγεῖεν μὲν τῆς ἐν τῇ πολεμίᾳ διατριβῆς, ἀπολαύσειαν δὲ τῆς ἐν Ῥώμῃ τρυφῆς.
ἐπειδὴ δὲ διεφοίτησεν ἡ φήμη ἄγγελοί τε ἧκον
κηρύττοντες τὴν τοῦ βασιλέως ἄφιξιν, ὑπερήσθη τε
ὁ Ῥωμαίων δῆμος καὶ χρηστὰς εἶχεν ἐλπίδας νέου
αὐτοκράτορος ἐπιδημίᾳ, πατρῴζειν τὸ μειράκιον ἡγούμενοι.

ἀνύσας δὲ τὴν ὁδοιπορίαν ὁ Κόμμοδος μετὰ
νεανικῆς σπουδῆς, καὶ διαδραμὼν τὰς ἐν μέσῳ πόλεις,
 
ὑποδεχθείς τε πανταχοῦ βασιλικῶς καὶ δήμοις ἑορτάζουσιν
ἐπιφανείς, ἀσπαστός τε καὶ ποθεινὸς πᾶσιν

ὤφθη. ὡς δὲ πλησίον ἐγένετο τῆς Ῥώμης, πᾶσά τε ἡ σύγκλητος βουλὴ καὶ πανδημεὶ ὅσοι τὴν Ῥώμην κατῴκουν
ἄνθρωποι, μὴ κατασχόντες αὑτῶν ἀλλ̓ ἕκαστος
φθάσαι θέλων, δαφνηφόροι τε καὶ πάντα ἐπιφερόμενοι
ἄνθη τότε ἀκμάζοντα, ὡς ἕκαστος οἷός2τε
ἦν, πόρρω τῆς πόλεως ὑπήντων, θεασόμενοι τὸν νέον

καὶ εὐγενῆ βασιλέα. ἐπόθουν γὰρ αὐτὸν ἀληθεῖ ψυχῆς διαθέσει ἅτε παῤ αὐτοῖς γεννηθέντα τε καὶ
τραφέντα καὶ ἄνωθεν ἐκ τριγονίας βασιλέα τε καὶ
εὐπατρίδην ὄντα Ῥωμαίων. τὸ μὲν γὰρ πρὸς πατρὸς
αὐτῷ γένος ἐκ τῶν τῆς συγκλήτου βουλῆς ἐπισήμων
ἦν: Φαυστῖνα δὲ ἡ μήτηρ βασίλισσα γεγένητο θυγάτηρ
τε οὖσα Ἀντωνίνου τοῦ εὐσεβοῦς ἐπικληθέντος,
καὶ Ἀδριανοῦ ἔγγονος κατὰ θηλυγονίαν, ἀνήνεγκε δὲ
τὸ γένος αὕτη ἐπὶ Τραϊανὸν πρόπαππον.

γένους μὲν οὖν ὁ Κόμμοδος οὕτως εἶχε, πρὸς δὲ τῇ τῆς ἡλικίας ἀκμῇ καὶ τὴν ὄψιν ἦν ἀξιοθέατος σώματός
τε συμμετρίᾳ καὶ κάλλει προσώπου μετ̓ ἀνδρείας.
ὀφθαλμῶν τε γὰρ ἄρθμιαι καὶ πυρώδεις βολαί,
κόμη τε φύσει ξανθὴ καὶ οὔλη, ὡς, εἴ ποτε φοιτῴη
δἰ ἡλίου, τοσοῦτον ἐκλάμπειν αὐτῷ πυροειδές
τι ὡς τοὺς μὲν οἴεσθαι ῥίνημα χρυσοῦ προϊόντι ἐπιπάσσεσθαι,
τοὺς δὲ ἐκθειάζειν, λέγοντας αἴγλην τινὰ
οὐράνιον περὶ τὴν κεφαλὴν συγγεγενῆσθαι. αὐτῷ:
ἴουλοί τε αὐτοῦ κατιόντες ταῖς παρειαῖς ἐπήνθουν.
τοιοῦτον δὴ θεασάμενοι τὸν βασιλέα οἱ Ῥωμαῖοι εὐφημίαις
τε παντοδαπαῖς καὶ στεφάνων καὶ ἀνθέων

βολαῖς ὑπεδέχοντο. ὡς δ̓ ἐς τὴν Ῥώμην εἰσήλασεν, ἔς τε τοῦ Διὸς τὸ τέμενος καὶ τοὺς ἄλλους νεὼς ἀνελθὼν
εὐθύς, τῇ συγκλήτῳ καὶ τοῖς ἐν Ῥώμῃ καταλειφθεῖσι
 
στρατιώταις χαριστήρια ὁμολογήσας τῆς φυλαχθείσης
 πίστεως, ἐς τὴν βασίλειον αὐλὴν ἀνεχώρησεν.

χρόνου μὲν οὖν τινὸς ὀλίγων ἐτῶν τιμὴν πᾶσαν
ἀπένεμε τοῖς πατρῴοις φίλοις, πάντα τε ἔπραττεν ἐκείνοις συμβούλοις χρώμενος: ἐπεὶ δὲ τὴν πρόνοιαν
ἐνεχείρισε τῆς ἀρχῆς ἑαυτῷ, ἐπιστήσας τοῖς στρατοπέδοις
Περέννιον, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην,
στρατιωτικὸν δ̓ εἶναι δοκοῦντα ʽδιὸ καὶ μάλιστα αὐτὸν
ἔπαρχον ἐποίησε τῶν στρατοπέδων̓, τῇ τοῦ μειρακίου ἀποχρώμενος ἡλικίᾳ ἐκεῖνος εἴασεν αὐτὸν τρυφαῖς
σχολάζοντα καὶ κραιπάλαις, τῆς τε φροντίδος καὶ

τῶν βασιλείων καμάτων ἀπῆγεν αὐτόν, πᾶσαν δὲ τὴν
διοίκησιν τῆς ἀρχῆς αὐτὸς ἀνεδέξατο πλούτου τε ἀκρατήτῳ
ἐπιθυμίᾳ καὶ τῶν μὲν προσκτωμένων ἀεὶ καταφρονήσει, τῶν δ̓ οὔπω παρόντων ἀπλήστῳ ἀντιποιήσει.
τούς τε πατρῴους φίλους πρῶτος διαβάλλειν
ἤρξατο, καὶ ὅσοι πλούσιοί τε ἦσαν καὶ εὐγενεῖς, τούτους
ἐς ὑποψίαν ἄγων τὸ μειράκιον ἐφόβει, ὡς ἂν
αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὐτῷ παράσχοι καὶ ἐξουσίαν ἁρπάζειν τὰ ἐκείνων κτήματα.

μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νεανίσκον ἥ τε
τοῦ πατρὸς μνήμη καὶ ἡ πρὸς τοὺς φίλους αἰδώς.
ἀλλὰ γάρ, ὥσπερ τινὸς πονηρᾶς καὶ βασκάνου τύχης
ἀνατρεπούσης αὐτοῦ τὸ ἔτι σῶφρον καὶ κόσμιον, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομμόδῳ πρεσβυτάτη
πάντων ἀδελφή. αὕτη πρότερον Λουκίῳ ʽ??ʼήρῳ
αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας
Μάρκος ποιησάμενος, ἐκδούς τε αὐτῷ τὴν θυγατέρα,
δεσμὸν εὐνοίας ἐχυρώτατον τὴν πρὸς αὐτὸν ἐπιγαμίαν ἐποιήσατο. ἀλλ̓ ἐπεὶ συνέβη τὸν Λούκιον τελευτῆσαι,
μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων

Πομπηιανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν. οὐδὲν ἧττον μέντοι καὶ ὁ Κόμμοδος ἐφύλαττε τὰς τιμὰς τῇ
ἀδελφῇ: καὶ γὰρ ἐπὶ τοῦ βασιλείου θρόνου καθῆστο
ἐν τοῖς θεάτροις, καὶ τὸ πῦρ προεπόμπευεν αὐτῆς.
ἐπεὶ δὲ ὁ Κόμμοδος γυναῖκα ἠγάγετο, Κρισπῖναν
ὄνομα, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι
τῇ τοῦ βασιλεύοντος γυναικί, δυσφόρως τοῦτο
φέρουσα ἡ Λουκίλλα, καὶ τὴν ἐκείνης τιμὴν ἑαυτῆς
ὕβριν νομίζουσα, τὸν μὲν ἑαυτῆς ἄνδρα Πομπηιανὸν
εἰδυῖα ἀγαπῶντα τὸν Κόμμοδον, οὐδὲν αὐτῷ περὶ
ἐπιθέσεως τῆς ἀρχῆς ἀνακοινοῦται, Κοδράτου δέ, νεανίσκου
εὐγενοῦς τινὸς καὶ πλουσίου, ἐφ̓ οὗ καὶ λανθανούσῃ
συνουσίᾳ διεβάλλετο, πεῖραν τῆς γνώμης
λαμβάνουσα, περί τε τῆς προεδρίας συνεχῶς ἀπωδύρετο,
καὶ κατ̓ ὀλίγον ἀνέπεισε τὸν νεανίσκον ὀλέθρια
βουλεύσασθαι ἑαυτῷ τε καὶ πάσῃ τῇ συγκλήτῳ.

συνωμότας γὰρ ἐκεῖνος τῆς ἐπιβουλῆς λαβών τινας τῶν ἐξεχόντων, ἀναπείθει νεανίσκον τινά, καὶ αὐτὸν
ὄντα τῆς βουλῆς, Κυιντιανὸν ὄνομα, προπετῆ δὲ καὶ
θρασύν, λαβόντα ἐγχειρίδιον ὑπὸ κόλπου, καιρὸν φυλάξαντα
καὶ τόπον ἐπιτήδειον ἐπιπεσεῖν τε τῷ Κομμόδῳ
καὶ φονεῦσαι, τὰ λοιπὰ φήσας αὐτὸς κατορθώσεσθαι

χρημάτων ἐπιδόσει. ὃ δ̓ ὑποστὰς ἐν τῇ τοῦ ἀμφιθεάτρου εἰσόδῳ ʽζοφώδης δὲ αὕτη, διὸ καὶ λήσεσθαι
ἤλπισἐ, γυμνώσας τὸ ξιφίδιον, ἐπελθών τε
αἰφνιδίως τῷ Κομμόδῳ, καὶ μεγάλῃ φωνῇ προειπὼν
ὑπὸ τῆς συγκλήτου αὐτῷ ἐπιπεπέμφθαι, τρῶσαι μὴ
φθάσας, ἀλλ̓ ἐν ᾧ περὶ τὴν τῶν ῥημάτων προφορὰν
ἠσχολεῖτο καὶ τὴν δεῖξιν τοῦ ξίφους, συλληφθεὶς ὑπὸ
τῶν σωματοφυλάκων τοῦ βασιλέως, δίκην ἀνοίας
ὑπέσχεν, ὃς προεῖπε τὸ βεβουλευμένον μᾶλλον ἢ
 
ἔδρασε, παρέσχε τε αὑτῷ μὲν προγνωσθέντι ἁλῶναι,
ἐκείνῳ δὲ προμαθόντι φυλάξασθαι.

αὕτη μὲν δὴ πρώτη καὶ μεγίστη αἰτία τῷ μειρακίῳ
μίσους ἐγένετο πρὸς τὴν σύγκλητον βουλήν,
ἔτρωσέ τε αὐτοῦ τὴν ψυχὴν τὰ λεχθέντα, καὶ κοινοὺς ἐχθροὺς πάντας ἡγεῖτο, μεμνημένος ἀεὶ τῆς τοῦ ἐπιδραμόντος

φωνῆς. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασίς
τε καὶ ὑπόθεσις αὐτάρκης: ἐκκόπτειν γὰρ ἀεὶ
καὶ κολούειν αὐτῷ συνεβούλευε τοὺς ὑπερέχοντας,
ὧν ἁρπάζων τὰς οὐσίας ῥᾷστα πλουσιώτατος ἐγένετο τῶν καθ̓ αὑτὸν ἀνθρώπων. γενομένης δ̓ ἐξετάσεως
διὰ τοῦ Περεννίου ἀκριβεστέρας, τήν τε ἀδελφὴν ὁ
Κόμμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε
ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ἐφ̓ οἱαισδήποτε διαβληθέντας
ὑποψίαις.

ὁ δὲ Περέννιος ἀποσκευασάμενος πάντας οὓς
καὶ ὁ Κόμμοδος ᾐδεῖτο καὶ ὅσοι πατρῴαν αὐτῷ εὔνοιαν
ἐπεδείκνυντο τῆς τε ἐκείνου σωτηρίας προμήθειαν
εἶχον, ποιησάμενός τε αὑτὸν ἐπ̓ ἐξουσίαν, ἐπεβούλευε
τῇ ἀρχῇ, καὶ τοῖς τε υἱοῖς ἑαυτοῦ νεανίαις οὖσιν ἐγχειρίσαι πείθει τὸν Κόμμοδον τὴν πρόνοιαν τῶν Ἰλλυρικῶν
στρατευμάτων, αὐτός τε πλεῖστα χρήματα
ἤθροιζεν ἐς τὸ ἐπιδόσεσι λαμπραῖς ἀποστῆσαι τὸ στρατιωτικόν.
οἱ δὲ παῖδες αὐτοῦ λανθάνοντες συνεκρότουν
δύναμιν, ὡς ἂν τοῦ Περεννίου κατεργασαμένου

τὸν Κόμμοδον ἐπιθεῖντο τῇ ἀρχῇ. ἐγνώσθη δ̓ ἡ
ἐπιβουλὴ παραδόξῳ τρόπῳ. ἱερὸν ἀγῶνα τελοῦσι Ῥωμαῖοι
Διὶ Καπετωλίῳ, θεάματά τε σοφίας καὶ ἰσχύος
πάντα ἀθροίζεται ὡς ἐς βασιλίδα πόλιν πανηγυρίζουσαν.
θεατὴς δὲ καὶ ἀθλοθέτης σὺν τοῖς λοιποῖς ἱερεῦσιν,

οὓς ἐκ περιόδων χρόνου ἡ τάξις καλεῖ, ὁ βασιλεὺς
γίνεται. κατελθόντος δὴ τοῦ Κομμόδου ἐπὶ τὴν ἀκρόασιν
 
τῶν ἐνδόξων ἀγωνιστῶν, καὶ αὐτοῦ μὲν προκαθίσαντος
ἐν τῇ βασιλείῳ ἕδρᾳ, πληρωθέντος δὲ τοῦ
θεάτρου μετὰ πάσης εὐκοσμίας, τῶν τε ἐν ἀξιώσεσιν
ἐν ἐξαιρέτοις ἕδραις καὶ ὡς ἑκάστοις διετέτακτο ἱδρυμένων,
πρίν τι λέγεσθαι ἢ πράττεσθαι ἐπὶ τῆς σκηνῆς
ἀνὴρ φιλοσόφου φέρων σχῆμα ʽβάκτρον γὰρ ἦν
αὐτῷ μετὰ χεῖρας, ἡμιγύμνῳ τε αὐτῷ ἐκκρεμὴς πήρἀ
εἰσδραμών, καὶ στὰς ἐν μέσῃ τῇ σκηνῇ, τῷ τε τῆς χειρὸς

νεύματι τὸν δῆμον κατασιγάσας, οὐ πανηγυρίζειν σοι καιρός ἔφη Κόμμοδε νῦν, οὐδὲ θέαις καὶ
ἑορταῖς σχολάζειν: ἐπίκειται γάρ σου τοῖς αὐχέσι τὸ
τοῦ Περεννίου ξίφος, καὶ εἰ μὴ φυλάξῃ κίνδυνον οὐκ
ἐπαιωρούμενον ἀλλ̓ ἤδη παρόντα, λήσεις ἀπολόμενος.
αὐτός τε γὰρ ἐνταῦθα δύναμιν ἐπὶ σοὶ καὶ χρήματα
ἀθροίζει οἵ τε παῖδες αὐτῷ τὴν Ἰλλυρικὴν στρατιὰν
ἀναπείθουσιν. εἰ δὲ μὴ φθάσεις, διαφθείρῃ.

ταῦτα εἰπόντος αὐτοῦ, εἴτε ὑπό τινος δαιμονίου τύχης ἐπειχθέντος, εἴτε καὶ τολμήσαντος ἵνα δόξαν ἄρηται
πρότερον ἄγνωστος καὶ ἄσημος ὤν, εἴτε ἐλπίσαντος
ἀμοιβῆς μεγαλοδώρου τεύξεσθαι παρὰ τοῦ βασιλέως,
ἀφασία τὸν Κόμμοδον καταλαμβάνει. καὶ πάντες
ὑπώπτευον μὲν τὰ λεχθέντα, πιστεύειν δὲ οὐ προσεποιοῦντο.
κελεύει δὲ αὐτὸν συλληφθῆναι ὁ Περέννιος,
οἷά τε μεμηνότα καὶ ψευδῆ λέγοντα πυρὶ παραδοθῆναι.
ὃ μὲν δὴ ἀκαίρου παρρησίας τοιαύτην ὑπέσχε

δίκην: οἱ μέντοι περὶ τὸν Κόμμοδον, ὅσοι τε εὐνοεῖν προσεποιοῦντο, καὶ πάλαι μὲν ἀπεχθῶς πρὸς
τὸν Περέννιον διακείμενοι ʽβαρὺς γὰρ καὶ ἀφόρητος
ἦν ὑπεροψίᾳ καὶ ὕβρεἰ τότε καιρὸν εὔκαιρον ἔχοντες
διαβάλλειν ἐπειρῶντο. ἐχρῆν τε ἄρα τὸν Κόμμοδον
τὴν ἐπιβουλὴν ἐκφυγεῖν καὶ τὸν Περέννιον σὺν τοῖς

παισὶ διολέσθαι κακῶς. ἦλθον γὰρ μετ̓ οὐ πολὺ 
στρατιῶταί τινες λαθόντες τὸν τοῦ Περεννίου παῖδα,
καὶ νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου
εἰκόνα: λαθόντες δὲ καίτοι ἔπαρχον ὄντα τὸν Περέννιον,
καὶ δείξαντες τῷ Κομμόδῳ τὰ νομίσματα, διδάξαντές
τε τῆς ἐπιβουλῆς τὰ λανθάνοντα, αὐτοὶ μὲν

ἔτυχον μεγάλων δωρεῶν, ἀγνοοῦντος δὲ ταῦτα τοῦ
Περεννίου μηδέν τε τοιοῦτον προσδεχομένου, νύκτωρ
ὁ Κόμμοδος πέμψας ἀποτέμνει τὴν κεφαλήν: καὶ
τὴν ταχίστην, ὅπως τὴν τῶν πραττομένων γνῶσιν
φθάσωσιν, ἐκπέμπει τοὺς πορευσομένους φήμης ὀξυτέρῳ δρόμῳ ἐπιστῆναί τε δυνησομένους τῷ παιδὶ τοῦ
Περεννίου τὰ ἐπὶ τῆς Ῥώμης ἀγνοοῦντι, γράμματά τε
φιλικὰ ποιήσας καὶ μείζοσι φήσας καλεῖν ἐλπίσιν αὐτὸν

ἥκειν κελεύει. ὃ δὲ μήτε τι τῆς παρασκευῆς πω
καὶ τῶν βεβουλευμένων μήτε τι τῶν κατὰ τὸν πατέρα εἰδώς, τῶν τε ἀγγέλων εἰπόντων ταῦτα καὶ τὸν πατέρα
ἐντετάλθαι ῥήμασι, μηδὲν δὲ ἐπεσταλκέναι τοῖς
βασιλείοις ἀρκούμενον γράμμασι, πιστεύσας ὁ νεανίας,
ἀσχάλλων μὲν καὶ δυσφορῶν ὅτι δὴ ἀτελῆ κατέλιπε
τὰ βεβουλευμένα, ὅμως δὲ θαρρῶν τῇ τοῦ πατρὸς

ὡς ἔτι συνεστώσῃ δυνάμει, ποιεῖται τὴν ἔξοδον. γενόμενον
δὲ αὐτὸν κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο,
διεχρήσαντο. τοιοῦτον μὲν δὴ τέλος ἐκείνους
κατέλαβεν: ὁ δὲ Κόμμοδος δύο τοὺς ἐπάρχους καταστήσας
ἀσφαλέστερον ᾠήθη μὴ ἑνὶ πιστεύειν τοσαύτην ἐξουσίαν, μερισθεῖσαν δὲ αὐτὴν ἀσθενεστέραν
ἔσεσθαι ἤλπισε πρὸς τὴν βασιλείας ἐπιθυμίαν.

χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ἑτέρα τις
ἐπιβουλὴ τοιαύτη κατ̓ αὐτοῦ συνεσκευάσθη. Μάτερνος
 ἦν τις, στρατιώτης μὲν πρότερον, πολλὰ δὲ καὶ δεινὰ τολμήσας, τήν τε τάξιν λιπὼν καὶ πείσας ἑτέρους
ἀπὸ τῶν αὐτῶν ἔργων συναποδρᾶναι, χεῖρα πολλὴν
 
κακούργων ἐν ὀλίγῳ ἀθροίσας χρόνῳ, τὰ μὲν
πρῶτα κώμαις τε καὶ ἀγροῖς ἐπιτρέχων ἐλῄστευεν,
ἐπεὶ δὲ πολλῶν χρημάτων ἐγκρατὴς ἐγένετο, μεῖζόν
τι πλῆθος ἤθροισε κακούργων μεγάλαις τε δωρεῶν
ὑποσχέσεσι καὶ τῶν ἁλισκομένων κοινωνίᾳ, ὡς μηκέτι

λῃστῶν ἀλλὰ καὶ πολεμίων ἔχειν ἀξίωμα. πόλεσι γὰρ ἤδη μεγίσταις ἐπετίθεντο, καὶ τὰ ἐν αὐταῖς δεσμωτήρια
βίᾳ ῥηγνύντες, τοὺς ἐφ̓ οἱαισδὴ καθειρχθέντας
αἰτίαις δεσμῶν ἐλευθέρους ἀφιέντες ἄδειάν τε
ὑπισχνούμενοι, εὐεργεσίαις ἐς τὴν συμμαχίαν προσήγοντο:
πᾶσάν τε κατατρέχοντες τὴν Κελτῶν καὶ
Ἰβήρων χώραν, πόλεσί τε ταῖς μεγίσταις ἐπιόντες,
καὶ μέρη μὲν ἐμπιπράντες, τὰ δὲ λοιπὰ ἁρπαγὴν

ποιούμενοι, ἀνεχώρουν. ὡς δὲ ταῦτα ἐδηλώθη τῷ Κομμόδῳ, μετὰ πάσης ὀργῆς τε καὶ ἀπειλῆς ἐπιστέλλει
τοῖς τῶν ἐθνῶν ἡγουμένοις, ῥᾳθυμίαν ἐγκαλῶν,
καὶ κελεύει στρατὸν ἐπ̓ αὐτοὺς ἀθροισθῆναι. μαθόντες
δὲ ἐκεῖνοι δύναμιν ἀγειρομένην ἐπ̓ αὐτούς, τῶν
μὲν χωρίων ἃ ἐπόρθουν ἀπέστησαν, λαθόντες δὲ διὰ
ταχείας καὶ ἀβάτου ὁδοιπορίας κατ̓ ὀλίγους ἐς τὴν
Ἰταλίαν παρεδύοντο: καὶ περὶ βασιλείας ἤδη καὶ μειζόνων

πραγμάτων ὁ Μάτερνος ἐβουλεύετο. ἐπεὶ γὰρ αὐτῷ τὰ προπεπραγμένα πάσης ἐλπίδος μεῖζον ἦν
προχωρήσαντα, ᾠήθη δεῖν μέγα τι δράσας κατορθῶσαι,
ἢ ἐπείπερ ἅπαξ ἐν κινδύνῳ καθειστήκει, μὴ ἀσήμως
μηδ̓ ἀδόξως τελευτῆσαι. ἐπεὶ δὲ αὑτῷ μὴ τοσαύτην
ὑπάρχειν δύναμιν ἡγεῖτο ὡς ἐξ ἀντιστάσεως ἰσορρόπου
καὶ φανερᾶς ἐφόδου συστῆναι πρὸς τὸν Κόμμοδον
ʽτό τε γὰρ πλῆθος τοῦ Ῥωμαίων δήμου ἐλογίζετο
εὔνουν ἔτι τῷ Κομμόδῳ ὑπάρχον, τήν τε τῶν
περὶ αὐτὸν δορυφόρων εὔνοιαν̓, τέχνῃ καὶ σοφίᾳ

ἤλπισε περιέσεσθαι. καὶ μηχανᾶται τοιόνδε τι. ἦρος 
ἀρχῇ ἑκάστου ἔτους, ὡρισμένης ἡμέρας, μητρὶ θεῶν
πομπὴν τελοῦσι Ῥωμαῖοι: καὶ πάντα ὅσα παῤ ἑκάστοις
πλούτου σύμβολα κειμήλιά τε βασιλέων ὕλης τε
ἢ τέχνης θαύματα, τῆς θεοῦ προπομπεύει. ἄνετός τε
πᾶσι δέδοται ἐξουσία παντοδαπῆς παιδιᾶς, ἕκαστός τε ὃ βούλεται σχῆμα ὑποκρίνεται: οὐδ̓ ἔστιν οὕτω
μέγα ἢ ἐξαίρετον ἀξίωμα, ὃ μὴ παντὶ τῷ βουλομένῳ
ἀμφιεσθέντι ὑπάρχει παῖξαί τε καὶ κρύψαι τὴν ἀλήθειαν,
ὡς μὴ ῥᾳδίως διαγνῶναι τόν τε ὄντα καὶ τὸν

μιμούμενον. ἔδοξε δὴ τῷ Ματέρνῳ καιρὸς ἐπιτήδειος εἶναι ἐς τὸ τὴν ἐπιβουλὴν λαθεῖν: ἤλπισε γὰρ
αὐτός τε ἀναλαβὼν τὸ τῶν δορυφόρων σχῆμα καὶ τοὺς
σὺν αὑτῷ ὁπλίσας ὁμοίως, ἀναμίξας τε τῷ πλήθει τῶν
αἰχμοφόρων καὶ τῆς πομπῆς νομισθεὶς μέρος, μηδενός
τε προφυλαττομένου αἰφνιδίως ἐπιπεσὼν τὸν

Κόμμοδον διαχρήσασθαι. ἀλλὰ προδοσίας γενομένης,
καὶ τινῶν τῶν σὺν αὐτῷ προκατελθόντων ἐς τὴν
πόλιν καὶ τὴν ἐπιβουλὴν κατειπόντων ʽφθόνος γὰρ
αὐτοὺς ἐς τοῦτο παρώξυνεν, εἰ δὴ ἔμελλον ἀντὶ λῃστοῦ
δεσπότην ἕξειν καὶ βασιλέἀ, πρὶν ἐλθεῖν τὴν ἑορτὴν αὐτός τε ὁ Μάτερνος συλληφθεὶς τὴν κεφαλὴν
ἀπετμήθη καὶ οἱ συνωμόται ἀξίας ὑπέσχον δίκας.
ὁ δὲ Κόμμοδος θύσας τε τῇ θεῷ καὶ χαριστήρια: ὁμολογήσας
τὴν ἑορτὴν ἐπετέλει, παρέπεμπέ τε τὴν θεὸν
χαίρων. καὶ σωτήρια τοῦ βασιλέως ὁ δῆμος μετὰ τῆς ἑορτῆς ἐπανηγύριζεν.

θρησκεύουσι δὲ μάλιστα τὴν θεὸν τήνδε Ῥωμαῖοι
ἐξ αἰτίας τοιαύτης, ὡς ἱστορίᾳ παρειλήφαμεν,
ἧς ἐπιμνησθῆναι ἔδοξε διὰ τὴν παῤ Ἑλλήνων τισὶν
ἀγνωσίαν. αὐτὸ μὲν τὸ ἄγαλμα διιπετὲς εἶναι λέγουσιν, οὔτε δὲ τὴν ὕλην οὔτε τεχνιτῶν ὅστις ἐποίησεν
ἐγνωσμένον, οὐδὲ ψαυστὸν χειρὸς ἀνθρωπίνης. τοῦτο
 
δὲ πάλαι μὲν ἐξ οὐρανοῦ κατενεχθῆναι λόγος ἔς τινα
τῆς Φρυγίας χῶρον ʽΠεσσινοῦς δὲ ὄνομα αὐτῷ, τὴν
δὲ προσηγορίαν λαβεῖν τὸν τόπον ἐκ τοῦ πεσόντος
ἀγάλματος ἐξ οὐρανοὖ καὶ πρῶτον ἐκεῖσε ὀφθῆναι.

ὡς δὲ παῤ ἑτέροις εὕρομεν, Ἴλῳ τῷ Φρυγὶ καὶ Ταντάλῳ τῷ Λυδῷ πόλεμον ἐκεῖ γενέσθαι λέγουσιν, οἳ
μὲν περὶ ὅρων, οἳ δὲ περὶ τῆς Γανυμήδους ἁρπαγῆς:
ἰσορρόπου δὲ ἐπὶ πολὺ τῆς μάχης γενομένης ἑκατέρωθεν
πεσεῖν ἱκανούς, καὶ τὴν συμφορὰν ὄνομα δοῦναι
τῷ χωρίῳ. ἔνθα καὶ τὸν Γανυμήδην ἁρπασθέντα
ἀφανῆ γενέσθαι λόγος, ἀνθελκόντων αὐτὸν τοῦ ἀδελφοῦ
καὶ τοῦ ἐραστοῦ: ἀφανοῦς δὲ γενομένου τοῦ σώματος
ἐκθειασθῆναι τὸ πάθος τοῦ μειρακίου ἐς μῦθον
καὶ τὴν Διὸς ἁρπαγήν. ἐν δὲ τῷ προειρημένῳ Πεσσινοῦντι
πάλαι μὲν Φρύγες ὠργίαζον ἐπὶ τῷ ποταμῷ
Γάλλῳ παραρρέοντι, ἀφ̓ οὗ τὴν ἐπωνυμίαν φέρουσιν

οἱ τῇ θεῷ τομίαι ἱερωμένοι: ἐπεὶ δὲ Ῥωμαίων ηὔξετο τὰ πράγματα, φασὶν αὐτοῖς χρησθῆναι μενεῖν
τε τὴν ἀρχὴν καὶ ἐς μέγα προχωρήσειν, εἰ τὴν Πεσσινουντίαν
θεὸν μεταγάγοιεν ὡς αὑτούς. πέμψαντες 
δὲ πρέσβεις ἐς Φρύγας τὸ ἄγαλμα ᾔτουν: ἔτυχον δὲ
ῥᾳδίως, συγγένειαν προβαλλόμενοι καὶ τὴν ἀπ̓ Αἰνείου
τοῦ Φρυγὸς ἐς αὐτοὺς διαδοχὴν καταλέγοντες.
κομισθὲν δὲ ἐπὶ νεὼς τὸ ἄγαλμα καὶ γενόμενον ἐν
ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς ʽταύταις γὰρ ἀντὶ λιμένων
ἐχρῶντο οἱ Ῥωμαῖοἰ ἔστησε θείᾳ δυνάμει τὸ

σκάφος. ἐπὶ πολὺ δὲ πανδημεὶ τῶν Ῥωμαίων τὴν ναῦν ἐφελκόντων, ἀντεχούσης τῆς ἰλύος οὐ πρότερον
ἡ ναῦς ἀνέδραμε πρὶν ἢ τὴν ἱέρειαν ἐνεχθῆναι
τῆς Ἑστίας. ταύτην ἔδει παρθενεύεσθαι, αἰτίαν δὲ
διαφθορᾶς εἶχεν. ὡς μέλλουσα δὲ κριθήσεσθαι, ἱκετεύει
τὸν δῆμον ἐπιτρέψαι τῇ Πεσσινουντίᾳ θεῷ τὴν
 
κρίσιν: καὶ λυσαμένη τὴν ζώνην ἐπαφῆκε τῇ πρῴρᾳ
τῆς νεώς, προσευξαμένη, εἰ παρθένος εἴη καὶ ἁγνή,

πεισθῆναι τὸ σκάφος. ῥᾳδίως δὲ τῆς ζώνης ἐξηρτημένης
ἡ ναῦς ἠκολούθησεν: ὁμοῦ δὲ τὸ ἐναργὲς τῆς
θεοῦ καὶ τὸ σεμνὸν τῆς παρθένου Ῥωμαῖοι ἐθαύμασαν. τοσαῦτα μὲν δὴ τῆς Πεσσινουντίας θεοῦ φιλοτιμότερον
ἱστορήσθω, οὐκ ἄχαριν ἕξοντα γνῶσιν τοῖς
τὰ Ῥωμαίων οὐκ ἀκριβοῦσιν: ὁ δὲ Κόμμοδος ἐκφυγὼν
τὴν Ματέρνου ἐπιβουλήν, πλείονί τε περὶ αὑτὸν
ἐχρῆτο φρουρᾷ καὶ σπανίως τοῖς δήμοις ἐπεφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις καὶ τοῖς ἀπωτέρω τῆς πόλεως
βασιλικοῖς κτήμασι διατρίβων, καὶ ἑαυτὸν δικαστηρίων
ἀπείργων καὶ βασιλικῶν πράξεων.

συνέβη δὲ κατ̓ ἐκεῖνο καιροῦ λοιμώδη νόσον
κατασχεῖν τὴν Ἰταλίαν: μάλιστα δὲ τὸ πάθος τῇ Ῥωμαίων πόλει ἤκμασεν ἅτε πολυανθρώπῳ τε οὔσῃ φύσει
καὶ τοὺς πανταχόθεν ὑποδεχομένῃ, πολλή τε τις

φθορὰ ἐγένετο ὑποζυγίων ἅμα καὶ ἀνθρώπων. τότε
 ὁ Κόμμοδος, συμβουλευσάντων αὐτῷ τινῶν ἰατρῶν,
ἐς τὴν Λαύρεντον ἀνεχώρησεν: εὐψυχέστερον γὰρ ὂν τὸ χωρίον καὶ μεγίστοις κατάσκιον δαφνηφόροις ἄλσεσιν,
ὅθεν καὶ τὸ ὄνομα τῷ χωρίῳ, σωτήριον εἶναι
ἐδόκει, καὶ πρὸς τὴν τοῦ ἀέρος φθορὰν ἀντέχειν ἐλέγετο
εὐωδίᾳ τε τῆς τῶν δαφνῶν ἀποφορᾶς καὶ τῇ τῶν
δένδρων ἡδείᾳ σκιᾷ. ἀλλὰ καὶ οἱ κατὰ τὴν πόλιν, κελευόντων τῶν ἰατρῶν, μύρου εὐωδεστάτου τάς τε
ὀσφρήσεις καὶ τὰ ὦτα ἐνεπίμπλασαν, θυμιάμασί τε
καὶ ἀρώμασι συνεχῶς ἐχρῶντο, φασκόντων τινῶν τὴν
εὐωδίαν φθάσασαν ἐμπιπλάναι τοὺς πόρους τῶν αἰσθήσεων
καὶ κωλύειν δέχεσθαι τὸ φθορῶδες τοῦ ἀέρος, ἢ εἰ καί τι προεμπέσοι, κατεργάζεσθαι δυνάμει
κρείττονι. πλὴν οὐδὲν ἧττον ἡ νόσος ἐπὶ πλεῖστον
 
ἤκμασε, πολλῆς ἀνθρώπων φθορᾶς γενομένης πάντων
τε ζῴων τῶν τοῖς ἀνθρώποις συνοίκων.

ἐπέσχε δὲ κατ̓ αὐτὸ καὶ λιμὸς τὴν πόλιν ἐξ αἰτίας τοιαύτης. Κλέανδρός τις ἦν, τὸ μὲν γένος Φρύξ,
τῶν δημοσίᾳ εἰωθότων ὑπὸ κήρυκι πιπράσκεσθαι:
οἰκέτης δὲ βασιλικὸς γενόμενος συναυξηθείς τε τῷ
Κομμόδῳ ἐς τοσοῦτον ὑπ̓ αὐτοῦ τιμῆς καὶ ἐξουσίας
προήχθη ὡς τήν τε τοῦ σώματος φρουρὰν καὶ
τὴν τοῦ θαλάμου ἐξουσίαν τήν τε τῶν στρατῶν
ἀρχὴν ἐγχειρισθῆναι: ὑπὸ δὲ πλούτου καὶ τρυφῆς

ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν. ἀθροίζων δὲ χρήματα, καὶ σῖτον πλεῖστον συνωνούμενος
καὶ ἀποκλείων, ἤλπιζε προσάξεσθαι τόν τε δῆμον
καὶ τὸ στρατόπεδον, εἰ πρῶτον ἐν σπάνει τῶν
ἐπιτηδείων καταστήσας ἐπιδόσεσι λαμπραῖς ἁλόντας
πόθῳ τοῦ χρειώδους προσαγάγοιτο. μέγιστον δὲ γυμνάσιον
κατασκευάσας λουτρὸν δημόσιον ἀνῆκεν αὐτοῖς.

ὃ μὲν οὖν οὕτω τὸν δῆμον ἐδελέαζεν: οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν, καὶ τῶν δεινῶν
τὰς αἰτίας ἐς ἐκεῖνον ἀναφέροντες, μισοῦντες αὐτοῦ
τὸ ἀκόρεστον τῆς τοῦ πλούτου ἐπιθυμίας, τὰ μὲν
πρῶτα ἔν τε θεάτροις συνιστάμενοι καὶ κατὰ πλήθη
κακῶς ἠγόρευον, καὶ τὸ τελευταῖον, διάγοντος ἐν
προαστείῳ τοῦ Κομμόδου, ἐπελθόντες πανδημεὶ ἐβόων

καὶ τὸν Κλέανδρον ἐς θάνατον ᾔτουν. ταραχῆς δὲ οὔσης περὶ τὸ προάστειον, τοῦ τε Κομμόδου ἐν τοῖς
ἀνακεχωρηκόσι τόποις ἡδοναῖς σχολάζοντος, ἀγνοοῦντός
τε τὰ θρυλούμενα, ἐπείπερ ὁ Κλέανδρος ἀγγέλλεσθαί
τι τῶν πραττομένων ἐκώλυεν αὐτῷ, αἰφνιδίως,
οὐ προσδοκῶντος τοῦ δήμου, ἐπιφαίνονται
ὡπλισμένοι κελεύσαντος τοῦ Κλεάνδρου πάντες οἱ
βασίλειοι ἱππεῖς, τούς τε ἐντυγχάνοντας ἔβαλλον καὶ

ἐτίτρωσκον. ὁ δὲ δῆμος οὐδὲ ἀντιστῆναι οἷός τε ἦν,
ἄνοπλοι πρὸς ὡπλισμένους καὶ πεζοὶ πρὸς ἱππεῖς:
τροπῆς δὲ γενομένης ἔφυγον ἐς τὴν πόλιν. ἐφθείρετο
δὲ ὁ δῆμος οὐ μόνον βαλλόμενος ὑπὸ τῶν στρατιωτῶν
οὐδὲ πατούμενος ὑπὸ τῶν ἵππων, ἀλλ̓ ὑπό τε πλήθους ὠθούμενοι καὶ ὑπὸ τῶν ἱππέων ἐπ̓ ἀλλήλους

πίπτοντες πολλοὶ ἀπώλοντο. μέχρι μὲν οὖν τῶν τῆς
Ῥώμης πυλῶν ἀκωλύτως οἱ ἱππεῖς διώκοντες τοὺς
ἐμπίπτοντας ἀφειδῶς ἀνῄρουν: ἐπεὶ δὲ οἱ ἐν τῇ πόλει
μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς τῶν οἰκιῶν εἰσόδους ἔς τε τὰ δωμάτια
ἀναβάντες λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππεῖς,
οἳ δὲ ἔπασχον ἅπερ δεδράκεσαν, οὐδενὸς μὲν αὐτοῖς
συστάδην μαχομένου, τοῦ δὲ πλήθους ἐξ ἀσφαλοῦς
ἤδη βάλλοντος αὐτούς. τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες ἐς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ αὐτῶν διεφθείροντο:

ὑπό τε τῆς τῶν λίθων συνεχοῦς βολῆς οἱ
ἵπποι, κυλινδουμένοις τοῖς λίθοις ἐπιβαίνοντες, ὠλίσθαινον
καὶ τοὺς ἐπιβάτας ἀπωθοῦντο. πολλῶν δὲ
ἑκατέρωθεν πιπτόντων ἐπεβοήθουν τῷ δήμῳ καὶ οἱ

τῆς πόλεως πεζοὶ στρατιῶται μίσει τῶν ἱππέων. ὄντος
δὲ πολέμου ἐμφυλίου ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι
τὰ πραττόμενα τῷ Κομμόδῳ ἐβούλετο δέει τῆς Κλεάνδρου
ἐξουσίας: ἡ δὲ πρεσβυτάτη τῶν Κομμόδου ἀδελφῶν
ʽΦαδίλλα ἦν ὄνομα αὐτᾖ εἰσδραμοῦσα πρὸς τὸν βασιλέα ʽῥᾳδία δὲ ἡ εἴσοδος αὐτῇ καὶ ἀκώλυτος ἅτε
ἀδελφᾖ, λυσαμένη τὰς τρίχας ῥίψασά τε ἐς τὴν γῆν

ἑαυτήν, οὐδὲν ἀλλ̓ ἢ πένθους σχῆμα δείξασα σὺ
μέν ἔφη, ὦ βασιλεῦ, μένων ἐπὶ ἡσυχίᾳ τῶν παραττομένων
ἀγνοίᾳ, ἐν ἐσχάτῳ καθέστηκας κινδύνῳ: ἡμεῖς δέ, τὸ σὸν γένος, ὅσον οὐδέπω ἀπολούμεθα.
οἴχεται δέ σοι ὅ τε δῆμος Ῥωμαίων καὶ τὸ πλεῖστον
 
τοῦ στρατιωτικοῦ. ἃ δὲ πρὸς μηδενὸς βαρβάρων πείσεσθαι
προσεδοκῶμεν, ταῦτα δρῶσιν ἡμᾶς οἱ οἰκεῖοι:
καὶ οὓς μάλιστα εὐηργέτησας, τούτους ἐχθροὺς ἔχεις.

Κλέανδρος ἐπὶ σὲ τόν τε δῆμον καὶ τὸ στρατιωτικὸν ὥπλισεν: ἐκ δὲ διαφόρου καὶ ἐναντίας γνώμης οἳ μὲν
μισοῦντες αὐτόν, ὁ δῆμος, οἳ δὲ στέργοντες, πᾶν τὸ
ἱππικὸν τάγμα, ἐν ὅπλοις εἰσί, καὶ φθείροντες ἀλλήλους
ἐμφυλίου αἵματος τὴν Ῥώμην ἐπλήρωσαν. τὰ δ̓
ἑκατέρου τοῦ πλήθους δεινὰ ἡμᾶς προσλήψεται, εἰ μὴ
τὴν ταχίστην πρὸς θάνατον ἐκδώσεις πονηρὸν οἰκέτην,
ὀλέθρου τοσούτου τοῖς μὲν αἴτιον ἤδη γεγονότα,

ἡμῖν δὲ ἐσόμενον ὅσον οὐδέπω. τοιαῦτά τινα εἰποῦσα, ῥηξαμένη τε τὴν ἐσθῆτα, καὶ τῶν παρόντων
τινὲς θαρρήσαντες τοῖς τῆς ἀδελφῆς τοῦ βασιλέως
λόγοις τὸν Κόμμοδον ἐτάραξαν. ἐκπλαγεὶς δὲ ἐκεῖνος,
τόν τε ἐπικείμενον κίνδυνον οὐ μέλλοντα ἀλλὰ παρόντα
ἤδη φοβηθείς, μεταπέμπεται τὸν Κλέανδρον,
οὐδὲν μέν τι εἰδότα τῶν ἀπηγγελμένων, οἰόμενον δέ.
ἐλθόντα δ̓ αὐτὸν συλληφθῆναι κελεύει, καὶ τὴν κεφαλὴν
ἀποτεμὼν δόρατί τε ἐπιμήκει ἐγκαταπήξας ἐκπέμπει

τερπνὸν καὶ ποθεινὸν τῷ δήμῳ θέαμα. ἔστη γὰρ οὕτω τὸ δεινόν, καὶ ἑκάτεροι πολεμοῦντες ἐπαύσαντο,
οἱ μὲν στρατιῶται ἀνῃρημένον ἰδόντες ὑπὲρ
οὗ ἐμάχοντο, δέει τε τῆς τοῦ βασιλέως ὀργῆς ʽσυνίεσαν
γὰρ ἐξηπατῆσθαι καὶ τὰ δρασθέντα παρὰ γνώμην
αὐτοῦ τετολμηκέναἰ: ὁ δὲ δῆμος κεκόρεστο τιμωρίαν

παρὰ τοῦ τὰ δεινὰ δράσαντος εἰληφώς. προσανεῖλον δὲ καὶ τοὺς παῖδας τοῦ Κλεάνδρου ʽδύο δὲ ἦσαν
ἄρρενες αὐτᾦ, πάντας τε ὅσους ᾔδεσαν ἐκείνου φίλους
διεχρήσαντο: σύροντές τε τὰ σώματα καὶ πᾶσαν
ὕβριν ἐνυβρίσαντες, τέλος λελωβημένους ἐς τοὺς
ὀχετοὺς ἔρριψαν φέροντες. τοιούτῳ μὲν δὴ τέλει Κλέανδρός
 
τε καὶ οἱ περὶ αὐτὸν ἐχρήσαντο, φιλοτιμησαμένης,
ὡς ἄν τις εἴποι, τῆς ἀνθρωπίνης φύσεως ἐν
ἑνὶ δεῖξαι ὅτι ἐκ τῆς ἐσχάτης εὐτελείας ἐς τὸ μέγιστον
ὕψος ἆραι καὶ πάλιν τὸν ἀρθέντα ῥῖψαι ὀλίγη καὶ
ἀνέλπιστος δύναται τύχης ῥοπή.

ὁ δὲ Κόμμοδος δεδιὼς μὲν τὴν τοῦ δήμου κίνησιν,
μή τι καὶ περὶ αὐτὸν νεωτερίσειεν, ὅμως δὲ παρορμησάντων
αὐτὸν τῶν οἰκείων κατελθὼν ἐς τὸ ἄστυ,
μετὰ πάσης εὐφημίας τε καὶ παραπομπῆς τοῦ δήμου
ὑποδεχθεὶς ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν. πειραθεὶς δὲ τοσούτων κινδύνων ἀπίστως προσεφέρετο
πᾶσιν, ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς
ῥᾳδίως πιστεύων, μηδέ τινα προσιέμενος τῶν λόγου
ἀξίων, ἀλλὰ τῆς μὲν περὶ τὰ καλὰ σπουδῆς ἀπῆγεν
ἑαυτόν, δεδούλωντο δὲ πᾶσαν αὐτοῦ τὴν ψυχὴν νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ἐπάλληλοι καὶ ἀκόλαστοι σώματος

ἡδοναί. καὶ σώφρων μὲν πᾶς καὶ παιδείας
κἂν μετρίως μεμυημένος τῆς αὐλῆς ὡς ἐπίβουλος
ἐδιώκετο, γελωτοποιοὶ δὲ καὶ τῶν αἰσχίστων ὑποκριταὶ
εἶχον αὐτὸν ὑποχείριον. ἁρμάτων τε ἡνιοχείας καὶ θηρίων ἐξ ἀντιστάσεως μάχας ἐπαιδεύετο, τῶν
μὲν κολάκων ἐς ἀνδρείας δόξαν αὐτὰ ἀνυμνούντων,
τοῦ δὲ ἀπρεπέστερον μετιόντος ἢ βασιλεῖ σώφρονι
ἥρμοζεν.

ἐγένοντο δέ τινες κατ̓ ἐκεῖνο καιροῦ καὶ διοσημίαι. ἀστέρες γὰρ ἡμέριοι συνεχῶς ἐβλέποντο, ἕτεροί
τε ἐς μῆκος κεχαλασμένοι ὡς ἐν μέσῳ ἀέρι κρέμασθαι
δοκεῖν: ζῷά τε παντοῖα καὶ τὴν ἑαυτῶν φύσιν μὴ
τηροῦντα σχήμασί τε ἀλλοδαποῖς καὶ μέρεσι σώματος
ἀναρμόστοις πολλάκις ἀπεκυήθη. τὸ μέγιστον δὲ δεινόν,

ὃ καὶ τὸν παρόντα καιρὸν ἐλύπησε καὶ πρὸς τὸ
μέλλον οἰωνίσματι καὶ φαύλῳ συμβόλῳ χρωμένους
 
πάντας ἐτάραξεν: οὔτε γὰρ ὄμβρου προϋπάρξαντος
οὔτε νεφῶν ἀθροισθέντων, σεισμοῦ δὲ ὀλίγου προγενομένου
γῆς, εἴτε σκηπτοῦ νύκτωρ κατενεχθέντος
εἴτε καὶ πυρός ποθεν ἐκ τοῦ σεισμοῦ διαρρυέντος πᾶν
τὸ τῆς εἰρήνης τέμενος κατεφλέχθη, μέγιστον καὶ

κάλλιστον γενόμενον τῶν ἐν τῇ πόλει ἔργων. πλουσιώτατον δὲ ἦν πάντων ἱερῶν, δἰ ἀσφάλειαν ἀναθήμασι
κεκοσμημένον χρυσοῦ τε καὶ ἀργύρου: ἕκαστος
δέ, ἃ εἶχεν, ἐκεῖσε ἐθησαυρίζετο. ἀλλὰ τὸ πῦρ
ἐκείνης νυκτὸς πολλοὺς ἐκ πλουσίων πένητας ἐποίησεν.
ὅθεν ὠλοφύροντο κοινῇ μὲν πάντες τὰ δημόσια,
ἕκαστος δὲ τὰ ἴδια αὑτοῦ.

καταφλέξαν δὲ τὸ πῦρ τόν τε νεὼν καὶ πάντα τὸν περίβολον, ἐπενεμήθη καὶ τὰ πλεῖστα τῆς πόλεως
καὶ κάλλιστα ἔργα, ὅτε καὶ τῆς Ἑστίας τοῦ νεὼ καταφλεχθέντος
ὑπὸ τοῦ πυρὸς γυμνωθὲν ὤφθη τὸ τῆς
Παλλάδος ἄγαλμα, ὃ σέβουσι καὶ κρύπτουσι Ῥωμαῖοι
κομισθὲν ἀπὸ Τροίας, ὡς λόγος: ὃ τότε πρῶτον καὶ
μετὰ τὴν ἀπ̓ Ἰλίου ἐς Ἰταλίαν ἄφιξιν εἶδον οἱ καθ̓

ἡμᾶς ἄνθρωποι: ἁρπάσασαι γὰρ τὸ ἄγαλμα αἱ τῆς Ἑστίας ἱέρειαι παρθένοι διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ ἐς
τὴν τοῦ βασιλέως αὐλὴν μετεκόμισαν. κατεφλέχθη
δὲ καὶ ἄλλα πλεῖστα τῆς πόλεως μέρη κάλλιστα. ἱκανῶν
τε ἡμερῶν πάντα ἐπιὸν τὸ πῦρ ἐπεβόσκετο: οὐδὲ
πρότερον ἐπαύσατο πρὶν ἢ κατενεχθέντες ὄμβροι ἐπέσχον

αὐτοῦ τὴν ὁρμήν. ὅθεν καὶ τὸ πᾶν ἔργον ἐξεθειάσθη, πιστευόντων κατ̓ ἐκεῖνο καιροῦ τῶν τότε
ἀνθρώπων ὅτι γνώμῃ θεῶν καὶ δυνάμει ἤρξατό τε τὸ
πῦρ καὶ ἐπαύσατο. συνεβάλλοντο δέ τινες ἐκ τῶν
κατειληφότων πολέμων σημεῖον εἶναι τὴν τοῦ νεὼ
τῆς εἰρήνης ἀπώλειαν: τὰ γοῦν ἀκολουθήσαντα, ὡς ἐν
 
τοῖς ἑξῆς ἐροῦμεν, ἐκ τῆς ἀποβάσεως τὴν προϋπάρχουσαν
φήμην ἐπιστώσατο.

πολλῶν δὴ καὶ δεινῶν συνεχῶς κατειληφότων
τὴν πόλιν, οὐκέτι ὁ Ῥωμαίων δῆμος μετ̓ εὐνοίας τὸν
Κόμμοδον ἐπέβλεπεν, ἀλλὰ καὶ τὰς αἰτίας τῶν ἐπαλλήλων συμφορῶν ἐς τοὺς ἐκείνου ἀκρίτους φόνους
καὶ τὰ λοιπὰ τοῦ βίου ἀνέφερεν ἁμαρτήματα. οὐδὲ
γὰρ ἐλάνθανε τὰ πραττόμενα πάντας, ἀλλ̓ οὐδὲ αὐτὸς
λανθάνειν ἤθελεν, ἃ δὲ πράττων οἴκοι διεβάλλετο,

ταῦτα καὶ δημοσίᾳ δεῖξαι ἐτόλμησεν. ἐς τοσοῦτόν τε μανίας καὶ παροινίας προυχώρησεν ὡς πρῶτον
μὲν τὴν πατρῴαν προσηγορίαν παραιτήσασθαι, ἀντὶ
δὲ Κομμόδου καὶ Μάρκου υἱοῦ Ἡρακλέα τε καὶ Διὸς
υἱὸν αὑτὸν κελεύσας καλεῖσθαι, ἀποδυσάμενός τε τὸ
Ῥωμαίων καὶ βασίλειον σχῆμα λεοντῆν ἐπεστρώννυτο, καὶ ῥόπαλον μετὰ χεῖρας φέρων: ἀμφιέννυτό τε ἁλουργεῖς
καὶ χρυσοϋφεῖς ἐσθῆτας, ὡς εἶναι καταγέλαστον
αὐτὸν ὑφ̓ ἑνὶ σχήματι καὶ θηλειῶν πολυτέλειαν καὶ

ἡρώων ἰσχὺν μιμούμενον. τοιοῦτος μὲν δὴ προϊὼν
ἐφαίνετο, ἤλλαξε δὲ καὶ τῶν ἐνιαυσίων μηνῶν τὰ ὀνόματα, ὅσα μὲν ἀρχαῖα καταλύσας, πάντας δὲ ταῖς
ἑαυτοῦ προσηγορίαις ὀνομάσας, ὧν αἱ πλεῖσται ἐς
Ἡρακλέα δῆθεν ὡς ἀνδρειότατον ἀνεφέροντο. ἔστησε
δὲ καὶ ἀνδριάντας αὑτοῦ κατὰ πᾶσαν τὴν πόλιν, ἀλλὰ
μὴν καὶ ἀντικρὺ τοῦ τῆς συγκλήτου συνεδρίου τόξον διηγκυλημένον: ἐβούλετο γὰρ δὴ καὶ τὰς εἰκόνας αὑτῷ
φόβον ἀπειλεῖν.
τὸν μὲν οὖν ἀνδριάντα μετὰ τὴν ἐκείνου τελευτὴν
καθελοῦσα ἡ σύγκλητος ἐλευθερίας εἰκόνα ἱδρύσατο:

ὁ δὲ Κόμμοδος μηκέτι κατέχων ἑαυτοῦ δημοσίᾳ θέας ἐπετέλεσεν, ὑποσχόμενος τά τε θηρία πάντα ἰδίᾳ
χειρὶ κατακτενεῖν καὶ τοῖς ἀνδρειοτάτοις τῶν νεανιῶν
 
μονομαχήσειν. διαδραμούσης δὲ τῆς φήμης συνέθεον
ἔκ τε τῆς Ἰταλίας πάσης καὶ τῶν ὁμόρων ἐθνῶν, θεασόμενοι
ἃ μὴ πρότερον μήτε ἑωράκεσαν μήτε ἠκηκόεσαν.
καὶ γὰρ διηγγέλλετο αὐτοῦ τῆς χειρὸς τὸ εὔστοχον,
καὶ ὅτι ἔμελεν αὐτῷ ἀκοντίζοντι καὶ τοξεύοντι

μὴ πταίειν. συνῆσαν δὲ παιδεύοντες αὐτὸν Παρθυαίων οἱ τοξικὴν ἀκριβοῦντες καὶ Μαυρουσίων οἱ
ἀκοντίζειν ἄριστοι, οὓς πάντας εὐχειρίᾳ ὑπερέβαλλεν.
ἐπεὶ δὲ κατέλαβον αἱ τῆς θέας ἡμέραι, τὸ μὲν ἀμφιθέατρον
πεπλήρωτο, τῷ δὲ Κομμόδῳ περίδρομος κύκλῳ
κατεσκεύαστο, ὡς μὴ συστάδην τοῖς θηρίοις μαχόμενος
κινδυνεύοι, ἄνωθεν δὲ καὶ ἐξ ἀσφαλοῦς ἀκοντίζων
εὐστοχίας μᾶλλον ἢ ἀνδρείας παρέχοιτο δεῖξιν.

ἐλάφους μὲν οὖν καὶ δορκάδας, ὅσα τε κερασφόρα πλὴν ταύρων, συνθέων αὐτοῖς καὶ καταδιώκων ἔβαλλε,
φθάνων τε αὐτῶν τὸν δρόμον καὶ πληγαῖς καιρίαις
ἀναιρῶν: λέοντας δὲ καὶ παρδάλεις, ὅσα τε ζῷα
γενναῖα, περιθέων ἄνωθεν κατηκόντιζεν. οὐδέ τις
εἶδεν ἀκόντιον δεύτερον οὐδὲ τραῦμα ἄλλο πλὴν τοῦ

θανατηφόρου: ἅμα γὰρ τῇ τοῦ ζῴου ὁρμῇ κατά γε μετώπου ἢ κατὰ καρδίας ἔφερε τὴν πληγήν, καὶ οὐδέποτε
σκοπὸν ἄλλον ἔσχεν οὐδὲ ἐπ̓ ἄλλο μέρος ἦλθε
τὸ ἀκόντιον τοῦ σώματος, ὡς μὴ ἅμα τε τρῶσαι καὶ
φονεῦσαι. τὰ δὲ πανταχόθεν ζῷα ἠθροίζετο αὐτῷ.

τότε γοῦν εἴδομεν ὅσα ἐν γραφαῖς ἐθαυμάζομεν: ἀπό τε γὰρ Ἰνδῶν καὶ Αἰθιόπων, εἴ τι πρότερον ἄγνωστον
ἦν, μεσημβρίας τε καὶ τῆς ἀρκτῴας γῆς ζῷα
πάντα φονεύων Ῥωμαίοις ἔδειξε. τὸ δ̓ εὔστοχον τῆς
χειρὸς αὐτοῦ πάντες ἐξεπλήττοντο. λαβὼν οὖν ποτὲ
βέλη ὧν αἱ ἀκμαὶ ἦσαν μηνοειδεῖς, ταῖς Μαυρουσίαις
στρουθοῖς ὀξύτατα φερομέναις καὶ ποδῶν τάχει καὶ
κολπώσει πτερῶν ἐπαφιεὶς τὰ βέλη κατ̓ ἄκρου τοῦ
 
τραχήλου ἐκαρατόμει, ὡς τῶν κεφαλῶν ἀφῃρημένας
ὁρμῇ τοῦ βέλους ἔτι περιθεῖν αὐτὰς ὡς μηδὲν παθούσας.

παρδάλεως δέ ποτε ὀξυτάτῳ δρόμῳ τὸν ἐκκαλούμενον
καταλαβούσης, φθάσας τῷ ἀκοντίῳ μέλλουσαν
δήξεσθαι, τὴν μὲν ἀπέκτεινε τὸν δὲ ἐρρύσατο, φθάσας τῇ τοῦ δόρατος αἰχμῇ τὴν τῶν ὀδόντων ἀκμήν.
λεόντων δέ ποτε ἐξ ὑπογαίων ἑκατὸν ἀναρριφθέντων
ἰσαρίθμοις ἀκοντίοις πάντας ἀπέκτεινεν, ὡς ἐπὶ πολὺ
κειμένων τῶν πτωμάτων δἰ αὐτὸ τοῦτο ἐπὶ σχολῆς
πάντας ἀριθμῆσαι καὶ μηδὲν ἰδεῖν περιττὸν ἀκόντιον.

μέχρι μὲν οὖν τούτων, εἰ καὶ βασιλείας τὰ πραττόμενα
ἦν ἀλλότρια, πλὴν ἀνδρείας καὶ εὐστοχίας
παρὰ τοῖς δημώδεσιν εἶχέ τινα χάριν: ἐπεὶ δὲ καὶ
γυμνὸς ἐς τὸ ἀμφιθέατρον εἰσῆλθεν ὅπλα τε ἀναλαβὼν
ἐμονομάχει, τότε σκυθρωπὸν εἶδεν ὁ δῆμος θέαμα, τὸν εὐγενῆ Ῥωμαίων βασιλέα, μετὰ τοσαῦτα τρόπαια
πατρός τε καὶ προγόνων, οὐκ ἐπὶ βαρβάρους
ὅπλα λαμβάνοντα στρατιωτικὰ ἢ Ῥωμαίων ἀρχῇ πρέποντα,
καθυβρίζοντα δὲ τὸ ἀξίωμα αἰσχίστῳ καὶ μεμιασμένῳ

σχήματι. ὃ μὲν οὖν μονομαχῶν ῥᾳδίως τῶν ἀνταγωνιστῶν περιεγένετο, καὶ μέχρι τραυμάτων
προεχώρει, ὑπεικόντων ἁπάντων καὶ τὸν βασιλέα, οὐ
τὸν μονομάχον ἐννοούντων. ἐς τοσοῦτον δὲ προεχώρησε
μανίας ὡς μηκέτι βούλεσθαι μηδὲ τὴν βασίλειον
οἰκεῖν ἑστίαν: ἀλλὰ γὰρ μετοικισθῆναι ἐβούλετο ἐς τὸ τῶν μονομάχων καταγώγιον. ἑαυτὸν δὲ οὐκέτι Ἡρακλέα,
ἀλλὰ τῶν μονομαχούντων ἐνδόξου τινὸς προτετελευτηκότος

ὀνόματι καλεῖσθαι προσέταξε. τοῦ
δὲ μεγίστου ἀγάλματος κολοσσιαίου, ὅπερ σέβουσι
Ῥωμαῖοι εἰκόνα φέρον ἡλίου, τὴν κεφαλὴν ἀποτεμὼν ἱδρύσατο ἑαυτοῦ, ὑπογράψας τῇ βάσει οὐχ ἃς εἰώθασι
 
βασιλικὰς καὶ πατρῴους προσηγορίας, ἀντὶ δὲ
Γερμανικοῦ μονομάχους χιλίους νικήσαντος.

ἔδει δὲ ἄρα ποτὲ κἀκεῖνον παύσασθαι μεμηνότα καὶ τὴν Ῥωμαίων ἀρχὴν τυραννουμένην. νέου μὲν
γὰρ ἔτους τῆς ἐπιούσης ἔμελλεν ἡμέρασ—σέβουσι
δὲ τὴν ἑορτὴν Ῥωμαῖοι ἐς θεὸν ἀρχαιότατον τῆς Ἰταλίας
ἐπιχώριον ἀναφέροντες: φασὶ γὰρ αὐτοῦ καὶ
Κρόνον, ὑπὸ Διὸς ἐκβληθέντα τῆς ἀρχῆς, κατελθόντα
ἐς γῆν γενέσθαι ξένον, δεδιότα δὲ τὴν τοῦ παιδὸς
δυναστείαν παῤ αὐτῷ κρυπτόμενον λαθεῖν: ὅθεν
καὶ τὸ ὄνομα δοθῆναι τῷ χώρῳ τῆς Ἰταλίας Λάτιόν
τε κληθῆναι, ἀπὸ τῆς Ἑλλάδος φωνῆς ἐς τὴν ἐπιχώριον

παραχθέν. διὰ ταῦτά τοι καὶ μέχρι νῦν Ἰταλιῶται τὰ μὲν κρόνια προεορτάζουσι θεῷ τῷ λαθόντι,
τὴν δὲ τοῦ ἔτους ἀρχὴν ἱερομηνίαν ἄγουσι τῷ τῆς
Ἰταλίας θεῷ. διπρόσωπον δὲ αὐτοῦ τὸ ἄγαλμα ἵδρυται,
ἐπειδὴ ἐς αὐτὸν ὁ ἐνιαυτὸς ἄρχεταί τε καὶ παύεται.
ταύτης δὴ τῆς ἑορτῆς προσιούσης, ἐν ᾗ μάλιστα
Ῥωμαῖοι δεξιοῦνταί τε ἀλλήλους καὶ προσαγορεύουσι,
νομισμάτων τε ἀντιδόσεσι καὶ κοινωνίᾳ τῶν γῆς καὶ

θαλάττης καλῶν εὐφραίνουσιν αὑτούς, ἀρχαί τε ἐπώνυμοι τότε πρῶτον τὴν ἔνδοξον καὶ ἐνιαύσιον πορφύραν
περιτίθενται, πάντων ἑορταζόντων ὁ Κόμμοδος
ἐβούλετο οὐκ ἐκ τῆς βασιλείου, ὡς ἔθος, προελθεῖν
οἰκίας ἀλλ̓ ἐκ τοῦ τῶν μονομάχων καταγωγίου, ἀντὶ
δὲ τῆς εὐπαρύφου καὶ βασιλικῆς πορφύρας ὅπλα τε
αὐτὸς φέρων καὶ συμπροϊόντων τῶν λοιπῶν μονομάχων

ὀφθῆναι τοῖς Ῥωμαίοις. ἐπεὶ δὲ τὴν γνώμην αὑτοῦ ταύτην ἀνήνεγκε πρὸς Μαρκίαν, ἣν εἶχε τῶν
παλλακίδων τιμιωτάτην, ἣ οὐδέν τι ἀπεῖχε γαμετῆς
γυναικός, ἀλλὰ πάντα ὑπῆρχεν ὅσα σεβαστῇ, πλὴν
τοῦ πυρός: ἣ μαθοῦσα τὴν παράλογον οὕτω καὶ ἀπρεπῆ
 
βούλησιν αὐτοῦ τὰ πρῶτα ἐλιπάρει, καὶ προσπίπτουσα
μετὰ δακρύων ἐδεῖτο μήτε τὴν Ῥωμαίων ἀρχὴν
καθυβρίσαι μήθ̓ ἑαυτὸν ἐπιδόντα μονομάχοις καὶ

ἀπεγνωσμένοις ἀνθρώποις κινδυνεῦσαι. ἐπεὶ δὲ
πολλὰ ἱκετεύουσα οὐκ ἐτύγχανεν αὐτοῦ, ἣ μὲν δακρύουσα ἀπέστη, ὁ δὲ Κόμμοδος μεταπεμψάμενος
Λαῖτον τὸν ἔπαρχον τῶν στρατοπέδων Ἔκλεκτόν τε
τὸν τοῦ θαλάμου προεστῶτα ἐκέλευεν αὑτῷ παρασκευασθῆναι
ὡς διανυκτερεύσων ἐν τῷ τῶν μονομάχων
καταγωγίῳ κἀκεῖθεν προελευσόμενος ἐπὶ τὰς θυσίας τῆς ἱερομηνίας, ὡς Ῥωμαίοις ἔνοπλος ὀφθείη.
οἳ δὲ ἱκέτευον καὶ πείθειν ἐπειρῶντο μηδὲν ἀνάξιον

τῆς βασιλείας ποιεῖν. ὁ δὲ Κόμμοδος ἀσχάλλων τοὺς
μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον
ὡς δὴ καθευδήσων ʽκαὶ γὰρ μεσημβρίας εἰώθει τοῦτο ποιεῖν̓, λαβὼν γραμματεῖον τούτων δὴ τῶν ἐκ
φιλύρας ἐς λεπτότητα ἠσκημένων ἐπαλλήλῳ τε ἀνακλάσει
ἀμφοτέρωθεν ἐπτυγμένων, γράφει ὅσους χρὴ

τῆς νυκτὸς φονευθῆναι. ὧν πρώτη μὲν ἦν Μαρκία,
εἵποντο δὲ Λαῖτός τε καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων. τοὺς
μὲν γὰρ πρεσβυτέρους καὶ λοιποὺς πατρῴους φίλους
ἀποσκευάσασθαι πάντας ἤθελεν, αἰδούμενος ἔχειν
αἰσχρῶν ἔργων σεμνοὺς ἐπόπτας: τῶν δὲ πλουσίων
τὰς οὐσίας χαρίσασθαι ἐβούλετο μερίσαι τε ἐς τοὺς στρατιώτας καὶ τοὺς μονομαχοῦντας, τοὺς μὲν ἵνα

φυλάττοιεν αὐτόν, τοὺς δὲ ἵνα τέρποιεν. γράψας δὴ
γραμματεῖον τίθησιν ἐπὶ τοῦ σκίμποδος, οἰηθεὶς μηδένα
ἐκεῖσε εἰσελεύσεσθαι. ἦν δὲ παιδίον πάνυ νήπιον,
τούτων δὴ τῶν γυμνῶν μὲν ἐσθῆτος χρυσῷ δὲ καὶ λίθοις πολυτίμοις κεκοσμημένων, οἷς ἀεὶ χαίρουσι
Ῥωμαίων οἱ τρυφῶντες. ὑπερηγάπα δὲ Κόμμοδος
 
αὐτὸ ὡς συγκαθεύδειν πολλάκις: Φιλοκόμμοδός τε
ἐκαλεῖτο, δεικνυούσης καὶ τῆς προσηγορίας τὴν στοργὴν

τὴν ἐς τὸν παῖδα τοῦ βασιλέως. τὸ δὴ παιδίον τοῦτο ἄλλως ἀθῦρον, προελθόντος τοῦ Κομμόδου ἐπὶ
τὰ συνήθη λουτρά τε καὶ κραιπάλας, εἰσδραμὸν ἐς
τὸν θάλαμον ὥσπερ εἰώθει, τὸ γραμματεῖον ἐπὶ τοῦ
σκίμποδος κείμενον ἀνελόμενον ἵνα δὴ παίζειν ἔχοι,
πρόεισι τοῦ οἴκου. κατὰ δέ τινα δαίμονα συνήντα τῇ
Μαρκίᾳ. ἣ δέ ʽκαὶ αὐτὴ γὰρ ἔστεργε τὸ παιδίον̓ περιπτύξασα
καὶ φιλοῦσα τὸ γραμματεῖον ἀφαιρεῖται,
δεδοικυῖα δὴ μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος
ἀγνοοῦν παῖζον διαφθείρῃ. γνωρίσασα δὲ τὴν Κομμόδου
χεῖρα, ταύτῃ καὶ μᾶλλον ἐσπούδαζε διεξελθεῖν

τὴν γραφήν. ἐπεὶ δὲ εὗρεν αὐτὸ θανατηφόρον καὶ πρὸ ἁπάντων αὑτήν τε μέλλουσαν τεθνήξεσθαι, Λαῖτόν
τε καὶ Ἔκλεκτον ἐπακολουθήσοντας, τῶν τε λοιπῶν
τοσοῦτον φόνον, ἀνοιμώξασα καθ̓ ἑαυτήν τε εἰποῦσα
 εὖ γε ὦ Κόμμοδε: ταῦτα γὰρ χαριστήρια εὐνοίας
τε καὶ στοργῆς τῆς ἐμῆς ὕβρεώς τε καὶ παροινίας
τῆς σῆς, ἧς ἐτῶν τοσούτων ἠνεσχόμην. ἀλλ̓
οὐ καταπροΐξῃ αὐτὸς μεθύων νηφούσης γυναικός,

ταῦτα εἰποῦσα τὸν Ἔκλεκτον μεταπέμπεται: ἔθος δ̓ εἶχεν αὐτῇ προσιέναι ἅτε τοῦ θαλάμου φύλαξ, ἔτι τε
καὶ ἐπὶ συνουσίᾳ αὐτοῦ διεβάλλετο. δοῦσα δὲ τὸ
γραμματεῖον ὅρα ἔφη ποίαν μέλλομεν παννυχίζειν
ἑορτήν. ὁ δὲ Ἔκλεκτος ἀναγνούς τε καὶ ἐκπλαγείς
ʽἦν δὲ τὸ γένος Αἰγύπτιος, τολμῆσαί τε ἅμα καὶ δρᾶσαι
θυμῷ τε δουλεῦσαι πεφυκώσ̓ κατασημηνάμενος
οὖν τὸ γραμματεῖον διά τινος τῶν ἑαυτῷ πιστῶν ἀναγνωσθησόμενον

πέμπει τῷ Λαίτῳ. ὃ δὲ καὶ αὐτὸς ταραχθεὶς ἀφικνεῖται πρὸς Μαρκίαν ὡς δὴ συσκεψόμενος
αὐτοῖς περὶ ὧν ἐκέλευσεν ὁ βασιλεὺς καὶ τοῦ
 
τῶν μονομάχων καταγωγίου: προσποιησάμενοι δὲ
περὶ τῶν ἐκείνῳ διαφερόντων σκέπτεσθαι συντίθενται
φθάσαι τι δράσαντες ἢ παθεῖν, οὐδὲ καιρὸν εἶναι

μελλήσεως ἢ ἀναβολῆς. ἀρέσκει δὴ δοῦναι φάρμακον
δηλητήριον τῷ Κομμόδῳ, ὑπέσχετο δ̓ αὐτὸ ῥᾷστα δώσειν ἡ Μαρκία: εἰώθει γὰρ αὐτὴ κιρνάναι τε καὶ
διδόναι τὴν πρώτην πόσιν, ὡς ἥδιον πίοι παῤ ἐρωμένης.
ἐλθόντι δὲ αὐτῷ ἀπὸ τοῦ λουτροῦ ἐμβαλοῦσα
ἐς κύλικα τοῦ φαρμάκου, οἴνῳ τε κεράσασα εὐώδει,
δίδωσιν. ὃ δ̓ ὡς συνήθη φιλοτησίαν, μετὰ πολλὰ λουτρὰ καὶ γυμνάσια τὰ πρὸς θηρία διψῶν, ἔπιεν

ἀναισθήτως. εὐθέως δὲ κάρος ἐπέπεσεν αὐτῷ, ἐς
ὕπνον τε καθελκόμενος, ὑπὸ καμάτου τοῦτο πάσχειν
οἰηθεὶς ἀνεπαύσατο. ὁ δὲ Ἔκλεκτος καὶ Μαρκία,
πάντας ἀποστῆναι κελεύσαντες ἔς τε τὰ οἰκεῖα ἀπιέναι, ἡσυχίαν δὴ παρεσκεύαζον αὐτῷ. εἰώθει δὲ καὶ
ἐπὶ ἄλλων τοῦτο πάσχειν ὁ Κόμμοδος ὑπὸ κραιπάλης:
πολλάκις γὰρ λουσάμενος καὶ πολλάκις ἐσθίων οὐδένα
καιρὸν εἶχεν ἐς ἀνάπαυσιν ὡρισμένον, ἐπαλλήλοις καὶ
διαφόροις συνεχόμενος ἡδοναῖς, αἷς δὴ καταλαβούσῃ

ὥρᾳ καὶ ἄκων ἐδούλευεν. ἐπ̓ ὀλίγον μὲν οὖν ἡσύχασε,
περὶ στόμαχον δὲ καὶ κοιλίαν τοῦ φαρμάκου
γενομένου ἴλιγγός τε αὐτὸν καταλαμβάνει ἔμετός τε
πολὺς ἐπιγίνεται, ἢ τῆς προεγκειμένης τροφῆς ἅμα
ποτῷ πολλῷ ἐξωθούσης τὸ φάρμακον, ἢ διὰ τὸ προλαμβανόμενον, ὅπερ εἰώθασι βασιλεῖς ἑκάστοτε πρὸ

πάσης τροφῆς λαμβάνειν, κώλυμα δηλητηρίων. πλὴν
ἀλλὰ πολλοῦ γε τοῦ ἐμέτου ὄντος, φοβηθέντες μὴ πᾶν
ἐξεμέσας τὸ φάρμακον ἀνανήψῃ καὶ πάντες ἀπόλωνται,
νεανίαν τινὰ ὄνομα Νάρκισσον, γενναῖόν τε καὶ ἀκμαστήν, πείθουσιν εἰσελθόντα τὸν Κόμμοδον ἀποπνῖξαι,
 
μεγάλα δώσειν ἔπαθλα ὑποσχόμενοι. ὃ δὲ 
εἰσδραμὼν παρειμένον αὐτὸν ὑπὸ τοῦ φαρμάκου καὶ
μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει.

τοιούτῳ μὲν τέλει τοῦ βίου ὁ Κόμμοδος ἐχρήσατο, βασιλεύσας ἔτη τρισκαίδεκα μετὰ τὴν τοῦ πατρὸς
τελευτήν, εὐγενέστατός τε τῶν πρὸ αὐτοῦ γενομένων
βασιλέων, κάλλει τε τῶν καθ̓ ἑαυτὸν ἀνθρώπων
εὐπρεπέστατος αὐταρκέστατός τε συμμετρίᾳ σώματος,
εἰ δέ τι δεῖ καὶ περὶ ἀνδρείας εἰπεῖν, οὐδενὸς
ἥττων εὐστοχίᾳ τε καὶ εὐχειρίᾳ, εἰ μὴ τὴν τούτων εὐμοιρίαν
αἰσχροῖς ἐπιτηδεύμασι κατῄσχυνεν, ὡς προείρηται.

Ἀνελόντες δὲ τὸν Κόμμοδον οἱ ἐπιβουλεύσαντες,
ὡς ἐν τῷ πρώτῳ συντάγματι τῆς ἱστορίας δεδήλωται,
κρύψαι τε τὸ γενόμενον βουλόμενοι, ὡς ἂν
τοὺς φυλάσσοντας τὴν βασίλειον αὐλὴν δορυφόρους
λάθοιεν, εἱλήσαντες στρωμνῇ τινὶ εὐτελεῖ τὸ σωμάτιον
καὶ καταδήσαντες, ἐπιθέντες τε δυσὶν οἰκέταις
τῶν πιστῶν ἑαυτοῖς, ἐκπέμπουσιν ὡς δή τι σκεῦος

τῶν ἐκ τοῦ θαλάμου περιττῶν. οἱ δὲ φέροντες διὰ μέσων ἐκφέρουσι τῶν φυλάκων, ὧν οἳ μὲν ἀπὸ μέθης
ἐκραιπάλων, οἳ δὲ ἐγρηγορότες κἀκεῖνοι ἐς ὕπνον κατεφέροντο
κατεχούσαις τε ταῖς χερσὶ τὰ δοράτια ἐπανεπαύοντο,
οἳ δ̓ οὐ πάνυ τὸ ἐκφερόμενον τοῦ θαλάμου,
ὅ τι ποτ̓ εἴη, ἐπολυπραγμόνουν, ἐπεὶ μηδὲ αὐτοῖς
διέφερε ταῦτ̓ εἰδέναι. τὸ μὲν οὖν σῶμα τοῦ
βασιλέως οὕτω κλαπὲν ἐκκομισθέν τε τῆς αὐλείου
θύρας νύκτωρ ὀχήματι ἐπιθέντες ἐς τὸ προάστειον

ἀπέπεμψαν: ὁ δὲ Λαῖτος καὶ Ἔκλεκτος ἅμα τῇ Μαρκίᾳ
τὸ πρακτέον ἐβουλεύοντο. ἔδοξε δὲ αὐτοῖς περὶ
μὲν τοῦ θανάτου φήμην ἐγκατασπεῖραι, ὅτι δὴ αἰφνιδίως
τετελευτήκοι ἀποπληξίας ἐπιπεσούσης: καὶ
γὰρ ἐνδεχομένην πίστιν ἕξειν ᾤοντο τὴν φήμην προδιαβεβλημένης τῆς ἀκορέστου καὶ ὑπερβαλλούσης
ἐκείνου τροφῆς. πρῶτον δὲ ἔδοξεν αὐτοῖς ἐπιλέξασθαι
ἄνδρα πρεσβύτην τινὰ καὶ σώφρονα τὸν διαδεξόμενον
τὴν ἀρχήν, ὅπως αὐτοί τε σωθεῖεν καὶ ἀπὸ
τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειαν. καθ̓ ἑαυτοὺς δὴ ἀναλογιζόμενοι οὐδένα

οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα. ἦν δὲ ὁ
Περτίναξ τὸ μὲν γένος Ἰταλιώτης, ἐν δὲ πολλαῖς στρατιωτικαῖς
τε καὶ πολιτικαῖς εὐδοκιμήσας πράξεσι,
πολλὰ δὲ κατὰ Γερμανῶν καὶ τῶν ὑπὸ τὴν ἀνατολὴν βαρβάρων ἐγείρας τρόπαια, μόνος τε περιλειφθεὶς
τῶν σεμνῶν πατρῴων τῷ Κομμόδῳ φίλων: ὃν οὐκ
ἀπέκτεινε, τῶν Μάρκου ἑταίρων τε καὶ στρατηγῶν
ἐντιμότατον γενόμενον, ἢ διὰ σεμνότητα αἰδούμενος
ἢ ὡς πένητα τηρήσας. ἦν γὰρ αὐτῷ καὶ τοῦτο μέρος τῶν ἐγκωμίων, ὅτι πλεῖστα πάντων ἐγχειρισθεὶς πάντων
οὐσίαν εἶχεν ἐλάττονα.

πρὸς δὴ τοῦτον τὸν Περτίνακα νυκτὸς ἀκμαζούσης
πάντων τε ὕπνῳ κατειλημμένων ἀφικνοῦνται ὁ
Λαῖτος καὶ ὁ Ἔκλεκτος, ὀλίγους τῶν συνωμοτῶν ἐπαγόμενοι. ἐπιστάντες δὲ αὐτοῦ κεκλεισμένης τῆς οἰκίας
ταῖς θύραις διεγείρουσι τὸν φυλάττοντα. ἀνοίξας
δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας ἐφεστῶτας
καὶ Λαῖτον, ὃν ᾔδει ἔπαρχον ὄντα, ἐκπλαγεὶς καὶ

ταραχθεὶς εἰσαγγέλλει. ὃ δὲ ἥκειν αὐτοὺς κελεύει, δεινὰ προσδοκώμενα ἑαυτῷ ἑκάστοτε συμβήσεσθαι
φάσκων. ἐν τοσαύτῃ γοῦν αὐτόν φασι μεῖναι ψυχῆς
 
ἀταραξίᾳ ὡς μηδ̓ ἀναθορεῖν τοῦ σκίμποδος, μεῖναι
δὲ ἐπὶ τοῦ σχήματος, καὶ τὸν Λαῖτον ἅμα τῷ Ἐκλέκτῳ
εἰσελθόντα, καίτοι δοκοῦντα ἐπὶ φόνῳ ἥκειν, προσειπεῖν

τε, καὶ θαρροῦντι μηδὲ ὠχριάσαντι τῷ προσώπῳ πάλαι μέν φάναι καὶ πάσης νυκτὸς τόδε τὸ
τέλος τοῦ βίου εἶχον δἰ ἐλπίδος, μόνος τε τῶν πατρῴων
ἔτι περιλειπόμενος φίλων ἐθαύμαζον ἐπ̓ ἐμοὶ
Κόμμοδον βραδύνοντα. τί δὴ μέλλετε; ὑμεῖς τε γὰρ
δράσετε τὸ κεκελευσμένον, ἐγώ τε πονηρᾶς ἐλπίδος
καὶ φόβου συνεχοῦς ἀπαλλάξομαι. πρὸς ταῦτα ὁ

Λαῖτος οὐ παύσῃ ἔφη ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων; οὐ γὰρ ἐπ̓ ὀλέθρῳ τῷ σῷ ἥδε
ἡμῶν ἡ ἄφιξις, ἀλλ̓ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν
καὶ τῆς Ῥωμαίων ἀρχῆς. κεῖται μὲν γὰρ ὁ τύραννος
δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς

δρᾶσαι διενοεῖτο, ταῦτα πρὸς ἡμῶν ἔπαθεν. ἡμεῖς δὲ ἥκομέν σοι τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν
προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ σωφροσύνῃ βίου
μεγέθει τε ἀξιώματος καὶ ἡλικίας σεμνότητι, ποθούμενόν
τε καὶ τιμώμενον ὑπὸ τοῦ δήμου: ὅθεν κἀκείνοις
εὐκταῖον καὶ ἡμῖν σωτήριον τὸ πραττόμενον ἔσεσθαι

προσδοκῶμεν. πρὸς ταῦτα ὁ Περτίναξ οὐ παύσεσθε ἔφη χλευάζοντες πρεσβύτην, καὶ τοσαύτην
μου δειλίαν κατεγνωκότες ὡς πρῶτον ἀπατῆσαι
βούλεσθε, εἶθ̓ οὕτω φονεῦσαι; 
 ἀλλὰ μήν ἔφη ὁ
Ἔκλεκτος, ἐπεὶ λέγουσιν ἡμῖν οὐ πεπίστευκας, λαβὼν
τουτὶ τὸ γραμματεῖον ʽγνωρίζεις δὲ τὴν Κομμόδου
χεῖρα, οὔσης σοι τῆς ἀναγνώσεως ἐν συνηθείᾀ

ἀνάγνωθι: οὕτω γὰρ γνώσῃ τίνα τε κίνδυνον ἐφύγομεν, καὶ ὅτι μὴ σκῆψις ἀλλ̓ ἀλήθεια πρόσεστι τοῖς
λεχθεῖσιν. ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ,
πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα

πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν. καὶ
πρῶτον ἀρέσκει προελθεῖν ἐπὶ τὸ στρατόπεδον καὶ
πεῖραν τῆς γνώμης τῶν στρατιωτῶν λαβεῖν: πείσειν
δὲ αὐτοὺς ὁ Λαῖτος ὑπισχνεῖτο, ἐπείπερ αὐτῷ ἐπάρχῳ

ὄντι μετρίαν ἀπένεμον αἰδῶ. συμπαραλαβόντες οὖν καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον
ἠπείγοντο. ἤδη δὲ καὶ τὸ πλεῖστον τῆς νυκτὸς προκεχωρήκει,
καὶ τῆς ἑορτῆς ἐνεστώσης πρὸ ἡμέρας
πάντα ἐπράττετο. διαπέμπουσι δή τινας τῶν πιστῶν
τοὺς διαβοήσοντας ὅτι ὁ Κόμμοδος τέθνηκε μέν, Περτίναξ

δὲ ἐς τὸ στρατόπεδον βασιλεύσων ἄπεισι. διαδραμούσης
δὲ τῆς φήμης πᾶς ὁ δῆμος ἐνθουσιῶντι
ἐοικὼς ἐξεβακχεύετο, διέθεόν τε, καὶ τοῖς οἰκείοις
ἕκαστος χαίρων διήγγελλε, καὶ μάλιστα τοῖς ἐπ̓ ἀξιώσεως
ἢ πλουσίοις: ἐκείνοις γὰρ καὶ ἐπιβουλεύοντα ᾔδεσαν τὸν Κόμμοδον. ἔθεόν τε περί τε τὰ ἱερὰ καὶ

βωμούς, χάριτας θεοῖς ὁμολογοῦντες. ἐβόων δὲ διάφορα,
οἳ μὲν κεῖσθαι τὸν τύραννον λέγοντες, οἳ δὲ
τὸν μονομάχον, ἄλλοι δὲ ἀπρεπέστερα βλασφημοῦντες:
καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος ῥήματα, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ῥᾳδίως ἐλέγετο.
πλεῖστον δὴ τοῦ δήμου συνέθει δρόμῳ ἐπὶ τὸ στρατόπεδον:
ἠπείγοντο δὲ μάλιστα δεδιότες μή πως ἄρα
οἱ στρατιῶται ὀκνηρότερον ὑπακούσωσι τῇ τοῦ Περτίνακος

ἀρχῇ. ἐσομένην γὰρ σώφρονα μὴ πάνυ τι ἀποδέξασθαι τοὺς στρατιώτας προσεδόκων, τυραννίδι
δουλεύειν εἰθισμένους, ἁρπαγαῖς τε καὶ βίαις ἐγγεγυμνασμένους.
ἵν̓ οὖν αὐτοὺς ἐκβιάσοιντο ὑπακοῦσαι,
πανδημεὶ συνῆλθον. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ,
ὁ Λαῖτός τε καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα: συγκαλέσας τε τοὺς στρατιώτας ὁ
Λαῖτος ἔλεξε τοιάδε.

Κόμμοδος μὲν ἡμῖν ὁ βασιλεὺς τέθνηκεν ἀποπληξίᾳ, αἴτιος δὲ τοῦ τοιούτου θανάτου οὐκ ἄλλος
ἀλλ̓ αὐτὸς αὑτῷ: συμβουλεύουσι γὰρ ἡμῖν τὰ ἄριστα
ἀεὶ καὶ σωτήρια μὴ πειθόμενος, βιοὺς δὲ ὡς οὐκ
ἀγνοεῖτε, ὑπὸ πλήθους ἀποπνιγεὶς διεφθάρη. τὸν
μὲν οὖν κατέλαβε τέλος τὸ πεπρωμένον: οὐδὲ γὰρ μία
οὐδ̓ ἡ αὐτὴ πᾶσιν ἀνθρώποις θανάτου αἰτία, διάφοροι

δὲ οὖσαι ἐς ἓν τέρμα βίου συντελοῦσιν. ἀλλ̓ ἀντ̓ ἐκείνου γὰρ ὑμῖν ἄγομεν ἡμεῖς τε καὶ ὁ δῆμος
τῶν Ῥωμαίων ἄνδρα τὴν μὲν ἡλικίαν σεμνὸν τὸν δὲ
βίον σώφρονα, ἀρετῆς δὲ τῆς ἐν ἔργοις ἔμπειρον: ὧν
οἱ μὲν πρεσβύτεροι καὶ τῶν στρατιωτικῶν αὐτοῦ πράξεων
ἐπειράθητε, οἱ δὲ λοιποὶ τῆς πόλεως ἐπάρχοντα
τοσούτων ἐτῶν ἀεὶ διὰ τιμῆς τε καὶ θαύματος ἔσχετε.

δίδωσί τε ὑμῖν ἡ τύχη οὐ βασιλέα μόνον ἀλλὰ καὶ πατέρα χρηστόν. εὐφρανεῖ τε ἡ τοῦδε ἀρχὴ οὐχ ὑμᾶς
μόνον τοὺς ἐνταυθοῖ δορυφοροῦντας, ἀλλὰ καὶ τοὺς
ἐπὶ ταῖς ὄχθαις τῶν ποταμῶν καὶ τοὺς ἐπὶ τοῖς ὅροις
τῆς Ῥωμαίων ἀρχῆς ἱδρυμένους, οἳ τὴν πεῖραν αὐτοῦ
τῶν ἔργων φέρουσι διὰ μνήμης. τό τε βάρβαρον
οὐ χρήμασιν ἔτι θεραπεύσομεν, πείρᾳ δὲ ὧν πρὸς αὐτοῦ
πεπόνθασι στρατηγοῦντος φόβῳ ὑποτάξονται.

τοιαῦτα δὴ λέγοντος τοῦ Λαίτου, μὴ κατασχὼν ἑαυτὸν ὁ δῆμος, μελλόντων καὶ ὀκνούντων ἔτι τῶν
στρατιωτῶν, σεβαστόν τε ἀναγορεύει καὶ πατέρα καλεῖ
πάσαις τε γεραίρει εὐφημίαις. τότε καὶ οἱ στρατιῶται,
οὐχ ὁμοίᾳ μὲν προθυμίᾳ, τῇ δὲ ἐκ τοῦ παρόντος
πλήθους ἀνάγκῃ ʽκαὶ γὰρ ἦσαν πανταχόθεν
ὑπὸ τοῦ δήμου περιειλημμένοι, ὀλίγοι τε καὶ ἄνευ

τῶν ὅπλων ὡς ἐν ἱερομηνίᾀ, πλὴν συνεξεβόησαν καὶ σεβαστὸν προσεῖπον τὸν Περτίνακα: ἔς τε τὸ ἐκείνου
ὄνομα τοὺς συνήθεις ὅρκους ὀμόσαντες καὶ θύσαντες,
 
δαφνηφοροῦντες πᾶς ὁ δῆμος καὶ τὸ στρατιωτικόν,
ἐπειδὴ προσῄει καὶ τὸ περίορθρον, ἐς τὴν βασίλειον
αὐλὴν ἀνήγαγον τὸν Περτίνακα.

ὃ δὲ ἐπείπερ ἱδρύθη ἐν τῇ βασιλείῳ ἑστίᾳ, τῶν
τε στρατιωτῶν καὶ τοῦ δήμου, ὡς προείρηται, νύκτωρ ἀναγαγόντων, φροντίσι μεγίσταις τὴν γνώμην ἐταράττετο:
πάνυ τε αὐτόν, καίτοι δοκοῦντα ψυχῆς εἶναι
ἐρρωμένης καὶ πρὸς πάντα ἀνδρεῖον, τὰ παρόντα ἐφόβει,
οὐχ οὕτω προνοίᾳ τῆς ἑαυτοῦ σωτηρίας ʽκινδύνων
γὰρ καὶ μειζόνων πολλάκις ἦν καταφρονήσασ̓, ἐλογίζετο δὲ τήν τε αἰφνίδιον τῆς τυραννίδος μεταβολὴν
τήν τε ἐν τῇ συγκλήτῳ βουλῇ τινῶν εὐγένειαν,
οὓς ὑπώπτευεν οὐκ ἀνεξομένους μετὰ βασιλέα εὐγενέστατον
τὴν ἀρχὴν μεταπεσοῦσαν ἐς ἄνδρα ἐξ ἰδιωτικοῦ

καὶ ἀσήμου γένους ἐπὶ τοῦτο ἐλθόντα. εἰ γὰρ καὶ ὁ βίος αὐτῷ διὰ σωφροσύνην ἐπῃνεῖτο καὶ τὰ ἐν
ταῖς στρατιωτικαῖς πράξεσιν ἦν εὐκλεῆ, ἀλλ̓ ὅσον εὐγενείας
χάριν, πολὺ τῶν εὐπατριδῶν ἀπελείπετο.
ἡμέρας οὖν καταλαβούσης κατῆλθεν ἐπὶ τὸ συνέδριον
τῆς βουλῆς, οὔτε τὸ πῦρ ἐάσας ἑαυτοῦ προπομπεῦσαι οὔτε τι ἄλλο τῶν βασιλικῶν συμβόλων ἐς ὕψος ἀρθῆναι
πρὶν ἢ μαθεῖν τὴν γνώμην τῆς συγκλήτου βουλῆς.

ἐπεὶ δὲ αὐτὸν ἅμα τῷ ἐπιφανῆναι πάντες ὁμοθυμαδὸν
εὐφήμησαν σεβάσμιόν τε καὶ βασιλέα προσηγόρευσαν,
ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο τῆς ἀρχῆς τὸ ἐπίφθονον, γῆράς τε προϊσχόμενος συγγνώμης
ἐδεῖτο, εἶναί τε πολλοὺς εὐπατρίδας ἔφασκεν οἷς ἡ
βασιλεία μᾶλλον ἁρμόζει: καὶ λαβόμενος τῆς χειρὸς
Γλαβρίωνος εἷλκεν αὐτόν, καθίζεσθαι κελεύων ἐπὶ

τοῦ βασιλείου θρόνου. ἦν δὲ ἐκεῖνος εὐγενέστατος μὲν πάντων τῶν εὐπατριδῶν ʽἀνέφερε γοῦν ἐς Αἰνείαν
τὸν Ἀφροδίτης καὶ Ἀγχίσου τὴν τοῦ γένους
 
διαδοχήν̓, ἔτι δὲ καὶ τὴν ὕπατον ἀρχὴν τελέσας δεύτερον.
ὃ δέ ἀλλ̓ αὐτός ἔφη ἐγώ, ὃν σὺ νομίζεις
πάντων ἀξιώτατον, σοί τε τῆς ἀρχῆς παραχωρῶ, καὶ
πᾶσαν τὴν ἐξουσίαν ἐγὼ: καὶ οἱ λοιποὶ πάντες ψηφιζόμεθά
σοι διδόντες. τότε δὲ πάντων αὐτὸν ἐκβιασαμένων
ἐκλιπαρησάντων τε, ὀκνῶν καὶ μόλις ἀνελθὼν
ἐπὶ τὸν βασίλειον θρόνον ἔλεξε τοιάδε.

τὸ πάνυ δεξιὸν ὑμῶν τῆς πρός με τιμῆς καὶ τὸ τῆς σπουδῆς ὑπερβάλλον ἐπίλεκτόν τε ἐς πρόκρισιν
τοσαύτης παῤ ὑμῖν εὐγενείας, οὐκ ἔχον κολακείας
ὑποψίαν ἀλλὰ δεῖξιν καὶ πίστιν εὐνοίας, ἄλλῳ μὲν
ἄν τῳ θάρσος καὶ προθυμίαν ἐνέβαλεν ἐς τὸ ἑτοίμως
δέξασθαι τὰ ἐγκεχειρισμένα, ἐλπίδα τε ῥᾳστώνης ὑπέφηνεν
ἂν ὡς εὐμαρῶς τὴν ἀρχὴν διοίσοντι ἐν ἀρχομένοις

οὕτως εὐνοοῦσιν: ἐμοὶ δὲ ταῦτα μεγάλα ὄντα καὶ ἐξαίρετα τιμῆς τε αἴσθησιν ἐκπλήττει, δέος τε καὶ
ἀγῶνα οὐ μικρὸν ἐμποιεῖ. μεγάλων γὰρ εὐεργεσιῶν
προϋπαρχουσῶν τὸ ἰσότιμον δυσέφικτον ἐν ταῖς ἀμοιβαῖς,
καὶ μικρὰ μὲν λαβοῦσιν ἀντιδοῦναι μεῖζον οὐχ
οὕτως εὐμαρὲς ὡς εὐχάριστον δοκεῖ, ὁπηνίκα δ̓ ἂν
ὁ πρῶτός τι δράσας ἀγαθὸν ἀνυπέρβλητον κατάθηται
χάριν, τὸ μὴ κατ̓ ἀξίαν ἀντιδοθὲν οὐχ οὕτω δυσπόριστον
ὡς ἀναίσθητον ἅμα καὶ ἀχάριστον ὀνομάζεται.

ὁρῶ δὴ οὐ τὸν τυχόντα μοι ἐπηρτημένον ἀγῶνα πρὸς τὸ ἄξιον ἐμαυτὸν παρασχεῖν τῆς τοσαύτης παῤ ὑμῶν
τιμῆς. οὐ γὰρ ἐν τῇ καθέδρᾳ ἡ προεδρία, ἀλλ̓ ἐν τοῖς
ἔργοις, εἴ τις αὐτὴν μὴ καταισχύνει. ὅσῳ δὲ τὰ γενόμενα
ὡς φαῦλα μισεῖται, τοσούτῳ τὰ μέλλοντα ὡς
ἀγαθὰ μεγάλως ἐλπίζεται. καὶ τὰ μὲν δεινὰ τῶν ἔργων
ἀεὶ μνημονεύεται ʽτὸ γὰρ λυπῆσαν δυσαπάλειπτον̓,
τὰ δὲ χρηστὰ ἅμα τῇ ἀπολαύσει καὶ τὴν περὶ

αὑτῶν μνήμην συναναλίσκει, ἐπεὶ μὴ ὁμοίως εὐφραίνει 
ἐλευθερία ὡς λυπεῖ δουλεία, οὐδέ τις ἀδεῶς τὰ
ἑαυτοῦ ἔχων ἐν χάριτος μοίρᾳ τίθεται, τὰ ἴδια καρποῦσθαι
νομίζων, ὁ δὲ τῶν οἰκείων στερηθεὶς αἰώνιον
ἔχει τὴν μνήμην τοῦ λελυπηκότος. οὐδ̓ εἴ τις
ἐς τὸ κοινὸν χρηστὴ γένοιτο μεταβολή, αὐτός τι πλέον καρποῦσθαι νομίζει, ἐπεὶ τοῦ μὲν δημωφελοῦς καὶ
κοινῇ διαφέροντος ὀλίγη τοῖς καθ̓ ἕνα φροντίς, τὸ δὲ
καθ̓ αὑτὸν ἕκαστος εἰ μὴ κατὰ γνώμην προχωροίη,

οὐδέν τι μέγα ὠφελεῖσθαι νομίζει. οἵ τε εἰθισμένοι
ταῖς τῆς τυραννίδος ἀκρίτοις καὶ ἀφειδέσι μεγαλοδωρίαις ἐντρυφᾶν τὴν ἐς τὸ σωφρονέστερον καὶ μεμετρημένον
διὰ σπάνιν χρημάτων μεταβολὴν οὐ φιλοσώφρονα
οὐδὲ σύμμετρον καὶ κεκριμένην διοίκησιν
ὀνομάζουσιν, ἀλλὰ μικρολογίαν καὶ ἀθλιότητα βίου
ὀνειδίζουσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν μεγάλα καὶ ὡς ἔτυχε χαρίζεσθαι οὐκ ἂν περιγένοιτο εἰ μὴ ἐκ τοῦ ἁρπάζειν
καὶ βιάζεσθαι, τὸ δὲ λογισμῷ πάντα καὶ κατ̓
ἀξίαν ἑκάστου νέμειν ἄνευ τοῦ δεινόν τι δρᾶσαι, μὴ
παρέχον ἄδικον εὐπορίαν χρημάτων, διδάσκει φειδὼ

σώφρονα τῶν καλῶς πορισθέντων. ταῦτα δὴ ὑμᾶς ἐγνωκότας χρὴ συναίρεσθαι, καὶ κοινὴν τῆς ἀρχῆς
τὴν διοίκησιν νομίζοντας, ἀριστοκρατίαν τε ἀλλ̓ οὐ
τυραννίδα ὑπομενοῦντας, αὐτούς τε ἀγαθὰς ἔχειν ἐλπίδας
καὶ πᾶσι τοῖς ἀρχομένοις ταῦτα ὑπισχνεῖσθαι.

τοιαῦτα ὁ Περτίναξ εἰπὼν ὑπερῆσέ τε τὴν σύγκλητον βουλήν, καὶ πρὸς πάντων εὐφημηθείς, πάσης
τε τιμῆς καὶ αἰδοῦς παῤ αὐτῶν τυχών, ἔς τε τὸν τοῦ
Διὸς νεὼν καὶ τὰ λοιπὰ ἱερὰ πεμφθείς, τάς τε ὑπὲρ
τῆς βασιλείας θυσίας τελέσας, ἐς τὴν βασίλειον ἐπανῆλθεν
αὐλήν.

ἐπεὶ δὲ διεφοίτησεν ἡ φήμη τῶν τε λεχθέντων
ὑπ̓ αὐτοῦ ἐν τῇ συγκλήτῳ καὶ τῶν πρὸς τὸν δῆμον
 
γραφέντων, ὑπερήδοντο πάντες, σεμνὸν καὶ ἤπιον
ἄρχοντα καὶ πατέρα, οὐ βασιλέα ἕξειν ἐλπίζοντες. τούς
τε γὰρ στρατιώτας ἐκέλευσε παύσασθαι τῆς πρὸς τοὺς
δημότας ὕβρεως καὶ μήτε πελέκεις φέρειν μετὰ χεῖρας
μήτε παίειν τινὰ τῶν παριόντων, ἔς τε τὸ κόσμιον καὶ
εὔτακτον μετάγειν πάντα ἐπειρᾶτο, ἔν τε ταῖς προόδοις
καὶ τοῖς δικαστηρίοις πρᾶον καὶ ἥμερον ἦθος ἐπεδείκνυτο.

καὶ τῆς Μάρκου ἀρχῆς ζήλῳ τε καὶ μιμήσει τοὺς μὲν πρεσβυτέρους ὑπομιμνήσκων εὔφραινε,
τοὺς δ̓ ἄλλους πάντας ἐξ ὠμῆς καὶ ἐφυβρίστου τυραννίδος
ἐς σώφρονα καὶ ἀμέριμνον βίον μεταχθέντας
ῥᾷστα ἐς εὔνοιαν ᾠκειώσατο. τῆς τε ἡμέρου ἀρχῆς
ἡ φήμη διαθέουσα πάντα ἔθνη καὶ πάντα στρατόπεδα,
ὅσα τε Ῥωμαίοις ὑπήκοα καὶ ὅσα φίλα, ἐκθειάζειν

αὐτοῦ τὴν ἀρχὴν ἔπειθεν. ἀλλὰ μὴν καὶ τῶν βαρβάρων ὅσοι πρότερον ἀφηνίαζον ἢ ἐστασίαζον, φόβῳ
τε καὶ μνήμῃ τῆς ἐν ταῖς προτέραις αὐτοῦ στρατείαις
ἀρετῆς, πίστει τε γνώμης ὅτι μηδένα ἑκὼν ἀδικήσει
ποτέ, ἑκάστῳ τὸ κατ̓ ἀξίαν ἀπονέμων, χάριτος ἀπρεποῦς
καὶ βίας ὠμῆς ἀλλότριος, ἑκόντες αὐτῷ προσεχώρουν.
πρεσβεῖαί τε πανταχόθεν ἀφικνοῦντο, συνηδομένων
ἁπάντων τῇ Ῥωμαίων ὑπὸ Περτίνακι ἀρχῇ.

οἱ μὲν οὖν ἄλλοι πάντες ἄνθρωποι καὶ κοινῇ καὶ ἰδίᾳ τῷ εὐτάκτῳ καὶ ἡμέρῳ τῆς βασιλείας ἔχαιρον:
ὃ δὲ πάντας εὔφραινε, τοῦτο μόνους ἐλύπει τοὺς
ἐν τῇ Ῥώμῃ στρατιώτας, οἳ δορυφορεῖν εἰώθασι τοὺς
βασιλέας. κωλυόμενοι γὰρ ἁρπάζειν τε καὶ ὑβρίζειν,
ἔς τε τὸ εὔτακτον καὶ κόσμιον ἀνακαλούμενοι, τὸ
πρᾶον καὶ ἥμερον τῆς ἀρχῆς ὕβριν αὑτῶν καὶ ἀτιμίαν
καθαίρεσίν τε τῆς ἀνέτου ἐξουσίας νομίζοντες, τὴν τῆς

ἀρχῆς οὐκ ἔφερον εὐταξίαν. ἀλλὰ τὰ μὲν πρῶτα κατ̓ ὀλίγον ὀκνηρούς τε καὶ ἀπειθεῖς αὑτοὺς τοῖς κελευομένοις
 
παρεῖχον: τὸ δὲ τελευταῖον, οὐδ̓ ὅλων μηνῶν
δύο τῆς βασιλείας αὐτῷ προκεχωρηκυίας, ἐπιδειξαμένου
τε ἐν ὀλίγῳ χρόνῳ πολλὰ σώφρονα καὶ χρηστὰ
ἔργα, ἐλπίδων τε ἀγαθῶν τοῖς ἀρχομένοις ὑποφαινομένων,
ἐβάσκηνε πάντα καὶ ἀνέτρεψε πονηρὰ τύχη, ἐκώλυσέ τε θαυμαστὰ καὶ ἐπωφελῆ τοῖς ὑπηκόοις ἔργα

ἐς τέλος ἀχθῆναι. πρῶτον μὲν γὰρ πᾶσαν τὴν κατ̓
Ἰταλίαν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀγεώργητόν τε
καὶ παντάπασιν οὖσαν ἀργὸν ἐπέτρεψεν, ὁπόσην τις
βούλεται καὶ δύναται, εἰ καὶ βασιλέως κτῆμα εἴη, καταλαμβάνειν, ἐπιμεληθέντι τε καὶ γεωργήσαντι
δεσπότῃ εἶναι: ἔδωκέ τε γεωργοῦσιν ἀτέλειαν πάντων
ἐς δέκα ἔτη, καὶ διὰ παντὸς δεσποτείας ἀμεριμνίαν.

τοῖς τε βασιλικοῖς κτήμασιν ἐκώλυσεν αὑτοῦ
τοὔνομα ἐπιγράφεσθαι, εἰπὼν αὐτὰ οὐκ ἴδια τοῦ βασιλεύοντος εἶναι, ἀλλὰ κοινὰ καὶ δημόσια τῆς Ῥωμαίων
ἀρχῆς. τέλη τε πάντα τὰ πρότερον ἐπὶ τῆς τυραννίδος
ἐς εὐπορίαν χρημάτων ἐπινοηθέντα ἐπί τε
ὄχθαις ποταμῶν καὶ λιμέσι πόλεων ἔν τε ὁδῶν πορείαις,
καταλύσας ἐς τὸ ἀρχαῖον καὶ ἐλεύθερον ἀφῆκεν.

ἐμέλλησε δ̓ ἂν ἔτι καὶ πλείονα, ὥς γε τὰ τῆς προαιρέσεως
ἐνεδείκνυτο, εὐεργετήσειν τοὺς ὑπηκόους,
ἐπεὶ καὶ τοὺς συκοφάντας τῆς πόλεως ἦν διώξας καὶ
τοὺς πανταχόθεν κολασθῆναι κελεύσας, τοῦ μηδένα
ἐπηρεάζεσθαι μηδὲ ματαίοις ἐγκλήμασι περιπίπτειν προνοούμενος. ἐν ἀδείᾳ τε καὶ μακαρίῳ βίῳ ἥ τε σύγκλητος
μάλιστα καὶ οἱ λοιποὶ πάντες βιώσεσθαι προσεδόκων.

οὕτω γὰρ μέτριος καὶ ἰσότιμος ἦν ὡς καὶ
τὸν υἱὸν αὑτοῦ ἤδη μειράκιον ὄντα μηδὲ ἐς τὴν βασίλειον
αὐλὴν ἀναγαγεῖν, ἀλλ̓ ἔν τε τῇ πατρῴᾳ μένειν οἰκίᾳ, καὶ ἐς τὰ συνήθη προϊόντα διδασκαλεῖα καὶ
γυμνάσια ἰδιωτεύοντα ὁμοίως τοῖς λοιποῖς παιδεύεσθαί
 
τε καὶ πάντα πράττειν, οὐδαμοῦ τῦφον ἢ πομπὴν
παρεχόμενον βασιλικήν.

τοιαύτης δὲ εὐμοιρίας καὶ εὐταξίας κατεχούσης τὸν βίον, μόνοι οἱ δορυφόροι, ἀσχάλλοντες μὲν ἐπὶ
τοῖς παροῦσι, ποθοῦντες δὲ τὰς ἐπὶ τῆς προγενομένης
τυραννίδος ἁρπαγάς τε καὶ βίας ἔν τε ἀσωτίαις καὶ
κραιπάλαις, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα
ὡς ὄντα αὐτοῖς βαρὺν καὶ ἐπαχθῆ, ζητῆσαι δέ
τινα τὸν πάλιν αὐτοῖς ἄνετον καὶ ἀκόλαστον παρέξοντα

ἐξουσίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος ἀλλὰ πάντων ἐν ἡσυχίᾳ διατριβόντων, θυμῷ
καὶ ἀλόγῳ ὁρμῇ ἐκ τοῦ στρατοπέδου δρόμῳ φερόμενοι
αὐτοὶ ἡμέρας ἀκμαζούσης ἐπεισῆλθον τοῖς βασιλείοις,
τά τε δόρατα διατεινάμενοι καὶ τὰ ξίφη σπασάμενοι.

τῷ δὲ παραδόξῳ τοῦ ἔργου καὶ ἀνελπίστῳ οἱ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, ὀλίγοι τε
πρὸς πολλοὺς καὶ ἄνοπλοι πρὸς ὡπλισμένους, οὐκ
ἔμενον, ἀλλ̓ ἕκαστος ἣν ἐγκεχείριστο φρουρὰν λιπὼν
ἢ ἐπὶ τῇ αὐλείῳ ἢ ἐπὶ ταῖς λοιπαῖς εἰσόδοις ἔφευγον.
ὀλίγοι δέ τινες τῶν εὐνοούντων, διαγγείλαντες τῷ
Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν τῇ τε τοῦ

δήμου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. ὃ δὲ καὶ τοῖς συμβουλεύουσιν αὐτῷ πρὸς τὸ παρὸν ὠφέλιμα μὴ πεισθείς,
ἀπρεπῆ δὲ καὶ ἀνελεύθερα βασιλείας τε ἀνάξια
καὶ τῶν προβεβιωμένων αὑτῷ καὶ προπεπραγμένων
νομίσας, φεύγειν μὲν ἢ λαθεῖν οὐκ ἠθέλησεν, ὁμόσε
δὲ χωρήσας τῷ πράγματι προῆλθεν ὡς διαλεξόμενος
αὐτοῖς, ἐλπίσας πείσειν τε αὐτοὺς καὶ παύσειν τῆς

ἀλόγου ἐς τὸ παρὸν ὁρμῆς. καὶ δὴ τοῦ δωματίου προελθών, ὑπαντώμενος αὐτοῖς πυνθάνεσθαί τε ἐπειρᾶτο
τὰς αἰτίας τῆς ὁρμῆς, πείθειν τε ἐπεχείρει μὴ
ἐνθουσιᾶν, μένων καὶ τότε ἐν σώφρονι καὶ σεμνῷ
 
σχήματι καὶ τηρῶν τὸ τοῦ βασιλέως ἀξίωμα, οὐδέν τι
κατεπτηχότος οὐδὲ ἀποδειλιῶντος καὶ ἱκετεύοντος
σχῆμα ἐνδεικνύμενος.

τὸ μὲν ἐμέ ἔφη πρὸς ὑμῶν ἀναιρεθῆναι οὐδέν
τι μέγα ἢ βαρὺ πρεσβύτῃ ἐς μακρὸν γῆρας ἐνδόξως ἐλάσαντι: παντὶ γὰρ ἀνθρώπων βίῳ ἀνάγκη τέλος
ἐπιτεθῆναι: τὸ δὲ ὑμᾶς, φύλακας καὶ φρουροὺς
δοκοῦντας εἶναι τοῦ βασιλέως καὶ τοὺς ἔξωθεν κινδύνους
ἀπείργοντας, αὐτοὺς γενέσθαι φονεῖς, καὶ μὴ
μόνον ἐμφυλίῳ ἀλλὰ καὶ βασιλείῳ μιᾶναι τὰς δεξιὰς αἵματι, ὁρᾶτε μὴ πρὸς τὸ νῦν ἀνόσιον καὶ ὕστερον
ὑμῖν ἐπικίνδυνον ᾖ. οὐ γάρ τι ἐμαυτῷ σύνοιδα λυπήσαντι

ὑμᾶς. εἰ δὲ καὶ ἐπὶ τῇ τοῦ Κομμόδου τελευτῇ
δυσχεραίνετε, οὐδὲν παράδοξον, ἄνθρωπον
ὄντα εἰ τελευτὴ κατέλαβεν. εἰ δὲ τοῦτο ἐξ ἐπιβουλῆς οἴεσθε γεγενῆσθαι, οὐκ ἐμὸν τὸ ἁμάρτημα: ἴστε γὰρ
ἔξω πάσης ὄντα με ὑποψίας καὶ οὐδὲν ἧττον ὑμῶν
ἀγνοοῦντα τὰ τότε πεπραγμένα, ὡς εἴ τι ὑποπτεύετε,

ἑτέροις ἐπιφέρειν τὸ ἔγκλημα. ἀλλ̓ ὅμως κἀκείνου
τελευτήσαντος οὐδὲν ὑμῖν τῶν εὐπρεπῶς καὶ κατ̓ ἀξίαν καὶ ἄνευ τοῦ βιάζεσθαί με ἢ ἁρπάζειν ἐνδεήσει. 
τοιαῦτά τινα λέγειν αὐτοῖς πειρώμενος ἤδη τινὰς
αὐτῶν καὶ πείσειν ἔμελλε, καὶ οὐκ ὀλίγοι γε ἀποστραφέντες
ἀνεχώρουν, σεμνοῦ βασιλέως γῆρας αἰδούμενοι: ἔτι δὲ λαλοῦντα τὸν πρεσβύτην ἐπιπεσόντες

φονεύουσι. δράσαντές τε οὕτως ὠμὸν ἔργον, δέει
 τῶν τετολμημένων φθάσαι θέλοντες τὴν τοῦ δήμου
ἔφοδον, ἐπιστάμενοί τε ὅτι χαλεπῶς τὸ πλῆθος διοίσει
τὰ πεπραγμένα, ἐς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες πάσας πύλας τε καὶ εἰσόδους ἀποκλείσαντες
ἐντὸς τείχους ἔμενον, φρουρὰς ἐπὶ τῶν πύργων
 
καταστήσαντες, ὡς ἀμύνοιντο εἰ τῷ τείχει προσβάλλοι
ὁ δῆμος.
τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Περτίνακα,

χρησάμενον βίῳ καὶ προαιρέσει οἷς προείρηται: ἐπειδὴ δὲ διεφοίτησεν ἐς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις,
ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε
ἐνθουσιῶσιν ἐοικότες, κίνησίς τε ἄλογος κατεῖχε τὸν
δῆμον, ζητούντων τοὺς δράσαντας, μήτε δὲ εὑρεῖν

μήτε ἀμύνασθαι δυναμένων. μάλιστά τε δεινῶς ἔφερον τὸ πεπραγμένον καὶ συμφορὰν κοινὴν ἐτήρουν
οἱ τὴν σύγκλητον βουλὴν νέμοντες, πατέρα τε
ἤπιον καὶ χρηστὸν προστάτην ἀποβαλόντες. πάλιν τε
τυραννίδος ἦν δέος, ἐπεὶ τούτῳ χαίρειν τοὺς στρατιώτας

ἤλπιζον. μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης οἱ μὲν δημόται ἕκαστος τὸ καθ̓ αὑτὸν
δεδιὼς ὑπανεχώρει, οἵ τε ἐν ἀξιώσεσιν ὄντες ἐς τὰ
πορρωτάτω τῆς πόλεως ἀπεδίδρασκον κτήματα, ὡς ἂν
μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν:

οἱ δὲ στρατιῶται ἐπεὶ τόν τε δῆμον ἡσυχάζοντα ἔγνωσαν μήτε τινὰ τολμῶντα ἐπεξελθεῖν τῷ τοῦ βασιλέως
αἵματι, ἔμενον μὲν ἐντὸς τοῦ τείχους κατακλείσαντες
ἑαυτούς, ἀναγαγόντες δὲ τοὺς εὐφωνοτάτους ἑαυτῶν
ἐπὶ τὸ τεῖχος προεκήρυττον ὤνιον τὴν βασιλείαν, τῷ
τε πλέον ἀργύριον δώσοντι ἐγχειριεῖν ὑπισχνοῦντο
τὴν ἀρχὴν καὶ διὰ τῶν ὅπλων αὐτὸν ἀνάξειν ἀδεῶς

ἐς τὴν βασίλειον αὐλήν. ἐπεὶ δὲ τὸ κήρυγμα διεφοίτησεν, οἱ μὲν σεμνότεροί τε καὶ εὐσταθέστεροι
τῆς συγκλήτου βουλῆς, ὅσοι τε εὐπατρίδαι ἢ ἔτι πλούσιοι,
λείψανα ὀλίγα τῆς Κομμόδου τυραννίδος, οὔτε
προσῆλθον τῷ τείχει οὔτε ἀπρεπῆ καὶ ἐπονείδιστον

χρήμασι κτήσασθαι τὴν ἀρχὴν ἠθέλησαν: Ἰουλιανῷ δέ τινι, ἤδη μὲν τὴν ὕπατον τετελεκότι ἀρχήν, δοκοῦντι
 
δὲ ἐν εὐπορίᾳ χρημάτων εἶναι, ἑστιωμένῳ δὴ
περὶ δείλην ἑσπέραν διηγγέλη τὸ στρατιωτικὸν κήρυγμα
παρὰ μέθην καὶ κραιπάλην: ἦν γὰρ καὶ τῶν

ἐπὶ βίῳ μὴ σώφρονι διαβεβλημένων. πείθουσιν οὖν
αὐτὸν ἥ τε γυνὴ καὶ ἡ θυγάτηρ καὶ τὸ τῶν παρασίτων πλῆθος ἀναθορόντα τοῦ σκίμποδος δραμεῖν ἐπὶ τὸ
τεῖχος καὶ τὸ πραττόμενον μαθεῖν, παρά τε πᾶσαν τὴν
ὁδὸν συμβουλεύοντες ἐρριμμένην τὴν ἀρχὴν ἁρπάσαι,
ἀφειδῶς δὲ χρημάτων ἔχοντα μεγαλοδωρίᾳ ἅπαντας

ὑπερβαλεῖν, εἰ καί τινες ἀμφισβητοῖεν. ἐπεὶ τοίνυν τῷ τείχει προσῆλθεν, ἐβόα τε πάντα δώσειν ὅσα βούλονται
ὑπισχνούμενος, παρεῖναί τε αὑτῷ πάμπλειστα
χρήματα καὶ θησαυροὺς χρυσοῦ καὶ ἀργύρου πεπληρωμένους
ἔλεγε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σουλπικιανός,
καὶ αὐτὸς ἀνὴρ τῶν ὑπατευκότων, ἔπαρχός τε τῆς πόλεως γενόμενος ʽπατὴρ δὲ ἦν τῆς Περτίνακος

γυναικόσ̓, ἧκε τὴν ἀρχὴν ὠνούμενος. ἀλλὰ τοῦτον
μὲν οὐ προσήκαντο φοβηθέντες οἱ στρατιῶται τὴν
πρὸς τὸν Περτίνακα συγγένειαν, μή τις ἄρα δόλος
εἴη ἐς τὸ ἐκδικηθῆναι τὸν ἐκείνου φόνον: καθέντες δὲ κλίμακα τὸν Ἰουλιανὸν ἐπὶ τὸ τεῖχος ἀνεβίβασαν.
οὐ γὰρ πρότερον ἀνοῖξαι τὰς πύλας ἤθελον πρὶν ἢ
τὴν ποσότητα μαθεῖν τῶν δοθησομένων χρημάτων.

ὃ δ̓ ἀνελθὼν τήν τε Κομμόδου μνήμην αὐτοῖς καὶ τὰς
τιμὰς καὶ τὰς εἰκόνας, ἃς ἡ σύγκλητος καθεῖλεν, ἀνανεώσεσθαι ὑπέσχετο, καὶ πάντων δώσειν ἐξουσίαν
ὧν εἶχον ἐπ̓ ἐκείνου, ἑκάστῳ τε στρατιώτῃ τοσοῦτον
ἀργύριον ὅσον μήτε αἰτῆσαι μήτε λήψεσθαι προσεδόκησαν:
τὰ δὲ χρήματα μὴ μελλήσειν, ἀλλ̓ οἴκοθεν

ἤδη μεταπέμψεσθαι. τούτοις ἀναπεισθέντες οἱ στρατιῶται καὶ ταύταις ἀρθέντες ταῖς ἐλπίσιν αὐτοκράτορά
τε τὸν Ἰουλιανὸν ἀναγορεύουσι, καὶ πρὸς τῷ
 
οἰκείῳ καὶ ἐκ γένους ὀνόματι Κόμμοδον ἀξιοῦσιν ἀποκαλεῖσθαι.
τά τε σημεῖα ἄραντες, καὶ τὰς ἐκείνου εἰκόνας

ἀποκαταστήσαντες, προπέμπειν ἐπειρῶντο. θύσας δὲ ὁ Ἰουλιανὸς τὰς νενομισμένας καὶ βασιλείους
ἐν τῷ στρατοπέδῳ θυσίας, προήγετο ὑπ̓ αὐτῶν πλέον
τι τῆς συνηθείας δορυφορούμενος: ἅτε γὰρ βίᾳ καὶ
παρὰ γνώμην τοῦ δήμου μετά τε αἰσχρᾶς καὶ ἀπρεποῦς
διαβολῆς ὠνησάμενος τὴν ἀρχήν, εἰκότως ἐδεδίει

τὸν δῆμον ὡς ἐναντιωσόμενον. ἀναλαβόντες οὖν τὰς πανοπλίας καὶ φράξαντες αὑτοὺς οἱ στρατιῶται
ἐς φάλαγγος σχῆμα ὡς, εἰ δέοι, καὶ πολεμήσοντες, ἐν
μέσοις αὑτοῖς ἔχοντες τὸν ἴδιον βασιλέα, ὑπέρ τε τῆς
κεφαλῆς αἰωροῦντες τὰς ἀσπίδας καὶ τὰ δόρατα, μή
που καὶ λίθων τις βολὴ ἀπὸ τῶν δωμ̔??ʼτων ἐπὶ τῇ
πομπῇ γένοιτο, ἀνήγαγον αὐτὸν ἐς τὰ βασίλεια, μηδενὸς
τῶν δημοτῶν μήτε ἀντιστῆναι τολμῶντος μήτε
μὴν εὐφημοῦντος ὥσπερ εἰώθασι προπέμπειν τοὺς
βασιλέας: τοὐναντίον δὲ καὶ πόρρωθεν ἑστῶτες ἐβλασφήμουν
καὶ κακῶς ἠγόρευον ἅτε χρημάτων ἀντικαταλλαξάμενον
τὴν ἀρχήν.

τότε δὲ καὶ πρῶτον ὑποδιεφθάρη τὰ τῶν στρατιωτῶν ἤθη, καὶ χρημάτων ἐδιδάχθησαν ἄπληστον
καὶ αἰσχρὰν ἐπιθυμίαν καταφρόνησίν τε τῆς πρὸς
τοὺς ἄρχοντας αἰδοῦς. τὸ γὰρ μήτε τοῖς οὕτως ὠμῶς
τετολμημένοις ἐν φόνῳ τῷ βασιλικῷ ἐπεξιέναι τινά,
μήτε τὴν οὕτως ἀπρεπῶς ἐπὶ χρήμασι κηρυχθεῖσαν
καὶ πραθεῖσαν ἀρχὴν εἶναι τὸν κωλύοντα, ἀρχηγὸν
καὶ αἴτιον ἀπρεποῦς καὶ ἀπειθοῦς καταστάσεως καὶ
ἐς τὰ ἐπιόντα ἐγένετο, ἀεὶ αὐτοῖς τῆς φιλοχρηματίας
καὶ τῆς τῶν ἀρχόντων καταφρονήσεως καὶ μέχρις αἵματος
αὐξηθείσης.

ὁ δ̓ οὖν Ἰουλιανὸς ἐπεὶ παρῆλθεν ἐς τὴν ἀρχήν, 
τρυφαῖς εὐθέως καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν
δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, ἐς δὲ
τὸ ἁβροδίαιτον καὶ ἄσεμνον ἐπιδοὺς ἑαυτόν. εὑρίσκετό
τε καὶ τοὺς στρατιώτας ψευσάμενος καὶ ἀπατήσας

τῷ μὴ δύνασθαι ἀποπληρῶσαι ἃ ὑπέσχητο: οὔτε γὰρ οἴκοθεν ἦν τοσαῦτα αὐτῷ χρήματα ὅσα ἠλαζονεύσατο,
οὔτε μὴν οἱ δημόσιοί τι θησαυροὶ εἶχον, ἀλλὰ
πάντα προκεκένωτο τῇ Κομμόδου ἀσωτείᾳ καὶ ἀφειδέσι
καὶ ἀκρίτοις ἀναλώμασιν. ἐκ δὲ ταύτης τῆς
τόλμης καὶ τῆς αἰτίας οἵ τε στρατιῶται σφαλέντες τῶν ἐλπίδων ὑπηγανάκτουν, ὅ τε δῆμος αἰσθόμενος τῆς
γνώμης τῶν στρατιωτῶν εἶχον ἐν καταφρονήσει, ὡς
προϊόντα τε κακῶς ἀγορεύειν, ἐπ̓ αἰσχραῖς τε καὶ

ἀμφιβόλοις ἡδοναῖς σκώπτειν. ἔς τε τὸν ἱππόδρομον,
ὅπου μάλιστα τὸ πλῆθος συνιὸν ἐκκλησιάζει, τὸν Ἰουλιανὸν ἐβλασφήμουν, ἀρωγὸν δὲ τῇ Ῥωμαίων ἀρχῇ
καὶ σεμνῆς βασιλείας προστάτην Νίγρον ἐπεκαλοῦντο,
βοηθεῖν τε αὐτὸν τὴν ταχίστην ἠξίουν ὡς ἐφύβριστα

πάσχουσιν. ἦν δὲ ὁ Νίγρος τῶν μὲν πρὸ πολλοῦ
ὑπατευσάντων, καθ̓ ὃν δὲ καιρὸν τὰ προειρημένα ἐν Ῥώμῃ ἐπράττετο, Συρίας ἡγεῖτο πάσης. πολλὴ δὲ ἦν
καὶ μεγίστη ἀρχὴ τότε, τοῦ τε Φοινίκων ἔθνους παντὸς
καὶ τῆς μέχρις Εὐφράτου γῆς ὑπὸ τῇ Νίγρου ὄντων

ἐξουσίᾳ. ἦν δὲ αὐτὸς τὴν μὲν ἡλικίαν ἤδη μετρίως
προβεβηκώς, εὐδοκιμήσας δὲ ἐν πολλαῖς καὶ μεγάλαις πράξεσι. φήμη τε περὶ αὐτοῦ διεφοίτα ὡς
ἐπιεικοῦς καὶ δεξιοῦ καὶ τὸν τοῦ Περτίνακος βίον ζηλοῦντος:
ὑφ̓ ὧν μάλιστα οἱ Ῥωμαῖοι ἐπείθοντο. ἐκάλουν
τε αὐτὸν συνεχῶς ἐν ταῖς τοῦ δήμου συνόδοις,
καὶ βλασφημοῦντες τὸν Ἰουλιανὸν παρόντα ἐκεῖνον βασιλικαῖς φωναῖς εὐφήμουν ἀπόντα.

διαγγελθείσης δὲ τῆς τοῦ δήμου Ῥωμαίων γνώμης
 
καὶ τῆς ἐπαλλήλου ἐν ταῖς συνόδοις βοῆς, εἰκότως
ὁ Νίγρος ἀναπεισθείς, ῥᾷστά τε αὑτῷ τὰ πράγματα
ὑπακούσεσθαι προσδοκήσας, καὶ μάλιστα τῷ τὸν Ἰουλιανὸν
ὑπό τε τῶν περὶ αὐτὸν στρατιωτῶν ἀμελεῖσθαι
διότι τὰς ὑποσχέσεις οὐκ ἐπλήρου τῶν χρημάτων,
ὑπό τε τοῦ δήμου καταφρονεῖσθαι ὡς ἀνάξιον
ἧς ἐώνητο ἀρχῆς, ἐπιδίδωσιν αὑτὸν τῇ τῆς βασιλείας

ἐλπίδι. καὶ τὰ μὲν πρῶτα κατ̓ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους τούς τε τῶν στρατιωτῶν ἐξέχοντας οἴκαδε
μεταπεμπόμενος διελέγετο καὶ ἀνέπειθε, τὰ ἐκ
τῆς Ῥώμης δηλούμενα φανερὰ ποιῶν, ὡς ἂν διαθέουσα
ἡ φήμη ἔκπυστα καὶ γνώριμα ποιῇ τοῖς τε στρατιώταις
καὶ τοῖς λοιποῖς κατὰ τὴν ἀνατολὴν ἀνθρώποις:

οὕτω γὰρ ῥᾷστα ἤλπιζε πάντας αὑτῷ προσχωρήσειν, πυνθανομένους ὅτι μὴ αὐτὸς ἐξ ἐπιβουλῆς
μνᾶται τὴν ἀρχήν, ἀλλὰ καλούμενος καὶ βοηθήσων
ἄπεισι Ῥωμαίοις δεομένοις. ἀνεπτόηντο δὲ πάντες
καὶ μηδὲν μελλήσαντες προσέκειντο, ἐκλιπαροῦντες

καὶ αὐτοὶ ἀντιλαμβάνεσθαι τῶν πραγμάτων. φύσει δὲ κοῦφον τὸ Σύρων ἔθνος, ἐς καινοτομίαν τε τῶν
καθεστηκότων ἐπιτήδειον. ἐνῆν δέ τις αὐτοῖς καὶ
πόθος τοῦ Νίγρου, ἠπίως τε ἄρχοντος ἅπασι, τὰ πλεῖστά
τε αὐτοῖς συμπανηγυρίζοντος. φιλέορτοι δὲ φύσει
Σύροι: ὧν μάλιστα οἱ τὴν Ἀντιόχειαν κατοικοῦντες,
μεγίστην πόλιν καὶ εὐδαίμονα, σχεδὸν παρὰ
πάντα τὸν ἐνιαυτὸν ἑορτάζουσιν ἔν τε τῇ πόλει αὐτῇ

καὶ κατὰ τὰ προάστεια. θέας τοίνυν αὐτοῖς συνεχῶς ἐπιτελῶν ὁ Νίγρος, περὶ ἃς μάλιστα ἐσπουδάκασι,
καὶ διδοὺς ἄνεσιν ἐς τὸ ἑορτάζειν καὶ εὐφραίνεσθαι,

ἅτε ποιῶν κεχαρισμένα, εἰκότως ἐτιμᾶτο. ἅπερ εἰδώς, καλέσας τούς τε πανταχόθεν στρατιώτας ἐς ῥητὴν
ἡμέραν, τοῦ τε λοιποῦ πλήθους συνελθόντος,
 
βήματος αὐτῷ κατασκευασθέντος ἔλεξε τοιάδε ἀνελθών.

τῆς μὲν ἐμῆς γνώμης τὸ πρᾶον καὶ πρὸς τὰ
μεγάλα τῶν τετολμημένων εὐλαβὲς ἴσως ἐστὶν ὑμῖν
πάλαι γνώριμον: οὐδ̓ ἂν νῦν ἐς ὑμᾶς ἦλθον ταῦτα δημηγορήσων, εἰ ἐκ μόνης προαιρέσεως ἰδιωτικῆς καὶ
ἀλόγου ἐλπίδος ἢ μείζονος ἐλπίδος ἐπιθυμίας ἀνεπειθόμην.
ἀλλ̓ ἐμὲ καλοῦσι Ῥωμαῖοι, καὶ συνεχῶς βοῶντες
ἐπείγουσιν ὀρέξαι τε χεῖρα σωτήριον καὶ οὕτω
τὴν ἔνδοξον καὶ ἐνάρετον ἀπὸ προγόνων ἄνωθεν ἀρχὴν

μὴ περιιδεῖν αἰσχρῶς ἐρριμμένην. ὥσπερ δὲ τὸ
τοῖς τηλικούτοις ἐπιτολμᾶν οὐκ οὔσης εὐλόγου προφάσεως
προπετὲς καὶ θρασύ, οὕτω καὶ τὸ πρὸς καλοῦντας
καὶ δεομένους ὀκνηρὸν ἀνανδρίας ἅμα καὶ
προδοσίας φέρει διαβολήν. διὸ παρῆλθον πευσόμενος ὑμῶν τίνα γνώμην ἔχοιτε καὶ τί πρακτέον ἡγοῖσθε,
συμβούλοις τε ὑμῖν καὶ κοινωνοῖς χρησόμενος περὶ
τῶν καθεστώτων: τὸ γὰρ ἀποβησόμενον εἰ εὐτυχηθείη,
κοινὴν ἐμοί τε καὶ ὑμῖν τὴν ἀπόλαυσιν παρέξει.

οὐ φαῦλαι δὲ οὐδὲ κοῦφαι καλοῦσιν ἐλπίδες, ἀλλ̓ ὅ τε Ῥωμαίων δῆμος, ᾧ τὴν δεσποτείαν τῶν
ἁπάντων ἔνειμαν θεοὶ καὶ τὴν βασιλείαν, ἥ τε ἀρχὴ
σαλεύουσα καὶ παρὰ μηδενί πω βεβαίως ἱδρυμένη.
ὅθεν ἡμῖν καὶ τὸ τῆς ἐπιχειρήσεως ἀσφαλές, ἔκ τε τῆς
τῶν καλούντων γνώμης καὶ ἐκ τοῦ μηδένα εἶναι τὸν

ἀνθεστῶτα μηδὲ κωλύοντα, ὑπάρξει: καὶ γὰρ οἱ τὰ
ἐκεῖθεν ἀγγέλλοντές φασι μηδὲ τοὺς στρατιώτας, οἳ
τὴν ἀρχὴν αὐτῷ χρημάτων ἀπέδοντο, πιστοὺς εἶναι
 φρουροὺς ὑπηρέτας, μηδὲ πληρώσαντος ἐκείνου ἃ
ὑπέσχετο. τίνα τοίνυν ἔχετε γνώμην, δηλώσατε.

τοιαῦτά τινα εἰπόντος αὐτοῦ, εὐθέως τὸ στρατιωτικὸν
πᾶν καὶ τὸ συνειλεγμένον πλῆθος αὐτοκράτορά
 
τε ἀνεῖπε καὶ σεβαστὸν προσηγόρευσε: τήν τε
βασίλειον πορφύραν περιβαλόντες, καὶ τὰ λοιπὰ τῆς
σεβασμίου τιμῆς ἐξ αὐτοσχεδίου παρασκευῆς ἀθροίσαντες,
καὶ προπομπεύοντος τοῦ πυρός, ἔς τε τὰ ἱερὰ
τῆς Ἀντιοχείας τὸν Νίγρον ἄγουσι καὶ ἐς τὴν ἑαυτοῦ
οἰκίαν καθιστᾶσιν, οὐκέτι αὐτὴν ἰδιωτικὴν ἀλλὰ βασίλειον
αὐλὴν νομίζοντες, πᾶσι κοσμήσαντες ἔξωθεν
βασιλικοῖς συμβόλοις.

ἐπὶ τούτοις δὴ ὁ Νίγρος πάνυ τὴν ψυχὴν εὐφραίνετο, ὠχυρῶσθαί τε αὑτῷ τὰ τῆς ἀρχῆς ἡγεῖτο
διά τε τὴν τῶν Ῥωμαίων γνώμην καὶ τὴν περὶ αὐτὸν
σπουδὴν τῶν ἀνθρώπων. ὡς γὰρ διιπταμένη ἡ φήμη
πάντα ἐπῆλθεν ἔθνη ὅσα τὴν ἀντικειμένην ἤπειρον
τῇ Εὐρώπῃ κατοικεῖ, οὐδείς τε ἦν ὃς οὐχ ἑκὼν ἐς τὸ
ὑπακούειν αὐτῷ ἠπείγετο, πρεσβεῖαί τε ἀπ̓ ἐκείνων
τῶν ἐθνῶν ἐς τὴν Ἀντιόχειαν ὡς πρὸς βασιλέα ὁμολογούμενον

ἐστέλλοντο. οἵ τε ἐπέκεινα Τίγριδος καὶ Εὐφράτου σατράπαι καὶ βασιλεῖς ἐπέστελλον συνηδόμενοι
αὐτῷ, καὶ εἰ δέοιτο, βοηθείας ὑπισχνοῦντο.
ὃ δὲ δώροις τε αὐτοὺς μεγαλοπρεπῶς ἠμείβετο, καὶ
ἐπὶ τῇ σπουδῇ καὶ ταῖς ὑποσχέσεσι χάριν γινώσκων
ἔλεγε μὴ δεῖσθαι συμμάχων: τὴν γὰρ ἀρχὴν αὑτῷ βεβαίως
ὠχυρῶσθαι, ἀναιμωτί τε ἄρξειν.

ταύταις ἐπαιρόμενος ταῖς ἐλπίσιν ὑπτίαζέ τε πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἐς τὸ ἁβροδίαιτον
ἀνειμένος τοῖς Ἀντιοχεῦσι συνευφραίνετο,
ἑορταῖς τε καὶ θέαις ἐπιδιδοὺς ἑαυτόν. τῆς τε ἐς τὴν
Ῥώμην ἀφόδου, ἐφ̓ ἣν μάλιστα ἐχρῆν σπεύδειν, ἠμέλει.

τοῖς δὲ Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, ὃ
δὲ οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων
τοὺς ἐκεῖ στρατιώτας, εἴ ποτε καὶ μάθοιεν, ὁμογνώμονας
 
ἔσεσθαι τῇ τε Ῥωμαίων εὐχῇ καὶ τῇ τῶν κατὰ
τὴν ἀνατολὴν στρατοπέδων γνώμῃ.

ταῦτα δὲ αὐτοῦ διατυποῦντος καὶ κούφαις καὶ
ἀδήλοις ἐπαιωρουμένου ἐλπίσι, διηγγέλλετο τὰ πραττόμενα
ἔς τε Παίονας καὶ Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου
ἐπικείμενον, ἀπεῖργον τοὺς ἐπέκεινα βαρβάρους, φρουρεῖ

τὴν Ῥωμαίων ἀρχήν. ἡγεῖτο δὲ Παιόνων πάντων
ʽὑπὸ μιᾷ γὰρ ἦσαν ἐξουσίᾀ Σἑ??ʼῆρος, ἀνὴρ τὸ μὲν
γένος Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος,
πόνοις τε ἀντέχων ῥᾷστα, νοῆσαί τε ὀξὺς

καὶ τὸ νοηθὲν ἐπιτελέσαι ταχύς. οὗτος τοίνυν παρὰ
 τῶν ἀγγελλόντων πυνθανόμενος τὴν Ῥωμαίων ἀρχὴν
μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν τοῦ δὲ δυσπραγίαν, ἐν τοῖς πράγμασιν.
ἀνέπειθε δὲ αὐτὸν ὀνείρατα τοιαύτην τινὰ ἐλπίδα
ὑποσημαίνοντα, χρησμοί τε καὶ ὅσα ἐς πρόγνωσιν τῶν
μελλόντων σύμβολα φαίνεται: ἅπερ πάντα ἀψευδῆ
καὶ ἀληθῆ τότε πιστεύεται ὅταν ἐς τὴν ἀπόβασιν εὐτυχηθῇ.

τὰ μὲν οὖν πολλὰ ἱστόρησεν αὐτός τε συγγράψας
ἐν τῷ καθ̓ αὑτὸν βίῳ καὶ δημοσίαις ἀνέθηκεν
εἰκόσι: τὸ δ̓ οὖν τελευταῖον καὶ μέγιστον, ὅπερ
αὐτῷ καὶ τὴν ἐλπίδα πᾶσαν ὑπέφαινεν ὄναρ, οὐδ̓

ἡμῖν παραλειπτέον. κατὰ γὰρ τὸν καιρὸν ὃν ἀπηγγέλη Περτίναξ παραλαβὼν τὴν ἀρχήν, μετὰ τὸ προελθεῖν
καὶ θῦσαι ὁ Σἑ??ʼῆρος καὶ τὸν ὑπὲρ τῆς Περτίνακος
βασιλείας ὅρκον ἀφοσιώσασθαι ἐπανελθὼν ἐς
τὴν οἰκίαν ἑσπέρας καταλαβούσης ἐς ὕπνον κατηνέχθη,
μέγαν δὲ καὶ γενναῖον ἵππον βασιλικοῖς φαλάροις κεκοσμημένον ᾠήθη βλέπειν, φέροντα τὸν Περτίνακα
ἐποχούμενον διὰ μέσης τῆς ἐν Ῥώμῃ ἱερᾶς

ὁδοῦ. ἐπεὶ δὲ κατὰ τὴν τῆς ἀγορᾶς ἀρχὴν ἐγένετο, ἔνθα ἐπὶ τῆς δημοκρατίας πρότερον ὁ δῆμος συνιὼν
ἐκκλησίαζεν, ᾠήθη τὸν ἵππον ἀποσείσασθαι μὲν τὸν
Περτίνακα καὶ ῥῖψαι, αὐτῷ δὲ ἄλλως ἑστῶτι ὑποδῦναί
τε αὐτὸν καὶ ἀράμενον ἐπὶ τοῖς νώτοις φέρειν τε
ἀσφαλῶς καὶ στῆναι βεβαίως ἐπὶ τῆς ἀγορᾶς μέσης,
ἐς ὕψος ἄραντα τὸν Σἑ??ʼῆρον ὡς ὑπὸ πάντων ὁρᾶσθαί
τε καὶ τιμᾶσθαι. μένει δὲ καὶ ἐς ἡμᾶς ἐν ἐκείνῳ τῷ
χωρίῳ ἡ τοῦ ὀνείρατος εἰκὼν μεγίστη, χαλκοῦ πεποιημένη.

οὕτω τοίνυν ὁ Σἑ??ʼῆρος ἀρθεὶς τὴν γνώμην, ἐλπίζων τε θείᾳ προνοίᾳ ἐπὶ τὴν ἀρχὴν καλεῖσθαι,
ἀπόπειραν ἐποιεῖτο τῆς τῶν στρατιωτῶν γνώμης, τὰ
μὲν πρῶτα κατ̓ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχας
τούς τε ἐν τοῖς στρατοπέδοις ἐξέχοντας οἰκειούμενος,
καὶ περὶ τῆς ἀρχῆς τῶν Ῥωμαίων διαλεγόμενος, ὡς
παντάπασιν ἔρριπται οὐδενὸς ὄντος τοῦ γενναίως ἢ

κατ̓ ἀξίαν αὐτὴν διοικοῦντος. διέβαλλε δὲ τοὺς ἐν Ῥώμῃ στρατιώτας ὡς ἀπίστους καὶ βασιλείῳ καὶ ἐμφυλίῳ
αἵματι μιάναντας τὸν ὅρκον, ἔλεγέ τε δεῖν
ἐπαμῦναι καὶ ἐπεξελθεῖν τῷ Περτίνακος φόνῳ. ᾔδει
δὲ πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν στρατιώτας μεμνημένους

τῆς Περτίνακος ἡγεμονίας: ὑπὸ γὰρ Μάρκῳ βασιλεύοντι πολλὰ ἐγείρας σὺν αὐτοῖς κατὰ Γερμανῶν
τρόπαια, στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἰλλυρικῶν
κατασταθείς, ἀνδρείαν μὲν πᾶσαν ἐν ταῖς μάχαις
πρὸς τοὺς πολεμίους ἐπεδέδεικτο, εὔνοιαν δὲ καὶ χρηστότητα
μετὰ σώφρονος καὶ ἐπιεικοῦς ἐξουσίας τοῖς
ἀρχομένοις παρέσχητο, ὅθεν αὐτοῦ τὴν μνήμην τιμῶντες
ἐπὶ τοῖς οὕτως ὠμῶς κατ̓ αὐτοῦ τετολμημένοις

ἠγανάκτουν. ταύτης δὴ τῆς προφάσεως λαβόμενος ὁ Σἑ??ʼῆρος εὐμαρῶς αὐτοὺς ἐφ̓ ἃ ἐβούλετο
ὑπηγάγετο, προσποιούμενος οὐχ οὕτω τῆς ἀρχῆς ἀντιποιεῖσθαι,
 
οὐδ̓ αὑτῷ τὴν ἐξουσίαν μνᾶσθαι, ὡς

θέλειν ἐπεξελθεῖν τοιούτου βασιλέως αἵματι. ὥσπερ
δὲ τὰ σώματα οἱ ἐκεῖσε ἄνθρωποι γενναιότατοί τέ
εἰσι καὶ πρὸς μάχας ἐπιτήδειοι καὶ φονικώτατοι, οὕτω
καὶ τὰς διανοίας παχεῖς καὶ μὴ ῥᾳδίως συνεῖναι δυνάμενοι, εἴ τι μετὰ πανουργίας ἢ δόλου λέγοιτο ἢ
πράττοιτο. πιστεύσαντες γοῦν τῷ Σἑ??ʼήρῳ προσποιουμένῳ
χαλεπαίνειν καὶ θέλειν ἐπεξελθεῖν τῷ Περτίνακος
φόνῳ ἐπέδοσαν αὑτούς, ὡς αὐτοκράτορά τε ἀποδεῖξαι

καὶ τὴν ἀρχὴν ἐγχειρίσαι. ὃ δ̓ ὡς ἔγνω τὴν τῶν Παιόνων γνώμην, διέπεμπε καὶ ἐς τὰ γειτνιῶντα
ἔθνη καὶ πρὸς πάντας τοὺς ἄρχοντας τῶν ὑπ̓ ἄρκτῳ
Ῥωμαίοις δουλευόντων ἐθνῶν, μεγάλαις τε πάντας
ὑποσχέσεσι καὶ ἐλπίσιν ἀναπείθων ῥᾳδίως ὑπηγάγετο.

ἱκανώτατος δ̓ ἦν ἁπάντων ἀνθρώπων μάλιστα προσποιήσασθαί τε καὶ πιστώσασθαι εὔνοιαν, μήτε ὅρκου
φειδόμενος, εἰ δέοι τούτου καταφρονῆσαι, ψευσάμενος
πρὸς τὸ χρειῶδες, διά τε γλώττης προΐετο ὅσα μὴ
ἔφερεν ἐπὶ γνώμης.

θεραπεύσας οὖν διὰ γραμμάτων πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν ἅμα καὶ ἄρχοντας, προσηγάγετο
αὐτούς. ἀθροίσας δὲ τοὺς πανταχόθεν στρατιώτας,
Σἑ??ʼῆρόν τε Περτίνακα ἑαυτὸν ὀνομάσας, ὅπερ
οὐ μόνον ἤλπιζε τοῖς Ἰλλυρικοῖς εἶναι κεχαρισμένον
ἀλλὰ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων διὰ τὴν ἐκείνου μνήμην, συγκαλέσας τε αὐτοὺς ἐς τὸ πεδίον, καὶ βήματος
αὐτῷ ἀρθέντος ἀνελθὼν ἔλεξε τοιάδε.

τὸ πιστὸν ὑμῶν καὶ πρός τε θεοὺς σεβάσμιον,
οὓς ὄμνυτε, πρός τε βασιλέας τίμιον, οὓς αἰδεῖσθε,
δεδηλώκατε δἰ ὧν ἀγανακτεῖτε ἐφ̓ οἷς οἱ κατὰ τὴν Ῥώμην στρατιῶται, πομπῆς μᾶλλον ἢ ἀνδρείας ὑπηρέται,
ἐτόλμησαν. κἀμοὶ δὲ δἰ εὐχῆς ἐστί, πρότερον
 
μὲν οὐδ̓ ἄλλοτε ἀντιποιησαμένῳ τοιαύτης ἐλπίδος
ʽἴστε γάρ μου τὸ πρὸς τοὺς βασιλεύσαντας πειθήνιον̓,
νῦν δὲ ἐπὶ τέλος τε ἀγαγεῖν καὶ ἀνύσαι ταῦτα ἅπερ
ὑμῖν ἐστὶ κεχαρισμένα, τήν τε Ῥωμαίων ἀρχὴν μὴ

περιιδεῖν ἐρριμμένην, ἣ πρότερον μὲν μέχρι Μάρκου σεμνοπρεπῶς διοικουμένη σεβάσμιος ἐφαίνετο, ἐς
Κόμμοδον δὲ μεταπεσοῦσα, εἰ καί τινα ὑπ̓ ἐκείνου
διὰ νεότητα ἐπλημμελεῖτο, ἀλλ̓ οὖν τῇ εὐγενείᾳ καὶ
τῇ τοῦ πατρὸς μνήμῃ ἐπεσκιάζετο: καὶ πλέον ἦν ἐν
αὐτῷ τὸ ἐλεούμενον ἐφ̓ οἷς ἐσφάλλετο ἢ τὸ μισούμενον,
ἐπεὶ τὰ πλεῖστα τῶν γινομένων οὐκ ἐς ἐκεῖνον
ἀνεφέρομεν, ἀλλ̓ ἐς τοὺς περὶ αὐτὸν κόλακάς τε καὶ
οὐ πρεπόντων ἔργων ὁμοῦ συμβούλους τε καὶ ὑπηρέτας.

ἐπεὶ δὲ ἐς σεμνὸν πρεσβύτην, οὗ τῆς ἀνδρείας τε καὶ χρηστότητος ἔτι ταῖς ψυχαῖς ἡμῶν ἡ μνήμη
ἐνέστακται, περιῆλθεν ἡ ἀρχή, οἳ δὲ οὐκ ἠνέσχοντο,
ἀλλὰ τοιοῦτον ἄνδρα φόνῳ ἀπεσκευάσαντο. τὴν δὲ
γῆς καὶ θαλάττης τοσαύτην ἀρχὴν ὠνησάμενός τις
αἰσχρῶς πρός τε τοῦ δήμου, ὡς ἀκούετε, μεμίσηται,
πρός τε τῶν ἐκεῖ στρατιωτῶν, οὓς ἐψεύσατο, οὐκέτι

πιστεύεται. ὧν, εἰ καὶ ἔμελλον ὑπὲρ αὐτοῦ παρατάξασθαι μετ̓ εὐνοίας, καὶ πλήθει σύμπαντες καὶ
καθ̓ ἕνα ἕκαστον εὐανδρίᾳ προύχετε, ἀσκήσει τε πολεμικῶν
ἐγγεγύμνασθε ὑμεῖς μὲν ἀεὶ βαρβάροις ἀντιταττόμενοι,
καὶ φέρειν πόνους πάντας πορείας, κρύους
τε καὶ θάλπους καταφρονεῖν, ποταμούς τε πηγνυμένους
πατεῖν, καὶ πίνειν ὀρυττόμενον ἀλλ̓ οὐκ ἀνιμώμενον
ὕδωρ εἰθισμένοι. θήραις τε ἐγγεγύμνασθε,
καὶ πάντως ὑμῖν ἐς ἀνδρείαν ὑπάρχει γενναῖα ἐφόδια,
ὡς μηδὲ εἰ βουληθείη τις, δύνασθαι ὑμῖν ἀντιστῆναι.

δοκίμιον δὲ στρατιωτῶν κάματος, ἀλλ̓ οὐ τρυφή, ᾗπερ ἐκεῖνοι ἐγκραιπαλῶντές τε καὶ ἐναυξηθέντες
 
οὐδ̓ ἂν τῆς βοῆς ὑμῶν ἀνάσχοιντο, οὔτι γε τῆς
μάχης. εἰ δέ τινες τὰ κατὰ Συρίαν ὑποπτεύοιεν πράγματα,
ἐντεῦθεν ἂν τεκμήραιντο ἀσθενῆ τε ὄντα καὶ
φαύλας ἔχοντα τὰς ἐλπίδας, ὅπου μηδὲ προελθεῖν τῆς
αὑτῶν χώρας ἐτόλμησαν, μηδέ τι περὶ τῆς ἐς Ῥώμην ἀφόδου βουλεύσασθαι ἐθάρρησαν, ἀγαπητῶς ἐκεῖ
μένοντες, καὶ ἐφήμερον τρυφὴν κέρδος τῆς οὔπω βεβαίας

ἀρχῆς νομίζουσιν. ἐπὶ μὲν γὰρ τὸ χαριέντως
καὶ μετὰ παιδιᾶς ἀποσκῶψαι ἐπιτήδειοι Σύροι, καὶ
μάλιστα οἱ τὴν Ἀντιόχειαν οἰκοῦντες, οὕς φασι περὶ τὸν Νίγρον ἐσπουδακέναι: τὰ δ̓ ἄλλα ἔθνη καὶ
αἱ ἄλλαι πόλεις μέχρι νῦν τῷ μηδένα εὑρίσκεσθαι
τὸν ἄξιον τῆς ἀρχῆς ἐσόμενον, σπάνει τοῦ μετ̓ ἀνδρείας
καὶ σώφρονος διοικήσεως ἄρξοντος ἐκείνῳ δῆλον

ὅτι προσποιοῦνται ὑπακούειν. εἰ δὲ τήν τε Ἰλλυρικὴν δύναμιν ἅμα χειροτονήσασαν μάθοιεν, τό τε
ἡμέτερον ὄνομα πύθοιντο οὐκ ἄγνωστον οὐδ̓ ἄσημον
παῤ αὐτοῖς ὑπάρχον ἐξ ὧν ἡγεμονεύσαντες ἐκεῖσε
διῳκήσαμεν, εὖ ἴστε, οὔτε ἐμοῦ ῥᾳθυμίαν ἢ ἀδρανίαν
καταγνώσονται, οὔτε τὸ ὑμέτερον γενναῖον καὶ πρὸς τὰς μάχας ἐμβριθὲς ὑποστῆναι αἱρήσονται, καὶ
σωμάτων μεγέθεσι καὶ πόνων ἀσκήσεσι καὶ ἐν τῇ

συστάδην μάχῃ πολὺ ὑμῶν ἀπολείποντες. φθάσωμεν
οὖν τὴν Ῥώμην προκαταλαβόντες, ἔνθα ἡ βασίλειος
ἔστιν ἑστία: κἀκεῖθεν ὁρμώμενοι τὰ λοιπὰ εὐμαρῶς διοικήσομεν, θείαις τε προρρήσεσι πιστεύοντες καὶ
τῇ τῶν ὑμετέρων ἀνδρείᾳ ὅπλων τε καὶ σωμάτων. 
τοιαῦτα εἰπόντα τὸν Σἑ??ʼῆρον εὐφημήσαντες οἱ
στρατιῶται, καλοῦντες σεβαστὸν καὶ Περτίνακα, πᾶσαν

ἐνεδείκνυντο προθυμίαν καὶ σπουδήν. ὁ δὲ Σἑ??ʼῆρος μηδένα διδοὺς καιρὸν ἀναβολῆς, συσκευάσασθαί
τε αὐτοὺς ὡς ἔνι μάλιστα εὐτελέστατα ἐκέλευσε,
 
τήν τε ἐς τὴν Ῥώμην ἔξοδον ἐπήγγειλε: νομάς
τε αὐτοῖς διδοὺς καὶ ἐφόδια τῆς ὁδοιπορίας εἴχετο.
συντόνῳ δὲ σπουδῇ καὶ γενναίοις πόνοις τὴν ὁδὸν
ἐπετάχυνε, μήτε που ἐπιδιατρίβων, μήτε διδοὺς καιρὸν
ἀναπαύλης, εἰ μὴ τοσοῦτον ὅσον ὀλίγον τοὺς

στρατιώτας ἀναπνεύσαντας ἔχεσθαι τῆς ὁδοῦ. ἐκοινώνει δὲ τῶν καμάτων αὐτοῖς, σκηνῇ τε χρώμενος εὐτελεῖ,
καὶ σιτία καὶ ποτὰ προσφερόμενος οἷα καὶ πᾶσιν
ὑπάρχειν ἠπίστατο: οὐδαμοῦ δὲ τρυφὴν ἐνεδείκνυτο
βασιλικήν. ὅθεν καὶ μείζονα παρὰ τῶν στρατιωτῶν
εὔνοιαν ἐπιστώσατο: οὐ γὰρ μόνον αὐτὸν
συμπονοῦντα ἀλλὰ καὶ τῶν καμάτων ἄρχοντα οἱ στρατιῶται
αἰδούμενοι μετὰ προθυμίας πάντα ἔπραττον.

ὃ δὲ τὴν Παιονίαν διαδραμὼν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, καὶ τὴν φήμην φθάσας πρότερον ὤφθη
τοῖς ἐκεῖσε παρὼν βασιλεὺς ἢ ἀφιξόμενος ἠκούσθη.
δέος τε μέγα τὰς Ἰταλιώτιδας πόλεις κατελάμβανε
πυνθανομένας τοσαύτην ἔφοδον στρατοῦ. οἱ γὰρ κατὰ
τὴν Ἰταλίαν ἄνθρωποι, ὅπλων καὶ πολέμων πάλαι

ἀπηλλαγμένοι, γεωργίᾳ καὶ εἰρήνῃ προσεῖχον. ἐς ὅσον μὲν γὰρ ὑπὸ δημοκρατίας τὰ Ῥωμαίων διῳκεῖτο καὶ
ἡ σύγκλητος ἐξέπεμπε τοὺς τὰ πολεμικὰ στρατηγήσοντας,
ἐν ὅπλοις Ἰταλιῶται πάντες ἦσαν καὶ γῆν καὶ
θάλατταν ἐκτήσαντο, Ἕλλησι πολεμήσαντες καὶ βαρβάροις:
οὐδέ τι ἦν γῆς μέρος ἢ κλίμα οὐρανοῦ ὅπου

μὴ Ῥωμαῖοι τὴν ἀρχὴν ἐξέτειναν. ἐξ οὗ δὲ ἐς τὸν Σεβαστὸν περιῆλθεν ἡ μοναρχία, Ἰταλιώτας μὲν πόνων
ἀπέπαυσε καὶ τῶν ὅπλων ἐγύμνωσε, φρούρια δὲ
καὶ στρατόπεδα τῆς ἀρχῆς προυβάλετο, μισθοφόρους
ἐπὶ ῥητοῖς σιτηρεσίοις στρατιώτας καταστησάμενος
ἀντὶ τείχους τῆς Ῥωμαίων ἀρχῆς: ποταμῶν τε μεγέθεσι
καὶ τάφρων ἢ ὀρῶν προβλήμασιν ἐρήμῳ τε γῇ

καὶ δυσβάτῳ φράξας τὴν ἀρχὴν ὠχυρώσατο. ὅθεν τὸν
Σἑ??ʼῆρον προσιόντα πυνθανόμενοι τότε μετὰ τοσούτου
στρατοῦ εἰκότως ἐταράττοντο τῷ ἀήθει τοῦ πράγματος:
οὔτε δὲ ἀντιστῆναι ἢ κωλῦσαι ἐτόλμων, ὑπήντων
δὲ δαφνηφοροῦντες καὶ πύλαις ἀναπεπταμέναις ἐδέχοντο. ὃ δὲ τοσοῦτον ἀνεπαύετο ὅσον καλλιερῆσαί
τε καὶ τοὺς δήμους προσειπεῖν, ἐς δὲ τὴν Ῥώμην ἠπείγετο.

ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ
ἀπογνώσει ἦν, τοῦ μὲν Ἰλλυρικοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων,
ἐπεὶ μεμίσητο, οὔτε τοῖς στρατιώταις θαρρῶν,
οὓς ἔψευστο. χρήματα δὴ πάντα ἀθροίζων τά τε αὑτοῦ
καὶ παρὰ τῶν φίλων, καὶ εἴ τινα ἦν, ἐκ δημοσίων
καὶ ἱερῶν τόπων λαμβάνων, τοῖς στρατιώταις διανέμειν

ἐπειρᾶτο, ὡς ἂν κτήσαιτο τὴν εὔνοιαν αὐτῶν. οἳ
δέ, καίτοι μεγάλα λαμβάνοντες, χάριν οὐκ ᾔδεσαν:
ὄφλημα γὰρ αὐτὸν ἀποτίνειν ἀλλ̓ οὐ δωρεὰν διανέμειν
ἐλογίζοντο.
ὁ δὲ Ἰουλιανός, καίτοι συμβουλευόντων αὐτῷ τῶν φίλων ἐξαγαγεῖν τὸ στρατιωτικὸν καὶ τὰ στενὰ
τῶν Ἄλπεων προκαταλαβεῖν—μέγιστα ἐκεῖνα ὄρη,
καὶ οἷα οὐκ ἄλλα ἐν τῇ καθ̓ ἡμᾶς γῇ, ἐν τείχους σχήματι
περίκειται καὶ προβέβληται Ἰταλίας, καὶ τοῦτο
μετὰ τῆς ἄλλης εὐδαιμονίας παρασχούσης τῆς φύσεως Ἰταλιώταις, ἔρυμα ἄρρηκτόν τε καὶ . . αὐτῶν προβεβλῆσθαι,
ἀπὸ τῆς ἀρκτῴας θαλάσσης ἐπὶ τὴν πρὸς

μεσημβρίαν βλέπουσαν διῆκον. ἀλλ̓ οὐδὲ τῆς πόλεως
προελθεῖν Ἰουλιανὸς ἐτόλμα: διέπεμπέ τε, τῶν
στρατιωτῶν δεόμενος ὁπλίζεσθαί τε καὶ γυμνάζεσθαι, πρὸ δὲ τῆς πόλεως τάφρους διορύττειν. καὶ τὴν πρὸς
Σἑ??ʼῆρον μάχην ὡς ἐν τῇ πόλει ποιησόμενος παρεσκεύαζε:
 
τούς τε ἐλέφαντας πάντας, οἳ ἐς πομπὴν ὑπηρετοῦσι
Ῥωμαίοις, πύργους καὶ ἄνδρας φέρειν ἐπὶ
τῶν νώτων ἐπαίδευεν, οἰόμενος οὕτως ἐκπλήξειν
τούς τε Ἰλλυριούς, καὶ τὴν τῶν πολεμίων ἵππον διαταράξειν
ὄψει καὶ μεγέθει θηρίων μὴ πρότερον αὐτοῖς
ἑωραμένων. τότε δὴ πᾶσα ἡ πόλις ὅπλα εἰργάζετο
καὶ τὰ πρὸς πόλεμον παρεσκευάζετο.

μελλόντων δὲ τῶν Ἰουλιανοῦ στρατιωτῶν ἔτι καὶ τὰ πρὸς πόλεμον ἕτοιμα ποιούντων, ἀγγέλλεται ὁ
Σἑ??ʼῆρος ἤδη προσιών. καὶ πολὺ τοῦ στρατεύματος
μέρος διασκεδάσας ἐκεῖνος καλεύει παρεισδύεσθαι ἐς
τὴν πόλιν. οἳ δὲ κατὰ πάσας ὁδοὺς διανείμαντες αὑτούς,
πολλοὶ δ̓ ἐς Ῥώμην νύκτωρ λανθάνοντες εἰσῄεσαν,
τὰ ὅπλα ὑποκρύπτοντες, ἐν ἰδιωτῶν σχήματι.

καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν τοῦ Ἰουλιανοῦ ἔτι ὑπτιάζοντος καὶ τὰ πραττόμενα ἀγνοοῦντος. ἐπεὶ δὲ
ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν ταραχῇ πολλῇ
πάντες ἦσαν, καὶ δεδιότες τὴν δύναμιν τοῦ Σἑ??ʼήρου
τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ
καταγινώσκοντες ἀνανδρίαν, τοῦ δὲ Νίγρου μέλλησίν
τε καὶ ῥᾳθυμίαν: τὸν δὲ Σἑ??ʼῆρον ἀκούοντες

ἤδη παρόντα ἐθαύμαζον. ὁ δὲ Ἰουλιανὸς πολλῇ καταλαμβανόμενος ἀφασίᾳ τε καὶ ἀπορίᾳ, ὅπως χρήσεται
τοῖς πράγμασιν οὐκ εἰδώς, ἀθροισθῆναι κελεύσας τὴν
σύγκλητον καταπέμπει γράμματα, δἰ ὧν ἐσπένδετο
δὴ πρὸς τὸν Σἑ??ʼῆρον καὶ αὐτοκράτορα ἀναδείξας κοινωνὸν
τῆς βασιλείας ἐποιεῖτο. ἡ δὲ σύγκλητος ἐψηφίσατο
μὲν ταῦτα, ὁρῶντες δὲ τὸν Ἰουλιανὸν ἀποδειλιῶντα
καὶ ἐν ἀπογνώσει, τῷ Σἑ??ʼήρῳ πάντες ἤδη

προσετίθεντο. δύο δέ που ἢ τριῶν ἡμερῶν παραδραμουσῶν, ἐπείπερ ἤδη τὸν Σἑ??ʼῆρον καὶ αὐτῇ τῇ
πόλει ἐπιστησόμενον ἤκουον, καταφρονήσαντες τοῦ
 
Ἰουλιανοῦ συνίασιν ἐς τὸ συνέδριον, τῶν ὑπάτων κελευσάντων,
οἳ τὰ τῆς Ῥώμης διοικεῖν εἰώθασιν ὁπηνίκα

ἂν τὰ τῆς βασιλείας μετέωρα ᾖ. συνελθόντες
τοίνυν περὶ τῶν πρακτέων ἐσκέπτοντο, τοῦ Ἰουλιανοῦ
ἔτι ὄντος ἐν τῇ βασιλείῳ αὐλῇ καὶ τὰς παρούσας ὀδυρομένου τύχας, ἱκετεύοντός τε ἐξομόσασθαι τὴν
ἀρχὴν καὶ παραχωρῆσαι πάσης τῆς δυναστείας τῷ

Σἑ??ʼήρῳ. ὡς δὲ ἔμαθεν ἡ σύγκλητος τὸν Ἰουλιανὸν
οὕτω κατεπτηχότα, τὴν δὲ δορυφόρον φρουρὰν διὰ
δέος τοῦ Σἑ??ʼήρου αὐτὸν ἐγκαταλιποῦσαν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδειχθῆναι δὲ μόνον αὐτοκράτορα
τὸν Σἑ??ʼῆρον: πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπουσιν
ἀπὸ τῶν ἐν ἀρχαῖς ὄντων καὶ τῶν ἐξοχωτάτων
τῆς βουλῆς, πάσας αὐτῷ προσφέρειν τὰς σεβασμίους

τιμάς. ἐπὶ δὲ τὸν Ἰουλιανὸν εἷς τῶν χιλιαρχούντων ἀναπέμπεται, ἀποκτεῖναι ἄνανδρον καὶ
ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω
πονηρὸν τέλος.
ὃ μὲν οὖν εὑρεθεὶς ἔρημός τε καὶ ὑπὸ πάντων καταλειφθείς,
 αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη: ἐπεὶ

δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σἑ??ʼήρῳ ἥ τε
τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἤρθη καὶ ἐς μειζόνων πραγμάτων
ἐλπίδα, καὶ σοφίσματι ἐχρήσατο, ὡς ἂν χειρώσαιτο
καὶ αἰχμαλώτους τοὺς τὸν Περτίνακα ἀνῃρηκότας
λάβοι. ἐπιστέλλει μὲν οὖν καὶ ἰδίᾳ λανθάνοντα γράμματα τοῖς τε χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις
ὑπισχνούμενος μεγάλα, ὅπως πείσειαν τοὺς ἐν τῇ
Ῥώμῃ στρατιώτας ὑπακούειν εὐπειθῶς τοῖς ὑπὸ τοῦ

Σἑ??ʼήρου κελευομένοις: ἐκπέμπει δὲ καὶ κοινὴν ἐπιστολὴν
πρὸς τὸ στρατόπεδον, κελεύων καταλιπεῖν μὲν ἐν τῷ στρατοπέδῳ πάντα, αὐτοὺς δὲ ἐξελθεῖν εἰρηνικῷ
σχήματι, ὥσπερ εἰώθασι θύοντος ἢ ἑορτάζοντος
 
βασιλέως προπομπεύειν, ὀμόσαι τε ἐς τὸ Σἑ??ʼήρου
ὄνομα, καὶ μετ̓ ἀγαθῶν ἐλπίδων ἐλθεῖν ὡς μέλλοντας

τὸν Σἑ??ʼῆρον δορυφορήσειν. πιστεύσαντες δὴ οἱ στρατιῶται τοῖς ἐπεσταλμένοις, πεισθέντες τε ὑπὸ
τῶν χιλιαρχούντων, τὰ μὲν ὅπλα κατέλιπον πάντα,
αὐτοὶ δὲ ἐν μόναις ταῖς πομπικαῖς ἐσθῆσι δαφνηφοροῦντες
ἠπείγοντο. ὡς δὲ πρὸς τῷ στρατοπέδῳ τοῦ
Σἑ??ʼήρου ἐγένοντο, ἠγγέλησάν τε ἀφικόμενοι ἐς τὸ
πεδίον, οὕτως αὐτοὺς ὁ Σἑ??ʼῆρος συνελθεῖν κελεύει

ὡς δὴ δεξιωσόμενος καὶ προσαγορεύσων. ὡς δὲ ἀνελθόντα αὐτὸν ἐπὶ τὸ βῆμα προσῆλθον ὁμοθυμαδὸν εὐφημήσοντες,
πάντες ὑφ̓ ἑνὶ συνθήματι συλλαμβάνονται:
προείρητο γὰρ τῷ τοῦ Σἑ??ʼήρου στρατῷ, ὁπηνίκα
ἂν στῶσιν ἐς τὸν βασιλέα ἀποβλέποντες μετέωρόν
τε τὴν γνώμην ἔχοντες, κυκλώσασθαι αὐτοὺς
πολεμίῳ νόμῳ, καὶ τιτρώσκειν μὲν ἢ παίειν μηδένα,
συνέχειν δὲ καὶ φρουρεῖν φράξαντας ἐν κύκλῳ τοῖς
ὅπλοις, τάς τε διβολίας καὶ τὰ δόρατα ἐπισείειν, ὡς
δέει τοῦ τρωθῆναι γυμνοί τε πρὸς ὡπλισμένους καὶ

ὀλίγοι πρὸς πολλοὺς μὴ μάχοιντο. ἐπεὶ δὲ αὐτοὺς ὥσπερ σαγηνεύσας ἐντὸς τῶν ὅπλων δορυαλώτους
εἶχε, μεγάλῃ βοῇ καὶ θυμοειδεῖ τῷ πνεύματι ἔλεξε
πρὸς αὐτοὺς τοιάδε.
 ὅτι μὲν ὑμῶν καὶ σοφίᾳ κρείττους ἐσμὲν καὶ
δυνάμει στρατοῦ καὶ συμμάχων πλήθει, ἔργῳ ὁρᾶτε:
εἴληφθε γοῦν ῥᾳδίως, καὶ ἀκονιτί γε ἑαλώκατε. ἔστι
δ̓ ἐν ἐμοὶ ὅ τι ποτ̓ ἂν ὑμᾶς δρᾶσαι θελήσω, καὶ πρόκεισθε

ἤδη θύματα τῆς ἡμετέρας ἐξουσίας. εἰ μὲν οὖν ὑμεῖς πρὸς τὰ τετολμημένα τιμωρίαν ζητεῖτε,
οὐδ̓ ἔστιν εὑρεῖν δίκην τὴν ἐπιτεθησομένην ἀξίαν
τῶν πεπραγμένων. σεμνὸν πρεσβύτην καὶ βασιλέα
χρηστόν, ὃν ἐχρῆν σώζειν καὶ δορυφορεῖν, ἐφονεύσατε:
 
τὴν Ῥωμαίων ἀρχὴν ἔνδοξον οὖσαν ἀεί, ἣν καὶ
οἱ πρόγονοι ἢ δἰ ἀνδρείας ἐναρέτου ἐκτήσαντο ἢ δἰ
εὐγένειαν διεδέξαντο, ταύτην αἰσχρῶς καὶ ἀτίμως
ὥσπερ τι τῶν ἰδιωτικῶν κειμηλίων ἐπ̓ ἀργυρίῳ κατηλλάξασθε.

ἀλλ̓ οὐδ̓ αὐτόν, ὃν οὕτως ἄρχοντα εἵλεσθε, φυλάξαι ἢ σῶσαι ἐδυνήθητε, ἀνάνδρως δὲ
προυδώκατε. ἐπὶ τηλικούτοις δὴ ἁμαρτήμασί τε καὶ
τολμήμασι μυρίων ἄξιοι θανάτων, ἤν τις ὁρίσαι θέλῃ
τὴν ἀξίαν τιμωρίαν, ἐστέ. ἀλλὰ τί μὲν χρὴ παθεῖν
ὑμᾶς, ὁρᾶτε: ἐγὼ δὲ φείσομαι μὲν ὑμῶν ὡς μὴ φονεῦσαι,

οὐδὲ τὰς ὑμετέρας χεῖρας μιμήσομαι: ἐπεὶ δὲ
μήτε ὅσιον μήτε δίκαιον ἔτι βασιλέα ὑμᾶς δορυφορεῖν,
καὶ ἐς τὸν ὅρκον ἀσεβήσαντας, καὶ ἐμφυλίῳ καὶ βασιλικῷ
αἵματι τὰς δεξιὰς μιάναντας, τήν τε πίστιν καὶ
τὸ ἐχέγγυον τῆς φρουρᾶς προδόντας, τὰς μὲν ψυχὰς καὶ τὰ σώματα δῶρον τῆς ἐμῆς φιλανθρωπίας ἕξετε,
τοῖς δὲ περιειληφόσιν ὑμᾶς στρατιώταις κελεύω ἀποζῶσαί
τε ὑμᾶς, καὶ ἀποδύσαντας εἴ τινας περίκεισθε

ἐσθῆτας στρατιωτικάς, γυμνοὺς ἀποπέμπειν. παραγγέλλω
τε ὑμῖν ἀπιέναι ὡς πορρωτάτω τῆς Ῥώμης, ἀπειλῶ τε καὶ διόμνυμαι καὶ προαγορεύω κολασθήσεσθαι
κεφαλικῶς, εἴ τις ὑμῶν ἐντὸς ἑκατοστοῦ σημείου
ἀπὸ τῆς Ῥώμης φανείη.

ταῦτα κελεύσαντος αὐτοῦ, προσδραμόντες οἱ
Ἰλλυρικοὶ στρατιῶται τά τε ξιφίδια περιαιροῦσιν αὐτῶν ἃ παρῃώρηντο τῷ ἀργύρῳ καὶ τῷ χρυσῷ ἐς πομπὴν
κεκοσμημένα, τάς τε ζώνας καὶ τὰς ἐσθῆτας καὶ
εἴ τι σύμβολον ἔφερον στρατιωτικόν, ἀφαρπάσαντες

γυμνοὺς ἐξέπεμπον. οἳ δὲ ὑπεῖκον προδεδομένοι καὶ
σοφίσματι ἑαλωκότες: τί γὰρ ἐνῆν δρᾶσαι γυμνοῖς πρὸς ὡπλισμένους καὶ ὀλίγοις πρὸς πολλούς; ἀπῄεσαν
δὴ ὀδυρόμενοι, καὶ ἠγάπων μὲν τὴν δοθεῖσαν σωτηρίαν,
 
μετεγίνωσκον δὲ ἐπὶ τῷ ἀνόπλους ἐλθεῖν, αἰσχρῶς

καὶ ἐφυβρίστως ἑαλωκότες. ἐκέχρητο δὲ καὶ ἄλλῳ ὁ Σἑ??ʼῆρος σοφίσματι: δεδιὼς γὰρ μὴ ἄρα μετὰ
τὸ ἀποζωσθῆναι ἐν ἀπογνώσει γενόμενοι ἀναδράμωσιν
ἐπὶ τὸ στρατόπεδον καὶ τὰ ὅπλα ἀναλάβωσι, προύπεμψε
λογάδας ἐπιλέκτους, ὅσους γενναιοτάτους ἠπίστατο,
δἰ ἑτέρων ὁδῶν καὶ ἀτραπῶν, ὡς λαθόντες
τό τε στρατόπεδον ἐπεισέλθοιεν ἀνδρῶν κενόν, καὶ
τὰ ὅπλα καταλαβόντες, εἰ ἐπίοιεν, ἀποκλείσαιεν
αὐτούς.
δίκην μὲν δὴ ταύτην ἔδοσαν οἱ τοῦ Περτίνακος

φονεῖς: ὁ δὲ Σἑ??ʼῆρος σὺν παντὶ τῷ λοιπῷ στρατῷ ὡπλισμένῳ ἐς τὴν Ῥώμην ἀφικνεῖται, ἔκπληξίν τε
καὶ δέος ἅμα τῷ ὀφθῆναι τοῖς Ῥωμαίοις ἐνέβαλε τοῖς
οὕτω τετολμημένοις τε καὶ εὐτυχηθεῖσιν ἔργοις. ὁ δὲ
δῆμος καὶ ἡ σύγκλητος δαφνηφοροῦντες ὑπεδέχοντο
πρῶτον ἀνθρώπων καὶ βασιλέων ἀναιμωτί τε καὶ

ἀκονιτὶ τοσαῦτα κατωρθωκότα. πάντα γὰρ ἐν αὐτῷ ἐθαυμάζετο, μάλιστα δὲ τὸ ἀγχίνουν τῆς γνώμης τό τε
τῶν πόνων γενναῖον καὶ τὸ ἐς τὰ τολμώμενα ἅμα τῷ
θαρραλέῳ εὔελπι. ἐπεὶ τοίνυν ὅ τε δῆμος αὐτὸν ἀποδεξάμενος
εὐφήμησεν ἥ τε σύγκλητος ἐπὶ ταῖς τῆς
πόλεως εἰσόδοις προσηγόρευσεν, ἀνελθὼν ἐς τὸ τοῦ
Διὸς τέμενος καὶ θύσας, ἔν τε τοῖς λοιποῖς ἱεροῖς νόμῳ

βασιλικῷ καλλιερήσας, ἀνῆλθεν ἐς τὰ βασίλεια. τῆς δὲ ἐπιούσης κατελθὼν ἐς τὴν σύγκλητον λόγους ἐπιεικεῖς
πάνυ καὶ χρηστῶν ἐλπίδων μεστοὺς ἐποιεῖτο πρὸς
πάντας, καὶ κοινῇ καὶ ἰδίᾳ δεξιούμενος, λέγων ἥκειν
μὲν ἔκδικος τοῦ Περτίνακος φόνου, τὴν δ̓ ἀρχὴν παρέξειν
καὶ εἴσοδον ἀριστοκρατίας, μήτε δὲ ἄκριτόν
τινα φονευθήσεσθαι ἢ δημευθήσεσθαι, μήτε συκοφαντοῦντος
ἀνέξεσθαι, ἀλλὰ βαρυτάτην εὐδαιμονίαν
 
τοῖς ἀρχομένοις παρέξειν, καὶ πάντα πράξειν ἐς ζῆλον
τῆς Μάρκου ἀρχῆς, ἕξειν δὲ τοῦ Περτίνακος οὐ μόνον

τοὔνομα ἀλλὰ καὶ τὴν γνώμην. τοιαῦτά τινα λέγων
ὑπηγάγετο τοὺς πλείστους ἐς εὔνοιαν καὶ πίστιν
ὧν ὑπισχνεῖτο. ἦσαν δέ τινες τῶν πρεσβυτέρων καὶ γνωριζόντων αὐτοῦ τὸν τρόπον, οἳ προύλεγον λανθάνοντες
ὅτι ἄρα εἴη ἀνὴρ πολύτροπός τις καὶ μετὰ
τέχνης εἰδὼς προσφέρεσθαι πράγμασιν, ὑποκρίνασθαί
τε καὶ προσποιήσασθαι πᾶν ὁτιοῦν ἱκανώτατος, ἔτι δ̓
ἀνύσαι καὶ τὸ χρειῶδες καὶ τὸ λυσιτελὲς αὑτῷ: ὅπερ καὶ ὕστερον ἔργῳ δέδεικται.

διατρίψας οὖν ὀλίγον χρόνον ὁ Σἑ??ʼῆρος ἐν τῇ
Ῥώμῃ, καὶ νομὰς ἐπιδοὺς τῷ δήμῳ μεγαλοφρόνως,
 θέας τε ἐπιτελέσας, τοῖς τε στρατιώταις πολλὰ δωρησάμενος,
καὶ τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐς τὸ δορυφόρους εἶναι τῆς βασιλείας τόπῳ τῶν ἀπεζωσμένων,

ἐπὶ τὴν ἀνατολὴν ἠπείγετο: ἔτι γὰρ μέλλοντος
καὶ ὑπτιάζοντος τοῦ Νίγρου, τῇ τε Ἀντιοχείᾳ ἐντρυφῶντος,
ἐπιστῆναι μηδὲ προσδοκώμενος ἤθελεν,
ὅπως ἀπαράσκευον αὐτὸν λάβοι. τούς τε οὖν στρατιώτας ἐκέλευσε παρασκευάζεσθαι πρὸς τὴν ἔξοδον,
συνεκρότει τε καὶ πανταχόθεν στράτευμα, ἔκ τε τῶν
κατὰ τὴν Ἰταλίαν πόλεων νεανίας μεταπεμπόμενος
καὶ στρατεύων, εἴ τέ τι ἦν ἐν τῷ Ἰλλυρικῷ τοῦ στρατιωτικοῦ
λείψανον, κατελθὸν ἐπὶ Θρᾴκην ἐκέλευεν

αὑτῷ συντυχεῖν. ἐξήρτυε δὲ καὶ στόλον ναυτικόν,
καὶ πάσας τὰς κατὰ τὴν Ἰταλίαν τριήρεις ὁπλιτῶν
πληρώσας ἐξέπεμπε. πολλή τε αὐτῷ καὶ παντοδαπὴ
δύναμις μεγίστῳ τάχει συνεσκευάσθη: ᾔδει γὰρ οὐ
μικρᾶς δυνάμεως δεόμενος πρὸς πᾶσαν τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ τὰ Νίγρου φρονοῦσαν.
τὰ μὲν δὴ πρὸς τὸν πόλεμον γενναίως εὐτρέπιζεν,

ἅτε δὲ ἀνὴρ προμηθής τε καὶ νήφων ὑπώπτευε τὴν ἐν Βρεττανίᾳ δύναμιν πολλήν τε οὖσαν καὶ μεγίστην
ἀνδρῶν τε μαχιμωτάτων. ἦρχε δ̓ αὐτῆς πάσης
Ἀλβῖνος, ἀνὴρ τὸ μὲν γένος τῶν ἐκ τῆς συγκλήτου
εὐπατριδῶν, ἐν πλούτῳ δὲ καὶ τρυφῇ ἐκ πατέρων

ἀνατραφείς. τοῦτον τοίνυν ἠθέλησεν ὁ Σἑ??ʼῆρος σοφίσματι προλαβὼν οἰκειώσασθαι, μή πως ἄρα τοιαῦτα
ἔχων ἐναύσματα ἐς βασιλείας ἐπιθυμίαν, θαρρῶν
 ἢ πλούτῳ καὶ γένει δυνάμει τε στρατοῦ γνώσει τε
τῇ παρὰ Ῥωμαίοις, ἐπιθῆται τοῖς πράγμασι καὶ τὴν
Ῥώμην οὐ πολύ τι ἀφεστῶσαν ἐκείνου κατὰ τὴν ἀνατολὴν

ἀσχοληθέντος ὑποποιήσηται. τιμῇ τοίνυν προσποιήτῳ δελεάζει τὸν ἄνθρωπον, καὶ ἄλλως μὲν ὄντα
τὴν γνώμην χαῦνον καὶ ἁπλοϊκώτερον, τότε δὲ καὶ
πολλὰ διὰ γραμμάτων ὀμόσαντι τῷ Σἑ??ʼήρῳ πιστεύσαντα.
Καίσαρα δὲ αὐτὸν ἀποδεικνύει, φθάσας αὐτοῦ
τὴν ἐλπίδα καὶ τὴν ἐπιθυμίαν τῇ τῆς ἐξουσίας

κοινωνίᾳ. ἐπιστέλλει δὲ αὐτῷ φιλικώτατα γράμματα δῆθεν, ἱκετεύων ἐπιδοῦναι αὑτὸν ἐς τὴν τῆς ἀρχῆς
φροντίδα: δεῖσθαι γὰρ ἀνδρὸς εὐγενοῦς καὶ τοιούτου
τήν τε ἡλικίαν ἔτι ἀκμάζοντος αὐτὸν ὄντα πρεσβύτην
καὶ ὑπὸ νόσου ἀρθρίτιδος ἐνοχλούμενον, τῶν τε παίδων
αὐτῷ ὄντων πάνυ νηπίων. οἷς πιστεύσας ὁ Ἀλβῖνος
τὴν τιμὴν ὑπεδέξατο ἀσπαστῶς, ἀγαπήσας ἄνευ

μάχης καὶ κινδύνου λαβεῖν ταῦτα ὧν ὠρέγετο. ὁ δὲ Σἑ??ʼῆρος καὶ πρὸς τὴν σύγκλητον τὰ αὐτὰ ἀνενεγκών,
ὡς ἂν μᾶλλον αὐτὸν ἐς πίστιν ὑπαγάγοιτο, νομίσματά
τε αὐτοῦ κοπῆναι ἐπέτρεψε, καὶ ἀνδριάντων ἀναστάσεσι
ταῖς τε λοιπαῖς τιμαῖς τὴν δοθεῖσαν χάριν ἐπιστώσατο.
ἐπεὶ δὲ αὐτῷ τὰ πρὸς τὸν Ἀλβῖνον διὰ σοφίας
ἀσφαλῶς εἶχεν, οὐδέ τι δέος ἦν ἀπὸ Βρεττανίας,
τό τε Ἰλλυρικὸν στράτευμα σὺν αὑτῷ πᾶν εἶχε, διῳκῆσθαι
 
νομίζων πάντα λυσιτελῶς τῇ ἑαυτοῦ ἀρχῇ ἐπὶ
τὸν Νίγρον ἠπείγετο.

τῆς μὲν οὖν ὁδοιπορίας τοὺς σταθμούς, καὶ τὰ
καθ̓ ἑκάστην πόλιν αὐτῷ λεχθέντα, καὶ σημεῖα θείᾳ
προνοίᾳ δόξαντα πολλάκις φανῆναι, χωρία τε ἕκαστα καὶ παρατάξεις, καὶ τὸν τῶν ἑκατέρωθεν πεσόντων
ἀριθμὸν στρατιωτῶν ἐν ταῖς μάχαις, ἱστορίας τε πολλοὶ
συγγραφεῖς καὶ ποιηταὶ μέτρων πλατύτερον συνέταξαν,
ὑπόθεσιν ποιούμενοι πάσης τῆς πραγματείας

τὸν Σἑ??ʼήρου βίον. ἐμοὶ δὲ σκοπὸς ὑπάρχει ἐτῶν ἑβδομήκοντα πράξεις πολλῶν βασιλέων συντάξαντι γράψαι,
ἃς αὐτὸς οἶδα. τὰ κορυφαιότατα τοίνυν καὶ συντέλειαν
ἔχοντα τῶν κατὰ μέρος πεπραγμένων Σἑ??ʼήρῳ
ἐν τοῖς ἑξῆς διηγήσομαι, οὐδὲν οὔτε πρὸς χάριν ἐς
ὕψος ἐξαίρων, ὥσπερ ἐποίησαν οἱ κατ̓ ἐκεῖνον γράψαντες, οὔτε παραλείπων εἴ τι λόγου καὶ μνήμης
ἄξιον.

Τὸ μὲν δὴ Περτίνακος τέλος καὶ Ἰουλιανοῦ καθαίρεσις,
ἥ τε Σἑ??ʼήρου ἐς τὴν Ῥώμην ἄφιξις, ἥ τε
ἐπὶ Νίγρον ἔξοδος, ἐν τῷ πρὸ τούτου συγγράμματι
δεδήλωται: ὁ δὲ Νίγρος, ἐπεὶ ἠγγέλη αὐτῷ μηδέν τι τοιοῦτον προσδεχομένῳ κατειληφὼς μὲν τὴν Ῥώμην
ὁ Σἑ??ʼῆρος, ὑπό τε τῆς συγκλήτου αὐτοκράτωρ ἀναδειχθείς,
ἄγων δὲ πάντα ἐπ̓ αὐτὸν τὸν Ἰλλυρικὸν
στρατὸν πεζήν τε καὶ ναυτικὴν δύναμιν ἄλλην, ἐν
μεγίστῃ ταραχῇ ἦν, διέπεμπέ τε κατὰ ἔθνη πρὸς τοὺς ἡγουμένους, τάς τε εἰσόδους πάσας καὶ λιμένας φυλάττεσθαι

κελεύων. ἔπεμπε δὲ καὶ πρὸς τὸν βασιλέα
 
Παρθυαίων τε καὶ Ἀρμενίων καὶ Ἀτρηνῶν, συμμάχους
αἰτῶν. ὁ μὲν οὖν Ἀρμένιος ἀπεκρίνατο μηδετέρῳ
συμμαχήσειν, ἀγαπητῶς δὲ τὰ ἑαυτοῦ φυλάξειν
ἤδη προσιόντος Σἑ??ʼήρου: ὁ δὲ Παρθυαῖος ἐπιστελεῖν
ἔφη τοῖς σατράπαις δύναμιν ἀθροίζειν: οὕτω γὰρ εἴωθεν,
ὁπηνίκα ἂν δεηθῇ στρατὸν συλλέγειν, τῷ μὴ

ἔχειν μισθοφόρους καὶ συνεστὸς στρατιωτικόν. Ἀτρηνοὶ δὲ ἦλθον αὐτῷ τοξόται σύμμαχοι, πέμψαντος Βαρσημίου,
ὃς τῶν τόπων ἐβασίλευε. τὸ δὲ λοιπὸν στρατιωτικὸν
ἤθροιζεν ἐκ τῶν ἐκεῖ στρατοπέδων πᾶν.
πλεῖστοι δὲ καὶ τῶν δημοτῶν τῆς Ἀντιοχείας, μάλιστα
ὑπὸ κουφότητος νεανίαι καὶ τῆς περὶ τὸν Νίγρον
σπουδῆς, ἐπέδοσαν αὑτοὺς ἐς στρατείαν, προπετῶς

μᾶλλον ἢ ἐμπείρως τοῦτο ποιοῦντες. ἐκέλευε δὲ καὶ τοῦ Ταύρου ὄρους τὰ στενὰ καὶ κρημνώδη διαφράττεσθαι
γενναίοις τείχεσί τε καὶ ἐρύμασι, πρόβλημα ὀχυρὸν
νομίζων τῶν ἐν τῇ ἀνατολῇ ὁδῶν τὸ δύσβατον τοῦ
ὄρους: ὁ γὰρ Ταῦρος μεταξὺ ὢν Καππαδοκίας τε καὶ
Κιλικίας διακρίνει τά τε τῇ ἄρκτῳ καὶ τὰ τῇ ἀνατολῇ

ἔθνη προσκείμενα. προύπεμψέ τε καὶ στρατιὰν προκαταληψομένην τὸ Βυζάντιον, πόλιν τῶν ἐπὶ Θρᾴκης
μεγίστην τότε καὶ εὐδαίμονα, πλήθει τε ἀνδρῶν καὶ
χρημάτων ἀκμάζουσαν: κειμένη γὰρ ἐπὶ τῷ στενωτάτῳ
τῆς Προποντίδος πορθμῷ προσόδοις ταῖς ἀπὸ
θαλάττης τελῶν τε καὶ ἁλείας μεγάλως ὠφελεῖτο, γῆν
τε πολλὴν καὶ εὐδαίμονα κεκτημένη ἐξ ἑκατέρου τῶν

στοιχείων πλεῖστα ἐκέρδαινεν. ὅθεν αὐτὴν οὖσαν δυνατωτάτην ὁ Νίγρος προκαταλαβεῖν ἠθέλησε, καὶ
μάλιστα ἐλπίζων δύνασθαι κωλύειν τὴν ἀπὸ τῆς Εὐρώπης
ἐς τὴν Ἀσίαν κατὰ τὸν πορθμὸν διάβασιν.
περιτετείχιστό τε γενναίῳ τε καὶ μεγίστῳ ἡ πόλις τείχει,
πεποιημένῳ μυλίτου λίθου ἐς τετράγωνον εἰργασμένου,
 
τοσαύτῃ τε συναφείᾳ καὶ κολλήσει ὡς μηδένα
οἴεσθαι τὸ ἔργον σύνθετον, ἑνὸς δὲ λίθου πᾶν

πεποιῆσθαι. ἔτι γοῦν καὶ νῦν τὰ μένοντα αὐτοῦ ἐρείπια
καὶ λείψανα ἰδόντι θαυμάζειν ἔστι καὶ τὴν τέχνην
τῶν τὴν ἀρχὴν κατασκευασάντων καὶ τὴν ἀλκὴν τῶν ὕστερον καθῃρηκότων.
ὁ μὲν δὴ Νίγρος οὕτως ἐξήρτυε τὰ καθ̓ ἑαυτὸν

προμηθέστατα καὶ ἀσφαλέστατα, ὡς ᾤετο: ὁ δὲ Σἑ??ʼῆρος 
 ὡς ἔνι μάλιστα σὺν τῇ στρατιᾷ ἠπείγετο, μηδὲν
ῥᾳθυμίᾳ μηδ̓ ἀναπαύλῃ νέμων. μαθὼν δὲ τὸ Βυζάντιον προκατειλημμένον, καὶ εἰδὼς ὀχυρώτατα
τετειχισμένον, ἐπὶ Κύζικον τὸν στρατὸν ἐκέλευσε

διαβαίνειν. ὁ δὲ τῆς Ἀσίας ἡγούμενος Αἰμιλιανός,
ᾧ τὴν πρόνοιαν καὶ στρατηγίαν ὁ Νίγρος ἐγκεχειρίκει,
μαθὼν ἐπιόντα τὸν τοῦ Σἑ??ʼήρου στρατὸν τὴν ἐπὶ Κύζικον καὶ αὐτὸς ἐτράπετο, ἄγων τε στρατιὰν
πᾶσαν, ἣν αὐτὸς συνείλεκτο καὶ ἣν ὁ Νίγρος ἐπεπόμφει.
ὡς δὲ συνέβαλεν ἑκατέρωθεν τὰ στρατεύματα,
μάχαι καρτεραὶ γίνονται κατ̓ ἐκεῖνα τὰ χωρία, καὶ
κρατεῖ τὸ Σἑ??ʼήρου στράτευμα, φυγή τε καὶ τροπὴ καὶ φόνος πολὺς τῶν τοῦ Νίγρου στρατιωτῶν γίνεται,
ὡς τῶν μὲν ἀνατολικῶν εὐθέως θραῦσαι τὴν ἐλπίδα,
τῶν δὲ Ἰλλυριῶν ἐπιρρῶσαι.

φασὶ δέ τινες προδοθέντα τὰ τοῦ Νίγρου πράγματα
ὑπὸ Αἰμιλιανοῦ εὐθέως ἐν ἀρχῇ διαφθαρῆναι. διττὴν δὲ λέγουσι τῆς τοιαύτης προαιρέσεως τοῦ Αἰμιλιανοῦ
τὴν αἰτίαν: οἳ μὲν γὰρ φθονοῦντα τῷ Νίγρῳ
ἐπιβουλεῦσαι, ἀγανακτοῦντα ὅτι δὴ διάδοχος
αὐτοῦ γενόμενος τῆς ἐν Συρίᾳ ἀρχῆς ἔμελλεν ἔσεσθαι
κρείττων ἅτε βασιλεὺς καὶ δεσπότης, οἳ δέ φασιν αὐτὸν ἀναπεισθῆναι ὑπὸ τῶν παίδων ἐπιστειλάντων
καὶ δεηθέντων ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, οὓς ἐν τῇ
 
Ῥώμῃ εὑρὼν ὁ Σἑ??ʼῆρος συλλαβὼν εἶχεν ἐν φρουρᾷ.
ἐχρήσατο γὰρ καὶ τούτῳ σοφίσματι προμηθεστάτῳ.

ἔθος ἦν τῷ Κομμόδῳ κατέχειν τοὺς παῖδας τῶν ἐς τὰ ἔθνη πεμπομένων ἡγεμόνων, ὡς ἔχοι ὅμηρα τῆς
τε εὐνοίας αὐτῶν καὶ τῆς πίστεως. εἰδὼς τοίνυν
τοῦτο ὁ Σἑ??ʼῆρος, ἅμα τῷ βασιλεὺς ἀναδειχθῆναι,
καὶ τοῦ Ἰουλιανοῦ ἔτι περιόντος, πέμψας λάθρᾳ διὰ
φροντίδος ἔσχε τοὺς παῖδας αὑτῷ τῆς Ῥώμης ἐκκλαπέντας

μὴ εἶναι ἐν ἑτέρου ἐξουσίᾳ. αὐτὸς δ̓ ἅμα τῷ τῆς Ῥώμης ἐπιβῆναι συλλαβὼν πάντας τοὺς τῶν ἡγεμόνων
ἢ τῶν ὁτιδὴ πραττόντων κατὰ τὴν ἀνατολὴν
καὶ πᾶσαν τὴν Ἀσίαν, φρουρᾷ δοὺς εἶχε σὺν αὑτῷ,
ὅπως ἢ πόθῳ τῆς τῶν παίδων σωτηρίας οἱ ἡγεμόνες
τὰ Νίγρου προδιδοῖεν, ἢ μένοντες ἐπὶ τῆς πρὸς ἐκεῖνον
εὐνοίας φθάσωσί τι κακὸν παθεῖν διὰ τῆς τῶν
παίδων ἀναιρέσεως ἢ δράσωσιν αὐτοί.

γενομένης δὲ τῆς ἥττης κατὰ τὴν Κύζικον ἔφευγον οἱ τοῦ Νίγρου, ὡς ἕκαστος ἐδύνατο, σπεύδοντες,
οἳ μὲν περὶ τὰς ὑπωρείας τῆς Ἀρμενίας, οἳ δὲ τὴν
ἐπὶ Γαλατίας τε καὶ Ἀσίας, φθάσαι θέλοντες τὸν
Ταῦρον ὑπερβῆναι, ὡς ἐντὸς τοῦ ἐρύματος γένοιντο.
ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς περαιωθεὶς διὰ τῆς Κυζικηνῆς
χώρας διαβάς τε ἐπὶ τὴν Βιθυνίαν ὅμορον οὖσαν
ἠπείγετο.

ὡς δὲ διέδραμε φήμη τῆς Σἑ??ʼήρου νίκης, εὐθὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκείνοις στάσις καὶ διάφορος
γνώμη ἐνέπεσε ταῖς πόλεσιν, οὐχ οὕτω τῇ πρὸς
τοὺς πολεμοῦντας βασιλέας ἀπεχθείᾳ τινὶ ἢ εὐνοίᾳ
ὡς ζήλῳ καὶ ἔριδι τῇ πρὸς ἀλλήλας φθόνῳ τε καὶ καθαιρέσει

τῶν ὁμοφύλων. ἀρχαῖον τοῦτο πάθος Ἑλλήνων, οἳ πρὸς ἀλλήλους στασιάζοντες ἀεὶ καὶ τοὺς
ὑπερέχειν δοκοῦντας καθαιρεῖν θέλοντες ἐτρύχωσαν
 
τὴν Ἑλλάδα. ἀλλὰ τὰ μὲν ἐκείνων γηράσαντα καὶ
περὶ ἀλλήλοις συντριβέντα Μακεδόσιν εὐάλωτα καὶ
Ῥωμαίοις δοῦλα γεγένηται: τὸ δὲ πάθος τοῦτο τοῦ
ζήλου καὶ φθόνου μετῆλθεν ἐς τὰς καθ̓ ἡμᾶς ἀκμαζούσας

πόλεις. κατὰ μὲν οὖν τὴν Βιθυνίαν εὐθὺς μετὰ τὰ ἐν Κυζίκῳ Νικομηδεῖς μὲν Σἑ??ʼήρῳ προσέθεντο
καὶ πρέσβεις ἔπεμπον, τήν τε στρατιὰν ὑποδεχόμενοι
καὶ πάντα παρέξειν ὑπισχνούμενοι, Νικαεῖς
δὲ τῷ πρὸς Νικομηδέας μίσει τἀναντία ἐφρόνουν
καὶ τὸν στρατὸν τοῦ Νίγρου ὑπεδέχοντο, εἴ τέ τινες ἐκ τῶν φυγόντων κατέφευγον πρὸς αὐτούς, καὶ τοὺς
πεμφθέντας ὑπὸ τοῦ Νίγρου φρουρεῖν Βιθυνίαν.

ἑκατέρωθεν οὖν ἐκ τῶν πόλεων ὡς ἀπὸ στρατοπέδων
ὁρμώμενοι συνέβαλον ἀλλήλοις, καὶ μάχης καρτερᾶς
γενομένης πολὺ περιεγένοντο οἱ τοῦ Σἑ??ʼήρου. φυγόντες δὲ οἱ τοῦ Νίγρου κἀκεῖθεν, ὅσοι περιελείφθησαν,
ἐπὶ τὰ στενὰ τοῦ Ταύρου ἠπείγοντο, ἀποκλείσαντές
τε τὸ ἔρυμα ἐφύλαττον. ὁ δὲ Νίγρος φρουρὰν
καταλιπὼν τοῦ ἐρύματος, ὡς ᾤετο, αὐτάρκη, ἐς τὴν
Ἀντιόχειαν ἠπείγετο, στρατὸν ἀθροίζων καὶ χρήματα.

ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς περαιωθεὶς διά τε
Βιθυνίας καὶ Γαλατίας, ἐμβαλὼν ἐς Καππαδοκίαν,
προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει, πράγματά τε
εἶχεν οὐ μικρὰ δυσβάτου διὰ στενότητα καὶ τραχύτητα οὔσης τῆς ὁδοῦ, βαλλόντων τε αὐτοὺς ἄνωθεν
λίθοις καὶ γενναίως ἀπομαχομένων τῶν ἐφεστώτων
ταῖς ἐπάλξεσι τοῦ τείχους. ῥᾳδίως δὲ ὀλίγοι πολλοὺς

ἐκώλυον: τῆς γὰρ ὁδοῦ στενῆς οὔσης τὸ μὲν ἕτερον
μέρος ὕψιστον ὄρος σκέπει, ἐπὶ θάτερα δὲ κρημνὸς βαθὺς τοῖς ἐκ τῶν ὀρῶν συρρέουσιν ὕδασι πόρος γίνεται:
ὅπερ καὶ αὐτὸ πᾶν παρεπέφρακτο ὑπὸ τοῦ Νίγρου
 
τοῦ πανταχόθεν κωλύεσθαι ἕνεκα τὴν δίοδον
τοῦ στρατοῦ.

κατὰ μὲν δὴ Καππαδοκίαν ταῦτα ἐπράττετο, ἐστασίασαν δὲ πρὸς ἀλλήλους τῷ αὐτῷ ζήλῳ καὶ μίσει 
Λαοδικεῖς μὲν κατὰ Συρίαν Ἀντιοχέων μίσει,
κατὰ δὲ Φοινίκην Τύριοι Βηρυτίων ἔχθει: μαθόντες
τε τὸν Νίγρον πεφευγότα τὰς μὲν τιμὰς ἐκείνου καθελεῖν

ἐπειράθησαν, τὸν δὲ Σἑ??ʼῆρον εὐφήμησαν. ὡς δὲ γενόμενος ἐν Ἀντιοχείᾳ ταῦτα ὁ Νίγρος ἐπύθετο,
ἄλλως μὲν τὸ ἦθος πρότερον χρηστὸς ὤν, ἀγανακτήσας
δὲ τότε εἰκότως ἐπὶ τῇ ἀποστάσει αὐτῶν καὶ ὕβρει,
ἐπιπέμπει ταῖς πόλεσιν ἀμφοτέραις Μαυρουσίους τε
ἀκοντιστὰς οὓς εἶχε καὶ μέρος τοξοτῶν, φονεύειν τε
τοὺς ἐντυγχάνοντας κελεύσας καὶ διαρπάζειν τὰ ἐν

ταῖς πόλεσιν, αὐτάς τε ἐμπιπράναι. οἱ δὲ Μαυρούσιοι ὄντες φονικώτατοι, καὶ διὰ τὸ θανάτου καὶ κινδύνων
ῥᾳδίως καταφρονεῖν πάντα τολμῶντες μετ̓ ἀπογνώσεως,
ἐπιπεσόντες τοῖς Λαοδικεῦσιν οὐ προσδοκῶσι
παντὶ τρόπῳ τόν τε δῆμον καὶ τὴν πόλιν ἐλυμήναντο,
ἐκεῖθέν τε σπεύσαντες ἐπὶ τὴν Τύρον πᾶσάν τε ἐνέπρησαν
καὶ πολλὴν ἁρπαγὴν καὶ φόνον εἰργάσαντο.

τούτων κατὰ Συρίαν γινομένων καὶ στρατοῦ ὑπὸ Νίγρου ἀθροιζομένου, ὁ τοῦ Σἑ??ʼήρου στρατὸς
προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει. ἦσαν δὲ οἱ
στρατιῶται ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀπογνώσει ὀχυροῦ
τε ὄντος καὶ δυσμάχου καὶ πεφραγμένου ὄρει τε καὶ

κρημνῷ. ἤδη δὲ τῶν μὲν τοῦ Σἑ??ʼήρου ἀπειρηκότων, τῶν δὲ ἐναντίων ἀμέριμνον ἔχειν τὴν φρουρὰν οἰομένων,
νύκτωρ αἰφνιδίως ὄμβρων μεγίστων καταρραγέντων
χιόνος τε πολλῆς ʽδυσχείμερος γὰρ πᾶσα ἡ
Καππαδοκία, ἐξαιρέτως δὲ ὁ Ταῦροσ̓ μέγας καὶ σφοδρὸς
χειμάρρους καταραχθείς, ἐμποδισθέντος αὐτῷ
 
τοῦ συνήθους δρόμου καὶ τοῦ ἐρύματος ἐπισχόντος
τὸ ῥεῖθρον πολὺς καὶ βίαιος γενόμενος, τῆς τε φύσεως
νικώσης τὴν τέχνην μὴ δυναμένου τοῦ τείχους
ἀντέχειν τῷ ῥεύματι, διέστησε τῷ ὕδατι κατ̓ ὀλίγον
αὐτοῦ τὰς ἁρμογάς, ἔστε δὴ ὑποχωρούντων τῶν θεμελίων τῷ ῥείθρῳ ἅτε διὰ σπουδῆς καὶ οὐ μετ̓ ἐπιμελείας
κατασκευασθέντων πᾶν ὤφθη, τὸν δὲ τόπον

ἀνοίξας ὁ χειμάρρους ὡδοποίησεν. ὅπερ ἰδόντες οἱ
ἐπὶ τοῦ ἐρύματος φύλακες, φοβηθέντες μὴ κυκλωθεῖεν
ἐκπεριελθόντων αὐτοὺς τῶν πολεμίων μετὰ τὴν τοῦ χειμάρρου ἀπόρροιαν μηκέτι ὄντος τοῦ κωλύοντος,
καταλιπόντες τὴν φρουρὰν φεύγουσιν. ὁ
δὲ τοῦ Σἑ??ʼήρου στρατὸς ἡσθεὶς τῷ γενομένῳ, τάς τε
ψυχὰς ἐπιρρωσθεὶς ὡς προνοίᾳ θείᾳ ὁδηγούμενος,
συνεὶς δὲ ἀποδεδρακότας τοὺς φύλακας, εὐμαρῶς τε καὶ ἀκωλύτως διαβὰς τὸν Ταῦρον ἐπὶ Κιλικίαν ἠπείγετο.

ὁ δὲ Νίγρος μαθὼν τὰ συμβάντα, πολλὴν στρατιὰν
ἀθροίσας, πλὴν ἄπειρον μάχης καὶ πόνων, μετὰ
σπουδῆς τὴν πορείαν ἐποιεῖτο: πολὺ γάρ τι πλῆθος καὶ σχεδὸν πᾶσα ἡ νεολαία τῶν Ἀντιοχέων ἐς στρατείαν
καὶ τὸν ὑπὲρ αὐτοῦ κίνδυνον ἐπέδωκεν αὑτήν.
τὸ μὲν οὖν πρόθυμον τοῦ στρατοῦ ὑπῆρχεν αὐτῷ,
τοῦ δὲ ἐμπείρου καὶ γενναίου πολὺ τῶν Ἰλλυριῶν

ἀπέλειπον. συνέρχεται δὴ ἑκατέρωθεν ὁ στρατὸς ἐς τὸ κατὰ τὸν Ἰσσικὸν καλούμενον κόλπον πεδίον πλατύτατόν
τε καὶ ἐπιμηκέστατον, ᾧ περίκειται μὲν λόφος
ἐς θεάτρου σχῆμα, αἰγιαλὸς δὲ ἐπὶ θαλάσσης
μέγιστος ἐκτείνεται, ὥσπερ τῆς φύσεως εἰργασμένης

στάδιον μάχης. ἐκεῖ φασὶ καὶ Δαρεῖον Ἀλεξάνδρῳ τὴν ὑστάτην καὶ μεγίστην μάχην συμβαλόντα ἡττηθῆναί
τε καὶ ἁλῶναι, τῶν ἀπὸ τῶν ἀρκτῴων μερῶν
 
καὶ τότε τοὺς ἀνατολικοὺς νενικηκότων. μένει δὲ ἔτι
νῦν τρόπαιον καὶ δεῖγμα τῆς νίκης ἐκείνης, πόλις ἐπὶ
τοῦ λόφου Ἀλεξάνδρεια καλουμένη, ἄγαλμά τε χαλκοῦν
οὗ τὴν προσηγορίαν ὁ τόπος φέρει.

συνέβη δὲ καὶ τῶν στρατοπέδων τοῦ Σἑ??ʼήρου τε καὶ τοῦ Νίγρου μὴ τὴν σύνοδον μόνον κατ̓ ἐκεῖνο
γενέσθαι τὸ χωρίον, ἀλλὰ καὶ τὴν τύχην ὁμοίαν τῆς
τύχης. ἀντιστρατοπεδευσάμενοι γὰρ ἑκατέρωθεν%5περὶ
ἑσπέραν, πάσης τῆς νυκτὸς ἐν φροντίσιν ἑκάτεροι καὶ
δέει διαγρηγορήσαντες, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπ̓ ἀλλήλους
ἠπείγοντο, παρορμώντων ἑκατέρωθεν τῶν
στρατηγῶν. προθυμίᾳ δὴ πάσῃ ἐνέπιπτον ὡς ὑπὲρ
λοιπῆς καὶ τελευταίας ἐκείνης μάχης, κἀκεῖ τῆς τύχης

διακρινούσης τὸν βασιλέα. ἐπὶ πολὺ δὲ αὐτῶν διαγωνισαμένων πολλοῦ τε ἐργασθέντος φόνου, ὡς καὶ
τὰ ῥεῖθρα τῶν διὰ τοῦ πεδίου ποταμῶν ῥεόντων αἵματος
πλεῖον ἢ ὕδατος κατάγειν ἐς θάλασσαν, τροπὴ
τῶν ἀνατολικῶν γίνεται. ἐκβιασάμενοι δὲ αὐτοὺς οἱ
Ἰλλυριοὶ τοὺς μὲν ἐς τὴν παρακειμένην θάλασσαν τιτρώσκοντες
ἐξωθοῦσι, τοὺς δὲ φεύγοντας ἐπὶ τοὺς
λόφους διώκοντες αὐτούς τε φονεύουσι καὶ πολύ τι
πλῆθος ἄλλων ἀνθρώπων, ὅπερ ἔκ τε τῶν περικειμένων
πόλεων καὶ ἀγρῶν ἤθροιστο, ὡς ἀπ̓ ἀσφαλοῦς
τοῦ τόπου τὰ γινόμενα θεάσοιντο.

ὁ δὲ Νίγρος ἵππῳ γενναίῳ ἐποχούμενος φεύγει μετ̓ ὀλίγων, ἔς τε τὴν Ἀντιόχειαν ἀφικνεῖται. καταλαβὼν
δὲ φεύγοντα τὸν λοιπὸν δῆμον, εἴ τέ τις καταλέλειπτο,
οἰμωγήν τε καὶ πένθος ἐν τῇ πόλει παῖδάς
τε καὶ ἀδελφοὺς θρηνούντων, γενόμενος ἐν ἀπογνώσει
καὶ αὐτὸς ἐκ τῆς Ἀντιοχείας ἀποδιδράσκει. καὶ ἔν
τινι προαστείῳ κρυπτόμενος, εὑρεθείς τε ὑπὸ τῶν
 
διωκόντων ἱππέων καὶ συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη.

τέλει μὲν δὴ τοιούτῳ ὁ Νίγρος ἐχρήσατο, μελλήσεως
καὶ βραδυτῆτος δοὺς δίκας, τὰ ἄλλα, ὥς φασι,
γενόμενος μὴ φαῦλος ἄνθρωπος, μήτε ἄρχων μήτε ἰδιώτης: ὁ δὲ Σἑ??ʼῆρος καθελὼν τὸν Νίγρον, τοὺς
μὲν φίλους αὐτοῦ, καὶ εἴ τινες οὐ μόνον ἐκ προαιρέσεως
ἀλλὰ δἰ ἀνάγκης προσέθεντο αὐτῷ, πάντας
ἀφειδῶς ἐκόλασε, τοὺς δὲ στρατιώτας, ὅσοι διαδεδράκεσαν,
πυνθανόμενος περαιουμένους τὸν Τίγριδα ποταμὸν διά τε τὸ ἐκ Σἑ??ʼήρου δέος ἀπιόντας πρὸς
τοὺς βαρβάρους, οὐ πάντας ἤγαγε δοὺς ἀμνηστίαν.

πολὺ γὰρ πλῆθος αὐτῶν ἀνεχώρησεν ἐς τὴν ἀλλοδαπήν.
ὅπερ καὶ μάλιστα αἴτιον ἐγένετο μαχιμώτερα ὕστερον
γενέσθαι πρὸς τὴν συστάδην μάχην Ῥωμαίων τὰ τῶν ἐπέκεινα βαρβάρων. πρότερον μὲν γὰρ τοξεύειν μόνον
ἵπποις ἐποχούμενοι ᾔδεσαν, μήτε πανοπλίᾳ φράσσοντες
αὑτοὺς μήτε τῇ διὰ δοράτων καὶ ξιφῶν θαρροῦντες
μάχῃ, κούφαις δὲ καὶ παρῃωρημέναις ἐσθῆσι
κοσμούμενοι: τὰ πλεῖστα γοῦν φεύγοντες ἐς τοὐπίσω

τε τοξεύοντες ἐμάχοντο. τῶν δὲ φυγάδων στρατιωτῶν,
πολλῶν τε ἐν αὐτοῖς τεχνιτῶν, παῤ αὐτοῖς γενομένων
καὶ τὸν ἐκεῖ βίον ἑλομένων, οὐ μόνον χρῆσθαι
ἀλλὰ καὶ ἐργάζεσθαι ὅπλα ἐδιδάχθησαν.

διοικήσας δὲ ὁ Σἑ??ʼῆρος τὰ ἐπὶ τῆς ἀνατολῆς, ὡς ᾤετο, ἄριστα καὶ ἑαυτῷ λυσιτελέστατα, ἠθέλησεν εὐθέως
ὁρμῆσαι ἐπὶ τὸν Ἀτρηνῶν βασιλέα ἔς τε τὴν
Παρθυαίων γῆν διαβῆναι: ἐνεκάλει γὰρ ἀμφοτέροις
φιλίαν Νίγρου. ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἀνέθετο,
πρῶτον δὲ πᾶσαν τὴν ἀρχὴν Ῥωμαίων ἐς ἑαυτὸν καὶ τοὺς παῖδας μεταγαγεῖν καὶ βεβαιώσασθαι ἠθέλησε.

καθῃρημένου γὰρ τοῦ Νίγρου ὀχληρὸς καὶ περιττὸς
 
αὐτῷ ὁ Ἀλβῖνος ἐνομίζετο: ἔτι τε καὶ ἤκουεν αὐτὸν
βασιλικώτερον ἐντρυφῶντα τῷ τοῦ Καίσαρος ὀνόματι,
πολλούς τε, μάλιστα τοὺς ἐξέχοντας τῆς συγκλήτου
βουλῆς, ἰδίᾳ καὶ κρύβδην ἐπιστέλλοντας αὐτῷ,
ἔς τε τὴν Ῥώμην ἐλθεῖν πείθοντας ἀπόντος καὶ
ἀσχολουμένου τοῦ Σἑ??ʼήρου. ᾑροῦντο γὰρ οἱ εὐπατρίδαι
ἐκεῖνον μᾶλλον ἄρχοντα, ἅτε ἐκ προγόνων εὖ

γεγονότα καὶ χρηστὸν τὸ ἦθος εἶναι λεγόμενον. ἅπερ πυνθανόμενος ὁ Σἑ??ʼῆρος φανερὰν μὲν εὐθὺς πρὸς
αὐτὸν ἔχθραν ἄρασθαι καὶ πόλεμον ἐγεῖραι πρὸς
ἄνδρα μηδεμίαν εὔλογον παρεσχημένον αἰτίαν παρῃτήσατο:
ἔδοξε δὲ αὐτῷ ἀπόπειραν ποιήσασθαι, εἰ δύναιτο
ἀποσκευάσασθαι λαθὼν καὶ ἐξαπατήσας αὐτόν.

μεταπεμψάμενος οὖν τοὺς πιστοτάτους τῶν εἰωθότων τὰ βασιλικὰ γράμματα διακομίζειν, δίδωσιν αὐτοῖς 
ἐντολάς, εἰ γένοιντο παῤ αὐτῷ, τὰ μὲν γράμματα δημοσίᾳ
ἀποδοῦναι, ἀξιῶσαι δὲ αὐτὸν ἰδιαίτερον ἀποστάντα
ἐπακοῦσαι ἀπορρήτων ἐντολῶν, πεισθέντι δὲ
δορυφόρων ἐρήμῳ ἐπιπεσεῖν αἰφνιδίως καὶ φονεῦσαι.

ἔδωκε δὲ αὐτοῖς καὶ δηλητήρια φάρμακα, ὅπως τινὰς πείσαιεν, εἰ δυνηθεῖεν, ἢ τῶν ὀψοποιῶν ἢ τῶν πρὸς
ταῖς κύλιξι, λαθεῖν καὶ ἐπιδοῦναι αὐτῷ. ὑποπτευόντων
δὲ τῶν περὶ αὐτὸν φίλων, καὶ συμβουλευόντων
αὐτῷ φυλάττεσθαι ἄνδρα ἀπατεῶνα σοφόν τε πρὸς

ἐπιβουλήν: διαβεβλήκεσαν γὰρ αὐτοῦ τὸ ἦθος αἱ πρὸς τοὺς ἡγεμόνας τοῦ Νίγρου πράξεις: πείσας γὰρ αὐτοὺς
διὰ τῶν παίδων, ὡς προείρηται, προδοῦναι τα
τοῦ Νίγρου πράγματα, μετὰ τὸ ἀποχρήσασθαι αὐτῶν
τῇ ὑπηρεσίᾳ καὶ κατορθῶσαι πάντα ἃ ἐβούλετο ἀνεῖλεν
αὐτούς τε καὶ παῖδας. τὸ οὖν ὕπουλον αὐτοῦ

ἦθος μάλιστα ἐκ τῶν ἔργων ἐδηλοῦτο. διὰ ταῦτα ὁ Ἀλβῖνος καὶ φρουρᾷ μείζονι ἔφραττεν ἑαυτόν: οὐδὲ
 
γάρ τις αὐτῷ τῶν ἀπὸ τοῦ Σἑ??ʼήρου ἀφικνουμένων
ἄλλως προσῄει, εἰ μὴ πρότερον ἀποθέμενος ὅπερ περιέκειτο
ξίφος στρατιωτικόν, ἐρευνηθῆναι μή τι φέροι

ὑπὸ κόλπον. ὡς δ̓ οὖν ἀφίκοντο οἱ τοῦ Σἑ??ʼήρου
ἀγγελιαφόροι, τά τε γράμματα δημοσίᾳ ἀποδόντες ἠξίουν αὐτὸν ἀποστάντα ἐπακοῦσαι τινῶν ἀπορρήτων,
ὑποπτεύσας ὁ Ἀλβῖνος συλληφθῆναι κελεύει αὐτούς,
ἰδίᾶ τε βασανίσας πᾶσαν μανθάνει τὴν ἐπιβουλήν.
καὶ τοὺς μὲν κολάζει, αὐτὸς δὲ ἤδη ὡς πρὸς ὁμολογούμενον

ἐχθρὸν παρεσκευάζετο. γνοὺς δὲ ταῦτα ὁ Σἑ??ʼῆρος, καὶ πάντα μὲν ἐκθύμως πράττων, ὀργῆς δὲ
ἥττων ὢν φύσει, οὐκέτι τὴν ἔχθραν ἔκρυπτεν, ἀλλὰ
συγκαλέσας πᾶν τὸ στρατιωτικὸν ἔλεξε πρὸς αὐτοὺς
τοιάδε.
 μήτε κουφότητά τις ἢ μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις ἡμῖν ἐγκαλείτω, μήτ̓ ἄπιστον ἢ ἀγνώμονα

πρὸς τὸν νομισθέντα φίλον ἡγείσθω. τὰ μὲν γὰρ
παῤ ἡμῶν πάντα ὑπῆρξεν αὐτῷ, βεβαίας βασιλείας
κοινωνίᾳ, πράγματος οὗ μόλις τις καὶ ἀδελφοῖς γνησίοις
μεταδίδωσιν: ὃ δὲ ἐμοὶ μόνῳ ὑμεῖς ἐχειροτονήσατε, τοῦτ̓ ἐγὼ πρὸς ἐκεῖνον ἐνειμάμην. μεγάλων
τέ μοι κατατεθεισῶν ἐς αὐτὸν εὐεργεσιῶν ἀχαρίστους

τὰς ἀμοιβὰς Ἀλβῖνος ἀποδίδωσιν. ὅπλα καὶ στρατὸν
ἐφ̓ ἡμᾶς συσκευάζεται, καταφρονήσας μὲν τῆς
ὑμετέρας ἀνδρείας, ἀμελήσας δὲ τῆς πρὸς ἐμὲ πίστεως, ἀπλήστῳ τε ἐπιθυμίᾳ βουλόμενος λαβεῖν μετὰ κινδύνων
οὗ τὸ μέρος εἶχεν ἄνευ πολέμου καὶ μάχης,
οὔτε θεοὺς αἰδεσθείς, οὓς πολλάκις ὤμοσεν, οὔτε
τῶν ὑμετέρων καμάτων φεισάμενος, οὓς μετὰ τοσαύτης

δόξης τε καὶ ἀρετῆς ὑπὲρ ἡμῶν ἐκάμετε. ἐν γὰρ οἷς κατωρθώσατε, κἀκεῖνος τὸ μέρος ἐκαρποῦτο: ἔσχε
δ̓ ἄν τι καὶ μεῖζον, εἰ καὶ τὸ πιστὸν ἐτήρει, τῆς ἀμφοτέροις
 
ἡμῖν παῤ ὑμῶν μεμερισμένης τιμῆς. ὥσπερ
δὲ ἄδικον τὸ ἄρχειν ἔργων πονηρῶν, οὕτως ἄνανδρον
τὸ μὴ ἀμύνεσθαι προαδικούμενον. καὶ Νίγρῳ μὲν
πολεμοῦντες οὐχ οὕτως εὐλόγους εἴχομεν αἰτίας
ἔχθρας ὡς ἀναγκαίας: οὐ γὰρ παῤ ἡμῖν προϋπάρχουσαν
ἀρχὴν ὑφαρπάζων μεμίσητο, ἐν μέσῳ δὲ ἐρριμμένην
καὶ ἀμφήριστον οὖσαν ἑκάτερος ἡμῶν ἐξ

ἰσοτίμου φιλοτιμίας ἐς αὑτὸν ἀνθεῖλκεν: Ἀλβῖνος δὲ σπονδῶν καὶ ὅρκων καταφρονήσας, καὶ τούτου παῤ
ἐμοῦ τυχὼν οὗ μόνῳ τις υἱῷ γνησίῳ μεταδίδωσιν,
ἐχθρὸς μὲν ἀντὶ φίλου πολέμιος δὲ ἀντὶ οἰκείου γενέσθαι
προῄρηται. ὥσπερ δὲ αὐτὸν εὐεργετοῦντες
πρότερον τιμῇ καὶ δόξῃ ἐκοσμήσαμεν, οὕτω καὶ νῦν
αὐτοῦ τὸ ἄπιστον καὶ ἄνανδρον τοῖς ὅπλοις ἐλέγξωμεν.

οὐδὲ γὰρ ὑπομενεῖ ὁ ἐκείνου στρατὸς ὀλίγος ὢν καὶ νησιώτης τὴν ὑμετέραν δύναμιν. οἳ γὰρ μόνοι
καὶ καθ̓ αὑτοὺς προθυμίᾳ καὶ ἀνδρείᾳ τοσαύταις
μάχαις ἐνικήσατε καὶ πᾶσαν ἀνατολὴν ὑπετάξατε,
πῶς οὐχὶ καὶ νῦν, προσελθούσης ὑμῖν τοσαύτης συμμάχου
δυνάμεως, σχεδόν τε παντὸς τοῦ Ῥωμαίων
στρατοῦ ἐνταῦθα ὄντος, ῥᾷστα κρατήσετε ὀλίγων τε
ὄντων καὶ μηδὲ ὑπὸ γενναίῳ καὶ νήφοντι ἀνδρὶ στρατηγουμένων;

τίς γὰρ αὐτοῦ τὸ ἁβροδίαιτον οὐκ οἶδεν, ὡς χοροῖς αὐτοῦ μᾶλλον ἁρμόζειν τὸν βίον ἢ φάλαγξιν;
ἴωμεν οὖν τῇ συνήθει χρώμενοι προθυμίᾳ τε
καὶ ἀνδρείᾳ γενναίως ἐπ̓ αὐτόν, θεούς τε ἔχοντες
βοηθούς, ἐς οὓς ἐπιορκήσας ἠσέβησε, τρόπαιά τε ἃ
πολλάκις ἠγείραμεν, ὧν ἐκεῖνος κατεφρόνησεν.

τοιαῦτά τινα εἰπόντος τοῦ Σἑ??ʼήρου ὁ στρατὸς ἅπας τὸν μὲν Ἀλβῖνον πολέμιον ἀνηγόρευσεν, εὐφημήσαντες
δὲ τὸν Σἑ??ʼῆρον, πᾶσάν τε προθυμίαν διὰ
τῆς βοῆς ὑποσχόμενοι, ἔτι καὶ μᾶλλον παρώρμησαν
 
αὐτὸν ἀγαθάς τε ὑπέφηναν τὰς ἐλπίδας. ὃ δὲ ἐπιδοὺς
αὐτοῖς μεγαλοφρόνως δωρεάς, τῆς ἐπὶ τὸν Ἀλβῖνον

ὁδοῦ εἴχετο. ἔπεμψε δὲ καὶ τοὺς τὸ Βυζάντιον πολιορκήσοντας:
ἔμενε γὰρ ἔτι κεκλεισμένον, τῶν στρατηγῶν
τοῦ Νίγρου ἐκεῖσε καταφυγόντων. ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ πόλις κατεσκάφη, καὶ θεάτρων
τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς
ἀφαιρεθὲν τὸ Βυζάντιον κώμη δουλεύειν Περινθίοις
δῶρον ἐδόθη, ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν.
ἔπεμψε δὲ καὶ χρήματα πλεῖστα ἐς ἀνοικισμὸν τῶν

πόλεων ἃς ἦν λυμηνάμενος ὁ Νίγρου στρατός. αὐτὸς
δὲ τῆς ὁδοῦ εἴχετο, μηδεμίαν ἀνοχὴν ἀναπαύλης διδοὺς
μήτε ἑορταῖς μήτε καμάτοις, κρύους καὶ θάλπους
ὁμοίως καταφρονῶν. πολλάκις γοῦν διὰ τῶν
δυσχειμέρων καὶ ὑψηλοτάτων ὀρῶν τὴν ὁδοιπορίαν ποιούμενος ὑπὸ νιφετοῖς καὶ χιόσιν ἀκαλύπτῳ τῇ κεφαλῇ
ὡδοιπόρει, προθυμίας καὶ ἀνδρείας τὸ ἐνδόσιμον
τοῖς στρατιώταις ἔργῳ διδούς, ὡς μὴ μόνον αὐτοὺς
φόβῳ καὶ νόμῳ ἀντέχειν πρὸς τοὺς καμάτους,
ἀλλὰ καὶ μιμήσει καὶ ζήλῳ τοῦ βασιλέως. ἔπεμψε δὲ καὶ στρατὸν δυνάμεως τὸν τὰ στενὰ τῶν Ἄλπεων
καταληψόμενον καὶ φρουρήσοντα τῆς Ἰταλίας τὰς
εἰσβολάς.

ὡς δὲ ἀπηγγέλη τῷ Ἀλβίνῳ μὴ μέλλων ὁ Σἑ??ʼῆρος
ἀλλ̓ ἤδη παρεσόμενος, ὑπτιάζοντι καὶ τρυφῶντι μεγάλην ταραχὴν ἐνέβαλε. περαιωθεὶς δὲ ἀπὸ τῆς
Βρεττανίας ἐς τὴν ἀντικειμένην Γαλλίαν ἐστρατοπέδευσεν.
ἔπεμψέ τε ἐς πάντα τὰ γειτνιῶντα ἔθνη, τοῖς
τε ἡγουμένοις ἐπέστειλε χρήματά τε πέμπειν καὶ τροφὰς
τῷ στρατῷ. καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ὀλεθρίως: ὕστερον γὰρ ἐκολάσθησαν: ὅσοι δὲ οὐκ ἐπίστευσαν
εὐτυχῶς μᾶλλον γνόντες ἢ εὐβούλως, ἐσώθησαν.
 
ἡ γὰρ ἀπόβασις καὶ ἡ τύχη τοῦ πολέμου τὰς

ἑκατέρων γνώμας ἔκρινεν. ἀφικομένης δὲ τῆς τοῦ Σἑ??ʼήρου δυνάμεως ἐς τὴν Γαλλίαν γεγόνασι μέν τινες
ἀκροβολισμοὶ καθ̓ ἕτερα χωρία, ἡ δὲ τελευταία
περὶ Λούγδουνον, μεγάλην πόλιν καὶ εὐδαίμονα, ἐν 
ᾗ κατακλείσας ἑαυτὸν ὁ Ἀλβῖνος ἔμενε, τὸν δὲ στρατὸν
ἐς τὴν μάχην ἐξέπεμψε. γενομένης δὲ συμβολῆς
καρτερᾶς ἐπὶ πλεῖστον μὲν ἰσόρροπος ἔμενεν ἑκατέροις
τῆς νίκης ἡ τύχη. καὶ γὰρ οἱ Βρεττανοὶ ἀνδρείᾳ
τε καὶ θυμῷ φονικῷ οὐδὲν τῶν Ἰλλυριῶν ἀπολείπονται:
γενναίων οὖν στρατῶν μαχομένων, οὐδετέρων

ῥᾳδία ἦν ἡ τροπή. ὡς δέ τινες τῶν τότε ἱστόρησαν, οὐ πρὸς χάριν ἀλλὰ πρὸς ἀλήθειαν λέγοντες,
πολύ τι ὑπερέσχεν ἡ φάλαγξ τοῦ Ἀλβίνου στρατοῦ,
καθ̓ ὃ μέρος τέτακτο ὁ Σἑ??ʼῆρος καὶ ὁ σὺν αὐτῷ
στρατός, ὡς φυγεῖν τε αὐτὸν καὶ τοῦ ἵππου ἐκπεσεῖν,
ἀπορρίψαντα δὲ τὴν χλαμύδα τὴν βασιλικὴν λαθεῖν.
ἤδη δὲ διωκόντων καὶ παιωνιζόντων τῶν Βρεττανῶν
ὡς δὴ νενικηκότων, ἐπιφανῆναι Λαῖτον, στρατηγὸν
ὄντα Σἑ??ʼήρου, σὺν τῷ στρατῷ οὗ ἦρχεν, ἀκμῆτί τε

ὄντι καὶ ἔξω μάχης γεγονότι. διαβάλλουσι δὲ αὐτὸν ὡς καραδοκήσαντα τὴν ἀπόβασιν τῆς μάχης καὶ ἑκόντα
βραδύναντα, τὸν δὲ ὑφ̓ ἑαυτῷ στρατὸν ἀκμῆτα τηρήσαντα,
τὴν ἀρχὴν ἑαυτῷ μνώμενον, τότε ἐπιφανῆναι
ὅτε ἔμαθε τὸν Σἑ??ʼῆρον πεπτωκότα. πιστοῦται δὲ
τὴν διαβολὴν ταύτην ἡ ἀπόβασις: ὕστερον γὰρ ὁ
Σἑ??ʼῆρος, μετὰ τὸ πάντα κατορθῶσαι καὶ εἶναι ἐν
ἀμερίμνῳ βίῳ, τοὺς μὲν ἄλλους πάντας στρατηγοὺς
αὑτοῦ μεγάλως ἠμείψατο, τὸν δὲ Λαῖτον μόνον, ὡς

εἰκός, μνησικακήσας διεχρήσατο. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δ̓ οὖν, ὡς προείρηται, τοῦ
Λαίτου ἐπιφανέντος σὺν νεαρῷ στρατῷ οἱ μὲν τοῦ
 
Σἑ??ʼήρου ἐπερρώσθησαν, τόν τε Σἑ??ʼῆρον τοῦ ἵππου

ἐπεβίβασαν καὶ τὴν χλαμύδα περιέθεσαν: οἱ δὲ τοῦ
Ἀλβίνου οἰόμενοι ἤδη νενικηκέναι, καὶ ἀτακτότεροι
εὑρεθέντες αἰφνιδίως αὐτοῖς ἐπιπεσούσης γενναίας
καὶ οὐ προηγωνισμένης δυνάμεως, ἐπ̓ ὀλίγον ἀντισχόντες εἶξαν, τροπῆς τε καρτερᾶς γενομένης ἐδίωξαν
αὐτοὺς φονεύοντες οἱ Σἑ??ʼήρου, μέχρις οὗ ἐς τὴν πόλιν
ἐσέβαλον. τὸ μὲν οὖν πλῆθος τῶν ἑκατέρωθεν
ἀνῃρημένων ἢ ἁλόντων, ὡς ἕκαστος ἐβουλήθη τῶν

τότε συγγραψάντων, ἱστόρησεν: οἱ δὲ τοῦ Σἑ??ʼήρου τήν τε Λούγδουνον διαρπάσαντες καὶ ἐμπρήσαντες,
τόν τε Ἀλβῖνον συλλαβόντες καὶ τῆς κεφαλῆς ἀφελόντες,
κομίσαντες αὐτὴν τῷ Σἑ??ʼήρῳ δισσὰ καὶ μέγιστα
ἤγειραν τρόπαια, τὸ μὲν ἐν ἀνατολῇ τὸ δ̓ ὑπ̓
ἄρκτῳ, ὡς μηδὲν ταῖς Σἑ??ʼήρου μάχαις ἢ νίκαις παραβάλλεσθαι μήτε πλήθει δυνάμεως μήτε ἐθνῶν κινήσεσιν
ἀριθμῷ τε παρατάξεων ὁδοιπορίας τε μήκει καὶ

τάχει. μεγάλαι μὲν γὰρ καὶ αἱ Καίσαρος πρὸς Πομπήιον
ἑκατέρωθεν στρατοπέδων Ῥωμαϊκῶν μάχαι, καὶ
αὖ τοῦ Σεβαστοῦ πρὸς Ἀντώνιον ἢ τοὺς Πομπηίου παῖδας, εἴ τέ τι πρότερον Σύλλᾳ ἢ Μαρίῳ ἐν ἐμφυλίοις
καὶ Ῥωμαϊκαῖς μάχαις ἢ ἄλλοις πέπρακται: ἕνα
δὲ ἄνδρα τρεῖς καθελόντα βασιλέας ἤδη κρατοῦντας,
καὶ τοῦ μὲν ἐν Ῥώμῃ στρατοῦ σοφίᾳ περιγενέσθαι
καὶ τὸν ὄντα ἐν τῇ βασιλείῳ αὐλῇ καθῃρηκέναι, τὸν δὲ τῶν ἐν τῇ ἀνατολῇ κρατοῦντα πάλαι καὶ ὑπὸ Ῥωμαίων
βασιλέα κληθέντα, τὸν δὲ ἐν Καίσαρος τιμῇ
καὶ ἐξουσίᾳ γεγονότα χειρωσάμενον ἀνδρείᾳ, οὐκ
ἔστιν ἄλλον ῥᾳδίως εἰπεῖν.
τέλει μὲν δὴ τοιούτῳ ὁ Ἀλβῖνος ἐχρήσατο, πρὸς

ὀλίγον ἀπολαύσας ὀλεθρίου τιμῆς: ὁ δὲ Σἑ??ʼῆρος
θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους
 
αὐτοῦ ἐχρῆτο. καὶ πέμψας τὴν κεφαλὴν τοῦ Ἀλβίνου
δημοσίᾳ ἀνασταυρωθῆναι κελεύει: γράμμασί τε τῷ
δήμῳ τὴν νίκην ἑαυτοῦ δηλώσας ἐπὶ τέλει καὶ τοῦτο
προσέθηκε, πεπομφέναι τὴν κεφαλὴν αὐτοῦ δημοσίᾳ
περίοπτον, ἵνα αὐτὸς οἷόν περ ἐδείκνυεν αὑτοῦ τὸν

θυμὸν ἴδῃ καὶ τὴν πρὸς ἐκείνους ὀργήν. διοικήσας δὲ τὰ κατὰ τὴν Βρεττανίαν καὶ διελὼν ἐς δύο ἡγεμονίας
τὴν τοῦ ἔθνους ἐξουσίαν, τά τε κατὰ τὰς Γαλλίας,
ὡς ᾤετο, ἄριστα διαθείς, πάντας τε τοὺς Ἀλβίνου
φίλους εἴτε ἑκουσίως εἴθ̓ ὑπὸ ἀνάγκης αὐτῷ
γνωρισθέντας φονεύσας, τάς τε οὐσίας αὐτῶν δημεύσας,
ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων ἅπαντα τὸν στρατὸν

σὺν αὑτῷ, ὡς φανείη φοβερώτερος. ἀνύσας δὴ πολλῷ τὴν ὁδοιπορίαν τάχει, ὥσπερ ἦν ἔθος αὐτῷ,
χαλεπαίνων πρὸς ἔτι περιόντας τοὺς ἐκείνου φίλους
ἐς τὴν Ῥώμην εἰσήλασεν. ὁ δὲ δῆμος αὐτὸν δαφνηφορῶν
μετὰ πάσης τιμῆς καὶ εὐφημίας ὑπεδέξατο, ἥ
τε σύγκλητος προσηγόρευσαν, οἱ πλεῖστοι ἐν μεγίστῳ
δέει καθεστῶτες, λογιζόμενοι ὅτι αὐτῶν οὐ φείσεται,
φύσει μὲν ὢν ἐχθρὸς χαλεπώτατος καὶ μικρᾶς προφάσεως
δεόμενος ἐς τὸ ἀδικῆσαι, τότε δὲ δοκῶν καὶ

εὐλόγους ἔχειν αἰτίας. ὁ δ̓ οὖν Σἑ??ʼῆρος ἐς τὸ τοῦ Διὸς τέμενος ἀνελθὼν καὶ τὰς λοιπὰς τελέσας ἱερουργίας
ἐπανῆλθεν ἐς τὰ βασίλεια, καὶ τῷ δήμῳ προύθηκεν
ἐπὶ ταῖς νίκαις μεγίστας νομάς. τοῖς τε στρατιώταις
ἐπέδωκε χρήματα πλεῖστα, ἄλλα τε πολλὰ συνεχώρησεν

ἃ μὴ πρότερον εἶχον: καὶ γὰρ τὸ σιτηρέσιον πρῶτος ηὔξησεν αὐτοῖς, καὶ δακτυλίοις χρυσοῖς
χρήσασθαι ἐπέτρεψε γυναιξί τε συνοικεῖν, ἅπερ ἅπαντα
σωφροσύνης στρατιωτικῆς καὶ τοῦ πρὸς τὸν πόλεμον
ἑτοίμου τε καὶ εὐσταλοῦς ἀλλότρια ἐνομίζετο. καὶ
πρῶτός γε ἐκεῖνος τὸ πάνυ αὐτῶν ἐρρωμένον καὶ τὸ
 
σκληρὸν τῆς διαίτης τό τε εὐπειθὲς πρὸς τοὺς πόνους
καὶ εὔτακτον μετ̓ αἰδοῦς πρὸς ἄρχοντας ἐπανέτρεψε,
χρημάτων τε ἐπιθυμεῖν διδάξας καὶ μεταγαγὼν ἐς τὸ
ἁβροδίαιτον.

διοικήσας δὲ ταῦτα, ὡς ᾤετο, ἄριστα, κατελθὼν ἐς τὴν σύγκλητον βουλήν, ἀνελθών τε ἐς τὸν
βασίλειον θρόνον, πικρῶς κατηγόρησε τῶν Ἀλβίνου
φίλων, ὧν μὲν ἐπιστολὰς προκομίζων ἀπορρήτους, ἃς
ἐν τοῖς ἐκείνου ἀποθέτοις εὗρε γράμμασιν, οἷς δὲ
δῶρα ὀνειδίζων πεμφθέντα ἐκείνῳ πολυτελέστερα: ἄλλοις δὲ ἄλλας ἐπιφέρων αἰτίας, τοῖς μὲν ἐξ ἀνατολῆς
ἀνθρώποις φιλίαν Νίγρου τοῖς δ̓ ἐπὶ θάτερα

γνῶσιν Ἀλβίνου, πάντας τοὺς ἐξέχοντας τότε τῆς
συγκλήτου βουλῆς καὶ τοὺς κατὰ ἔθνη πλούτῳ ἢ γένει
ὑπερέχοντας ἀφειδῶς ἀνῄρει, ὡς μὲν προσεποιεῖτο, χαλεπαίνων πρὸς ἐχθρούς, τὸ δ̓ ἀληθές, ὑπερβαλλούσης
ἐν αὐτῷ φιλοχρηματίας: οὐδεὶς γοῦν βασιλέων

οὕτω χρημάτων ἡττήθη. ὡς γὰρ καρτερίᾳ
ψυχῆς καὶ ἀνεξικακίᾳ πόνων διοικήσει τε στρατιωτικῶν
πραγμάτων οὐδενὸς τῶν ἐπαινουμένων ἀπελείπετο, οὕτως ἐν αὐτῷ ἐπλήθυνε τὸ φιλοχρήματον ἐξ
ἀδικίας, φονῶν ἐκ τῆς τυχούσης αἰτίας. φόβῳ γοῦν

ἦρξε μᾶλλον τῶν ἀρχομένων ἢ εὐνοίᾳ. τῷ μέντοι
δήμῳ ἐπειρᾶτο ποιεῖν κεχαρισμένα: καὶ γὰρ θέας πολυτελεῖς
καὶ παντοδαπὰς συνεχῶς ἐπετέλει, καὶ θυρίων ἑκατοντάδας ἀνεῖλε πολλάκις τῶν ἀπὸ πάσας
γῆς ἡμετέρας τε καὶ βαρβάρου, νομάς τε μεγαλοφῥ??ʼνως
ἐπεδίδου. ἐπετέλεσε δὲ καὶ ἐπινίκιον ἀγῶνα, τὁ??ʼς
πανταχόθεν μούσης τε ὑποκριτὰς καὶ ἀνδρείας μαθ̔??ʼτὰς
 μεταπεμψάμενος. εἴδομεν δὲ ἐπ̓ αὐτοῦ καὶ θἕ??ʼς τινῶν παντοδαπῶν θεαμάτων ἐν πᾶσι θεάτροις ὁμ̔??ʼ,
ἱερουργίας τε καὶ παννυχίδας ἐπιτελεσθείσας ἐς μ̔??ʼστηρίων
 
ζῆλον: αἰωνίους δὲ αὐτὰς ἐκάλουν οἱ τότε,
ἀκούοντες τριῶν γενεῶν διαδραμουσῶν ἐπιτελεῖσθαι.
κήρυκες γοῦν κατά τε τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν
διεφοίτων καλοῦντες ἥκειν καὶ θεάσασθαι πάντας ἃ
μήτε εἶδον μήτε ὄψονται. οὕτως ὁ μεταξὺ χρόνος τῆς
παρελθούσης ἑορτῆς καὶ τῆς μελλούσης ἐδηλοῦτο, πᾶσαν
ἡλικίαν ἀνθρώπων ὑπερβαίνων.

διατρίψας δὲ ἱκανοὺς χρόνους ἐν τῇ Ῥώμῃ, τούς τε υἱεῖς αὑτοῦ κοινωνοὺς τῆς βασιλείας καὶ αὐτοκράτορας
ἀποδείξας, βουλόμενος δόξαν ἄρασθαι νίκης
μὴ μόνον ἐμφυλίου τε καὶ κατὰ Ῥωμαϊκῶν στρατοπέδων,
ἐφ̓ ᾗ καὶ θριαμβεῦσαι ᾐδέσθη, ἀλλὰ καὶ κατὰ
βαρβάρων ἐγεῖραι τρόπαια, πρόφασιν ποιούμενος τὴν
Βαρσημίου τοῦ Ἀτρηνῶν βασιλέως πρὸς Νίγρον φιλίαν

ἐστράτευσεν ἐπὶ τὴν ἀνατολήν. παριὼν δὲ καὶ τὴν Ἀρμενίαν καταδραμεῖν ἠθέλησε: φθάσας δὲ ὁ τῶν 
Ἀρμενίων βασιλεὺς χρήματά τε αὐτῷ καὶ δῶρα ὁμήρους
τε ἱκετεύων ἔπεμψε, σπονδὰς καὶ εὔνοιαν ὑπισχνούμενος.
ὁ δὲ Σἑ??ʼῆρος τῶν ἐν Ἀρμενίᾳ προχωρούντων
κατὰ γνώμην ἐπὶ τὴν Ἀτρηνῶν ἠπείγετο.
προσέφυγε δὲ αὐτῷ καὶ ὁ Ὀσροηνῶν βασιλεὺς Αὔγαρος,
τούς τε παῖδας ὁμηρεύειν ἐς ἀσφάλειαν πίστεως
ἐξέδωκε, τοξότας τε πλείστους συμμάχους
ἤγαγεν.

ὁ δὲ Σἑ??ʼῆρος διαβὰς τὴν τῶν ποταμῶν μέσην γῆν τε καὶ Ἀδιαβηνῶν χώραν, ἐπέδραμε καὶ τὴν εὐδαίμονα
Ἀραβίαν: φέρει γὰρ πόας εὐώδεις, αἷς ἀρώμασι
καὶ θυμιάμασι χρώμεθα. πολλὰς δὲ κώμας καὶ
πόλεις πορθήσας τήν τε χώραν λεηλατήσας, ἐλθὼν ἐς
τὴν Ἀτρηνῶν χώραν, προσκαθεζόμενος τὰς Ἄτρας

ἐπολιόρκει. ἦν δὲ πόλις ἐπ̓ ἄκρας ὑψηλοτάτης ὄρους, τείχει μεγίστῳ καὶ γενναίῳ περιβεβλημένη, πλήθει τε
 
ἀνδρῶν τοξοτῶν ἀκμάζουσα. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς
προσκαθεζόμενος ἐπολιόρκει παντὶ σθένει, πειρώμενος
τὴν πόλιν ἐξελεῖν: μηχαναί τε παντοδαπαὶ
προσήγοντο τῷ τείχει, καὶ οὐδὲν παρελείπετο εἶδος

πολιορκίας. οἱ δὲ Ἀτρηνοὶ γενναίως ἀπεμάχοντο, τόξοις τε καὶ λίθοις ἄνωθεν βάλλοντες οὐ μικρῶς
ἐλύπουν τὸν τοῦ Σἑ??ʼήρου στρατόν. σκεύη τε κεράμου
πεποιημένα πληροῦντες πτηνῶν, μικρῶν μὲν ἰοβόλων
δὲ θηρίων, ἐπέβαλλον αὐτοῖς: τὰ δὲ ἐμπίπτοντα
ταῖς ὄψεσι, καὶ εἴ τί που παραγεγύμνωτο τοῦ σώματος, λανθάνοντα καὶ παρεισιόντα τιτρώσκοντά τε

αὐτοὺς ἐλυμαίνετο. καὶ μὴ φέροντες τὸ πνιγῶδες
τοῦ ἀέρος διὰ τὸ ὑπερβάλλον τοῦ ἡλίου πῦρ, νόσοις
περιπίπτοντες διεφθείροντο, ὡς πλεῖστον μέρος τοῦ
στρατοῦ διὰ τοιαύτας αἰτίας μᾶλλον ἀπόλλυσθαι ἢ πρὸς τῶν πολεμίων.

ἀπαγορεύοντος δὲ τοῦ στρατοῦ πρὸς τὰ εἰρημένα,
τῆς τε πολιορκίας μὴ προχωρούσης ἀλλὰ μᾶλλον
βλαπτομένων τῶν Ῥωμαίων ἢ κατορθούντων, τὸν
στρατὸν ὁ Σἑ??ʼῆρος, ὡς μὴ διαφθαρείη πᾶς, ἄπρακτον ἐπανήγαγε, δυσφοροῦντα ἐπὶ τῷ μὴ ὡς ἐβούλετο τὰ
τῆς πολιορκίας αὐτῷ προκεχωρηκέναι: νικᾶν γὰρ πάντοτε

ἐν ταῖς μάχαις εἰθισμένος τὸ μὴ περιγενέσθαι
ἧτταν ἡγεῖτο. πλὴν παρεμυθήσατο αὐτὸν ἡ συναιρομένη
τότε τοῖς ἐκείνου πράγμασι τύχη: οὐ γὰρ παντάπασιν ἄπρακτος ἐπανῆλθεν, ἀλλὰ μείζονα κατορθώσας

ὧν ἤλπισε. καταπλέων γὰρ ὁ στρατὸς ναυσὶ
πολλαῖς οὐκ ἐς ἃς ἐβούλετο Ῥωμαίων ὄχθας κατηνέχθη,
ἐπὶ πλεῖστον δὲ αὐτὸν ἐξαγαγόντος τοῦ ῥεύματος
προσώκειλε ταῖς Παρθυαίων ὄχθαις, αἳ μὴ πολλῶν ἡμερῶν ὁδὸν ἀπεῖχον τῆς ἐς Κτησιφῶντα
ἐφόδου, ἔνθα ἦν τὰ βασίλεια τοῦ Παρθυαίου καὶ αὐτὸς
 
διέτριβεν εἰρήνην ἄγων, μηδέν τι προσήκειν νομίζων
ἑαυτῷ τὰς πρὸς τοὺς Ἀτρηνοὺς Σἑ??ʼήρου μάχας:

ἡσύχαζεν οὖν, μηδέν τι δεινὸν προσδεχόμενος. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς ἄκων προσαχθεὶς ὑπὸ τοῦ ῥεύματος
ταῖς ἐπέκεινα ὄχθαις, ἀπόβασίν τε ποιησάμενος,
τὴν γῆν ἐλεηλάτει, θρέμματά τε τὰ ἐμπίπτοντα
ἀπελαύνων, ἵν̓ ἔχῃ τροφάς, καὶ κώμας ἐμπιπρὰς τὰς
ἐμπιπτούσας. κατ̓ ὀλίγον τε προϊὼν ἐπέστη Κτησιφῶντι,

ἔνθ̓ ἦν ὁ μέγας βασιλεὺς Ἀρτάβανος. προσπεσόντες δὲ οἱ Ῥωμαῖοι ἀπαρασκεύοις τοῖς βαρβάροις,
πάντα τε τὸν ἐμπίπτοντα ἐφόνευον καὶ διήρπασαν
τὰ ἐν τῇ πόλει, πάντας τε παῖδας καὶ γυναῖκας
αἰχμαλώτους ἔλαβον. φυγόντος δὲ τοῦ βασιλέως σὺν
ὀλίγοις ἱππεῦσι τούς τε θησαυροὺς αὐτοῦ τῶν χρημάτων
αἴρουσι, καὶ πάντα τὸν κόσμον καὶ κειμήλια
ἁρπάσαντες ἐπανίασιν.

οὕτω μὲν δὴ Σἑ??ʼῆρος, τύχῃ μᾶλλον ἢ γνώμῃ, τῇ κατὰ Παρθυαίων νίκῃ κεκόσμητο: τούτων δὲ αὐτῷ
δεξιῶς καὶ ὑπὲρ πᾶσαν εὐχὴν προχωρησάντων ἐπέστειλε
τῇ τε συγκλήτῳ καὶ τῷ δήμῳ, τάς τε πράξεις
μεγαληγορῶν, τὰς μάχας τε καὶ τὰς νίκας δημοσίαις
ἀνέθηκε γραφαῖς. ἡ δὲ σύγκλητος πάσας τε τιμὰς
ἐψηφίσατο αὐτῷ, καὶ προσηγορίας ἀπὸ τῶν ἐθνῶν τῶν
κεχειρωμένων.

κατορθώσας δὲ τὰ κατὰ τὴν ἀνατολὴν ὁ Σἑ??ʼῆρος ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων καὶ τοὺς παῖδας ἐς 
ἡλικίαν ἐφήβων ἤδη τελοῦντας. ἀνύσας δὲ τὴν ὁδοιπορίαν,
τά τε ἐν τοῖς ἔθνεσι διοικήσας ὡς ἑκάστῳ
ἀπῄτει τὸ χρειῶδες, τά τε ἐν Μυσοῖς καὶ Παίοσι στρατόπεδα
ἐπελθών, νικηφόρος ὑπὸ τοῦ Ῥωμαίων δήμου
μετὰ μεγάλης εὐφημίας τε καὶ θρησκείας ὑπεδέχθη,

θυσίας τε καὶ ἑορτὰς θέας τε καὶ πανηγύρεις τῷ δήμῳ 
παρέσχε: νομάς τε μεγαλοφρόνως ἐπιδοὺς καὶ θέας
τελέσας ἐπινικίους, ἐτῶν οὐκ ὀλίγων ἐν τῇ Ῥώμῃ διέτριψε,
δικάζων τε συνεχῶς καὶ τὰ πολιτικὰ διοικῶν,

τούς τε υἱεῖς παιδεύων καὶ σωφρονίζων. οἳ δέ ʽἤδη
μειράκια ἤστην̓ ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης τῆς τε περὶ τὰ θέατρα ὑπερβαλλούσης σπουδῆς ἡνιοχείας
τε καὶ ὀρχήσεως τὰ ἤθη διεφθείροντο. πρός τε
ἀλλήλους ἐστασίαζον οἱ ἀδελφοί, τὰ πρῶτα μὲν ὑπὸ
παιδαριώδους φιλονεικίας δἰ ὀρτύγων μάχας καὶ ἀλεκτρυόνων
συμβολὰς πάλας τε παίδων ἀλλήλοις ἐρίζοντες.

ἥ τε περὶ τὰ θεάματα αὐτῶν ἢ τὰ ἀκροάματα
σπουδὴ φιλονείκως ἑκάστοτε ἐμερίζετο: καὶ οὐδενὶ
ἀμφότεροι ὁμοίως ἠρέσκοντο, ἀλλὰ πᾶν τὸ τῷ ἑτέρῳ
φίλον τῷ ἄλλῳ ἐχθρὸν ἦν. συνέκρουον δὲ αὐτοὺς
ἑκατέρωθεν οἵ τε κόλακες καὶ οἱ θεράποντες, πρὸς τὸ ἡδὺ τῆς ἡλικίας κολακεύοντες καὶ ἀνθέλκοντες. ὁ δὲ
Σἑ??ʼῆρος ταῦτα πυνθανόμενος συνάγειν τε καὶ σωφρονίζειν
ἐπειρᾶτο.

τὸν δὲ πρεσβύτερον, ᾧ γνήσιον μὲν ἦν ὄνομα
Βασσιανὸς πρὶν ἐς τὸν βασίλειον οἶκον παρελθεῖν, ὅτε δὲ τὴν τῆς ἀρχῆς τιμὴν εὐτύχησε, Σἑ??ʼῆρος Ἀντωνῖνον
ὠνόμασε, Μάρκου θελήσας αὐτὸν προσηγορίαν
φέρειν: ἠγάγετό τε αὐτῷ γυναῖκα, γάμῳ σωφρονίσαι
θέλων. ἦν δὲ ἐκείνη θυγάτηρ τοῦ ἐπάρχοντος τῶν

στρατοπέδων: Πλαυτιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον τὰ μὲν πρῶτα τῆς ἡλικίας εὐτελῆ ʽτινὲς αὐτὸν καὶ
πεφυγαδεῦσθαι ἔλεγον ἁλόντα ἐπὶ στάσεσι καὶ πολλοῖς
ἁμαρτήμασιν̓, ὄντα δὲ πολίτην ἑαυτοῦ ʽΛίβυς
γὰρ κἀκεῖνος ἦν̓, ὡς μέν τινες ἔλεγον, πρὸς γένους
αὐτῷ ὑπάρχοντα, ὡς δὲ ἕτεροι μᾶλλον διέβαλλον, ἀκμαζούσῃ τῇ ἡλικίᾳ γενόμενον παιδικά, πλὴν ἀλλ̓
ὁ Σἑ??ʼῆρος ἐκ μικρᾶς καὶ εὐτελοῦς τύχης ἐς μεγάλην
 
προήγαγεν ἐξουσίαν, πλούτῳ τε ὑπερβάλλοντι ἐκόσμησε,
τῶν ἀναιρουμένων χαριζόμενος τὰς οὐσίας,
οὐδὲν ἕτερον ἀλλ̓ ἢ μερισάμενος πρὸς αὐτὸν τὴν ἀρχήν.

ᾗπερ ἐκεῖνος ἀποχρώμενος οὔτε ὠμότητος οὔτε βίας ἐν πᾶσιν οἷς ἔπραττεν ἀπείχετο, φοβερώτερος
τῶν πώποτε ἀρχόντων γενόμενος. τούτου τὴν θυγατέρα

ζεύξας ὁ Σἑ??ʼῆρος τῷ υἱῷ τὸν οἶκον ἥνωσεν. ὁ δὲ Ἀντωνῖνος οὐ πάνυ τι ἡδόμενος τῷ γάμῳ, ἀνάγκῃ δὲ
μᾶλλον ἢ προαιρέσει συνεζευγμένος, ἀπεχθῶς πάνυ
πρός τε τὴν κόρην διέκειτο καὶ πρὸς τὸν πατέρα αὐτῆς,
ὡς μήτε εὐνῆς μήτε ἑστίας κοινωνεῖν, μυσάττεσθαί
τε τὴν κόρην, ἀπειλεῖν τε ἑκάστοτε ἀποκτενεῖν
καὶ αὐτὴν καὶ τὸν πατέρα, ἐπὰν τῆς ἀρχῆς ἐγκρατὴς
γένηται μόνος. ταῦτα δὴ ἡ κόρη ἑκάστοτε ἀπήγγελλε
τῷ πατρί, καὶ τοῦ γάμου τὸ μῖσος διηγουμένη παρώξυνεν

αὐτόν. ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σἑ??ʼῆρον πρεσβύτην τε ἤδη καὶ ὑπὸ νόσου συνεχῶς ἐνοχλούμενον,
τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν
νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλάς, δρᾶσαί τι μᾶλλον

φθάσας ἢ παθεῖν ἀναμείνας ἠθέλησεν. ἔτι τε αὐτὸν καὶ πολλὰ ἦν τὰ πρὸς βασιλείας ἐπιθυμίαν
ἀναπείθοντα, πλούτου τε περιβολὴ ἣ μὴ πρότερόν
τινι ἰδιωτεύοντι ἐγένετο, στρατιωτῶν τε θεραπεῖαι,
τιμαί τε αἱ παρὰ τῶν ἀρχομένων, σχῆμά τε ᾧ προῄει:
ἠμφίεστο γὰρ τήν τε πλατύσημον ἐσθῆτα, ἔν τε τοῖς
δεύτερον ὑπατεύσασιν ἐτέτακτο, παρῃώρητό τε αὐτῷ
ξίφος, καὶ παντὸς ἀξιώματος σχῆμα ἔφερε μόνος.

προϊὼν δὲ φοβερὸς ἦν, ὡς μήτε τινὰ προσιέναι, ἀλλὰ καὶ τοὺς ὑπαντωμένους ἀναστρέφειν: οἵ τε προϊόντες
αὐτοῦ ἐκήρυττον μηδένα παρεστάναι μηδ̓ ἐς αὐτὸν
βλέπειν, ἀλλ̓ ἀποστρέφεσθαι καὶ κάτω βλέπειν.
οἷσπερ καὶ ὁ Σἑ??ʼῆρος ἀγγελλομένοις οὐ πάνυ τι
 
ἠρέσκετο, ἀλλ̓ ἐπαχθὴς ἤδη καὶ βαρὺς κἀκείνῳ ἐγένετο,
ὡς καὶ περιελεῖν τινὰ αὐτοῦ τῆς ἐξουσίας τὸν
Σἑ??ʼῆρον, καὶ πεῖσαι κολούειν τὸ ὑπερβάλλον τῆς

ἀλαζονείας. ἃ δὴ μὴ φέρων ὁ Πλαυτιανὸς ἐτόλμησεν
ἐπιβουλεῦσαι τῇ ἀρχῇ. καὶ μηχανᾶται τοιάδε. Σατορνῖνος ἦν εἷς τῶν ὑπ̓ αὐτῷ χιλιαρχούντων. οὗτος
ὑπερβαλλόντως τὸν Πλαυτιανὸν ἐθεράπευε: καὶ πάντων
μὲν τοῦτο ποιούντων, ἐκεῖνος δὲ πλείονι θρησκείᾳ
ᾠκείωτο αὐτόν. τοῦτον πιστότατον ἡγούμενος καὶ
ἀπορρήτους μόνον οἷόν τε φυλάξαι καὶ πληρῶσαι ἐντολάς, περὶ δείλην μεταπεμψάμενος πάντων ἀνακεχωρηκότων

νῦν σοι καιρός ἔφη τέλος γενναῖον
ἐπιθεῖναι εὐνοίᾳ τε καὶ ὑπηρεσίᾳ ἣν πρός με ἐπεδείξω,
ἐμοί τε ἀμείψασθαί σε κατ̓ ἀξίαν καὶ τὴν προσήκουσαν
χάριν ἀποδοῦναι. πρόκειται δέ σοι αἵρεσις ἢ τοῦ εἶναι ὅπερ ἐμὲ νῦν ὁρᾷς ὄντα, καὶ τήνδε τὴν
ἐξουσίαν παραλαβεῖν διαδεξάμενόν με, ἢ τεθνάναι

αὐτίκα ἀπειθείας ὑποσχόντα τιμωρίαν. μηδέ σε τοῦ
ἔργου τὸ μέγεθος ἐκπληττέτω, μηδὲ τὸ τῶν βασιλέων
ὄνομα ταραττέτω. εἰσιέναι γὰρ μέχρι τοῦ δωματίου ἔνθα ἀναπαύονται δύνασαι μόνος, ἅτε τὴν νυκτερινὴν
φρουρὰν ἐκ περιόδου ἐγκεχειρισμένος. ὅ τι δ̓
ἂν μέλλῃς πράττειν, λανθάνων ἀκωλύτως ἐς τέλος
ἄξεις, ἐπεὶ μήτ̓ ἐμὲ τοιαῦτα ἔτι κελεῦσαι προσδόκα

μήτε σὲ ἐπακοῦσαι. ἄνελθε δὴ ἐς τὴν βασίλειον αὐλήν, καὶ ὥς τινας ἀγγελίας ἐπειγούσας καὶ ἀπορρήτους
παῤ ἐμοῦ φέρων ἐπεισελθὼν αὐτοῖς ἀπόκτεινον.
ἀνὴρ δὲ γενναῖος γενοῦ, ῥᾳδίως κατεργασάμενος
πρεσβύτην τε καὶ παιδάριον. μετασχὼν γὰρ τὸ μέρος
τῶν κινδύνων, μεθέξεις καὶ τῶν μεγίστων τῆς κατορθώσεως τιμῶν.

ταῦτα ἀκούσας ὁ χιλιάρχης ἐξεπλάγη μὲν τὴν
 
ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώμην, ἀλλ̓ ἅτε ἀνὴρ
οὐκ ἔξω φρενῶν καθεστώς ʽκαὶ γὰρ ἦν τῷ γένει Σύρος,
δριμύτεροι δ̓ ὡς πρὸς τὰς ἐννοίας οἱ ὑπὸ τὴν
ἀνατολὴν ἄνθρωποἰ τὸν θυμὸν ὁρῶν ἐνθουσιῶντα
τοῦ κελεύοντος καὶ τὴν ἐξουσίαν εἰδὼς οὐκ ἀντεῖπεν,
ὡς μὴ παῤ αὐτὰ κολασθείη, προσποιησάμενος δὲ εὐκταῖα
καὶ ἀσπαστὰ ἀκούειν, προσκυνήσας τε ὡς ἤδη
βασιλέα, γραμματεῖον ᾔτησε τοῦ φόνου φέρον τὰς ἐντολάς.

ἔθος γὰρ τοῦτο τυραννικόν, εἴ τινα ἐκπέμποιεν ἐπὶ φόνον ἄκριτον, ἐντέλλεσθαι τοῦτο διὰ
γραμμάτων, ἵνα μὴ γινόμενον ᾖ ἀκατασήμαντον. ὁ
δὲ Πλαυτιανὸς τυφλώττων τῇ ἐπιθυμίᾳ δίδωσιν αὐτῷ
τὸ γραμματεῖον, καὶ ἐκπέμπει ἐπὶ τὸν φόνον, ἐντειλάμενος,
ἐπὴν ἀμφοτέρους διαχρήσηται, πρὶν διαβόητον
γενέσθαι τὸ πραχθὲν πέμψαι τοὺς καλέσοντας
αὐτόν, ἵνα ὀφθῇ πρότερον ἐν τοῖς βασιλείοις ἢ ἀκουσθῇ
τὴν βασιλείαν παραλαβών.

ἐπὶ ταύταις δὴ ταῖς συνθήκαις ἀνελθὼν ὁ χιλιάρχης εἰσῆλθε μὲν διὰ πάσης τῆς βασιλικῆς οἰκίας
κατὰ τὸ ἔθος ἀκωλύτως: εἰδὼς δὲ ἀδύνατον ὂν δύο
διαχειρίσασθαι βασιλέας, καὶ ταῦτα ἐν διαφόροις οἴκοις
διατρίβοντας, ἐπιστὰς τῷ δωματίῳ τοῦ Σἑ??ʼήρου,
καλέσας τοὺς τοῦ βασιλικοῦ θαλάμου φύλακας, ἠξίωσεν
εἰσαχθῆναι πρὸς αὐτὸν ὡς δὴ ὑπὲρ σωτηρίας αὐτῷ

τινὰ ἀγγέλλων. οἳ δὲ δηλώσαντες τῷ Σἑ??ʼήρῳ, καὶ κελεύσαντος αὐτοῦ, τὸν χιλίαρχον εἰσήγαγον. ὃ δὲ
εἰσελθών ἥκω σοι ἔφη, ὦ δέσποτα, ὡς μὲν ὁ πέμψας
οἴεται, φονεὺς καὶ δήμιος, ὡς δ̓ αὐτὸς εὔχομαί
τε καὶ βούλομαι, σωτήρ τε καὶ εὐεργέτης. Πλαυτιανὸς
γὰρ ἐπιβουλεύων τῇ ἀρχῇ ἐνετείλατό μοι φόνον
σόν τε καὶ τοῦ παιδός, καὶ τοῦτο οὐ λόγοις μόνον
ἀλλὰ καὶ γράμμασι: καὶ μαρτυρεῖ τὸ γραμματεῖον.
 
ἐγὼ δὲ ὑπεσχόμην μέν, ὅπως μὴ ἐμοῦ τὸ ἔργον παραιτησαμένου
ἄλλῳ ἐγχειρισθῇ: σοὶ δὲ ταῦτα δηλώσων

ἥκω, ὡς ἂν μὴ λάθῃ τὰ τολμώμενα. τοιαῦτά
τινα λέγοντος αὐτοῦ καὶ δακρύοντος οὐκ εὐθέως ὁ
Σἑ??ʼῆρος ἐπίστευσεν, ἀλλ̓ ἅτε πολὺ ἔχων ἐν τοῖς στέρνοις τὸ Πλαυτιανοῦ φίλτρον, συσκευήν τινα καὶ σκηνὴν
τὸ πρᾶγμα ὑπώπτευσεν, ἡγεῖτό τε τὸν υἱὸν αὑτοῦ
ἔχθει τῷ Πλαυτιανοῦ καὶ μίσει τῆς ἐκείνου θυγατρὸς
εὑρηκέναι τινὰ τέχνην κατ̓ αὐτοῦ καὶ διαβολὴν

θανατηφόρον. μεταπεμψάμενος δὲ τὸν υἱὸν ᾐτιᾶτο ὡς τοιαῦτα συσκευάζοντα κατ̓ ἀνδρὸς εὔνου
καὶ οἰκείου. ὁ δὲ Ἀντωνῖνος τὰ μὲν πρῶτα ἀπώμνυτο,
μηδ̓ εἰδέναι φάσκων τὰ λεγόμενα: ἐγκειμένου δὲ
τοῦ χιλιάρχου καὶ τὸ γραμματεῖον δεικνύοντος παρεθάρσυνέ
τε αὐτὸν καὶ προύτρεπεν ἐς τοὺς ἐλέγχους ὁ Ἀντωνῖνος. ὁ δὲ χιλιάρχης ὁρῶν ἐς ὅσον κίνδυνον
ἥκει, δεδιώς τε τὴν πρὸς τὸν Πλαυτιανὸν τοῦ Σἑ??ʼήρου
εὔνοιαν, ἐπιστάμενός τε ὡς, εἰ λάθοι ἡ ἐπιβουλὴ
καὶ μὴ ἐλεγχθείη, ὄλεθρος αὐτῷ οὐχ ὁ τυχὼν ἐπήρτηται,

καὶ τίνα ἔφη, ὦ δέσποται, ἔλεγχον μείζονα βούλεσθε, ἢ ποίαν ἀπόδειξιν φανερωτέραν; ἐπιτρέψατε
γὰρ δή μοι ἔφη προελθόντι τῶν βασιλείων διά
τινος τῶν ἐμοὶ πιστῶν δηλῶσαι ὅτι δὴ τὸ ἔργον κατείργασται.
ὃ δὲ ἀφίξεται πιστεύσας, καὶ οἰόμενος
ἔρημα τὰ βασίλεια καταλήψεσθαι. ὅταν δὲ ἀφίκηται, ὑμέτερον ἤδη ἔργον εὑρεῖν τὴν ἀλήθειαν. ἡσυχίαν
δὲ εἶναι πολλὴν ἀνὰ τὰ βασίλεια κελεύσατε, ὅπως μὴ
τὸ πραττόμενον προγνωσθὲν ἀνατραπῇ.

ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων
ἑαυτῷ ἀγγεῖλαι Πλαυτιανῷ ἥκειν τὴν ταχίστην: κεῖσθαι γὰρ ἀμφοτέρους τοὺς βασιλέας, καὶ δεῖν αὐτὸν
ἔνδον εἶναι πρὶν ἔκπυστα τῷ δήμῳ γενέσθαι, ὡς ἂν
 
τῆς ἀκροπόλεως κατειλημμένης καὶ τῆς βασιλείας ἱδρυμένης
ἑκόντες τε καὶ ἄκοντες πάντες ὑπακούοιεν οὐκ

ἐσομένῳ βασιλεῖ ἀλλ̓ ἤδη ὄντι. τούτοις πιστεύσας ὁ Πλαυτιανὸς ἤδη περὶ δείλην ἑσπέραν, ἀρθεὶς ταῖς
ἐλπίσι, θώρακα μὲν ἀμφιέννυται τῆς τοῦ σώματος
ἀσφαλείας χάριν, κρύψας δὲ αὐτὸν τῇ λοιπῇ ἐσθῆτι,
ἐπιβὰς ὀχήματος αἰφνιδίως ἐς τὰ βασίλεια ἠπείγετο,
ὀλίγων αὐτὸν παραπεμπόντων, οἳ παρῆσαν οἰόμενοι

κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα ἐπείξαντα. ὡς δὲ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως εἰσῆλθεν,
ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων: ὑπαντώμενος
δ̓ ὁ χιλίαρχος ἐνεδρεύων τε προσεῖπεν αὐτοκράτορα,
καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς
ἐς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι

τὰ τῶν βασιλέων σώματα. ἤδη δὲ παρεσκευάκει ὁ Σἑ??ʼῆρος νεανίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ
συλλήψονται αὐτὸν εἰσελθόντα. ὁ δὲ Πλαυτιανὸς
ἐφ̓ ἑτέραις ἐσελθὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους
ἑστῶτας, συλληφθείς τε κατείχετο: καὶ
ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτό
τε, φάσκων πάντα ψευδῆ εἶναι καὶ συσκευὴν

κατ̓ αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι. πολλὰς δὲ τοῦ μὲν Σἑ??ʼήρου ὀνειδίζοντος εὐεργεσίας τε καὶ τιμάς,
τοῦ δὲ πίστεώς τε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος,
ἠρέμα πως ὁ Σἑ??ʼῆρος ὑπήγετο πειθοῖ τῶν
ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη
τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ̓ αὐτῷ
ἐσθῆτος. ὅπερ ἰδὼν ὁ Ἀντωνῖνος, νέος θρασὺς θυμοειδής

τε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, ἀλλὰ πρὸς δύο ἔφη ταῦτα τί ἂν ἀποκρίναιο; ἥκεις πρὸς
βασιλέας ἑσπέρας μὴ κελεύσαντας: ὅ τε θώραξ σοι τί
βούλεται; τίς γὰρ ἐς ἑστίασιν ἢ κῶμον ὡπλισμένος
 
ἔρχεται; καὶ ταῦτα εἰπὼν κελεύει τῷ χιλιάρχῳ τοῖς
τε παροῦσι σπασαμένοις τὰ ξίφη φονεῦσαι τὸν ἄνδρα

ὡς ὁμολογουμένως πολέμιον. οἳ δὲ μὴ μελλήσαντες
κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσί τε
αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν
πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ μισούντων ὑβρισθείη.
 τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο,
ἀπλήστῳ τε ζήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος
ἐν τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ:

ὁ δὲ Σἑ??ʼῆρος τοῦ μὲν
λοιποῦ ἐπάρχοντας δύο τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα τοῦ βίου διέτριβεν ἐν τοῖς
βασιλικοῖς προαστείοις καὶ τοῖς παραλίοις τῆς Καμπανίας
χωρίοις, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν.
ἀπάγειν γὰρ ἤθελε τοὺς παῖδας τῆς ἐν Ῥώμῃ διαίτης,
χρηστῆς δὲ ἀπολαύειν, ἐπείπερ αὐτοὺς ἑώρα περὶ τὰ θεάματα ἐσπουδακότας ἀπρεπέστερον ἢ βασιλεῦσιν

ἥρμοζεν. ἥ τε περὶ ἐκεῖνα σπουδὴ καὶ φιλονεικία,
διάφορον ἔχουσα καὶ ἀντίπαλον ἀεὶ τὴν γνώμην,
τῶν ἀδελφῶν ἐτάραττε τὰς ψυχάς, ἐναύσματά
τε ἔριδος καὶ ἔχθρας παρεῖχε. μάλιστα δὲ ὁ Ἀντωνῖνος ἀφόρητος ἦν ἀποσκευασάμενος τὸν Πλαυτιανόν.
ᾐδεῖτο δὲ καὶ ἐφοβεῖτο τὸν πατέρα πρᾶξαί τι ἀνήκεστον:
τῇ τε θυγατρὶ μὲν ἐκείνου γυναικὶ δὲ αὑτοῦ

παντὶ τρόπῳ θάνατον ἐμηχανᾶτο. ὁ δὲ Σἑ??ʼῆρος αὐτήν
τε ἐκείνην καὶ τὸν ἀδελφὸν αὐτῆς ἐς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν ἐς τὸ διαβιοῦν
δαψιλῶς, μιμησάμενος τὸν Σεβαστόν: καὶ γὰρ ἐκεῖνος
τοῖς Ἀντωνίου παισί, πολεμίου γενομένου, οὕτως
ἐχρήσατο. αὐτὸς δὲ ἐπειρᾶτο συνάγειν ἀεὶ τοὺς παῖδας
ἐς φιλίαν καὶ προτρέπειν ἐς ὁμόνοιαν καὶ συμφωνίαν, μύθων τε ἀρχαίων καὶ δραμάτων ὑπεμίμνησκεν,
ἀεὶ βασιλέων ἀδελφῶν συμφορὰς ἐκ στάσεως

διηγούμενος. θησαυρούς τε καὶ νεώς, πάντα ἐδείκνυε χρημάτων πλήρη, πλοῦτόν τε καὶ δύναμιν
οὐκ ἔσεσθαι ἔξωθεν ἐπιβουλεῦσαι, τοσαύτης μὲν οὔσης
οἴκοι περιουσίας ὡς ἀφειδῶς καὶ δαψιλῶς τοῖς
στρατιώταις χορηγεῖν, τῆς τε ἐν Ῥώμῃ δυνάμεως αὐτῆς
τετραπλασιασθείσης, καὶ στρατοπέδου τοσούτου
πρὸ τῆς πόλεως ἱδρυθέντος ὡς μηδεμίαν εἶναι δύναμιν
ἔξωθεν ἐχέγγυον μηδ̓ ἀντίπαλον πλήθει στρατοῦ
μήτε μεγέθει σωμάτων μήτε χρημάτων περιουσίᾳ.

πλὴν οὐδὲν ὄφελος τούτων πάντων ἔλεγε στασιαζόντων πρὸς ἀλλήλους, τοῦ τε πολέμου ἔνδον ὄντος. ὃ
μὲν δὴ τοιαῦτά τινα λέγων ἑκάστοτε, ποτὲ μὲν λιπαρῶν
ποτὲ δὲ ἐπιπλήττων, σωφρονίζειν αὐτοὺς ἅμα
καὶ συνάγειν ἐπειρᾶτο: οἳ δ̓ οὔτι γε ἐπείθοντο, ἀφηνίαζον

δὲ καὶ ἐπεδίδοσαν ἐς τὸ χεῖρον. ἅτε δὲ νεανίας σφριγῶντας καὶ ὑπὸ βασιλικῆς ἐξουσίας ἐς πάσας
ἡδονῶν ὀρέξεις ἀπλήστως ὁρμωμένους ἕκαστοι τῶν
κολακευόντων ἀνθεῖλκον πρὸς αὑτούς, οὐ μόνον
ὑπηρετούμενοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ταῖς περὶ
τὰ αἴσχιστα σπουδαῖς, ἀλλὰ καὶ ἀεί τι καινὸν ἐξευρίσκοντες,
δἰ οὗ εὐφρανοῦσι μὲν ὃν ἐκολάκευον, λυπήσουσι
δὲ τὸν ἀδελφόν. ἤδη γοῦν τινὰς καὶ λαβὼν
ἐπὶ τοιαύταις ὑπηρεσίαις ὁ Σἑ??ʼῆρος ἐκόλασεν.

ἀσχάλλοντι δὲ αὐτῷ ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων καὶ τῇ περὶ τὰ θεάματα ἀπρεπεῖ σπουδῇ ἐπιστέλλει
ὁ τῆς Βρεττανίας ἡγούμενος, στασιάζειν τοὺς
ἐκεῖ βαρβάρους φάσκων, καὶ κατατρέχοντας τὴν χώραν
λείαν τε ἀπάγειν καὶ πορθεῖν τὰ πλεῖστα: δεῖσθαι
τοίνυν χειρὸς πλείονος πρὸς βοήθειαν τοῦ τόπου ἢ

βασιλικῆς ἐπιδημίας. ὁ δὲ Σἑ??ʼῆρος ἀσμένως ταῦτα ἀκούσας, φύσει μὲν καὶ φιλόδοξος ἄλλως ὑπάρχων,
καὶ μετὰ τὰς ὑπὸ ἀνατολαῖς καὶ ἄρκτῳ νίκας καὶ προσηγορίας
 
βουλόμενος καὶ κατὰ Βρεττανῶν ἐγεῖραι
τρόπαια, ἔτι δὲ καὶ τοὺς υἱοὺς ἀπαγαγεῖν τῆς Ῥώμης
θέλων, ὡς ἂν νεάζοιεν ἐν στρατιωτικῷ βίῳ καὶ σώφρονι
ἀπαχθέντες τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης,
 ἐπαγγέλλει τὴν ἐς τὴν Βρεττανίαν ἔξοδον, πρεσβύτης τε ἤδη ὢν καὶ ὑπὸ τῆς ἀρθρίτιδος νόσου κάμνων:
ἀλλὰ τὰ τῆς ψυχῆς αὐτοῦ ἔρρωτο ὑπὲρ πάντα νεανίαν.

τὰ πλεῖστα γοῦν καὶ φοράδην φερόμενος τῆς ὁδοιπορίας
εἴχετο, οὐδὲ πώποτε ἐπὶ πολὺ μένων ἀνεπαύετο.
ἀνύσας δὲ τὴν ὁδὸν ἅμα τοῖς παισὶ παντὸς λόγου καὶ ἐλπίδος θᾶττον, τὸν ὠκεανὸν διαπλεύσας Βρεττανοῖς
ἐπέστη, τούς τε πανταχόθεν στρατιώτας ἀθροίσας
καὶ δύναμιν πολλὴν ἀγείρας τὰ πρὸς τὸν πόλεμον
παρεσκευάζετο.

οἱ δὲ Βρεττανοὶ τῇ τοῦ βασιλέως ἐκπλαγέντες αἰφνιδίῳ ἐπιδημίᾳ, δύναμίν τε ἀκούσαντες παμπλείστην
ἐπ̓ αὐτοὺς ἀθροισθεῖσαν, πρεσβείας ἔπεμπον
περί τε εἰρήνης διελέγοντο, ἀπολογεῖσθαί τε ἐβούλοντο

πρὸς τὰ προημαρτημένα. ὁ δὲ Σἑ??ʼῆρος διατριβάς
τε χρόνου ζητῶν, ὡς ἂν μὴ πάλιν ἐς τὴν Ῥώμην ἐπείγοιτο, ἔτι δὲ καὶ βουλόμενος προσκτήσασθαι
τὴν κατὰ Βρεττανῶν νίκην τε καὶ προσηγορίαν, τοὺς
μὲν πρέσβεις αὐτῶν ἀπράκτους ἀπέπεμψεν, εὐτρέπιζε
δὲ τὰ πρὸς τὴν μάχην. μάλιστα δὲ γεφύραις ἐπειρᾶτο
διαλαμβάνειν τὰ ἑλώδη χωρία, ὡς ἂν ἐπ̓ ἀσφαλοῦς βαίνοντες οἱ στρατιῶται ῥᾳδίως τε αὐτα διατρέχοιεν
καὶ ἐπ̓ ὀχυροῦ βήματος ἑδραίως ἑστῶτες μάχοιντο.

τὰ γὰρ πλεῖστα τῆς Βρεττανῶν χώρας ἐπικλυζόμενα
ταῖς τοῦ ὠκεανοῦ συνεχῶς ἀμπώτισιν ἑλώδη γίνεται:
οἷς ἔθος τοῖς μὲν βαρβάροις ἐννήχεσθαί τε καὶ διαθεῖν βρεχομένοις μέχρις ἰξύων: γυμνοὶ γὰρ ὄντες τὰ πλεῖστα

τοῦ σώματος τῆς ἰλύος καταφρονοῦσιν. οὐδὲ γὰρ
 
ἐσθῆτος ἴσασι χρῆσιν, ἀλλὰ τὰς μὲν λαπάρας καὶ τοὺς
τραχήλους κοσμοῦσι σιδήρῳ, καλλώπισμα τοῦτο καὶ
πλούτου σύμβολον νομίζοντες ὥσπερ τὸν χρυσὸν οἱ
λοιποὶ βάρβαροι, τὰ δὲ σώματα στίζονται γραφαῖς
ποικίλαις καὶ ζῴων παντοδαπῶν εἰκόσιν: ὅθεν οὐδ̓
ἀμφιέννυνται, ἵνα μὴ σκέπωσι τοῦ σώματος τὰς γραφάς.

εἰσὶ δὲ μαχιμώτατοί τε καὶ φονικώτατοι, ἀσπίδα μόνην στενὴν προβεβλημένοι καὶ δόρυ, ξίφος δὲ παρηρτημένοι
γυμνοῦ σώματος. θώρακος δὲ ἢ κράνους
οὐκ ἴσασι χρῆσιν, ἐμπόδιον νομίζοντες πρὸς τὴν δίοδον
τῶν ἑλῶν, ἐξ ὧν τῆς ἀναθυμιάσεως καὶ παχύτητος
ὁ κατ̓ ἐκείνην τὴν χώραν ἀὴρ ζοφώδης ἀεὶ φαίνεται.
πρὸς δὴ ταῦτα ὁ Σἑ??ʼῆρος ἐξήρτυεν ὅσα συνοίσειν
ἔμελλε τῷ Ῥωμαίων στρατῷ λυπήσειν δὲ καὶ ἐμποδιεῖν
τὴν τῶν βαρβάρων ὁρμήν.

ὡς δὲ αὐτάρκως ὤφθη αὐτῷ τὰ πρὸς τὸν πόλεμον εὐτρεπίσθαι, τὸν μὲν νεώτερον τῶν υἱῶν, τὸν
Γέταν καλούμενον, καταλιπὼν ἐν τῷ ὑπὸ Ῥωμαίους
ἔθνει δικάσοντά τε καὶ τὰ πολιτικὰ τῆς ἀρχῆς διοικήσοντα,
δοὺς αὐτῷ συνέδρους τῶν φίλων τοὺς πρεσβυτέρους,
τὸν δὲ Ἀντωνῖνον παραλαβὼν ἐπὶ τοὺς

βαρβάρους ἠπείγετο. ὑπερβάντος δὲ τοῦ στρατοῦ τὰ προβεβλημένα ῥεύματά τε καὶ χώματα τῆς Ῥωμαίων
ἀρχῆς συμβολαὶ καὶ ἀκροβολισμοὶ πολλάκις
ἐγίνοντο τροπαί τε τῶν βαρβάρων. ἀλλὰ τοῖς μὲν
ῥᾳδία ἦν ἡ φυγή, καὶ διελάνθανον ἔν τε δρυμοῖς καὶ
ἕλεσι καὶ τῇ τῶν χωρίων γνώσει, ἅπερ πάντα Ῥωμαίοις
ὄντα ἐναντία πλείονα παρέσχε τῷ πολέμῳ τὴν διατριβήν:

τὸν δὲ Σἑ??ʼῆρον γηραιὸν ὄντα ἤδη νόσος ἐπιμηκεστέρα καταλαμβάνει, ὅθεν αὐτὸς μὲν ἠναγκάζετο
μένειν οἴκοι, τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν
διοικήσοντα τὰ στρατιωτικά. ὁ δὲ Ἀντωνῖνος τῶν μὲν
 
πρὸς τοὺς βαρβάρους μετρίως ἐφρόντιζεν, ἐπειρᾶτο
δὲ οἰκειοῦσθαι τὰ στρατεύματα, καὶ πάντας ἀνέπειθεν
ἐς αὑτὸν βλέπειν μόνον, ἐμνᾶτό τε παντὶ τρόπῳ τὴν

μοναρχίαν, διαβάλλων τὸν ἀδελφόν. ὁ δὲ πατὴρ ἐπὶ
πολὺ νοσῶν καὶ πρὸς τὸν θάνατον βραδύνων ἐπαχθὴς αὐτῷ καὶ ὀχληρὸς ἐφαίνετο: ἀνέπειθέ τε ἰατροὺς καὶ
ὑπηρέτας κακουργῆσαί τι περὶ τὴν θεραπείαν τοῦ
γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. πλὴν
ἀλλὰ μόλις ποτὲ Σἑ??ʼῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρείς,
ἀνεπαύσατο τοῦ βίου, ἐνδοξότατα βιώσας, ὅσον

πρὸς τὰ πολεμικά, τῶν πώποτε βασιλέων: οὔτε γὰρ
ἐμφύλια κατ̓ ἐχθρῶν οὔτε ξένα κατὰ βαρβάρων τοσαῦτά
τις πρὸ αὐτοῦ ἤγειρε τρόπαια. βασιλεύσας δὲ
 ὀκτωκαίδεκα ἔτεσιν ἐπὶ παισὶ νεανίαις διαδόχοις ἀνεπαύσατο,
χρήματά τε αὐτοῖς καταλιπὼν ὅσα μηδεὶς πώποτε, καὶ δύναμιν στρατιωτῶν ἀνανταγώνιστον.

ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος
ἐξουσίας, εὐθὺς ἀφ̓ ἑστίας πάντας φονεύειν
ἤρξατο, τούς τε ἰατροὺς ἀνελών, οἳ μὴ ὑπήκουσαν
αὐτῷ κελεύσαντι κακουργῆσαι καὶ τὸν θάνατον ἐπεῖξαι τοῦ γέροντος, τούς τε τροφεῖς αὑτοῦ καὶ τοῦ
ἀδελφοῦ, ἐπειδὴ προσέκειντο λιπαροῦντες αὐτὸν ὑπὲρ
ὁμονοίας: οὐδένα δὲ εἴασε περιγενέσθαι τῶν ἐν τιμῇ

γενομένων ἢ θεραπείᾳ τοῦ γέροντος. ἰδίᾳ τε δώροις
καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατοπέδων ἡγουμένους ἐθεράπευεν, ὅπως ἀναπείσειαν τὸν στρατὸν
ἀποδεῖξαι μόνον αὐτοκράτορα, καὶ πᾶσαν μηχανὴν
κατὰ τοῦ ἀδελφοῦ ἐζήτει. οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν:
μεμνημένοι δὲ τοῦ Σἑ??ʼήρου, καὶ ὅτι ἀμφοτέρους
ἴσους δὴ ἐκ παίδων παραθρέψειαν, ἴσην αὐτοῖς

ὑπηρεσίαν καὶ εὔνοιαν παρείχοντο. ὁ δὲ Ἀντωνῖνος,
ἐπεὶ μὴ προεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος
 
πρὸς τοὺς βαρβάρους, δούς τε εἰρήνην τά τε
πιστὰ λαβών, ἐξῄει τε τῆς βαρβάρου πρός τε τὸν
ἀδελφὸν ἤδη καὶ τὴν μητέρα ἠπείγετο. ὡς δὲ κατὰ
τὸ αὐτὸ ἐγένοντο, συνάγειν αὐτοὺς ἡ μήτηρ ἐπειρᾶτο
καὶ οἱ ἐν ἀξιώσει ὄντες καὶ σύνεδροι πατρῷοι φίλοι.

ὁ δὲ Ἀντωνῖνος, πάντων αὐτῷ πρὸς ἃ ἐβούλετο ἐναντιουμένων, ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἐς ὁμόνοιαν καὶ
φιλίαν ἐπίπλαστον μᾶλλον ἢ ἀληθῆ περιήγετο. οὕτω
δὴ τὰ τῆς βασιλείας ἀμφότεροι διοικοῦντες ἐν ὁμοτίμῳ
ἀρχῇ ἀπᾶραι τῆς Βρεττανίας ἠθέλησαν, ἔς τε
τὴν Ῥώμην ἠπείγοντο κομίζοντες τὰ τοῦ πατρὸς λείψανα:
τὸ γὰρ σωμάτιον πυρὶ παραδόντες, τήν τε κόνιν
σὺν ἀρώμασιν ἐς κάλπην ἀλαβάστρου ἐμβαλόντες,
ἀπεκόμιζον ἐς τὴν Ῥώμην, ἐς τὰ βασίλεια ἀποθησόμενοι

ἱερὰ μνήματα. αὐτοὶ δὲ τὸν στρατὸν ἀναλαβόντες νικηφόροι δὴ κατὰ Βρεττανῶν ἐς τὴν ἀντικειμένην
Γαλλίαν, διαβάντες τὸν ὠκεανόν, ἀφίκοντο.
ὅπως μὲν δὴ Σἑ??ʼῆρος τὸν βίον μετήλλαξε καὶ οἱ
παῖδες αὐτῷ τὴν ἀρχὴν διεδέξαντο, ἐν τῷ βιβλίῳ
τούτῳ δεδήλωται.

Τὰ μὲν δὴ πραχθέντα Σἑ??ʼήρῳ βασιλεύσαντι
ὀκτωκαίδεκα ἔτεσιν ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται:
οἱ δὲ υἱεῖς αὐτοῦ, ἤδη νεανίαι, ἅμα τῇ μητρὶ
ἐς τὴν Ῥώμην ἠπείγοντο, ἤδη μὲν κατὰ τὴν ὁδὸν
στασιάζοντες πρὸς ἀλλήλους. οὔτε γὰρ καταγωγαῖς
ταῖς αὐταῖς ἐχρῶντο οὔτε συνειστιῶντο ἀλλήλοις:
πολὺ δὲ τὸ ὕποπτον ἐν ἅπασιν ἐδέσμασί τε καὶ πόμασι,
μή τις αὐτῶν προλαβὼν καὶ λαθών, ἤ τινας
 
ἀναπείσας τῶν ὑπηρετῶν, δηλητηρίῳ χρήσηται φαρμάκῳ.

ταύτῃ γοῦν καὶ τὴν ὁδοιπορίαν ἔτι μᾶλλον
ἤπειγον, ἀδεέστερον ἑκάτερος βιώσεσθαι προσδοκῶν,
εἰ ἐν τῇ Ῥώμῃ γένοιντο καὶ τὰ βασίλεια διελόμενοι
ἐν πλατείᾳ καὶ πολλῇ οἰκήσει καὶ πάσης πόλεως μείζονι καθ̓ ἑαυτὸν ἑκάτερος διάγοι ὡς βούλοιτο.

ὡς δὲ ἀφίκοντο ἐς τὴν Ῥώμην, ὅ τε δῆμος αὐτοὺς
δαφνηφορῶν ὑπεδέξατο ἥ τε σύγκλητος προσηγόρευσεν.
ἡγοῦντο δ̓ αὐτοὶ μὲν τὴν βασίλειον φέροντες
πορφύραν, εἵποντο δ̓ ὄπισθεν αὐτοῖς οἱ τὴν ὕπατον ἀρχὴν τότε διέποντες, κάλπην φέροντες ἔνθα
ἦν τὰ Σἑ??ʼήρου λείψανα. οἵ τε προσαγορεύοντες τοὺς
νέους αὐτοκράτορας παριόντες καὶ τὴν κάλπην προσεκύνουν.

ἐκείνην μὲν οὖν παραπέμψαντες, καὶ προπομπεύσαντες
αὐτῆς, ἀπέθεντο ἐν τῷ νεῷ ἔνθα Μάρκου τε καὶ τῶν πρὸ αὐτοῦ βασιλέων ἱερὰ μνήματα
δείκνυται: ἐπιτελέσαντες δὲ τὰς νενομισμένας ἱερουργίας
ἐπὶ ταῖς βασιλικαῖς εἰσόδοις ἀνῆλθον ἐς τὰ βασίλεια.

διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττοντές
τε πάσας εἰσόδους, εἴ τινες ἦσαν λανθάνουσαι, μόναις δὲ ταῖς δημοσίοις καὶ αὐλείοις ἀνέδην
χρώμενοι, φρουράς τε ἐπιστήσαντες ἰδίᾳ ἑκάτερος,
οὐδὲ συνιόντες εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ, εἴ
ποτε, ὀφθῆναι. ἐπετέλεσαν δὲ πρὸ ἁπάντων τὴν ἐς
τὸν πατέρα τιμήν.

ἔθος γάρ ἐστι Ῥωμαίοις ἐκθειάζειν βασιλέων
τοὺς ἐπὶ παισὶ διαδόχοις τελευτήσαντας: τήν τε τοιαύτην
τιμὴν ἀποθέωσιν καλοῦσι. μεμιγμένον δέ τι
πένθος ἑορτῇ καὶ θρησκείᾳ κατὰ πᾶσαν τὴν πόλιν

δείκνυται. τὸ μὲν γὰρ σῶμα τοῦ τελευτήσαντος πολυτελεῖ κηδείᾳ καταθάπτουσιν ἀνθρώπων νόμῳ: κηροῦ
δὲ πλασάμενοι εἰκόνα πάντα ὁμοίαν τῷ τετελευτηκότι
 
ἐπὶ μεγίστης ἐλεφαντίνης κλίνης, ἐς ὕψος ἀρθείσης,
προτιθέασιν ἐν τῇ τῶν βασιλείων εἰσόδῳ,
χρυσοϋφεῖς στρωμνὰς ὑποστρωννύντες. ἡ δ̓ εἰκὼν

ἐκείνη ἐν σχήματι νοσοῦντος πρόκειται ὠχριῶσα. τῆς δὲ κλίνης ἑκατέρωθεν καθέζονται ἐπὶ πλεῖστον τῆς
ἡμέρας ἐν μὲν τῷ λαιῷ μέρει πᾶσα ἡ σύγκλητος, μελαίναις
ἐφεστρίσι χρώμενοι, ἐν δὲ τῷ δεξιῷ γυναῖκες
πᾶσαι ὅσαις ἀνδρῶν ἢ πατέρων ἀξίωμα τιμῆς ἐνδόξου
μεταδίδωσιν. οὔτε δὲ χρυσοφοροῦσά τις αὐτῶν ὁρᾶται
οὔτε περιδεραίοις κοσμουμένη, ἀλλὰ λιτὰς ἐσθῆτας
λευκὰς ἀμφιεννύμεναι σχῆμα παρέχουσι λυπουμένων.

ἑπτὰ μὲν οὖν ἡμερῶν τὰ εἰρημένα ἐπιτελεῖται: ἰατροί τε εἰσιόντες ἑκάστοτε προσίασι τῇ κλίνῃ,
καὶ δῆθεν ἐπισκεψάμενοι τὸν νοσοῦντα χαλεπώτερον
ἔχειν ἀπαγγέλλουσιν ἑκάστοτε. ἐπὰν δὲ δόξῃ τετελευτηκέναι,
τὴν μὲν κλίνην ἀράμενοι τοῦ τε ἱππικοῦ
τάγματος εὐγενέστατοι καὶ τῆς συγκλήτου ἐπίλεκτοι
νεανίαι κατακομίζουσι διὰ τῆς ἱερᾶς ὁδοῦ, ἔς τε τὴν
ἀρχαίαν ἀγορὰν προτιθέασιν, ἔνθα οἱ Ῥωμαίων ἄρχοντες

τὰς ἀρχὰς ἀπόμνυνται. ἑκατέρωθεν δὲ βάθρα τινὰ σύγκειται ἐν κλίμακος σχήματι, καὶ ἐπὶ μὲν θατέρου
μέρους τῶν εὐγενεστάτων καὶ εὐπατριδῶν χορὸς
ἕστηκε παίδων, ἐν δὲ τῷ ἀντικειμένῳ γυναικῶν
τῶν ἐν ἀξιώσει εἶναι δοκουσῶν: ᾅδουσι δὲ ἑκάτεροι
ὕμνους τε καὶ παιᾶνας ἐς τὸν τετελευτηκότα, σεμνῷ

μέλει καὶ θρηνώδει ἐρρυθμισμένους. μετὰ δὲ τοῦτο βαστάσαντες τὴν κλίνην φέρουσιν ἔξω τῆς πόλεως ἐς
τὸ καλούμενον Ἄρεος πεδίον, ἔνθα κατεσκεύασται
ἐν τῷ πλατυτάτῳ τοῦ πεδίου τόπῳ τετράγωνόν τι καὶ
ἰσόπλευρον, ἄλλης μὲν ὕλης οὐδεμιᾶς μετέχον, ἐκ
μόνης δὲ συμπήξεως ξύλων μεγίστων ἐς σχῆμα οἰκήματος.

πᾶν δὲ ἐκεῖνο ἔνδοθεν μὲν φρυγάνων πεπλήρωται, 
ἔξωθεν δὲ χρυσοϋφέσι στρωμναῖς ἐλεφαντίνοις
τε ἀγάλμασι γραφαῖς τε ποικίλαις κεκόσμηται.
ἐπ̓ ἐκείνῳ δὲ ἕτερον, σχήματι μὲν καὶ κόσμῳ παραπλήσιον,
μικρότερον δὲ ἐπίκειται, πυλίδας ἔχον
καὶ θύρας ἀνεῳγυίας. τρίτον τε καὶ τέταρτον, ἀεὶ τοῦ ὑποκειμένου μεῖον, ἐς τελευταῖον βραχύτατον

περατοῦται. ἀπεικάσαι τις ἂν τὸ σχῆμα τοῦ κατασκευάσματος
φρυκτωρίοις, ἃ τοῖς λιμέσιν ἐπικείμενα
νύκτωρ διὰ τοῦ πυρὸς ἐς ἀσφαλεῖς καταγωγὰς τὰς
ναῦς χειραγωγεῖ: φάρους τε αὐτὰ οἱ πολλοὶ καλοῦσιν. ἐς δὴ τὸ οἴκημα τὸ δεύτερον ἀνακομίσαντες τὴν
κλίνην τιθέασιν, ἀρώματά τε καὶ θυμιάματα πάντα
ὅσα γῆ φέρει, εἴ τέ τινες καρποὶ ἢ πόαι χυμοί τε
συμβαλλόμενοι πρὸς εὐωδίαν, ἀνακομίζονται καὶ σωρηδὸν

χέονται: οὔτε γὰρ ἔθνος οὔτε πόλις τις οὔτε τῶν ἐν ἀξιώσει ἢ τιμῇ ἔστιν ὃς μὴ δῶρα ταῦτα ὕστατα
πέμπει φιλοτίμως ἐς τιμὴν τοῦ βασιλέως. ἐπὰν δὲ
μέγιστον χῶμα ἀρθῇ τῶν ἀρωμάτων πᾶς τε ὁ τόπος
πληρωθῇ, ἱππασία περὶ τὸ κατασκεύασμα ἐκεῖνο γίνεται,
πᾶν τε τὸ ἱππικὸν τάγμα περιθεῖ κύκλῳ μετά τινος εὐταξίας καὶ ἀνακυκλώσεως πυρριχίῳ δρόμῳ

καὶ ῥυθμῷ. ἅρματά τε περιέρχεται ὁμοίᾳ εὐταξίᾳ,
φέροντα τοὺς ἐφεστῶτας ἠμφιεσμένους μὲν τὰς περιπορφύρους
ἐσθῆτας, προσωπεῖα δὲ περικειμένους εἰκόνας
ἔχοντα ὅσοι Ῥωμαίων ἐνδόξως ἐστρατήγησαν ἢ ἐβασίλευσαν. τούτων δὲ συντελεσθέντων λαβὼν
λαμπάδα ὁ τὴν βασιλείαν διαδεξάμενος προσφέρει τῷ
οἰκήματι, οἵ τε λοιποὶ πανταχόθεν πῦρ ἐπιτιθέασι:
πάντα δὲ ῥᾷστα ἀνάπτεται εὐμαρῶς ὑπὸ τοῦ πυρός,
φρυγάνων τε πλήθους καὶ θυμιαμάτων ἐπινηθέντος.

ἐκ δὲ τοῦ τελευταίου καὶ βραχυτάτου κατασκευάσματος,
ὥσπερ ἀπό τινος ἐπάλξεως, ἀετὸς ἀφίεται σὺν
 
τῷ πυρὶ ἀνελευσόμενος ἐς τὸν αἰθέρα, ὃς φέρειν ἀπὸ
γῆς ἐς οὐρανὸν τὴν τοῦ βασιλέως ψυχὴν πιστεύεται
ὑπὸ Ῥωμαίων: καὶ ἐξ ἐκείνου μετὰ τῶν λοιπῶν θεῶν
θρησκεύεται.

ταύτην δὴ τὴν τιμὴν ἐκθειάσαντες οἱ παῖδες τὸν πατέρα ἐπανῆλθον ἐς τὰ βασίλεια. ἐξ ἐκείνου δὲ
ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐπεβούλευον:
πάντα τε ἔπραττεν ἑκάτερος πειρώμενος τὸν
ἀδελφὸν ἀποσκευάσασθαι ἐς αὑτόν τε μόνον περιαγαγεῖν

τὴν ἀρχήν. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώσει ἢ τιμῇ τινὶ ἦσαν κατὰ τὴν
πόλιν: ἰδίᾳ γὰρ αὐτῶν ἑκάτερος ἐπέστελλέ τε λανθάνων
καὶ ᾠκειοῦτο, μεγάλαις ὑποσχέσεσι πρὸς αὑτὸν
ἀνθέλκων. καὶ τό γε πλεῖστον μέρος ἐς τὸν Γέταν
ἔβλεπε: φαντασίαν γάρ τινα ἐπιεικείας ἐπεδείκνυτο,
μέτριόν τε καὶ πρᾶον ἑαυτὸν τοῖς προσιοῦσι παρεῖχεν,

ἐπιτηδεύμασί τε σπουδαιοτέροις ἐχρῆτο, προσιέμενός τε τοὺς ἐπὶ παιδείᾳ ἐπαινουμένους, ἐσπουδακώς τε
περὶ παλαίστραν καὶ γυμνάσια ἐλεύθερα: χρηστός τε
ὢν καὶ φιλάνθρωπος τοῖς συνοῦσι, φήμῃ καὶ δόξῃ
ἀρίστῃ πλείους ἐς εὔνοιαν καὶ φιλίαν προυκαλεῖτο.
ὁ δ̓ Ἀντωνῖνος ἐμβριθῶς τὰ πάντα καὶ θυμοειδῶς

ἔπραττε, πολὺ δὲ ἀπάγων ἑαυτὸν τῶν προειρημένων στρατιωτικοῦ τε καὶ πολεμικοῦ βίου ἐραστὴς εἶναι
προσεποιεῖτο: ὀργῇ τε πάντα πράττων, καὶ ἀπειλῶν
μᾶλλον ἢ πείθων, φόβῳ καὶ οὐκ εὐνοίᾳ φίλους
ἐκτᾶτο.
ὡς στασιάζοντας δὲ τοὺς ἀδελφοὺς ἐν ἅπασιν
οἷς ἔπραττον, μέχρι τῶν εὐτελεστάτων ἔργων, ἡ μήτηρ

συνάγειν ἐπειρᾶτο. καί ποτε ἔδοξεν αὐτοῖς, ἵνα δὴ μὴ μένοντες ἐν τῇ Ῥώμῃ ἀλλήλοις ἐπιβουλεύοιεν,
νείμασθαι τὴν ἀρχήν. συναγαγόντες δὴ τοὺς πατρῴους
 
φίλους, τῆς τε μητρὸς παρούσης, ἠξίουν διαιρεθῆναι
τὴν βασιλείαν, καὶ τὰ μὲν ὑπ̓ Εὐρώπην πάντα
ἔχειν τὸν Ἀντωνῖνον, τὴν δὲ ἀντικειμένην ἤπειρον

Ἀσίαν τε καλουμένην πᾶσαν Γέτᾳ παραδοθῆναι: οὕτω
γὰρ ἔλεγον καὶ θείᾳ τινὶ προνοίᾳ τὰς ἠπείρους διῃρῆσθαι τῷ Προποντίδος ῥεύματι. ἤρεσκε δὲ τὸν
μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυζαντίῳ ἱδρῦσαι στρατόπεδον,
τὸν δὲ Γέταν ἐν Καλχηδόνι τῆς Βιθυνίας, ὡς
ἀντικείμενα ἀλλήλοις τὰ στρατόπεδα φρουροίη τε τὴν
ἑκατέρου ἀρχὴν καὶ κωλύοι τὰς διαβάσεις. ἐδόκει τε τῆς συγκλήτου βουλῆς τοὺς μὲν Εὐρωπαίους πάντας
ὑπομεῖναι, τοὺς δὲ ἐκεῖθεν ἀνελθεῖν σὺν τῷ Γέτᾳ.

τῇ τε βασιλείᾳ τῇ αὑτοῦ αὐτάρκη ἔσεσθαι ὑποδοχὴν ὁ
Γέτας ἔλεγεν ἢ τὴν Ἀντιόχειαν ἢ τὴν Ἀλεξάνδρειαν,
οὐ πολύ τι τῆς Ῥώμης, ὡς ᾤετο, μεγέθει ἀπολειπούσας. τῶν δὲ ὑπὸ μεσημβρίᾳ ἐθνῶν Μαυρουσίους μὲν
καὶ Νομάδας Λιβύης τε τὰ παρακείμενα Ἀντωνίνῳ
παραδοθῆναι, τὰ δὲ ἐπέκεινα μέχρις ἀνατολῆς προσήκειν

τῷ Γέτᾳ. ταῦτα δὴ αὐτῶν διατυπούντων οἱ
μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις ἐς γῆν ἔνευσαν: ἡ δὲ Ἰουλία γῆν μέν ἔφη καὶ θάλασσαν, ὦ
τέκνα, εὑρίσκετε ὅπως νείμησθε, καὶ τὰς ἠπείρους,
ὥς φατε, τὸ Πόντιον ῥεῖθρον διαιρεῖ: τὴν δὲ μητέρα
πῶς ἂν διέλοισθε, καὶ πῶς ἡ ἀθλία ἐγὼ ἐς ἑκάτερον
ὑμῶν νεμηθείην ἢ τμηθείην; πρῶτον δὴ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παῤ ἑαυτῷ τὸ μέρος
θαπτέτω: οὕτω γὰρ ἂν μετὰ γῆς καὶ θαλάττης ἐς ὑμᾶς

μερισθείην. ταῦτα δὲ λέγουσα μετὰ δακρύων καὶ
οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ
ὑπὸ τὰς ἀγκάλας ἄγουσα, συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου καταλαβόντος διελύθη τὸ συνέδριον, ἥ τε
 
σκέψις ἀπεδοκιμάσθη, ἑκάτερός τε ἐς τὰ ἑαυτοῦ βασίλεια
ἀνεχώρησε.

τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἴτε γὰρ ἡγεμόνας ἢ ἄρχοντας ἔδει ποιεῖν, ἑκάτερος τὸν ἑαυτοῦ
φίλον προάγειν ἤθελεν, εἴτε δικάζοιεν, τὰ ἐναντία
ἐφρόνουν, ἐπ̓ ὀλέθρῳ τῶν δικαζομένων ἔσθ̓ ὅτε:
πλέον γὰρ ἦν παῤ αὐτοῖς τοῦ δικαίου τὸ φιλόνεικον.

ἔν τε θεάμασι περὶ τὰ ἐναντία ἐσπούδαζον. πάντα τε εἴδη ἐπιβουλῆς ἐξήρτυον, οἰνοχόους τε καὶ ὀψοποιοὺς
ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως
δὲ αὐτῶν οὐδετέρῳ προεχώρει, ἐπειδὴ μετὰ πολλῆς
ἐπιμελείας καὶ φρουρᾶς διῃτῶντο. τέλος δὲ μὴ φέρων
ὁ Ἀντωνῖνος, ἀλλ̓ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας
ἐλαυνόμενος, διέγνω δρᾶσαί τι ἢ παθεῖν γενναῖον,

διὰ ξίφους χωρήσας καὶ φόνου: μὴ προχωρούσης γὰρ τῆς λανθανούσης ἐπιβουλῆς ἀναγκαίαν ἡγήσατο
τὴν κινδυνώδη τε καὶ ἀπεγνωσμένην ... τῆς
μὲν διὰ στοργὴν τοῦ δὲ δἰ ἐπιβουλήν.
Γέτας μὲν δὴ καιρίως τρωθείς, προσχέας τὸ 
αἷμα τοῖς τῆς μητρὸς στήθεσι, μετήλλαξε τὸν βίον:
ὁ δ̓ Ἀντωνῖνος κατεργασθέντος αὐτῷ τοῦ φόνου προπηδᾷ
τοῦ δωματίου θέων, φερόμενός τε δἰ ὅλων τῶν

βασιλείων ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι μόλις τε σωθῆναι. τούς τε στρατιώτας, οἳ φρουροῦσι τὰ
βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν ἐς τὸ
στρατόπεδον, ὡς ἂν σωθῇ ἐκεῖ φυλαχθείς: μείνας
γὰρ ἐπὶ τῆς βασιλείου αὐλῆς ἔλεγεν ἀπολεῖσθαι. πιστεύσαντές
τε ἐκεῖνοι, τό τε πεπραγμένον ἔνδον οὐκ
εἰδότες, θέοντι αὐτῷ καὶ φερομένῳ συνεξέδραμον
πάντες. ταραχή τε τὸν δῆμον κατεῖχεν ὁρῶντα περὶ
δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν

βασιλέα. ὡς δὲ ἐσέπεσεν ἐς τὸ στρατόπεδον ἔς τε τὸν 
νεών, ἔνθα τὰ σημεῖα καὶ τὰ ἀγάλματα τοῦ στρατοπέδου
προσκυνεῖται, ῥίψας ἑαυτὸν ἐς γῆν ὡμολόγει
τε χαριστήρια ἔθυέ τε σωτήρια. ὡς δὲ διηγγέλη τοῦτο
τοῖς στρατιώταις, ὧν οἳ μὲν ἤδη περὶ λουτρὰ εἶχον οἳ

δὲ ἀνεπαύοντο, πάντες ἐκπλαγέντες συνέθεον. ὃ δὲ προελθὼν τὸ μὲν πραχθὲν εὐθέως οὐχ ὡμολόγησεν,
ἐβόα δὲ πεφευγέναι κίνδυνον καὶ ἐπιβουλὴν πολεμίου
καὶ ἐχθροῦ, τὸν ἀδελφὸν λέγων, μόλις τε καὶ μετὰ
πολλῆς μάχης τῶν ἐχθρῶν κεκρατηκέναι, κινδυνευσάντων
δὲ ἀμφοτέρων κἂν ἕνα ἑαυτὸν βασιλέα τετηρῆσθαι ὑπὸ τῆς τύχης. τοιαῦτα δή τινα πλαγίως ἐμφαίνων
νοεῖσθαι μᾶλλον ἐβούλετο τὰ πραχθέντα ἢ

ἀκούεσθαι. ὑπισχνεῖται δὲ αὐτοῖς ὑπὲρ τῆς ἑαυτοῦ
σωτηρίας καὶ μοναρχίας ἑκάστῳ μὲν στρατιώτῃ δισχιλίας
καὶ πεντακοσίας δραχμὰς Ἀττικάς, προστίθησι δὲ τῷ σιτηρεσίῳ ἄλλο τοῦ τελουμένου ἥμισυ. κελεύει
τε ἀπελθόντας αὐτοὺς ἤδη ὑποδέχεσθαι ἔκ τε τῶν
ναῶν καὶ τῶν θησαυρῶν τὰ χρήματα, μιᾶς τε ἡμέρας
ἀφειδῶς ἐκχέας πάντα ὅσα ἔτεσιν ὀκτωκαίδεκα ὁ
Σἑ??ʼῆρος ἤθροισέ τε καὶ κατέκλεισεν ἐξ ἀλλοτρίων

συμφορῶν. οἱ δὲ στρατιῶται τοσοῦτον χρημάτων
πλῆθος ἀκούσαντες, καὶ συνέντες τὸ πεπραγμένον
ἤδη καὶ τοῦ φόνου διαβοήτου γενομένου ὑπὸ τῶν
ἔνδοθεν φευγόντων, μόνον τε αὐτοκράτορα ἀναγορεύουσιν
αὐτὸν καὶ τὸν Γέταν καλοῦσι πολέμιον.

ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης
ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσας τε καὶ ταῖς
ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν
σύγκλητον κατῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου
μᾶλλον ἢ ἔθος ἐστὶ βασιλέα προπέμπειν. εἰσελθὼν δὲ καὶ θύσας, τοῦ τε βασιλείου ἐπιβὰς θρόνου,

ἔλεξε τοιάδε. οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου
 
φόνος εὐθέως ἀκουσθεὶς μεμίσηται, τό τε ὄνομα ταῖς
ἀκοαῖς ἅμα τῷ προσπεσεῖν εὐθὺς φέρει χαλεπὴν διαβολήν.
τοῖς μὲν γὰρ δυστυχήσασιν ἔλεος, τοῖς δὲ κρατήσασι
φθόνος παρακολουθεῖ: καὶ τὸ μὲν ἡττηθὲν ἐν
τοῖς τοιούτοις ἀδικεῖσθαι, τὸ δὲ νικῆσαν ἀδικεῖν δοκεῖ.

πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογίζοιτο, τήν τε αἰτίαν αὐτοῦ
καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ
εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα πείσεσθαι δεινὸν
ἀμύνασθαι μᾶλλον ἢ ὑπομεῖναι: τῇ μὲν γὰρ συμφορᾷ
τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ,
ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δόξαν ἀνδρείας

ἀπηνέγκατο. τὰ μὲν οὖν ἄλλα, ὅσα διὰ δηλητηρίων φαρμάκων καὶ διὰ πάσης ἐνέδρας ἐπεβούλευσέ
μοι, ἔνεστιν ὑμῖν καὶ διὰ βασάνων χωρήσασι
μαθεῖν: καὶ γὰρ διὰ τοῦτο τοὺς ἐκείνου ἐν τοῖς ὑπηρέταις
ἐκέλευσα παρεῖναι, ὅπως εὕρητε τὴν ἀλήθειαν.
εἰσὶ δέ τινες αὐτῶν καὶ ἤδη ἐξετασθέντες, καὶ τῆς
ἐξετάσεως ἐπακοῦσαι δύνασθε. τὸ δ̓ οὖν τελευταῖον
ἐπῆλθέ μοι παρὰ τῇ μητρὶ ὄντι ξιφήρεις ἔχων τινὰς

ἐς τοῦτο παρεσκευασμένους. ὅπερ ἐγὼ προμηθείᾳ πολλῇ καὶ ἀγχινοίᾳ συνεὶς ἠμυνάμην ὡς πολέμιον,
ἐπεὶ μήτε γνώμην ἔτι μήτε ὁρμὴν ἔφερεν ἀδελφοῦ.
ἀμύνεσθαί τε τοὺς ἐπιβουλεύοντας οὐ μόνον δίκαιον
ἀλλὰ καὶ σύνηθες. αὐτὸς γοῦν ὁ τῆσδε τῆς πόλεως
κτίστης Ῥωμύλος οὐκ ἤνεγκεν ἀδελφὸν ὑβρίσαντα

μόνον ἐς τὰ ἐκείνου ἔργα. σιγῶ Γερμανικὸν τὸν Τιβερίου καὶ Βρεττανικὸν τὸν Νέρωνος καὶ Τίτον
τὸν Δομετιανοῦ. Μάρκος αὐτός, φιλοσοφίαν καὶ ἐπιείκειαν
προσποιούμενος, Λουκίου τὴν ὕβριν οὐκ ἤνεγκεν
ὄντος γαμβροῦ, ἀλλ̓ ἐξ ἐπιβουλῆς αὐτὸν ἀπεσείσατο.
ἐγὼ δὲ δηλητηρίων παρεσκευασμένων, ξίφους
 
ἐπῃωρημένου τὸν ἐχθρὸν ἠμυνάμην: τοῦτο γὰρ αὐτῷ

τοὔνομα ἐδίδου τὰ ἔργα. ὑμᾶς δὲ χρὴ πρῶτον μὲν
θεοῖς εἰδέναι χάριν ὅτι κἂν τὸν ἕτερον ὑμῖν τῶν βασιλέων
ἔσωσαν, παύσασθαι δὲ ἤδη τὰς ψυχὰς καὶ τὰς
γνώμας διῃρημένους, ἐς ἕνα δὲ βλέποντας ἀμερίμνως βιοῦν. βασιλείαν δὲ ὁ Ζεύς, ὥσπερ αὐτὸς ἔχει θεῶν
μόνος, οὕτω καὶ ἀνθρώπων ἑνὶ δίδωσι. τοιαῦτα εἰπὼν
μεγάλῃ βοῇ, θυμοῦ πεπληρωμένος, βλέμματι
δριμεῖ ἀφορῶν ἐς τοὺς ἐκείνου φίλους, τρέμοντάς τε
καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπών, ἀνέδραμεν ἐς τὰ βασίλεια.

εὐθὺς δὲ πάντες ἐφονεύοντο οἱ ἐκείνου οἰκεῖοί
τε καὶ φίλοι, καὶ οἱ ὄντες ἐν τοῖς βασιλείοις ἔνθα
ἐκεῖνος ᾤκει: ὑπηρέται τε πάντες ἀνῃροῦντο: οὐδέ
τις ἦν φειδὼ ἡλικίας, οὐδὲ μέχρι νηπίων. τὰ δὲ πτώματα φερόμενα μεθ̓ ὕβρεως πάσης ἁμάξαις ἐπιτεθέντα
καὶ ἔξω τῆς πόλεως κομισθέντα σωρηδὸν κατεπίμπρατο

ἢ ὁπωσδὴ ἐρρίπτετο. οὐδεὶς δὲ περιεγένετο
τῶν κἂν μετρίως ἐκείνῳ γνωσθέντων. ἀθληταὶ
δὲ καὶ ἡνίοχοι ὑποκριταί τε πάσης μούσης καὶ ὀρχήσεως, πᾶν τε ὅπερ ἐκεῖνος δἰ ἡδονῆς ἔσχε θέαμα
ἢ ἄκουσμα, διεφθείρετο. τῆς τε συγκλήτου βουλῆς
ὅσοι γένει ἢ πλούτῳ ὑπερεῖχον, ἐπὶ βραχυτάταις ἢ
οὐδ̓ ὑφεστώσαις αἰτίαις ἐκ τῆς τυχούσης διαβολῆς,

ὡς ἐκείνου φίλοι, ἀνῃροῦντο. τήν τε Κομμόδου ἀδελφήν, πρεσβῦτιν ἤδη καὶ πρὸς πάντων βασιλέων
ὡς Μάρκου θυγατέρα τετιμημένην, ἀπέκτεινεν, αἰτίαν
ἐπαγαγὼν ὡς δακρυσάσῃ παρὰ τῇ μητρὶ αὐτοῦ
ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε γυναῖκα γενομένην
ἑαυτοῦ, Πλαυτιανοῦ θυγατέρα, οὖσαν δὲ ἐν Σικελίᾳ, τόν τε ἀνεψιὸν αὑτοῦ Σἑ??ʼήρῳ τε ὁμώνυμον, καὶ τὸν
Περτίνακος υἱόν, τῆς τε Κομμόδου ἀδελφῆς Λουκίλλης
 
υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ ἐν συγκλήτῳ

ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν. ἔς τε τὰ ἔθνη πέμπων, ἡγεμόνας τε καὶ ἐπιτρόπους ὡς ἐκείνου
φίλους πάντας διεχρήσατο. πᾶσά τε νὺξ ἔφερε
φόνους παντοδαπῶν ἀνθρώπων. τάς τε τῆς Ἑστίας
ἱερείας ζώσας κατώρυττεν ὡς μὴ φυλαττούσας τὴν
παρθενίαν. τὸ δὲ τελευταῖον καὶ μήποτε γενόμενον
ἔργον: ἱπποδρομίαν μὲν ἐθεᾶτο, ἀπέσκωψε δέ τι τὸ
πλῆθος ἐς ἡνίοχον περὶ ὃν ἐκεῖνος ἐσπουδάκει: ὃ δὲ
οἰηθεὶς αὐτὸς ὑβρίσθαι κελεύει τῷ πλήθει προσπεσεῖν
τὸ στράτευμα, ἀπάγειν τε καὶ φονεύειν τοὺς κακῶς

τὸν ἡνίοχον εἰπόντας. οἱ δὲ στρατιῶται τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι
διακρίνοντες τίνες ἦσαν οἱ προπετέστερον φθεγξάμενοι
ʽκαὶ γὰρ ἦν εὑρίσκειν ἀδύνατον ἐν δήμῳ τοσούτῳ
μηδενὸς ὁμολογοῦντοσ̓, ἀφειδῶς τοὺς ἐντυγχάνοντας
ἀπάγοντες ἀνῄρουν, ἢ ἀφαιρούμενοι ἅπερ εἶχον ὥσπερ
λύτρα μόλις ἐφείδοντο.

τοιαῦτα δὴ πράττων, ὑπό τε τῆς τῶν ἔργων συνέσεως ἐλαυνόμενος καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν
ἀπεχθῶς ἔχων, ἀποδημῆσαι τῆς Ῥώμης ἠθέλησεν
ὡς δὴ διοικήσων τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ

ἔθνη ἐποψόμενος. ἀπάρας δὲ τῆς Ἰταλίας, ἐπί τε ταῖς ὄχθαις τοῦ Ἴστρου γενόμενος, διῴκει δὴ τὰ ἀρκτῷα 
τῆς ἀρχῆς μέρη, γυμνάσια τοῦ σώματος ποιούμενος
ἡνιοχείας καὶ θηρίων παντοδαπῶν συστάδην ἀναιρέσεις,
δικάζων μὲν σπανίως, πλὴν νοῆσαι τὸ κρινόμενον
εὐφυὴς ἦν εὐθίκτως τε πρὸς τὰ λεχθέντα ἀποκρίνασθαι.

ᾠκειώσατο δὲ καὶ πάντας τοὺς ἐπέκεινα Γερμανούς, ἔς τε φιλίαν ὑπηγάγετο, ὡς καὶ συμμάχους
παῤ αὐτῶν λαβεῖν καὶ τοῦ σώματος ἑαυτοῦ
φρουροὺς ποιήσασθαι, γενναίους τε καὶ ὡραίους ἐπιλεξάμενος.
 
πολλάκις δὲ καὶ τὴν Ῥωμαϊκὴν ἀποθέμενος
χλαμύδα ἠμφιέννυτο τὰ Γερμανῶν περιβλήματα,
ἔν τε χλαμύσιν αἷς εἰώθασιν, ἀργύρῳ πεποικιλμέναις,
ἑωρᾶτο: κόμας τε τῇ κεφαλῇ ἐπετίθετο ξανθὰς καὶ ἐς

κουρὰν τὴν Γερμανῶν ἠσκημένας. τούτοις δὴ χαίροντες οἱ βάρβαροι ὑπερηγάπων αὐτόν. ἔχαιρον δὲ
αὐτῷ καὶ οἱ Ῥωμαίων στρατιῶται, μάλιστα μὲν διὰ
τὰς τῶν χρημάτων ἐπιδόσεις, αἷς ἀφειδῶς προσεφέρετο
αὐτοῖς, ὅτι τε πᾶν ὡς στρατιώτης ἔπραττεν, εἴτε
ὄρυγμά τι ὀρύττειν ἔδει, σκάπτων πρῶτος, εἴτε ῥεῖθρον γεφυρῶσαι ἢ βάθος χῶσαι: πᾶν θ̓ ὃ χειρῶν ἢ

καμάτου σώματος ἔργον, πρῶτος εἰργάζετο. τράπεζάν
τε εὐτελῆ παρετίθετο, ἔσθ̓ ὅπῃ καὶ ξυλίνοις ἐς ποτὸν
καὶ ἐδέσματα χρώμενος σκεύεσιν. ἄρτον τε προσεφέρετο
αὐτοσχέδιον: σῖτον γὰρ ἀλέσας τῇ ἑαυτοῦ χειρί, ὃ ἤρκει μόνῳ, μᾶζάν τε ποιήσας καὶ ἐπ̓ ἀνθράκων

ὀπτήσας ἐσιτεῖτο. καὶ πάντων μὲν τῶν πολυτελῶν
ἀπείχετο: ὅσα δὲ εὐτελέστατα καὶ τοῖς πενεστάτοις
τῶν στρατιωτῶν εὐμαρῆ, τούτοις ἐχρῆτο. συστρατιώτης
τε ὑπ̓ αὐτῶν μᾶλλον ἢ βασιλεὺς καλούμενος χαίρειν προσεποιεῖτο. τὰ πλεῖστά τε αὐτοῖς
συνώδευε περιπατῶν, σπανίως ὀχήματος ἢ ἵππου ἐπιβαίνων,

τά τε ὅπλα βαστάζων ἑαυτῷ. ἔστι δ̓ ὅτε
καὶ τὰ τῶν στρατοπέδων σύμβολα, ἐπιμήκη ὄντα καὶ
χρυσοῖς ἀναθήμασι πολλοῖς κεκοσμημένα, μόλις ὑπὸ τῶν γενναιοτάτων στρατιωτῶν φερόμενα ἐπιθεὶς τοῖς
ὤμοις ἔφερεν αὐτός. διὰ δὴ ταῦτα καὶ τὰ τούτοις
ὅμοια ὡς στρατιωτικὸς ὑπ̓ αὐτῶν ἐφιλεῖτο καὶ ὡς
γενναῖος ἐθαυμάζετο: καὶ γὰρ ἦν θαύματος ἄξιον ἐν
μικρῷ πάνυ τὸ μέγεθος σώματι γενναίων πόνων ἄσκησις τοσαύτη.

ἐπεὶ δὲ τὰ παρὰ τῷ Ἴστρῳ στρατόπεδα διῴκησε,
 
κατῆλθέ τε εἰς Θρᾴκην Μακεδόσι γειτνιῶσαν, εὐθὺς 
Ἀλέξανδρος ἦν, καὶ τήν τε μνήμην αὐτοῦ παντοίως
ἀνενεώσατο, εἰκόνας τε καὶ ἀνδριάντας ἐν πάσαις πόλεσιν
ἀναστῆναι ἐκέλευσε, τήν τε Ῥώμην ἐπλήρωσεν
ἀνδριάντων καὶ εἰκόνων, ἐν τῷ Καπετωλίῳ καὶ ἐν

ἄλλοις ἱεροῖς, τῆς πρὸς Ἀλέξανδρον συναφείας. ἔσθ̓ ὅπου δὲ καὶ χλεύης εἴδομεν ἀξίας εἰκόνας, ἐν γραφαῖς
ἑνὸς σώματος ὑπὸ περιφερείᾳ κεφαλῆς μιᾶς ὄψεις
ἡμιτόμους δύο, Ἀλεξάνδρου τε καὶ Ἀντωνίνου. προῄει
δὲ αὐτὸς ἐν Μακεδονικῷ σχήματι, καυσίαν τε ἐπὶ
τὴν κεφαλὴν φέρων καὶ κρηπῖδας ὑποδούμενος. ἐπιλεξάμενός
τε νεανίας καὶ στρατεύσας Μακεδονικὴν
ἐκάλει φάλαγγα, τούς τε ἡγουμένους αὐτῆς φέρειν τὰ

τῶν ἐκείνου στρατηγῶν ὀνόματα. ἀπό τε Σπάρτης μεταπεμψάμενος νεανίας Λακωνικὸν καὶ Πιτανάτην
λόχον ἐκάλει.
ταῦτα δὲ ποιήσας, τά τε ἐν ταῖς πόλεσι διοικήσας
ὡς ἐνεδέχετο, ἠπείχθη ἐς Πέργαμον τῆς Ἀσίας,
χρήσασθαι βουλόμενος θεραπείαις τοῦ Ἀσκληπιοῦ.
ἀφικόμενος δὴ ἐκεῖ, καὶ ἐς ὅσον ἤθελε τῶν ὀνειράτων

ἐμφορηθείς, ἧκεν ἐς Ἴλιον. ἐπελθὼν δὲ πάντα τὰ τῆς πόλεως λείψανα, ἧκεν ἐπὶ τὸν Ἀχιλλέως τάφον,
στεφάνοις τε κοσμήσας καὶ ἄνθεσι πολυτελῶς πάλιν
Ἀχιλλέα ἐμιμεῖτο. ζητῶν τε καὶ Πάτροκλόν τινα ἐποίησέ
τι τοιοῦτον. ἦν αὐτῷ τις τῶν ἀπελευθέρων φίλτατος,
Φῆστος μὲν ὄνομα, τῆς δὲ βασιλείου μνήμης
προεστώς. οὗτος ὄντος αὐτοῦ ἐν Ἰλίῳ ἐτελεύτησεν,
ὡς μέν τινες ἔλεγον, φαρμάκῳ ἀναιρεθεὶς ἵν̓ ὡς Πάτροκλος
ταφῇ, ὡς δὲ ἕτεροι ἔφασκον, νόσῳ διαφθαρείς.

τούτου κομισθῆναι κελεύει τὸν νέκυν, ξύλων τε πολλῶν ἀθροισθῆναι πυράν: ἐπιθείς τε αὐτὸν ἐν
μέσῳ καὶ παντοδαπὰ ζῷα κατασφάξας ὑφῆψέ τε, καὶ
 
φιάλην λαβὼν σπένδων τε τοῖς ἀνέμοις εὔχετο. πάνυ
τε ὢν ψιλοκόρσης, πλόκαμον ἐπιθεῖναι τῷ πυρὶ ζητῶν
ἐγελᾶτο: πλὴν ὧν εἶχε τριχῶν ἀπεκείρατο. ἐπῄνει
δὲ καὶ στρατηγῶν μάλιστα Σύλλαν τε τὸν Ῥωμαῖον
καὶ Ἀννίβαν τὸν Λίβυν, ἀνδριάντας τε αὐτῶν καὶ εἰκόνας ἀνέστησεν.

ἀπάρας δὲ τῆς Ἰλίου διά τε τῆς ἄλλης Ἀσίας καὶ
Βιθυνίας τῶν τε λοιπῶν ἐθνῶν, κἀκεῖσε διοικήσας
τὰ πρακτέα, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ τε ὑποδεχθεὶς
πολυτελῶς καὶ διατρίψας χρόνου τινὸς ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν μὲν ποιούμενος
ποθεῖν τὴν ἐπ̓ Ἀλεξάνδρῳ κτισθεῖσαν πόλιν, καὶ
τῷ θεῷ χρήσασθαι ὃν ἐκεῖνοι σέβουσιν ἐξαιρέτως:

δύο γὰρ ταῦτα ὑπερβαλλόντως προσεποιεῖτο, τήν τε
τοῦ θεοῦ θρησκείαν καὶ τὴν τοῦ ἥρωος μνήμην. ἑκατόμβας τε οὖν κελεύει παρασκευασθῆναι ἐναγισμούς
τε παντοδαπούς. ὡς δὲ διηγγέλη τῷ τῶν Ἀλεξανδρέων
πλήθει, φύσει μὲν ὄντι τὰς γνώμας κουφοτάτῳ
καὶ ἐπὶ τοῖς βραχυτάτοις ῥᾷστα κινουμένῳ, τότε
δ̓ ἐξεπτόηντο τὴν τοῦ βασιλέως σπουδήν τε καὶ εὔνοιαν

πυνθανόμενοι. ὑποδοχὴ δὲ παρεσκευάζετο
οἵαν μηδενὶ πώποτε βασιλεῖ γενέσθαι φασί: πάσης τε
γὰρ μούσης ὄργανα πανταχοῦ διακείμενα ποικίλον
ἦχον εἰργάζετο, ἀρωμάτων τε παντοδαπῶν καὶ θυμιαμάτων
ἀτμίδες εὐωδίαν παρεῖχον ταῖς εἰσόδοις, δᾳδουχίαις τε καὶ ἀνθέων βολαῖς ἐτίμων τὸν βασιλέα.

ὡς δὲ εἰσήλασεν ἐς τὴν πόλιν σὺν παντὶ τῷ στρατῷ
πρῶτον μὲν ἐς τὸν νεὼν ἀνελθὼν πολλὰς ἑκατόμβας
κατέθυσε λιβάνῳ τε τοὺς βωμοὺς ἐσώρευσεν, ἐκεῖθεν
δ̓ ἐλθὼν ἐς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἔφερεν ἁλουργῆ, δακτυλίους τε οὓς εἶχε λίθων
τιμίων, ζωστῆράς τε καὶ εἴ τι πολυτελὲς ἔφερε, περιελὼν

ἑαυτοῦ ἐπέθηκε τῇ ἐκείνου σορῷ. ἃ δὴ ὁρῶν ὁ δῆμος ὑπερέχαιρε, παννυχίζων τε καὶ ἑορτάζων, οὐκ
εἰδὼς τὴν τοῦ βασιλέως λανθάνουσαν γνώμην: ταῦτα
γὰρ πάντα ἐκεῖνος ὑπεκρίνατο βουλόμενος τὸ πλῆθος
αὐτῶν διαφθεῖραι. ἡ δ̓ αἰτία τοῦ λανθάνοντος

μίσους τοιάδε τις ἦν: ἀπηγγέλλετο αὐτῷ διατρίβοντι ἐπὶ τῆς Ῥώμης ἔτι, καὶ τοῦ ἀδελφοῦ περιόντος καὶ
μετὰ τὸν ἐκείνου φόνον, ὅτι ἄρα εἶεν πολλὰ ἐς αὐτὸν
ἀποσκώψαντες. πεφύκασι δέ πως εἶναι φιλοσκώμμονες
καὶ λέγειν εὐστόχως ὑπογραφὰς ἢ παιδιάς, ἀπορριπτοῦντες
ἐς τοὺς ὑπερέχοντας πολλὰ χαρίεντα μὲν
αὐτοῖς δοκοῦντα, λυπηρὰ δὲ τοῖς σκωφθεῖσι: τῶν
γὰρ τοιούτων κνίζει μάλιστα ὅσα ἐλέγχει τῶν ἁμαρτημάτων

τὴν ἀλήθειαν. πολλὰ τοίνυν ἐκείνων αὐτὸν σκωψάντων ἔς τε τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν, καὶ
τὴν πρεσβῦτιν Ἰοκάστην καλούντων, ἐκεῖνον δὲ χλευαζόντων
ὅτι δὴ μικρὸς ὢν Ἀλέξανδρον καὶ Ἀχιλλέα
γενναιοτάτους καὶ μεγίστους ἥρωας ἐμιμεῖτο, τοιαῦτά
τινα παίζειν αὐτῶν δοκούντων, ὀλέθρια καὶ ἐπίβουλα
κατ̓ αὐτῶν σκέψασθαι τὸν Ἀντωνῖνον ἠνάγκασαν,

φύσει ὄντα ὀργίλον καὶ φονικόν. συμπανηγυρίσας τοίνυν αὐτοῖς καὶ συνεορτάσας, ὡς εἶδε πᾶσαν τὴν
πόλιν πλήθους μεγίστου πεπληρωμένην τῶν ἀπὸ πάσης
περὶ αὐτὴν χώρας ἐκεῖ συνελθόντων, διὰ προγράμματος
πᾶσαν τὴν νεολαίαν ἔς τι πεδίον κελεύει
συνελθεῖν, φήσας ἐς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα
βούλεσθαι συστήσασθαι, ὥσπερ Μακεδονικὴν καὶ

Σπαρτιᾶτιν, οὕτω καὶ τοῦ ἥρωος ἐπωνύμους. κελεύει δὴ στιχηδὸν τοὺς νεανίας πάντας διαστῆναι, ὡς ἂν
ἐπελθὼν ἕκαστον ἴδῃ πῶς τε ἡλικίας ἔχοι καὶ μεγέθους
σώματος καὶ εὐεξίας ἐς στρατείαν ἐπιτηδείου.
ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πιστεύσαντες οἱ νεανίαι
 
πάντες, ἐοικότα τε ἐλπίσαντες διὰ τὴν προϋπάρξασαν
παῤ αὐτοῦ ἐς τὴν πόλιν τιμήν, συνῆλθον ἅμα
γονεῦσί τε καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς

ἐλπίσιν. ὁ δ̓ Ἀντωνῖνος διεστῶτας αὐτοὺς ἐπιών,
ἑκάστου ἐφαπτόμενος καὶ ἄλλου ἄλλο λέγων ἐγκώμιον παρῄει, ἔστ̓ αὐτοὺς οὔτε τι ὁρῶντας οὔτε προσδοκῶντας
τὸ στρατιωτικὸν πᾶν ἐκυκλώσατο. ὡς δὲ ἐτεκμήρατο
ἤδη αὐτοὺς εἶναι ἐντὸς τῶν ὅπλων περιειλημμένους
καὶ ὥσπερ ἐν δικτύοις σεσαγηνευμένους,
ἐπελθὼν πάντας αὐτὸς μὲν ὑπεξέρχεται μεθ̓ ἧς εἶχε φρουρᾶς περὶ ἑαυτόν, ὑφ̓ ἑνὶ δὲ σημείῳ προσπεσόντες
πανταχόθεν οἱ στρατιῶται τὴν ἐν μέσῳ πᾶσαν
νεολαίαν, καὶ εἴ τινες ἄλλως παρῆσαν, παντὶ τρόπῳ
φόνων ἀναιροῦσιν, ὡπλισμένοι τε ἀόπλους καὶ πανταχόθεν

περιειληφότες. τῶν δὲ στρατιωτῶν οἳ μὲν ἐφόνευον ἔξωθεν, οἳ δ̓ ὤρυττον ὀρύγματα μέγιστα
ἕλκοντές τε τοὺς πίπτοντας ἐνέβαλλον, πληροῦντες
σωμάτων: καὶ τὴν γῆν ἐπιχέοντες μέγιστον ἤγειρον
ταχέως πολυάνδριον. πολλοί τε καὶ ἡμιθνῆτες εἱλκύσθησαν,
ἔτι τε ἄτρωτοι συνεχώσθησαν. ἀλλὰ μὴν καὶ

τῶν στρατιωτῶν οὐκ ὀλίγοι προσαπώλοντο: ὅσοι γὰρ
ἔτι ἐμπνέοντες καὶ δυνάμεως μετρίως ἔχοντες συνωθοῦντο,
περιπλεκόμενοι συγκαθεῖλκον αὐτούς. τοσοῦτος
δὲ ἐγένετο φόνος ὡς ῥείθροις αἵματος διὰ τοῦ
πεδίου τάς τε ἐκβολὰς τοῦ Νείλου μεγίστας οὔσας τόν τε περὶ τὴν πόλιν αἰγιαλὸν πάντα φοινιχθῆναι. τοιαῦτα
δὴ ἐργασάμενος τὴν πόλιν, ἀπάρας ἐς Ἀντιόχειαν
ἀφίκετο.

ἐπιθυμήσας δὲ μετ̓ οὐ πολὺ Παρθικὸς κληθῆναι
καὶ Ῥωμαίοις ἐπιστεῖλαι ὡς χειρωσάμενος τοὺς κατὰ τὴν ἀνατολὴν βαρβάρους, καίτοι γε οὔσης εἰρήνης
 βαθείας, μηχανᾶται τοιόνδε τι. ἐπιστέλλει τῷ βασιλεῖ
 
Παρθυαίων ʽἈρτάβανος δ̓ ἦν ὄνομα αὐτᾦ,
πέμπει τε πρεσβείαν καὶ δῶρα πάσης ὕλης τε πολυτελοῦς

καὶ τέχνης ποικίλης. τὰ δὲ γράμματα ἔλεγεν ὅτι δὴ βούλεται ἀγαγέσθαι αὐτοῦ τὴν θυγατέρα πρὸς
γάμον: ἁρμόζειν δὲ αὐτῷ, βασιλεῖ τε καὶ βασιλέως
υἱῷ, μὴ ἰδιώτου τινὸς καὶ εὐτελοῦς γαμβρῷ γενέσθαι,
ἀγαγέσθαι δὲ βασιλίδα τε καὶ μεγάλου βασιλέως
θυγατέρα. δύο δὲ ταύτας ἀρχὰς εἶναι μεγίστας,
τήν τε Ῥωμαίων καὶ τὴν Παρθυαίων: ἃς συναχθείσας
κατ̓ ἐπιγαμίαν, μηκέτι ποταμῷ διωρισμένας,

μίαν ποιήσειν ἀρχὴν ἀνανταγώνιστον: τὰ γὰρ λοιπὰ ἔθνη βάρβαρα, ὅσα μὴ ὑπὸ ταῖς τούτων βασιλείαις,
εὐάλωτα ἔσεσθαι αὐτοῖς, κατὰ ἔθνη καὶ κατὰ συστήματα
ἀρχόμενα. εἶναι δὲ Ῥωμαίοις μὲν πεζὸν στρατὸν
καὶ τὴν διὰ δοράτων συστάδην μάχην ἀνανταγώνιστον,
Παρθυαίοις δὲ ἵππον τε πολλὴν καὶ τὴν διὰ

τόξων εὔστοχον ἐμπειρίαν. ταῦτα δὴ συνελθόντα, πάντων τε οἷς πόλεμος κατορθοῦται συμπνεόντων,
ῥᾳδίως αὐτοὺς ὑφ̓ ἑνὶ διαδήματι βασιλεύσειν πάσης
οἰκουμένης. τά τε παῤ ἐκείνοις φυόμενα ἀρώματα ἢ
θαυμαζόμενα ὑφάσματα ἢ παρὰ Ῥωμαίοις μεταλλευόμενα
ἢ διὰ τέχνην ἐπαινούμενα μηκέτι μόλις καὶ
σπανίζοντα λανθάνοντά τε δἰ ἐμπόρων κομισθήσεσθαι,
μιᾶς δὲ γῆς οὔσης καὶ μιᾶς ἐξουσίας κοινὴν καὶ
ἀκώλυτον ἀμφοτέροις τὴν ἀπόλαυσιν ἔσεσθαι.

τοιούτοις αὐτοῦ γράμμασιν ἐντυχὼν ὁ Παρθυαῖος τὰ μὲν πρῶτα ἀντέλεγε, φάσκων οὐχ ἁρμόζειν
Ῥωμαίῳ γάμον βάρβαρον. τίνα γὰρ ἔσεσθαι συμφωνίαν
ἐν αὐτοῖς, μήτε τῆς ἀλλήλων φωνῆς συνιεῖσιν,
ἔν τε διαίτῃ καὶ σκευῇ διαφέρουσιν ἀλλήλων;
εἶναι δὲ παρὰ Ῥωμαίοις εὐπατρίδας πολλούς, ὧν τινὸς
ἐπιλέξασθαι δύναιτ̓ ἂν θυγατέρα, παρά τε αὑτῷ
 
Ἀρσακίδας: καὶ μὴ δεῖν μηδέτερον γένος νοθεύεσθαι.

τὰ μὲν οὖν πρῶτα τοιαῦτά τινα ἐπιστέλλων παρῃτεῖτο:
ἐγκειμένου δὲ τοῦ Ἀντωνίνου, δώροις τε πολλοῖς
καὶ ὅρκοις τὴν πρὸς τὸν γάμον σπουδήν τε καὶ
εὔνοιαν πιστουμένου, πείθεται ὁ βάρβαρος, καὶ δώσειν τε ὑπισχνεῖται, καλεῖ τε γαμβρὸν ἐσόμενον. διαδραμούσης
δὲ τῆς φήμης οἱ μὲν βάρβαροι εὐτρέπιζον
πάντα ἐς τὴν ὑποδοχὴν τοῦ Ῥωμαίων βασιλέως, ἔχαιρόν

τε εἰρήνης αἰωνίου ἐλπίδι: ὁ δ̓ Ἀντωνῖνος διαβὰς
τοὺς ποταμοὺς ἀκωλύτως, εἰσελάσας ἐς τὴν Παρθυαίων γῆν ὡς ἰδίαν ἤδη, πανταχοῦ θυσιῶν αὐτῷ
προσαγομένων βωμῶν τε ἐστεμμένων, ἀρωμάτων καὶ
θυμιαμάτων παντοίων προσφερομένων, χαίρειν τοῖς
γινομένοις ὑπὸ τῶν βαρβάρων προσεποιεῖτο. ὡς δὲ
προχωρήσας τό τε πλεῖστον τῆς ὁδοιπορίας ἀνύσας ἤδη τοῖς βασιλείοις τοῦ Ἀρταβάνου ἐπλησίαζεν, οὐκ
ἀναμείνας ὁ Ἀρτάβανος ὑπήντετο αὐτῷ ἐν τῷ πρὸ
τῆς πόλεως πεδίῳ, δεξιούμενος νυμφίον μὲν τῆς θυγατρὸς

γαμβρὸν δὲ αὑτοῦ. πᾶν δὲ τὸ πλῆθος τῶν
βαρβάρων ἄνθεσι τοῖς ἐπιχωρίοις κατεστεμμένον, ἐσθῆτί τε χρυσῷ καὶ βαφαῖς διαφόροις πεποικιλμένῃ
κεκοσμημένον, ἑώρταζε, πρός τε αὐλοὺς καὶ σύριγγας
τυμπάνων τε ἤχους ἐσκίρτων εὐρύθμως: χαίρουσι
γὰρ τοιαύτην τινὰ ὄρχησιν κινούμενοι, ἐπὰν οἴνου

πλείονος ἐμφορηθῶσιν. ὡς δὲ πᾶν συνῆλθε τὸ πλῆθος, τῶν τε ἵππων ἀπέβησαν, φαρέτρας τε καὶ τόξα
ἀποθέμενοι περὶ σπονδὰς καὶ κύλικας εἶχον. πλεῖστον
δὲ πλῆθος τῶν βαρβάρων ἤθροιστο, καὶ ὡς ἔτυχεν
ἀτάκτως εἱστήκεσαν, οὐδὲν μὲν ἄτοπον προσδοκῶντες,

σπεύδων δὲ ἕκαστος ἰδεῖν τὸν νυμφίον. τότε ὑφ̓ ἑνὶ συνθήματι κελεύει ὁ Ἀντωνῖνος τῷ ἰδίῳ στρατῷ
ἐπιδραμεῖν καὶ φονεύειν τοὺς βαρβάρους. ἐκπλαγέντες
 
δὲ τῷ πράγματι, παιόμενοί τε καὶ τιτρωσκόμενοι
ἐτράποντο. αὐτός τε Ἀρτάβανος ἁρπαγεὶς ὑπὸ τῶν
περὶ αὐτὸν δορυφόρων ἵππῳ τε ἐπιτεθεὶς ἀπέδρα μόλις

μετ̓ ὀλίγων. τὸ δὲ λοιπὸν πλῆθος ἐκόπτετο τῶν βαρβάρων οὔτε τοὺς ἵππους ἐχόντων, οἷς χρῶνται
μάλιστα ʽἀποβεβηκότες γὰρ εἱστήκεσαν, ἐκείνους
ἀνέντες νέμεσθαἰ, οὔτε δρόμῳ χρήσασθαι δυναμένων
πρὸς φυγήν, ἐμποδιζούσης αὐτοὺς τῆς περὶ τοῖς
ποσὶ χαύνου ἐσθῆτος. φαρέτρας δὲ καὶ τόξα οὐκ εἶχον:

τί γὰρ ἔχρῃζον αὐτῶν πρὸς γάμους; πολὺν δὲ ἐργασάμενος ὁ Ἀντωνῖνος φόνον τῶν βαρβάρων, λείαν τε
καὶ αἰχμαλώτους παμπληθεῖς συλλαβών, ἀπῄει μηδενὸς
αὐτῷ ἀνθεστῶτος, κώμας τε καὶ πόλεις ἐμπιπράς,
δοὺς ἐξουσίαν τοῖς στρατιώταις ἁρπάζειν τε ἕκαστον
ὃ δύναται καὶ ὃ βούλεται αὐτὸς κτήσασθαι.

τοιούτῳ μὲν δὴ πάθει ἐχρήσαντο οἱ βάρβαροι οὐ προσδοκηθέντι: ὁ δὲ Ἀντωνῖνος ἐπὶ πολὺ τῆς
Παρθυαίων γῆς ἐλάσας, ἤδη καὶ τῶν στρατιωτῶν κεκμηκότων
ἐν αὐτῷ τῷ ἁρπάζειν καὶ φονεύειν, ἐπανῆλθεν
ἐς τὴν Μεσοποταμίαν. ἐκεῖ δὲ γενόμενος
ἐπιστέλλει τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ
πᾶσαν ἀνατολὴν κεχειρῶσθαι καὶ τῆς ἐπέκεινα βασιλείας

πάντας αὐτῷ παρακεχωρηκέναι. ἡ δὲ σύγκλητος, οὐκ ἀγνοοῦντες μὲν τὰ πεπραγμένα ʽλαθεῖν γὰρ
ἔργα βασιλέως ἀδύνατον̓, πλὴν δέει καὶ κολακείᾳ
ψηφίζονται αὐτῷ πάσας τιμὰς ἐπινικίους. διέτριβε
δὲ μετὰ ταῦτα ἐν τῇ Μεσοποταμίᾳ ὁ Ἀντωνῖνος,
ἡνιοχείαις σχολάζων καὶ θηρία παντοδαπὰ ἀναιρῶν.

ἦσαν δὲ αὐτῷ ἐπάρχοντες τοῦ στρατοπέδου δύο, ὃ μὲν πρεσβύτης πάνυ, τὰ μὲν ἄλλα ἰδιώτης καὶ πολιτικῶν
πραγμάτων ἀπείρως ἔχων, στρατιωτικὸς δὲ
γεγενῆσθαι δοκῶν: Ἀδ̔??ʼέντος ὄνομα αὐτῷ: ὁ δὲ
 
ἕτερος Μακρῖνος μὲν ἐκαλεῖτο, τῶν δὲ ἐν ἀγορᾷ οὐκ
ἀπείρως εἶχε, καὶ μάλιστα νόμων ἐπιστήμης. ἐς τοῦτον
οὖν ὡς μὴ στρατιωτικὸν μηδὲ γενναῖον δημοσίᾳ
πολλάκις ἀπέσκωπτε, καὶ μέχρις αἰσχρᾶς βλασφημίας:

ἐπεὶ γὰρ ἤκουεν αὐτὸν καὶ διαίτῃ ἐλευθερίῳ χρώμενον καὶ τὰ φαῦλα καὶ ἀπερριμμένα τῶν ἐδεσμάτων
καὶ ποτῶν μυσαττόμενον, οἷς ὡς στρατιωτικὸς δὴ ὁ
Ἀντωνῖνος ἔχαιρε, χλαμύδιον ἤ τινα ἄλλην ἐσθῆτα
ἀμφιεσάμενον ἀστειοτέραν ἐς ἀνανδρίαν καὶ θήλειαν
νόσον διέβαλλεν, ἀεί τε ἀποκτενεῖν ἠπείλει. ἅπερ οὐ φέρων ὁ Μακρῖνος πάνυ ἤσχαλλε.

συνέβη δέ τι καὶ τοιοῦτον: ἔδει γὰρ ἄρα τέλος
λαβεῖν τὸν Ἀντωνίνου βίον. περιεργότατος γὰρ ὢν
οὐ μόνον τὰ ἀνθρώπων πάντα εἰδέναι ἤθελεν, ἀλλὰ
καὶ τὰ θεῖά τε καὶ δαιμόνια πολυπραγμονεῖν. ἀεί τε πάντας ὑπώπτευεν ὡς ἐπιβουλεύοντας, χρηστηρίων
τε πάντων ἐνεφορεῖτο, τούς τε πανταχόθεν μάγους
καὶ ἀστρονόμους τε καὶ θύτας μετεπέμπετο: καὶ οὐδεὶς
αὐτὸν ἐλάνθανε τῶν τὴν γοητείαν ταύτην ὑπισχνουμένων.

ὑποπτεύων δ̓ αὐτοὺς ὡς οὐ τἀληθῆ αὐτῷ ἀλλὰ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει
Ματερνιανῷ τινί, τότε πάσας ὑπ̓ αὐτοῦ ἐν Ῥώμῃ
πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ εἶναι δοκοῦντι
φίλων καὶ μόνῳ κοινωνῷ τῶν ἀπορρήτων: κελεύει δὲ
αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι νεκυίᾳ τε χρησαμένῳ μαθεῖν περὶ τοῦ τέλους τοῦ βίου αὐτοῦ, καὶ

μή τις ἄρα ἐπιβουλεύοι τῇ ἀρχῇ. ὁ δὲ Ματερνιανὸς
χρησάμενος ἀδεῶς τοῖς ὑπὸ τοῦ βασιλέως κελευσθεῖσιν,
εἴτε ὄντως αὐτῷ δαιμόνων ταῦτα θεσπισάντων
εἴτε ἄλλως συσκευαζόμενος τὸν Μακρῖνον, ἐπιστέλλει τῷ Ἀντωνίνῳ ἐπιβουλεύειν τῇ ἀρχῇ τὸν Μακρῖνον

καὶ δεῖν αὐτὸν ἀποσκευάσασθαι. ταῦτα τὰ γράμματα
 
ἀποσημηνάμενος μετὰ καὶ ἑτέρων ἐπιστολῶν
κατὰ τὸ ἔθος δίδωσι τοῖς διακομίζουσιν, οὐκ εἰδόσιν
ἃ φέρουσι. τῷ δὲ συνήθει τάχει τῆς ὁδοιπορίας ἐκεῖνοι
χρησάμενοι ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε
σκευὴν ἡνιόχου ἀνειληφότι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι
προσκομίζουσι πάντα τὸν σύνδεσμον τῶν ἐπιστολῶν,
ἐν αἷς ἦν καὶ τὰ κατὰ Μακρίνου γράμματα.

ὁ δ̓ Ἀντωνῖνος τὴν ὁρμὴν ἤδη καὶ τὴν γνώμην περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἀποστάντι
καὶ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ
τι ἐπεῖγον εἴη, δηλῶσαι αὐτῷ, εἰ δὲ μή, τὰ ἐξ ἔθους
αὐτὸν διοικῆσαι ὡς ἔπαρχον. πολλάκις δὲ τοῦτο κελεύειν
ἦν σύνηθες αὐτῷ. καὶ ὃ μὲν ταῦτα προστάξας

εἴχετο τοῦ προκειμένου: ὁ δὲ Μακρῖνος καθ̓ αὑτὸν γενόμενος τάς τε ἄλλας ἐπιλύεται ἐπιστολάς, περιτυχὼν
δὲ καὶ τῇ καθ̓ αὑτοῦ θανατηφόρῳ ὁρᾷ προῦπτον
κίνδυνον ἐπικείμενον. εἰδώς τε τοῦ Ἀντωνίνου
τὸν θυμὸν καὶ τὸ φονικὸν ἐπὶ τοιοῖσδε γράμμασι, καὶ
πρόφασιν αὐτῷ εὔλογον ὑπάρξουσαν, τὴν μὲν ἐπιστολὴν
ὑφαιρεῖται, περὶ δὲ τῶν λοιπῶν ἀπαγγέλλει

ὡς εἶεν συνήθεις. φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, δρᾶσαί τι μᾶλλον ἠθέλησεν
ἢ ἀναμείνας παθεῖν. τολμᾷ δή τι τοιοῦτον. ἦν
τις ἑκατοντάρχης, Μαρτιάλιος δὲ ὄνομα αὐτῷ, τῶν
σωματοφυλάκων τῶν Ἀντωνίνου, ἀεὶ παρεπόμενος
αὐτῷ. τούτου τὸν ἀδελφὸν πρὸ ὀλίγων ἡμερῶν ἀνῃρήκει
διαβληθέντα μὲν οὐκ ἐλεγχθέντα δέ: αὐτῷ τε
τῷ Μαρτιαλίῳ ἐνύβρισεν, ἄνανδρον αὐτὸν καὶ ἀγεννῆ

καλῶν καὶ Μακρίνου φίλον. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντά τε σφοδρῶς ἐπὶ τῇ τοῦ ἀδελφοῦ
ἀναιρέσει, μὴ φέροντά τε τὰς ἐς αὑτὸν ὕβρεις,
μεταπέμπεται ʽἐθάρρει δὲ αὐτῷ θεραπεύοντί τε αὐτὸν
 
ἄνωθεν καὶ πολλὰ ὑπ̓ αὐτοῦ εὐεργετηθέντἰ, πείθει
τε καιρὸν ἐπιτήδειον παραφυλάξαντα ἐπιβουλεῦσαι
τῷ Ἀντωνίνῳ. ὃ δὲ ταῖς τε ὑποσχέσεσι τοῦ Μακρίνου
ἀναπεισθείς, μισῶν τε ἄλλως καὶ τιμωρῆσαι θέλων
τῷ ἀδελφῷ, πάντα ποιήσειν ἀσμένως ὑπισχνεῖται καιρὸν ἐπιτήδειον εὑρών.

συνέβη δὲ μετ̓ οὐ πολὺ τῆς σκέψεως ταύτης
θελῆσαι τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς
Μεσοποταμίας, προελθεῖν τῆς βασιλείας ἀπελθεῖν τε
ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς
ὁδοιπορίας χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ
μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο,

ὡς δὴ θύσας τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ τὴν
μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος
τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν
καὶ ὡς πορρωτάτω ἀπῄεσαν, τιμὴν καὶ αἰδῶ

τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς
πάντας παραφυλάττων, ἰδών τε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ̓ αὐτοῦ νεύματι ἐρῶν τι ἢ
ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας
τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ,
ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ
τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως

τε καὶ ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος
 δὲ αὐτοῦ πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος.
Γερμανοὶ δὲ ἱππεῖς, οἷς ὁ Ἀντωνῖνος ἔχαιρε φρουροῖς
τε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες
ὅσον οἱ λοιποί, πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες

τὸν Μαρτιάλιον κατηκόντισαν. ὡς δὲ καὶ ὁ
λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον,
 
καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί
τε καὶ θρηνεῖν προσεποιεῖτο. ὅ τε στρατὸς
πᾶς χαλεπῶς καὶ δυσφόρως ἤνεγκε τὸ πραχθέν: συστρατιώτην
γὰρ καὶ κοινωνὸν τοῦ βίου, ἀλλ̓ οὐκ ἄρχοντα
ᾤοντο ἀποβεβληκέναι. καὶ οὐδεμίαν πω ἐπιβουλὴν
ὑπώπτευον ἐκ τοῦ Μακρίνου, ᾤοντο δὲ τὸν

Μαρτιάλιον οἰκείαν ἔχθραν ἀμύνασθαι. καὶ οἳ μὲν ἕκαστος ἐς τὰς σκηνὰς ἐπανῇσαν: ὁ δὲ Μακρῖνος πυρὶ
παραδοὺς τὸ σωμάτιον, τήν τε κόνιν κάλπῃ τινὶ ἐμβαλών,
ἔπεμψε τῇ μητρὶ αὐτοῦ καταθάψαι, ἐν Ἀντιοχείᾳ
διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων
ὁμοίαις συμφοραῖς εἴτε ἑκοῦσα εἴτε κελευσθεῖσα ἀπεκαρτέρησε.
τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο ὁ Ἀντωνῖνος
καὶ ἡ μήτηρ Ἰουλία, βιώσαντες ὡς προείρηται.
πᾶς δὲ ὁ χρόνος ἐν ᾧ μόνος ἐβασίλευσεν ἄνευ τοῦ πατρὸς
καὶ τοῦ ἀδελφοῦ, ἐν ἓξ ἔτεσι συνετελέσθη.

τελευτήσαντος δὲ τοῦ Ἀντωνίνου ἐν ἀφασίᾳ τε ἦν ὁ στρατὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου: ἔμεινάν τε
ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουν τε ὃν ἐπιλέξονται
ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους
καὶ δυνάμεως ἐπιὼν ὁ Ἀρτάβανος, δίκας ἀπαιτήσων
τιμωρήσων τε τοῖς ἐν σπονδαῖς καὶ εἰρήνῃ ἀνῃρημένοις.

αἱροῦνται δὴ βασιλέα πρῶτον μὲν Ἀδ̔??ʼέντον ὡς στρατιωτικόν τε καὶ ἔπαρχον οὐ φαῦλον γενόμενον:
ὃ δὲ γῆρας προϊσχόμενος παρῃτήσατο: μετ̓ ἐκεῖνον
δὲ τὸν Μακρῖνον, πειθόντων αὐτοὺς χιλιάρχων,
οἳ καὶ τῆς ἐπιβουλῆς τοῦ Ἀντωνίνου συνωμόται καὶ
κοινωνοὶ τοῦ Μακρίνου γεγενῆσθαι ὑπωπτεύθησαν.
ὕστερον γοῦν ἐκολάσθησαν μετὰ τὴν ἐκείνου τελευτήν,

ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. παρέλαβε δὲ τὴν βασιλείαν ὁ Μακρῖνος οὐχ οὕτως εὐνοίᾳ καὶ πίστει τῶν
στρατιωτῶν ὡς ἀνάγκῃ καὶ χρείᾳ τοῦ παρόντος καιροῦ.
 
τούτων δὲ πραττομένων ἐφίσταται ὁ Ἀρτάβανος
μετὰ μεγίστου πλήθους καὶ δυνάμεως, ἵππον τε
πολλὴν ἄγων καὶ τοξοτῶν μέγα τι πλῆθος καταφράκτους

τε ἀπὸ καμήλων ἔξωθεν μακροῖς δόρασιν. ὡς
δ̓ ἀπηγγέλη προσιών, συγκαλέσας τοὺς στρατιώτας ὁ Μακρῖνος ἔλεξε τοιάδε. ἀλγεῖν μὲν ὑμᾶς πάντας
ἐπὶ τοιούτου βασιλέως, ἢ ἵνα τἀληθῆ λέγοιμι, συστρατιώτου
ἀποβολῇ θαυμαστὸν οὐδέν: φέρειν δὲ τὰς
συμφορὰς καὶ τὰ προσπίπτοντα μετρίως ὑπομένειν

ἀνθρώπων ἔργον σωφρονούντων. ἡ μὲν γὰρ ἐκείνου μνήμη ἔν τε τοῖς ὑμετέροις στέρνοις ἐγκείσεται,
τοῖς τε ἐς ὕστερον παραδοθήσεται δόξαν ἀίδιον φέρουσα
μεγάλων τε καὶ γενναίων ἔργων ὧν ἔδρασε,
φίλτρων τε καὶ εὐνοίας καμάτων τε κοινωνίας τῆς
πρὸς ὑμᾶς. νῦν δὲ καιρός, τιμήσαντας ὡς χρὴ τὴν μνήμην τοῦ τετελευτηκότος, ἀφοσιωσαμένους τε τὰ

πρὸς ἐκεῖνον, ἔχεσθαι τῶν ἐπειγόντων. ὁρᾶτε τὸν
βάρβαρον ἐφεστῶτα σὺν παντὶ τῷ τῆς ἀνατολῆς πλήθει,
καὶ δοκοῦντα πρόφασιν εὔλογον ἔχειν ἔχθρας:
ἡμεῖς γὰρ αὐτὸν προυκαλεσάμεθα παρασπονδήσαντες, καὶ ἐν εἰρήνῃ βαθείᾳ πόλεμον ἠγείραμεν. ἤρτηται δὲ
νῦν πᾶσα ἡ Ῥωμαίων ἀρχὴ τῆς ὑμετέρας ἀνδρείας τε
καὶ πίστεως: οὐ γὰρ περὶ ὅρων γῆς οὐδὲ ῥείθρων ποταμῶν
ἡ φιλονεικία, περὶ τοῦ παντὸς δέ, πρὸς μέγαν
βασιλέα, ὑπὲρ παίδων καὶ συγγενῶν, οὓς ἐκεῖνος

ἀδίκως καὶ παρὰ τοὺς ὅρκους οἴεται ἀνῃρῆσθαι. τά τε
οὖν ὅπλα λαμβάνωμεν, καὶ τῇ συνήθει Ῥωμαίοις εὐκοσμίᾳ
ταττώμεθα. ἐν γὰρ ταῖς παρατάξεσι τὸ μὲν
τῶν βαρβάρων ἄτακτον πλῆθος καὶ προσκαίρως
ἠθροισμένον αὐτὸ ἑαυτῷ ἴσως γένοιτ̓ ἂν ἐναντίον: τὸ δ̓ ὑμέτερον εὔτακτόν τε ὂν καὶ συγκεκροτημένον,
μετά τε ἐμπειρίας μαχόμενον, ὑμῖν τε ἔσται σωτήριον
 
κἀκείνοις ὀλέθριον. μετ̓ ἀγαθῆς οὖν τῆς ἐλπίδος
ἀγωνίζεσθε ὡς Ῥωμαίοις πρέπει καὶ σύνηθες:

οὕτω γὰρ τούς τε βαρβάρους ἀπώσεσθε ὑμεῖς, καὶ δόξης κλέος ἀράμενοι μέγα Ῥωμαίοις τε καὶ πᾶσιν ἀνθρώποις
δείξετε, τήν τε προτέραν νίκην πιστώσεσθε,
ὡς μὴ δόλῳ καὶ ἀπάτῃ παρασπονδήσαντες ἠδικήσατε,
ἀλλὰ δἰ ὅπλων νικήσαντες ἐκρατήσατε. 
τοιαῦτά τινα εἰπόντος αὐτοῦ, οἱ στρατιῶται τὴν
ἀνάγκην τοῦ πράγματος ὁρῶντες παρετάττοντο κἀν

τοῖς ὅπλοις ἦσαν. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι ἐφάνη Ἀρτάβανος σὺν μεγίστῳ πλήθει στρατοῦ. ἀσπασάμενοι
δὲ τὸν ἥλιον, ὡς ἔθος αὐτοῖς, οἱ βάρβαροι, μεγίστῃ
τε κλαγγῇ βοήσαντες, ἐπέδραμον τοῖς Ῥωμαίοις τοξεύοντές
τε καὶ καθιππεύοντες. οἱ δὲ Ῥωμαῖοι εὐτάκτως
τε καὶ ἀσφαλῶς συστήσαντες τὰς φάλαγγας, ἑκατέρωθέν
τε τοὺς ἱππεῖς καὶ τοὺς Μαυρουσίους παρατάξαντες,
τά τε κενὰ πληρώσαντες τῶν κούφως καὶ
εὐσταλῶς ἐκτρέχειν δυναμένων, δεξάμενοι τοὺς βαρβάρους

ἐμάχοντο. καὶ οἱ μὲν βάρβαροι τῷ πλήθει τῶν τόξων τοῖς τε ἐπιμήκεσι δόρασι τῶν καταφράκτων
ἀπό τε ἵππων καὶ καμήλων τιτρώσκοντες αὐτοὺς
μεγάλως ἄνωθεν ἔβλαπτον: οἱ δὲ Ρωμαῖοι τῶν μὲν
συσταδὸν μαχομένων ῥᾳδίως ἐκράτουν, ἐπεὶ δὲ αὐτοὺς
ἥ τε ἵππος πολλὴ οὖσα καὶ τὸ τῶν καμήλων πλῆθος
ἐλυμαίνετο, προσποιούμενοι ἀναχωρεῖν τριβόλους
τε καὶ ἄλλα τινὰ τεχνάσματα σιδήρων, ὀξυτάτας ἐξοχὰς
περικείμενα, ἐρρίπτουν. παραλανθάνοντα δὲ
ἐν ταῖς ψάμμοις καὶ οὐ καθορώμενα ὑπὸ τῶν ἱππέων

ἢ τῶν καμηλιτῶν ὀλέθρια ἦν αὐτοῖς: πατοῦντες γὰρ οἱ ἵπποι, αἵ τε κάμηλοι μάλιστα, ἔχουσαι ἁπαλὰ τὰ
πέλματα, ὤκλαζον καὶ ἐχώλευον, τούς τε ἐπιβάτας
οὓς ἔφερον ἀπεσείοντο. οἱ δὲ ἐπέκεινα βάρβαροι ἐς
 
ὅσον μὲν ἐποχοῦνται ἵπποις ἢ καμήλοις, γενναίως
μάχονται, ἢν δὲ ἀποβῶσιν αὐτῶν ἢ κατενεχθῶσι, ῥᾷστα
ἁλίσκονται, μὴ φέροντες τὴν ἐκ συστάσεως μάχην.
πρός τε τὸ φυγεῖν ἢ διῶξαι, εἰ δέοι, ὑπὸ τῆς
περὶ τοῖς σκέλεσιν ἐσθῆτος χαύνως παρῃωρημένης ἐμποδίζονται.

πρώτης μὲν οὖν καὶ δευτέρας ἡμέρας ἐξ ἑωθινοῦ
ἐς ἑσπέραν ἐμαχέσαντο, καὶ νὺξ ἐπελθοῦσα διέλυσε
τὰς μάχας, ἑκάτεροί τε ἐπανῆλθον ἐς τὰ ἑαυτῶν
στρατόπεδα νικᾶν ἀξιοῦντες. τῇ δὲ τρίτῃ ἡμέρᾳ συνῆλθον ἐς τὸ αὐτὸ πεδίον μαχούμενοι, ἐπειρῶντο
δὲ οἱ μὲν βάρβαροι, πολύ τι τῷ πλήθει τούτων ὑπερέχοντες,
κυκλώσασθαι τοὺς Ῥωμαίους καὶ σαγηνεῦσαι:
οἱ δὲ Ῥωμαῖοι οὐκέτι τὰς φάλαγγας ἐς βάθος συνίστασαν,
ἐς μῆκος δ̓ ἐκτείνοντες ἀεὶ τὸ κυκλούμενον

ἐνεπόδιζον. πλῆθος δὲ τοσοῦτον ἀνδρῶν τε καὶ
κτηνῶν ἐφονεύθη ὡς πᾶν πληρωθῆναι τὸ πεδίον μεγίστους
τε σωροὺς πτωμάτων ἐς ὕψος ἀρθῆναι, καὶ
μάλιστα τῶν καμήλων ἐπαλλήλων πιπτουσῶν. πρός
τε οὖν τὸ διατρέχειν ἐνεποδίζοντο οἱ μαχόμενοι: οὐκέτι δὲ οὐδὲ καθεώρων ἀλλήλους, μεγάλου οἱονεὶ χώματος
ἐν μέσῳ καὶ δυσβάτου ὑπὸ τῶν σωμάτων σεσωρευμένου,
ὑφ̓ οὗ κωλυόμενοι τοῖς ἄλλοις ἐπιέναι
ἕκαστοι ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα.

ὁ δὲ Μακρῖνος συνεὶς ὅτι οὐκ ἄλλως Ἀρτάβανος ἐκθύμως τε μάχεται καὶ προσμένει ἀλλ̓ ἢ οἰόμενος
Ἀντωνίνῳ μάχεσθαι, εἰωθότων ἀεὶ τῶν βαρβάρων
ῥᾷστα ἀποκάμνειν ἐθελοκακεῖν τε, εἰ μή τι ἐν ταῖς

πρώταις ὁρμαῖς κατορθώσουσι, τότε δὲ προσμενόντων
ὡς ἂν τὴν μάχην ἀνανεώσαιντο μετὰ τὴν τῶν νεκρῶν ἀναίρεσίν τε καὶ κατάφλεξιν, οὐκ οἰομένων
τεθνηκέναι τὸν τῆς ἔχθρας αἴτιον, πέμπει πρεσβείαν
 
ἐπιστέλλει τε τῷ Παρθυαίῳ, λέγων τὸν μὲν περὶ τὰς
σπονδὰς καὶ τοὺς ὅρκους ἀδικήσαντα βασιλέα τεθνηκέναι
δίκας τε ἀξίας ὧν ἔδρασε δεδωκέναι, Ῥωμαίους
δέ, ὧν ἐστὶν ἡ ἀρχή, ἑαυτῷ τὰ τῆς βασιλείας ἐγκεχειρικέναι:

μήτε δὲ ἀρέσκεσθαι τοῖς πραχθεῖσιν, αἰχμαλώτους τε τοὺς περιόντας ἀποδοῦναι, χρήματά τε ὅσα
ἡρπάγη ἀποτῖσαι, φίλῳ τε ἀντὶ ἐχθροῦ χρῆσθαι καὶ
τὴν εἰρήνην ὅρκοις καὶ σπονδαῖς βεβαιῶσαι. ὁ δὲ Ἀρτάβανος
ταῦτά τε ἀναγνοὺς καὶ διδαχθεὶς ὑπὸ τῶν
πρέσβεων περὶ τῆς Ἀντωνίνου ἀναιρέσεως, αὐτάρκη
τιμωρίαν τὸν παρασπονδήσαντα δεδωκέναι νομίζων,

τοῦ τε στρατοῦ αὑτῷ τετρυχωμένου, ἀγαπῶν τε τοὺς αἰχμαλώτους καὶ τὰ χρήματα ἀναιμωτὶ ἀπολαβεῖν,
σπεισάμενος εἰρήνην πρὸς τὸν Μακρῖνον ἐς τὰ ἑαυτοῦ
ἐπανέρχεται. ὃ δὲ τόν τε στρατὸν ἀπαλλάξας
τῆς ἐν Μεσοποταμίᾳ διατριβῆς ἐς τὴν Ἀντιόχειαν
ἠπείγετο.

Ὅπως μὲν δὴ ὁ Ἀντωνῖνος ἦρξέ τε καὶ ἐτελεύτησε,
δεδήλωται ἐν τῷ πρὸ τούτου συγγράμματι ἥ τε
πρὸ τούτου ἐπιβουλὴ καὶ διαδοχή : γενόμενος δὲ ἐν
τῇ Ἀντιοχείᾳ ὁ Μακρῖνος ἐπιστέλλει τῷ τε δήμῳ Ῥωμαίων

καὶ τῇ συγκλήτῳ, λέγων τοιάδε. ἐν εἰδόσι μὲν ὑμῖν τοῦ τε βίου μου τὴν ἐξ ἀρχῆς προαίρεσιν
τοῦ τε τρόπου τὸ πρὸς χρηστότητα ἐπιρρεπές, καὶ τὸ
πρᾶον τῆς διοικηθείσης πρότερον πράξεως, οὐ πολύ
τι ἐξουσίας καὶ δυνάμεως βασιλικῆς ἀποδεούσης, ὅπου
γε καὶ αὐτὸς ὁ βασιλεὺς τοῖς ἐπάρχουσι τῶν στρατοπέδων
πεπίστευται, περιττὸν νομίζω μακρηγορεῖν.
 
ἴστε γάρ με καὶ οἷς ἐκεῖνος ἔπραττεν οὐκ ἀρεσκόμενον,
καὶ προκινδυνεύσαντα ὑμῶν ἐν οἷς πολλάκις
ταῖς τυχούσαις διαβολαῖς πιστεύων ἀφειδῶς ὑμῖν

προσεφέρετο. κἀμὲ μὲν κακῶς ἠγόρευε, καὶ δημοσίᾳ
πολλάκις τὸ μέτριόν μου καὶ πρὸς τοὺς ἀρχομένους φιλάνθρωπον διαβάλλων καὶ διασκώπτων ἐς
ῥᾳθυμίαν καὶ τρόπων χαυνότητα: κολακείαις δὲ χαίρων,
καὶ τοὺς εἰς ὠμότητα παροξύνοντας τῷ τε θυμῷ
τὸ ἐνδόσιμον αὐτοῦ διδόντας τήν τε ὀργὴν διαβολαῖς
ἐγείροντας εὔνους καὶ πιστοὺς ἐδοκίμαζε φίλους. ἐμοὶ

δὲ ἐξ ἀρχῆς τὸ πρᾶον καὶ μέτριον προσφιλές. τὸν
γοῦν πρὸς Παρθυαίους πόλεμον, μέγιστόν τε ὄντα
καὶ ἐφ̓ ᾧ πᾶσα Ῥωμαίων ἐσάλευεν ἀρχή, κατελύσαμεν
καὶ ἐν οἷς ἀνδρείως παραταξάμενοι οὐδέν τι ἡττήμεθα,
καὶ ἐν οἷς σπείσαντες μετὰ πολλῆς δυνάμεως ἐλθόντα μέγαν βασιλέα πιστὸν φίλον ἀντ̓ ἐχθροῦ
δυσμάχου ἐποιήσαμεν. ἐμοῦ δὲ κρατοῦντος ἐν ἀδείᾳ
τε καὶ ἀναιμωτὶ πάντες βιώσονται, ἀριστοκρατία τε

μᾶλλον ἢ βασιλεία νομισθήσεται. μηδέ τις ἀπαξιούτω
ἢ τύχης πταῖσμα νομιζέτω, ὅτι δὴ ὄντα με ἐκ τῆς ἱππάδος τάξεως ἐπὶ τοῦτο ἤγαγε. τί γὰρ ὄφελος εὐγενείας,
εἰ μὴ χρηστὸς καὶ φιλάνθρωπος συνοικεῖ
τρόπος; τὰ μὲν γὰρ τῆς τύχης δῶρα καὶ ἀναξίοις περιπίπτει,
ἡ δὲ τῆς ψυχῆς ἀρετὴ ἰδίαν ἑκάστῳ δόξαν
περιτίθησιν. εὐγένεια δὲ καὶ πλοῦτος καὶ ὅσα τοιαῦτα μακαρίζεται μέν, οὐκ ἐπαινεῖται δέ, ὡς παῤ

ἄλλου δοθέντα: ἐπιείκεια δὲ καὶ χρηστότης ἅμα τῷ
θαυμάζεσθαι καὶ τῶν ἐπαίνων τὴν ἀναφορὰν ἐς αὐτόν
τινα ἔχει τὸν κατορθοῦντα. τί γοῦν ὑμᾶς ὤνησεν
ἡ Κομμόδου εὐγένεια ἢ Ἀντωνίνου ἡ πατρῴα διαδοχή; οἱ μὲν γὰρ ὥσπερ ὄφλημα κληρονομίας εἰληφότες
ἀποχρῶνταί τε καὶ ἐνυβρίζουσιν ὡς ἄνωθεν
 
ἰδίῳ κτήματι: οἱ δὲ παῤ ὑμῶν λαβόντες χάριτός τε
ἀιδίου εἰσὶ χρεῶσται καὶ πειρῶνται ἀμείψασθαι τοὺς

εὐεργεσίαις προειληφότας. καὶ τῶν μὲν εὐπατριδῶν βασιλέων τὸ εὐγενὲς ἐς ὑπεροψίαν ἐκπίπτει καταφρονήσει
τῶν ὑπηκόων ὡς πολὺ ἐλαττόνων: οἱ δὲ ἐκ
μετρίων πράξεων ἐπὶ τοῦτο ἐλθόντες περιέπουσιν αὐτὸ
ὡς καμάτῳ κτηθέν, αἰδῶ τε καὶ τιμὴν ἀπονέμουσιν,

ἣν εἰώθεσαν, τοῖς ποτὲ κρείττοσιν. ἐμοὶ δὲ σκοπὸς μηδέν τι πράττειν ἄνευ τῆς ὑμετέρας γνώμης,
κοινωνούς τε καὶ συμβούλους ἔχειν τῆς τῶν πραγμάτων
διοικήσεως. ὑμεῖς δὲ ἐν ἀδείᾳ καὶ ἐλευθερίᾳ
βιώσεσθε, ὧν ἀφῃρέθητε μὲν ὑπὸ τῶν εὐπατριδῶν
βασιλέων, ἀποδοῦναι δὲ ὑμῖν ἐπειράθησαν πρότερον
μὲν Μάρκος ὕστερον δὲ Περτίναξ, ἐξ ἰδιωτικῶν σπαργάνων
ἐπὶ τοῦτο ἐλθόντες. γένους γὰρ ἔνδοξον ἀρχὴν
αὐτὸν παρασχεῖν καὶ τῷ ὑστέρῳ γένει ἄμεινον ἢ κλέος
προγονικὸν παραλαμβάνοντα τρόπου φαυλότητι καταισχῦναι.

ἀναγνωσθείσης δὲ τῆς τοιαύτης ἐπιστολῆς, εὐφημεῖ τε αὐτὸν ἡ σύγκλητος καὶ τὰς σεβασμίους τιμὰς
πάσας ψηφίζεται. οὐχ οὕτω δὲ εὔφραινε πάντας ἡ
Μακρίνου διαδοχή, ὡς ὑπερήδοντό τε καὶ πανδημεὶ
ἑώρταζον ἐπὶ τῇ Ἀντωνίνου ἀπαλλαγῇ. ἕκαστός τε
ᾤετο, μάλιστα τῶν ἐν ἀξιώσει τινὶ ἢ πράξει καθεστώτων,
ξίφος ἀποσεσεῖσθαι τοῖς αὐχέσιν ἐπαιωρούμενον.

συκοφάνται τε ἢ δοῦλοι, ὅσοι δεσπότας κατήγγελον, ἀνεσκολοπίσθησαν: ἥ τε Ῥωμαίων πόλις καὶ
σχεδὸν πᾶσα ἡ ὑπὸ Ῥωμαίους οἰκουμένη καθαρθεῖσα
πονηρῶν ἀνθρώπων, τῶν μὲν κολασθέντων τῶν δὲ
ἐξωσθέντων, εἰ δέ τινες καὶ ἔλαθον, δἰ εὐλάβειαν
ἡσυχαζόντων, ἐν ἀδείᾳ πολλῇ καὶ εἰκόνι ἐλευθερίας
ἐβίωσαν ἐκείνου τοῦ ἔτους οὗ μόνου ὁ Μακρῖνος ἐβασίλευσε.

τοσοῦτον δὲ ἥμαρτεν ὅσον μὴ διέλυσεν
εὐθέως τὰ στρατόπεδα καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν
ἀπέπεμψεν, αὐτός τε ἐς τὴν Ῥώμην ποθοῦσαν ἠπείχθη,
τοῦ δήμου ἑκάστοτε καλοῦντος μεγάλαις βοαῖς,
ἐν δὲ τῇ Ἀντιοχείᾳ διέτριβε γένειόν τε ἀσκῶν, βαδίζων τε πλέον τοῦ δέοντος ἠρεμαίως, βραδύτατά τε καὶ
μόλις τοῖς προσιοῦσιν ἀποκρινόμενος ὡς μηδ̓ ἀκούεσθαι

πολλάκις διὰ τὸ καθειμένον τῆς φωνῆς. ἐζήλου
δὲ ταῦτα ὡς δὴ Μάρκου ἐπιτηδεύματα, τὸν δὲ λοιπὸν
βίον οὐκ ἐμιμήσατο, ἐπεδίδου δὲ ἑκάστοτε ἐς τὸ ἁβροδίαιτον, ὀρχηστῶν τε θέαις καὶ πάσης μούσης
κινήσεώς τε εὐρύθμου ὑποκριταῖς σχολάζων, τῆς τε
τῶν πραγμάτων διοικήσεως ἀμελῶς ἔχων. προῄει τε
πόρπαις καὶ ζωστῆρσι χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις
πεποικιλμένοις κεκοσμημένος, τῆς τοιαύτης πολυτελείας παρὰ τοῖς Ῥωμαίων στρατιώταις οὐκ ἐπαινουμένης,
βαρβάρου δὲ μᾶλλον καὶ θηλυπρεποῦς εἶναι

δοκούσης. ἅπερ ὁρῶντες οἱ στρατιῶται οὐ πάνυ τι
ἀπεδέχοντο, ἀπηρέσκοντό τε αὐτοῦ τῷ βίῳ ὡς ἀνειμένῳ
μᾶλλον ἢ κατ̓ ἄνδρα στρατιωτικόν: παραβάλλοντες δὲ τὴν μνήμην τῇ Ἀντωνίνου διαίτῃ ἐπιστρεφεῖ
τε καὶ στρατιωτικῇ γενομένῃ, κατεγίνωσκον τῆς

Μακρίνου πολυτελείας. ἔτι τε ἠγανάκτουν αὐτοὶ μὲν
ὑπὸ σκηναῖς καὶ ἐν ἀλλοδαπῇ διαιτώμενοι, ἔσθ̓ ὅτε
καὶ σπανίζοντες τῶν ἐπιτηδείων, ἔς τε τὰ ἑαυτῶν οὐκ ἐπανιόντες εἰρήνης εἶναι δοκούσης: ὁρῶντες δὲ τὸν
Μακρῖνον ἐν χλιδῇ καὶ τρυφῇ διαιτώμενον, ἀφηνιάζοντες
ἤδη πρὸς ἀλλήλους αὐτὸν κακῶς ἠγόρευον,
προφάσεώς τε ὀλίγης λαβέσθαι εὔχοντο ἐς τὸ ἀποσκευάσασθαι
τὸ λυποῦν.

ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ
ἐντρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι,
 
μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις

ἐς ἃ ἐβούλοντο τῆς τύχης παρασχούσης. Μαῖσα ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου καλουμένης
οὕτω πόλεως ἐν Φοινίκῃ: ἀδελφὴ δὲ ἐγεγόνει
Ἰουλίας τῆς Σἑ??ʼήρου μὲν γυναικὸς Ἀντωνίνου δὲ
μητρός. παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τῇ
βασιλείῳ διέτριψεν αὐλῇ χρόνου πολυετοῦς, παῤ ὃν
Σἑ??ʼῆρός τε καὶ Ἀντωνῖνος ἐβασίλευσαν. τὴν δὴ Μαῖσαν
ταύτην ὁ Μακρῖνος, μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν
Ἀντωνίνου δὲ ἀναίρεσιν, προσέταξεν ἐς τὴν πατρίδα
ἐπανελθοῦσαν ἐν τοῖς οἰκείοις καταβιῶναι,
πάντα ἔχουσαν τὰ ἑαυτῆς. πλείστων δὲ ἦν χρημάτων
ἀνάπλεως ἅτε μακρῷ χρόνῳ βασιλικῇ ἐξουσίᾳ ἐντεθραμμένη.

ἐπανελθοῦσα δὲ ἡ πρεσβῦτις διέτριβεν ἐν τοῖς ἑαυτῆς. ἦσαν δὲ αὐτῇ θυγατέρες δύο: Σοαιμὶς
μὲν ἡ πρεσβυτέρα ἐκαλεῖτο, ἡ δὲ ἑτέρα Μαμμαία.
παῖδες δὲ ἦσαν τῇ μὲν πρεσβυτέρᾳ Βασσιανὸς ὄνομα,
τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός. ὑπὸ δὲ ταῖς μητράσι καὶ
τῇ μάμμῃ ἀνετρέφοντο, ὁ μὲν Βασσιανὸς περὶ ἔτη γεγονὼς
τεσσαρεσκαίδεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου

ἔτους ἐπιβεβηκώς. ἱέρωντο δὲ αὐτοὶ θεῷ ἡλίῳ: τοῦτον γὰρ οἱ ἐπιχώριοι σέβουσι, τῇ Φοινίκων φωνῇ
Ἐλαιαγάβαλον καλοῦντες. νεὼς δὲ αὐτῷ μέγιστος
κατεσκεύαστο αὐτοῦ, χρυσῷ πολλῷ καὶ ἀργύρῳ κεκοσμημένος
λίθων τε πολυτελείᾳ. θρησκεύεται δὲ οὐ
μόνον πρὸς τῶν ἐπιχωρίων, ἀλλὰ καὶ πάντες οἱ γειτνιῶντες
σατράπαι τε καὶ βασιλεῖς βάρβαροι φιλοτίμως
πέμπουσι τῷ θεῷ ἑκάστου τοῦ ἔτους πολυτελῆ

ἀναθήματα. ἄγαλμα μὲν οὖν, ὥσπερ παῤ Ἕλλησιν ἢ Ῥωμαίοις, οὐδὲν ἕστηκε χειροποίητον, θεοῦ φέρον
εἰκόνα: λίθος δέ τις ἔστι μέγιστος, κάτωθεν περιφερής,
λήγων ἐς ὀξύτητα: κωνοειδὲς αὐτῶ σχῆμα, μέλαινά
 
τε ἡ χροιά. διιπετῆ τε αὐτὸν εἶναι σεμνολογοῦσιν,
ἐξοχάς τέ τινας βραχείας καὶ τύπους δεικνύουσιν,
εἰκόνα τε ἡλίου ἀνέργαστον εἶναι θέλουσιν, οὕτω

βλέποντες. τούτῳ δὴ τῷ θεῷ ὁ Βασσιανὸς ἱερωμένος
ʽἅτε γὰρ πρεσβυτέρῳ ἐκείνῳ ἐγκεχείριστο ἡ θρησκείἀ προῄει τε σχήματι βαρβάρῳ, χιτῶνας χρυσοϋφεῖς
καὶ ἁλουργεῖς χειριδωτοὺς καὶ ποδήρεις ἀνεζωσμένος,
τά τε σκέλη πάντα σκέπων ἀπ̓ ὀνύχων ἐς
μηροὺς ἐσθῆσιν ὁμοίως χρυσῷ καὶ προφύρᾳ πεποικιλμέναις:
τήν τε κεφαλὴν ἐκόσμει στέφανος λίθων

πολυτελῶν χροιᾷ διηνθισμένος. ἦν δὲ τὴν ἡλικίαν
ἀκμαῖος καὶ τὴν ὄψιν τῶν κατ̓ αὐτὸν ὡραιότατος μειρακίων
πάντων. ἐς τὸ αὐτὸ δὴ συνιόντων κάλλους
σώματος, ἡλικίας ἀκμῆς, ἁβροῦ σχήματος, ἀπείκασεν
ἄν τις τὸ μειράκιον Διονύσου καλαῖς εἰκόσιν.

ἱερουργοῦντα δὴ τοῦτον, περί τε τοῖς βωμοῖς
χορεύοντα νόμῳ βαρβάρων ὑπό τε αὐλοῖς καὶ σύριγξι
παντοδαπῶν τε ὀργάνων ἤχῳ, περιεργότερον ἐπέβλεπον
οἵ τε ἄλλοι ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται,
εἰδότες γένους ὄντα βασιλικοῦ, καὶ τῆς ὥρας αὐτοῦ

πάντων τὰς ὄψεις ἐς ἑαυτὴν ἐπιστρεφούσης. ἐγειτνίαζε
δὲ τῇ πόλει ἐκείνῃ τότε μέγιστον στρατόπεδον, ὃ
τῆς Φοινίκης προήσπιζεν: ὕστερον δὲ μετηνέχθη, ὡς
ἐν τοῖς ἑξῆς ἐροῦμεν. φοιτῶντες οὖν οἱ στρατιῶται
ἑκάστοτε ἐς τὴν πόλιν, ἔς τε τὸν νεὼν ἰόντες θρησκείας δὴ χάριν, τὸ μειράκιον ἡδέως ἔβλεπον. ἦσαν
δέ τινες ἐξ αὐτῶν καὶ πρόσφυγες οἰκεῖοί τε τῆς Μαίσης,

πρὸς οὓς ἐκείνη θαυμάζοντας τὸν παῖδα, εἴτε
πλασαμένη εἴτε καὶ ἀληθεύουσα, ἐξεῖπεν ὅτι ἄρα Ἀντωνίνου
υἱός ἐστι φύσει, τῇ δὲ ὑπολήψει ἄλλου δοκοίη: ἐπιφοιτῆσαι γὰρ αὐτὸν ταῖς θυγατράσιν αὐτῆς
νέαις τε οὔσαις καὶ ὡραίαις, καθ̓ ὃν καιρὸν ἐν τοῖς
 
βασιλείοις σὺν τῇ ἀδελφῇ διέτριβεν. ὅπερ ἐκεῖνοι
ἀκούσαντες, τοῖς συστρατιώταις κατ̓ ὀλίγον ἀπαγγέλλοντες
διαβόητον ἐποίησαν τὴν φήμην, ὡς ἐς πᾶν

χωρῆσαι τὸ στρατιωτικόν. τῇ δὲ Μαίσῃ ἐλέγετο σωροὺς εἶναι χρημάτων, ἐκείνην δὲ ἑτοίμως πάντ̓ ἂν
προέσθαι τοῖς στρατιώταις, εἰ τὴν βασιλείαν τῷ γένει
ἀνανεώσαιτο. ὡς δὲ συνέθεντο νύκτωρ, εἰ κατέλθοιεν
λαθόντες, ἀνοίξειν τὰς πύλας καὶ δέξεσθαι πᾶν τὸ
γένος ἔνδον βασιλέα τε καὶ υἱὸν ἀποδείξειν Ἀντωνίνου,
ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις, ἑλομένη πάντα
κίνδυνον ἀναρρῖψαι μᾶλλον ἢ ἰδιωτεύειν καὶ δοκεῖν
ἀπερρῖφθαι: νύκτωρ τε λάθρᾳ τῆς πόλεως ὑπεξῆλθε

σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις. καταγαγόντων τε αὐτοὺς τῶν προσφυγόντων στρατιωτῶν γενόμενοι
πρὸς τῷ τείχει τοῦ στρατοπέδου ῥᾷστα ὑπεδέχθησαν:
εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον
προσηγόρευσαν, τῇ τε πορφυρᾷ χλαμύδι 
περιβαλόντες εἶχον ἔνδον. πάντα δὲ τὰ ἐπιτήδεια καὶ
παῖδας καὶ γυναῖκας, ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς
τοῖς πλησίον, εἰσκομίσαντες, τάς τε πύλας ἀποκλείσαντες,
παρεσκεύαζον ἑαυτοὺς ὡς, εἰ δέοι, ὑπομενοῦντες
πολιορκίαν.

ὡς δὲ ταῦτα ἀπηγγέλη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ
στρατόπεδα ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη καὶ ὅτι ἡ
Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι, πάντα τὰ λεγόμενα
καὶ ἐνδεχόμενα καὶ ἀληθῆ πιστεύσαντες εἶναι τὰς

ψυχὰς ἐξεπτόηντο. ἐνῆγε δ̓ αὐτοὺς καὶ ἀνέπειθεν ἐς πραγμάτων καινοτομίαν τό τε Μακρίνου μῖσος καὶ
τὸ Ἀντωνίνου τῆς μνήμης πάθος, καὶ πρό γε ἁπάντων
ἡ τῶν χρημάτων ἐλπίς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας
φοιτᾶν πρὸς τὸν νέον Ἀντωνῖνον. ὁ δὲ Μακρῖνος
 
καταφρονῶν τοῦ πράγματος ὡς παιδαριώδους,
χρώμενός τε τῇ συνήθει ῥᾳθυμίᾳ, αὐτὸς μὲν οἴκοι
μένει, πέμπει δὲ ἕνα τῶν ἀρχόντων τοῦ στρατοπέδου,
δύναμιν δοὺς ὅσην ᾤετο ῥᾷστα ἐκπορθήσειν τοὺς

ἀφεστῶτας. ὡς δ̓ ἦλθεν Ἰουλιανός ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ ἐπάρχᾠ καὶ προσέβαλε τοῖς τείχεσιν, ἔνδοθεν
οἱ στρατιῶται ἀνελθόντες ἐπί τε τοὺς πύργους
καὶ τὰς ἐπάλξεις τόν τε παῖδα τῷ ἔξωθεν πολιορκοῦντι
στρατῷ ἐδείκνυσαν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες,
βαλάντιά τε χρημάτων μεστὰ δέλεαρ προδοσίας αὐτοῖς

ἐδείκνυσαν. οἳ δὲ πιστεύσαντες Ἀντωνίνου τε
εἶναι τέκνον καὶ ὁμοιότατόν γε ʽβλέπειν γὰρ οὕτως
ἤθελον̓ τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι
καὶ πέμπουσι τῷ Μακρίνῳ, αὐτοὶ δὲ πάντες ἀνοιχθεισῶν
αὐτοῖς τῶν πυλῶν ἐς τὸ στρατόπεδον ἐδέχθησαν. οὕτως ἡ δύναμις αὐξηθεῖσα οὐ μόνον ἦν
πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ ἀλλὰ καὶ πρὸς τὸ
συστάδην καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως:
ἔτι τε καὶ τῶν αὐτομόλων τὸ πλῆθος ἑκάστοτε, εἰ καὶ
κατ̓ ὀλίγους προσιόν, τὴν δύναμιν ηὔξησεν.

ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπυνθάνετο, ἀθροίσας
πάντα ὃν εἶχε στρατόν, ἐπῄει ὡς δὴ πολιορκήσων
τοὺς ἐκείνῳ προσκεχωρηκότας. ὁ δὲ Ἀντωνῖνος, οὐκ
ἀναμενόντων τῶν σὺν αὐτῷ στρατιωτῶν πολιορκηθῆναι,
θαρρησάντων δὲ μετὰ πάσης προθυμίας ἐξελθεῖν τε καὶ ὑπαντώμενοι τῷ Μακρίνῳ ἐκ παρατάξεως

ἀγωνίζεσθαι, ἐξάγει τὴν αὑτοῦ δύναμιν. συμμίξαντα
δὲ ἀλλήλοις τὰ στρατόπεδα Φοινίκης τε καὶ Συρίας
ἐν μεθορίοις, οἱ μὲν ὑπὲρ τοῦ Ἀντωνίνου προθύμως
ἠγωνίζοντο, δεδιότες, εἰ ἡττηθεῖεν, τὴν ἐφ̓ οἷς ἔδρασαν τιμωρίαν ἀναδέξασθαι: οἱ δὲ σὺν τῷ Μακρίνῳ
ῥᾳθυμότερον προσεφέροντο τῷ ἔργῳ, ἀποδιδράσκοντες

καὶ μετιόντες πρὸς τὸν Ἀντωνῖνον. ἅπερ ὁρῶν ὁ Μακρῖνος, φοβηθείς τε μὴ παντάπασι γυμνωθεὶς
τῆς δυνάμεως αἰχμάλωτός τε ληφθεὶς αἰσχίστως ὑβρισθείη,
ἔτι τῆς μάχης συνεστώσης, ἑσπέρας ἤδη προσιούσης,
ἀπορρίψας τὸ χλαμύδιον καὶ εἴ τι σχῆμα βασιλικὸν
περιέκειτο, λαθὼν ἀποδιδράσκει σὺν ὀλίγοις
ἑκατοντάρχαις, οὓς πιστοτάτους ᾤετο, τὸ γένειον
ἀποκειράμενος, ὡς μὴ γνωρίζοιτο, ἐσθῆτά τε ὁδοιπορικὴν

λαβὼν καὶ τὴν κεφαλὴν ἀεὶ σκέπων. νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ὡδοιπόρει, φθάνων τὴν φήμην
τῆς ἑαυτοῦ τύχης, τῶν τε ἑκατοντάρχων μεγάλῃ
σπουδῇ τὰ ὀχήματα ἐπειγόντων, ὡς ἂν ὑπὸ Μακρίνου
ἔτι βασιλεύοντος ἐπί τινα σπουδαῖα πεμφθέντων.
ὃ μὲν οὖν ἔφυγεν, ὡς εἴρηται: ὁ δὲ στρατὸς
ἑκατέρωθεν ἐμάχοντο, ὑπὲρ τοῦ Μακρίνου οἱ σωματοφύλακες
καὶ δορυφόροι, οὓς δὴ πραιτωριανοὺς καλοῦσιν,
οἳ γενναίως ἀνθεστήκεσαν παντὶ τῷ ἄλλῳ
στρατῷ ἅτε ὄντες μέγιστοί τε καὶ ἐπίλεκτοι: τὸ δὲ
ἐπίλοιπον πᾶν πλῆθος ὑπὲρ τοῦ Ἀντωνίνου ἠγωνίζοντο.

ὡς δὲ ἐπὶ πολὺ τὸν Μακρῖνον οὐκ ἔβλεπον οἱ ὑπὲρ αὐτοῦ μαχόμενοι οὐδὲ τὰ τῆς βασιλείας σύμβολα,
διηπόρουν δὴ ποῦ ποτὲ ἄρα εἴη, πότερον ἐν
τῷ πλήθει τῶν κειμένων ἢ ἀποδρὰς ᾤχετο, ἠγνόουν
τε πῶς χρήσονται τῷ πράγματι: οὔτε γὰρ μάχεσθαι
ἤθελον ὑπὲρ τοῦ μὴ παρόντος, παραδοῦναί τε αὑτοὺς

ἐκδότους καὶ ὥσπερ αἰχμαλώτους ᾐδοῦντο. ὡς δὲ παρὰ τῶν αὐτομόλων ἐπύθετο Ἀντωνῖνος τὴν τοῦ
Μακρίνου φυγήν, πέμψας κήρυκας διδάσκει αὐτοὺς
ὅτι μάτην ὑπὲρ ἀνάνδρου καὶ φυγάδος μάχονται,
ἄδειάν τε καὶ ἀμνηστίαν ἐνόρκως ὑπισχνεῖται, καλεῖ
τε καὶ αὑτὸν δορυφορήσοντας. οἳ μὲν οὖν πεισθέντες
προσεχώρησαν, ὁ δὲ Ἀντωνῖνος πέμπει τοὺς διώξοντας

τὸν Μακρῖνον πολὺ προκεχωρηκότα. ἐν Καλχηδόνι
γοῦν τῆς Βιθυνίας κατελήφθη, νοσῶν χαλεπώτατα
ὑπό τε τῆς συνεχοῦς ὁδοιπορίας συντετριμμένος.
ἔνθα αὐτὸν αὐτὸν εὑρόντες ἔν τινι κρυπτόμενον
προαστείῳ οἱ διώκοντες τὴν κεφαλὴν ἀπέτεμον. ἐλέγετο δὲ σπεύδειν ἐς τὴν Ῥώμην, θαρρῶν τῇ τοῦ δήμου
περὶ αὐτὸν σπουδῇ. περαιούμενον δ̓ αὐτὸν ἐς
τὴν Εὐρώπην διὰ τοῦ στενοῦ τῆς Προποντίδος πορθμοῦ,
ἤδη τε τῷ Βυζαντίῳ προσπελάζοντα, φασὶν
ἀντιπνοίᾳ χρήσασθαι, ἐπανάγοντος αὐτὸν τοῦ πνεύματος

ἐς τὴν τιμωρίαν. παρὰ τοσοῦτον μὲν δὴ Μακρῖνος
οὐκ ἐξέφυγε τοὺς διώξαντας, τέλει τε ἐχρήσατο
αἰσχρῷ ὕστερον θελήσας ἐς τὴν Ῥώμην ἀνελθεῖν,
δέον ἐν ἀρχῇ τοῦτο ποιῆσαι: ὁμοῦ δὲ ἔπταισε καὶ γνώμῃ
καὶ τύχῃ. τέλει μὲν δη τοιούτῳ Μακρῖνος ἐχρήσατο, συναναιρεθέντος
αὐτῷ καὶ τοῦ παιδός, ὃν ἦν ποιήσας

Καίσαρα, Διαδουμενιανὸν καλούμενον: ἐπεὶ δὲ ὅ τε
στρατὸς πᾶς μετελθὼν πρὸς τὸν Ἀντωνῖνον προσεῖπε
βασιλέα, τά τε τῆς ἀρχῆς ὑπεδέξατο, διοικηθέντων αὐτῷ κατὰ τὴν ἀνατολὴν τῶν ἐπειγόντων ὑπό τε τῆς
μάμμης καὶ τῶν συνόντων φίλων ʽαὐτὸς γὰρ ἦν νέος
τε τὴν ἡλικίαν, πραγμάτων τε καὶ παιδείας ἄπειροσ̓,
οὐ πολλοῦ χρόνου διατρίψας εἶχε περὶ ἔξοδον, σπευδούσης
μάλιστα τῆς Μαίσης ἐς τὰ συνήθη ἑαυτῇ βασίλεια

Ῥώμης. ὡς δὲ τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων
δήμῳ τὰ πραχθέντα ἐδηλώθη, δυσφόρως μὲν
πάντες ἤκουσαν, ὑπήκουον δὲ ἀνάγκῃ τοῦ στρατοῦ
ταῦτα ᾑρημένου. κατεγίνωσκόν τε τοῦ Μακρίνου ῥᾳθυμίαν
τε καὶ τρόπων χαυνότητα, αἴτιόν τε οὐκ ἄλλον ἀλλ̓ ἢ αὐτὸν ἑαυτῷ γεγενῆσθαι ἔλεγον.
ὁ δὲ Ἀντωνῖνος ἀπάρας τῆς Συρίας ἐλθών τε
 
ἐς τὴν Νικομήδειαν ἐχείμαζε, τῆς ὥρας τοῦ ἔτους οὕτως

ἀπαιτούσης. εὐθέως τε ἐξεβακχεύετο, τήν τε ἱερωσύνην τοῦ ἐπιχωρίου θεοῦ, ᾗ ἐντέθραπτο, περιεργότερον
ἐξωρχεῖτο, σχήμασί τε ἐσθῆτος πολυτελεστάτοις
χρώμενος, διά τε πορφύρας χρυσοῦ ὑφάσμασι
περιδεραίοις τε καὶ ψελίοις κοσμούμενος, ἐς εἶδος δὲ
τιάρας στεφάνην ἐπικείμενος χρυσῷ καὶ λίθοις ποικίλην

τιμίοις. ἦν τε αὐτῷ τὸ σχῆμα μεταξὺ Φοινίσσης ἱερᾶς στολῆς καὶ χλιδῆς Μηδικῆς. Ῥωμαϊκὴν δὲ ἢ
Ἑλληνικὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο, ἐρίου φάσκων
εἰργάσθαι, πράγματος εὐτελοῦς: τοῖς δὲ Σηρῶν ὑφάσμασι
μόνοις ἠρέσκετο. προῄει τε ὑπὸ αὐλοῖς καὶ
τυμπάνοις, τῷ θεῷ δῆθεν ὀργιάζων.

ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε λιπαροῦσα ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαίων
στολὴν μέλλοντά τε ἐς τὴν πόλιν ἀφίξεσθαι καὶ ἐς τὴν
σύγκλητον εἰσελεύσεσθαι, μὴ ἀλλοδαπὸν ἢ παντάπασι
βάρβαρον τὸ σχῆμα ὀφθὲν εὐθὺς λυπήσῃ τοὺς
ἰδόντας, ἀήθεις τε ὄντας καὶ οἰομένους τὰ τοιαῦτα
καλλωπίσματα οὐκ ἀνδράσιν ἀλλὰ θηλείαις πρέπειν.

ὃ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδ̓ ἄλλῳ τινὶ πεισθείς ʽοὐδὲ γὰρ προσίετο εἰ
μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν
ἁμαρτημάτων̓, βουλόμενος ἐν ἔθει γενέσθαι τῆς τοῦ
σχήματος ὄψεως τήν τε σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων,
ἀπόντος τε αὑτοῦ πεῖραν δοθῆναι πῶς φέρουσι
τὴν ὄψιν τοῦ σχήματος, εἰκόνα μεγίστην γράψας
παντὸς ἑαυτοῦ, οἷος προϊών τε καὶ ἱερουργῶν
ἐφαίνετο, παραστήσας τε ἐν τῇ γραφῇ τὸν τύπον τοῦ

ἐπιχωρίου θεοῦ, ᾧ δὴ καλλιερῶν ἐγέγραπτο, πέμψας τε ἐς τὴν Ῥώμην, ἐκέλευσεν ἐν τῷ μεσαιτάτῳ τῆς
συγκλήτου τόπῳ ὑψηλοτάτῳ τε τὴν εἰκόνα ἀνατεθῆναι
 
ὑπὲρ κεφαλῆς τοῦ ἀγάλματος τῆς νίκης, ὡς συνιόντες
ἐς τὸ βουλευτήριον λιβανωτόν τε θυμιῶσιν
ἕκαστος καὶ οἴνου σπένδωσι. προσέταξέ τε πάντας
τοὺς Ῥωμαίων ἄρχοντας, καὶ εἴ τινες δημοσίας θυσίας
ἐπιτελοῦσι, πρὸ τῶν ἄλλων θεῶν οὓς δὴ καλοῦσιν ἱερουργοῦντες, ὀνομάζειν τὸν νέον θεὸν Ἐλαιαγάβαλον.
 ὡς δὲ ἐς τὴν Ῥώμην ἀφίκετο τῷ προειρημένῳ
σχήματι, οὐδὲν παράδοξον εἶδον οἱ Ῥωμαῖοι, τῇ

γραφῇ ἐνειθισμένοι. δοὺς δὲ τὰς συνήθεις τῷ δήμῳ
νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμως τε καὶ πολυτελῶς ἐπιτελέσας παντοδαπὰς θέας, νεών τε μέγιστον
καὶ κάλλιστον κατασκευάσας τῷ θεῷ, βωμούς
τε πλείστους περὶ τὸν νεὼν ἱδρύσας, ἑκάστοτε προϊων
ἕωθεν ἑκατόμβας τε ταύρων καὶ προβάτων πολὺ πλῆθος
κατέσφαττε τοῖς τε βωμοῖς ἐπετίθει, παντοδαποῖς ἀρώμασι σωρεύων, οἴνου τε τοῦ παλαιοτάτου καὶ
καλλίστου πολλοὺς ἀμφορέας τῶν βωμῶν προχέων,
ὡς ῥεῖθρα φέρεσθαι οἴνου τε καὶ αἵματος μεμιγμένου.

περί τε τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς
ἤχοις ὀργάνων, γύναιά τε ἐπιχώρια ἐχόρευε σὺν αὐτῷ, περιθέοντα τοῖς βωμοῖς, κύμβαλα ἢ τύμπανα
μετὰ χεῖρας φέροντα: περιειστήκειν δὲ πᾶσα ἡ σύγκλητος
καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. τὰ δὲ
σπλάγχνα τῶν ἱερουργηθέντων τά τε ἀρώματα ἐν
χρυσοῖς σκεύεσιν ὑπὲρ κεφαλῆς οὐκ οἰκέται δή τινες

ἢ εὐτελεῖς ἄνθρωποι ἔφερον, ἀλλ̓ οἵ τ̓ ἔπαρχοι τῶν
στρατοπέδων καὶ οἱ ἐν ταῖς μεγίσταις πράξεσιν, ἀνεζωσμένοι
μὲν χιτῶνας ποδήρεις καὶ χειριδωτοὺς νόμῳ
Φοινίκων, ἐν μέσῳ φέροντες μίαν πορφύραν: ὑποδήμασι
δὲ λίνου πεποιημένοις ἐχρῶντο, ὥσπερ οἱ κατ̓ ἐκεῖνα τὰ χωρία προφητεύοντες. ἐδόκει δὲ τιμὴν μεγίστην
νέμειν οἷς ἐκοινώνει τῆς ἱερουργίας.

πλὴν καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων τε καὶ πλουσίων,
διαβληθέντας αὐτῷ ὡς ἀπαρεσκομένους καὶ σκώπτοντας
αὐτοῦ τὸν βίον. ἠγάγετο δὲ γυναῖκα τὴν εὐγενεστάτην
Ῥωμαίων, ἣν σεβαστὴν ἀναγορεύσας μετ̓ ὀλίγον
χρόνον ἀπεπέμψατο, ἰδιωτεύειν κελεύσας καὶ τῶν

τιμῶν παρελόμενος. μετ̓ ἐκείνην δὲ προσποιησάμενος ἐρᾶν, ἵνα δὴ καὶ τὰ τῶν ἀνδρῶν πράττειν δοκοίη,
παρθένου τῇ Ῥωμαίων Ἑστίᾳ ἱερωμένης ἁγνεύειν τε
πρὸς τῶν ἱερῶν νόμων κελευομένης καὶ μέχρι τέλους
τοῦ βίου παρθενεύεσθαι, ἀποσπάσας αὐτὴν τῆς
Ἑστίας καὶ τοῦ ἱεροῦ παρθενῶνος γυναῖκα ἔθετο,
ἐπιστείλας τῇ συγκλήτῳ καὶ παραμυθησάμενος ἀσέβημά
τε καὶ ἁμάρτημα τηλικοῦτον, φήσας ἀνθρώπινόν
τι πεπονθέναι πάθος: ἔρωτι γὰρ τῆς κόρης ἑαλωκέναι,
ἁρμόζοντά τε καὶ σεβάσμιον εἶναι γάμον ἱερέως
τε καὶ ἱερείας. πλὴν καὶ ταύτην αὖ μετ̓ οὐ πολὺ ἀπεπέμψατο,
τρίτην δὲ πάλιν ἠγάγετο, ἀναφέρουσαν τὸ
γένος ἐς Κόμμοδον.

ἔπαιζε δὲ γάμους οὐ μόνον ἀνθρωπείους, ἀλλὰ καὶ τῷ θεῷ, ᾧ ἱεράτευε, γυναῖκα ἐζήτει: καὶ τῆς τε
Παλλάδος τὸ ἄγαλμα, ὃ κρυπτὸν καὶ ἀόρατον σέβουσι
Ῥωμαῖοι, ἐς τὸν ἑαυτοῦ θάλαμον μετήγαγε: καὶ μὴ
κινηθὲν ἐξ οὗπερ ἦλθεν ἀπὸ Ἰλίου, εἰ μὴ ὅτε πυρὶ
κατεφλέχθη ὁ νεώς, ἐκίνησεν οὗτος, καὶ πρὸς γάμον

δὴ ἐς τὴν βασίλειον αὐλὴν τῷ θεῷ ἀνήγαγε. φήσας δὲ ἀπαρέσκεσθαι αὐτὸν ὡς πάντα ἐν ὅπλοις καὶ πολεμικῇ
θεῷ, τῆς Οὐρανίας τὸ ἄγαλμα μετεπέμψατο,
σεβόντων αὐτὸ ὑπερφυῶς Καρχηδονίων τε καὶ τῶν
κατὰ τὴν Λιβύην ἀνθρώπων. φασὶ δὲ αὐτὸ Διδὼ τὴν
Φοίνισσαν ἱδρύσασθαι, ὅτε δὴ τὴν ἀρχαίαν Καρχηδόνα
πόλιν ἔκτισε, βύρσαν κατατεμοῦσα. Λίβυες μὲν
 
οὖν αὐτὴν Οὐρανίαν καλοῦσι, Φοίνικες δὲ Ἀστροάρχην

ὀνομάζουσι, σελήνην εἶναι θέλοντες. ἁρμόζειν
τοίνυν λέγων ὁ Ἀντωνῖνος γάμον ἡλίου καὶ σελήνης
τό τε ἄγαλμα μετεπέμψατο καὶ πάντα τὸν ἐκεῖθεν
χρυσόν, χρήματά τε πάμπλειστα τὴν θεὸν ἐς προῖκα δὴ ἐπιδοῦναι ἐκέλευσε. κομισθέν τε τὸ ἄγαλμα συνῴκισε
δὴ τῷ θεῷ, κελεύσας πάντας τοὺς κατὰ Ῥώμην
καὶ Ἰταλίαν ἀνθρώπους ἑορτάζειν παντοδαπαῖς
τε εὐφροσύναις καὶ εὐωχίαις χρῆσθαι δημοσίᾳ τε καὶ
ἰδίᾳ ὡς δὴ γαμούντων θεῶν.

κατεσκεύασε δὲ καὶ ἐν τῷ προαστείῳ νεὼν μέγιστόν
τε καὶ πολυτελέστατον, ἐς ὃν ἑκάστου ἔτους κατῆγε
τὸν θεὸν ἀκμάζοντος θέρους. πανηγύρεις τε
παντοδαπὰς συνεκρότει, ἱπποδρόμους τε κατασκευάσας
καὶ θέατρα, διά τε ἡνιοχείας καὶ πάντων θεαμάτων τε καὶ ἀκροαμάτων πλείστων εὐωχούμενον τὸν
δῆμον καὶ παννυχίζοντα εὐφραίνειν ᾤετο. τόν τε
θεὸν αὐτὸν ἐπιστήσας ἅρματι χρυσῷ τε καὶ λίθοις
τιμιωτάτοις πεποικιλμένῳ κατῆγεν ἀπὸ τῆς πόλεως

ἐπὶ τὸ προάστειον. τὸ δὲ ἅρμα ἦγεν ἑξάπωλον, ἵππων λευκῶν μεγίστων τε καὶ ἀσπίλων, χρυσῷ πολλῷ
καὶ φαλάροις ποικίλοις κεκοσμημένων, τάς τε ἡνίας
κατεῖχεν: οὐδέπω δὲ τοῦ ἅρματος ἄνθρωπος ἐπέβαινεν,
αὐτῷ δὲ περιέκειντο ὡς ἡνιοχοῦντι δὴ τῷ θεῷ.
ὁ δ̓ Ἀντωνῖνος ἔθεε πρὸ τοῦ ἅρματος ἀναποδίζων ἐς τοὐπίσω, ἔς τε τὸν θεὸν ἀποβλέπων καὶ τοὺς χαλινοὺς
ἀντέχων τῶν ἵππων: πᾶσάν τε τὴν ὁδὸν ἤνυε
τρέχων ἔμπαλιν ἑαυτοῦ ἀφορῶν τε ἐς τὸ πρόσθεν τοῦ

θεοῦ. πρός τε τὸ μὴ πταῖσαι αὐτὸν ἢ διολισθαίνειν,
οὐχ ὁρῶντα ὅπου βαίνει, γῆ τε ἡ χρυσίζουσα παμπλείστη ὑπέστρωτο, οἵ τε προασπίζοντες ἑκατέρωθεν
ἀντεῖχον, τῆς ἀσφαλείας τοῦ τοιούτου δρόμου προνοούμενοι.
 
ὁ δὲ δῆμος ἑκατέρωθεν παρέθει μετὰ παντοδαπῆς
δᾳδουχίας, στεφάνους καὶ ἄνθη ἐπιρριπτοῦντες:
ἀγάλματά τε πάντων θεῶν, καὶ εἴ τι πολυτελὲς
ἀνάθημα τίμιον, ὅσα τε τῆς βασιλείας σύμβολα ἢ πολυτελῆ
κειμήλια, οἵ τε ἱππεῖς καὶ στρατὸς πᾶς προεπόμπευον

τοῦ θεοῦ. μετὰ δὲ τὸ καταγαγεῖν αὐτὸν καὶ ἱδρῦσαι ἐν τῷ ναῷ τάς τε προειρημένας θυσίας
καὶ πανηγύρεις ἐπετέλει, πύργους τε μεγίστους καὶ
ὑψηλοτάτους κατασκευάσας, ἀνιών τε ἐπ̓ αὐτοῖς, ἐρρίπτει
τοῖς ὄχλοις, ἁρπάζειν πᾶσιν ἐπιτρέπων, ἐκπώματά
τε χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας
παντοδαπάς, ζῷά τε πάντα, ὅσα ἥμερα ὅσα ἀτίθασα,
πλὴν χοίρων: τούτων γὰρ ἀπείχετο Φοινίκων νόμῳ.

ἐν δὴ ταῖς ἁρπαγαῖς πολλοὶ διεφθείροντο, ὑπό τε ἀλλήλων πατούμενοι καὶ τοῖς δόρασι τῶν στρατιωτῶν
περιπίπτοντες, ὡς τὴν ἐκείνου ἑορτὴν πολλοῖς φέρειν
συμφοράν. αὐτὸς δὲ ἐβλέπετο πολλάκις ἡνιοχῶν ἢ
ὀρχούμενος: οὐδὲ γὰρ λανθάνειν ἤθελεν ἁμαρτάνων.
προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς
παρειὰς ἐρυθραίνων, φύσει τε πρόσωπον ὡραῖον
ὑβρίζων βαφαῖς ἀσχήμοσιν.

ὁρῶσα δὲ ταῦτα ἡ Μαῖσα, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι τῷ τοιούτῳ τοῦ βασιλέως
βίῳ, καὶ δεδοικυῖα μή τι ἐκείνου παθόντος πάλιν ἰδιωτεύῃ,
πείθει αὐτόν, κοῦφον ἄλλως καὶ ἄφρονα νεανίαν,
θέσθαι υἱὸν Καίσαρά τε ἀποδεῖξαι τὸν ἑαυτοῦ
μὲν ἀνεψιὸν ἐκείνης δὲ ἔγγονον ἐκ τῆς ἑτέρας θυγατρὸς

Μαμμαίας, εἰποῦσα αὐτῷ κεχαρισμένα, ὡς ἄρα χρὴ ἐκεῖνον μὲν τῇ ἱερωσύνῃ καὶ θρησκείᾳ σχολάζειν
τοῦ θεοῦ, βακχείαις καὶ ὀργίοις τοῖς τε θείοις ἔργοις
ἀνακείμενον, εἶναι δὲ ἕτερον τὸν τὰ ἀνθρώπεια διοικοῦντα,
ἐκείνῳ δὲ παρέξοντα τῆς βασιλείας τὸ ἀνενόχλητόν
 
τε καὶ ἀμέριμνον: μὴ δεῖν τοίνυν ξένον ζητεῖν
μηδ̓ ἀλλότριον, ἀλλὰ τῷ ἀνεψιῷ ταῦτα ἐγχειρίσαι.

μετονομάζεται δὴ ὁ Ἀλεξιανός, καὶ Ἀλέξανδρος
καλεῖται, παραχθέντος αὐτῷ τοῦ παππῴου ὀνόματος
ἐς τὸ τοῦ Μακεδόνος ὡς πάνυ τε ἐνδόξου καὶ τιμηθέντος ὑπὸ τοῦ δοκοῦντος πατρὸς ἀμφοτέρων εἶναι:
τὴν γὰρ Ἀντωνίνου τοῦ Σἑ??ʼήρου παιδὸς μοιχείαν
ἀμφότεραι αἱ Μαίσης θυγατέρες αὐτή τε ἡ πρεσβῦτις
ἐσεμνύνετο πρὸς τὸ τοὺς στρατιώτας στέργειν τοὺς
παῖδας, υἱοὺς ἐκείνου δοκοῦντας εἶναι.

ἀποδείκνυται δὴ Καῖσαρ ὁ Ἀλέξανδρος, ὕπατός
 τε σὺν αὐτῷ Ἀντωνίνῳ. κατελθών τε ἐς τὴν σύγκλητον
ταῦτα ἐκύρωσε, γελοιότατα ψηφισαμένων πάντων
ἃ ἐκελεύοντο, πατέρα μὲν ἐκεῖνον δοκεῖν ἔτη γεγονότα
περί που ἑκκαίδεκα, τὸν Ἀλέξανδρον δὲ υἱὸν τοῦ δωδεκάτου ἐπιβαίνοντα. ὡς δὲ Καῖσαρ ὁ Ἀλέξανδρος
ἀπεδείχθη, ὁ Ἀντωνῖνος αὐτὸν ἐβούλετο τὰ
ἑαυτοῦ παιδεύειν ἐπιτηδεύματα, ὀρχεῖσθαί τε καὶ
χορεύειν τῆς τε ἱερωσύνης κοινωνεῖν καὶ σχήμασι καὶ

ἔργοις ὁμοίοις. ἡ δὲ μήτηρ αὐτὸν ἡ Μαμμαία ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν βασιλεῦσιν ἔργων, διδασκάλους
δὲ πάσης παιδείας λάθρᾳ μετεπέμπετο,
τοῖς τε σώφροσιν αὐτὸν ἤσκει μαθήμασι, παλαίστραις
τε καὶ ἀνδρῶν γυμνασίοις εἴθιζε, παιδείαν τε τὴν
Ἑλλήνων καὶ Ῥωμαίων ἐπαίδευεν. ἐφ̓ οἷς Ἀντωνῖνος πάνυ ἤσχαλλε, καὶ μετεγίνωσκε θέμενος αὐτὸν

υἱὸν καὶ κοινωνὸν τῆς ἀρχῆς. τούς τε οὖν διδασκάλους
αὐτοῦ πάντας ἀπεσόβει τῆς βασιλείου αὐλῆς,
τινάς τε αὐτῶν τοὺς ἐνδοξοτάτους οὓς μὲν ἀπέκτεινεν
οὓς δὲ ἐφυγάδευσεν, αἰτίας: γελοιοτάτας ἐπιφέρων, ὡς διαφθείροιεν αὐτῷ τὸν δοκοῦντα υἱόν, οὐκ ἐπιτρέποντες
χορεύειν ἢ βακχεύεσθαι, σωφρονίζοντες δὲ
 
καὶ τὰ ἀνδρῶν διδάσκοντες. ἐς τοσοῦτον δὲ ἐξώκειλε
παρανοίας ὡς πάντα τὰ ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων
θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγίστας τῶν βασιλικῶν
πράξεων, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον
ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα καὶ δημοσίᾳ ἐν τῷ

Ῥωμαίων θεάτρῳ ὀρχησάμενον, ὅτε ἦν νέος: πάλιν δὲ ἕτερον ὁμοίως τῆς σκηνῆς βαστάσας, παιδείας τῶν
νέων καὶ εὐκοσμίας τῆς τε ὑποστάσεως τῶν ἐς τὴν
σύγκλητον βουλὴν ἢ τὸ ἱππικὸν τάγμα κατατασσομένων
προέστησεν. ἡνιόχοις τε καὶ κωμῳδοῖς καὶ μίμων
ὑποκριταῖς τὰς μεγίστας τῶν βασιλείων πίστεων ἐνεχείρισε.
τοῖς δὲ δούλοις αὑτοῦ ἢ ἀπελευθέροις, ὡς
ἔτυχεν ἕκαστος ἐπ̓ αἰσχρῷ τινὶ εὐδοκιμήσας, τὰς ὑπατικὰς
τῶν ἐθνῶν ἐξουσίας ἐνεχείρισε.

πάντων δὲ οὕτω τῶν πάλαι δοκούντων σεμνῶν
ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι
πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο
καὶ ἐδυσφόρουν: ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ
μὲν πρόσωπον καλλωπιζόμενον περιεργότερον ἢ κατὰ
γυναῖκα σώφρονα, περιδεραίοις δὲ χρυσίνοις ἐσθῆσί
τε ἁπαλαῖς ἀνάνδρως κοσμούμενον, ὀρχούμενόν τε

οὕτως ὡς ὑπὸ πάντων ὁρᾶσθαι. ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας
κρείττους ἐν παιδὶ κοσμίως καὶ σωφρόνως ἀνατρεφομένῳ.
ἐφρούρουν τε αὐτὸν παντοίως ὁρῶντες
ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. ἥ τε μήτηρ
Μαμμαία οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα
προσφέρεσθαι τῶν ὑπ̓ ἐκείνου πεμπομένων: ὀψοποιοῖς
τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο οὐ τοῖς βασιλικοῖς
καὶ ἐν κοινῇ ὑπηρεσίᾳ τυγχάνουσιν, ἀλλὰ τοῖς
ὑπὸ τῆς μητρὸς ἐπιλεχθεῖσι πιστοτάτοις τε εἶναι δοκοῦσιν.

ἐδίδου δὲ καὶ χρήματα λανθάνουσα διανέμεσθαι 
τοῖς στρατιώταις κρύβδην, ὅπως αὐτῶν τὴν
πρὸς τὸν Ἀλέξανδρον εὔνοιαν καὶ διὰ χρημάτων, ἐς
ἃ μάλιστα ἀποβλέπουσιν, οἰκειώσηται.
ταῦτα δὴ ὁ Ἀντωνῖνος πυνθανόμενος παντὶ
τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ: ἀλλὰ τὰς ἐπιβουλὰς πάσας ἀπεῖργέ τε καὶ ἐκώλυεν
ἡ κοινὴ μάμμη ἀμφοτέρων Μαῖσα, γυνὴ καὶ ἄλλως
ἐντρεχὴς καὶ τῇ βασιλείῳ αὐλῇ πολλῶν ἐτῶν ἐνδιαιτηθεῖσα,
ἅτε τῆς Σἑ??ʼήρου γυναικὸς Ἰουλίας ἀδελφὴ
γενομένη καὶ τὰ πάντα σὺν αὐτῇ ἐν τοῖς βασιλείοις

διατρίψασα. οὐδὲν οὖν αὐτὴν ἐλάνθανε τῶν
ὑπὸ τοῦ Ἀντωνίνου βουλευομένων, φύσει τε χαύνου
τὸν τρόπον ὄντος, καὶ ἀφειδῶς πάντα καὶ φανερῶς ἃ
ἐβουλεύετο λέγοντος καὶ πράττοντος. ὡς δὲ τὰ τῆς
ἐπιβουλῆς αὐτῷ οὐ προεχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα, καὶ οὔτε ἐν ταῖς
προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος

ἐτιμᾶτο. οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτόν, καὶ
ἠγανάκτουν ὅτι δὴ τῆς ἀρχῆς παραλυθείη. διεσκέδασε
δὲ ὁ Ἀντωνῖνος καὶ φήμην ὡς τοῦ Ἀλεξάνδρου τεθνήξεσθαι μέλλοντος, ἐποιεῖτό τε ἀπόπειραν ὅπως
οἴσουσιν οἱ στρατιῶται τὸ θρυλούμενον. οἳ δ̓ ἐπεὶ
μήτε τὸν παῖδα ἔβλεπον ὑπό τε τῆς φήμης τὰς ψυχὰς
ἐτρώθησαν, ἀγανακτήσαντες οὔτε τὴν συνήθη φρουρὰν
ἔπεμψαν τῷ Ἀντωνίνῳ, κατακλείσαντές τε αὑτοὺς ἐν τῷ στρατοπέδῳ τὸν Ἀλέξανδρον ἐν ἱερῷ

ἠξίουν ἰδεῖν. ὁ δ̓ Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος,
παραλαβὼν τὸν Ἀλέξανδρον, συγκαθεσθεὶς
αὐτῷ ἐν τῷ βασιλικῷ φορείῳ, ὅπερ διὰ χρυσοῦ πολλοῦ
καὶ λίθων τιμίων πεποίκιλτο, κατῆλθεν ἐς τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ. ὡς δὲ ἀνοίξαντες
τὰς πύλας ἐδέξαντο αὐτοὺς ἔς τε τὸν νεὼν τοῦ στρατοπέδου
 
ἤγαγον, τὸν μὲν Ἀλέξανδρον ὑπερφυῶς
ἠσπάζοντό τε καὶ εὐφήμουν, τῷ δὲ Ἀντωνίνῳ ἀμελέστερον

προσεφέροντο. ἐφ̓ οἷς ἐκεῖνος ἀγανακτῶν, καὶ διανυκτερεύσας ἐν τῷ ἱερῷ τοῦ στρατοπέδου, πάνυ
ἤσχαλλε καὶ τοῖς στρατιώταις ὠργίζετο: ἐκέλευέ τε
τοὺς παρασήμους καὶ ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημήσαντας,
τοὺς δὲ αἰτίους δῆθεν στάσεως καὶ θορύβου,

συλλαμβάνεσθαι πρὸς τιμωρίαν. οἱ δὲ στρατιῶται ἐπὶ τούτῳ ἀγανακτήσαντες, ἄλλως μὲν μισοῦντες
τὸν Ἀντωνῖνον καὶ ἀποσκευάσασθαι θέλοντες
ἀσχημονοῦντα βασιλέα, τότε δὲ καὶ τοῖς συλλαμβανομένοις
ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον
καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον
αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα ʽπαρῆν
γὰρ ὡς σεβαστή τε καὶ μήτηῤ ἀναιροῦσι, τούς τε
περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέται
τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων.

τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς Σοαιμίδος παρέδοσαν σύρειν τε καὶ ἐνυβρίζειν τοῖς βουλομένοις:
ἅπερ ἐπὶ πολὺ διὰ πάσης τῆς πόλεως συρέντα
τε καὶ λωβηθέντα ἐς τοὺς ὀχετοὺς ἀπερρίφθη
τοὺς ἐς τὸν Θύμβριν ποταμὸν ῥέοντας.

Ἀντωνῖνος μὲν οὖν ἐς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως
ἅμα τῇ μητρὶ κατέστρεψεν: οἱ δὲ στρατιῶται αὐτοκράτορα
τὸν Ἀλέξανδρον ἀναγορεύσαντες ἐς τὰ βασίλεια 
ἀνήγαγον, κομιδῇ νέον καὶ πάνυ ὑπὸ τῇ μητρὶ
καὶ τῇ μάμμῃ παιδαγωγούμενον.

Ὁποίῳ μὲν δὴ τέλει ὁ νέος Ἀντωνῖνος ἐχρήσατο,
ἐν τοῖς προειρημένοις δεδήλωται: παραλαβόντος
δὲ τὴν ἀρχὴν Ἀλεξάνδρου τὸ μὲν σχῆμα καὶ τὸ ὄνομα τῆς βασιλείας ἐκείνῳ περιέκειτο, ἡ μέντοι διοίκησις
τῶν πραγμάτων καὶ ἡ τῆς ἀρχῆς οἰκονομία ὑπὸ
ταῖς γυναιξὶ διῳκεῖτο, ἐπί τε τὸ σωφρονέστερον καὶ

σεμνότερον πάντα μετάγειν ἐπειρῶντο. καὶ πρῶτον
μὲν τῆς συγκλήτου βουλῆς τοὺς δοκοῦντας καὶ ἡλικίᾳ σεμνοτάτους καὶ βίῳ σωφρονεστάτους ἑκκαίδεκα ἐπελέξαντο
συνέδρους εἶναι καὶ συμβούλους τοῦ βασιλέως:
οὐδέ τι ἐλέγετο ἢ ἐπράττετο, εἰ μὴ κἀκεῖνοι
αὐτὸ ἐπικρίναντες σύμψηφοι ἐγένοντο. ἤρεσκέ τε τῷ
δήμῳ καὶ τοῖς στρατοπέδοις, ἀλλὰ καὶ τῇ συγκλήτῳ βουλῇ, τὸ σχῆμα τῆς βασιλείας ἐκ τυραννίδος ἐφυβρίστου
ἐς ἀριστοκρατίας τύπον μεταχθέν.

πρῶτον μὲν οὖν τὰ ἀγάλματα τῶν θεῶν, ἅπερ
ἔτυχεν ἐκεῖνος κινήσας καὶ μεταγαγών, ἔπεμψαν ἐς
τοὺς ἀρχαίους καὶ ἰδίους ναούς τε καὶ σηκούς: τούς τε ὑπ̓ ἐκείνου ἀλόγως, ἢ ἐφ̓ οἷς εὐδοκιμήκεσαν
ἁμαρτήμασιν, ἐς τιμὰς καὶ ἐξουσίας προαχθέντας τῶν
δοθέντων ἀφείλοντο, ἑκάστους κελεύσαντες ἐς τὴν

προτέραν αὑτῶν ἐπανιέναι τῆς ἀξίας αἵρεσιν. τάς τε
πράξεις ἁπάσας καὶ τὰς διοικήσεις, τὰς μὲν πολιτικὰς καὶ ἀγοραίους ἐνεχείρισαν τοῖς ἐπὶ λόγοις εὐδοκιμωτάτοις
καὶ νόμων ἐμπείροις, τὰς δὲ στρατιωτικὰς τοῖς
ἐξετασθεῖσί τε καὶ εὐδοκιμήσασιν ἐν εὐτάκτοις τε καὶ
πολεμικαῖς πράξεσιν.
ἐπὶ πολὺ δ̓ οὕτω τῆς ἀρχῆς διοικουμένης, ἡ μὲν Μαῖσα πρεσβῦτις ἤδη οὖσα ἀνεπαύσατο τοῦ βίου,
ἔτυχέ τε βασιλικῶν τιμῶν, καὶ ὡς νομίζουσι Ῥωμαῖοι,

ἐξεθειάσθη: ἡ δὲ Μαμμαία μόνη τῷ παιδὶ καταλειφθεῖσα ὁμοίως αὐτοῦ ἄρχειν τε καὶ κρατεῖν ἐπειρᾶτο.
ἤδη τε ὁρῶσα ἐν ἀρχῇ τὸν υἱὸν νεανίαν γενόμενον,
καὶ δεδοικυῖα μὴ ἄρα ἡλικία ἀκμάζουσα ὑπηρετούσης
ἀδείας τε καὶ ἐξουσίας ἔς τι τῶν γενικῶν ἁμαρτημάτων
ἐξοκείλῃ, πανταχόθεν ἐφρούρει τὴν αὐλήν, οὐδέ
τινα εἴα προσιέναι τῷ μειρακίῳ τῶν ἐπὶ φαύλῳ βίῳ
διαβεβλημένων, μή πως τὸ ἦθος διαφθαρείη, προκαλεσαμένων
αὐτοῦ τῶν κολάκων τὰς ὀρέξεις ἀκμαζούσας

ἐς αἰσχρὰς ἐπιθυμίας. δικάζειν τε οὖν αὐτὸν ἔπειθε συνεχέστατα καὶ ἐπὶ πλεῖστον τῆς ἡμέρας, ὡς
ἂν ἀσχολούμενος περὶ τὰ κρείττονα καὶ τῇ βασιλείᾳ
ἀναγκαῖα μὴ ἔχοι καιρὸν ἐς τὸ ἐπιτηδεύειν τι τῶν
ἁμαρτημάτων. ὑπῆρχε δέ τι καὶ φυσικὸν ἦθος πρᾶον
καὶ ἥμερον τῷ Ἀλεξάνδρῳ ἔς τε τὸ φιλάνθρωπον
πάνυ ἐπιρρεπές, ὡς ἐδήλωσε καὶ τῆς ἡλικίας προχωρούσης.

ἐς τεσσαρεσκαιδέκατον γοῦν ἐλάσας τῆς βασιλείας ἔτος ἀναιμωτὶ ἦρξεν, οὐδέ τις εἰπεῖν ἔχει ὑπ̓
ἐκείνου φονευθέντα. καίτοι τινῶν μεγίσταις αἰτίαις:
ὑποπεσόντων, ὅμως ἐφείσατο ὡς μὴ φονεῦσαι, οὐ
ῥᾳδίως τοῦτο ἄλλου βασιλέως τῶν καθ̓ ἡμᾶς ποιήσαντος
ἢ παραφυλάξαντος μετὰ τὴν Μάρκου ἀρχήν.
ὑπ̓ Ἀλεξάνδρου δ̓ οὐκ ἄν τις εἰπεῖν ἔχοι ἢ μνημονεῦσαι
ἐν ἔτεσι τοσούτοις ἀκρίτως φονευθέντα.

ᾐτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤσχαλλεν ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον καὶ περὶ τοῦτο
ὑπερφυῶς ἐσπουδακυῖαν. προσποιουμένη γὰρ ἀθροίζειν
αὐτὰ ἵνα ἔχοι τοῖς στρατιώταις ἀφθόνως καὶ ῥᾳδίως
ὁ Ἀλέξανδρος χαρίζεσθαι, ἰδίᾳ ἐθησαύριζε: καὶ
διέβαλλεν ἔσθ̓ ὅπῃ τοῦτο τὴν ἀρχήν, αὐτοῦ ἄκοντός
τε καὶ ἀσχάλλοντος οὐσίας τινῶν καὶ κληρονομίας ἐξ
ἐπηρείας ὑφαρπασάσης ἐκείνης.

ἠγάγετο δ̓ αὐτῷ καὶ γυναῖκα τῶν εὐπατριδῶν,
ἣν συνοικοῦσαν καὶ ἀγαπωμένην μετὰ ταῦτα τῶν βασιλείων
ἐδίωξεν: ἐνυβρίζουσά τε καὶ βασίλισσα εἶναι
θέλουσα μόνη, φθονοῦσά τε τῆς προσηγορίας ἐκείνῃ,
ἐς τοσοῦτον προεχώρησεν ὕβρεως ὡς τὸν πατέρα τῆς κόρης, καίτοι ὑπ̓ Ἀλεξάνδρου γαμβροῦ ὄντος πάνυ
τιμώμενον, μὴ φέροντα τὴν Μαμμαίαν ἐνυβρίζουσαν
αὑτῷ τε καὶ τῇ θυγατρὶ αὑτοῦ, φυγεῖν ἐς τὸ στρατόπεδον,
τῷ μὲν Ἀλεξάνδρῳ χάριν εἰδότα ἐφ̓ οἷς ἐτιμᾶτο,
τὴν δὲ Μαμμαίαν αἰτιώμενον ἐφ̓ οἷς ὑβρίζετο.

ἐκείνη δὲ ἀγανακτήσασα αὐτόν τε ἀναιρεθῆναι ἐκέλευσε,
καὶ τὴν κόρην ἐκβληθεῖσαν τῶν βασιλείων ἐς
Λιβύην ἐφυγάδευσε. ταῦτα δὲ ἐπράττετο ἄκοντός τε
καὶ ἀναγκαζομένου τοῦ Ἀλεξάνδρου: ἦρχε γὰρ αὐτοῦ
καὶ ὑπερβαλλόντως ἡ μήτηρ, καὶ πᾶν τὸ κελευόμενον ἐκεῖνος ἐποίει. τοῦτο δ̓ ἄν τις μόνον ἔσχεν ἐγκαλέσαι
αὐτῷ, ὅτι δὴ ὑπὸ περιττῆς πραότητος καὶ αἰδοῦς
πλείονος ἢ ἐχρῆν τῇ μητρί, ἐν οἷς ἀπηρέσκετο, ὅμως
ἐπείθετο.

ἐτῶν μὲν οὖν τρισκαίδεκα οὕτως, ὅσον ἐπ̓ αὐτῷ, τὴν βασιλείαν ἀμέμπτως διῴκησε: τῷ δὲ τεσσαρεσκαιδεκάτῳ
ἔτει αἰφνιδίως ἐκομίσθη γράμματα τῶν
κατὰ Συρίαν τε καὶ Μεσοποταμίαν ἡγεμόνων, δηλοῦντα
 ὅτι Ἀρταξέρξης ὁ Περσῶν βασιλεὺς μετὰ τὸ
Παρθυαίους καθελεῖν καὶ τῆς κατὰ τὴν ἀνατολὴν ἀρχῆς παραλῦσαι, Ἀρτάβανόν τε τὸν πρότερον καλούμενον
 τὸν μέγαν βασιλέα καὶ δυσὶ διαδήμασι χρώμενον
ἀποκτεῖναι, πάντα τε τὰ περίοικα βάρβαρα χειρώσασθαι
καὶ ἐς φόρου συντέλειαν ὑπαγαγέσθαι, οὐχ
ἡσυχάζει οὐδ̓ ἐντὸς Τίγριδος ποταμοῦ μένει, ἀλλὰ τὰς ὄχθας ὑπερβαίνων καὶ τοὺς τῆς Ῥωμαίων ἀρχῆς
ὅρους Μεσοποταμίαν τε κατατρέχει καὶ Σύροις ἀπειλεῖ,

πᾶσάν τε τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ καὶ διαιρουμένην Αἰγαίῳ τε καὶ τῷ πορθμῷ τῆς Προποντίδος,
Ἀσίαν τε πᾶσαν καλουμένην προγονικὸν κτῆμα
ἡγούμενος τῇ Περσῶν ἀρχῇ ἀνακτήσασθαι βούλεται,
φάσκων ἀπὸ Κύρου τοῦ πρώτου τὴν ἀρχὴν ἐκ Μήδων
ἐς Πέρσας μεταστήσαντος μέχρι Δαρείου τοῦ τελευταίου
Περσῶν βασιλέως, οὗ τὴν ἀρχὴν Ἀλέξανδρος
ὁ Μακεδὼν καθεῖλε, πάντα μέχρις Ἰωνίας καὶ Καρίας
ὑπὸ σατράπαις Περσικοῖς διῳκῆσθαι: προσήκειν οὖν
αὐτῷ Πέρσαις ἀνανεώσασθαι πᾶσαν ὁλόκληρον, ἣν
πρότερον ἔσχον, ἀρχήν.

τοιαῦτα τοίνυν δηλωσάντων καὶ ἐπιστειλάντων τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἡγεμόνων, πρὸς τὴν αἰφνίδιον
καὶ παῤ ἐλπίδα κομισθεῖσαν ἀγγελίαν οὐ μετρίως
ὁ Ἀλέξανδρος ἐταράχθη, καὶ μάλιστα εἰρήνῃ
ἐκ παίδων ἐντραφεὶς καὶ τῇ κατὰ τὴν πόλιν ἀεὶ σχολάσας
τρυφῇ. τὰ μὲν οὖν πρῶτα ἔδοξεν αὐτῷ κοινωσαμένῳ
τοῖς φίλοις πρεσβείαν πέμψαι καὶ διὰ γραμμάτων
κωλῦσαι τὴν ὁρμὴν καὶ ἐλπίδα τοῦ βαρβάρου.

ἔλεγε δὲ τὰ γράμματα δεῖν μένειν τε αὐτὸν ἐν τοῖς τῶν ἰδίων ὅροις καὶ μὴ καινοτομεῖν μηδὲ ματαίαις
αἰωρούμενον ἐλπίσι μέγαν ἐγείρειν πόλεμον, ἀγαπητῶν
τε ἔχειν ἕκαστον τὰ αὑτοῦ: μηδὲ γὰρ ὁμοίαν ἔσεσθαι
μάχην αὐτῷ πρὸς Ῥωμαίους οἵαν σχεῖν πρὸς
τοὺς γειτνιῶντας καὶ ὁμοφύλους βαρβάρους. ὑπεμίμνησκε
δὲ τὰ γράμματα τῶν τε τοῦ Σεβαστοῦ καὶ τῶν
Τραϊανοῦ Λουκίου τε καὶ Σἑ??ʼήρου κατ̓ αὐτῶν τροπαίων.
τοιαῦτα μὲν δή τινα ὁ Ἀλέξανδρος ἐπιστείλας
ᾤετο πείσειν ἢ φοβήσειν ἐς τὸ ἡσυχάζειν τὸν βάρβαρον:

ὃ δ̓ οὐδέν τι φροντίζων τῶν ἐπεσταλμένων, ὅπλοις ἀλλ̓ οὐ λόγοις οἰόμενος δεῖν τὰ πράγματα
διοικεῖσθαι, ἐνέκειτο ἄγων καὶ φέρων τὰ Ῥωμαίων
 
ἅπαντα, κατατρέχων τε καὶ καθιππεύων Μεσοποταμίαν
λείας τε ἀπήλαυνε, καὶ τὰ ἐπικείμενα στρατόπεδα
ταῖς ὄχθαις τῶν ποταμῶν προασπίζοντά τε τῆς
Ῥωμαίων ἀρχῆς ἐπολιόρκει. φύσει δ̓ ὢν ἀλαζών, καὶ
ταῖς παῤ ἐλπίδας εὐπραγίαις ἐπαιρόμενος, πάντα

ῥᾳδίως χειρώσασθαι προσεδόκα. ἦν δὲ αὐτὸν τὰ ἀναπείθοντα
οὐ μικρὰ ἐς ἐπιθυμίαν ἀρχῆς μείζονος.
πρῶτος γὰρ Περσῶν ἐτόλμησε τῇ Παρθυαίων ἀρχῇ
ἐπιθέσθαι Πέρσαις τε τὴν βασιλείαν ἀνανεώσασθαι.
μετὰ γὰρ Δαρεῖον τὸν ὑπ̓ Ἀλεξάνδρου τοῦ Μακεδόνος τῆς ἀρχῆς παραλυθέντα, παμπλείστοις ἐν ἔτεσι
Μακεδόνες μὲν καὶ οἱ Ἀλεξάνδρου διάδοχοι τῶν ὑπὸ
ταῖς ἀνατολαῖς ἐθνῶν καὶ κατ̓ Ἀσίαν ἅπασαν, νειμάμενοι

κατὰ χώρας, ἐβασίλευσαν. ἐκείνων δὲ πρὸς ἀλλήλους
διαφερομένων, πολέμοις τε συνεχέσι τῆς Μακεδόνων δυνάμεως ἐξασθενούσης, πρῶτος Ἀρσάκης
λέγεται, τὸ γένος Παρθυαῖος, ἀναπεῖσαι τοὺς ἐπέκεινα
βαρβάρους ἀποστῆναι Μακεδόνων: περιθέμενός
τε τὸ διάδημα ἑκόντων Παρθυαίων καὶ τῶν προσχώρων
βαρβάρων αὐτός τε ἐβασίλευσε, καὶ τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐπὶ πλεῖστον παρέμενεν ἡ ἀρχή,
μέχρις Ἀρταβάνου τοῦ καθ̓ ἡμᾶς γενομένου, ὃν Ἀρταξέρξης
ἀποκτείνας Πέρσαις τὴν ἀρχὴν ἀνεκτήσατο,
τά τε γειτνιῶντα ἔθνη βάρβαρα χειρωσάμενος ῥᾳδίως
ἤδη καὶ τῇ Ῥωμαίων ἀρχῇ ἐπεβούλευσεν.

ὡς δὲ τῷ Ἀλεξάνδρῳ ἐδηλώθη διατρίβοντι ἐν τῇ
Ῥώμῃ τὰ κατὰ τὰς ἀνατολὰς ὑπὸ τοῦ βαρβάρου τολμώμενα,
οὐκ ἀνασχετὰ ἡγούμενος, καλούντων δὲ αὐτὸν
καὶ τῶν ἐκεῖσε ἡγεμόνων, ἀσχάλλων μὲν καὶ παρὰ
γνώμην, ὅμως δ̓ ἔσχε περὶ ἔξοδον. ἔκ τε οὖν αὐτῆς Ἰταλίας καὶ τῶν ὑπὸ Ῥωμαίοις πάντων ἐθνῶν λογάδες
ἐς τὴν στρατιὰν ἠθροίζοντο, ὅσοι σώματος εὐεξίᾳ

καὶ ἡλικίας ἀκμῇ ἐς μάχην ἐπιτήδειοι ἐνομίζοντο. κίνησίς τε μεγίστη πᾶσι τοῖς ὑπὸ Ῥωμαίοις ἐγένετο, δυνάμεως
ἰσορρόπου ἀθροιζομένης πρὸς τὸ ἀγγελλόμενον
τῶν ἐπιτρεχόντων βαρβάρων πλῆθος. ὁ δ̓ Ἀλέξανδρος
ἀθροίσας τοὺς ἐν Ῥώμῃ στρατιώτας, ἐξελθεῖν
τε πάντας κελεύσας ἐς τὸ σύνηθες πεδίον, ἐπὶ
βήματος ἀνελθὼν ἔλεξε τοιάδε.

ἐβουλόμην μέν, ὦ ἄνδρες συστρατιῶται, τοὺς συνήθεις πρὸς ὑμᾶς ποιεῖσθαι λόγους, δἰ ὧν αὐτός
τε ἐκοσμούμην δημηγορῶν ὑμᾶς τε ἀκούοντας εὔφραινον:
εἰρήνης γὰρ πολυετοῦς ἀπολαύσαντες εἴ τι
καινὸν νῦν ἀκούοιτε, ἴσως ἂν ὡς παῤ ἐλπίδα λεχθέντι

ἐκπλαγείητε. χρὴ δ̓ ἄνδρας γενναίους τε καὶ σώφρονας εὔχεσθαι μὲν ὑπάρχειν τὰ βέλτιστα,
φέρειν δὲ τὰ προσπίπτοντα: τῶν μὲν γὰρ δἰ ἡδονῆς
πραττομένων ἡ ἀπόλαυσις γλυκεῖα, τῶν δ̓ ἐξ ἀνάγκης
κατορθουμένων ἔνδοξος ἡ ἀνδρεία. καὶ τὸ μὲν
ἄρχειν ἀδίκων ἔργων οὐκ εὐγνώμονα ἔχει τὴν πρόκλησιν,
τὸ δὲ τοὺς ἐνοχλοῦντας ἀποσείεσθαι ἔκ τε τῆς
ἀγαθῆς συνειδήσεως ἔχει τὸ θαρραλέον, καὶ ἐκ τοῦ

μὴ ἀδικεῖν ἀλλ̓ ἀμύνεσθαι ὑπάρχει τὸ εὔελπι. Ἀρταξέρξης ἀνὴρ Πέρσης, τὸν ἑαυτοῦ δεσπότην Ἀρτάβανον
ἀποκτείνας τήν τε ἀρχὴν ἐς Πέρσας μεταστήσας,
ἀλλὰ καὶ τῶν ἡμετέρων ὅπλων καταθαρρήσας καὶ τῆς
Ῥωμαίων δόξης καταφρονήσας, πειρᾶται κατατρέχειν
καὶ λυμαίνεσθαι τὰ τῆς ἡμετέρας ἀρχῆς κτήματα. τοῦτον
ἐπειράθην τὸ μὲν πρῶτον γράμμασι καὶ πειθοῖ
παῦσαι τῆς ἀπλήστου μανίας καὶ τῆς ἀλλοτρίων ἐπιθυμίας:
ὃ δὲ βαρβάρῳ φερόμενος ἀλαζονείᾳ οὔτε μένειν
οἴκοι βούλεται, προκαλεῖταί τε ἡμᾶς ἐς μάχην.

μὴ δὴ μέλλωμεν μηδὲ ὀκνῶμεν, ἀλλ̓ οἱ μὲν πρεσβύτεροι ὑμῶν ὑπομνήσατε ἑαυτοὺς τροπαίων ἃ μετὰ
 
Σἑ??ʼήρου καὶ Ἀντωνίνου τοῦ πατρὸς ἠγείρατε πολλάκις
κατὰ βαρβάρων, οἱ δ̓ ἐν ἀκμῇ ὄντες δόξης καὶ
κλέους ἐπιθυμήσαντες δείξατε ὅτι ἄρα καὶ εἰρήνην
ἄγειν πράως καὶ μετ̓ αἰδοῦς ἐπίστασθε καὶ τὰ πολεμικὰ

τῆς χρείας ἀπαιτούσης γενναίως κατορθοῦτε. τὸ δὲ βάρβαρον πρὸς μὲν τὰ ὑπείκοντα καὶ ὀκνοῦντα
θρασύνεται, τῷ δ̓ ἀντιπίπτοντι οὐκέθ̓ ὁμοίως ἀντέχει,
ἐπεὶ μὴ ἐκ συστάσεως αὐτοῖς ἡ μάχη κατὰ τῶν
ἀντιπάλων ὑπισχνεῖται τὸ εὔελπι, ἀλλ̓ ἐξ ἐπιδρομῆς
ἢ φυγῆς κερδαίνειν νομίζουσιν ὅπερ ἂν σχῶσι δἰ ἁρπαγῆς. ἡμῖν δὲ καὶ τὸ εὔτακτον ἅμα τῷ κοσμίῳ ὑπάρχει,
καὶ νικᾶν αὐτοὺς ἀεὶ δεδιδάγμεθα.

τοιαῦτά τινα εἰπόντα τὸν Ἀλέξανδρον πᾶς ὁ
στρατὸς ἀνευφήμησε, προθυμίαν τε πᾶσαν ἐς τὸ πολεμεῖν
ὑπισχνεῖτο. ὃ δ̓ ἐπιδοὺς αὐτοῖς χρήματα μεγαλοφρόνως, εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἔξοδον ἐκέλευσε.
κατελθών τε ἐς τὴν σύγκλητον βουλήν, καὶ
τοῖς προειρημένοις ὅμοια διαλεχθείς, ἐπήγγειλε τὴν

ἔξοδον. καταλαβούσης δὲ τῆς ὡρισμένης ἡμέρας θύσας
τε τὰς ἐπὶ ταῖς ἐξόδοις νενομισμένας ἱερουργίας, παραπεμφθείς τε ὑπὸ τῆς συγκλήτου καὶ παντὸς τοῦ
δήμου, τῆς Ῥώμης ἀπῆρεν, ἐπιστρεφόμενος ἀεὶ πρὸς
τὴν πόλιν καὶ δακρύων. ἀλλ̓ οὐδὲ τῶν δημοτῶν ἦν
τις ὃς ἀδακρυτὶ παρέπεμπεν αὐτόν: πόθον γὰρ ἑαυτοῦ
τῷ πλήθει ἐμπεποιήκει ἀνατραφείς τε ὑπ̓ αὐτοῖς

καὶ μετρίως ἄρξας τοσούτων ἐτῶν. μετὰ πολλῆς δὲ
σπουδῆς ποιησάμενος τὴν πορείαν, τά τε Ἰλλυρικὰ
ἔθνη καὶ στρατόπεδα ἐπελθών, πλείστην τε δύναμιν
κἀκεῖθεν ἀθροίσας, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ
δὲ γενόμενος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυε, γυμνάζων τε τοὺς στρατιώτας καὶ τὰ πολεμικὰ ἀσκῶν.

ἔδοξε δὲ αὐτῷ πρεσβείαν πάλιν πέμψαι πρὸς τὸν
 
Πέρσην καὶ περὶ εἰρήνης καὶ φιλίας διαλέγεσθαι: ἤλπιζε
γὰρ αὐτὸν πείσειν ἢ φοβήσειν αὐτὸς παρών. ὁ
δὲ βάρβαρος τοὺς μὲν πρέσβεις τῶν Ῥωμαίων ἀπέπεμψεν
ἀπράκτους, αὐτὸς δὲ ἐπιλεξάμενος τετρακοσίους
Περσῶν τοὺς μεγίστους, ἐσθῆσί τε πολυτελέσι
καὶ χρυσῷ κεκοσμημένους ἵππων τε καὶ τόξων παρασκευῇ,
πρέσβεις ἔπεμψε δὴ πρὸς τὸν Ἀλέξανδρον,
καταπλήξειν οἰηθεὶς τοὺς Ῥωμαίους τῇ τε ὄψει καὶ τῷ

σχήματι τῶν Περσῶν. ἔλεγε δ̓ ἡ πρεσβεία ὅτι δὴ κελεύει μέγας βασιλεὺς Ἀρταξέρξης ἀφίστασθαι Ῥωμαίους
τε καὶ τὸν ἄρχοντα αὐτῶν Συρίας τε ἁπάσης
Ἀσίας τε τῆς Εὐρώπῃ ἀντικειμένης, ἐᾶσαι δὲ ἄρχειν
Πέρσας μέχρις Ἰωνίας τε καὶ Καρίας καὶ ὅσα Αἰγαίῳ
καὶ Πόντῳ ἔθνη διαιρεῖται: εἶναι γὰρ αὐτὰ Περσῶν

προγονικὰ κτήματα. τοιαῦτά τινα τῶν τετρακοσίων πρέσβεων ἀπαγγειλάντων, κελεύει ὁ Ἀλέξανδρος τοὺς
τετρακοσίους συλληφθῆναι, καὶ παρελόμενος πάσης
τῆς περικειμένης σκευῆς ἐς Φρυγίαν ἐξέπεμψε, δοὺς
κώμας τε οἰκεῖν καὶ χώραν γεωργεῖν, τοσαύτην αὐτοῖς
ἐπιθεὶς τιμωρίαν ὡς οἴκαδε μὴ ἐπανελθεῖν: ἀποκτεῖναι
γὰρ ἀνόσιον καὶ οὐ πάνυ ἀνδρεῖον ἡγήσατο
μήτε μαχομένους καὶ τὰ κελευσθέντα ὑπὸ τοῦ ἑαυτῶν
δεσπότου ἀγγείλαντας.

τούτων δὴ οὕτω πραττομένων, παρασκευαζομένου τε τοῦ Ἀλεξάνδρου καὶ διαβῆναι τοὺς ποταμοὺς
ἔς τε τὴν βάρβαρον γῆν τὸν στρατὸν διαγαγεῖν, ἐγένοντό
τινες καὶ ἀποστάσεις στρατιωτῶν, ἀπό τε Αἰγύπτου
ἐληλυθότων, ἀλλὰ μὴν καὶ τῶν κατὰ Συρίαν,
καινοτομῆσαί τινα ἐπιχειρησάντων περὶ τὴν βασιλείαν:
οἳ ταχέως φωραθέντες ἐκολάσθησαν. ἀλλὰ καί
τινα τῶν στρατοπέδων μετέστησεν ὁ Ἀλέξανδρος ἐς
 
ἕτερα χωρία, ἐπιτηδειότερα δοκοῦντα εἶναι πρὸς τὸ
κωλύειν τὰς τῶν βαρβάρων ἐπιδρομάς.

τούτων δὴ αὐτῷ διοικηθέντων, τῆς τε στρατιᾶς
παμπληθοῦς συνειλεγμένης, ὅτε δὴ ἀντίπαλα καὶ
ἰσόρροπα ᾠήθη εἶναι τὰ ἑαυτοῦ στρατεύματα τῷ πλήθει τῶν βαρβάρων, σκεψάμενος σὺν τοῖς φίλοις ἔνειμε
τὸ στρατιωτικὸν ἐς τρεῖς μοίρας, καὶ τὴν μὲν μίαν
ἐκέλευσε πρὸς τὰ ἀρκτῷα μέρη ἀφορῶσαν, δἰ Ἀρμενίας
ἐπελθοῦσαν φιλίου Ῥωμαίοις δοκούσης, κατατρέχειν

τὴν Μήδων χώραν: τὴν δὲ ἑτέραν ἔπεμψε πρὸς τὰ ἑῷα μέρη τῆς βαρβάρου γῆς βλέπουσαν, ἔνθα
συρρέοντας τὸν Τίγρητα καὶ τὸν Εὐφράτην ἕλη πυκνότατα
ὑποδέχεσθαι λέγουσι, καὶ λανθάνειν ποταμῶν
ἐκείνων μόνων διὰ τοῦτο τὰς ἐκβολάς: τὴν δὲ τρίτην
μοῖραν καὶ γενναιοτάτην τοῦ στρατοῦ αὐτὸς ἔχων ὑπέσχετο ἐπάξειν τοῖς βαρβάροις κατὰ μέσην τὴν πορείαν.
οὕτω γὰρ ᾤετο διαφόροις ἐφόδοις ἀφυλάκτως
τε καὶ ἀπροόπτως αὐτοῖς ἐπελεύσεσθαι, καὶ τὸ πλῆθος
τῶν Περσῶν ἀεὶ πρὸς τοὺς ἐπιόντας διαιρούμενον
ἀσθενέστερόν τε ἔσεσθαι καὶ ἀτακτότερον μαχεῖσθαι.

οὐ γὰρ δὴ μισθοφόροις χρῶνται στρατιώταις
οἱ βάρβαροι ὥσπερ Ῥωμαῖοι, οὐδὲ στρατόπεδα ἔχουσι
συνεστῶτα καὶ μένοντα, πολέμου τέχναις ἐγγεγυμνασμένα:
ἀλλὰ πᾶν τὸ πλῆθος τῶν ἀνδρῶν, ἔσθ̓ ὅπῃ
καὶ τῶν γυναικῶν, ἐπὰν κελεύσῃ βασιλεύς, ἀθροίζεται. διαλυθέντος δὲ τοῦ πολέμου ἕκαστος ἐς τὰ ἑαυτοῦ
ἐπανέρχεται, τοσοῦτον ἀποκερδήσας ὅσα ἂν ἐξ

ἁρπαγῆς αὐτῷ περιγένηται. τόξοις τε καὶ ἵπποις οὐκ
ἐς τὸ πολεμεῖν μόνον χρῶνται ὥσπερ Ῥωμαῖοι, ἀλλ̓
ἐκ παίδων σὺν αὐτοῖς ἀναστρέφονται καὶ θηρῶντες διαιτῶνται, οὔτε τὰς φαρέτρας ποτὲ ἀποτιθέμενοι οὔτε
 
τῶν ἵππων ἀποβαίνοντες, ἀεὶ δὲ αὐτοῖς χρώμενοι ἢ
κατὰ πολεμίων ἢ κατὰ θηρίων.
Ἀλέξανδρος μὲν οὖν, ὡς ᾤετο, ἄριστα βεβούλευτο:

ἔσφηλε δὲ αὐτοῦ τὴν γνώμην ἡ τύχη. τὸ μὲν γὰρ πεμφθὲν δἰ Ἀρμενίας στρατιωτικόν, μόλις καὶ
χαλεπῶς ὑπερβαλὸν τὰ τῆς χώρας ὄρη τραχύτατά τε
ὄντα καὶ κρημνωδέστατα ʽπλὴν ἔτι θέρους ὄντος ἀνεκτὴν
εἶχε τὴν πορείαν̓, ἐμβαλὸν ἐς τὴν Μήδων χώραν
ἐπόρθει τε αὐτὴν καὶ πολλὰς ἐνέπρησε κώμας λείαν
τε ἀπήγαγεν. ὁ δὲ Πέρσης μαθὼν ἐπήμυνε κατὰ δύναμιν,
ἀπείργειν δὲ τοὺς Ῥωμαίους οὐ πάνυ τι ἐδύνατο:

τραχεῖα γὰρ οὖσα ἡ χώρα τοῖς μὲν πεζοῖς καὶ τὴν βάσιν εὐπαγῆ καὶ τὴν πορείαν εὐμαρῆ παρεῖχεν,
ἡ δ̓ ἵππος τῶν βαρβάρων ὑπὸ τῆς τῶν ὀρῶν τραχύτητος
ὁμοῦ καὶ πρὸς δρόμον ἐπείχετο καὶ καθιππεύειν
ἢ ἐπιέναι ἐκωλύετο. ἧκον δέ τινες ἀγγέλλοντες τῷ
Πέρσῃ ὡς ἄρα φαίνοιτο Ῥωμαίων στρατὸς ἕτερος ἐν
τοῖς ἑῴοις μέρεσι Παρθυαίων, τά τε πεδία κατατρέχουσι.

διόπερ φοβηθεὶς ἐκεῖνος μὴ τὰ ἐν Πάρθοις ῥᾳδίως λυμηνάμενοι ἐς Πέρσας ἐμβάλωσι, καταλιπών
τινα δύναμιν, ὅσην αὐτάρκη ᾤετο ῥύεσθαι Μηδίαν,
αὐτὸς σὺν παντὶ τῷ στρατῷ ἐς τὰ ἑῷα μέρη
ἠπείγετο. ἡ δὲ τῶν Ῥωμαίων στρατιὰ τὴν πορείαν
ἀμελέστερον ἐποιεῖτο μήτε τινὸς φαινομένου μήτε ἀνθεστῶτος,
ἤλπιζέ τε τὸν Ἀλέξανδρον σὺν τρίτῃ μοίρᾳ,
γενναιοτάτῃ οὔσῃ καὶ μεγίστῃ, ἐς μέσους ἐμβεβληκέναι
τοὺς βαρβάρους, κἀκείνους ἀνθελκομένους ἀεὶ
πρὸς τὸ ἐνοχλοῦν σχολαιτέραν αὑτοῖς καὶ ἀδεεστέραν

παρέξειν τὴν ἔφοδον. προείρητο γὰρ πᾶσι τοῖς στρατοῖς ὑπερτρέχειν, καὶ τόπος ὥριστο ἐς ὃν αὐτοὺς συνελθεῖν
ἔδει, πάντα τὰ ἐμπίπτοντα καὶ ἐν μέσῳ χειρουμένους.
ἔσφηλε δὲ αὐτοὺς ὁ Ἀλέξανδρος μήτε εἰσαγαγὼν
 
τὸν στρατὸν μήτε εἰσελθών, ἢ διὰ δέος, ἵνα
μὴ δὴ αὐτὸς κινδυνεύοι ψυχῇ καὶ σώματι ὑπὲρ τῆς
Ῥωμαίων ἀρχῆς, ἢ τῆς μητρὸς ἐπισχούσης γυναικείᾳ

δειλίᾳ καὶ ὑπερβαλλούσῃ φιλοτεκνίᾳ. ἤμβλυνε γὰρ
αὐτοῦ τὰς πρὸς ἀνδρείαν ὁρμάς, πείθουσα δεῖν ἄλλους ὑπὲρ αὐτοῦ κινδυνεύειν, ἀλλὰ μὴ αὐτὸν παρατάττεσθαι:
ὅπερ τὸν εἰσελθόντα Ῥωμαίων στρατὸν
ἀπώλεσεν. ὁ γὰρ Πέρσης σὺν πάσῃ τῇ δυνάμει ἐπελθὼν
οὐ προσδοκῶντος τοῦ στρατοῦ, ἐκπεριελθὼν καὶ
ὥσπερ σαγηνεύσας, πανταχόθεν τε τοξεύων, διέφθειρε τὴν δύναμιν τῶν Ῥωμαίων, ὀλίγων τε πρὸς
πολλοὺς ἀνθίστασθαι μὴ δυναμένων, καὶ ἀεὶ τὰ γυμνὰ
ἑαυτῶν, ἐς ἃ ἐτοξεύοντο, φραττόντων τοῖς ὅπλοις:
ῥύεσθαι γὰρ αὐτοῖς τὰ σώματα, οὐ μάχεσθαι ἀγαπητὸν

ἦν: ἔστε δὴ πάντες ἐς τὸ αὐτὸ συναλισθέντες καὶ τῇ τῶν ἀσπίδων προβολῇ ὥσπερ τειχίσαντες ἀπεμάχοντο
ἐν σχήματι πολιορκίας, καὶ πανταχόθεν βαλλόμενοι
καὶ τιτρωσκόμενοι, ἀντισχόντες ἐς ὅσον ἐνεδέχετο
ἀνδρείως, τὸ τελευταῖον πάντες διεφθάρησαν.
μεγίστη τε αὕτη συμφορὰ καὶ οὐ ῥᾳδίως μνημονευθεῖσα Ῥωμαίους ἐπέσχε, δυνάμεως μεγίστης διαφθαρείσης,
γνώμῃ καὶ ῥώμῃ μηδεμιᾶς τῶν ἀρχαίων ἀποδεούσης:
τόν τε Πέρσην ἐς ἐλπίδα μειζόνων πραγμάτων
ἐτύφωσε τηλικούτων ἔργων εὐπραγία.

ὡς δὲ ταῦτα τῷ Ἀλεξάνδρῳ ἐδηλώθη χαλεπῶς νοσοῦντι εἴτε διὰ δυσθυμίαν εἴτε διὰ τὴν τοῦ ἀέρος
ἀήθειαν, αὐτός τε δυσφόρως ἤνεγκε, καὶ ὁ λοιπὸς
στρατὸς ἠγανάκτησε πρὸς τὸν Ἀλέξανδρον καὶ ἐχαλέπαινεν,
ὅτι δὴ ψευσαμένου αὐτοῦ καὶ μὴ τηρήσαντος
τὰ συνθήματα προδοθείη ὁ εἰσελθὼν στρατός.

πλὴν ὁ Ἀλέξανδρος μήτε τὴν νόσον φέρων καὶ τὸ
πνιγῶδες τοῦ ἀέρος, τοῦ τε στρατοῦ παντὸς νοσοῦντος,
 
καὶ μάλιστα τῶν Ἰλλυρικῶν στρατιωτῶν, οἳ ὑγρῷ
καὶ χειμερίῳ ἀέρι ἐνειθισμένοι τροφάς τε πλείονας
συνήθως εἰσφερόμενοι χαλεπῶς νοσοῦντες διεφθείροντο,
ἐπανελθεῖν τε ἐς τὴν Ἀντιόχειαν ἐβουλεύσατο,
καὶ πέμψας τὸν ἐν Μηδίᾳ στρατὸν ἐπανελθεῖν ἐκέλευσεν.

ἐκεῖνος μὲν ὁ στρατὸς ἐπανιὼν πλεῖστος ἐν τοῖς ὄρεσι διεφθάρη, καὶ ἠκρωτηριάσθησαν οὐκ ὀλίγοι
ἐν δυσχειμέρῳ χώρᾳ, ὡς ὀλίγους πάνυ ἐκ πολλῶν
ἐπανελθεῖν: τὸ δὲ σὺν αὑτῷ πλῆθος ὁ Ἀλέξανδρος ἐς
τὴν Ἀντιόχειαν ἐπανήγαγε, πολλῶν καὶ ἐξ ἐκείνης
τῆς μοίρας ἀπολωλότων, ὡς μεγίστην ἐνεγκεῖν δυσθυμίαν
τῷ στρατῷ καὶ Ἀλεξάνδρῳ ἀδοξίαν, σφαλέντι
καὶ γνώμῃ καὶ τύχῃ, καὶ τῶν τριῶν μοιρῶν τοῦ στρατοῦ
ὧν ἔνειμε τὸ πλεῖστον ἀποβαλόντι διαφόροις συμφοραῖς,
νόσῳ πολέμῳ κρύει.

γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Ἀλέξανδρος αὐτός τε ῥᾳδίως ἐπερρώσθη τῷ εὐψυχεῖ καὶ ἐνύδρῳ τῆς
πόλεως μετὰ τὸν ἐν Μεσοποταμίᾳ ξηρὸν αὐχμόν, τούς
τε στρατιώτας ἀνεκτᾶτο, καὶ ἐφ̓ οἷς λελύπηντο παρεμυθεῖτο
μεγαλοδωρίᾳ χρημάτων: τοῦτο γὰρ μόνον
ἐς εὐνοίας ἀνάκτησιν στρατιωτῶν ἐνόμιζε φάρμακον.
δύναμίν τε ἤθροιζε καὶ παρεσκεύαζεν ὡς δὴ πάλιν
ἐπάξων Πέρσαις, εἰ ἐνοχλοῖεν καὶ μὴ ἡσυχάζοιεν.

ἀπηγγέλλετο δὲ καὶ ὁ Πέρσης λύσας τὴν δύναμιν καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀποπέμψας. εἰ γὰρ καὶ ἐκ τοῦ
κρείττονος ὑπέρτεροι ἐδόκουν γεγενῆσθαι οἱ βάρβαροι,
πλὴν ὅμως ἐτετρύχωντο ταῖς τε κατὰ Μηδίαν
πολλάκις γενομέναις συμβολαῖς τῇ τε ἐν Παρθίᾳ
μάχῃ, πολλῶν μὲν πεσόντων παμπλείστων δὲ τετρωμένων.
οὐ γὰρ ἀνάνδρως οἱ Ῥωμαῖοι ἡττήθησαν, ἀλλὰ
καὶ αὐτοὶ τοὺς πολεμίους ἔσθ̓ ὅπῃ κακώσαντες,
παρὰ τοῦτο δὲ ἀπολόμενοι παῤ ὅσον πλήθει ἐλάττους

εὑρέθησαν, ὡς σχεδὸν ἰσαρίθμου γενομένου τοῦ ἑκατέρωθεν
πεσόντος στρατοῦ τὸ περιλειφθὲν τῶν βαρβάρων
πλήθει ἀλλ̓ οὐ δυνάμει δοκεῖ νενικηκέναι.
δεῖγμα δὲ τοῦτο οὐ μικρὸν τῆς τῶν βαρβάρων κακώσεως:
ἐτῶν γοῦν τριῶν ἢ τεττάρων ἡσύχασαν οὐδ̓ ἐν ὅπλοις ἐγένοντο. ἅπερ μανθάνων ὁ Ἀλέξανδρος
καὶ οὗτος ἐν τῇ Ἀντιοχείᾳ διέτριβεν: εὐθυμότερος δὲ
καὶ ἀδεέστερος γενόμενος ἀνειμένης αὐτῷ τῆς περὶ
τὰ πολεμικὰ φροντίδος, ταῖς τῆς πόλεως ἐσχόλαζε
τρυφαῖς.

οἰομένου δὲ αὐτοῦ τὰ ἐν Πέρσαις ἐν εἰρήνῃ μὲν
συγκείμενα ἡσυχάζειν, ἔχειν δὲ ἀνακωχὴν καὶ μέλλησιν
τῷ βαρβάρῳ πρὸς τὸ πάλιν ἐπάγειν τὸν στρατόν,
ὃς ἅπαξ διαλυθεὶς οὐ ῥᾳδίως ἠθροίζετο ἅτε μὴ
συντεταγμένος μηδὲ συνεστώς, ἀλλ̓ ὄχλος μᾶλλον ἢ στρατὸς ὑπάρχων, καὶ τῶν ἐπισιτισμῶν αὐτοῖς τοσούτων
ὄντων ὅσον ἂν ἕκαστος ἀφικνούμενος πρὸς τὸ
ἑαυτοῦ χρειῶδες ἐπενέγκηται, καὶ δυσαποσπάστως τε
καὶ δυσόκνως καταλειπόντων τέκνα καὶ γυναῖκας καὶ

τὴν οἰκείαν χώραν, αἰφνιδίως ἄγγελοί τε καὶ γράμματα ἐτάραξε τὸν Ἀλέξανδρον καὶ ἐς μείζονα φροντίδα
ἐνέβαλεν, ἐπιστειλάντων αὐτῷ τῶν ἐμπεπιστευμένων
τὴν Ἰλλυρίδος ἡγεμονίαν ὅτι ἄρα Γερμανοὶ
Ῥῆνον καὶ Ἴστρον διαβαίνοντες τὴν Ῥωμαίων πορθοῦσιν
ἀρχὴν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρατόπεδα ἐπικείμενα πόλεις τε καὶ κώμας πολλῇ δυνάμει κατατρέχουσιν,
εἴη τε οὐκ ἐν ὀλίγῳ κινδύνῳ τὰ Ἰλλυρικὰ

ἔθνη ὁμοροῦντα καὶ γειτνιῶντα Ἰταλίᾳ: δεῖσθαι τοίνυν
τῆς αὐτοῦ παρουσίας καὶ τοῦ στρατοῦ παντὸς ὃς
ἦν σὺν αὐτῷ. δηλωθέντα δὴ ταῦτα τόν τε Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας
ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε
 
ὧν πεπόνθεσαν Πέρσαις μαχόμενοι, ἔκ τε ὧν ἐπυνθάνοντο
τοὺς οἰκείους ἕκαστοι ὑπὸ Γερμανῶν ἀπολωλότας.
ἠγανάκτουν οὖν, καὶ τὸν Ἀλέξανδρον εἶχον
ἐν αἰτίᾳ ὡς τὰ ὑπὸ ταῖς ἀνατολαῖς δἰ ἀμέλειαν ἢ δειλίαν
προδεδωκότα, πρός τε τὰ ἀρκτῷα μέλλοντα καὶ

ὀκνοῦντα. ἦν δὲ καὶ αὐτῷ δέος τῷ Ἀλεξάνδρῳ τοῖς τε συνοῦσι φίλοις ἤδη καὶ περὶ αὐτῆς Ἰταλίας. οὐ
γὰρ ὅμοιον ἡγοῦντο τὸν ἐκ Περσῶν κίνδυνον οἷον ἐκ
Γερμανῶν: οἱ μὲν γὰρ ὑπὸ ταῖς ἀνατολαῖς κατοικοῦντες,
μακρᾷ γῇ καὶ θαλάττῃ πολλῇ διῃρημένοι, τὴν
Ἰταλῶν χώραν μόλις ἀκούουσι, τὰ Ἰλλυρικὰ δὲ ἔθνη
στενὰ ὄντα καὶ οὐ πολλὴν ἔχοντα τὴν ὑπὸ Ῥωμαίοις
γῆν, παρὰ τοσοῦτον ὁμόρους καὶ γείτονας ποιεῖ Γερμανοὺς

Ἰταλιώταις. ἐπαγγέλλει δὴ ἄκων μὲν καὶ ἀσχάλλων τὴν ἔξοδον: πλὴν τῆς ἀνάγκης αὐτὸν καλούσης,
καταλιπών τε δύναμιν ὅσην αὐτάρκη ᾤετο
ῥύεσθαι τὰς Ῥωμαίων ὄχθας, τά τε στρατόπεδα καὶ
τὰ φρούρια ἐπιμελέστερον τειχίσας καὶ πληρώσας ἕκαστα
τοῦ ὡρισμένου στρατοῦ, αὐτὸς ἐς Γερμανοὺς

ἠπείγετο ἅμα τῷ λοιπῷ πλήθει. ἀνύσας δὲ τὴν ὁδὸν μετὰ πολλῆς σπουδῆς ἐπέστη ταῖς τοῦ Ῥήνου ὄχθαις,
καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκευάζετο,
τόν τε ποταμὸν ναυσὶ διελάμβανεν, ὧν πρὸς ἀλλήλας
συνδεθεισῶν γεφυρωθέντα εὐμαρῆ τὴν διάβασιν τοῖς
στρατιώταις παρέξειν ᾤετο. μέγιστοι γὰρ δὴ οὗτοι
ποταμῶν ὑπ̓ ἄρκτῳ ῥέουσι, Ῥῆνός τε καὶ Ἴστρος, ὃ
μὲν Γερμανοὺς ὃ δὲ Παίονας παραμείβων: οἳ θέρους
μὲν ναυσίπορον ἔχουσι τὸ ῥεῖθρον διὰ βάθος τε καὶ
πλάτος, τοῦ δὲ χειμῶνος παγέντες ὑπὸ τοῦ κρύους ἐν

πεδίου σχήματι καθιππεύονται. ἀντιτυπὲς δὲ οὕτω καὶ στερρὸν γίνεται τό ποτε ῥεῖθρον ὡς μὴ μόνον
ἵππων ὁπλαῖς καὶ ποσὶν ἀνθρώπων ἀντέχειν, ἀλλὰ
 
καὶ τοὺς ἀρύσασθαι θέλοντας μὴ κάλπεις ἐπ̓ αὐτῷ
μηδὲ κοῖλα σκεύη φέρειν, πελέκεις δὲ καὶ δικέλλας,
ἵν̓ ἐκκόψαντες γυμνόν τε σκεύους ἀράμενοι τὸ ὕδωρ
φέρωσιν ὥσπερ λίθον.

φύσις μὲν δὴ τῶν ποταμῶν αὕτη: ὁ δὲ Ἀλέξανδρος Μαυρουσίους τε πλείστους καὶ τοξοτῶν ἀριθμὸν
πολὺν ἐπαγόμενος ἀπὸ τῆς ἀνατολῆς ἔκ τε τῆς Ὀσροηνῶν
χώρας, καὶ εἴ τινες Παρθυαίων αὐτόμολοι ἢ χρήμασιν
ἀναπεισθέντες ἠκολουθήκεσαν αὐτῷ βοηθήσοντες,
ἐξήρτυε δὴ Γερμανοῖς ἀντιτάξων. μάλιστα γὰρ τοιοῦτος στρατὸς ὀχληρὸς ἐκείνοις γίνεται, τῶν
τε Μαυρουσίων πόρρωθεν ἀκοντιζόντων καὶ τὰς ἐπιδρομὰς
τάς τε ἀναχωρήσεις κούφως ποιουμένων, τῶν
τε τοξοτῶν ἐς γυμνὰς τὰς κεφαλὰς αὐτῶν καὶ σώματα
ἐπιμήκη ῥᾷστα καὶ πόρρωθεν κατὰ σκοποῦ τοξευόντων ἐπέθεόν τε πρὸς τὴν συστάδην μάχην ἀντιτυπεῖς,
καὶ ἰσόρροποι πολλάκις Ῥωμαίοις ἐγένοντο.

Ἀλέξανδρος μὲν ἐν τούτοις ἦν: πλὴν ἔδοξεν αὐτῷ
πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ περὶ εἰρήνης
διαλέγεσθαι. πάντα τε ὑπισχνεῖτο παρέξειν ὅσων δέονται, καὶ χρημάτων ἀφειδῶς ἔχειν. τούτῳ γὰρ
μάλιστα Γερμανοὶ πείθονται, φιλάργυροί τε ὄντες
καὶ τὴν εἰρήνην ἀεὶ πρὸς Ῥωμαίους χρυσίου καπηλεύοντες:
ὅθεν ὁ Ἀλέξανδρος ἐπειρᾶτο ὠνήσασθαι
μᾶλλον τὰς πρὸς αὐτοὺς σπονδὰς ἢ διὰ πολέμου κινδυνεύειν.

οἱ μέντοι στρατιῶται χαλεπῶς ἔφερον
διατριβῆς τε ματαίας ἐγγινομένης, καὶ μηδέν τι γενναῖον
ἢ πρόθυμον ἐς τὸ πολεμεῖν παρέχοντος τοῦ
Ἀλεξάνδρου, ἀλλ̓ ἡνιοχείαις καὶ τρυφαῖς προσέχοντος,
δέον ἐπεξελθεῖν καὶ τιμωρήσασθαι Γερμανοὺς

ἐπὶ τοῖς τετολμημένοις. ἦν δέ τις ἐν τῷ στρατῷ
Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος τῶν ἐνδοτάτω Θρᾳκῶν
 
καὶ μιξοβαρβάρων, ἀπό τινος κώμης, ὡς ἐλέγετο,
πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ
τῆς ἡλικίας γενόμενος διὰ μέγεθος καὶ ἰσχὺν σώματος
ἐς τοὺς ἱππεύοντας στρατιώτας καταταγείς, εἶτα
κατ̓ ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης ἐλθὼν
διὰ πάσης τάξεως στρατιωτικῆς, ὡς στρατοπέδων τε

ἐπιμέλειαν τῶν ἐθνῶν τε ἀρχὰς πιστευθῆναι. τὸν δὴ Μαξιμῖνον τοῦτον διὰ τὴν προειρημένην στρατιωτικὴν
ἐμπειρίαν ὁ Ἀλέξανδρος ἐπέστησε πάσῃ τῇ τοῦ
στρατοῦ νεολαίᾳ, ὡς ἀσκοίη τε αὐτοὺς τὰ στρατιωτικὰ
καὶ ἐς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. ὃ
δὲ μετὰ πάσης ἐπιμελείας ποιούμενος τὰ ἐγκεχειρισμένα
εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο,
οὐ μόνον διδάσκων αὐτοὺς τὰ ποιητέα, ἀλλὰ
καὶ τοῖς ἔργοις πάντων προηγούμενος, ὡς μὴ μαθητὰς
εἶναι μόνον ἀλλα καὶ ζηλωτὰς καὶ μιμητὰς τῆς

ἐκείνου ἀνδρείας. ἔτι τε καὶ δώροις αὐτοὺς καὶ παντοδαπαῖς τιμαῖς ᾠκειώσατο. ὅθεν οἱ νεανίαι, ἐν οἷς
ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ
τοῦ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον
ὡς ὑπὸ τῆς τε μητρὸς ἀρχόμενον, καὶ διοικουμένων
τῶν πραγμάτων ὑπ̓ ἐξουσίᾳ τε καὶ γνώμῃ γυναικός,
ῥᾳθύμως τε καὶ ἀνάνδρως τοῖς πολεμικοῖς προσφερομένου
ἐκείνου. ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν
τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων,
καὶ ὅτι μηδὲν ἀνδρεῖον μηδὲ νεανικὸν παρέχοιτο

ἐς Γερμανοὺς ἐλθών. ὄντες οὖν καὶ ἄλλως πρὸς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς
βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι ἀκερδές τε ἤδη
πάσης προανηλωμένης φιλοτιμίας, τὸ δὲ μέλλον καὶ
προσιὸν ἔς τε τὸ κερδαλέον αὑτοῖς εὔελπι καὶ τῷ κτωμένῳ
παρὰ προσδοκίαν τίμιόν τε καὶ περισπούδαστον,
 
ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον,
ἀνειπεῖν δὲ αὐτοκράτορα καὶ σεβαστὸν τὸν Μαξιμῖνον,
συστρατιώτην τε αὑτῶν ὄντα καὶ σύσκηνον, ἔς
τε τὸν παρόντα πόλεμον δἰ ἐμπειρίαν καὶ ἀνδρείαν

ἐπιτήδειον δοκοῦντα. ἀθροισθέντες οὖν ἐς τὸ πεδίον ὡπλισμένοι ὡς δὴ ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα
καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον, εἴτε
ἀγνοοῦντα τὸ πραττόμενον εἴτε καὶ λάθρᾳ τοῦτο προκατασκευάσαντα,
πορφύραν ἐπιβαλόντες βασιλικὴν

αὐτοκράτορα ἀναγορεύουσιν. ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορφύραν ἀπερρίπτει: ὡς δὲ ἐνέκειντο
ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος
κινδύνου τὸ μέλλον προελόμενος ἀνεδέξατο τὴν
τιμήν, πολλάκις αὐτῷ πρότερον, ὡς ἔλεγε, χρησμῶν
καὶ ὀνειράτων τὴν τοσαύτην τύχην προειρηκότων, εἰπὼν πρὸς τοὺς στρατιώτας ὅτι ἄκων μὲν καὶ οὐ βουλόμενος
ἀναδέχεται, πειθόμενος τῇ ἐκείνων βουλήσει,

παραγγέλλει δ̓ αὐτοῖς ἔργῳ βεβαιῶσαι τὰ δόξαντα
ἀραμένους τε τὰ ὅπλα σπεύδειν ἐπιστῆναι τῷ
Ἀλεξάνδρῳ ἀγνοοῦντι, τὴν φήμην φθάσαντας, ἵν̓ ἐκπλήξαντες τοὺς συνόντας ἐκείνῳ στρατιώτας καὶ
φρουροὺς τοῦ σώματος ἢ πείσαιεν ὁμογνωμονῆσαι ἢ
ῥᾷστα βιάσαιντο ἀπαρασκεύους τῷ μηδὲν προσδοκᾶν.

ὡς δ̓ αὐτοὺς ἐς εὔνοιαν καὶ προθυμίαν πάνυ προεκαλέσατο,
τά τε σιτηρέσια ἐπεδιπλασίασε, νομάς τε καὶ δόσεις μεγίστας ὑπέσχετο, τιμωρίας τε καὶ κηλῖδας
πάσας αὐτοῖς ἀνῆκεν, ἐπί τε τὴν πορείαν ἐξήγαγεν:
οὐ πολὺ δ̓ ἀφειστήκει τὸ χωρίον ἔνθα ἐσκήνου
ὁ Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ.

ὡς δ̓ ἀπηγγέλη τὰ περὶ τοῦ Μαξιμίνου, ὁ Ἀλέξανδρος ἐν μεγίστῃ ταραχῇ γενόμενος καὶ τῷ παραδόξῳ
τῆς ἀγγελίας ἐκπλαγείς, προπηδήσας τῆς βασιλείου
 
σκηνῆς ὥσπερ ἐνθουσιῶν, δακρυρροῶν καὶ τρέμων
τοῦ τε Μαξιμίνου ὡς ἀπίστου καὶ ἀχαρίστου κατηγόρει,
πάσας τὰς ἐς ἐκεῖνον εὐεργεσίας κατατεθείσας

πρὸς αὑτοῦ διηγούμενος, τούς τε νεανίας ᾐτιᾶτο ὡς προπετῶς καὶ ἐπιόρκως ταῦτα τετολμηκότας, δώσειν
τε πάντα ὑπισχνεῖτο ὧν δέοιντο, καὶ ἐπανορθώσεσθαι
εἴ τι μέμφοιντο. οἱ δὲ σὺν αὐτῷ στρατιῶται
ἐκείνης τῆς ἡμέρας εὐφημήσαντες αὐτὸν παρέπεμψαν,

ὑποσχόμενοι παντὶ σθένει προασπίσειν αὐτοῦ. τῆς νυκτὸς δὲ διαδραμούσης, κατὰ τὸ περίορθρον ἀγγειλάντων
τινῶν ὅτι δὴ Μαξιμῖνος πρόσεισι κόνις τε
πόρρωθεν ἐγειρομένη φαίνεται βοῆς τε ἦχος πλήθους
ἐξακούεται, πάλιν προελθὼν ἐς τὸ πεδίον ὁ Ἀλέξανδρος,
συγκαλέσας τε τοὺς στρατιώτας, ἐδεῖτο προμαχεῖν
καὶ σώζειν ὃν ἀνεθρέψαντο καὶ ὑφ̓ ᾧ βασιλεύοντι
τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεσαν,
πάντας τε ἐς οἶκτον καὶ ἔλεον προκαλούμενος
ὁπλίζεσθαι ἐκέλευσεν καὶ ἐξελθόντας ἀντιτάττεσθαι.

οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ̓ ὀλίγους δὲ ἀνεχώρουν οὐδ̓ ὅπλα λαβεῖν ἤθελον. οἳ δέ
τινες τὸν ἔπαρχόν τε τοῦ στρατοῦ καὶ τοὺς οἰκείους
Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν, πρόφασιν ποιούμενοι
αἰτίους τῆς ἀποστάσεως γεγενῆσθαι. οἳ δὲ τὴν
μητέρα ἐμέμφοντο ὡς φιλάργυρον καὶ τὰ χρήματα
ἀποκλείουσαν, διά τε μικρολογίαν καὶ τὸ πρὸς τὰς

ἐπιδόσεις ὀκνηρὸν τοῦ Ἀλεξάνδρου μεμισημένου. καὶ μέχρι μέν τινος τοιαῦτα διαφόρως βοῶντες προσέμενον:
ὡς δὲ τοῦ Μαξιμίνου ὁ στρατὸς ἤδη τε ἐν ὄψεσιν
ἦν, καὶ βοῶντες οἱ νεανίαι προυκαλοῦντο τοὺς
συστρατιώτας καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ
μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ ἀνδρὶ
γενναίῳ καὶ σώφρονι συστρατιώτῃ τε ἐν ὅπλοις ἀεὶ
 
καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ, πεισθέντες οἱ στρατιῶται
τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ
δὲ προσίασι τῷ Μαξιμίνῳ, αὐτοκράτωρ τε ὑπὸ πάντων

ἐκεῖνος ἀναγορεύεται. ὁ δὲ Ἀλέξανδρος τρέμων
καὶ λιποψυχῶν μόλις ἐς τὴν σκηνὴν ἐπανέρχεται: τῇ τε μητρὶ περιπλακείς, καὶ ὥς φασιν, ἀποδυρόμενός
τε καὶ αἰτιώμενος ὅτι δἰ ἐκείνην ταῦτα πάσχει, ἀνέμενε
τὸν φονεύσοντα. ὁ δὲ Μαξιμῖνος ὑπὸ παντὸς
τοῦ στρατοῦ σεβαστὸς προσαγορευθεὶς πέμπει χιλιάρχην
ἑκατοντάρχας τέ τινας τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα καὶ εἴ τινες ἀνθίσταντο

τῶν σὺν αὐτῷ. οἳ δὲ ἀφικόμενοι καὶ ἐπιπηδήσαντες
τῇ σκηνῇ αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα καὶ εἴ
τινες ἐδόκουν ἐκείνῳ φίλοι καὶ τίμιοι, πλὴν τῶν
πρὸς ὀλίγον φυγεῖν ἢ λαθεῖν δυνηθέντων, οὓς πάντας μετ̓ οὐ πολὺ Μαξιμῖνος συλλαβὼν ἀπέκτεινεν.

τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον
 καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι τεσσαρεσκαίδεκα,
ὅσον πρὸς τοὺς ἀρχομένους, ἀμέμπτως καὶ ἀναιμωτί:
φόνων τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο, ἔς τε τὸ φιλάνθρωπον καὶ εὐεργετικώτερον
ἐπιρρεπής. πάνυ γοῦν ἂν ἡ Ἀλεξάνδρου
βασιλεία εὐδοκίμησεν ἐς τὸ ὁλόκληρον, εἰ μὴ
διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς ἐς φιλαργυρίαν τε καὶ
μικρολογίαν.

Τίνι μὲν βίῳ Ἀλέξανδρος ἐχρήσατο τέλει τε ὁποίῳ βασιλεύσας ἐτῶν τεσσαρεσκαίδεκα, ἐν τοῖς
προειρημένοις ἐδηλώσαμεν: ὁ δὲ Μαξιμῖνος παραλαβὼν
 
τὴν ἀρχὴν πολλὴν τὴν μεταβολὴν ἐποιήσατο,
τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος,
ἔκ τε πραείας καὶ πάνυ ἡμέρου βασιλείας ἐς
τυραννίδος ὠμότητα μετάγειν πάντα ἐπειρᾶτο, δυσμένειαν
ἑαυτῷ συνειδώς, ὅτι πρῶτος ἐξ εὐτελείας

τῆς ἐσχάτης ἐς τοσαύτην τύχην ἤλασε. φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος: τό τε φονικὸν
πάτριον ἔχων καὶ ἐπιχώριον, πρόνοιαν ἐποιεῖτο
δἰ ὠμότητος τὴν ἀρχὴν βεβαιῶσαι, δεδιὼς μή τι τῇ
συγκλήτῳ καὶ τοῖς ὑπηκόοις εὐκαταφρόνητος γένηται,
οὐκ ἐς τὴν παροῦσαν αὐτοῦ τύχην ἀφορῶσιν, ἀλλ̓ ἐς
τὰ τῆς γεννήσεως εὐτελῆ σπάργανα. τεθρύλητο γὰρ
παρὰ πᾶσι καὶ διεβέβλητο, ὅτι δὴ ποιμαίνων ἐν τοῖς
Θρᾳκίοις ὄρεσιν, ἐπιδούς τε αὑτὸν διὰ μέγεθος καὶ
ἰσχὺν σώματος ἐς εὐτελῆ καὶ ἐπιχώριον στρατείαν,
ὑπὸ τῆς τύχης ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν κεχειραγώγητο.

εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ σύνεδροί τε ὑπὸ τῆς συγκλήτου βουλῆς
ἐπιλεχθέντες, ἀπεσκευάσατο, καὶ οὓς μὲν ἐς τὴν Ῥώμην
ἀπέπεμψε, τινὰς δὲ ἐπὶ προφάσει διοικήσεως ἀπεσείσατο,
μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ καὶ
μηδένα αὑτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς κρείττονα,
ἀλλ̓ ἵν̓ ὥσπερ ἐξ ἀκροπόλεως, μηδενὸς αὐτῷ
παρόντος ᾧ νέμειν αἰδῶ ἀνάγκην ἔχοι, τοῖς τῆς τυραννίδος

ἔργοις σχολάζοι. τήν τε θεραπείαν πᾶσαν, ἣ συγγεγόνει τῷ Ἀλεξάνδρῳ τοσούτων ἐτῶν, τῆς βασιλείου
αὐλῆς ἀπέπεμψε. τοὺς δὲ πλείστους αὐτῶν καὶ
ἀπέκτεινεν, ἐπιβουλὰς ὑποπτεύων: ᾔδει γὰρ ἀλγοῦντας
ἐπὶ τῇ ἐκείνου ἀναιρέσει.
ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐς ὠμότητα καὶ τὴν
πρὸς ἅπαντας ὀργὴν προυκαλέσατο συνωμοσία τις
διαβληθεῖσα κατ̓ αὐτοῦ συγκροτουμένη, πολλῶν τε
 
ἑκατοντάρχων συμπνεόντων καὶ τῶν ἀπὸ τῆς βουλῆς

ἁπάντων. Μάγνος τις ὄνομα ἦν τῶν εὐπατριδῶν τε
καὶ ὑπατευκότων: οὗτος διεβλήθη συνάγειν κατ̓
αὐτοῦ χεῖρα, καὶ στρατιώτας τινὰς πείθειν ἐς αὑτὸν
τὴν ἀρχὴν μετάγειν. ἡ δὲ συσκευὴ τοιαύτη τις ἐλέγετο ἔσεσθαι. γεφυρώσας τὸν ποταμὸν ὁ Μαξιμῖνος

ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι: ἅμα γὰρ τῷ τὴν
ἀρχὴν παραλαβεῖν εὐθέως πολεμικῶν ἔργων ἤρξατο,
καὶ διὰ σώματος μέγεθος καὶ ἰσχὺν στρατιωτικὴν καὶ
ἐμπειρίαν πολεμικὴν δοκῶν ἐπιλελέχθαι ἔργοις τὴν δόξαν καὶ τὴν τῶν στρατιωτῶν ὑπόληψιν ἐπιστοῦτο,
τήν τε Ἀλεξάνδρου μέλλησιν καὶ τὴν πρὸς τὰ πολεμικὰ
ἔργα δειλίαν ἐλέγχειν ἐπειρᾶτο εἰκότως κατεγνωσμένην.
ἀσκῶν τε οὖν καὶ γυμνάζων τοὺς στρατιώτας
οὐ διέλειπεν, αὐτός τε ἐν ὅπλοις ὢν καὶ τὸν

στρατὸν παρορμῶν. τότε τοίνυν τὴν γέφυραν ζεύξας
ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι. ὁ δὲ Μάγνος
ἐλέγετο στρατιωτῶν οὐκ ὀλίγους, ἀλλὰ τοὺς ἐξοχωτάτους
καὶ μάλιστα τοὺς τὴν φρουρὰν τῆς γεφύρας
καὶ τὴν ἐπιμέλειαν πεποιημένους, ἀναπεῖσαι μετὰ τὸ διαβῆναι τὸν Μαξιμῖνον λύσαντας τὴν γέφυραν προδοῦναι
τοῖς βαρβάροις, οὐχ ὑπαρχούσης αὐτῷ ἐπανόδου:
πλάτει γὰρ καὶ βάθει μέγιστος ὁ ποταμὸς ῥέων
ἄβατος αὐτῷ ἐγίνετο, οὔτε νεῶν οὐσῶν ἐν ταῖς πολεμίαις

ὄχθαις τῆς τε γεφύρας λυθείσης. ἡ μὲν τῆς ἐπιβουλῆς φήμη τοιαύτη ἐγένετο, εἴτε ἀληθὴς ὑπάρξασα
εἴτε ὑπὸ τοῦ Μαξιμίνου συσκευασθεῖσα: ἀκριβὲς
δὲ εἰπεῖν οὐ ῥᾴδιον, ἐπεὶ ἔμενεν ἀνεξέλεγκτος.
μήτε γὰρ κρίσεώς τινι μεταδοὺς μήτε ἀπολογίας, πάντας
οὓς ὑπώπτευεν αἰφνιδίως συναρπασθέντας ἀφειδῶς ἐφόνευσεν.

ἐγένετο δέ τις καὶ Ὀσροηνῶν τοξοτῶν ἀπόστασις,
 
οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ,
περιτυχόντες τῶν ἀπὸ ὑπατείας καὶ φίλων Ἀλεξάνδρου
τινί ʽΚυαρτῖνος δὲ ἦν ὄνομα, ὃν Μαξιμῖνος
ἐκπέμψας ἦν τοῦ στρατοὖ ἁρπάσαντες ἄκοντα καὶ
οὐδὲν προειδότα στρατηγὸν ἑαυτῶν κατέστησαν, πορφύρᾳ
τε καὶ πυρὶ προπομπεύοντι, ὀλεθρίοις τιμαῖς,
ἐκόσμησαν, ἐπί τε τὴν ἀρχὴν ἦγον οὔ τι βουλόμενον.

ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ αἰφνιδίως ἀνῃρέθη ὑπὸ τοῦ συνόντος αὐτῷ
καὶ δοκοῦντος φίλου, τῶν τε Ὀσροηνῶν πρότερον
ἡγουμένου ʽΜακεδὼν ἦν ὄνομα αὐτᾦ, καίτοι τῆς ἁρπαγῆς
καὶ τῆς ἀποστάσεως ἀρχηγοῦ τοῖς Ὀσροηνοῖς
γενομένου: ὃς οὐδεμίαν αἰτίαν ἔχθρας οὔτε μίσους
ἔχων ἀπέκτεινεν αὐτὸς ὃν ἥρπασέ τε καὶ ἀνέπεισεν,
οἰόμενός τε μεγάλα χαρίζεσθαι τῷ Μαξιμίνῳ τὴν κεφαλὴν

ἀποτεμὼν ἐκόμισεν. ὃ δὲ ἥσθη μὲν ἐπὶ τῷ ἔργῳ, στερηθεὶς δὲ πολεμίου, ὡς ᾤετο, ἐκεῖνον μέν, καίτοι
μεγάλα ἐλπίζοντα καὶ δοκοῦντα ἀμοιβῆς ἐξαιρέτου
τεύξεσθαι, ἀπέκτεινεν ὡς καὶ τῆς ἀποστάσεως γεγονότα
ἀρχηγὸν καὶ ἀποκτείναντα ὃν αὐτὸς ἄκοντα ἀνέπεισεν,
ἄπιστόν τε γενόμενον περὶ τὸν φίλον.

τοιαῦται μὲν δή τινες αἰτίαι ἔτι μᾶλλον ἐς τραχύτητα καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου
ψυχήν, καὶ πρότερον οὕτω πεφυκυῖαν. ἦν δὲ καὶ τὴν
ὄψιν φοβερώτατος, καὶ μέγιστος τὸ σῶμα, ὡς μὴ ῥᾳδίως
αὐτῷ τινὰ μήτε Ἑλλήνων τῶν σωμασκούντων
μήτε βαρβάρων τῶν μαχιμωτάτων ἐξισοῦσθαι.

διοικήσας δὲ τὰ προειρημένα, πάντα τε τὸν στρατὸν ἀναλαβών, καὶ διαβὰς ἀφόβως τὴν γέφυραν, εἴχετο 
τῆς πρὸς τοὺς Γερμανοὺς μάχης. μέγα δέ τι πλῆθος
καὶ σχεδὸν ἅπασαν τὴν Ῥωμαίων δύναμιν σὺν ἑαυτῷ
εἰσήγαγε, Μαυρουσίων τε ἀκοντιστῶν ἀριθμὸν πάμπλειστον
 
καὶ τοξοτῶν Ὀσροηνῶν τε καὶ Ἀρμενίων,
ὧν ἦσαν οἳ μὲν ὑπήκοοι οἳ δὲ φίλοι καὶ σύμμαχοι, καὶ
εἴ τινες Παρθυαίων ἢ χρήμασι πεισθέντες καὶ αὐτομολήσαντες
ἢ ληφθέντες αἰχμάλωτοι Ῥωμαίοις ἐδούλευον.

τὰ δὲ πλήθη ταῦτα τοῦ στρατοῦ καὶ πρότερον ὑπὸ Ἀλεξάνδρου ἤθροιστο, ηὐξήθη δ̓ ὑπὸ τοῦ
Μαξιμίνου καὶ ἐς πολεμικὴν ἄσκησιν συγκεκρότητο.
μάλιστα δὲ οἱ ἀκοντισταὶ καὶ οἱ τοξόται πρὸς τὰς Γερμανῶν
μάχας ἐπιτήδειοι δοκοῦσιν, ἐπιτρέχοντές τε
αὐτοῖς κούφως οὐ προσδοκῶσι καὶ ἀναχωροῦντες ῥᾳδίως.

γενόμενος δὲ ἐν τῇ πολεμίᾳ Μαξιμῖνος πολλὴν
γῆν ἐπῆλθεν, οὐδενὸς αὐτῷ ἀνθεστῶτος, ἀλλὰ
τῶν βαρβάρων ἀνακεχωρηκότων. ἐδῄου τε οὖν πᾶσαν
τὴν χώραν, μάλιστα τῶν ληίων ἀκμαζόντων, τάς
τε κώμας ἐμπιπρὰς διαρπάζειν ἐδίδου τῷ στρατῷ. εὐμαρέστατα γὰρ τὸ πῦρ ἐπινέμεται τάς τε πόλεις αὐτῶν

ἃς ἔχουσι, καὶ τὰς οἰκήσεις ἁπάσας: λίθων μὲν
γὰρ παῤ αὐτοῖς ἢ πλίνθων ὀπτῶν σπάνις, ὗλαι δ̓
εὔδενδροι, ὅθεν ξύλων οὔσης ἐκτενείας συμπηγνύντες
αὐτὰ καὶ ἁρμόζοντες σκηνοποιοῦνται. ὁ δὲ Μαξιμῖνος ἐπὶ πολὺ μὲν προυχώρησε, πράττων τε τὰ προειρημένα
καὶ λείας ἀπελαύνων, διδούς τε τὰς ἀγέλας

τῷ στρατῷ αἷς περιετύγχανον. οἱ δὲ Γερμανοὶ ἀπὸ
μὲν τῶν πεδίων, καὶ εἴ τινες ἦσαν χῶραι ἄδενδροι,
ἀνακεχωρήκεσαν, ἐν δὲ ταῖς ὕλαις ἐκρύπτοντο περί τε τὰ ἕλη διέτριβον, ὡς ἐκεῖ τὰς μάχας καὶ τὰς ἐφόδους
ποιοῖντο, τῆς συνεχείας τῶν φυτῶν ἀπασχολούσης
ἐς ἑαυτὴν τὰ βέλη καὶ τὰ ἀκόντια τῶν πολεμίων,
τοῦ τε ἀγχιβαθοῦς τῶν ἑλῶν Ῥωμαίοις μὲν δἰ ἄγνοιαν
τῶν τόπων ἐπισφαλοῦς ἐσομένου, ἑαυτοῖς δὲ δἰ ἐμπειρίαν τῆς χώρας ἐγνωκόσι τὰ ἄβατα καὶ ἀντιτυπῆ
τῶν τόπων ἐς γόνυ τε βρεχομένοις διατρέχειν ῥᾳδίου.

εἰσὶ δὲ καὶ πρὸς τὸ νήχεσθαι γεγυμνασμένοι ἅτε μόνῳ λουτρῷ τοῖς ποταμοῖς χρώμενοι.
περὶ ἐκεῖνα οὖν μάλιστα τὰ χωρία αἱ συμβολαὶ
ἐγίνοντο: ἔνθα καὶ γενναιότατα αὐτὸς ὁ βασιλεὺς τῆς
μάχης ἦρξεν. ἐπὶ γάρ τινι ἕλει μεγίστῳ, τῶν μὲν
Γερμανῶν ἐς αὐτὸ ἀναχωρούντων ἐς φυγήν, ἐς δίωξιν
δὲ Ῥωμαίων ἐπεισελθεῖν ὀκνούντων, πρῶτος ὁ Μαξιμῖνος
ἅμα τῷ ἵππῳ ἐμβαλὼν ἐς τὸ ἕλος, καίτοι ὑπὲρ
γαστέρα τοῦ ἵππου βρεχομένου, τοὺς ἀνθεστῶτας

ἐφόνευσε βαρβάρους, ὡς τὸν λοιπὸν στρατὸν αἰδεσθέντα προδοῦναι μαχόμενον ὑπὲρ αὐτῶν βασιλέα
τολμῆσαί τε καὶ τοῖς ἕλεσιν ἐπεισελθεῖν, πολὺ δέ τι
πλῆθος ἑκατέρωθεν πεσεῖν, καὶ Ῥωμαίων μὲν τῶν δὲ βαρβάρων σχεδὸν τὴν τότε παροῦσαν δύναμιν,
ἀριστεύοντος αὐτοῦ, ὡς τό τε ἕλος σωμάτων
πληρωθῆναι, τήν τε λίμνην αἵματι κερασθεῖσαν πεζομαχοῦντι

στρατῷ ναυμαχίας ὄψιν παρασχεῖν. ταύτην τὴν μάχην καὶ τὴν ἀριστείαν αὑτοῦ οὐ μόνον διὰ
γραμμάτων τῇ τε συγκλήτῳ καὶ τῷ δήμῳ ἐδήλωσεν,
ἀλλὰ καὶ γραφῆναι κελεύσας μεγίσταις εἰκόσιν ἀνέθηκε
πρὸ τοῦ βουλευτηρίου, ἵνα μὴ μόνον ἀκούειν
τὰ γενόμενα ἀλλὰ καὶ βλέπειν ἔχωσι Ῥωμαῖοι. τὴν δ̓
εἰκόνα ὕστερον καθεῖλεν ἡ σύγκλητος μετὰ τῶν λοιπῶν
αὐτοῦ τιμῶν. γεγόνασι δὲ καὶ ἕτεραι συμβολαί,
ἐν αἷς ὡς αὐτουργός τε καὶ αὐτόχειρ τῆς μάχης ἀριστεύων

τε πανταχοῦ ἐπῃνεῖτο. πολλοὺς δὲ χειρωσάμενος αὐτῶν αἰχμαλώτους καὶ λείαν ἀπελάσας, χειμῶνος
ἤδη καταλαμβάνοντος ἐπανῆλθεν ἐς Παίονας, ἔν
τε Σιρμίῳ διατρίβων, τῇ μεγίστῃ ἐκεῖ πόλει δοκούσῃ,
τὰ πρὸς τὴν εἴσοδον ἐς τὸ ἔαρ παρεσκευάζετο. ἠπείλει
γάρ ʽκαὶ ποιήσειν ἔμελλεν̓ ἐκκόψειν τε καὶ ὑποτάξειν
τὰ μέχρις ὠκεανοῦ Γερμανῶν ἔθνη βάρβαρα.

τὰ μὲν οὖν πολεμικὰ τοιοῦτος ἦν: καὶ ἐς δόξαν
ἤρθη ἂν ἡ πρᾶξις αὐτοῦ, εἰ μὴ τοῖς οἰκείοις καὶ τοῖς
ὑπηκόοις βαρύτερος ἐγεγόνει καὶ φοβερώτερος. τί
γὰρ ἦν ὄφελος βαρβάρων ἀναιρουμένων, πλειόνων
γινομένων φόνων ἐν αὐτῇ τε Ῥώμῃ καὶ τοῖς ὑπηκόοις ἔθνεσιν; ἢ λείας αἰχμαλώτους ἀπάγειν τῶν ἐχθρῶν,
γυμνοῦντα καὶ τὰς οὐσίας ἀφαιρούμενον τῶν οἰκείων;

ἄνεσίς τε γὰρ πᾶσα, μᾶλλον δὲ καὶ πρόκλησις δέδοτο
συκοφάνταις ἐς τὸ ἐπηρεάζειν καὶ κινεῖν πράγματα
προγονικά, εἰ τύχοι, καὶ ἄγνωστα καὶ ἀνεξέλεγκτα. μόνον τέ τις κληθεὶς ἐς δικαστήριον ὑπὸ συκοφάντου
εὐθέως ἡττημένος ἀπῄει καὶ τῶν ὑπαρχόντων πάντων

στερηθείς. ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς
ἐχθὲς πλουσιωτάτους τῆς ἐπιούσης μεταιτοῦντας:
τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία ἐπὶ προφάσει τῆς περὶ τοὺς στρατιώτας χρημάτων συνεχοῦς
χορηγίας. ἦν δὲ καὶ τοῖς ὠσὶ κοῦφος ἐς διαβολάς,
ἡλικίας τε καὶ ἀξιώματος ἀφειδῶς ἔχων. πλείστους
γοῦν τῶν ἔθνη καὶ στρατόπεδα πεπιστευμένων,
μετὰ ὑπατείας τιμὴν ἢ δόξαν ἐπὶ τροπαίοις προσγενομένην, ἐκ μικρᾶς καὶ εὐτελοῦς διαβολῆς ἀναρπάστους

ἐποίει, καὶ ἐκέλευέ τε ἄνευ ὑπηρεσίας μόνους
ὀχήμασιν ἐπιτεθέντας ἄγεσθαι νύκτωρ καὶ μεθ̓ ἡμέραν
ὁδεύοντας ἐξ ἀνατολῶν ἢ δύσεως, εἰ τύχοι, ἀπό
τε μεσημβρίας ἐς Παίονας, ἔνθα διέτριβε: σκύλας δὲ καὶ ὑβρίσας φυγαῖς ἢ θανάτοις ἐζημίου.
ἐς ὅσον μὲν οὖν τοὺς καθ̓ ἕνα ταῦτα ἐπράττετο
καὶ μέχρις οἰκείων ἔμενεν ἡ συμφορά, οὐ πάνυ τι τοῖς

δήμοις τῶν πόλεων ἢ τοῖς ἔθνεσι διέφερε: τὰ γὰρ τῶν
εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων
καὶ φαύλων ἔσθ̓ ὅτε καὶ εὐφραίνει φθόνῳ
 
τῶν κρειττόνων καὶ εὐτυχούντων. ἐπεὶ δὲ ὁ Μαξιμῖνος
τοὺς πλείστους τῶν ἐνδόξων οἴκων ἐς πενίαν περιστήσας,
ἃ δὴ μικρὰ καὶ ὀλίγα οὐδ̓ αὐτάρκη τῇ αὑτοῦ
βουλήσει ᾤετο, μετῆλθεν ἐπὶ τὰ δημόσια, καὶ εἴ
τινα ἦν χρήματα πολιτικὰ ἐς εὐθηνίας ἢ νομὰς τῶν
δημοτῶν ἀθροιζόμενα εἴτε θεάτροις ἢ πανηγύρεσιν
ἀνακείμενα, ἐς ἑαυτὸν μετῆγε, ναῶν τε ἀναθήματα
θεῶν τε ἀγάλματα καὶ ἡρώων τιμάς, καὶ εἴ τις ἦν
κόσμος δημοσίου ἔργου ἢ καλλώπισμα πόλεως ἢ ὕλη

νόμισμα ποιῆσαι δυναμένη, πᾶν ἐχωνεύετο. ὅπερ καὶ μάλιστα τοὺς δήμους ἐλύπησε, πένθος τε δημόσιον
ἐνεποίει δίχα μάχης καὶ ἄνευ ὅπλων ὄψις πολιορκίας,
ὥς τινας τῶν δημοτῶν καὶ χεῖρας ἀνατείνειν καὶ τοὺς
νεὼς φρουρεῖν, ἑτοίμως τε ἔχειν πρότερον ἀναιρεθέντας
πρὸ τῶν βωμῶν πεσεῖν ἢ σκῦλα τῶν πατρίδων
ἰδεῖν. ἐντεῦθεν δὴ καὶ μάλιστα κατά τε πόλεις
καὶ κατὰ ἔθνη διοίδαινον τῶν ὄχλων αἱ ψυχαί. ἀπηρέσκοντό
τε καὶ οἱ στρατιῶται τοῖς πραττομένοις,
ὀνειδιζόντων αὐτοῖς ἐπιφθόνως συγγενῶν τε καὶ οἰκείων
ὡς δὴ δἰ αὐτοὺς ταῦτα πράττοντος τοῦ Μαξιμίνου.

αἰτίαι μὲν δὴ τοιαῦται, οὔτι γε ἄλογοι, ἐς μῖσος καὶ ἀπόστασιν τοὺς ὄχλους παρώξυνον: καὶ πάντες
μὲν εὔχοντο καὶ θεοὺς τοὺς ἀδικουμένους ἐπεκάλουν,
ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἔστε συμπληρουμένης αὐτῷ
τριετοῦς βασιλείας ἐκ μικρᾶς καὶ εὐτελοῦς προφάσεως,
οἷα τυραννίδος σφάλματα, πρῶτοι ὅπλα ἐκίνησαν
ἔς τε ἀπόστασιν εὐσταθῶς ὥρμησαν Αίβυες,

ἐξ αἰτίας τοιᾶσδε. ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα, καὶ μετὰ πάσης ὠμότητος καταδίκας
τε ἐποιεῖτο καὶ χρημάτων εἰσπράξεις, βουλόμενος
εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. ἐκεῖνός τε γάρ, οὓς
 
ᾔδει ἁρμόζοντας τῇ ἑαυτοῦ γνώμῃ, ἐπελέγετο: οἵ τε
προεστῶτες τοῦ ταμιείου τότε, εἰ καὶ σπανίως χρηστοὶ
ἐμπεπτώκεσαν, τόν τε κίνδυνον προῦπτον ἔχοντες
καὶ τὴν ἐκείνου φιλοχρηματίαν εἰδότες, ἄκοντες

ὅμως τοὺς λοιποὺς ἐμιμοῦντο. ὁ τοίνυν κατὰ τὴν Λιβύην ἐπίτροπος τοῖς τε ἄλλοις πᾶσι βιαίως προσεφέρετο,
καὶ νεανίσκους τινὰς τῶν παῤ ἐκείνοις εὖ
γεγονότων καὶ πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν
τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε
καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ̓ οἷς ἀλγήσαντες οἱ νεανίσκοι τὰ μὲν χρήματα αὐτῷ ἀποδώσειν
ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν:
συνωμοσίαν δὲ ποιησάμενοι, πάντας τε οὓς ᾔδεσαν
ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας ἀναπείσαντες,
κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν

ἀγρῶν οἰκέτας, ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. οἳ
δὲ πεισθέντες κελεύουσι τοῖς δεσπόταις πρὸ τῆς ἕω
συνῆλθον ἐς τὴν πόλιν, κρύπτοντες ὑπὸ ταῖς ἐσθῆσιν
ἃ ἔφερον αὐτοσχεδίου πολέμου ὅπλα. μέγα δέ τι πλῆθος
ἠθροίσθη: φύσει γὰρ πολυάνθρωπος οὖσα ἡ Λιβύη

πολλοὺς εἶχε τοὺς τὴν γῆν γεωργοῦντας. ἅμα δὲ
τῷ παραδραμεῖν τὸ περίορθρον προελθόντες οἱ νεανίσκοι
τὸ μὲν πλῆθος τῶν οἰκετῶν κελεύουσιν αὑτοῖς
ἕπεσθαι ὡς ὄντας μέρος τοῦ λοιποῦ ὄχλου, προστάξαντες
τότε ἀποκαλύπτειν ἃ ἔφερον ὅπλα καὶ γενναίως ἀνθεστάναι, εἴ τινες ἢ στρατιωτῶν ἢ δημοτῶν

αὐτοῖς ἐπίοιεν ἔκδικοι τοῦ γενησομένου ἔργου: αὐτοὶ
δὲ λαβόντες ἐγχειρίδια ὑποκόλπια προσίασι τῷ ἐπιτρόπῳ
ὡς δὴ περὶ τῆς ἀποδόσεως τῶν χρημάτων διαλεξόμενοι,
προσπεσόντες τε αἰφνιδίως οὐ προσδοκῶντα παίσαντες φονεύουσι. τῶν δὲ περὶ αὐτὸν
στρατιωτῶν γυμνωσάντων τὰ ξίφη τῷ τε φόνῳ ἐπεξελθεῖν
 
θελόντων, οἱ ἐκ τῶν ἀγρῶν κατεληλυθότες
προβαλόμενοι τά τε ξύλα καὶ τοὺς πελέκεις, ὑπερμαχόμενοι
τῶν δεσποτῶν, τοὺς ἀνθεστῶτας ῥᾳδίως

ἐτρέψαντο. οὕτω δὴ προχωρήσαντος τοῦ ἔργου, οἱ νεανίσκοι ἅπαξ ἐν ἀπογνώσει γενόμενοι μόνην ᾔδεσαν
ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν, εἰ τὰ τολμηθέντα
αὑτοῖς αὐξήσαιεν ἔργοις μείζοσι καὶ κοινωνὸν τοῦ
κινδύνου τὸν ἡγούμενον τοῦ ἔθνους παραλάβοιεν,
πᾶν τε τὸ ἔθνος ἀναπείσαιεν ἐς ἀπόστασιν: ὅπερ ᾔδεσαν
πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ

κωλύεσθαι. σὺν παντὶ τοίνυν τῷ πλήθει ἤδη μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος
οἰκίαν. Γορδιανὸς μὲν ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθυπατείαν
λαχών, πρεσβύτης δὲ ἐς ἔτος ἤδη περί που
ὀγδοηκοστὸν ἐληλακώς, πολλῶν δὲ πρότερον ἄρξας
ἐθνῶν ἔν τε πράξεσι μεγίσταις ἐξετασθείς. ὅθεν αὐτόν
τε ἡδέως ὑποδέξεσθαι τὴν ἀρχὴν ᾤοντο ὥσπερ
κορυφαῖον τέλος τῶν προγενομένων πράξεων, τήν τε
σύγκλητον καὶ τὸν Ῥωμαίων δῆμον ἀσμένως δέξεσθαι
ἄνδρα εὖ γεγονότα καὶ ἐκ πολλῶν ἡγεμονιῶν

ὥσπερ κατ̓ ἀκολουθίαν ἐπὶ τοῦτο ἐλθόντα. συνέβαινε δὲ ἐκείνης τῆς ἡμέρας, ἧς ταῦτα ἐπράττετο, οἴκοι τὸν
Γορδιανὸν διατρίβειν ἡσυχάζοντα, δεδωκότα τοῖς καμάτοις
ἀνάπαυλαν ἀργίαν τε ταῖς πράξεσιν. οἱ δὲ νεανίσκοι
ξιφήρεις σὺν παντὶ τῷ πλήθει, βιασάμενοι
τοὺς ταῖς αὐλείαις ἐφεστῶτας, εἰσπηδήσαντες καταλαμβάνουσιν
αὐτὸν ἐπί τινος σκιμποδίου ἀναπαυόμενον,
περιστάντες δὲ χλαμύδι πορφυρᾷ περιβάλλουσι

σεβασμίαις τε τιμαῖς προσαγορεύουσιν. ὃ δὲ τῷ παραδόξῳ τοῦ πράγματος ἐκπλαγείς, ἐνέδραν καὶ συσκευὴν
ἐξ ἐπιβουλῆς καθ̓ ἑαυτοῦ νομίζων, ῥίψας ἀπὸ
τοῦ σκίμποδος ἐς γῆν ἑαυτὸν ἐδεῖτο φείδεσθαι γέροντος
 
μηδὲν αὐτοὺς ἀδικήσαντος, σώζειν δὲ τὴν πίστιν
καὶ τὴν εὔνοιαν τῷ βασιλεύοντι. ἐπεὶ δὲ οἳ μὲν ξιφήρεις
ἐνέκειντο, ἐκεῖνος δὲ ὑπὸ δέους καὶ ἀγνοίας
οὐκ ᾔδει τὸ πεπραγμένον οὐδὲ τὸ τῆς παρούσης τύχης
αἴτιον, εἷς τῶν νεανίσκων, ὃς ἦν αὐτῶν γένει καὶ δυνάμει λόγων προύχων, τοὺς λοιποὺς κατασιγάσας
ἡσυχάζειν τε προστάξας, ἔχων πρόκωπον τὴν δεξιὰν

ἔλεξε πρὸς αὐτὸν τοιάδε. δύο κινδύνων προκειμένων,
τοῦ μὲν παρόντος τοῦ δὲ μέλλοντος, καὶ τοῦ
μὲν ἤδη προδήλου τοῦ δὲ ἐν ἀμφιβόλῳ τύχῃ, ἑλέσθαι σε δεῖ σήμερον σώζεσθαι μεθ̓ ἡμῶν καὶ πιστεῦσαι
σεαυτὸν ἐλπίδι κρείττονι, ᾗ πάντες πεπιστεύκαμεν,
ἢ τεθνάναι ἤδη πρὸς ἡμῶν. εἰ μὲν οὖν τὰ παρόντα
ἕλοιο, πολλὰ τὰ ἐφόδια ἐς ἀγαθὰς ἐλπίδας, τό τε Μαξιμίνου
παρὰ πᾶσι μῖσος, πόθος τε τυραννίδος ὠμῆς ἀπαλλάξεως, καὶ ἐν ταῖς προγενομέναις πράξεσιν εὐδοκίμησις,
ἔν τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ

γνῶσις οὐκ ἄσημος καὶ τιμὴ ἔνδοξος ἀεί. ἀντειπόντι
δέ σοι καὶ μὴ συμπνεύσαντι ἡμῖν σήμερον τέλος ἐπικείσεται:
ἀπολούμεθα δὲ καὶ αὐτοί, εἰ δέοι, προαπολέσαντες σέ . ἔργον γὰρ ἡμῖν τετόλμηται μείζονος
ἀπογνώσεως δεόμενον: κεῖται γὰρ ὁ τῆς τυραννίδος
ὑπηρέτης, καὶ δίκας ὠμότητος παρέσχε φονευθεὶς
ὑφ̓ ἡμῶν. ἐφ̓ οἷς ἢν μὲν ἡμῖν συνάρῃ καὶ κοινωνὸς
τῶν κινδύνων γένῃ, αὐτός τε τῆς ἐν βασιλείᾳ τιμῆς ἀπολαύσεις, τό τε ἡμῖν προκείμενον ἔργον ἐπανεθήσεται
καὶ οὐ κολασθήσεται.

τοιαῦτά τινα λέγοντος τοῦ νεανίσκου οὐκ ἀνασχόμενον
τὸ λοιπὸν πλῆθος, συνδραμόντων ἤδη καὶ
πάντων τῶν κατὰ τὴν πόλιν ἐπειδὴ διεφοίτησεν ἡ φήμη, σεβαστὸν Γορδιανὸν ἀναγορεύει. παραιτούμενος
δὲ καὶ γῆρας προϊσχόμενος ἐκεῖνος, ἄλλως δὲ
 
φιλόδοξος ὤν, οὐδὲ ἀηδῶς ὑπέστη, ἑλόμενος μᾶλλον
τὸν μέλλοντα κίνδυνον ἢ τὸν παρόντα, ἔν τε γήραι
ἐσχάτῳ οὐ πάνυ τι δεινὸν νομίζων, εἰ δέοι, ἐν βασιλικαῖς

τιμαῖς καὶ τελευτῆσαι. πᾶν δὴ τὸ Λιβύων ἔθνος εὐθέως ἐδεδόνητο, καὶ τὰς μὲν τοῦ Μαξιμίνου
τιμὰς καθῄρουν, εἰκόσι δὲ καὶ ἀνδριᾶσι Γορδιανοῦ
τὰς πόλεις ἐκόσμουν, τῷ τε κυρίῳ αὐτοῦ ὀνόματι
προσθέντες Ἀφρικανὸν ἐκάλεσαν ἀφ̓ ἑαυτῶν: οὕτω
γὰρ Λίβυες οἱ ὑπὸ μεσημβρίαν τῇ Ῥωμαίων φωνῇ
καλοῦνται.

ὁ δὲ Γορδιανὸς ἐνδιατρίψας τῇ Θύστρῳ, ἔνθα ταῦτα ἐπράχθη, ἡμερῶν τινῶν, ἤδη φέρων βασιλέως
ὄνομα καὶ σχῆμα, ἀπάρας τε τῆς Θύστρου ἐς τὴν Καρχηδόνα
ἠπείχθη, ἣν ᾔδει μεγίστην τε οὖσαν καὶ πολυάνθρωπον,
ἵν̓ ὥσπερ ἐν Ῥώμῃ πάντα πράττῃ: ἡ
γὰρ πόλις ἐκείνη καὶ δυνάμει χρημάτων καὶ πλήθει
τῶν κατοικούντων καὶ μεγέθει μόνης Ῥώμης ἀπολείπεται,
φιλονεικοῦσα πρὸς τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρου

πόλιν περὶ δευτερείων. εἵπετο δὲ αὐτῷ πᾶσα ἡ βασιλικὴ πομπή, τῶν μὲν στρατιωτῶν, οἵτινες ἦσαν
ἐκεῖ, καὶ τῶν κατὰ τὴν πόλιν ἐπιμηκεστέρων νεανίσκων
ἐν σχήματι τῶν κατὰ τὴν Ῥώμην δορυφόρων
προϊόντων: αἵ τε ῥάβδοι ἐδαφνηφόρουν, ὅπερ ἐστὶ
σύμβολον ἐς τὸ διαγνῶναι τὰς βασιλικὰς ἀπὸ τῶν
ἰδιωτικῶν, τὸ δὲ πῦρ προεπόμπευεν, ὡς ὄψιν καὶ
τύχην ἔχειν πρὸς ὀλίγον, ὥσπερ ἐν εἰκόνι, τῆς Ῥώμης
τῶν Καρχηδονίων τὴν πόλιν.

ὅ τε Γορδιανὸς γράμματά τε πάμπλειστα ἐκπέμπει πρὸς ἕκαστον τῶν κατὰ τὴν Ῥώμην πρωτεύειν
δοκούντων, τοῖς τε τῆς συγκλήτου δοκιμωτάτοις ἐπιστέλλει,
ὧν ἦσαν αὐτῷ πλεῖστοι φίλοι τε καὶ συγγενεῖς.
ἐποίησε δὲ καὶ δημόσια γράμματα πρός τε τὸν
 
Ῥωμαίων δῆμον καὶ τὴν σύγκλητον, δἰ ὧν τήν τε
Λιβύων ἐδήλου ἐς ἑαυτὸν σύμπνοιαν, τῆς τε Μαξιμίνου
ὠμότητος κατηγόρει σφοδρότατα εἰδὼς μισουμένην,

αὐτός τε πᾶσαν πραότητα ὑπισχνεῖτο, συκοφάντας
τε πάντας φυγαδεύων καὶ παλινδικίαν διδοὺς τοῖς ἀδίκως κατακριθεῖσι, τούς τε φυγάδας ἐς τὰς
πατρίδας ἐπανάγων: τοῖς δὲ στρατιώταις ὑπέσχετο
ἐπίδοσιν χρημάτων ὅσην οὐδεὶς πρότερον, τῷ τε δήμῳ
νομὰς ἐπήγγειλε. προυνοήσατο δὲ τοῦ πρότερον
ἀναιρεθῆναι τὸν κατὰ τὴν Ῥώμην τῶν στρατοπέδων προεστῶτα: ʽ??ʼιταλιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον
ᾔδει τραχύτατα καὶ ὠμότατα πράττοντα, φίλτατόν τε

ὄντα καὶ καθωσιωμένον τῷ Μαξιμίνῳ. ὑποπτεύων
οὖν μὴ τοῖς πραττομένοις γενναίως ἀντιστῇ καὶ τῷ
ἐκείνου φόβῳ μηδεὶς αὐτῷ συνάρηται, πέμπει τὸν ταμίαν τοῦ ἔθνους, νεανίσκον φύσει εὔτολμον καὶ τὸ
σῶμα οὐκ ἀγεννῆ καὶ τὴν ἡλικίαν ἀκμάζοντα, πρόθυμόν
τε ἐς τὸν ὑπὲρ ἑαυτοῦ κίνδυνον, παραδοὺς αὐτῷ
ἑκατοντάρχας καὶ στρατιώτας τινάς, οἷς ἔδωκε κατασεσημασμένα
γράμματα ἐν πτυκτοῖς πίναξι, δἰ ὧν τὰ ἀπόρρητα καὶ κρυπτὰ ἀγγέλματα τοῖς βασιλεῦσιν

ἐπιστέλλεται. κελεύει δὲ αὐτοῖς πρὸ τῆς ἕω ἐς τὴν
Ῥώμην κατελθοῦσιν ἐπιστῆναι ἔτι δικάζοντι καὶ ἀνακεχωρηκότι
τῷ ʽ??ʼιταλιανῷ ἐν τῷ τοῦ δικαστηρίου οἰκίσκῳ,
ἔνθα μόνος τὰ ἀπόρρητα καὶ κρυπτὰ δοκοῦντα ὑπὲρ σωτηρίας τοῦ βασιλέως ἠρεύνα τε καὶ ἐξήταζε,
δηλῶσαί τε ὅτι φέρουσι γράμματα πρὸς Μαξιμῖνον
ἀπόρρητα, ἐπὶ τοῦτό τε παῤ αὐτοῦ πεμφθῆναι ὑπὲρ

ἀσφαλείας τοῦ βασιλέως: προσποιήσασθαι δὲ βούλεσθαι
καὶ διαλεχθῆναι αὐτῷ ἰδιαίτερον ἀπαγγεῖλαί τε τὰ ἐντεταλμένα: διασχολουμένῳ δὲ ἐκείνῳ περὶ τὴν
τῶν σφραγίδων ἐπίγνωσιν προσποιουμένους ὡς δὴ
 
ἐροῦντάς τι, οἷς εἶχον ὑποκολπιδίοις ξίφεσι φονεῦσαι.
ἅπερ πάντα προυχώρησεν ὡς ἐκέλευσεν. ἔτι γὰρ
νυκτὸς οὔσης, ὥσπερ ἐκεῖνος εἰώθει πρὸ ἡμέρας
προϊέναι, ἐπέστησαν αὐτῷ ἰδιάζοντι, μηδὲ πολλοῦ

πλήθους παρόντος: οἳ μὲν γὰρ οὐδὲ προεληλύθεσαν, οἳ δὲ προσαγορεύσαντες πρὸ ἡμέρας ἀνακεχωρήκεσαν.
ἡσυχίας τε οὖν οὔσης ὀλίγων τε πρὸ τοῦ οἰκίσκου,
δηλώσαντες αὐτῷ τὰ προειρημένα ῥᾳδίως εἰσεδέχθησαν:
ἐπιδόντες δὲ τὰ γράμματα, ἐκείνου ταῖς σφραγῖσι
τὰς ὄψεις ἐπιβάλλοντος προβαλόντες τὰ ξιφίδια
καὶ παίσαντες φονεύουσιν, ἔχοντές τε αὐτὰ πρόκωπα

προπηδῶσιν. οἱ δὲ παρόντες ἐκπλαγέντες ἀνεχώρησαν, οἰόμενοι Μαξιμίνου τὴν κέλευσιν εἶναι: καὶ γὰρ
ἐποίει τοῦτο πολλάκις καὶ περὶ τοὺς δοκοῦντας εἶναι
φιλτάτους. κατελθόντες δὲ διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ
προτιθέασι τὰ πρὸς τὸν δῆμον τοῦ Γορδιανοῦ γράμματα,
τοῖς τε ὑπάτοις καὶ τοῖς λοιποῖς τὰ ἐπεσταλμένα
διδόασι: διασκεδάννυταί τε ὑπ̓ αὐτῶν φήμη ὡς ἄρα

καὶ Μαξιμῖνος εἴη ἀνῃρημένος. ὡς δὲ διεφοίτησε ταῦτα, εὐθέως πᾶς ὁ δῆμος ὥσπερ ἐνθουσιῶν διέθει
πανταχοῦ: καὶ πάντες μὲν γὰρ ὄχλοι κοῦφοι πρὸς τὰ
καινοτομούμενα, ὁ δὲ Ῥωμαίων δῆμος ἐν πλήθει μεγίστῳ
καὶ ποικίλῳ συγκλύδων τε ἀνθρώπων πολὺ

καὶ ῥᾴδιον ἔχει τὸ τῆς γνώμης εὐκίνητον. ἀνδριάντες οὖν καὶ εἰκόνες τιμαί τε πᾶσαι τοῦ Μαξιμίνου
κατεσπῶντο, καὶ τὸ κρυπτὸν πρότερον διὰ φόβον μῖσος
ἀδεὲς καὶ αὐτεξούσιον γενόμενον ἀκωλύτως ἐξεχεῖτο.
ἥ τε σύγκλητος συνελθοῦσα πρὶν τὸ ἀκριβὲς
εἰδέναι περὶ τοῦ Μαξιμίνου, ἐκ τῆς παρούσης τύχης
τὰ μέλλοντα πιστεύσαντες τὸν Γορδιανὸν ἅμα τῷ υἱῷ
σεβαστοὺς ἀναγορεύουσι, τὰς δὲ τοῦ Μαξιμίνου τιμὰς

ἀνατρέπουσι. συκοφάνται τε οὖν καὶ οἱ γενόμενοι 
τινῶν κατήγοροι ἢ ἔφευγον ἢ ὑπὸ τῶν ἀδικηθέντων
ἀνῃροῦντο, ἐπίτροποί τε καὶ δικασταὶ οἱ τῆς
ἐκείνου ὠμότητος ὑπηρέται συρέντες ὑπὸ τοῦ ὄχλου
ἐς τοὺς ὀχετοὺς ἐρριπτοῦντο. φόνος τε οὐκ ὀλίγος
ἐγένετο καὶ μηδὲν ἀδικησάντων ἀνθρώπων: δανειστὰς γὰρ ἑαυτῶν ἢ καὶ ἀντιδίκους ἐν πράγμασιν ἀγοραίοις,
καὶ εἴ τις πρός τινα βραχεῖαν αἰτίαν εἶχε μίσους,
ἐπαναβαίνοντες ταῖς οἰκήσεσιν ἀπροσδοκήτως,
ἐπηρεάζοντες ὡς συκοφάντας ἐσύλησάν τε καὶ ἐφόνευσαν.

ἐν προσχήματι ἐλευθερίας ἀδείας τε εἰρηνικῆς ἔργα πολέμου ἐμφυλίου ἐγίνετο, ὡς καὶ τὸν τῆς
πόλεως ἐπάρχοντα μετὰ πράξεις πολλὰς ὑπατικάς
ʽΣαβῖνος δὲ ἦν ὄνομα αὐτᾦ, βουλόμενον κωλῦσαι
τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου
τελευτῆσαι. καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν, ἡ δὲ σύγκλητος
ἅπαξ ἀναρριφθέντος κινδύνου φόβῳ τοῦ Μαξιμίνου

πάντα ἔπραττεν ἐς τὸ ἀποστῆσαι αὐτοῦ τὰ ἔθνη. πρεσβεῖαι
τοίνυν πανταχοῦ πρὸς πάντας ἡγουμένους ἐξεπέμφθησαν,
ἐπιλεχθέντων ἀνδρῶν ἔκ τε τῆς συγκλήτου αὐτῆς καὶ τοῦ ἱππικοῦ τάγματος οὐκ ἀδοκίμων,
γράμματά τε πρὸς πάντας τὴν Ῥωμαίων καὶ τῆς συγκλήτου
γνώμην δηλοῦντα, προτρέποντά τε τοὺς μὲν 
ἡγουμένους συναίρεσθαι τῇ κοινῇ πατρίδι καὶ συνεδρίῳ
βουλεύουσι, τὰ δ̓ ἔθνη πείθεσθαι Ῥωμαίοις, ὧν δημόσιον ἄνωθεν τὸ κράτος ἐστίν, αὐτά τε φίλα

καὶ ὑπήκοα ἐκ προγόνων. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο
τὴν πρεσβείαν, καὶ τὰ ἔθνη ἀποστήσαντες
ῥᾳδίως μίσει τῆς Μαξιμίνου τυραννίδος, τούς τε
ἐκεῖσε πράττοντας, εἰ τὰ Μαξιμίνου φρονοῖεν, ἀποκτείναντες προσέθεντο Ῥωμαίοις: ὀλίγοι δέ τινες ἢ
διεχρήσαντο τοὺς ἐλθόντας πρέσβεις ἢ μετὰ φρουρᾶς
 
πρὸς ἐκεῖνον παρέπεμψαν, οὓς συλλαμβάνων ὠμῶς
ἐκόλαζεν.

τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην
τοιαῦτα ἦν: ὡς δ̓ ἀπηγγέλη τῷ Μαξιμίνῳ τὰ πεπραγμένα,
σκυθρωπός τε ἦν καὶ ἐν μεγάλαις φροντίσι,
προσεποιεῖτό τε αὐτῶν καταφρονεῖν. τῆς μὲν οὖν
πρώτης καὶ δευτέρας ἡμέρας ἔνδον ἔμεινεν ἡσυχάζων

καὶ τοῖς φίλοις περὶ τοῦ πρακτέου κοινούμενος. τὸ δὲ στρατόπεδον πᾶν τὸ σὺν αὐτῷ οἵ τε ἐπέκεινα πάντες
ἄνθρωποι ἔγνωσαν μὲν τὰ διαγγελθέντα, καὶ διοίδαινον
πᾶσιν αἱ ψυχαὶ τηλικούτων ἔργων εὐτόλμῳ καινοτομίᾳ,
οὐδέ τις πρός τινα ἔλεγέ τι οὔτ̓ εἰδέναι τι
προσεποιεῖτο: τοσοῦτος γὰρ ἦν ὁ Μαξιμίνου φόβος
ὡς μηδὲν αὐτὸν λανθάνειν, παραφυλάττεσθαι δὲ
πάντων οὐ μόνον τὰ διὰ φωνῆς καὶ γλώττης προφερόμενα

ἀλλὰ καὶ τὰ δἰ ὄψεως νεύματα. ὁ μέντοι Μαξιμῖνος συγκαλέσας πάντα τὸν στρατὸν ἐς τὸ πρὸ
τῆς πόλεως πεδίον, προελθών τε τῆς τρίτης ἡμέρας
ἀνελθών τε ἐπὶ τὸ βῆμα, ἐπιφερόμενος τὸ βιβλίον
ὅπερ ἦσαν αὐτῷ συντάξαντές τινες τῶν φίλων, ἐξ
ἀναγνώσεως ἔλεξε τοιάδε.

ἄπιστα μὲν οἶδα καὶ παράδοξα λέξων πρὸς ὑμᾶς, ὡς δὲ ἐγὼ οἴομαι, οὐ θαύματος ἀλλὰ χλεύης καὶ γέλωτος
ἄξια. ὅπλα ἐφ̓ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀνδρείαν
οὐ Γερμανοὶ αἴρονται, οὓς πολλάκις ἐνικήσαμεν,
οὐ Σαυρομάται οἱ περὶ εἰρήνης ἑκάστοτε ἱκετεύοντες:
Πέρσαι τε οἱ πάλαι Μεσοποταμίαν κατατρέχοντες
νῦν ἡσυχάζουσιν, ἀγαπητῶς ἔχοντες τὰ
ἑαυτῶν, δόξης τε τῆς ὑμετέρας ἐν τοῖς ὅπλοις ἀρετῆς
 τε , πείρᾳ τῶν ἐμῶν πράξεων, ἃς ἔγνωσαν ὅτε τῶν
ἐπὶ ταῖς ὄχθαις στρατοπέδων ἡγούμην, ἀνεχούσης

αὐτούς. ἀλλὰ γάρ ʽμή τι ἄρα καὶ καταγέλαστον εἰπεῖν̓ 
Καρχηδόνιοι μεμήνασι, καὶ πρεσβύτην ἄθλιον,
ἐν ἐσχάτῳ γήραι παραφρονοῦντα, πείσαντες ἢ βιασάμενοι
ὥσπερ ἐν πομπαῖς παίζουσι βασιλείαν, τίνι
θαρροῦντες στρατῷ, παῤ οἷς ἐς τὴν τοῦ ἡγουμένου
ὑπηρεσίαν ἀρκοῦσι ῥαβδοῦχοι; ποῖα φέροντες ὅπλα, παῤ οἷς οὐδὲν πλὴν δορατίων οἷς πρὸς θηρία μονομαχοῦσι;
τὰ πολεμικὰ αὐτοῖς γυμνάσια χοροὶ καὶ

σκώμματα καὶ ῥυθμοί. μηδέ τινα ὑμῶν ἐκπληττέτω
τὰ κατὰ Ῥώμην ἀγγελθέντα. ʽ??ʼιταλιανὸς μὲν ἀνῃρέθη
δόλῳ καὶ ἀπάτῃ ληφθείς, τοῦ δὲ Ῥωμαίων δήμου τὸ κοῦφον καὶ εὐμετάβολον οὐκ ἀγνοεῖτε καὶ
μέχρι βοῆς θρασύ: εἰ δύο ἢ τρεῖς ὁπλίτας ἴδοιεν μόνον,
ὑπ̓ ἀλλήλων ὠθούμενοί τε καὶ πατούμενοι,
φεύγων ἕκαστος τὸν ἴδιον κίνδυνον τοῦ κοινοῦ ἀμελῶς

ἔχει. εἰ δὲ καὶ τὰ τῆς συγκλήτου τις ὑμῖν διήγγειλε, μὴ θαυμάζετε εἰ τὸ μὲν ἡμέτερον σῶφρον τραχὺ
αὐτοῖς δοκεῖ, τὸ δ̓ ὁμότροπον ἐν ἀκολάστῳ βίῳ ἐκείνου
προτιμᾶται, καὶ τὰ μὲν ἀνδρεῖα καὶ σεμνὰ τῶν
ἔργων φοβερὰ προσαγορεύουσι, τὰ δ̓ ἀνειμένα καὶ
ἐκβεβακχευμένα ὡς ἥμερα δἰ ἡδονῆς ἔχουσι: διόπερ πρὸς τὴν ἐμὴν ἀρχὴν οὖσαν ἐπιστρεφῆ καὶ κόσμιον
ἀλλοτρίως διάκεινται, ἥσθησαν δὲ τῷ Γορδιανοῦ ὀνόματι,

οὗ τὸν διαβεβλημένον βίον οὐκ ἀγνοεῖτε. πρὸς
τούτους καὶ τοὺς τοιούτους ἡμῖν ὁ πόλεμος, εἴ τις οὕτως
αὐτὸν καλεῖν βούλοιτο. ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὡς οἱ πλεῖστοι καὶ σχεδὸν πάντες, εἰ μόνον Ἰταλίας ἐπιβαίημεν,
ἱκετηρίους θαλλοὺς καὶ τέκνα προτείναντες
ὑποστρώσουσιν αὑτοὺς τοῖς ἡμετέροις ποσίν, οἱ δὲ
λοιποὶ διὰ δειλίαν καὶ φαυλότητα φεύξονται, ὡς ὑπάρξαι
ἐμοί τε ὑμῖν καὶ τὰ ἐκείνων πάντα δοῦναι, ὑμῖν τε ἀδεῶς λαβοῦσι καρποῦσθαι.

τοιαῦτά τινα εἰπών, βλάσφημά τε πολλὰ ἐς τὴν
 
Ῥώμην καὶ τὴν σύγκλητον δἰ ὧν παρεφθέγγετο ἀπορρίψας,
ταῖς τε διὰ χειρὸς ἀπειλαῖς καὶ τραχέσι προσώπου
νεύμασιν ὡς πρὸς παρόντας ὀργισθείς, ἐπαγγέλλει
τὴν ἐπ̓ Ἰταλίαν ἔξοδον. διανείμας τε αὐτοῖς
πάμπλειστα χρήματα, μιᾶς ἡμέρας διαλιπών, τῆς ὁδοῦ
εἴχετο, πολύ τι πλῆθος ἐπαγόμενος στρατοῦ, τήν τε

ὑπὸ Ῥωμαίοις δύναμιν. εἵπετο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ εὐκαταφρόνητος ἀριθμός, οὓς τοῖς ὅπλοις
κεχείρωτο ἢ πείσας ἐς φιλίαν καὶ συμμαχίαν ἐπῆκτο,
μηχαναί τε καὶ πολεμικὰ ὄργανα, καὶ ὅσα πρὸς τοὺς
βαρβάρους ἰὼν ἐπεφέρετο. αὐτὸς μὲν σχολαιτέραν
τὴν ὁδοιπορίαν ἐποιεῖτο διὰ τὴν τῶν ὀχημάτων καὶ

ἐπιτηδείων πανταχόθεν συγκομιδήν: αἰφνιδίου γὰρ γενομένης τῆς ἐπ̓ Ἰταλίαν ὁδοῦ, οὐκ ἐκ προνοίας,
ὥσπερ εἰώθει, ἀλλ̓ ἐξ αὐτοσχεδίου καὶ ἐπειγούσης
ὑπηρεσίας τὰ χρειώδη τῷ στρατῷ ἠθροίζετο. ἔδοξεν
οὖν αὐτῷ προπέμψαι τὰς τῶν Παιόνων φάλαγγας:
ἐκείνοις γὰρ μάλιστα ἐπίστευεν, οἵπερ αὐτὸν καὶ πρῶτοι
ἀνεῖπον βασιλέα ἐθελονταί τε ὑπὲρ αὐτοῦ κινδυνεύειν
ὑπισχνοῦντο. ἐκέλευσεν οὖν αὐτοῖς φθάσαι
τὴν λοιπὴν δύναμιν καὶ τὰ ἐν Ἰταλίᾳ χωρία προκαταλαβεῖν.

καὶ οἱ μὲν περὶ τὸν Μαξιμῖνον ὡδοιπόρουν, ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἠλπίκεσαν τὰ πράγματα ἐχώρει.
Καπελλιανὸς γὰρ ἦν τις ὄνομα, τῶν ἀπὸ συγκλήτου,
ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις,
Νομάδων δὲ καλουμένων. τὸ δὲ ἔθνος στρατοπέδοις
πέφρακτο διὰ τὸ περικείμενον πλῆθος Μαυρουσίων
τῶν βαρβάρων, ὡς ἂν ἐπέχοι αὐτῶν τὰς ἐξ ἐπιδρομῆς

ἁρπαγάς. εἶχεν οὖν ὑφ̓ ἑαυτῷ δύναμιν οὐκ εὐκαταφρόνητον στρατιωτικήν. πρὸς δὴ τὸν Καπελλιανὸν
τοῦτον ὁ Γορδιανὸς ἀπεχθῶς διέκειτο ἄνωθεν
 
ἔκ τινος ἀγοραίου διαφορᾶς. τότε τοίνυν ἐν τῷ τῆς
βασιλείας γενόμενος ὀνόματι διάδοχόν τε αὐτῷ ἔπεμψε

καὶ τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. ὃ δὲ πρός τε
 ταῦτα ἀγανακτήσας, τῷ τε Μαξιμίνῳ καθωσιωμένος,
ὑφ̓ οὗ καὶ τὴν ἡγεμονίαν πεπίστευτο, πάντα τὸν στρατὸν συναθροίσας ἀναπείσας τε Μαξιμίνῳ τηρεῖν
τὴν πίστιν καὶ τὸν ὅρκον, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα
δύναμιν ἄγων μεγίστην τε καὶ γενναίων ἀνδρῶν
ἡλικίαις ἀκμάζουσαν, καὶ παντοδαπῇ ὅπλων
παρασκευῇ ἐξηρτυμένην, ἐμπειρίᾳ τε πολεμικῇ καὶ τῆς πρὸς τοὺς βαρβάρους μάχης συνηθείᾳ ἑτοίμην

πρὸς μάχας. ὡς δὲ ἀπηγγέλη τῷ Γορδιανῷ ὁ στρατὸς
προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ
τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοι ἐν πλήθει
ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ τὸ εὔελπι τῆς νίκης εἶναι, πανδημεὶ πάντες ἐξίασιν ὡς δὴ τῷ Καπελλιανῷ
ἀντιταξόμενοι. Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης,
ὥς τινές φασιν, ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν
ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν τοῦ Μαξιμίνου,
οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον ἰσόρροπον,

ἀνήρτησεν ἑαυτὸν βρόχῳ: κρυπτομένης δὲ αὐτοῦ
τῆς τελευτῆς τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα δὴ τοῦ
πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς οἱ μὲν
Καρχηδόνιοι ὄχλῳ πλείους ἦσαν, ἄτακτοι δὲ καὶ πολεμικῶν
ἔργων ἀπαίδευτοι ἅτε ἐν εἰρήνῃ βαθείᾳ τεθραμμένοι ἑορταῖς τε καὶ τρυφαῖς σχολάζοντες ἀεί,

γυμνοί τε ὅπλων καὶ ὀργάνων πολεμικῶν. ἕκαστος
δὲ ἐπεφέρετο οἴκοθεν ἢ ξιφίδιον ἢ πέλεκυν δοράτιά
τε ἐκ κυνηγεσίων: βύρσας τε τὰς ἐμπεσούσας περιτεμόντες
καὶ ξύλα καταπρίσαντες ἐς τὰ παρατυχόντα σχήματα, ὡς ἕκαστος ἐδύνατο, πρόβλημα τοῦ σώματος
ἐποιεῖτο. οἱ δὲ Νομάδες ἀκοντισταί τε εὔστοχοι
 
καὶ ἱππεῖς ἄριστοι, ὡς καὶ χαλινῶν ἄνευ ῥάβδῳ μόνῃ

τὸν δρόμον τῶν ἵππων κυβερνᾶν. ῥᾷστα οὖν ἐτρέψαντο τῶν Καρχηδονίων τὸ πλῆθος, οἵπερ οὐχ ὑπομείναντες
αὐτῶν τὴν ἐμβολήν, πάντα ῥίψαντες ἔφυγον:
ὠθούμενοι δὲ ὑπ̓ ἀλλήλων καὶ πατούμενοι,
πλείους ὑπὸ τοῦ οἰκείου πλήθους ἐφθάρησαν ἢ πρὸς
τῶν πολεμίων. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀπώλετο
οἵ τε περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων
μήτε νεκρῶν ἀναίρεσιν πρὸς ταφὴν γενέσθαι
δυνηθῆναι μήτε τὸ τοῦ νέου Γορδιανοῦ σῶμα εὑρεθῆναι.

οἱ μὲν γὰρ φεύγοντες, ὅσοι τε ἦσαν εἰσρυέντες ἐς τὴν Καρχηδόνα ὅσοι τε λαθεῖν ἠδυνήθησαν,
σκεδασθέντες ἐς πᾶσαν τὴν πόλιν, οὖσαν μεγίστην τε
καὶ πολλήν, ὀλίγοι ἐκ πολλῶν ἐσώθησαν: τὸ δὲ λοιπὸν
πλῆθος περὶ ταῖς πύλαις στενοχωρούμενον, παρεισδῦναι
σπουδάζοντος ἑκάστου, βαλλόμενόν τε ὑπὸ
τῶν ἀκοντιστῶν καὶ τιτρωσκόμενον ὑπὸ τῶν ὁπλιτῶν

διεφθείρετο. πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παιδίων, ὧν ἐν ὄψει οἱ φίλτατοι ἀπώλοντο.
ἕτεροι δέ φασιν, ὡς δὴ ταῦτα οἴκοι μεμενηκότι
διὰ γῆρας τῷ πρεσβύτῃ Γορδιανῷ ἀπηγγέλη ὅ
τε Καπελλιανὸς εἰσελαύνων ἐς τὴν Καρχηδόνα ἐδηλώθη,
ἐν ἀπογνώσει δὲ πάντων γενόμενος, εἰσελθὼν
μόνος ἐς τὸν οἰκίσκον ὡς δὴ καθευδήσων, ἐξαρτήσας
ἧς ἐπεφέρετο ζώνης τὸν τράχηλον ἐν βρόχῳ, τοῦ βίου ἀνεπαύσατο.

τοιούτῳ μὲν δὴ τέλει Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας:
ὁ δὲ Καπελλιανὸς ἐς Καρχηδόνα εἰσελθὼν
πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, εἴ τινες καὶ
ἐσώθησαν ἐκ τῆς μάχης, ἐφείδετό τε οὔτε ἱερῶν συλήσεως
οὔτε χρημάτων ἰδιωτικῶν τε καὶ δημοσίων ἁρπαγῆς.

ἐπιών τε τὰς λοιπὰς πόλεις ὅσαι τὰς Μαξιμίνου
τιμὰς καθῃρήκεσαν, τοὺς μὲν ἐξέχοντας ἐφόνευε,
τοὺς δὲ δημότας ἐφυγάδευεν, ἀγρούς τε καὶ
κώμας ἐμπιπράναι λεηλατεῖν τε τοῖς στρατιώταις ἐπέτρεπε,
προσποιούμενος μὲν τιμωρίαν εἰσπράττειν ἐφ̓ οἷς ἐς Μαξιμῖνον ἡμαρτήκεσαν, λανθανόντως δὲ εὔνοιαν
ἑαυτῷ παρὰ τῶν στρατιωτῶν μνώμενος, ἵν̓ εἴ
τι πταίσειεν τὰ Μαξιμίνου πράγματα, αὐτὸς ἔχων δύναμιν
εὐνοοῦσαν τῆς ἀρχῆς ἀντιποιήσαιτο.

τὰ μὲν δὴ κατὰ τὴν Λιβύην ἐν τούτοις ἦν: ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτή,
ἐν πολλῇ ταραχῇ καὶ ἀφασίᾳ ὅ τε δῆμος ἦν ἥ τε σύγκλητος
μάλιστα, Γορδιανοῦ τετελευτηκότος ἐς ὃν
ἠλπίκεσαν: ᾔδεσαν γὰρ αὐτὸν οὔτε φεισόμενον
τινός: ὃς γὰρ καὶ φύσει ἀλλοτρίως καὶ ἀπεχθῶς πρὸς αὐτοὺς διέκειτο, τότε καὶ ἐπ̓ εὐλόγοις αἰτίας ὡς ὁμολογουμένοις

ἐχθροῖς εἰκότως ὠργίζετο. ἔδοξεν οὖν
συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, ἅπαξ
τε ἀναρρίψαντας κίνδυνον πόλεμον ἄρασθαι, προστησαμένους
ἑαυτῶν χειροτονηθέντας βασιλέας, οὓς ἠθέλησαν μερίσαι τὴν ἀρχήν, ὡς μὴ παῤ ἑνὶ οὖσα ἡ
ἐξουσία ἐς τυραννίδα πάλιν ἐξοκείλῃ. συνῆλθον οὖν
οὐκ ἐς τὸ σύνηθες συνέδριον ἀλλ̓ ἐς τὸν τοῦ Διὸς
νεὼν τοῦ Καπετωλίου, ὃν σέβουσι Ῥωμαῖοι ἐν ἀκροπόλει.

συγκλείσαντες οὖν αὑτοὺς ἐν τῷ σηκῷ μόνους, ὥσπερ ὑπὸ μάρτυρι τῷ Διὶ καὶ συνέδρῳ ἐπισκόπῳ
τε τῶν πραττομένων, ἐπιλεξάμενοι τῶν ἐν ἡλικίᾳ
καὶ ἀξιώματι προυχόντων οὓς ἐδοκίμαζον κατὰ
ψηφοφορίαν, ἐχόντων καὶ ἄλλων ψήφους, διακριθεισῶν
τε καὶ τοῦ πλείστου τῆς γνώμης Μάξιμόν τε καὶ

Βαλβῖνον ἀνειπόντος αὐτοκράτορας ἐποίησαν. τούτων
δ̓ ἦν ὁ μὲν Μάξιμος ἔν τε πολλαῖς στρατοπέδων ἀρχαῖς
 
γενόμενος, τῆς τε Ῥωμαίων πόλεως ἔπαρχος καταστὰς
ἀνεπιστρόφως τε ἄρξας, καὶ ἐν ὑπολήψει παρὰ
τοῖς ὄχλοις φρενῶν τε καὶ ἀγχινοίας καὶ βίου σώφρονος,
ὁ δὲ Βαλβῖνος γενόμενος μὲν εὐπατρίδης, ἐς δευτέραν
δὲ ὑπατείαν ἐληλακὼς ἐθνῶν τε ἡγησάμενος

ἀμέμπτως, τὸ δ̓ ἦθος ἁπλούστερος. τῆς οὖν χειροτονίας ἐκείνους ἀνειπούσης σεβαστοί τε ἀνηγορεύθησαν,
καὶ πάσαις ταῖς βασιλικαῖς τιμαῖς ἡ σύγκλητος
διὰ δόγματος αὐτοὺς ἐκόσμησεν.
ὁ δὲ δῆμος τούτων ἐν τῷ Καπετωλίῳ πραττομένων,
εἴτε ὑποβαλόντων τινῶν Γορδιανοῦ φίλων
καὶ οἰκείων εἴτε γνόντες ὑπὸ φήμης, παρειστήκεσαν̓
ταῖς πύλαις, φράξαντες πᾶσαν τὴν ἐς τὸ Καπετώλιον
ἄνοδον τῷ πλήθει τῶν ὄχλων, λίθους τε καὶ ξύλα
ἐπεφέροντο, ἀντιπράττοντες τοῖς ὑπὸ τῆς συγκλήτου
ἐψηφισμένοις, καὶ μάλιστα τὸν Μάξιμον παραιτούμενοι:

ἦρξέ τε γὰρ στερρότερον τῆς πόλεως, πολύ τε τὸ ἐπιστρεφὲς ἔσχε πρὸς τοὺς φαύλους καὶ κούφους
τῶν ὄχλων. ὅθεν δεδιότες ἀπηρέσκοντο αὐτῷ, ἐβόων
τε καὶ ἠπείλουν ἀποκτενεῖν αὐτούς: ἠξίουν γὰρ τοῦ
Γορδιανοῦ γένους βασιλέα αἱρεθῆναι, τό τε τῆς αὐτοκρατορικῆς
ὄνομα ἀρχῆς ἐκείνῳ τῷ οἴκῳ καὶ ὀνόματι

μεῖναι. ὁ δὲ Βαλβῖνος καὶ Μάξιμος ἐκ τοῦ ἱππικοῦ τάγματος τοὺς νεανίας πάντας, στρατιώτας τε
οἳ ἐν Ῥώμῃ διέτριβον, περιστήσαντες ἑαυτοῖς ξιφηφόρους
προελθεῖν τοῦ Καπετωλίου ἐβιάζοντο, ὑπὸ δὲ
πλήθους λίθων καὶ ξύλων ἐκωλύθησαν, ἔστε δὴ ὑποβαλόντος
τινὸς αὐτοὶ τὸν δῆμον ἐσοφίσαντο. ἦν τι
παιδίον νήπιον, τῆς Γορδιανοῦ θυγατρὸς τέκνον, τῷ

πάππῳ ὁμώνυμον. πέμψαντες τοίνυν τῶν σὺν αὑτοῖς τινὰς κελεύουσι τὸ παιδίον κομισθῆναι. οἳ δὲ
εὑρόντες αὐτὸ ἀθῦρον οἴκοι, ἀράμενοι ἐπὶ τῶν ὤμων,
 
διὰ μέσου τοῦ πλήθους, δεικνύντες τοῖς ὄχλοις Γορδιανοῦ
τε ἔγγονον λέγοντες καὶ τῇ αὐτοῦ προσηγορίᾳ
ἀποκαλοῦντες, ἀνάγουσιν ἐς τὸ Καπετώλιον εὐφημούμενον

ὑπὸ τοῦ δήμου καὶ φυλλοβολούμενον. τῆς
τε συγκλήτου Καίσαρα αὐτὸ ἀποδειξάσης, ἐπειδὴ διὰ τὴν ἡλικίαν οὐχ οἷός τε ἦν προΐστασθαι τῶν πραγμάτων,
τῆς τε ὀργῆς ὁ δῆμος ἐπαύσατο, ἠνέσχοντό τε
προελθεῖν ἐς τὴν βασίλειον αὐλήν.

συνέβη δὲ κατὰ τοὺς αὐτοὺς χρόνους πταῖσμα
ὀλέθριον τῇ Ῥωμαίων πόλει, ἀρχὴν καὶ πρόφασιν λαβὸν ἐξ εὐτόλμου θράσους δύο ἀνδρῶν τῶν ἀπὸ
συγκλήτου. συνεληλύθεσαν γὰρ ἐς τὸ βουλευτήριον

πάντες σκεψόμενοι περὶ τῶν καθεστώτων: μαθόντες
δ̓ οἱ στρατιῶται οὓς ἐν τῷ στρατοπέδῳ Μαξιμῖνος
καταλελοίπει ʽἤδη γὰρ πρὸς ἄφεσιν τῆς στρατείας ὄντες καὶ δἰ ἡλικίαν οἴκοι μεμενηκότεσ̓ ἦλθον μέχρι
τῆς εἰσόδου τῆς συγκλήτου, βουλόμενοι τὸ πραττόμενον
μαθεῖν, ὅπλων μὲν γυμνοί, ἐν λιταῖς δὲ ἐσθῆσι
καὶ ἐφεστρίσιν, ἑστήκεσαν δὲ μετὰ τοῦ λοιποῦ δήμου.

καὶ οἱ μὲν ἄλλοι πρὸ τῶν θυρῶν ἔμενον, δύο δέ τινες ἢ τρεῖς περιεργότερον ἐπακοῦσαι τῶν βουλευομένων
θελήσαντες ἐς τὸ συνέδριον εἰσῆλθον, ὡς τὸν ἱδρυμένον
βωμὸν τῆς νίκης ὑπερβῆναι τούτους. τῆς δὲ
συγκλήτου ἀνὴρ ἀπὸ ὑπατείας μὲν νεωστί, Γαλλικανὸς
ὄνομα, Καρχηδόνιος δὲ τὸ γένος, καὶ ἕτερος στρατηγικὸς τὸ ἀξίωμα, Μαικήνας καλούμενος, οὐδέν τι
προσδοκῶντας τοὺς στρατιώτας, ἔχοντας δὲ τὰς χεῖρας
ὑποκαθειμένας ταῖς ἐφεστρίσι, παίουσι πληγαῖς
κατακαρδίοις, ξίφεσιν οἷς ἐπεφέροντο ὑποκολπίοις:

πάντες γὰρ διὰ τὴν οὖσαν στάσιν τε καὶ ταραχήν, οἳ μὲν φανερῶς οἳ δὲ καὶ κρύβδην, ἐξιφηφόρουν, ἀμυντήρια
δῆθεν φέροντες ἑαυτῶν διὰ τοὺς αἰφνιδίως
 
ἐπιβουλεύοντας ἐχθρούς. τότε δὴ οἱ στρατιῶται πληγέντες
καί πως ἀπροσδοκήτως προβαλεῖν οὐ δυνηθέντες

πρὸ τοῦ βωμοῦ ἔκειντο. οἱ δὲ λοιποὶ στρατιῶται τοῦτο θεασάμενοι, ἐκπλαγέντες τῷ πάθει τῶν
συστρατιωτῶν, φοβηθέντες τοῦ δήμου τὸ πλῆθος ἄνευ
τε ὅπλων ὄντες ἔφυγον. ὁ δὲ Γαλλικανὸς ἐκδραμὼν
τῆς συγκλήτου ἐς τὸν δῆμον μέσον, δεικνύς τε τὸ
ξίφος καὶ τὴν χεῖρα ᾑμαγμένην, διεκελεύετο διώκειν
καὶ φονεύειν τοὺς ἐχθροὺς μὲν συγκλήτου καὶ Ῥωμαίων

φίλους δὲ καὶ συμμάχους Μαξιμίνου. ὁ δὲ δῆμος ῥᾷστα πεισθεὶς τὸν μὲν Γαλλικανὸν εὐφήμει,
τοὺς δὲ στρατιώτας ὡς ἐδύναντο διώκοντες ἔβαλλον
λίθοις. οἳ δὲ φθάσαντες, ὀλίγων τινῶν καὶ τρωθέντων,
ἐς τὸ στρατόπεδον καταφυγόντες καὶ τὰς πύλας
κλείσαντες, ὅπλα δὲ ἀναλαβόντες, ἐφρούρουν τὸ τεῖχος
τοῦ στρατοπέδου. ὁ δὲ Γαλλικανὸς ἅπαξ τολμήσας
ἔργον τηλικοῦτον, ἐμφύλιον πόλεμον καὶ ὄλεθρον

μέγαν ἤγειρε τῇ πόλει. τάς τε γὰρ δημοσίας ἀποθήκας τῶν ὅπλων, εἴ τινες ἦσαν πρὸς πομπὴν μᾶλλον
ἢ μάχην ἐπιτήδειοι, ἀναρρῆξαι τοὺς ὄχλους ἔπεισε,
τό τε σῶμα ἕκαστον φράττεσθαι ὡς οἷός τε ἦν: τά τε
τῶν μονομάχων καταγώγια ἀνοίξας ἐξήγαγε τοῖς οἰκείοις
ὅπλοις ἕκαστον ἐξηρτυμένον. ὅσα τε ἦν ἐν οἰκίαις
ἢ ἐργαστηρίοις δόρατα ἢ ξίφη πελέκεις τε, πάντα

διηρπάζετο. ὅ τε δῆμος ἐνθουσιῶν πᾶν τὸ ἐμπῖπτον ὕλης ἀξιομάχου ἐργαλεῖον ὅπλον ἐποιεῖτο. ἀθροισθέντες
οὖν ἐπῆλθον τῷ στρατοπέδῳ, καὶ ὡς πολιορκήσοντες
αὐτὸ δῆθεν προσέβαλλόν τε ταῖς πύλαις καὶ
τοῖς τείχεσιν. οἱ δὲ στρατιῶται μετὰ πολλῆς ἐμπειρίας
ὡπλισμένοι .. τε τὰς ἐπάλξεις καὶ τὰς ἀσπίδας,
τόξοις τε αὐτοὺς βάλλοντες καὶ δόρασι μακροῖς ἀπείργοντες

τοῦ τείχους ἀπεδίωκον. ὡς δὲ καμὼν ὁ δῆμος 
οἵ τε μονομάχοι τιτρωσκόμενοι ἤδη καὶ ἑσπέρας προσιούσης
ἀπελθεῖν ἠθέλησαν, θεασάμενοι αὐτοὺς οἱ
στρατιῶται ἀπεστραμμένους καὶ τὰ νῶτα δεδωκότας
ἀπιόντας τε ἀμελέστερον, οἰομένους μὴ τολμήσειν
ἐπεξελθεῖν ὀλίγους πλήθει τοσούτῳ, ἀνοίξαντες αἰφνιδίως τὰς πύλας ἐπέδραμον τῷ δήμῳ, καὶ τούς τε μονομάχους
ἀπέκτειναν, τοῦ τε δήμου μέγα τι πλῆθος
ἀπώλετο ὠθούμενον. οἳ δὲ τοσοῦτον διώξαντες ὅσον
μὴ πολύ τι τοῦ στρατοπέδου ἀποστῆναι, πάλιν ἐπανῆλθον
ἐντός τε τοῦ τείχους ἔμενον.

ἐντεῦθεν μείζων ἡ ὀργὴ τοῦ τε δήμου καὶ τῆς
συγκλήτου ἐγένετο. στρατηγοί τε οὖν κατελέγοντο
ἔκ τε πάσης Ἰταλίας λογάδες, ἥ τε νεολαία πᾶσα
ἠθροίζετο, ὅπλοις τε αὐτοσχεδίοις καὶ τοῖς προστυχοῦσιν
ὡπλίζετο. τούτων δὴ τὸ μὲν πλεῖστον μέρος ὁ Μάξιμος σὺν αὑτῷ ἀπήγαγεν ὡς δὴ Μαξιμίνῳ πολεμήσων:
οἱ δὲ λοιποὶ ἔμειναν, ὡς τὴν πόλιν φρουροῖέν

τε καὶ προασπίζοιεν αὐτῆς. ἑκάστοτε οὖν τῷ
τείχει τοῦ στρατοπέδου ἐγίνοντο προσβολαί, ἔπραττον
δὲ οὐδὲν προμαχομένων ἄνωθεν τῶν στρατιωτῶν: οἳ δὲ βαλλόμενοι καὶ τιτρωσκόμενοι κακῶς
ἀπηλλάγησαν. ὁ δὲ Βαλβῖνος οἴκοι μένων διάταγμά
τε προθεὶς ἱκέτευε τὸν δῆμον ἐς διαλλαγὰς χωρῆσαι,
τοῖς τε στρατιώταις ὑπισχνεῖτο ἀμνηστίαν, ἄνεσίν τε

πάντων ἐδίδου ἁμαρτημάτων. ἀλλ̓ οὐδετέρους ἔπειθε, τὸ δὲ δεινὸν ἑκάστοτε ηὔξετο, τοῦ μὲν τοσούτου δήμου
ἀπαξιοῦντος ὑπ̓ ὀλίγων καταφρονηθῆναι, τῶν
δὲ στρατιωτῶν ἀγανακτούντων ὅτι δὴ ταῦτα ὑπὸ Ῥωμαίων
ὡς ὑπὸ βαρβάρων πάσχουσι.
τὸ δὴ τελευταῖον, ἐπειδὴ τειχομαχοῦντες οὐδὲν ἔπραττον, ἔδοξε τοῖς στρατηγοῖς ἐκκόψαι πάντας τοὺς
εἰσρέοντας ἐς τὸ στρατόπεδον ἀγωγοὺς ὕδατος, σπάνει
 
τε ποτοῦ καὶ ἐνδείᾳ ῥείθρων αὐτοὺς παραστήσασθαι.

προσπεσόντες οὖν πᾶν τὸ ὕδωρ τοῦ στρατοπέδου ἐς ἕτερα ῥεῖθρα μετωχέτευον, ἐκκόπτοντες καὶ εἰσφράττοντες
τὰς ἐς τὸ στρατόπεδον εἰσόδους αὐτοῦ. οἱ δὲ
στρατιῶται ὁρῶντες τὸν κίνδυνον καὶ ἐν ἀπογνώσει
γενόμενοι, τὰς πύλας ἀνοίξαντες ἐπεξῆλθον: μάχης τε
καρτερᾶς γενομένης καὶ φυγῆς τῶν δημοτῶν ἐπὶ πολὺ

τῆς πόλεως διώκοντες οἱ στρατιῶται προύβησαν. ἐπεὶ δὲ οἱ ὄχλοι ταῖς συστάδην μάχαις ἡττώμενοι, ἀναπηδῶντες
ἐς τὰ δωμάτια τῷ τε κεράμῳ βάλλοντες αὐτοὺς
καὶ λίθων βολαῖς τῶν τε ἄλλων ὀστράκων ἐλυμαίνοντο,
ἐπαναβῆναι μὲν αὐτοῖς δἰ ἄγνοιαν τῶν οἰκήσεων
οὐκ ἐτόλμησαν οἱ στρατιῶται, κεκλεισμένων
δὲ τῶν οἰκιῶν καὶ τῶν ἐργαστηρίων ταῖς θύραις, καὶ
εἴ τινες ἦσαν ξύλων ἐξοχαί ʽπολλαὶ δὲ αὗται κατὰ τὴν

πόλιν̓, πῦρ προσετίθεσαν. ῥᾷστα δὲ διὰ πυκνότητα τῶν συνοικιῶν ξυλείας τε πλῆθος ἐπάλληλον μέγιστον
μέρος τῆς πόλεως τὸ πῦρ ἐνεμήθη, ὡς πολλοὺς
μὲν ἐκ πλουσίων ποιῆσαι πένητας, ἀποβαλόντας θαυμαστὰ
καὶ ἀμφιλαφῆ κτήματα, ἔν τε προσόδοις πλουσίαις

καὶ ἐν ποικίλῃ πολυτελείᾳ τίμια. πλῆθός τε ἀνθρώπων συγκατεφλέχθη, φυγεῖν μὴ δυνηθέντων διὰ
τὸ τὰς ἐξόδους ὑπὸ τοῦ πυρὸς προκατειλῆφθαι. οὐσίαι
τε ὅλαι πλουσίων ἀνδρῶν διηρπάγησαν, ἐγκαταμιξάντων
ἑαυτοὺς τοῖς στρατιώταις πρὸς τὸ ἁρπάζειν
κακούργων καὶ εὐτελῶν δημοτῶν. τοσοῦτον δὲ μέρος
τῆς πόλεως τὸ πῦρ ἐλυμήνατο ὡς μηδεμίαν τῶν μεγίστων
πόλεων ὁλόκληρον δύνασθαι τῷ μέρει ἐξισωθῆναι.

καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην τοιαῦτα ἦν, ὁ δὲ Μαξιμῖνος ἀνύσας τὴν ὁδοιπορίαν ἐπέστη τοῖς τῆς 
Ἰταλίας ὅροις, θύσας τε ἐπὶ τῶν μεθορίων βωμῶν
 
τῆς ἐπ̓ Ἰταλίαν εἰσβολῆς εἴχετο, ἐκέλευσέ τε πάντα
τὸν στρατὸν ἐν ὅπλοις εἶναι καὶ μετ̓ εὐταξίας
προχωρεῖν.

τὴν μὲν οὖν Λιβύης ἀπόστασιν καὶ τὸν κατὰ
τὴν Ῥώμην ἐμφύλιον πόλεμον, τά τε Μαξιμίνῳ πραχθέντα καὶ τὴν ἐς Ἰταλίαν ἄφιξιν αὐτοῦ ἐδηλώσαμεν:
τὰ δὲ ἑπόμενα ἐν τοῖς ἑξῆς λεχθήσεται.

Τὰ μὲν δὴ Μαξιμίνῳ πραχθέντα μετὰ τὴν Γορδιανοῦ
τελευτήν, ἥ τε εἰς Ἰταλίαν ἄφιξις αὐτοῦ, Λιβύης
τε ἀπόστασις καὶ ἡ ἐν Ῥώμῃ τῶν στρατιωτῶν
πρὸς τὸν δῆμον διαφορὰ ἐν τοῖς πρὸ τούτων λέλεκται: ὁ δὲ Μαξιμῖνος ἐπιστὰς τοῖς ὅροις προύπεμψε
σκοποὺς τοὺς ἐρευνήσοντας μή τινες ἐνέδραι ἐν κοιλάσιν

ὀρῶν ἢ λόχμαις ὕλαις τε κρύφιοι εἶεν. αὐτός τε
καταγαγὼν ἐς τὸ πεδίον τὸν στρατόν, τὰς μὲν τῶν
ὁπλιτῶν φάλαγγας ἐς τετράγωνα ἔταξε σχήματα, ἐπιμήκεις μᾶλλον ἢ βαθείας, ὡς ἂν πλεῖστον τοῦ πεδίου
διαλάβοιεν: τὰ δὲ σκευοφόρα πάντα κτήνη τε καὶ
ὀχήματα ἐν μέσῳ τάξας, αὐτὸς ἅμα τοῖς δορυφόροις

ὀπισθοφυλακῶν εἵπετο. ἑκατέρωθεν δὲ παρέθεον
αἵ τε τῶν καταφράκτων ἱππέων ἶλαι καὶ Μαυρούσιοι ἀκοντισταὶ τοξόται τε οἱ ἀπὸ τῆς ἀνατολῆς. καὶ Γερμανῶν
ἱππέων μέγα τι πλῆθος ἐπήγετο συμμάχους:
ἐκείνους γὰρ μάλιστα προυβάλλετο, ἵν̓ ἐκδέχωνται
τῶν πολεμίων τὰς πρώτας ἐμβολάς, θυμοειδεῖς ὄντες
καὶ εὔτολμοι ἐν ἀρχομένῃ μάχῃ, εἰ δ̓ ἄρα καὶ κινδυνεύειν

δέοι, εὐκαταφρόνητοι ὡς βάρβαροι. ὡς δὲ πᾶν
τὸ πεδίον διῆλθεν ὁ στρατὸς μετ̓ εὐκοσμίας τε καὶ
 
εὐταξίας, ἐπέστησαν πρώτῃ Ἰταλίας πόλει ἣν καλοῦσιν
Ἡμᾶν οἱ ἐπιχώριοι: πρόκειται δὲ αὕτη ἐπ̓ ἀκροτάτῳ
πεδίῳ ἱδρυμένη πρὸ τῆς ὑπωρείας τῶν Ἄλπεων.
ἔνθα ὑπαντώμενοι τῷ Μαξιμίνῳ οἱ προφύλακες καὶ
σκοποὶ τοῦ στρατοῦ ἤγγειλαν κενὴν ἀνθρώπων εἶναι
τὴν πόλιν, πανδημεί τε πεφευγέναι ἐμπρήσαντας τὰς
θύρας ἱερῶν τε καὶ οἰκιῶν, πάντα τε, ὅσα ἦν ἐν τῇ
πόλει ἢ τοῖς ἀγροῖς, ἃ μὲν ἐκφορήσαντας ἃ δὲ καταπρήσαντας,
καὶ μήτε ὑποζυγίοις μήτε ἀνθρώποις καταλελεῖφθαι

τροφάς. ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοὺς
δήμους τοῦτο ποιήσειν οὐχ ὑπομένοντας τὴν ἔφοδον
αὐτοῦ: ὁ δὲ στρατὸς ἤχθετο εὐθὺς ἐν ἀρχῇ λιμοῦ
πειρώμενος. διανυκτερεύσαντες οὖν οἳ μὲν ἐν τῇ
πόλει ἐν ἀθύροις καὶ κεναῖς πάντων οἰκίαις, οἳ δ̓ ἐν
τῷ πεδίῳ, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπὶ τὰς Ἄλπεις ἠπείγοντο,
ἅπερ ὄρη ὑπερμήκη ὥσπερ τεῖχος Ἰταλίας ἡ
φύσις ἤγειρεν, ὑπερνεφῆ μὲν τὸ ὕψος, ἐπιμήκιστα
δέ, ὡς πᾶσαν Ἰταλίαν διειληφότα καθήκειν ἐν μὲν
τοῖς δεξιοῖς Ἰταλίας μέρεσιν ἐς τὸ Τυρρηναῖον πέλαγος,

ἐν δὲ τοῖς λαιοῖς ἐς τὸν Ἰόνιον κόλπον. σκέπεται δὲ ὕλαις δασείαις καὶ πυκναῖς, τὰς δὲ διεξόδους
ἐστένωται ἢ διὰ κρημνοὺς ἐς βάθος μέγιστον ἀπερρωγότας
ἢ διὰ πετρῶν τραχύτητα: στενωποὶ γάρ εἰσι
χειροποίητοι, μετὰ πολλοῦ καμάτου τοῖς πάλαι Ἰταλιώταις
εἰργασμένοι. μετὰ δέους οὖν πολλοῦ διῄει ὁ
στρατός, ἐλπίζοντες τάς τε ἄκρας κατειλῆφθαι πεφράχθαι
τε τὰς διόδους ἐς κωλύμην τῆς αὐτῶν διαβάσεως.
ἤλπιζον δὲ καὶ ἐδεδοίκεσαν εἰκότα, τῶν χωρίων

τεκμαιρόμενοι τὴν φύσιν. ὡς δὲ διέβησαν ἀκωλύτως μηδενὸς ἐμποδὼν γενομένου, καταβαίνοντες ἐς
τὸ ἰσόπεδον ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν: ῥᾷστά
 
τε αὑτῷ πάντα προχωρήσειν ὁ Μαξιμῖνος ἤλπισεν
Ἰταλῶν μηδὲ ταῖς δυσχωρίαις τεθαρρηκότων,
ἔνθα ἢ κρύπτειν ἑαυτοὺς καὶ σώζειν ἠδύναντο ἢ δἰ
ἐνέδρας ἐπιβουλεῦσαι, μάχεσθαί τε ἄνωθεν ἐξ ὑπερκειμένων

χωρίων. γενομένων δὲ αὐτῶν ἐν τῷ πεδίῳ, οἱ σκοποὶ ἀπήγγειλαν πόλιν Ἰταλίας τὴν μεγίστην,
Ἀκυληίαν δὲ καλουμένην, κεκλεῖσθαι, τὰς δὲ
προπεμφθείσας φάλαγγας τῶν Παιόνων προθύμως
μὲν τειχομαχῆσαι, πολλάκις δὲ προσβαλούσας ἀνύειν
οὐδέν, ἀπαγορεύειν δὲ καὶ ἀναχωρεῖν βαλλομένους λίθοις τε καὶ δόρασι τόξων τε πλήθει. ὁ δὲ Μαξιμῖνος
ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς τῶν Παιόνων
ὡς ἀμελέστερον μαχομένους, αὐτὸς σὺν τῷ
στρατῷ ἠπείγετο, ἐλπίζων ῥᾷστα αἱρήσειν τὴν πόλιν.

ἡ δὲ Ἀκυληία καὶ πρότερον μέν, ἅτε μεγίστη πόλις, ἰδίου δήμου πολυάνθρωπος ἦν, καὶ ὥσπερ τι
ἐμπόριον Ἰταλίας ἐπὶ θαλάττῃ προκειμένη καὶ πρὸ
τῶν Ἰλλυρικῶν ἐθνῶν πάντων ἱδρυμένη τά τε ἀπὸ
τῆς ἠπείρου διὰ γῆς ἢ ποταμῶν κατακομιζόμενα παρεῖχεν
ἐμπορεύεσθαι τοῖς πλέουσι, τά τε ἀπὸ θαλάττης τοῖς ἠπειρώταις ἀναγκαῖα, ὧν ἡ παῤ ἐκείνοις χώρα
διὰ χειμῶνος οὐκ ἦν εὔφορος, ἀνέπεμπεν ἐς τὴν ἄνω
γῆν: πρὸς οἶνόν τε μάλιστα πολύγονον χώραν γεωργοῦντες
ἀφθονίαν ποτοῦ παρεῖχον τοῖς ἄμπελον μὴ

γεωργοῦσιν. ἔνθεν πολύ τι πλῆθος ἐπεδήμει οὐ πολιτῶν μόνον ἀλλὰ ξένων τε καὶ ἐμπόρων. τότε δὲ
μᾶλλον ἐπολυπλασιάσθη τὸ πλῆθος, τῶν ὄχλων πάντων
ἐξ ἀγρῶν ἐκεῖσε συρρεόντων, πολίχνας τε καὶ
κώμας τὰς περικειμένας καταλιπόντων, πιστευσάντων
δὲ αὑτοὺς τῷ τε μεγέθει τῆς πόλεως καὶ τῷ προβεβλημένῳ τείχει, ὃ παλαιότατον ἐκ τοῦ πλείστου
μέρους πρότερον μὲν κατερήριπτο, ἅτε μετὰ τὴν Ῥωμαίων
 
ἀρχὴν μηκέτι τῶν ἐν Ἰταλίᾳ πόλεων ἢ τειχῶν
ἢ ὅπλων δεηθεισῶν, μετειληφυιῶν δὲ ἀντὶ πολέμων
εἰρήνην βαθεῖαν καὶ τῆς παρὰ Ῥωμαίοις πολιτείας

κοινωνίαν: πλὴν τότε ἡ χρεία ἤπειξε τὸ τεῖχος ἀνανεώσασθαι τά τ̓ ἐρείπια ἀνοικοδομῆσαι, πύργους τε
καὶ ἐπάλξεις ἐγεῖραι. τάχιστα οὖν φράξαντες τῷ τείχει
τὴν πόλιν, τάς τε πύλας κλείσαντες, πανδημεὶ
ἐπὶ τῶν τειχῶν νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ἱδρυμένοι
τοῖς προσιοῦσιν ἀπεμάχοντο. ἐστρατήγουν δὲ αὐτῶν
καὶ πάντα εἶχον διὰ φροντίδος ἄνδρες δύο, ἀπὸ ὑπατείας
μέν, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου: ὧν ὃ

μὲν Κρισπῖνος ὃ δὲ Μηνίφιλος ἐκαλεῖτο. καὶ μετὰ πολλῆς προνοίας τά τε ἐπιτήδεια πάμπλειστα εἰσεκομίσαντο,
ὡς ἐκτένειαν εἶναι, εἰ καὶ ἐπιμηκεστέρα γένοιτο
πολιορκία. ἦν δὲ καὶ ὕδατος ἀφθονία φρεατιαίου:
πολλὰ γὰρ τὰ ὀρύγματα ἐν τῇ πόλει: ποταμός τε
παραρρεῖ τὸ τεῖχος, ὁμοῦ παρέχων τε προβολὴν τάφρου
καὶ χορηγίαν ὕδατος.

τὰ μὲν οὖν ἐν τῇ πόλει οὕτω παρεσκεύαστο: τῷ δὲ Μαξιμίνῳ ἐπειδὴ ἀπηγγέλη φρουρουμένη καὶ κεκλεισμένη
γενναίως ἡ πόλις, ἔδοξε πέμψαι ἐν σχήματι
πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσαιεν
αὐτοὺς ἀνοῖξαι τὰς πύλας. ἦν δὲ ἐν τῷ στρατῷ
χιλίαρχος ᾧ πατρὶς μὲν ἡ Ἀκυληία ἦν, τέκνα τε καὶ

γυνὴ οἰκεῖοί τε πάντες ἔνδον ἀπεκέκλειντο. τοῦτον οὖν ἔπεμψε σὺν ἑτέροις ἑκατοντάρχαις, ἐλπίσας ῥᾷστα
πείσειν ὡς πολίτην. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἔλεγον
ὅτι ἄρα κελεύει Μαξιμῖνος ὁ κοινὸς βασιλεὺς ὅπλα
μὲν αὐτοὺς καταθέσθαι ἐν εἰρήνῃ, φίλον δὲ ἀντὶ πολεμίου
δέχεσθαι, σπονδαῖς δὲ μᾶλλον καὶ θυσίαις
σχολάζειν ἢ φόνοις, μηδὲ περιορᾶν πατρίδα μέλλουσαν
ἄρδην καὶ ἐκ θεμελίων ἀπόλλυσθαι, ἐνὸν αὐτοῖς τε
 
σώζεσθαι καὶ τὴν πατρίδα σώζειν, διδόντος αὐτοῖς
χρηστοῦ βασιλέως ἀμνηστίαν συγγνώμην τε τῶν ἁμαρτηθέντων:
οὐ γὰρ αὐτοὺς αἰτίους γεγενῆσθαι ἀλλ̓

ἄλλους. οἱ μὲν οὖν πρέσβεις τοιαῦτά τινα κάτω παρεστῶτες
ἐβόων, ὡς ἐξάκουστα εἴη: ὁ δὲ πλεῖστος δῆμος τῷ τείχει καὶ τοῖς πύργοις ἐφεστώς, πλὴν τῶν τὰ
λοιπὰ μέρη φρουρούντων, ἐπήκουεν ἡσυχάζων τῶν

λεγομένων. ὁ δὲ Κρισπῖνος φοβηθεὶς μή πως ἅτε
ὄχλος ταῖς ὑποσχέσεσιν ἀναπεισθείς, εἰρήνην τε ἀντὶ
πολέμου ἑλόμενος, ἀνοίξῃ τὰς πύλας, περιθέων τὸ τεῖχος ἐδεῖτο καὶ ἐλιπάρει μένειν τε θαρραλέως καὶ
ἀντέχειν γενναίως, μηδὲ προδιδόναι τὴν πρὸς τὴν
σύγκλητον καὶ Ῥωμαίων δῆμον πίστιν, σωτῆρας δὲ
καὶ προμάχους Ἰταλίας πάσης ἀναγραφῆναι, μὴ πιστεύειν
δὲ ὑποσχέσεσι τυράννου ἐπιόρκου τε καὶ ἀπατεῶνος, μηδὲ χρηστοῖς λόγοις δελεασθέντας ὀλέθρῳ
προύπτῳ παραδοθῆναι, ἐνὸν πιστεῦσαι πολέμου

ἀμφιβόλῳ τύχῃ: πολλάκις γὰρ καὶ ὀλίγοι πλειόνων
περιεγένοντο, καὶ δοκοῦντες ἀσθενέστεροι καθεῖλον
τοὺς ἐν ὑπολήψει ἀνδρείας μείζονος: μηδ̓ ἐκπλήττεσθαι τῷ πλήθει τοῦ στρατοῦ. οἱ μὲν γὰρ ὑπὲρ ἄλλου
μαχόμενοι καὶ τῆς παῤ ἑτέρῳ ἐσομένης εὐδαιμονίας,
εἴπερ γένοιτο, μετριάζουσιν ἐν τῷ προθύμῳ τῆς μάχης,
εἰδότες ὡς τῶν μὲν κινδύνων αὐτοὶ μεθέξουσι,
τὰ δὲ μέγιστα καὶ κορυφαῖα τῆς νίκης ἄλλος καρπώσεται:

τοῖς δὲ ὑπὲρ τῆς πατρίδος μαχομένοις καὶ
παρὰ τῶν θεῶν ἐλπίδες κρείττους, ἐπειδὴ οὐ τὰ ἄλλων
λαβεῖν ἀλλὰ τὰ αὑτῶν σώζειν εὔχονται. τό τε ἐς
τὰς μάχας πρόθυμον οὐκ ἐξ ἄλλου κελεύσεως ἀλλ̓ ἐξ
οἰκείας ἀνάγκης ἔχουσιν, ἐπεὶ καὶ τῆς νίκης πᾶς ὁ

καρπὸς αὐτοῖς περιγίνεται. τοιαῦτά τινα λέγων ὁ
Κρισπῖνος καὶ πρὸς ἑκάστους καὶ κοινῇ, φύσει μὲν
 
καὶ ἄλλως αἰδέσιμος ὤν, ἔν τε τῇ Ῥωμαίων φωνῇ εὐπρόσφορος
ἐν λόγοις, ἐπιεικῶς τε αὐτῶν προεστώς,
ἔπεισε μένειν ἐν τοῖς προκειμένοις, τούς τε πρέσβεις
ἀπράκτους ἀπιέναι ἐκέλευσεν. ἐλέγετο δὲ τῇ ἐνστάσει
τοῦ πολέμου ἐμμεμενηκέναι πολλῶν ἔνδον ὄντων
περὶ θυτικήν τε καὶ ἡπατοσκοπίαν ἐμπείρων, τά τε
ἱερὰ αἴσια ἀπαγγελλόντων: μάλιστα γὰρ τῇ σκέψει

ταύτῃ πιστεύουσιν Ἰταλιῶται. καὶ χρησμοὶ δέ τινες ἐδίδοντο ὡς δὴ τοῦ ἐπιχωρίου θεοῦ νίκην ὑπισχνουμένου:
Βέλιν δὲ καλοῦσι τοῦτον, σέβουσί τε ὑπερφυῶς,
Ἀπόλλωνα εἶναι ἐθέλοντες. οὗ καὶ τὴν εἰκόνα
ἔλεγόν τινες τῶν Μαξιμίνου στρατιωτῶν φανῆναι

πολλάκις ἐν ἀέρι ὑπὲρ τῆς πόλεως μαχομένην. ὅπερ εἴτε ἀληθῶς ἐφαντάσθη τισίν, ἢ καὶ βουλομένοις μὴ
ἀσχημονεῖν τοσοῦτον στρατὸν πρὸς ὄχλον δημοτῶν
πολὺ ἐλάττονα μὴ ἀντισχόντα, δοκεῖν δὲ ὑπὸ θεῶν
ἀλλὰ μὴ ὑπὸ ἀνθρώπων νενικῆσθαι, εἰπεῖν οὐχ
ἔχω: τὸ δὲ παράδοξον τῆς ἀποβάσεως ποιεῖ πάντα πιστεῦσαι.

πλὴν τῶν πρέσβεων ἀπράκτων πρὸς Μαξιμῖνον ἐπανελθόντων, ὀργῇ καὶ θυμῷ χρώμενος πλείονι
μᾶλλον ἠπείγετο. ἐπεὶ δὲ ἐγένετο πρός τινι ποταμῷ
μεγίστῳ, ἀπέχοντι τῆς πόλεως σημεῖα ἑκκαίδεκα, τὸ
ῥεῖθρον εὗρε διά τε μεγίστου βάθους καὶ πλάτους

φερόμενον: τῶν γὰρ ὑπερκειμένων ὀρῶν τὰς δἰ ὅλου τοῦ χειμῶνος παγείσας χιόνας λύουσα ἡ τοῦ
ἔτους ὥρα παμμεγέθη τὸν χειμάρρουν εἰργάζετο. ἄπορος
οὖν ἦν ἡ διάβασις τῷ στρατῷ: τὴν γὰρ γέφυραν,
ἔργον μέγα καὶ κάλλιστον ὑπὸ τῶν πάλαι βασιλέων
γεγενημένον ἐκ τετραπέδων λίθων, πυλίσι κατ̓ ὀλίγον
αὐξανομέναις ὑπειλημμένον, διῃρήκεσαν καὶ
καταλελύκεσαν οἱ Ἀκυλήσιοι. οὔτε οὖν γεφύρας οὔσης
 
οὔτε νεῶν ὁ στρατὸς ἐν ἀφασίᾳ καθειστήκει.

Γερμανοὶ δέ τινες οὐκ εἰδότες τῶν Ἰταλιωτῶν ποταμῶν
τὰ σφοδρὰ καὶ καταρρηγνύμενα ῥεύματα, οἰόμενοι
δὲ σχολαίτερα ἐπινήχεσθαι τοῖς πεδίοις ὥσπερ
παῤ αὐτοῖς ʽδιὸ καὶ πήγνυται ῥᾳδίως, μὴ σφοδρῶς κινουμένου τοῦ ῥεύματοσ̓, ἐπεισπηδήσαντες ἅμα τοῖς
ἵπποις διανήχεσθαι εἰθισμένοις, παρενεχθέντες ἀπώλοντο.

δύο μὲν οὖν ἢ τριῶν ἡμερῶν σκηνοποιησάμενος
ὁ Μαξιμῖνος, τάφρου τῷ στρατῷ περιβληθείσης μή τινες ἐπέλθοιεν, ἔμεινεν ἐπὶ τῇ καθ̓ αὑτὸν ὄχθῃ,
σκεψόμενος ὅπως τὸν ποταμὸν γεφυρώσῃ. ἐπεὶ δὲ
ξύλων ἦν ἀπορία καὶ νεῶν, ἃς ἔδει ζευχθείσας γεφυρῶσαι
τὸ ῥεῖθρον, ὑπέβαλόν τινες τῶν τεχνιτῶν
πολλὰ εἶναι κενὰ οἰνοφόρα σκεύη περιφεροῦς ξύλου ἐν τοῖς ἐρήμοις ἀγροῖς, οἷς ἐχρῶντο μὲν πρότερον οἱ
κατοικοῦντες ἐς ὑπηρεσίαν ἑαυτῶν, ὡς παραπέμπειν
τὸν οἶνον ἀσφαλῶς τοῖς δεομένοις: ἅπερ ὄντα κοῖλα
δίκην νεῶν, ἀλλήλοις συνδεθέντα ἐπινήξεσθαι μὲν
ἔμελλεν ὥσπερ σκάφη, μὴ παρενεχθήσεσθαι δὲ διά τε τοῦ δεσμοῦ τὸ ἐπάλληλον, φρυγάνων τε ἄνωθεν
ἐπιβληθέντων, χοῦ τε τῆς γῆς μετρίως ἐς αὐτὰ σωρευθέντος

χειρὶ πολλῇ καὶ σπουδῇ. ἐφεστῶτος οὖν
αὐτοῦ διαβὰς ὁ στρατὸς ἐπὶ τὴν πόλιν ἐχώρει. καὶ 
τὰ μὲν οἰκοδομήματα τῶν προαστείων ἔρημα εὕρισκον, ἀμπέλους μέντοι καὶ δένδρα πάντα ἐξέκοπτον,
ἃ δὲ ἐνεπίμπρασαν, καὶ τὴν πρότερον τοῖς χωρίοις
ὑπάρχουσαν ὥραν κατῄσχυνον. δένδρων γὰρ στοίχοις
ἴσοις ἀμπέλων τε πρὸς ἀλλήλας δέσει πανταχόθεν ἠρτημένων
ἐν ἑορτῆς σχήματι, στεφάνῳ ἄν τις τὴν χώραν κεκοσμῆσθαι ἐτεκμήρατο: ἅπερ πάντα ῥιζόθεν

ἐκκόψας ὁ στρατὸς ἐπὶ τὰ τείχη ἠπείγετο. κεκμηκότι
 
δὲ αὐτῷ προσβαλεῖν εὐθέως οὐκ ἔδοξε: μείναντες δὲ
ἔξω τοξεύματος καὶ διαιρεθέντες κατὰ λόχους καὶ φάλαγγας
περὶ πᾶν τὸ τεῖχος, ὡς ἑκάστοις κατὰ μέρος
προστέτακτο, μιᾶς ἡμέρας ἀναπαυσάμενοι, τοῦ λοιποῦ
εἴχοντο τῆς πολιορκίας.
μηχανάς τε οὖν παντοίας προσέφερον, καὶ τειχομαχοῦντες
παντὶ σθένει οὐδὲν παρέλειπον εἶδος

πολιορκίας. πολλῶν δὲ καὶ σχεδὸν ἑκάστης ἡμέρας γινομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ
σαγηνεύσαντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου
μάχης τειχομαχοῦντες ἀντεῖχον οἱ Ἀκυλήσιοι,
νεὼς μὲν καὶ οἰκίας ἀποκλείσαντες, πανδημεὶ δὲ ἅμα
παισὶ καὶ γυναιξὶν ἄνωθεν ἐξ ἐπάλξεών τε καὶ πύργων
ἀπομαχόμενοι: οὐδέ τις οὕτως ἦν ἄχρηστος ἡλικία

ὡς μὴ μετέχειν τῆς ὑπὲρ τῆς πατρίδος μάχης. τὰ μὲν γὰρ προάστεια, καὶ εἴ τι τῶν πυλῶν ἔξωθεν ἦν,
ὑπὸ τοῦ Μαξιμίνου στρατοῦ κατέστραπτο, τῇ τε ξυλείᾳ
τῶν οἰκοδομημάτων ἐς τὰς μηχανὰς κατεκέχρηντο.
ἐβιάζοντο δὲ τοῦ τείχους κἂν μέρος τι καθελεῖν,
ἵν̓ ἐπεισελθὼν ὁ στρατὸς πάντα τε διαρπάσῃ
καὶ κατασκάψας τὴν πόλιν μηλόβοτον καὶ ἔρημον τὴν
χώραν καταλείπῃ: οὐδὲ γὰρ ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην
ὁδὸν εὐπρεπῆ καὶ ἔνδοξον ἔσεσθαι, μὴ τῆς πρώτης
ἐν Ἰταλίᾳ πόλεως ἀντιστάσης καθαιρεθείσης.

ὑποσχέσεσί τε οὖν δωρεῶν καὶ δεήσεσιν αὐτός τε καὶ ὁ υἱὸς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες ἵπποις
ἐποχούμενοι, τὸν στρατὸν ἀνέπειθον λιπαροῦντες
ἐς προθυμίαν τε ἐγείροντες. οἱ δὲ Ἀκυλήσιοι λίθοις
τε ἔβαλλον ἄνωθεν, καὶ κιρνῶντες θείῳ τε καὶ
ἀσφάλτῳ πίτταν ἔλαιόν τε, κοίλοις σκεύεσιν ἐμβαλόντες
λαβὰς ἐπιμήκεις ἔχουσι καὶ πυρώσαντες, ἅμα
τῷ προσπελάζειν τοῖς τείχεσι τὸν στρατὸν κατεσκεδάννυσαν,

καταχέοντες ὄμβρου δίκην ὁμοθυμαδόν. φερομένη
δὲ ἡ πίσσα σὺν οἷς προείρηται, δυομένη τε
διὰ τῶν γεγυμνωμένων μερῶν τοῦ σώματος, ἐς πᾶν
ἐχεῖτο, ὥστε τοὺς θώρακας αὐτοὺς πεπυρωμένους
ἀπορρίπτειν καὶ τὰ λοιπὰ ὅπλα, ὧν ὁ σίδηρος ἐθερμαίνετο, τά τε ἐκ βυρσῶν τε καὶ ξύλων ἐφλέγετο καὶ
συνείλκετο. ἦν γοῦν ἰδεῖν γεγυμνωμένους τοὺς στρατιώτας
αὐτοὺς ὑφ̓ ἑαυτῶν, καὶ σκύλων ὄψιν ὅπλα
παρεῖχεν ἐρριμμένα, σοφίᾳ τέχνης ἀλλ̓ οὐκ ἀνδρείᾳ
μάχης περιῃρημένα. ἔκ τε τοῦ τοιούτου πάμπλειστον πλῆθος τοῦ στρατοῦ τάς τε ὄψεις ἐπηροῦτο καὶ τὸ
πρόσωπον ἠκρωτηριάζετο, τὰς χεῖρας καὶ εἴ τι γυμνὸν
ἦν τοῦ σώματος. ἀλλὰ μὴν καὶ ταῖς μηχαναῖς
προσαγομέναις δᾷδας ἐπέβαλλον ὁμοίως πίσσῃ καὶ ῥητίνῃ
δεδευμένας ἐπί τε τῷ ἄκρῳ βελῶν ἀκίδας ἐχούσας: αἳ ἀναφθεῖσαι φερόμεναι, ἐμπαγεῖσαι ταῖς μηχαναῖς
καὶ προσπεφυκυῖαι ῥᾳδίως αὐτὰς κατέφλεγον.

τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως
καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης: χρόνου δὲ
ἐγγινομένου ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγίνετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο:
οὓς γὰρ ἠλπίκεσαν μηδεμίαν ὑπομενεῖν προσβολήν,
τούτους εὕρισκον οὐκ ἀντέχοντας μόνον ἀλλὰ καὶ ἀνθεστῶτας.

οἱ δὲ Ἀκυλήσιοι ἐπερρώννυντό τε καὶ
πάσης ἐνεπίμπλαντο προθυμίας, τῇ τε συνεχείᾳ τῆς μάχης πεῖραν καὶ θάρσος ὁμοῦ προσλαμβάνοντες κατεφρόνουν
τῶν στρατιωτῶν, ὡς καὶ ἀποσκώπτειν ἐς
αὐτούς, ἐνυβρίζειν τε τῷ Μαξιμίνῳ περινοστοῦντι,
ἔς τε αὐτὸν καὶ τὸν παῖδα ἀπορρίπτειν δυσφήμους
καὶ αἰσχρὰς βλασφημίας, ἐφ̓ αἷς ἐκεῖνος κινούμενος

ὀργῆς μᾶλλον ἐνεπίμπλατο. χρῆσθαι δὲ κατὰ τῶν
πολεμίων οὐ δυνάμενος, ἐκόλαζε τοὺς πλείστους τῶν
 
ἡγουμένων τῶν ἰδίων στρατιωτῶν ὡς ἀνάνδρως καὶ
ῥᾳθύμως προσφερομένους τῇ τειχομαχίᾳ. ὅθεν αὐτῷ
περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργή,
παρὰ δὲ τῶν ἀντιπάλων πλείων ἡ καταφρόνησις.
συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πάντα ὑπάρχειν
ἔκπλεα καὶ ἐπιτηδείων ἀφθονίαν, ἐκ πολλῆς παρασκευῆς
ἐς τὴν πόλιν πάντων σεσωρευμένων ὅσα ἦν
ἀνθρώποις καὶ κτήνεσιν ἐς τροφὰς καὶ ποτὰ ἐπιτήδεια:
ὁ δὲ στρατὸς πάντων ἦν ἐν σπάνει, τῶν τε
καρποφόρων δένδρων ἐκκεκομμένων καὶ τῆς γῆς ὑπ̓

αὐτοῦ δεδῃωμένης. μένοντες δὲ ὑπὸ σκηναῖς αὐτοσχεδίοις, οἱ δὲ πλεῖστοι ὑπὸ γυμνῷ τῷ ἀέρι, ὄμβρων
τε καὶ ἡλίου ἠνείχοντο, λιμῷ τε διεφθείροντο, μηδὲ
ἐπεισάκτου τροφῆς αὐτοῖς τε καὶ ὑποζυγίοις εἰσκομιζομένης.
πανταχόθεν γὰρ τὰς τῆς Ἰταλίας ὁδοὺς παραφράξαντες
ἦσαν οἱ Ῥωμαῖοι τειχίων τε ἐγέρσεσι καὶ

πυλίδων ἀσκήσεσιν. ἄνδρας τε ὑπατευκότας ἐξέπεμψεν ἡ σύγκλητος σὺν ἐπιλέκτοις καὶ λογάσιν ἀπ̓
Ἰταλίας πάσης ἀνδράσιν, ἵν̓ αἰγιαλοί τε πάντες καὶ
λιμένες φρουρῶνται καὶ μηδενὶ ἔκπλους συγχωρῆται,
ὡς ἄπυστα καὶ ἄγνωστα εἶναι Μαξιμίνῳ τὰ ἐν Ῥώμῃ
πραττόμενα: αἵ τε λεωφόροι ὁδοὶ καὶ ἀτραποὶ πᾶσαι
ἐφυλάττοντο ὡς μηδένα διαβαίνειν. συνέβαινε δὲ τὸν
στρατὸν δοκοῦντα πολιορκεῖν αὐτὸν πολιορκεῖσθαι,
ἐπεὶ μήτε τὴν Ἀκυληίαν ἑλεῖν ἐδύνατο, μήτε ἀποστὰς
ἐκεῖθεν ἐπὶ τὴν Ῥώμην χωρῆσαι διά τε νεῶν καὶ ὀχημάτων
ἀπορίαν: ἅπαντα γὰρ προκατείληπτο καὶ συνεκέκλειστο.

φῆμαι δὲ μείζους ἐξ ὑποψίας ἀληθείας διεδίδοντο, ὅτι πᾶς ὁ δῆμος ὁ Ῥωμαίων ἐν ὅπλοις
εἴη, Ἰταλία τε πᾶσα συμπεπνεύκοι, πάντα τε ἔθνη
Ἰλλυρικὰ καὶ βάρβαρα τά τε ὑπ̓ ἀνατολαῖς καὶ μεσημβρίαις
στρατὸν ἀγείροι, μιᾷ τε γνώμῃ καὶ ψυχῇ ὁμοίως
 
Μαξιμῖνος μεμίσηται. ὅθεν ἐν ἀπογνώσει ἦσαν καὶ
πάντων σπάνει οἱ στρατιῶται, σχεδὸν καὶ ὕδατος αὐτοῦ.

ὃ γὰρ ἦν μόνον ἐκ τοῦ παραρρέοντος ποταμοῦ
ποτόν, αἵματι καὶ φόνοις μεμιασμένον ἐπίνετο: οἵ τε
γὰρ Ἀκυλήσιοι τοὺς ἐν τῇ πόλει τελευτῶντας οὐκ ἔχοντες ὅπως θάψωσιν, ἐς τὸν ποταμὸν ἀπερρίπτουν,
οἵ τε ἐν τῷ στρατῷ φονευόμενοι ἢ διαφθειρόμενοι
νόσῳ ἐδίδοντο τῷ ῥεύματι, οὐκ ἐχόντων αὐτῶν τὰ
πρὸς ταφὰς ἐπιτήδεια.

παντοδαπῆς οὖν ἀπορίας καὶ δυσθυμίας τὸν στρατὸν κατεχούσης, αἰφνιδίως ἀναπαυομένου τοῦ
Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν
ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων ἐς τὰς
σκηνὰς καὶ τὰ ἐγκεχειρισμένα τῆς φρουρᾶς χωρία
ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον
ὄρος Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν,
φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο
μὲν χρονίου καὶ ἀπεράντου πολιορκίας, μηκέτι δὲ
πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ

μεμισημένου. τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ αὐτοῦ
περὶ μέσην ἡμέραν, συναραμένων δὲ αὐτοῖς καὶ
τῶν φρουρούντων δορυφόρων τάς τε εἰκόνας ἐκ τῶν
σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ προελθόντα
τῆς σκηνῆς, ὡς δὴ ἄρα διαλέξαιτο αὐτοῖς, οὐκ ἀνασχόμενοι ἀναιροῦσι. φονεύουσι δὲ καὶ τὸν ἔπαρχον
τοῦ στρατοῦ πάντας τε τοὺς ἐκείνῳ θυμήρεις φίλους:
ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν
καὶ πατεῖν εἴασαν κυσί τε καὶ ὄρνισι βοράν.
τοῦ δὲ Μαξιμίνου καὶ τοῦ παιδὸς τὰς κεφαλὰς ἐς τὴν Ῥώμην ἔπεμψαν.
 τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ

ἐχρήσαντο, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες: ὁ δὲ στρατὸς πᾶς ὡς ἐπύθετο τὰ γενόμενα, ἔν τε ἀφασίᾳ
ἦσαν καὶ οὐ πάνυ τι τῷ πραχθέντι πάντες ἠρέσκοντο,
καὶ μάλιστά γε οἱ Παίονες καὶ ὅσοι βάρβαροι
Θρᾷκες, οἳ καὶ τὴν ἀρχὴν αὐτῷ ἐγκεχειρίκεσαν. πλὴν
τοῦ ἔργου ἅπαξ γεγονότος ἄκοντες μέν, ἔφερον δέ:
ἀνάγκη τε ἦν συνήδεσθαι τοῖς πραχθεῖσιν ὑποκρινομένοις.

καταθέμενοί τε τὰ ὅπλα ἐν εἰρηνικῷ σχήματι προσῄεσαν τοῖς τείχεσι τοῖς Ἀκυλησίων, ἀγγέλλοντες
τὸν φόνον τοῦ Μαξιμίνου: τὰς δὲ πύλας ἀνοίγειν
ἠξίουν, δέχεσθαί τε φίλους τοὺς χθὲς ἐχθρούς.
οἱ δὲ τῶν Ἀκυλησίων στρατηγοὶ τὰς μὲν πύλας ἀνοῖξαι
οὐκ ἐπέτρεψαν, προθέντες δὲ τὰς εἰκόνας Μαξίμου
καὶ Βαλβίνου Γορδιανοῦ τε Καίσαρος στεφάνοις
καὶ δάφναις κεκοσμημένας αὐτοί τε εὐφήμουν, καὶ
τοὺς στρατιώτας ἠξίουν γνωρίσαι καὶ ἀνειπεῖν εὐφημῆσαί
τε τοὺς ὑπὸ Ῥωμαίων καὶ συγκλήτου ἀναδειχθέντας

αὐτοκράτορας. Γορδιανοὺς δὲ ἔλεγον ἐκείνους ἐς οὐρανὸν καὶ θεὸν ἀνακεχωρηκέναι. προύθεσάν
τε ὑπὲρ τῶν τειχῶν ἀγοράν, ὤνιον παρέχοντες
 πάντων τῶν ἐπιτηδείων τροφῶν τε παντοδαπῶν καὶ
ποτῶν ἀφθονίαν, ἐσθῆτός τε καὶ ὑποδημάτων, καὶ
ὅσα ἐδύνατο παρέχειν ἐς χρῆσιν ἀνθρώποις πόλις εὐδαιμονοῦσα

καὶ ἀκμάζουσα. ὅθεν καὶ μᾶλλον ἐξεπλάγη ὁ στρατός, συνεὶς ὅτι τοῖς μὲν πάντα αὐτάρκη
ἦν, εἰ καὶ ἐπὶ πλέον πολιορκοῖντο, αὐτοὶ δὲ ἐν σπάνει
πάντων τῶν ἐπιτηδείων θᾶττον ἂν διεφθάρησαν
ἢ εἷλον πάντα ἔχουσαν πόλιν. ὁ δὲ στρατὸς ἔμενε
παρὰ τοῖς τείχεσιν, ἔχων τὰ χρειώδη, ἅπερ ἀπὸ τῶν
τειχῶν ἐλάμβανον, ὅσα ἕκαστος ἐβούλετο: διελέγοντό
τε ἀλλήλοις. καὶ ἦν εἰρήνης μὲν καὶ φιλίας διάθεσις,
 
σχῆμα δὲ ἔτι πολιορκίας, τῶν τειχῶν κεκλεισμένων
καὶ τοῦ στρατοῦ περὶ αὐτὰ διαιτωμένου.

τὰ μὲν οὖν κατὰ τὴν Ἀκυληίαν ἐν τούτοις ἦν:
οἱ δ̓ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες
ἀπὸ τῆς Ἀκυληίας ὡδοιπόρησάν τε μετὰ πάσης ἐπείξεως, καὶ ἐπιφοιτῶσιν αὐτοῖς τὰς λοιπὰς πόλεις αἱ πύλαι
ἀνοίγνυντο, καὶ δαφνηφοροῦντες αὐτοὺς οἱ δῆμοι
ὑπεδέχοντο. ὡς δὲ διέπλευσαν τάς τε λίμνας καὶ τὰ
τενάγη μεταξὺ Ἀλτίνου καὶ Ῥἁ??ʼέννης, περιέτυχον
Μαξίμῳ αὐτοκράτορι διατρίβοντι ἐν Ῥἁ??ʼέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ τῆς Ἰταλίας

λογάδας ἤθροιζεν. ἀφῖκτο δὲ αὐτῷ καὶ Γερμανῶν
οὐκ ὀλίγη συμμαχία, πεμφθεῖσα ὑπ̓ αὐτῶν
κατ̓ εὔνοιαν ἣν εἶχον πρὸς αὐτὸν ἄνωθεν, ἐξ οὗπερ
ἦν αὐτῶν ἐπιμελῶς ἄρξας. παρασκευάζοντι οὖν αὐτῷ τὴν δύναμιν ὡς πολεμήσουσαν τῷ Μαξιμίνου
στρατῷ προσίασιν οἱ ἱππεῖς τὴν κεφαλὴν τοῦ τε Μαξιμίνου
καὶ τοῦ παιδὸς φέροντες, νίκην τε καὶ εὐπραγίαν
ἀγγέλλοντες, ὅτι τε ἄρα ὁ στρατὸς τὰ Ῥωμαίων
φρονεῖ, καὶ σέβει αὐτοκράτορας οὓς ἡ σύγκλητος

ἐποίησε. τούτων δὲ παῤ ἐλπίδα ἀγγελθέντων
θυσίαι τε βωμοῖς εὐθὺς προσήγοντο, καὶ νίκην
ἐπαιώνιζον πάντες ἣν ἀκονιτὶ ἐνίκησαν: ὁ δὲ Μάξιμος
καλλιερήσας ἐκπέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην
ἀγγελοῦντάς τε τὰ πραχθέντα τῷ δήμῳ καὶ τὴν κεφαλὴν κομίσοντας. ἐπεὶ δὲ ἀφίκοντο εἰσέπεσόν τε ἐς
τὴν πόλιν δεικνύντες τὴν κεφαλὴν τοῦ πολεμίου
ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη, οὐδ̓ εἰπεῖν

ἔστι λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. οὔτε
γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο, οὔτε τις ἔμενεν οἴκοι, ἀλλ̓ ὥσπερ ἐνθουσιῶντες
ἐφέροντο συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς
 
τὸν ἱππόδρομον συνθέοντες ὥσπερ ἐκκλησιάζοντες
χωρίῳ. ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν,
ἀρχαί τε πᾶσαι καὶ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος
πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον ὑπερευφραίνοντο:
ἔς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες
δαφνηφόροι διεπέμποντο.

καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην ἑορτῆς εἶχεν οὕτως, ὁ δὲ Μάξιμος ἀπὸ τῆς Ῥἁ??ʼέννης ἄρας ἐπέστη
Ἀκυληίᾳ, διαβὰς τὰ τενάγη, ἅ τε ὑπὸ Ἠριδανοῦ ποταμοῦ
πληρούμενα καὶ τῶν περικειμένων ἑλῶν ἑπτὰ
στόμασιν ἐς θάλατταν ἐκχεῖται: ἔνθεν καὶ τῇ φωνῇ
καλοῦσιν οἱ ἐπιχώριοι Ἑπτὰ πελάγη τὴν λίμνην ἐκείνην.

εὐθὺς οὖν οἱ Ἀκυλήσιοι τὰς πύλας ἀνοίξαντες ὑπεδέχοντο, αἵ τε ἀπὸ Ἰταλίας πόλεις πρεσβείας ἔπεμπον
τῶν πρωτευόντων παῤ αὐτοῖς ἀνδρῶν, οἳ λευχειμονοῦντες
καὶ δαφνηφόροι θεῶν πατρίων ἕκαστοι
προσεκόμιζον ἀγάλματα καὶ εἴ τινες ἦσαν στέφανοι
χρυσοῦ ἐξ ἀναθημάτων, εὐφήμουν τε καὶ ἐφυλλοβόλουν
τὸν Μάξιμον. ὁ δὲ στρατὸς ὁ τὴν Ἀκυληίαν πολιορκήσας
προσῄει καὶ αὐτὸς ἐν εἰρηνικῷ σχήματι
δαφνηφόρος, οὐκ ἐξ ἀληθοῦς μὲν διαθέσεως πᾶς,
προσποιήτῳ δὲ εὐνοίᾳ καὶ τιμῇ διὰ τὴν παροῦσαν ἐξ

ἀνάγκης τῆς βασιλείας τύχην. οἱ πλεῖστοι γὰρ αὐτῶν ἠγανάκτουν καὶ λανθανόντως ἤλγουν τὸν μὲν
ὑπ̓ αὐτῶν ἐπιλεχθέντα βασιλέα καθῃρημένον, κρατοῦντας
δὲ τοὺς ὑπὸ συγκλήτου ᾑρημένους. ὁ δὲ Μάξιμος
ἐν τῇ Ἀκυληίᾳ γενόμενος πρώτης μὲν καὶ δευτέρας
ἡμέρας ἱερουργίαις ἐσχόλαζε, τῇ δὲ τρίτῃ τῶν
ἡμερῶν συγκαλέσας ἐς τὸ πεδίον πάντα τὸν στρατόν,
βήματός τε αὐτῷ κατασκευασθέντος, ἔλεξε τοιάδε.

ὅσον μὲν ὑμᾶς ὤνησε μεταγνόντας τε καὶ τὰ Ῥωμαίων φρονήσαντας, πείρᾳ μεμαθήκατε, ἀντὶ πολέμου
 
μὲν εἰρήνην ἔχοντες πρὸς θεοὺς οὓς ὀμωμόκατε,
καὶ νῦν φυλάσσοντες τὸν στρατιωτικὸν ὅρκον,
ὅς ἐστι τῆς Ῥωμαίων ἀρχῆς σεμνὸν μυστήριον. χρὴ
δὲ ὑμᾶς καὶ τοῦ λοιποῦ διὰ παντὸς τούτων ἀπολαύειν,
τὰ πιστὰ τηροῦντας Ῥωμαίοις τε καὶ συγκλήτῳ καὶ αὐτοκράτορσιν ἡμῖν, οὓς ἐξ εὐγενείας καὶ πολλῶν
πράξεων καὶ μακρᾶς διαδοχῆς ὥσπερ κατ̓ ἀκολουθίαν
ἐπὶ τοῦτο ἀναβάντας κρίναντες ὁ δῆμος καὶ ἡ

σύγκλητος ἐπελέξατο. οὐ γὰρ ἑνὸς ἀνδρὸς ἴδιον
κτῆμα ἡ ἀρχή, ἀλλὰ κοινὸν τοῦ Ῥωμαίων δήμου ἄνωθεν, καὶ ἐν ἐκείνῃ τῇ πόλει ἡ τῆς βασιλείας ἵδρυται
τύχη: ἡμεῖς δὲ διοικεῖν καὶ διέπειν τὰ τῆς ἀρχῆς σὺν
ὑμῖν ἐγκεχειρίσμεθα. ταῦτα δὲ μετ̓ εὐταξίας τε καὶ
κόσμου τοῦ πρέποντος, αἰδοῦς τε καὶ τιμῆς πρὸς τοὺς
ἄρχοντας, ὑμῖν μὲν εὐδαίμονα καὶ πάντων ἀνενδεῆ παρέξει βίον, τοῖς δ̓ ἄλλοις πᾶσιν ἀνθρώποις κατά
τε ἔθνη καὶ κατὰ πόλεις εἰρήνην καὶ πρὸς τοὺς ἡγουμένους
πειθώ. βιώσεσθέ τε καὶ κατὰ γνώμην ἐν τοῖς

οἰκείοις, οὐκ ἐν ἀλλοδαπῇ κακοπαθοῦντες. ὑπὲρ δὲ
τοῦ καὶ τὰ βάρβαρα ἡσυχάζειν ἔθνη, διὰ φροντίδος ἡμεῖς ἕξομεν. δύο μὲν γὰρ ὄντων βασιλέων εὐμαρέστερον
καὶ τὰ ἐν τῇ Ῥώμῃ διοικήσεται καὶ εἴ τι ἐπὶ
τῆς ἀλλοδαπῆς ἐπείγοι, πρὸς τὴν χρείαν ἀεί του πρὸς
τὰ καλοῦντα ῥᾳδίως παρόντος. μηδέ τις ὑμῶν οἰέσθω
τῶν πεπραγμένων εἶναί τινα μνήμην, εἴτε ὑφ̓ ἡμῶν ʽἐκελεύεσθε γάῤ εἴτε ὑπὸ Ῥωμαίων ἢ τῶν ἄλλων
ἐθνῶν, οἳ ἀδικούμενοι ἀπέστησαν: ἀλλὰ γὰρ ἔστω
πάντων ἀμνηστία, καὶ σπονδαὶ φιλίας βεβαίου, εὐνοίας
τε καὶ εὐκοσμίας πίστις αἰώνιος.

τοιαῦτά τινα εἰπὼν ὁ Μάξιμος, νομάς τε χρημάτων μεγαλοφρόνως αὐτοῖς ἐπαγγείλας, ὀλίγων ἡμερῶν
διατρίψας ἐν τῇ Ἀκυληίᾳ τὴν ἐς Ῥώμην ἐπάνοδον
 
συγκροτεῖ. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν
ἔς τε τὰ ἔθνη καὶ τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ
ἐπανῆλθεν ἐς τὴν Ῥώμην σύν τε τοῖς δορυφόροις, οἳ
τὴν βασίλειον φρουροῦσιν αὐλήν, σύν τε τοῖς ὑπὸ

Βαλβίνῳ στρατευομένοις. ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι: ἐθάρσει γὰρ αὐτῶν
τῇ εὐνοίᾳ ἅτε καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας,
ὅτε ἰδιώτευεν. εἰσιόντι δὲ αὐτῷ ἐς τὴν Ῥώμην ὅ
τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα,
ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ
θριαμβεύοντας ὑπεδέχοντο.

ἦρχον δὲ τοῦ λοιποῦ τῆς πόλεως μετὰ πάσης εὐκοσμίας τε καὶ εὐταξίας, ἰδίᾳ τε καὶ δημοσίᾳ πανταχοῦ
εὐφημούμενοι: ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος
εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας αὐτοκράτορσιν.
οἱ μέντοι στρατιῶται διοίδαινον τὰς
ψυχάς, καὶ οὔτε ταῖς εὐφημίαις τοῦ δήμου ἠρέσκοντο,
ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν

ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βασιλέας. ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες τῷ Μαξίμῳ
ἔν τε τῇ Ῥώμῃ διατρίβοντες: ἀντιπάλους γὰρ ἕξειν
ἤλπιζον, εἴ τι τολμῷεν, καὶ ἐφεδρεύειν αὑτοῖς ὑπώπτευον,
εἴ τινι δόλῳ ἀποζωσθεῖεν, ἐκεῖνοι δὲ ἅτε
παρόντες ῥᾳδίως ὑποκατασταῖεν: τό τε Σἑ??ʼήρου ὑπόδειγμα,
ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέζωσεν,

εἰσῄει αὐτούς. ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπετωλίων, πάντων τε περὶ τὴν πανήγυριν καὶ τὰς 
θέας ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν
ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες,
ὁρμῇ δὲ ἀλόγῳ χρησάμενοι, ἀνῆλθον ὁμοθυμαδὸν ἐς
τὰ βασίλεια, τοῖς τε πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον.

συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις 
ὁμονοεῖν, ἀλλ̓ οἵα περ μοναρχίας ἐπιθυμία καὶ τὸ
ἀκοινώνητον ἐν ταῖς ἐξουσίαις, ἕκαστος πρὸς αὑτὸν
τὴν δύναμιν ἀνθεῖλκεν, ὁ μὲν Βαλβῖνος κατ̓ εὐγένειαν
καὶ διπλῆν προάγουσαν ὑπατείαν πρωτεύειν
ἀξιῶν, ὁ δὲ Μάξιμος διά τε τὸ ἔπαρχος τῆς πόλεως γεγονέναι καὶ ἔχειν ὑπολήψεις ἐμπειρίας πραγμάτων:
ἑκατέρωθέν τε εὐγενεῖς καὶ εὐπατρίδαι καὶ γένους
πλῆθος αὔταρκες ἐς ἐπιθυμίαν μοναρχίας ἔπειθεν.

ὅπερ αὐτοῖς καὶ μάλιστα γέγονεν ἀπωλείας αἴτιον. ὡς
γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι ἐπ̓ ὀλέθρῳ αὐτῶν τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι
τοὺς Γερμανοὺς συμμάχους, ὄντας ἐν
Ῥώμῃ, αὐτάρκεις ἐσομένους ἀντιστῆναι τοῖς ἐπιβουλεύουσιν.
ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι
καθ̓ αὑτοῦ καὶ σόφισμα ʽᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντασ̓ ἐκώλυε, φάσκων οὐκ ἐς κωλύμην
οὐδ̓ ἐς ἀντίστασιν αὐτοὺς τῶν πραιτωριανῶν
ἀφίξεσθαι, ἀλλ̓ ἐς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν

μοναρχίαν. ἐν ᾧ δὲ περὶ τούτων διαφέρονται, εἰσδραμόντες
οἱ στρατιῶται ὁμοθυμαδὸν ἅπαντες, ἐκστάντων αὐτοῖς τῶν περὶ τὰς αὐλείους εἰσόδους φυλαττόντων,
ἁρπάζουσι τοὺς πρεσβύτας, περιρρήξαντες
δὲ ἃς εἶχον περὶ τοῖς σώμασιν ἐσθῆτας λιτὰς ἅτ̓
οἴκοι διατρίβοντες, γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξέλκουσι
μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως: παίοντές τε καὶ ἀποσκώπτοντες τοὺς ἀπὸ συγκλήτου βασιλέας, γενείων
τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις ταῖς τοῦ
σώματος λώβαις ἐμπαροινοῦντες, διὰ μέσης τῆς πόλεως
ἐπὶ τὸ στρατόπεδον ἀπῆγον, οὐ θελήσαντες οὐδ̓
ἐν τοῖς βασιλείοις ἀποκτεῖναι ἀλλὰ ζῶσιν ἐνυβρίσαι,

ἵν̓ ἐπὶ πλέον ὧν πάσχουσιν αἴσθοιντο. ἐπεὶ δὲ ταῦτα
πυθόμενοι οἱ Γερμανοί, λαβόντες ὅπλα, ἠπείγοντο ὡς
 
ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους
φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους
τοὺς βασιλέας. καὶ καταλιπόντες τὰ σώματα ἐρριμμένα
ἐπὶ τῆς λεωφόρου, ἀράμενοι δὲ τὸν Γορδιανὸν
Καίσαρα ὄντα, αὐτοκράτορά τε ἀναγορεύσαντες,
ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον, βοῶντές τε
πρὸς τὸν δῆμον ὅτι ἄρα εἴησαν ἀπεκτονότες οὓς ὁ δῆμος
ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο
ἐκείνου τε ἀπόγονον καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο,
ἔχοντες αὐτὸν ἀπελθόντες ἐς τὸ στρατόπεδον,
συγκλείσαντες τὰς πύλας ἡσύχαζον. οἱ δὲ Γερμανοὶ
μαθόντες ἀνῃρημένους τε καὶ ἐρριμμένους ὧν
χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ
ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον ἐς τὸ ἑαυτῶν
καταγώγιον.

τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο ἀναξίῳ τε ἅμα καὶ ἀνοσίῳ σεμνοὶ καὶ λόγου ἄξιοι πρεσβῦται, εὐγενεῖς
τε καὶ κατ̓ ἀξίαν ἐπὶ τὴν ἀρχὴν ἐληλυθότες: ὁ
δὲ Γορδιανὸς περὶ ἔτη που γεγονὼς τρισκαίδεκα αὐτοκράτωρ
τε ἀνεδείχθη καὶ τὴν Ῥωμαίων ἀρχὴν ἀνεδέξατο.