Μανιχαῖος ἀπόστολος Ἰησοῦ Χριστοῦ καὶ οἱ σὺν ἐμοὶ πάντες
ἅγιοι κοὶ παρθένοι, Μαρκέλλῳ τέκνῳ ἀγαπητῷ. χάρις, ἔλεος,
εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ἡ
 
 

 
δεξιὰ τοῦ φωτὸς διατηρήσειέ σε ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ
καὶ τῶν συμπτωμάτων αὐτοῦ καὶ παγίδων τοῦ πονηροῦ. ἀμήν. 
 Τὴν μὲν περὶ σὲ ἀγάπην μεγίστην οὖσαν αἰσθηθείς, λίαν ἐχάρην· 
τὴν δὲ πίστιν οὐκ οὖσαν κατὰ τὸν ὁρθὸν λόγον ἠχθέσθην. ὅθεν
 πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων γένους ἀποσταλεὶς φειδόμενός
τε τῶν ἀπάτῃ καὶ πλάνῃ ἑαυτοὺς ἐκδεδωκότων, ταῦτα τὰ γράμματα
πρὸς σὲ ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι. πρῶτον μὶν πρὸς σωτηρίαν 
τῆς σεαυτοῦ ψυχῆς, ἔπειτα δὲ καὶ τῶν ἅμα σοι τυγχανόντων , πρὸς
τὸ <μὴ> ἀδιάκριτόν σε ἔχειν τὸν λογισμόν, ὡς οἱ τῶν ἁπλουστέρων
 καθηγεμόνες διδάσκουσι λέγοντες τὸ ἀγαθὸν κοὶ τὸ κακὸν ἀπὸ τοῦ
αὐτοῦ φέρεσθαι, καὶ μίαν ἀρχὴν εἰσηγούμενοι, οὐ διακρίνοντες οὐδὲ
διαιροῦντες ἀπὸ τοῦ φωτὸς τὸ σκότος καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ
καὶ φαύλου καὶ τὸν ἔξωθεν ἄνθρωπον ἀπὸ τοῦ ἔνδον, ὡς προείπομεν,
άλλὰ κιρνῶντες καὶ ἐγκαταμιγνῦντες θάτερον θατέρῳ οὐ
 παύονται. σὺ δέ, ὦ τέκνον, μὴ ἶσα τοῖς πολλοῖς τῶν ἀνθρώπων 
ἀλογίστως καὶ ἁπλῶς ἀμφότερα, ὡς ἂν τύχοι, ἐνώσῃς, μηδὲ τῷ τῆς
 
 

 
ἀγαθωσύνης θεῷ ἀνατίθεσο· ἀρχὴν γὰρ καὶ τέλος καὶ τὸν τούτων
πατέρα τῶν κακῶν ἐπὶ τὸν θεὸν ἀναφέρουσιν, ὦν τὸ τέλος κατάρας
ἐγγύς. οὔτε γὰρ ἐν τοῖς εἰρημένοις <ἐν> εὐαγγελίοις παρ᾿ αὐτοῦ τοῦ
σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ πιστεύουσιν, ὅτι οὐ δύναται
 δέδρον καλὸν καρποὺς κακοὺς ποιῆσαι, οὑδὲ μὴν δένδρον κακὸν
καλοὺς καρποὺς ποιῆσαι. καὶ πῶς τὸν θεὸν τοῦ Σατανᾶ καὶ τῶν 
κακῶν αὐτοῦ πραγμάτων λέγειν τολμῶσι ποιητὴν καὶ δημιουργὸν
θαυμάζειν μοι ἐπέρχεται. καὶ εἴθε μὲν ἄχρι τούτων ἔφθασεν αὐτῶν
ἡ ματαιοπονία καὶ μὴ τὸν μονογενῆ τὸν ἐκ τῶν κόλπων τοῦ πατρὸς
 καταβάντα Χριστόν, Μαρίας τινὸς γυναικὸς ἔλεγον εἶναι υἱόν, ἐξ
αἴματος κοὶ σαρκὸς καὶ τῆς ἄλλης δυσωδίας τῶν γυναικῶν γεγεννῆσθαι.
καὶ ἵνα μὴ τὰ πολλὰ διὰ τῆσδε τῆς ἐπιστολῆς γράφων εἰς 
μῆκος χρόνου σιασύρω σου τὴν ἐπιείκειαν, οὐκ ἔχων τὰς φυσικὰς
φράσεις, ἐπὶ τούτοις ἀρκεσθήσομαι. τὸ δ' ὅλου γνώσῃ παρόντος μου
 πρὸς σέ, εἴγε τῆς σεαυτοῦ σωτηρίας ἔτι φείδῃ. οὔδὲ γὰρ βρόχον τινὶ
 
 
 

 
ἐπιβάλλω, ὡς οἱ τῶν πολλῶν ἀφρονέστεροι ποιοῦσιν. νόει νόει ἃ λέγω.
τέκνον τιμιώτατε.

(VII), Mάρκελλος, ἀνὴρ ἐπίσημος, Μανιχαίῳ τῷ διὰ τῆς ἐπιστολῆς
δηλουμένῳ, χαίρειν. τὴν τὴν μὲν ὑπὸ σοῦ γραφεῖσαν ἐπιστολὴν
προσηκάμην, τὸν δὲ Τύρβωνα προσεδεξάμην κατὰ φιλοφροσύνην
ἐμήν, τῶν δὲ γραμάτων τὸν νοῦν οὑδαμῶς ἔγνων, εἰ μὴ σὺ παραγενόμενος
 φράσῃς ἡμῖν καταλογάδην ἔκαστον, ὡς ὑπέσχου διὰ τῆς
ἐπιστολῆς. ἔρρωσθε.

(XXV). Εἰ τὴν τοῦ Μάνη πίστιν θέλετε μαθεῖν, παρ᾿ ἐμοῦ
 ἀκούσατε συντόμως. οὗτος δύο σέβει θεοὺς ἀγεννήτους, αὐτοφυεῖς,
 ἀἵδίους, ἴνα τῷ ἑνὶ ἀντικείμενον. καὶ τὸν μὲν ἀγαθόν, τὸν δὲ πονηρὸν
 εἰσηγεῖται, φῶς τῷ ἐνὶ ὅνομα θέμενος καὶ τῷ ἐτέρῳ σκότος·
 καὶ τοῦ μὶν φωτὸς εῖναι μέρος τὴν ἐν ἀνθρώποις ψυχήν, τοῦ δὲ
 σκότους τὸ σῶμα καὶ τὸ τῆς ὕλης δημιούργημα. μῖξιν δὲ ἤτοι σύγκρασιν 
 τοῦτον λέγει γεγονέναι τὸν τρόπον, ἀπεικάζων τοὺς δύο
 
 
 
 

 
τῷδε τῷ παραδείγματι, καθάπερ δύο βασιλεῖς ἀντιμαχόμενοι
ἀλλήλους, ὄντες ἀπ᾿ ἀρχῆς ἐχθροὶ καὶ ἀνὰ μέρος ἑκάστου τὰ ἴδια
ἔχοντος. κατὰ δὲ σύστασιν τὸ σκότος ἐπελθὸν ἐκ τῶν ὁρίων αὐτοῦ
προσεμαχήσατο τῷ φωτί. γνόντα δὲ τὸν ἀγαθὸν πατέρα τὸ σκότος 
 ἐν τῇ γῇ αὐτοῦ ἐπιδεδημηκός, προβάλλειν ἐξ αὐτοῦ δύναμιν, λεγομένην
μητέρα τῆς ζωῆς, καὶ αὐτὴν προβεβληκέναι τὸν πρῶτον ἄνθρωπον
τὰ πέντε στοιχεῖα. εἰσὶ δὲ ἄνεμος, φῶς, ὔδωρ, πῦρ καὶ
ὕλη. καὶ ταῦτα ἐνδυσάμενον ὡς πρὸς κατασκευὴν πολέμου, κατελθεῖν
κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες ἀντιπολεμοῦντες 
 αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή.
τότε δεινῶς ἐθλίβη ἐκεῖ κάτω ὁ πρῶτος ἄνθρωπος ὑπὸ τοῦ σκότους,
καὶ εἰ μὴ εὐξαμένου εἰσήκουσεν ὁ πατὴρ καὶ ἀπέστειλεν ἑτέραν δύναμιν
προβληθεῖσαν ὑπ᾿ αὐτοῦ, λεγομένην ζῶν νεῦμαι χοὶ εἰ μὴ
κατελθὼν δέδωκεν αὐτῷ δεξιὰν καὶ ἀνήνεγκεν ἐκ τοῦ σκότους, πάλαι
 ἂν ὁ πρῶτος ανθρωπος κατεχόμενος ἐκινδύνευσεν. ἔκτοτε οὖν κατ- 
 

 
έλειψε κάτω τὴν ψυχήν. καὶ διὰ τοῦτο Μανιχαῖοι ἐὰν συναντήσωσιν
ἀλλήλοις, δεξιὰς διδόασιν ἑαυτοῖς σημείου χάριν, ὡς ἀπὸ σκότους
σωθέντες· ἐν γὰρ τῷ σκότει πάσας τὰς αἱρέσεις εἶναι λέγει. 
 VIII. Τότε <τὸ> ζῶν πνεῦμα ἔκτισε τὸν κόσμον, καὶ αὐτὸ
 ἑτέρας τρεῖς δυνάμεις, κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ
ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν σῶμα ἡ σφαῖρα. (XXVI).
Τότε κάλιν τὸ ζῶν πνεῦμα ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς
λείψαναν, καὶ οὕτως ἐποίησε τὸ στερέωμα κυκλεῦσαι. κοὶ πάλιν ἔκτισε
τὴν γῆν εἰς εἴδη ὀκτώ. ὁ δὲ Ὠμοφόρος κάτω βαστάζει, καὶ ἐπὰν 
 κάμῃ βαστάζων, τρέμει, καὶ σεισμοῦ αἴτιος γίνεται παρὰ τὸυ ὡρισμένον
καιρόν. τούτου ἕνεκα τὸν υἱὸν αὐτοῦ ἀπέστειλεν ὁ ἀγαθὸς
πατὴρ ἐκ τῶν κόλπων εἰς τὴν καρδίαν τῆς γῆς καὶ εἰς τὰ ταύτης
μέρη, ὅπως αὐτῷ τὴν προσήκουσαν ἐπιτιμίαν δῷ. καὶ
 
 

 
ὁσάκις ἂν σεισμὸς γένηται, ἢ τρέμει κάμνων ἢ ἀντιφέρει εἰς τὸν
ἕτερον ὠμον. τότε τοίνυν καὶ ἡ ὕλη ἀφ᾿ ἑαυτῆς ἔκτισε τὰ φυτά. 
καὶ συλωμένων αὐτῶν ἀπό τινων ἀρχόντων, ἐκάλεσε πάντας τοὺς
τῶν ἀρχόντων πρωτίστους κοὶ ἔλαβεν ἀπ᾿ αὐτῶν ἀνὰ μίαν δύναμιν
 καὶ κατεσκεύασε τὸν ἄνθρωπον τὸν κατὰ τὴν ἰδέαν τοῦ πρώτου
ἀνθρώπου ἐκείνου καὶ ἔδησε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶ τῆς
συγκράσεως ἡ ὑπόθεσις. ὅτε δὲ εἶδεν ὁ πατὴρ ὁ ζῶν θλιβομένην 
τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων, ἔπεμψε τὸν
υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς. διὰ γὰρ ταύτην
 τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπέστειλεν αὐτόν. καὶ ἐλθὼν
ὁ υἱὸς μετεσχημάτισεν ἑαυτὸν εἰς ἀνθρώπου εἲδος· καὶ ἐφαίνετο τοι;
ἀνθρώποις ὡς ἄνθρωπος, μὴ ὢν ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπελάμβανον
αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν ποιεῖται τὴν δημιουργίαν 
πρὸς σωτηρίαν τῶν ψυχῶν καὶ μηχανὴν συνεστήσατο ἔχουσαν δώδεκα
 κάδους, ἥ τις ὑπὸ τῆς σφαίρας στρεφομένην, ἀνιμᾶται τῶν θνησκόν-
 
 

 
των τὰς ψυχὰς καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι λαβὼν
καθαρίζει κὼ μεταδίδωσι τῷ σελήνῃ, καὶ οὕτως πληροῦται τῆς σελήνης
ὁ δίσκος, ὁ παρ᾿ ὑμῖν προσαγορευόμενος· πλοῖα γὰρ ἤτοι 
πορθμεῖα εἶναι λέγει τοὺς δύο φωστῆρας. εἶτα ἐὰν γεμισθῇ ἡ σελήνηι
 μεταπορθμεύει εἰς ἀπηλιώτην, καὶ οὕτως ἀπόκρουσιν ποιεῖται, τοῦ
γόμου ἐλαφρυνομένη· καὶ οὕτω πληροῖ τὸ πορθμεῖον καὶ πάλιν
ἀπογομοῖ ἀνιμωμένων ὑπὸ τῶν κάδων τῶν ψυχῶν, ἄχρις οὑ τὸ
ἴδιον αὐτοῦ μέρος σώσει τῆς ψυχῆς. τῆς γὰρ τοῦ ἀγαθοῦ πατρὸς 
οὐσίας πᾶσαν ψυχὴν καὶ πᾶν κινούμενον ζῶον μετέχειν λέγει. τῆς
 οὖν σελήνης μεταδιδούσης τὸν γόμον τῶν φαῶν τοῖς αἰῶσι τοῦ
πατρός, παραμένουσιν ἐν τῷ στύλῳ τῆς δόξης, ὃς καλεῖται ἀὴρ ὁ
τέλειος. ὁ δὲ ἀὴρ οὗτος στύλος ἐστὶ φωτός. ἐπειδὴ γέμει ψυχῶν
τῶν καθαριζοιμένων. αὕτη ἐστὶν ἡ αἰτία, δι᾿ ἧς αἱ ψυχαὶ σώζονται.

(XXVII). Ἡ δὲ τοῦ ἀποθανεῖν τοὺς ἀνθρώπους ἐστὶ πάλιν
 αὕτη· παρθένους τις ὡραῖα κεκοσμημένη, Μανὴ πάνυ, συλαῖν ἐπι-
 
 

 
χειρεῖ τοὺς ἄρχοντας τοὺς ἐν τῷ στερεώματι ὑπὸ τοῦ ζῶντος πνεύματος
ἀνενεχθέντας καὶ σταυρωθέντας, φαινομένη δὲ τοῖς ἄρρεσι
θήλεια εὔμορφος, ταῖς δὲ θηλείαις νεανίας εὐειδὴς καὶ ἐπιθυμητός· 
καὶ οἱ μὲν ἄρχοντες, ὁπόταν ἴδωσιν αὐτὴν κεκαλλωπισμένην, οἰστροῦνται
 τῷ φίλτρῳ, καὶ μὴ δυνάμενοι αὐτὴν καταλαβεῖν, δεινῶς φλέγονται
τῷ ἐρωτικῷ πόθῳ, τὸν νοῦν ἐξαρπασθέντες. ὅταν οὐν, 
τρεχόντων αὐτῶν, ἡ παρθένος ἄφαντος γένηται, (??) τότε ὁ ἄρχων ὁ
μέγας προβάλλει τὰς νεφέλας ἐξ αὐτοῦ, ὅπως σκοτίσῃ τῇ ὀργῇ αὐτοῦ
τὸν κόσμον. καὶ οὕτως, ἐὰν θλιβῇ πάνυ, καθάπερ ἄνθρωπος ἰδρῶν
 ἀποκοποῦται. ὁ δὲ ἱδρὼς αὐτοῦ ἐστιν ἡ βροχή. ὁμοῦ καὶ ὁ θερισμὸς 
ἄρχων ἐὰν συληθῇ ὑπὸ τῆς παρθένου, καταχέει λοιμὸν ἐφ᾿ ὅλης τῆς
γῆς, ὅπως θανατώσῃ τοὺς ἀνθρώπους. τὸ γὰρ σῶμα τοῦτο κόσμος
καλεῖται πρὸς τὸν μέγαν κόσμον, καὶ οἱ ἄνθρωποι πάντες ῥίζας
ἔχουσι κάτω συνδεθείσας τοῖς ἄνω. ὁπόταν οὖν συληθῇ ὑπὸ ἧς 
 
 

 
παρθένου. τότε ἄρχεται κόπτειν τὰς ῥίζας τῶν ἀνθρώπων· καὶ
ὅταν κοπῶσιν αἱ ῥίζαι αὐτῶν, τότε ἄρχεται λοιμὸς γίνεσθαι, καὶ
οὕτως ἀκοθνήσκουσιν. ἐὰν δὲ τὰ ἄνω τῆς ῥίζης τόνω σαλεύσῃ,
σεισμὸς γίγνεταί τε καὶ ἐπακολουθεῖ, συγκινουμένου μὲν τοῦ Ὠμοφόρου·
 αὕτη ἡ αἰτία τοῦ θανάτου.

(XXVIII). Ἐρῶ δὲ ὑμῖν καὶ τοῦτο, πῶς μεταγγίζεται ἡ ψυχὴ
εἰς πέντε σώματα. πρῶτον καθαρίζεται μικρόν τι ἀπ᾿ αὐτῆς, εἶτα
μεταγγίζεται εἰς κυνὸς ἢ εἰς καμήλου ἢ εἰς ἑτέρου ζώου σῶμα. ἐὰν
δὲ ᾐ πεφονευκυῖα ψυχή, εἰς κελεφῶν σώματα μεταφέρεται· ἐὰν δὲ
 θερίσασα εὑρεθῇ, εἰς μογγιλάλους. τῆς Κε ψυχῆς ἐστι τὰ ὀνόματα
ταῦτα, νοῦς, ἔννοια, φρόνησις, ἐνθύμησις, λογισμός. οἱ δὲ θερισταὶ 
ὅσοι θερίζουσιν ἐοίκασι τοῖς ἄρχουσι τοῖς ἀπ᾿ ἀρχῆς οὐσιν εἰς τὸ
σκότος, ὅτε ἔφαγον ἐκ τῆς τοῦ πρώτου ἀνθρώπου πανοπλίας· διὸ
ἀνάγκη αὐτοὺς μεταγγισθῆναι εἰς χόρτον ἢ εἰς φασήλια ἢ εἰς κριθὴν
 ἢ εἰς στάχυν ἢ εἰς λάχανα, ἵνα θερισθῶσι κοὶ κοπῶσι· καὶ εἴ τις
 
 

 
πάλιν ἐσθίει ἄρτον, ἀνάγκη καὶ αὐτὸν βρωθῆναι, ἄρτον γενόμενον.
εἴ τις φονεύσει ὀρνίθιον, ὀρνίθιον ἔσται· εἴ τις φονεύσει μῦν, καὶ 
αὐτὸς μῦς ἔσται. εἴ τις πάλιν ἐστὶ πλούσιος ἐν τούτῳ τῷ κόσμῳ,
καὶ ἐὰν ἐξέλθῃ ἐκ τοῦ σκηνώματος αὐτοῦ, ἀνάγκη αὐτὸν εἰς πτωχοῦ
 σῶμα μεταγγισθῆναι, ὥστε περιπατοῦντα αὐτὸν ἐπαιτῆσαι καὶ μετὰ
ταῦτα ἀνελθεῖν αὐτὸν εἰς κόλασιν αἰώνιον. τοῦ δὲ σώματος τούτου 
ὄντος τῶν ἀρχόντων καὶ τῆς ὕλης, ἀνάγκη τὸν φυτεύοντα περσέαν
διελθεῖν πολλὰ σώματα, ἕως ἂν καταβληθῇ ἡ περσέα ἐκείνη. εἰ δέ
τις οίκοδομεῖ ἑαυτῷ οἰκίαν, διασπαραχθήσεται εἰς τὰ ὅλα σώματα.
 εἴ τις λούεται, εἰς τὸ ὕδωρ τὴν ἑαυτοῦ ψυχὴν πήσσει. καὶ εἴ τις οὐ 
δίδωσι τοῖς ἐκλεκτοῖς αὐτοῦ εἰσέβειαν, κολασθήσεται εἰς τὰς γεέννας,
κοὶ ματενσωματοῦται εἰς κατηχουμένων σώματα, ἕως οὑ δῷ εὐσεβείας
πολλάς· καὶ διὰ τοῦτο, εἴ τι κάλλιστον ἐν βρώμασι, τοῖς ἐκλεκτοῖς
προσφέρουσι. κοὶ ὅταν μέλλωσιν ἐσθίειν ἄρτον, προσεύχονται πρῶτον, 
 οὕτω λέγοντες πρὸς τὸν ἄρτον, οὔτε σε ἐγὼ ἐθέρισα οὔτε
 
 

 
ἤλεσα οὔτε ἔθλιψά σε οὔτε εἰς κλίβανον ἔβαλον· ἀλλὰ ἄλλος ἐποίησε
ταῦτα καὶ ἤνεγκέ μοι· ἐγὼ ἀναιτίως ἔφαγον. καὶ ὅταν καθ᾿ ἑαυτὸν
εἴπῃ ταῦτα, λέγει τῷ κατηχουμένῳ, ηύξάμην ὑπὲρ σοῦ· καὶ οὕτως
ἀφίσταται ἐκεῖνος. ὡς γὰς εῖπον ὑμῖν πρὸ ὀλίγου, εἴ τις θερίζει, 
 θερισθήσεται, οὕτως ἐὰν εἰς μηχανὴν σῖτον βάλλῃ, βληθήσεται καὶ
αὐτός, ἢ φυράσας φυραθήσεται, ἢ ὀπτήσας ἄρτον ὀπτηθήσεται· καὶ
διὰ τοῦτο ἀπείρηται αὐτοῖς ἔργον ποιῆσαι. καὶ χάλιν πάλιν εἰσὶν 
κόσμοι τινές, τῶν φωστήρων δυνάντων ἀπὸ τούτου τοῦ κόσμου, ἐξ ὡν
ἀνατέλλουσι. καὶ εἴ τις περιπατεῖ χαμαί, βλάπτει τὴν γῆν· καὶ ὁ κινῶν
 τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων
κοὶ τῶν ζώων καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων καὶ τῶν ἑρπετῶν.
κοὶ εἴ τις ἐν κόσμῳ ἐστίν, εἶπον ὑμῖν, ὅτι τὸ σῶμα τοῦτο οὐκ ἔστι τοῦ
θεοῦ, ἀλλὰ τῆς ὕλης ἐστὶ κοὶ σκότος ἐστί, καὶ αὐτὸ σκοτωθῆναι δεῖ.

(XXIX). περὶ δὲ τοῦ παραδείσου ὅς καλεῖται κόσμος. ἔστι
δὲ τὰ φυτὰ τὰ ἐν αὐτῷ, ἐπιθυμίαι κοὶ ἄλλαι ἀπάται διαφθείρουσαι
τοὺς λογισμοὺς τῶν ἀνθρώπων ἐκείνων. τὸ δὲ ἐν κπαραδείσῳ φυτὸν
ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτός ἐστι ὁ Ἰησοῦς, ἡ γνῶνσις αὐτοῦ, ἡ
 ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ κονηρόν.
ὁ μέντοι κόσμος οὐδ' οὐτός ἐστι τοῦ θεοῦ, ἀλλ' ἢ ἀπὸ μερους τῆς
ὕλης ἐπλάσθη, καὶ διὰ τοῦτο πάντα ἀφανίζεται. ὅ δὲ ἀσύλησαν οἱ 
ἄρχοντες ἀπὸ τοῦ πρώτου ἀνθρώκου αὐτό ἐστι τὸ γεμίζον τὴν
σελήνην, τὸ καθαριζόμενον καθημερινὸν ἀπὸ τοῦ κόσμου· καὶ ἐὰν
 ἐξέλθῃ ἡ ψυχὴ μὴ γνοῦσα τὴν ἀλήειαν, παραδίδοται τοῖς δαίμοσιν,
ὅπως δαμάσωσιν αὐτὴν ἐν ταῖς γεένναις τοῦ πυρός, καὶ μετὰ τὴν
παίδυσιν μεταγγίζεται εἰς σώματα, ἵνα δαμασθῇ, καὶ οὕτω βάλλεται
εἰς τὸ μέγα πῦρ ἄχρι τῆς συντελείας. (ΧΧΧ.) περὶ δὲ τῶν παρ' ὑμῖν 
 προφητῶν οὕτως λέγει· πνεῦμα εἱναι ἀσεβείας ἤτοι ἀνομίας τοῦ
 
 

 
σκότους τοῦ ἀκ' ἀρχῆς ἀνελθόντος. καὶ διὸ τοῦτο πλανηθέντες
οὐκ ἐλάλησαν, ἐτύφλωσεν γὰρ αὐτῶν ὁ ἄρχων τὴν διάνοιαν· καὶ
εἴ τις ἀκολουθεῖ τοῖς λόγοις αὐτῶν, ἀποθνήσει εἰς τοὺς αἰῶνας,
δεδεμένος εἰς τὸν βῶλον, ὅτι οὐκ ἔμαθε τὴν γνῶσιν τοῦ παρακλήτου.
 ἐνετείλατο δὲ τοῖς ἐκλεκτοῖς αὐτοῦ μόνοις, οὐ πλέον ἑπτὰ οὖσι τὸν 
ἀριθμόν· ἐὰν παύσησθε ἐσθίοντες, εὔχεσθε καὶ βέλλετε ἐπὶ τῆς κεφαλῆς
ἔλαιον ἐξωρκισμένον ἀνόμασι πολλοῖς, πρὸς στηριγμὸν τῆς
πίστεως ταύτης· τὰ δὲ ὀνόματά μοι οὐχ ἐφανερώθη μόνοι γὰρ οἱ
ἑπτὰ τούτοις χρῶνται. καὶ πάλιν τὸ παρ' ὑμῖν τίμιον καὶ μίγα 
 ὄνομα Σαβαὼθ αὐτὸ εἴναι τὴν φύσιν τοῦ ἀνθρώπου καὶ πατέρα τῆς
ἐκιθυμίας· καὶ διὰ τοῦτο ἁπλάριοι προσκυνοῦσι τὴν ἐπιθυμίαν, θεὸν
αὐτὴν ἡγούμενοι.

Περὶ δὲ τοῦ Ἀδὰμ πῶς ἐκτίσθη, λέγει οὕτως· ὅτι ὀ εἰπών,
δεῦτε, καὶ ποιήσωμεν ἔνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ'
 
 
 

 
ὁμοίωσιν, ἤ καθ' ἢν εἴδομεν μορφήν ἄρχων ἐστίν, ὁ εἰπὼν τοῖς
ἑτέροις ἄρχουσιν ὅτι, δεῦτε, δότε μοι ἐκ τοῦ φωτὸς οὗ ἐλάβομεν, καὶ 
ποιήσωμεν ἄνθρωπον κατὰ τὴν ἡμῶν, τῶν ἀρχόντων, μορφήν, καθ'
ἥν εἴδομεν, ὅ ἐστι πρῶτος ἄνθρωπος· καὶ οὕτως ἔκτισε τὸν ἄνθρω-
 πον. τὴν δὲ Εὕαν ὁμοίως ἵκτισαν, δόντες αὐτῇ ἐκ τῆς ἐπιθυμίας
αὐτῶν πρὸς τὸ ἐξαπατῆαι τὸν Ἀδάμ, καὶ διὰ τούτων γέγονεν ἡ
πλάσις τοῦ κόσμου ἐκ τῆς τοῦ ἄρχοντος δημιουργίας. (XXXI.) τὸν 
δὲ θεὸν μὴ ἔχειν μέρος μετ’ αὐτοῦ τοῦ κόσμου μηδὲ χαίρειν ἐκ'
αὐτῷ, διὰ τὸ ἐξ ἀρχῆς σεσυλῆσθαι αὐτὸν ὑπὸ τῶν ἀρχόντων καὶ
 γενέσθαι αὐτῷ θλίψιν. τούτου χάριν πέμπει καὶ συλᾷ ἀπ' αἰτῶν
τὴν ψυχὴν αὐτοῦ καθ' ἡμέραν διὰ τῶν φωστήρων τούτων, ἡλίου
καὶ σελήωης, ὑφ' ὧν ὅλος ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις ἁρκάζεται.
τὸν δὲ λαλήσαντα μετὰ Μωϋσέως καὶ τῶν Ἰουδαίων καὶ τῶν ἱερέων 
τὸν ἄρχοντα λέγει εἷναι τοῦ σκότους, ὥστε ἕν εἰσι καὶ τὸ αὐτὸ οἵ
 τε Χριστιανοὶ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἰθνικοἱ, τὸν αὐτὸν θεὸν σέβοντες·
ἐν γὰρ ταῖς ἐπιθυμἱαις αὐτοῦ ἐξαπατᾷ αὐτούς, οὐκ ὢν ἀληθείας
θεός. διὰ τοῦτο οὖν ὅσοι ἐπ' ἐκεῖνον ἐλπίζουσι τὸν θεὸν τὸν μετὰ 
 
 

 
Μωῦσέως λαλήσαντα καὶ τῶν προφητῶν, μετ’ αὐτοῦ ἔχουσι δεθῆναι,
ὅτι οὐ. ἤλπισαν ἐπὶ τὸν θεὸν τὴς ἀληθείας· ἀκεῖνος γὰρ κατὰ τὰς
ἐπιθυμίας αὐτῶν ἐλάλησε μετ᾿ αὐτῶν.

Μετὰ δὲ πάντα ταῦτα ἐπὶ τέλει λέγει καθὼς αὐτὸς ἔγραψεν
 ὁ πρεσβύτης· ὅταν προφάνῃ αὐτοῦ τὴν εἰκόνα, τότε ὁ Ὠμοφόρος
ἀφίησιν ἔξω τὴν γῆν, καὶ οὕτως ἀπολύεται τὸ μέγα πᾶρ καὶ ὅλον
ἀναλίσκει τὸν κόσμον· εἶτα πάλιν ἀφίησι τὸν βῶλον μετὰ τοῦ νἐου
αἰῶνος. ὅπως πᾶσαι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δεθῶσιν εἰς τὸν
αἰῶνα. τότε δὲ ταῦτα γενήσεται, ὅταν ὁ ἀνδριὰς ἔλθῃ. αἱ δὲ προβολαὶ 
 πᾶσαι, ὁ Ἰησοῦς ὁ ἐν τῷ μικρῷ πλοίῳ, καὶ ἡ μήτηρ τῆς ζωῆς,
καὶ οἱ δώδεκα κυβερωῆται, καὶ ἡ παρθένος τοῦ φωτός, καὶ ὁ πρεσβύτης
ὁ τρίτος ὁ ἐν τῷ μεγάλῳ πλοίῳ, καὶ τὸ ζῶν πνεῦμα, καὶ τὸ
τεῖχος τοῦ μεγάλου κυρός, καὶ τὸ τεῖχος τοῦ ἀνέμου καὶ τοῦ ἀέρος
καὶ τοῦ ὕδατος καὶ τοῦ ἔσωθεν πυρὸς τοῦ ζῶντος πρὸς τὸν μικρὸν
 φωστῆρα οἰκοῦσιν, ἄχρις ὂν τὸ πῦρ καταναλώσῃ τὸν κόσμον ὅλον·
ἐν ποσοῖς ποτε ἔτεσιν, ὧν οὐκ ἔμεθον τὴν πασότητα. καὶ μετὰ 
 
 

 
ταῦτα ἀποκατάστασις ἔσται τῶν δύο φύσεων καὶ οἰ ἄρχοντες οἰκήσουσι
τὰ κατώτερα μέρη ὁαυτῶν, ὁ δὲ πατὴρ τὰ ἀνώτερα. τὸ ἵδιον
ἀπολαβών. ταύτην δὲ πᾶσαν τὴν διδασκαλίαν παρέδωκε τοῖς τρισὶν 
αὐτοῦ μαθηταῖς, κελεύσας ἕκαστον εἰς κλίματα ὁδεύειν· κοὶ ὁ μὲν
 Ἀδδᾶς τὰ τῆς ἀνατολῆς μέρη ἔλαχεν, ὁ δὲ Θωμᾶς τὴν Σύρων γὴν
κεκλήρωται, Ἑρμείας δὲ ἄλλος τὴν εἰς Αἴγυπτον πορείαν ἐποιήσατο·
καὶ μέχρι σήμερον ἐκεῖσε διατρίβουσι, τὴν τοῦ δόγματος ὑπόθεσιν
στῆαι θέλοντες.