εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν· ἐπειδὴ δʼ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν.

εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβουλεύειν· ἐπειδὴ δʼ ὅσην ἅπαντες ὁρᾶτʼ ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν ἃ κράτιστʼ εἶναι νομίζω. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖνʼ ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτʼ ἐπὶ τοῦ πολεμεῖν ὄντες τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τἀναντία· εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ πράγματα, τἀναντίʼ εἰκὸς βελτίω ποιῆσαι.

ἔπειτα νομιστέον οὐχ ὃς ἂν ὑμῖν ἢ μηδὲν ἢ μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν ʽὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντἀ, ἀλλʼ ὃς ἂν τὸ χαρίζεσθαι παρείς, ἃ δεῖ καὶ διʼ ὧν παυσαίμεθʼ ἂν αἰσχύνην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅσʼ ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθʼ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν· εἰ δʼ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθʼ ἃ πάλαι ʼθελοντὰς προσῆκεν ποιεῖν.

οὐχὶ ταὐτὰ γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι, ὅταν τε τὸ τῆς πολιτείας ὄνομʼ ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τἀναντία ταύτῃ λεγόντων ἐνίους ἥδιον ἀκούοντας ὁρῶ.

ὃ καὶ θαυμάζω τίς ποθʼ ἡ πρόφασις. πότερον προῖκα λέγειν ταῦτʼ αὐτοὺς οἴεσθε; ἀλλʼ οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτʼ εἶναι τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρʼ ὑμῖν ὀλιγαρχία δημοκρατίας φαίνεται. ἀλλʼ αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφʼ ὑμῶν χρηστὸς νομίζοιτʼ εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς, ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάττεσθε μὴ πάσχειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότʼ αἰσθήσεσθʼ ἡμαρτηκότες, ἡνίκʼ οὐδʼ ὁτιοῦν ὑμῖν πλέον ἔσται.

β 
 τὸ μὲν οὖν , ὦ ἄνδρες Ἀθηναῖοι, μὴ πάνθʼ ὡς ἂν ἡμεῖς βουλοίμεθʼ ἔχειν μήτε παρʼ αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν· πολλῶν γὰρ τὸ τῆς τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν. τὸ δὲ μηδʼ ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. ἡ μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου.

ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων τὸ μέλλον συνοίσειν ὑμῖν περὶ ὧν νυνὶ τυγχάνετε σκοποῦντες, οἶμαι πάντας ἂν ὑμᾶς ἑλέσθαι. ὅτε τοίνυν τοῦθʼ οὕτως ἔχει, προσήκει παρέχειν ἐθέλοντας ἀκούειν ὑμᾶς αὐτοὺς τῶν βουλομένων συμβουλεύειν· οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτʼ ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμʼ ἐνίοις ἐπελθεῖν ἂν εἰπεῖν, ὥστʼ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι.

ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον, ἐπειδὴ ἐφʼ ὑμῖν ἐστιν ἑλέσθαι τῶν ῥηθέντων ὅ τι ἂν βούλησθε, ἁπάντων ἀκοῦσαι. καὶ γὰρ πολλάκις συμβαίνει τὸν αὐτὸν ἄνθρωπον τοῦτο μὲν μὴ λέγειν ὀρθῶς, ἕτερον δέ τι· ἐκ μὲν οὖν τοῦ θορυβεῖν τάχʼ ἂν δυσχεράναντες πολλῶν χρησίμων ἀποστερηθείητε, ἐκ δὲ τοῦ μετὰ κόσμου καὶ σιγῆς ἀκοῦσαι καὶ τὰ καλῶς ἔχονθʼ ἅπαντα ποιήσετε, κἂν δοκῇ τις παρα ληρεῖν, παραλείψετε. ἐγὼ μὲν οὖν οὔτʼ εἴωθα μακρολογεῖν, οὔτʼ ἄν, εἰ τὸν ἄλλον εἰώθειν χρόνον, νῦν ἐχρησάμην τούτῳ, ἀλλʼ ἃ συμφέρειν ὑμῖν νομίζω, ταῦθʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων ἐρῶ πρὸς ὑμᾶς.

ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν οὕς τʼ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε· οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δʼ ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθʼ ὑμεῖς, εὔνου καὶ δικαίου τοῦτο πολίτου κρίνω.

βουλοίμην δʼ ἂν ὑμᾶς, εἰ καὶ μηδὲ διʼ ἓν τῶν ἄλλων, διʼ ἐκεῖνʼ ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵνʼ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δʼ ἀπολειφθῇ καὶ μὴ δύνηται διδάξαι, διʼ αὑτόν, ἀλλὰ μὴ διʼ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δʼ οὐδὲ πάθοιτʼ ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε.

ἡ μὲν οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντʼ ἐστὶν μηδὲν οἴεσθαι πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλως τε καὶ συνειδότας πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς ταῦθʼ ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα φανεῖσθαι λέγων.

πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων εἰρημένων παρὰ πάντων τῶν συμβεβουλευκότων, οὐδὲν ὑμᾶς νῦν ὁρῶ ὄντας ἐγγυτέρω τοῦ τί πρακτέον ηὑρῆσθαι ἢ πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι. αἴτιον δὲ τούτου ταὔθʼ ὅπερ οἶμαι τοῦ κακῶς ἔχειν τὰ ὅλα· οὐ γὰρ παραινοῦσιν ὑμῖν ὑπὲρ τῶν παρόντων οἱ λέγοντες, ἀλλʼ ἑαυτῶν κατηγοροῦσι καὶ λοιδοροῦνται, ὡς μὲν ἐγὼ κρίνω, συνεθίζοντες ὑμᾶς ἄνευ κρίσεως, ὅσων εἰσὶν αἴτιοι κακῶν, ἀκούειν, ἵνʼ ἄν ποτʼ ἄρʼ εἰς ἀγῶνα καθιστῶνται, μηδὲν ἡγούμενοι καινὸν ἀκούειν, ἀλλʼ ὑπὲρ ὧν ὤργισθε πολλάκις, πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε τῶν πεπραγμένων αὐτοῖς.

τὴν μὲν οὖν αἰτίαν διʼ ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν εἴη ἂν ἐν τῷ παρόντι· ὅτι δʼ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτʼ ἐπιτιμῶ. ἐγὼ δʼ οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθʼ ὑποσχήσομαι τοιοῦτʼ οὐδὲν ὃ μὴ παραχρῆμʼ ἐπιδείξω, οὐδʼ ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω· ἀλλʼ ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.

οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γʼ ἐκείνοις οὓς ἐγκωμιάζουσιν ποιεῖν. περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδʼ ἂν εἷς ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, αὐτοὶ μὲν τοῦ δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δʼ ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν. ἐγὼ δὲ τῆς μὲν ἐκείνων ἀρετῆς μέγιστον ἔπαινον ἡγοῦμαι τὸν χρόνον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπʼ ἐκείνων πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται·

αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς ἅπαντες οἱ λέγοντες δεινοὶ φανείημεν, οὐδὲν ἂν τὰ ὑμέτερʼ εὖ οἶδʼ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν εἷσ ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν λέλυται φόβος. ἐγὼ δὲ τοῦτο, ἂν ἄρʼ οἷός τʼ ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα.

ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ τοῖς Ἀρκάσιν καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες· ὥσπερ γὰρ ἀφʼ ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες, πρὸς οὓς ἀμφότεροι πρεσβεύονται, κατηγοροῦσιν καὶ διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων λέγειν καὶ τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν ἐνθάδε συμβουλεύειν ἀξιούντων.

νῦν δʼ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι νομίσαι. ἐγὼ δʼ οἶδα μὲν ὡς χαλεπὸν τὸ τὰ βέλτιστα λέγειν ἐστίν· συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἐὰν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθʼ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους·

οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἐὰν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρʼ ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλʼ ὕστερον, ἐὰν ὑμῖν βουλομένοις ᾖ, λέξω· ἐκ δὲ τῶν ὁμολογουμένων ὑφʼ ἁπάντων ἄρξομαι ἃ κράτιστα νομίζω, διδάσκειν.

οὐχὶ ταὐτὰ γιγνώσκων ἐνίοις τῶν εἰρηκότων ἀνέστηκʼ, ὦ ἄνδρες Ἀθηναῖοι. οὐ μὴν οὐδὲ τούτους αἰτιάσομαι κακίᾳ τἀναντία τοῖς βελτίστοις εἰρηκέναι, ἀλλʼ ὅτι πολλοὶ τοῦ τὰ πράγματα κρίνειν ἀμελήσαντες τοὺς λόγους σκοπεῖν οὓς ἐροῦσιν εἰώθασιν, κἂν τούτοις ἀφθόνοις ἐντύχωσιν, ἑτοίμως δημηγορεῖν, οὐκ ὀρθῶς ἐγνωκότες, οὐδὲ λογιζόμενοι παρʼ ἑαυτοῖς ὅτι πολλῶν πράξεων ἐν πολλῷ χρόνῳ πᾶσι πεπραγμένων καὶ διὰ τοὺς καιροὺς ἐνίων ὑπεναντίων αὑταῖς, ἂν τὰς ἑτέρας τις ὑπερβαίνων τὰς ἑτέρας λέγῃ, λήσει τὸ ῥᾷστον τῶν ἔργων ποιῶν, αὑτὸν ἐξαπατῶν.

οἱ μὲν οὖν οὕτω χρώμενοι τῷ συμβουλεύειν δοκοῦσί μοι τὴν ἀπὸ τῶν ῥηθέντων τοῦ δύνασθαι λέγειν δόξαν γιγνομένην αὑτοῖς ἱκανὴν φιλοτιμίαν ἡγεῖσθαι· ἐγὼ δὲ νομίζω χρῆναι τὸν πόλει περὶ πραγμάτων ἐπιχειροῦντα συμβουλεύειν μᾶλλον ὅπως τὰ δόξαντα συνοίσει σκοπεῖν, ἢ πῶς οἱ παραχρῆμα λόγοι χάριν ἕξουσι. δεῖ γὰρ τοῖς ἐπὶ τῶν λόγων εὐδοκιμοῦσι συμφέροντός τινος ἔργου πρᾶξιν προσεῖναι, ἵνα μὴ νῦν μόνον, ἀλλʼ ἀεὶ τὰ ῥηθέντα καλῶς ἔχῃ.

εἰ μὲν ἐγνώκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τί βέλτιστον ὂν τυγχάνει πρᾶξαι περὶ τῶν παρόντων, ἁμάρτημα τὸ συμβουλεύειν προτιθέναι· ἃ γὰρ αὐτοὶ πρὶν ἀκοῦσαι δοκιμάζετε συμφέρειν, τί δεῖ ταῦτʼ ἀκούοντας μάτην ἐνοχλεῖσθαι; εἰ δὲ σκοπεῖτε καὶ βουλεύεσθʼ ὡς ἐκ τῶν ῥηθησομένων δοκιμάσαι δέον, οὐκ ὀρθῶς ἔχει τὸ κωλύειν τοὺς βουλομένους λέγειν. παρὰ μὲν γὰρ τῶν ὅλως ἀποστερεῖσθʼ ἐκ τοῦ τοῦτο ποιεῖν, εἴ τι χρήσιμον ἐντεθύμηνται· τοὺς δʼ ἀφέντας ἃ τυγχάνουσιν ἐγνωκότες, ὧν ὑμᾶς ἐπιθυμεῖν οἴονται, ταῦτα ποιεῖτε συμβουλεύειν.

ἔστιν δʼ ἁμαρτάνειν μὲν βουλομένων τὸ συναναγκάζειν τὸν παριόνθʼ ἃ βούλεσθε λέγειν, βουλευομένων δʼ ἀκούσαντας ἃ γιγνώσκει σκοπεῖν, κἄν τι καλῶς ἔχῃ, χρῆσθαι. λέγω δὲ ταῦτʼ οὐκ ἐναντία τοῖς ὑμῖν ἀρέσκουσιν μέλλων παραινεῖν, ἀλλʼ ἐκεῖνʼ εἰδώς, ὅτι ἂν μὲν μὴ ʼθελήσητε τῶν ἀντιλεγόντων ἀκοῦσαι, ἐξηπατῆσθαι φήσουσιν ὑμᾶς, ἂν δʼ ἀκούσαντες μὴ πεισθῆτε, ἐξεληλεγμένοι παραχρῆμʼ ἔσονται τὰ χείρω παραινοῦντες.

οἴομαι πάντας ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, γιγνώσκειν ὅτι οὐ κρινοῦντες ἥκετε τήμερον οὐδένα τῶν ἀδικούντων, ἀλλὰ βουλευσόμενοι περὶ τῶν παρόντων. δεῖ τοίνυν τὰς μὲν κατηγορίας ὑπερθέσθαι πάσας, καὶ τότʼ ἐν ὑμῖν λέγειν καθʼ ὅτου πέπεικεν ἕκαστος ἑαυτόν, ὅταν τινὰ κρίνωμεν· εἰ δέ τίς τι χρήσιμον ἢ συμφέρον εἰπεῖν ἔχει, τοῦτο νῦν ἀποφαίνεσθαι. τὸ μὲν γὰρ κατηγορεῖν τοῖς πεπραγμένοις ἐγκαλούντων ἐστίν, τὸ δὲ συμβουλεύειν περὶ τῶν παρόντων καὶ γενησομένων προτίθεται. οὐκοῦν οὐ λοιδορίας οὐδὲ μέμψεως ὁ παρὼν καιρός, ἀλλὰ συμβουλῆς εἶναί μοι δοκεῖ. διὸ πειράσομαι μὲν φυλάξασθαι, ὃ τούτοις ἐπιτιμῶ, μὴ παθεῖν αὐτός, συμβουλεύσαι δʼ ἃ κράτιστα νομίζω περὶ τῶν παρόντων.

οὐδένʼ ἂν ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐ κακοῦ πολίτου καὶ φαύλου τὴν γνώμην ἀνδρός ἐστιν οὕτω τινὰ μισεῖν ἢ φιλεῖν τῶν ἐπὶ τὰ κοινὰ προσιόντων ὥστε τοῦ τῇ πόλει βελτίστου μηδὲν φροντίζειν, ἀλλὰ τὰ μὲν πρὸς ἐπήρειαν, τὰ δὲ πρὸς φιλίαν δημηγορεῖν· ἃ ποιοῦσιν ἔνιοι τῶν δευρὶ παριόντων. ἐγὼ δὲ τούτοις μὲν τοσοῦτον ἂν εἴποιμι, ὅτι μοι δοκοῦσιν οὐδʼ εἴ τι πεποιήκασιν τοιοῦτον μέγισθʼ ἡμαρτηκέναι, ἀλλʼ ὅτι δηλοῦσιν οὐδέποτʼ οὐδὲ παύσασθαι παρεσκευασμένοι.

ὑμῖν δὲ παραινῶ μὴ προϊεμένους ὑμᾶς αὐτοὺς ἱκανὸν τοῦτο νομίζειν, δίκην, ὅταν ὑμῖν δόξῃ, παρὰ τούτων λαβεῖν, ἀλλὰ καὶ τούτους, ὅσον ἐστὶν ἐν ὑμῖν, κωλύειν, καὶ αὐτούς, ὥσπερ ὑπὲρ πόλεως προσήκει βουλευομένους, τὰς ἰδίας ἀνελόντας φιλονικίας τὸ κοινῇ βέλτιστον σκοπεῖσθαι, ἐνθυμουμένους ὅτι οὐδείς, οὐδʼ ἅμα πάντες οἱ πολιτευόμενοι, τῶν νόμων, ἐφʼ οἷς ὑμεῖς ἐστε, ἀξιόχρεῴ εἰσι διαφθαρέντων δίκην δοῦναι.

ἴσως ἐπίφθονον ἄν τισιν, ὦ ἄνδρες Ἀθηναῖοι, δόξειεν εἶναι, εἴ τις ὢν ἰδιώτης καὶ τῶν πολλῶν ὑμῶν εἷς, ἑτέρων συμβεβουλευκότων, οἳ καὶ τῷ πάλαι πολιτεύεσθαι καὶ τῷ παρʼ ὑμῖν δόξαν ἔχειν προέχουσιν, παρελθὼν εἴποι, ὅτι οὐ μόνον αὑτῷ δοκοῦσιν οὐκ ὀρθῶς λέγειν, ἀλλʼ οὐδʼ ἐγγὺς εἶναι τοῦ τὰ δέοντα γιγνώσκειν. οὐ μὴν ἀλλʼ ἔγωγʼ οὕτω σφόδρʼ οἶμαι μᾶλλον ὑμῖν συμφέροντʼ ἐρεῖν τούτων, ὥστʼ οὐκ ὀκνήσω πάνθʼ ἃ τυγχάνουσιν εἰρηκότες, ἄξια μηδενὸς εἶναι φῆσαι. νομίζω δὲ καὶ ὑμᾶς ὀρθῶς ἂν ποιεῖν, εἰ μὴ τὸν λέγοντα, ἀλλὰ τὰ συμβουλευόμενα σκοποῖτε. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν παρʼ ὑμῶν εὔνοιαν μή τισιν, ὥσπερ ἐκ γένους, ἀλλὰ τοῖς τὰ βέλτιστʼ ἀεὶ λέγουσιν ὑπάρχειν.

βουλοίμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχοντας, ἃ μέλλω λέγειν, ἀκοῦσαι· καὶ γάρ ἐστιν οὐ μικρά. ἐγὼ θαυμάζω τί δή ποτε, πρὶν μὲν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, ὅτῳ τις ἂν ὑμῶν ἐντύχῃ, οὗτος εὐπόρως εἰπεῖν ἔχει διʼ ὧν ἂν τὰ παρόντα πράγματα βελτίω γένοιτο· καὶ πάλιν αὐτίκα δὴ μάλʼ ἐὰν ἀπέλθητε, ὁμοίως ἕκαστος ἐρεῖ τὰ δέοντα· ἐν δὲ τῷ περὶ τούτων σκοπεῖν ὄντες καὶ συνειλεγμένοι πάντα μᾶλλον ἢ ταῦτα λεγόντων τινῶν ἀκούετε.

ἆρά γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, γνῶναι μὲν ἔστιν ἑκάστῳ τὰ δέονθʼ ὑμῶν καὶ κατὰ τῶν ἄλλων εἰπεῖν ἐπίσταται, ποιῶν δʼ αὐτὸς ἕκαστος οὐ χαίρει, εἶτʼ ἰδίᾳ μέν, ὡς ἄρʼ αὐτὸς ἑτοίμως τὰ βέλτιστʼ ἂν πράττειν δόξων, τοῖς ἄλλοις ἐπιτιμᾷ, κοινῇ δʼ εὐλαβεῖσθε τὰ τοιαῦτα ψηφίζεσθαι διʼ ὧν ἐν τῷ λῃτουργεῖν τι τῶν καθηκόντων ἅπαντες ἔσεσθε;

εἰ μὲν τοίνυν μηδένα καιρὸν οἴεσθʼ ἥξειν ὃς εἴσω τῆς εἰρωνείας ἀφίξεται ταύτης, καλῶς ἂν ἔχοι τοῦτον τὸν τρόπον διάγειν· εἰ δὲ τὰ πράγμαθʼ ὁρᾶτʼ ἐγγυτέρω προσάγοντα, δεῖ σκοπεῖσθαι ὅπως μὴ πλησίον αὐτοῖς μαχεῖσθε, ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθʼ οἷς ἂν πάσχητε.

περὶ μὲν τῶν παρόντων, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων τῇ πόλει, καίπερ οὐκ ἐχόντων ὡς δεῖ, οὐ πάνυ μοὶ δοκεῖ τῶν χαλεπῶν εἶναι ζητῆσαι τί ἄν τις πράξας βελτίω ποιήσειεν. ὅντινα μέντοι χρὴ τρόπον πρὸς ὑμᾶς εἰπεῖν περὶ αὐτῶν, τοῦτο παμπόλλην δυσκολίαν ἔχειν νομίζω, οὐχ ὡς οὐ συνησόντων ὅ τι ἄν τις λέγῃ, ἀλλʼ οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστα τοῖς πράγμασιν συνειθίσθαι μοι δοκεῖτʼ ἀκούειν, ὥστε δέδοικα μὴ τῷ νῦν τὰ βέλτιστʼ εἰπόντι, ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν παρʼ ὑμῶν, ταύτην ἀπενέγκασθαι συμβῇ.

ὁρῶ γὰρ ὑμᾶς πολλάκις οὐ τοὺς αἰτίους τῶν πραγμάτων μισοῦντας, ἀλλὰ τοὺς ὑστάτους περὶ αὐτῶν εἰπόντας τι πρὸς ὑμᾶς. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀκριβῶς ταῦτα λογιζόμενος, ὅμως οἶμαι δεῖν πάντα παρεὶς τἄλλα περὶ αὐτῶν τῶν παρόντων ἃ κράτιστα νομίζω λέγειν.

ἐβουλόμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ᾗ πρὸς τοὺς ἄλλους ἅπαντας εἰώθατε προσφέρεσθαι φιλανθρωπίᾳ, ταύτῃ καὶ πρὸς ὑμᾶς αὐτοὺς χρῆσθαι· νυνὶ δʼ ἀμείνους ἐστὲ τὰ τῶν ἄλλων δείνʼ ἐπανορθοῦν ἢ τῶν ὑμῖν αὐτοῖς συμβαινόντων φροντίζειν. ἴσως μὲν οὖν αὐτὸ τοῦτό τις ἂν φήσειε μέγιστον ἔπαινον φέρειν τῇ πόλει, τὸ μηδενὸς ἕνεκα κέρδους ἰδίου πολλοὺς κινδύνους ὑπὲρ αὐτοῦ τοῦ δικαίου προῃρῆσθαι. ἐγὼ δὲ ταύτην τʼ ἀληθῆ τὴν δόξαν εἶναι νομίζω κατὰ τῆς πόλεως καὶ βούλομαι, κἀκεῖνο δʼ ὑπολαμβάνω σωφρόνων ἀνθρώπων ἔργον εἶναι, ἴσην πρόνοιαν τῶν αὑτοῖς οἰκείων ὅσηνπερ τῶν ἀλλοτρίων ποιεῖσθαι, ἵνα μὴ φιλάνθρωποι μόνον, ἀλλὰ καὶ νοῦν ἔχοντες φαίνησθε.

ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει τῷ βουλομένῳ τι παραινεῖν ὑμῖν οὕτω πειρᾶσθαι λέγειν ὡς καὶ δυνήσεσθʼ ὑπομεῖναι· εἰ δὲ μὴ τοῦτο, ἀφέντα τοὺς ἄλλους ἅπαντας λόγους, περὶ αὐτῶν ὧν σκοπεῖτε συμβουλεύειν, καὶ ταῦθʼ ὡς διὰ βραχυτάτων. οὐ γὰρ ἐνδείᾳ μοι δοκεῖτε λόγων οὐδὲ νῦν ὁρᾶν τὰ πράγματα πάντα λελυμασμένα, ἀλλὰ τῷ τοὺς μὲν ἑαυτῶν ἕνεκα δημηγορεῖν καὶ πολιτεύεσθαι, τοὺς δὲ μήπω τούτου δεδωκότας πεῖραν μᾶλλον ὅπως εὖ δόξουσι λέγειν σπουδάζειν, ἢ πῶς ἔργον ἐξ ὧν λέγουσί τι συμφέρον πραχθήσεται. ἐγὼ δʼ ἵνα μὴ λάθω τοὐναντίον οὗ φημὶ δεῖν αὐτὸς ποιῶν, καὶ πλείω περὶ τῶν ἄλλων ἢ περὶ ὧν ἀνέστην λέγων, ἀφεὶς τἄλλα πάντα, ἃ παραινῶ καὶ δὴ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν.

δοκεῖτέ μοι δικαίως ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχειν τὸν νοῦν, εἴ τις ὑπόσχοιθʼ ὑμῖν ταὐτὰ δίκαια καὶ συμφέροντα δείξειν ὄνθʼ ὑπὲρ ὧν βουλευόμεθα. ἐγὼ τοίνυν οἴομαι τοῦτο ποιήσειν οὐ χαλεπῶς, ἂν ὑμεῖς βραχύ τί μοι πεισθῆτε πάνυ. μὴ πάντα, ὡς ἕκαστος ἔχει γνώμης ὑμῶν περὶ τῶν παρόντων, ὀρθῶς ἐγνωκέναι πεπείσθω, ἀλλʼ ἐὰν παρὰ ταῦτά τι συμβαίνῃ λέγεσθαι, σκοπείτω πάνθʼ ὑπομείνας ἀκοῦσαι, εἶτʼ ἂν ὀρθῶς εἰρῆσθαί τι δοκῇ, χρήσθω. οὐ γὰρ ἧττον ὑμέτερον ἔσται τῶν χρησαμένων τὸ κατορθωθὲν ἢ τοῦ πρὸς ὑμᾶς εἰπόντος. ἡ μὲν οὖν ἀρχὴ τοῦ σκοπεῖν ὀρθῶς ἐστιν μὴ βεβουλεῦσθαι πρὶν ἐξ ὧν δεῖ βουλεύσασθαι ἀκοῦσαι. οὐ γὰρ αὑτὸς οὔτε καιρὸς οὔτε τρόπος τοῦ τʼ ἐπικυρῶσαι τὰ δοκοῦντα καὶ τοῦ σκέψασθαι τί πρῶτον δοκεῖ συμφέρειν.

μεθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσόμενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δʼ αὐτὸς τοῦτʼ ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθʼ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλʼ ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαιʼ ἀξιοῦσιν. εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτʼ ἀκοῦσαι ταῦτʼ ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε· εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτʼ ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δʼ οὐχὶ δίκαιός εἰμι παθεῖν. ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν· εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς.

καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βουλεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων ὄντων κακῶς τὰ πράγματʼ ἔχει, πάντες ἐπιστάμεθα· ἐξ ὅτου δὲ τρόπου βελτίω δύναιτʼ ἂν γενέσθαι, τοῦτο τοῦ συμβουλεύοντος ἔργον εἰπεῖν.

ἔπειτʼ ἔγωγε νομίζω καὶ κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα, ὅτʼ οὐδεμίαν δώσουσι δίκην, ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφʼ οὗ βελτίω τὰ παρόντα γένοιτʼ ἄν· διὰ γὰρ τούτους ἐφʼ ἡσυχίας καὶ παρʼ ἐκείνων ἐγγένοιτʼ ἂν ὑμῖν δίκην λαβεῖν.

τοὺς μὲν οὖν ἄλλους λόγους πάντας περιέργους ἡγοῦμαι, ἃ δʼ ἂν οἶμαι συνενεγκεῖν περὶ ὧν νυνὶ σκοπεῖτε, ταῦτʼ εἰπεῖν πειράσομαι, τοσοῦτον ἀξιώσας μόνον· ἂν ἄρα του μεμνῶμαι τῶν πεπραγμένων, μὴ κατηγορίας μʼ ἕνεχʼ ἡγεῖσθε λέγειν, ἀλλʼ ἵνα δείξας ἃ τόθʼ ἡμάρτετε, νῦν ἀποτρέψω ταὐτὰ παθεῖν.

εἰ καὶ τὸν ἄλλον χρόνον, ὦ ἄνδρες Ἀθηναῖοι, μηδενὶ συμπολιτευόμενοι τοσαύτην ἤγομεν ἡσυχίαν ὅσηνπερ ἐν τῷ παρόντι, οὔτε τὰ νῦν ἂν γεγενημένα συμβῆναι νομίζω, τῶν τʼ ἄλλων οἶμαι πολλὰ βέλτιον ἂν ἡμῖν ἔχειν. νῦν δʼ ὑπὸ τῆς ἐνίων ἀσελγείας οὔτε παρελθεῖν οὔτʼ εἰπεῖν οὔθʼ ὅλως λόγου τυχεῖν ἔστιν.

ὅθεν συμβαίνει πολλὰ καὶ οὐκ ἐπιτήδειʼ ἴσως. εἰ μὲν οὖν ἀεὶ ταὐτά, πυνθάνεσθαι, καὶ σκοπεῖν ὅ τι χρὴ ποιῆσαι, καὶ πάσχειν οἷάπερ νυνὶ βούλεσθε, ψηφιεῖσθʼ ἅπερ ἐκ τῶν παρεληλυθότων χρόνων, καθέλκειν τριήρεις, ἐμβαίνειν, εἰσφέρειν, πάντα ταῦτʼ ἤδη· ἃ τριῶν ἡμερῶν ἢ πέντε, ἂν σιωπηθῇ τὰ παρὰ τῶν πολεμίων καὶ σχῶσιν ἡσυχίαν ἐκεῖνοι, πάλιν οὐκέτι καιρὸν εἶναι πράττειν ὑπολήψεσθε. ὅπερ, ἡνίκʼ ἐν Ἑλλησπόντῳ Φίλιππον ἠκούσαμεν, συνέβη, καὶ πάλιν ἡνίκʼ εἰς Μαραθῶνα τριήρεις αἱ λῃστρίδες προσέσχον.

ὡς γὰρ ἂν χρήσαιτό τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς δυνάμει παρεσκευασμένῃ, οὕτως ὑμεῖς εἰώθατε τῷ βουλεύεσθαι χρῆσθαι, ὀξέως. δεῖ δὲ βουλεύεσθαι μὲν ἐφʼ ἡσυχίας, ποιεῖν δὲ τὰ δόξαντα μετὰ σπουδῆς, καὶ λογίσασθαι τοῦθʼ ὅτι εἰ μὴ καὶ τροφὴν ἱκανὴν ποριεῖτε καὶ στρατηγόν τινα τοῦ πολέμου νοῦν ἔχοντα προστήσεσθε καὶ μένειν ἐπὶ τῶν οὕτω δοξάντων ἐθελήσετε, ψηφίσμαθʼ ὑμῖν περιέσται, καὶ παραναλώσετε μὲν πάνθʼ ὅσʼ ἂν δαπανήσητε, βελτίω δʼ οὐδʼ ὁτιοῦν τὰ πράγματʼ ἔσται, κρινεῖτε δʼ ὃν ἂν βούλησθʼ ὀργισθέντες. ἐγὼ δὲ βούλομαι τοὺς ἐχθροὺς ὑμᾶς ἀμυνομένους ὀφθῆναι πρότερον ἢ τοὺς πολίτας κρίνοντας· οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ ʼκείνοις ἐσμὲν δίκαιοι.

ἵνʼ οὖν μή, τὸ ῥᾷστον ἁπάντων, ἐπιτιμήσω μόνον, ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι διδάξω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι μηδʼ ἀναβάλλειν νομίσαι με καὶ χρόνον ἐμποιεῖν. οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστʼ εἰς τὸ δέον λέγουσιν ʽοὐ γὰρ ἂν τά γʼ ἤδη γεγενημένα κωλῦσαι δυνηθείημεν τῇ νυνὶ βοηθείᾀ, ἀλλʼ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ διαμεῖναι δυνήσεται, τέως ἂν ἢ περιγενώμεθα τῶν ἐχθρῶν ἢ πεισθέντες διαλυσώμεθα τὸν πόλεμον· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.

οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμολογῆσαι, ὅτι δεῖ τὴν πόλιν ἡμῶν, ὅταν μὲν περὶ τῶν ἰδίων τινὸς τῶν αὑτῆς βουλεύηται, ἴσην πρόνοιαν ἔχειν τοῦ συμφέροντος ὅσηνπερ τοῦ δικαίου, ὅταν δʼ ὑπὲρ τῶν συμμαχικῶν ἢ τῶν κοινῶν, οἷον καὶ τὸ νυνὶ παρόν, μηδενὸς οὕτως ὡς τοῦ δικαίου φροντίζειν. ἐν μὲν γὰρ ἐκείνοις τὸ λυσιτελὲς ἐξαρκεῖ, ἐν δὲ τοῖς τοιούτοις καὶ τὸ καλὸν προσεῖναι δεῖ.

τῶν μὲν γὰρ πράξεων, εἰς οὓς ἂν ἥκωσι, κύριοι καθίστανται· τῆς δʼ ὑπὲρ τούτων δόξης οὐδεὶς τηλικοῦτός ἐσθʼ ὅστις ἔσται κύριος, ἀλλʼ ὁποίαν τινʼ ἂν τὰ πραχθέντʼ ἔχῃ δόξαν, τοιαύτην οἱ πολλοὶ περὶ τῶν πραξάντων διήγγειλαν. διὸ δεῖ σκοπεῖν καὶ προσέχειν ὅπως δίκαια φανεῖται.

χρῆν μὲν οὖν οὕτως ἅπαντας ἔχειν τὴν διάνοιαν περὶ τῶν ἀδικουμένων ὥσπερ ἄν, εἴ τι γένοιτο, ὃ μὴ συμβαίη, τοὺς ἄλλους ἀξιώσειε πρὸς αὑτὸν ἕκαστος ἔχειν. ἐπειδὴ δὲ καὶ παρὰ τὴν αὑτῶν γνώμην ἐναντιοῦνταί τινες, μικρὰ πρὸς τούτους εἰπών, ἃ βέλτισθʼ ὑμῖν ὑπολαμβάνω, ταῦτʼ ἤδη συμβουλεύσω.

οὐ μικρὰν ἄν μοι δοκεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ζημίαν νομίσαι, εἴ τις ἀηδὴς δόξα καὶ μὴ προσήκουσα τῇ πόλει παρὰ τοῖς πολλοῖς περιγίγνοιτο. τοῦτο τοίνυν οὕτω καλῶς ἐγνωκότες οὐκ ἀκόλουθα ποιεῖτε τὰ λοιπά, ἀλλʼ ὑπάγεσθʼ ἑκάστοτε πράττειν ἔνια, ἃ οὐδʼ ἂν αὐτοὶ φήσαιτε καλῶς ἔχειν. ἐγὼ δʼ οἶδα μὲν τοῦθʼ ὅτι τοὺς ἐπαινοῦντας ἥδιον προσδέχονται πάντες τῶν ἐπιτιμώντων· οὐ μὴν οἴομαι δεῖν, ταύτην τὴν φιλανθρωπίαν διώκων, λέγειν παρʼ ἃ συμφέρειν ὑμῖν ἡγοῦμαι.

κγ 
 τὴν μὲν οὖν ἀρχὴν εἰ καλῶς ἐγιγνώσκετε, οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν ὧν ἰδίᾳ μέμφεσθε, ἵνα μὴ συνέβαινεν ὅπερ νυνὶ γίγνεται· περιιὼν μὲν ἕκαστος ὡς αἰσχρὰ καὶ δεινά λέγει καὶ μέχρι τοῦ προβήσεται τὰ πράγματα; συγκαθεζόμενος δʼ αὐτὸς ἕκαστός ἐστι τῶν τὰ τοιαῦτα ποιούντων. ἐγὼ μὲν οὖν ἐβουλόμην ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τοῦ τὰ βέλτιστα λέγοντος ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δὲ φοβοῦμαι μέν, ὅμως δʼ ἅ γε πιστεύω χρηστὰ φανεῖσθαι, κἂν ὑμεῖς μὴ πεισθῆτε, οὐκ ἀποτρέψομαι λέγειν.

εἰ καὶ μηδὲν ἄλλο τις, ὦ ἄνδρες Ἀθηναῖοι, πρότερον παρʼ ὑμῖν εἰρηκὼς εἴη, νῦν γε λέγων περὶ ὧν οὐκ ὀρθῶς ἐγκαλοῦσιν οἱ πρέσβεις τῇ πόλει, παρὰ πάντων ἄν μοι δοκεῖ δικαίως συγγνώμης τυχεῖν. καὶ γὰρ ἐν ἄλλοις μέν τισιν ἡττᾶσθαι τῶν ἐναντίων οὐχ οὕτως ὄνειδος ὡς ἀτύχημʼ ἂν φανείη· καὶ γὰρ τῇ τύχῃ καὶ τοῖς ἐφεστηκόσι καὶ πολλοῖς μέτεστι τοῦ καλῶς ἢ μὴ ἀγωνίσασθαι· ἐν δὲ τῷ τὰ δίκαιʼ ὑπὲρ αὑτῶν μὴ ἔχειν ἀξίως τῶν ὑπαρχόντων εἰπεῖν αὐτῆς τῆς γνώμης τῆς τῶν τοῦτο παθόντων τὸ ὄνειδος εὑρήσομεν.

εἰ μὲν οὖν ἕτεροί τινες ἦσαν ἐν οἷς ἐγίγνονθʼ οἱ λόγοι περὶ ὑμῶν, οὔτε τούτους ἂν οἶμαι ῥᾳδίως οὕτω ψεύδεσθαι, οὔτε τοὺς ἀκούοντας πολλὰ τῶν εἰρημένων ἀνασχέσθαι. νῦν δὲ τἄλλα τʼ οἶμαι τῆς ὑμετέρας πλεονεκτοῦσιν εὐηθείας ἅπαντες, καὶ δὴ καὶ τοῦτο νῦν οὗτοι· ἀκροαταῖς γὰρ ἐχρήσαντο καθʼ ὑμῶν ὑμῖν οἵοις οὐδέσιν ἂν τῶν ἄλλων, ἀκριβῶς οἶδα τοῦτʼ ἐγώ.

ἄξιον δʼ εἶναί μοι δοκεῖ διὰ ταῦτα τοῖς θεοῖς χάριν ὑμᾶς ἔχειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους μισεῖν. τὸ μὲν γὰρ ὁρᾶν τούτους τὸν Ῥοδίων δῆμον, τὸν πολὺ τούτων ποτʼ ἀσελγεστέρους λόγους λέγοντα πρὸς ὑμᾶς, ἱκέτην ὑμέτερον γεγενημένον εὐτύχημʼ εἶναι νομίζω τῆς πόλεως· τὸ δὲ τοὺς ἀνοήτους τούτους μήτε τοῦτο λογίζεσθαι, παρὸν οὕτως ἐναργὲς ἰδεῖν, μήθʼ ὅτι πολλάκις καθʼ ἕνʼ αὐτῶν ἕκαστον ὑμεῖς σεσῴκατε, καὶ πλείω πράγματʼ ἐσχήκατε τὴν τούτων θρασύτητα καὶ κακοδαιμονίαν ἐπανορθοῦντες, ἐπειδὰν διʼ ἑαυτοὺς ἀνέλωνται πόλεμον, ἢ τὰ ὑμέτερʼ αὐτῶν πράττοντες, τοῦτο παμπόλλην ὑμῖν ὀργὴν εἰκότως ἂν παραστῆσαί μοι δοκεῖ.

οὐ μὴν ἀλλʼ ἴσως τούτοις μὲν εἵμαρται μηδέποτʼ εὖ πράττουσιν εὖ φρονῆσαι· ἡμῖν δὲ προσήκει καὶ διʼ ἡμᾶς αὐτοὺς καὶ διὰ τἄλλʼ ἃ πέπρακται τῇ πόλει, σπουδάσαι δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ πρότερον καὶ νῦν καὶ ἀεὶ ἡμεῖς μὲν τὰ δίκαια προαιρούμεθα πράττειν, ἕτεροι δέ τινες καταδουλοῦσθαι βουλόμενοι τοὺς αὑτῶν πολίτας διαβάλλουσιν πρὸς ἡμᾶς.

εἰ μετὰ τῆς αὐτῆς γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, τούς τε λόγους ἠκούετε τῶν συμβουλευόντων καὶ τὰ πράγματʼ ἐκρίνετε, πάντων ἀσφαλέστατον ἦν ἂν τὸ συμβουλεύειν. καὶ γὰρ εὐτυχῶς καὶ ἄλλως πράξασι ʽλέγειν γὰρ εὐφήμως πάντα δεἶ κοίνʼ ἂν ἦν τὰ τῆς αἰτίας ὑμῖν καὶ τῷ πείσαντι. νῦν δʼ ἀκούετε μὲν τῶν ἃ βούλεσθε λεγόντων ἥδιστα, αἰτιᾶσθε δὲ πολλάκις ἐξαπατᾶν ὑμᾶς αὐτούς, ἐὰν μὴ πάνθʼ ὃν ἂν ὑμεῖς τρόπον βούλησθε γένηται,

οὐ λογιζόμενοι τοῦθʼ ὅτι τοῦ μὲν ζητῆσαι καὶ λογίσασθαι τὰ βέλτιστα, ὡς ἄνθρωπος, καὶ πρὸς ὑμᾶς εἰπεῖν αὐτὸς ἕκαστός ἐστιν κύριος, τοῦ δὲ πραχθῆναι ταῦτα καὶ συνενεγκεῖν ἐν τῇ τύχῃ τὸ πλεῖστον μέρος γίγνεται. ἔστιν δʼ ἄνθρωπον ὄντʼ ἀγαπητὸν τῆς αὑτοῦ διανοίας λόγον ὑπέχειν· τῆς δὲ τύχης πρὸς ὑποσχεῖν ἕν τι τῶν ἀδυνάτων.

εἰ μὲν οὖν ηὑρημένον ἦν πῶς ἄν τις ἀσφαλῶς ἄνευ κινδύνου δημηγοροίη, μανία παραλείπειν τοῦτον ἂν ἦν τὸν τρόπον· ἐπεὶ δʼ ἀνάγκη τὸν περὶ τῶν μελλόντων πραγμάτων γνώμην ἀποφαινόμενον κοινωνεῖν τοῖς ἀπʼ αὐτῶν γενομένοις καὶ μετέχειν τῆς ἀπὸ τούτων αἰτίας, αἰσχρὸν ἡγοῦμαι λέγειν μὲν ὡς εὔνους, μὴ ὑπομένειν δέ, εἴ τις ἐκ τούτου κίνδυνος ἔσται. εὔχομαι δὲ τοῖς θεοῖς, ἃ καὶ τῇ πόλει κἀμοὶ συμφέρειν μέλλει, ταῦτʼ ἐμοί τʼ εἰπεῖν ἐλθεῖν ἐπὶ νοῦν καὶ ὑμῖν ἑλέσθαι. τὸ γὰρ πάντα τρόπον ζητεῖν νικῆσαι, δυοῖν θάτερον, ἢ μανίας ἢ κέρδους ἕνεκʼ ἐσπουδακότος φήσαιμʼ ἂν εἶναι.

εἴη μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν νυνὶ τυγχάνετʼ ἐκκλησιάζοντες καὶ περὶ τῶν ἄλλων ἁπάντων ταὐτὰ καὶ δοκοῦντα βέλτισθʼ ὑμῖν εἶναι καὶ ὄνθʼ ὡς ἀληθῶς. δεῖ μέντοι περὶ πραγμάτων μεγάλων βουλευομένους καὶ κοινῶν, ἁπάντων ἐθέλειν ἀκούειν τῶν συμβουλευόντων, ὡς ἐμοὶ δοκεῖ, ἐνθυμουμένους ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως ἀκούειν.

ἐγὼ γὰρ οἶδα, νομίζω δὲ καὶ ὑμᾶς, ὅτι νῦν μὲν ἀρέσκουσι μάλισθʼ ὑμῖν οἱ ταὔθʼ οἷς ὑμεῖς βούλεσθε λέγοντες· ἂν δέ τι συμβῇ παρʼ ἃ νῦν οἴεσθε, ὃ μὴ συμβαίη, τούτους μὲν ἐξηπατηκέναι νομιεῖθʼ ὑμᾶς, ὧν δὲ νῦν οὐκ ἀνέχεσθε, τότʼ ὀρθῶς δόξουσι λέγειν. ἔστι δὲ τοῖς μάλιστα πεπεικόσιν ὑμᾶς ταῦτʼ ἐφʼ ὧν νῦν ἐστε, τούτοις καὶ μάλιστα συμφέρον τὸ λόγου τυχεῖν τοὺς ἀντιλέγοντας.

ἂν μὲν γὰρ διδάξαι δυνηθῶσιν ὡς οὐκ ἔστιν ἄρισθʼ ἃ τούτοις δοκεῖ, ὅτʼ οὐδὲν ἡμάρτηταί πω, τοῦτο πράξαντες ἀθῴους τοῦ κινδύνου ποιήσουσιν αὐτούς. ἐὰν δὲ μὴ δυνηθῶσιν, οὔκουν ὕστερόν γʼ ἐπιτιμᾶν ἕξουσιν, ἀλλʼ ὅσʼ ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες, ἂν ἡττῶνται δικαίως στέρξουσιν, καὶ μεθʼ ἁπάντων τῶν ἀποβαινόντων, ὁποῖʼ ἄττʼ ἂν ᾖ, κοινωνήσουσιν.

οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δʼ οὐδεπώποθʼ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθʼ ὑμᾶς ʽὡς γὰρ ἁπλῶς εἰπεῖν, πάντες ὑπάρχειν ἐγνωκότες ἔμοιγε δοκεῖτἐ, ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα· ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότʼ ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι.

ἔστιν μὲν οὖν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι, νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας. ἄξιον δʼ ἡσθῆναι τῷ παρόντι καιρῷ· συμβήσεται γὰρ ὑμῖν, ἂν ἃ χρὴ βουλεύσησθʼ ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι.

αἱ μὲν ἐλπίδες, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλαι καὶ καλαὶ τῶν προειρημένων, πρὸς ἃς οἴομαι τοὺς πολλοὺς ἄνευ λογισμοῦ τι πεπονθέναι. ἐγὼ δʼ οὐδεπώποτʼ ἔγνων ἕνεκα τοῦ παραχρῆμʼ ἀρέσαι λέγειν τι πρὸς ὑμᾶς, ὅ τι ἂν μὴ καὶ μετὰ ταῦτα συνοίσειν ἡγῶμαι. ἔστι μὲν οὖν τὸ κοινὸν ἔθος τῶν πλείστων τοὺς μὲν συνεπαινοῦντας ἑαυτοῖς ὅ τι ἂν πράττωσι φιλεῖν, πρὸς δὲ τοὺς ἐπιτιμῶντας ἀηδῶς ἔχειν. οὐ μὴν ἀλλὰ δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν.

ἐγὼ δʼ ἡδέως μὲν ἂν ἑώρων, ἃ καὶ συνοίσειν ἔμελλε, ταῦτʼ ἐν ἡδονῇ πράττειν ὄνθʼ ὑμῖν, ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην. ἐπειδὴ δὲ τἀναντίʼ ὁρῶ τούτων ἐπιχειροῦντας ὑμᾶς, οἴομαι δεῖν ἀντειπεῖν, εἰ καί τισιν μέλλω ἀπεχθήσεσθαι. ἂν μὲν οὖν μηδʼ ὑπομείνητʼ ἀκοῦσαι μηδὲ ἕν, οὐ τῷ δοκιμάζοντες διαμαρτεῖν, ἀλλὰ τῷ φύσει πονήρʼ ἐπιθυμεῖν πράττειν τοιαῦτα προαιρεῖσθαι δόξετε. ἐὰν δʼ ἀκούσητε, τυχὸν μὲν ἴσως κἂν μεταπεισθείητε, ὃ μάλιστʼ ἐγὼ νομίζω συνενεγκεῖν ἂν ὑμῖν· εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ—ὅ τι ἄν τις βούληται, τοῦτʼ ἐρεῖ.

πρῶτον μὲν οὐδέν ἐστιν καινόν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δόξασιν παρʼ ὑμῖν εἶναί τινας οἵτινες ἀντεροῦσιν, ἐπειδὰν πράττειν τι δέῃ. εἰ μὲν οὖν ἀποδόντων ὑμῶν λόγον αὐτοῖς, ὅτʼ ἐβουλεύεσθε, τοῦτʼ ἐποίουν, τούτων ἂν ἦν ἄξιον κατηγορεῖν, εἰ περὶ ὧν ἥττηντʼ ἐβιάζοντο πάλιν λέγειν· νῦν δὲ τούτους μὲν οὐδέν ἐστʼ ἄτοπον εἰπεῖν βουληθῆναι ταῦθʼ ἃ τότʼ οὐχ ὑπεμείνατʼ ἀκοῦσαι,

ὑμῖν δʼ ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὁπόταν περί του βουλεύησθε, οὐκ ἐᾶτε λέγειν ἕκαστον ἃ γιγνώσκει, ἀλλʼ ἂν ἕτεροι τῷ λόγῳ προλάβωσιν ὑμᾶς, οὐδὲν ἂν τῶν ἑτέρων ἀκούσαιτε. ἐκ δὲ τούτου συμβαίνει πρᾶγμʼ ἀηδὲς ὑμῖν. οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστερον κατηγοροῦντας ἐπαινεῖτε.

ταὐτὸ δὴ τοῦτό μοι πάλιν δοκεῖτε πείσεσθαι, εἰ μὴ παρασχόντες ἴσους ἀκροατὰς πάντων ὑμᾶς αὐτοὺς ἐν τῷ παρόντι, καὶ τοῦτον τὸν πόνον ὑπομείναντες, ἑλόμενοι τὰ κράτιστα τοὺς ὁτιοῦν τούτοις ἐπιτιμῶντας φαύλους νομιεῖτε. ἐγὼ μὲν δὴ δίκαιον ὑπείληφα πρῶτον ἁπάντων αὐτὸς εἰπεῖν, τί μοι δοκεῖ περὶ ὧν σκοπεῖσθε, ἵνα, ἂν μὲν ὑμῖν ἀρέσκῃ, καὶ τὰ λοιπὰ διδάσκω, εἰ δὲ μή, μήθʼ ὑμῖν ἐνοχλῶ μήτʼ ἐμαυτὸν κόπτω.

ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ πολεμεῖν ἐσκέφθαι τίς ὑπάρξει παρασκευὴ τῷ γενησομένῳ πολέμῳ· εἰ δʼ ἄρα μὴ πρόδηλος ἦν, ὅτε πρῶτον ἐβουλεύεσθʼ ὑπὲρ αὐτοῦ φανεροῦ γενομένου, τότε καὶ περὶ τῆς παρασκευῆς ἐσκέφθαι. εἰ δὲ φήσετε πολλὰς ἐγκεχειρικέναι δυνάμεις, ἃς λελυμάνθαι τοὺς ἐπιστάντας, οὐκ ἀποδέξεται τοῦθʼ ὑμῶν οὐδείς· οὐ γάρ ἐστι τῶν αὐτῶν τούς τʼ ἐπὶ τῶν πραγμάτων ἀπολύειν, καὶ λέγειν ὡς διὰ τούτους κακῶς ταῦτʼ ἔχει.

ἐπειδὴ δὲ τὰ μὲν παρεληλυθότʼ οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δʼ ἐκ τῶν παρόντων ἐπαμῦναι τοῖς πράγμασιν, τοῦ μὲν κατηγορεῖν οὐδένα καιρὸν ὁρῶ, πειράσομαι δʼ ἃ κράτιστα νομίζω, συμβουλεῦσαι. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖνʼ ἐγνωκέναι δεῖ, ὅτι τὴν ἴσην ὑπερβολὴν τῆς σπουδῆς καὶ φιλονικίας ἐπὶ τοῖς πράγμασι πάντʼ ἄνδρα παρασχέσθαι δεῖ, ὅσηνπερ ἐκ τῶν ἄνωθεν χρόνων ἀμελείας· μόλις γὰρ οὕτως ἐλπὶς ἐκ πολλοῦ διώκοντας τὰ προειμένʼ ἑλεῖν δυνηθῆναι.

ἔπειτʼ οὐκ ἀθυμητέον τοῖς γεγενημένοις· ὃ γάρ ἐστιν τῶν παρεληλυθότων χείριστον, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτʼ ἔστιν ὦ ἄνδρες Ἀθηναῖοι ; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούντων κακῶς ἔχει τὰ πράγματα· ἐπεὶ εἴ γε πάνθʼ ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.

οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον ἢ τοῖς αὐτοῖς ἔθεσιν ἐπιτιμᾶν τε καὶ χρῆσθαι τοὺς δημηγοροῦντας. τὸ γὰρ στασιάζειν πρὸς αὑτοὺς καὶ κατηγορεῖν ἀλλήλων ἄνευ κρίσεως, οὐδείς ἐστιν οὕτως ἀγνώμων ὅστις οὐ φήσειεν ἂν βλάβην εἶναι τοῖς πράγμασιν. ἐγὼ δʼ οἴομαι τούτους μὲν ἂν εἶναι βελτίους, εἰ τὴν πρὸς αὑτοὺς φιλονικίαν ἐπὶ τοὺς τῆς πόλεως ἐχθροὺς τρέψαντες ἐδημηγόρουν· ὑμῖν δὲ παραινῶ μὴ συστασιάζειν μηδετέροις τούτων, μηδʼ ὅπως ἅτεροι κρατήσουσι σκοπεῖν, ἀλλʼ ὅπως ὑμεῖς ἅπαντες τῶν ἐχθρῶν περιέσεσθε.

εὔχομαι δὲ τοῖς θεοῖς τοὺς ἢ φιλονικίας ἢ ἐπηρείας ἤ τινος ἄλλης ἕνεκʼ αἰτίας ἄλλο τι, πλὴν ἅ ποθʼ ἡγοῦνται συμφέρειν, λέγοντας παύσασθαι· τὸ γὰρ καταρᾶσθαι συμβουλεύοντʼ ἴσως ἔστʼ ἄτοπον. αἰτιασαίμην μὲν οὖν ἔγωγʼ ἂν οὐδένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ κακῶς τὰ πράγματʼ ἔχειν ἀλλʼ ἢ πάντας τούτους· οἴομαι δὲ δεῖν παρὰ μὲν τούτων ἐφʼ ἡσυχίας λόγον ὑμᾶς λαβεῖν, νῦν δʼ ὑπὲρ τῶν παρόντων, ὅπως ἔσται βελτίω, σκοπεῖν.

ἐβουλόμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην σπουδὴν ἐνίους τῶν λεγόντων ποιεῖσθαι ὅπως τὰ βέλτιστʼ ἐροῦσιν, ὅσηνπερ ὅπως εὖ δόξουσι λέγειν, ἵνʼ οὗτοι μὲν ἀντὶ τοῦ δεινοὶ λέγειν ἐπιεικεῖς ἐνομίζοντʼ εἶναι, τὰ δʼ ὑμέτερα, ὥσπερ ἐστὶν προσῆκον, βέλτιον εἶχεν. νῦν δʼ ἔνιοί μοι δοκοῦσι παντάπασι τὴν ἀπὸ τοῦ λόγου δόξαν ἠγαπηκότες τῶν μετὰ ταῦτα συμβησομένων ὑμῖν μηδὲν φροντίζειν.

καὶ δῆτα θαυμάζω, πότερά ποθʼ οἱ τοιοῦτοι λόγοι τὸν λέγονθʼ ὁμοίως πεφύκασιν ἐξαπατᾶν ὥσπερ πρὸς οὓς ἂν λέγωνται, ἢ συνιέντες οὗτοι τἀναντία τοῖς δοκοῦσιν ἑαυτοῖς εἶναι βελτίστοις δημηγοροῦσιν. εἰ μὲν γὰρ ἀγνοοῦσιν ὅτι τὸν μέλλοντα πράξειν τὰ δέοντα οὐκ ἐπὶ τῶν λόγων θρασύν, ἀλλʼ ἐπὶ τῆς παρασκευῆς ἰσχυρὸν εἶναι δεῖ, οὐδʼ ἐπὶ τῷ τοὺς ἐχθροὺς μὴ δυνήσεσθαι θαρρεῖν, ἀλλʼ ἐπὶ τῷ κἂν δύνωνται κρατήσειν, τὰ τῶν λόγων ἀστεῖʼ ὡς ἔοικεν τοῦ τὰ μέγιστʼ αἰσθάνεσθαι κεκώλυκεν αὐτούς. εἰ δὲ ταῦτα μὲν μηδʼ ἂν φήσαιεν ἀγνοεῖν, πρόφασις δʼ ἄλλη τις ὕπεστι διʼ ἣν ταῦτα προαιροῦνται, πῶς οὐ χρὴ φαύλην ταύτην ὑπολαμβάνειν, ἥτις ποτʼ ἐστίν;

ἐγὼ δʼ οὐκ ἀποτρέψομαι λέγειν ἃ δοκεῖ μοι, καίπερ οὕτωσ ὁρῶν ἠγμένους ὑμᾶς· καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθʼ ὑμῖν καταδεῖσαι. ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐδὲ τὰ νῦν δοκοῦντʼ ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ τοὺς λόγους ἠκούσατʼ ἐξ ὧν ἐπείσθητε.

ὥσπερ ἂν τοίνυν, εἰ νόμισμʼ ἐκρίνεθʼ ὁποῖόν τί ποτʼ ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε, οὕτω καὶ τὸν λόγον ἀξιῶ τὸν εἰρημένον ἐξ ὧν ἀντειπεῖν ἡμεῖς ἔχομεν σκεψαμένους, ἐὰν μὲν συμφέρονθʼ εὕρητε, ἀγαθῇ τύχῃ πείθεσθαι, ἂν δʼ ἄρʼ ἕκαστα λογιζομένοις ἀλλοιότερος φανῇ, πρὶν ἁμαρτεῖν μεταβουλευσαμένους, τοῖς ὀρθῶς ἔχουσιν χρήσασθαι.

μάλιστα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλοίμην ἂν ὑμᾶς ἃ μέλλω λέγειν πεισθῆναι· εἰ δʼ ἄρα τοῦτʼ ἄλλῃ πῃ συμβαίνοι, ἐμαυτῷ γʼ ἂν εἰρῆσθαι πρὸ παντὸς αὐτὰ δεξαίμην. ἔστι δʼ οὐ μόνον, ὡς δοκεῖ, τὸ πρὸς ὑμᾶς εἰπεῖν χαλεπὸν τὰ δέοντα, ἀλλὰ καὶ καθʼ αὑτὸν σκοπούμενον εὑρεῖν. γνοίη δʼ ἄν τις, εἰ μὴ τὸν λόγον ὑμᾶς, ἀλλὰ τὰ πράγματʼ ἐφʼ ὧν ἐστε σκέψεσθαι νομίσαι, καὶ πλείω σπουδὴν τοῦ δοκεῖν ἐπιεικὴς εἶναι ἢ τοῦ δεινὸς εἰπεῖν φανῆναι ποιοῖτο.

ἐγὼ γοῦν ʽοὕτω τί μοι ἀγαθὸν γένοιτὀ ἐπειδὴ περὶ τῶν παρόντων ἐπῄει μοι σκοπεῖν, λόγοις μὲν καὶ μάλʼ ἀφθόνοις, οὓς οὐκ ἂν ἀηδῶς ἠκούεθʼ ὑμεῖς, ἐνετύγχανον. καὶ γὰρ ὡς δικαιότατοι τῶν Ἑλλήνων ἐστέ, πόλλʼ ὄντʼ εἰπεῖν καὶ ἑώρων καὶ ὁρῶ, καὶ ὡς ἀρίστων προγόνων, καὶ πολλὰ τοιαῦτα. ἀλλὰ ταῦτα μὲν τὸν χρόνον ἡσθῆναι ποιήσανθʼ ὅσον ἂν ῥηθῇ, μετὰ ταῦτʼ οἴχεται·

δεῖ δὲ πράξεώς τινος τὸν λέγοντα φανῆναι σύμβουλον, διʼ ἣν καὶ μετὰ ταῦτʼ ἀγαθοῦ τινος ὑμῖν ἔσται παρουσία. τοῦτο δʼ ἤδη καὶ σπάνιον καὶ χαλεπὸν πεπειραμένος οἶδʼ ὂν εὑρεῖν. οὐδὲ γὰρ αὔταρκες τὸ ἰδεῖν ἐστι τὰ τοιαῦτα, ἂν μὴ καὶ πεῖσαί τις τοὺς συναρουμένους ὑμᾶς δυνηθῇ. οὐ μὴν ἀλλʼ ἐμὸν μὲν ἔργον εἰπεῖν ἴσως ἃ πέπεικʼ ἐμαυτὸν συμφέρειν, ὑμέτερον δʼ ἀκούσαντας κρῖναι, κἂν ἀρέσκῃ, χρῆσθαι.

οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, πρῴην, ὅτε τῶν ἀντιλέγειν βουλομένων οἷς ὁ δεῖνʼ ἔλεγεν οὐκ ᾤεσθʼ ἀκούειν χρῆναι, ὅτι συμβήσεται τοῦθʼ ὃ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν. ἂν τοίνυν ταὔθʼ ἅπερ πρότερον ποιήσητε, καὶ τῶν τοῖς τότε δόξασι συνειπεῖν βουλομένων μὴ ʼθελήσητʼ ἀκοῦσαι, πάλιν ταῦτʼ εἰς τὴν ἑτέραν ἐκκλησίαν οὗτοι λαβόντες τούτων κατηγορήσουσιν.

οὐδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε τὰ πράγματα χείρω γένοιτʼ ἄν, οὔθʼ ὑμεῖς ἀτοπώτεροι φανείητε, ἢ εἰ μήτε τῶν δοξάντων ὑμῖν πέρας μηδὲν ἔχειν δοκοίη, μήτʼ ἀφέντες ἃ μὴ συμφέρει, τῶν πρὸ ὁδοῦ τι περαίνοιτε, εἴητε δʼ ὥσπερ τὰ θέατρα τῶν προκαταλαμβανόντων. μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ πονήσαντες τὸν πόνον τοῦτον καὶ παρασχόντες ἴσους ἀκροατὰς ἀμφοτέροις ὑμᾶς αὐτοὺς πρῶτον μὲν ἕλεσθʼ ὅ τι καὶ ποιήσετε, ἔπειθʼ ὑπολαμβάνετε, ἐάν τις ἐναντιῶται τοῖς ἅπαξ οὕτω δοκιμασθεῖσι, πονηρὸν καὶ κακόνουν ὑμῖν.

τὸ μὲν γὰρ λόγου μὴ τυχόντα πεπεῖσθαι βέλτιον τῶν ὑμῖν δοκούντων αὐτὸν ἐντεθυμῆσθαι συγγνώμη· τὸ δʼ ἀκουσάντων ὑμῶν καὶ διακρινάντων ἔτʼ ἀναισχυντεῖν, καὶ μὴ συγχωρεῖν ἐνδόντα τῇ τῶν πλειόνων γνώμῃ, ἄλλην τινʼ ἂν ὑποψίαν οὐχὶ δικαίαν ἔχειν φανείη. ἐγὼ μὲν δὴ σιωπᾶν ἂν ᾤμην δεῖν ἐν τῷ παρόντι, εἰ μένοντας ὑμᾶς ἑώρων ἐφʼ ὧν ἔδοξεν· εἰμὶ γὰρ τῶν ἐκεῖνα πεπεισμένων συμφέρειν ὑμῖν· ἐπειδὴ δʼ ὑπὸ τῶν παρὰ τούτων λόγων μεταβεβλῆσθαί μοί τινες δοκοῦσιν, ὡς οὔτʼ ἀληθῆ λέγουσιν οὔθʼ ὑμῖν συμφέροντα, ἴσως μὲν εἰδότας, οὐ μὴν ἀλλʼ εἰ καὶ τυγχάνετʼ ἀγνοοῦντες, διδάξω.

ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τότε πείθειν ὑμᾶς ὅ τι ἄριστον ἕκαστος ἡγεῖτο, ὅτʼ ἐβουλεύεσθε τὸ πρῶτον περὶ τούτων, ἵνα μὴ συνέβαινεν ἃ δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν ὑμῖν δοξάντων, παρανοίας θʼ ὑμεῖς κατεγιγνώσκεθʼ ὑμῶν αὐτῶν μεταβουλευόμενοι. ἐπειδὴ δὲ σιωπήσαντες τότε νῦν ἐπιτιμῶσί τινες, βούλομαι μικρὰ πρὸς αὐτοὺς εἰπεῖν.

ἐγὼ γὰρ θαυμάζω τὸν τρόπον τῆς πολιτείας τῆς τούτων, μᾶλλον δʼ ἡγοῦμαι φαῦλον. εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται, συκοφαντῶν ἔργον, οὐχ, ὡς φασίν, εὔνων ποιοῦσιν ἀνθρώπων. ἡδέως δʼ ἂν ἐροίμην αὐτούς ʽκαὶ μηδεμιᾶς λοιδορίας ὃ μέλλω λέγειν ἀρχὴ γενέσθὠ τί δὴ τἄλλʼ ἐπαινοῦντες Λακεδαιμονίους, ὃ μάλιστʼ ἄξιόν ἐστιν τῶν παρʼ ἐκείνοις ἄγασθαι, τοῦτʼ οὐ μιμοῦνται, μᾶλλον δʼ αὐτὸ τοὐναντίον ποιοῦσιν;

φασὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δʼ ἐπικυρωθῇ, ταῦθʼ ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅσʼ ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δʼ αὐτοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθʼ ἑαυτοῖς περαίνειν, οὐ μὰ Δίʼ οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν, πάντʼ ἀνηλώκαμεν τὸν χρόνον,

κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες, ἂν δʼ ἐξ εἰρήνης πόλεμόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δʼ ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερʼ αὐτῶν πράττειν, οὐδὲ τοῦτον ὀρθῶς λέγειν φάσκοντες, ὅλως δʼ αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. τί οὖν , ἄν τις εἴποι, σὺ παραινεῖς, ἐπειδὴ ταῦτʼ ἐπιτιμᾷς ; ἐγὼ νὴ Δίʼ ἐρῶ.

πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ πάνυ μοι δοκεῖ τις ἂν εἰκότως περὶ ὑμῶν δεῖσαι, μὴ παρὰ τὸ τῶν συμβουλευόντων οὐκ ἐθέλειν ἀκούειν χεῖρον βουλεύσησθε. πρῶτον μὲν γὰρ ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ τῶν πραγμάτων ὑμῖν αὐτόματα, ὡς ἂν εὔξαισθε, παρίστησιν, ἐπεὶ τῇ γε τῶν προεστηκότων προνοίᾳ βραχέʼ αὐτῶν εἶχεν ἂν καλῶς. ἔπειθʼ ὑμεῖς οὐ μόνον τοὺς λόγους οὓς ἂν ἕκαστος εἴποι πρόϊστε, ἀλλὰ καὶ ὧν ἕνεκʼ αὐτῶν ἕκαστος δημηγορεῖ, εἰ δὲ μὴ φιλαπέχθημον ἦν, εἶπον ἂν καὶ πόσου.

τὸν δὴ τοῦ φενακίζεσθαι χρόνον ὡς εἰς μικρότατον συνάγοντες σωφρονεῖν ἔμοιγε δοκεῖτε. εἰ μὲν δή τι τῶν αὐτῶν ἔμελλον τοῖς ἄλλοις ἐρεῖν, οὐκ ἂν ᾤμην δεῖν λέγων ἐνοχλεῖν. νῦν δὲ συμφέροντα μὲν ὑμῖν ἀκοῦσαι, παντάπασι δʼ ἀφεστηκότα τῶν ὑπὸ τῶν πολλῶν προσδοκωμένων οἴομαι λόγον ἐρεῖν. βραχὺς δʼ ἔσται. σκέψασθε δʼ ἀκούσαντες, κἂν ὑμῖν ἀρέσκῃ, χρήσασθε.

καὶ βραχεῖαν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δικαίαν ποιήσομαι τὴν ἀρχὴν τοῦ λόγου· καὶ οὕτω δὲ τὰ πάντʼ ἐρῶ. ἡγοῦμαι γὰρ ἐξαπατᾶν μὲν εἶναι βουλομένου σκοπεῖν ὅντινʼ ὑμᾶς τρόπον τοὺς ἀκούοντας τὰ τοῦ πράγματος δυσχερῆ τῷ λόγῳ συγκρύψεται, ἁπλῶς δὲ πεπεικότος αὑτὸν ὑμῖν προσφέρεσθαι τοῦτο πρῶτον εἶναι, εἰπεῖν πότερʼ ἐγνωκὼς παρελήλυθεν,

ἵνʼ ἐὰν μὲν ἀκούσαντες τοῦτο τοὺς μετὰ ταῦτα λόγους βούλησθʼ ἀκούειν, καὶ διδάσκῃ καὶ φράζῃ τὰ βέλτισθʼ αὑτῷ δοκοῦντα, ἂν δʼ ἀποδοκιμάσητε, ἀπηλλαγμένος ᾖ καὶ μήθʼ ὑμῖν ἐνοχλῇ μήθʼ αὑτὸν κόπτῃ. ἐγὼ δὴ τοῦτο πρῶτον ἐρῶ. ἐμοὶ δοκεῖ Μυτιληναίων ὁ δῆμος ἠδικῆσθαι, καὶ δίκην ὑμῖν ὑπὲρ αὐτοῦ προσήκειν λαβεῖν. καὶ ὅπως λήψεσθʼ ἔχω λέγειν, ἐπειδὰν ὡς ἠδίκηνται καὶ ὑμῖν προσήκει βοηθεῖν ἐπιδείξω.

πρῶτον μὲν οὐ πάνυ θαυμαστόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὴ ῥᾳδίους τοῖς συμβουλεύειν βουλομένοις εἶναι τοὺς λόγους· ὅταν γὰρ τὰ πράγματʼ ἔχῃ φαύλως περὶ ὧν δεῖ σκοπεῖν, δυσχερεῖς ἀνάγκη περὶ αὐτῶν εἶναι καὶ τὰς συμβουλίας. εἰ μὲν οὖν ἐκ τοῦ μὴ ʼθέλειν ἀκούειν ἐλπὶς ταῦτα γενέσθαι βελτίω, τοῦτο χρὴ πράττειν· εἰ δὲ χείρω μὲν ἅπαντα, βέλτιον δʼ οὐδὲν ἐκ τούτου γενήσεται, τί δεῖ, πρὸς τὸ φαυλότατον ἐλθεῖν ἐάσαντας, ἐκ πλείονος ἢ νῦν καὶ χαλεπωτέρως σῴζειν πειρᾶσθαι, ἐξὸν ἐκ τῶν παρόντων ἔτι καὶ νῦν ἐπανορθώσασθαι καὶ προαγαγεῖν ἐπὶ τὸ βέλτιον;

τὸ μὲν οὖν ὀργίλως ὑμᾶς ἔχειν εἰκός ἐστιν ταῦτα πάσχοντας· τὸ δὲ μὴ τοῖς αἰτίοις, ἀλλὰ πᾶσιν ἐφεξῆς ὀργίζεσθαι, τοῦτʼ οὐκέτʼ εἰκὸς οὐδʼ ὀρθῶς ἔχον ἐστίν. οἱ γὰρ μηδενὸς μὲν αἴτιοι τῶν παρεληλυθότων, τὰ δὲ λοιπὰ πῶς ἔσται βελτίω λέγειν ἔχοντες, χάριν, οὐκ ἀπέχθειαν κομίσαιντʼ ἂν δικαίως παρʼ ὑμῶς· οὕς, ἐὰν ἀκαίρως δυσκολαίνητε, ὀκνεῖν ἀνίστασθαι ποιήσετε.

καίτοι ἔγωγʼ οὐκ ἀγνοῶ, ὅτι πολλάκις οὐ τοῖς αἰτίοις, ἀλλὰ τοῖς ἐμποδὼν οὖσι τοῖς ὀργιζομένοις ἀηδές τι παθεῖν συνέβη· ὅμως δʼ ἀνέστην συμβουλεύσων· πιστεύω γὰρ ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φλαύρου μὲν μηδενὸς αἴτιος ὢν εὑρεθήσεσθαι, βελτίω δʼ ἑτέρων ὑμῖν ἔχειν συμβουλεῦσαι.

τὰ μὲν γεγενημένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦθʼ οἷα πάντες ἀκηκόατε· δεῖ δʼ ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖσθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντʼ ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθʼ ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ ταῦτʼ ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον καὶ τῆς ὑμετέρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτʼ ἂν ὑμεῖς εἶναι, ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνεσθαι.

ἐγὼ δʼ οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐδʼ ἀτυχεῖν ὑμᾶς οὐδέν· εἰ δʼ ἄρʼ ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτʼ ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγενημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας· ἃ δʼ ἂν διʼ ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς ἥττας.

οἴομαι μὲν οὖν οὐδὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημʼ ἢ καὶ τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον· εἰ δʼ ἄρʼ ἐπῆρκε τὸ πρᾶγμʼ αὐτοὺς θρασύνεσθαι, κἂν τοῦτο πρὸς ὑμῶν ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται.

οὔ μοι δοκεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ἧς οἴεσθε πόλεως νυνὶ μόνον βουλεύεσθαι, ἀλλʼ ὑπὲρ πασῶν τῶν συμμαχίδων. ὅπως γὰρ ἂν περὶ ταύτης γνῶτε, πρὸς ταῦτʼ εἰκὸς ἀποβλέποντας τοὺς ἄλλους καὶ αὑτοὺς τῶν αὐτῶν τεύξεσθαι νομίζειν. ὥστε δεῖ καὶ τοῦ βελτίστου καὶ τῆς ὑμετέρας αὐτῶν ἕνεκα δόξης σπουδάσαι, ὅπως ἅμα καὶ συμφέροντα καὶ δίκαια φανήσεσθε βουλευόμενοι.

ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν· ὧν οἱ πλεῖστοι τῶν παρʼ ὑμῶν ἐκπλεόντων οὐ τοὺς ὑμετέρους φίλους, οὓς διὰ παντὸς τοῦ χρόνου τῶν αὐτῶν κινδύνων μετεσχηκότας παρειλήφασιν, τούτους θεραπεύειν οἴονται δεῖν, ἀλλʼ ἰδίους φίλους ἕκαστος ἑαυτῷ κατασκευάσας ὑμᾶς ἀξιοῖ τοὺς αὑτῶν κόλακας καὶ ὑμετέρους ἡγεῖσθαι φίλους· οὗ πᾶν ἐστι τοὐναντίον.

οὔτε γὰρ ἐχθροτέρους οὔτʼ ἀναγκαίους μᾶλλον ἐχθροὺς ἂν τούτων εὕροιτε. ὅσῳ γὰρ πλείω παρακρουόμενοι πλεονεκτοῦσιν, τοσούτῳ πλειόνων ὀφείλειν ἡγοῦνται δίκην δοῦναι· οὐδεὶς δʼ ἂν γένοιτʼ εὔνους τούτοις ὑφʼ ὧν ἄν τι κακὸν πείσεσθαι προσδοκᾷ. τοῦ μὲν οὖν κατηγορεῖν ἴσως οὐχ ὁ παρὼν καιρός· ἃ δʼ ἡγοῦμαι συμφέρειν ὑμῖν, ταῦτα συμβουλεύσω.

οὐδένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων ὑμῶν οὕτως οἴομαι κακόνουν εἶναι τῇ πόλει ὥστε μὴ χαλεπῶς φέρειν μηδὲ λυπεῖσθαι τοῖς γεγενημένοις. εἰ μὲν τοίνυν ἀγανακτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι τούτων, τοῦτʼ ἂν ἔγωγε παρῄνουν ὑμῖν ἅπασιν· ἐπειδὴ δὲ ταῦτα μὲν οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δʼ ὑπὲρ τῶν λοιπῶν προνοηθῆναι ὅπως μὴ ταὐτὰ πείσεσθε, ὥσπερ, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν γεγενημένων ἀγανακτεῖτε, οὕτω χρὴ σπουδάσαι ὑπὲρ τοῦ μὴ πάλιν ταὐτὰ συμβῆναι, καὶ νομίζειν μηδένʼ ἔχειν λόγον εἰπεῖν τῶν συμβουλευόντων τοιοῦτον, ὃς δυνήσεται σῷσαι τὰ παρόντα μηδενὸς ὑμῶν μηδὲν συναραμένου· οὐ γὰρ ἂν λόγος, ἀλλὰ θεός τις ὁ τοιοῦτος εἴη.

ἡ μὲν οὖν ἀρχὴ τοῦ ταῦθʼ οὕτως ἔχειν ἐκεῖθεν ἤρτηται, ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν, ὡς οὔτʼ εἰσφέρειν οὔτε στρατεύεσθαι δεῖ, πάντα δʼ αὐτόματʼ ἔσται. ἔδει μὲν οὖν ταῦθʼ ὑπʼ ἄλλου τινὸς ἐξελέγχεσθαι μετὰ τοῦ λυσιτελοῦντος ἐλέγχου τῇ πόλει· δοκεῖ δέ μοι τρόπον τινὰ καὶ νῦν ἀμείνων ἡ τύχη περὶ ὑμᾶς τῶν ἐφεστηκότων εἶναι.

τὸ μὲν γὰρ ἕκαστʼ ἀπόλλυσθαι τῆς τῶν ἐπιμελουμένων κακίας σημεῖον προσήκει ποιεῖσθαι· τὸ δὲ μὴ πάλαι πάντʼ ἀπολωλέναι τῆς ὑμετέρας τύχης εὐεργέτημʼ ἔγωγε κρίνω. ἐν ᾧ τοίνυν ἡ τύχη διαλείπει καὶ τοὺς ἐχθροὺς ἀνέχει, τῶν λοιπῶν ἐπιμελήθητε. εἰ δὲ μή, σκοπεῖθʼ ὅπως μὴ ἅμα τούς τʼ ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρινεῖτε, καὶ τὰ πράγμαθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κλινεῖ. οὐ γὰρ ἔσθʼ ὅπως ταῦτʼ ἄνευ μεγάλου τινὸς κακοῦ στήσεται, μηδενὸς ἀντιλαμβανομένου.

οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἄλογον, τοὺς ἀεὶ καὶ συνεχῶς ὑπὲρ τῶν ὀλιγαρχιῶν πολιτευομένους καὶ νῦν ταῦτα ποιοῦντας ἐξελέγχεσθαι. ἀλλʼ ἐκεῖνο μᾶλλον ἄν τις εἰκότως θαυμάσαι, τὸ τοὺς εἰδότας ὑμᾶς ταῦτα πολλάκις ἥδιον τούτων ἀκούειν ἢ τῶν ὑπὲρ ὑμῶν λεγόντων. ἴσως μὲν οὖν ὥσπερ οὐδʼ ἰδίᾳ ῥᾴδιόν ἐστιν ἅπαντʼ ὀρθῶς πράττειν, οὕτως οὐδὲ κοινῇ·

ἀλλʼ οὐ δὴ τὰ μέγιστά γε χρὴ παρορᾶν. τὰ μὲν οὖν ἄλλα πάντʼ ἐστὶν ἐλάττω· ὅταν δʼ ὑπὲρ πολιτείας καὶ σφαγῶν καὶ δήμου καταλύσεως εὐχερῶς ἀκούητε, πῶς οὐκ ἔξω χρὴ τοῦ φρονεῖν ὑμᾶς αὐτοὺς ἡγεῖσθαι; οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι τοῖς ἑτέρων παραδείγμασι χρώμενοι μᾶλλον εὐλαβεῖς αὐτοὶ γίγνονται· ὑμεῖς δʼ οὐδὲ τὰ τοῖς ἄλλοις συμβαίνοντʼ ἀκούοντες φοβηθῆναι δύνασθε, ἀλλʼ ἃ τοὺς ἰδίᾳ περιμένοντας ἀβελτέρους νομίζετε, ταῦτʼ αὐτοὶ δημοσίᾳ μοι δοκεῖτʼ ἀναμένειν παθόντες αἰσθέσθαι.

οὐδεὶς πώποτʼ ἴσως ὑμῶν ἐζήτησεν, ὦ ἄνδρες Ἀθηναῖοι, τί δήποθʼ οἱ κακῶς πράττοντες ἄμεινον περὶ τῶν πραγμάτων τῶν εὖ πραττόντων βουλεύονται. ἔστι δʼ οὐχ ἑτέρωθέν ποθεν τοῦτο γιγνόμενον, ἀλλʼ ὅτι συμβαίνει τοῖς μὲν μήτε φοβεῖσθαι μηδὲν μήθʼ ἅν τις λέγοι δεινὰ προσήκονθʼ αὑτοῖς ἡγεῖσθαι, τοὺς δὲ πλησίον ὄντας τῶν ἁμαρτημάτων, ὅταν εἰς τὸ κακῶς πράττειν ἀφίκωνται, σώφρονας πρὸς τὰ λοιπὰ καὶ μετρίους ὑπάρχειν.

σπουδαίων τοίνυν ἐστὶν ἀνθρώπων, ὅταν βελτίστῃ τῇ παρούσῃ τύχῃ χρῶνται, τότε πλείω τὴν σπουδὴν πρὸς τὸ σωφρονεῖν ἔχειν· οὐδὲν γὰρ οὔτε φυλαττομένοις οὕτω δεινὸν ὥστʼ ἀφύλακτον εἶναι, οὔτʼ ὀλιγωροῦσιν ἀπροσδόκητον παθεῖν. λέγω δὲ ταῦτʼ οὐχ ἵνα τὴν ἄλλως ὑμᾶς δεδίττωμαι, ἀλλʼ ἵνα μὴ διὰ τὴν παροῦσαν εὐπραξίαν, ἃ γένοιτʼ ἄν, εἰ μὴ προνοήσεσθε τῶν πραγμάτων, δείνʼ ἀκούοντες καταφρονῆτε, ἀλλʼ ἄνευ τοῦ παθεῖν, ὥσπερ ἐστὶν προσῆκον φάσκοντάς γε μηδένων ἀπολείπεσθαι τῷ σωφρονεῖν, φυλάξησθε.

οὐχὶ τὸν αὐτὸν εἶναι καιρὸν ὑπείληφʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τε χαρίζεσθαι καὶ τοῦ τὰ δοκοῦντά μοι βέλτιστα παραινεῖν. πολλάκις γὰρ ὁρῶ τὸ χαρίζεσθαί τι παρὰ γνώμην πλείονʼ ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι. εἰ μὲν οὖν ἅπαντες ἐγιγνώσκετε ταὐτά, οὔτʼ ἄν, εἴ μοι τὰ δέοντʼ ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον, περίεργον ἡγούμενος τοῖς ἀφʼ αὑτῶν ἃ χρὴ ποιοῦσι λέγειν, οὔτʼ ἂν εἰ τοὐναντίον· μᾶλλον γὰρ ἂν ἡγησάμην ἕνʼ ὄντʼ ἐμαυτὸν ἀγνοεῖν τὰ κράτιστʼ ἢ πάντας ὑμᾶς.

ἐπειδὴ δʼ ὁρῶ τινὰς ὑμῶν ταὐτὰ μὲν γιγνώσκοντας ἐμοί, τἀναντία δʼ ἄλλοις, πειράσομαι μετὰ τούτων τοὺς ἑτέρους πεῖσαι. εἰ μὲν οὖν οἰήσεσθε δεῖν μὴ ʼθέλειν ἀκούειν, οὐκ ὀρθῶς ποιήσετε· ἂν δʼ ἀκούσητε σιωπῇ καὶ τοῦθʼ ὑπομείνητε, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν ὑπάρξει· ἢ γὰρ πεισθήσεσθε, ἄν τι δοκῶμεν λέγειν συμφέρον, ἢ βεβαιότερον περὶ ὧν ἐγνώκατʼ ἔσεσθε πεπεισμένοι. ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθʼ ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ, μετʼ ἐλέγχου τὰ δεδογμένα νῦν ὑμεῖς ἔσεσθʼ ᾑρημένοι.

βουλοίμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν ηὐδοκίμηκε λέγων παρʼ ὑμῖν ὁ δεῖνα, ἐπὶ τῶν ἔργων πραττομένων ἴσον αὐτῷ τὸν ἔπαινον γενέσθαι· οὔτε γὰρ τούτῳ κακόνους εἰμὶ μὰ τοὺς θεοὺς ὑμῖν τʼ ἀγαθὸν ἄν τι γίγνεσθαι βουλοίμην. ἀλλʼ ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ κεχωρισμένον ᾖ λόγον εἰπεῖν εὖ καὶ προελέσθαι πράγματα συμφέροντα, καὶ τὸ μὲν ῥήτορος ἔργον ᾖ, τὸ δὲ νοῦν ἔχοντος ἀνθρώπου.

ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθʼ οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθʼ ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις· τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα· νοῦν δʼ ἔχειν ὀφείλεθʼ ὁμοίως καὶ μᾶλλον τούτων· αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλʼ ἑορακέναι τοῦτʼ ἐμποιοῦσι. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, φανῆτʼ ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθʼ ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δʼ ἐπικίνδυνοι.

αὐτίκα γὰρ τὸ μὴ ʼπιτρέπειν τοῖς ἀδικοῦσιν, ὁρᾶθʼ ὡς καλὸν τὸ ῥῆμα. ἀποβλέψατε δὴ πρῶτον πρὸς τὸ ἔργον αὐτό. δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητʼ ἔργῳ ληψομένους. εἰπεῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα πέφυκε ῥᾴδιον, πρᾶξαι δʼ οὐχ ἅπαντα. οὐ γὰρ ἴσος πόνος καὶ ἱδρὼς πρό τε τοῦ λέγειν καὶ πρὸ τοῦ πράττειν ἐστίν.

ἐγὼ δʼ οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων ʽκαὶ γὰρ ἂν μαινοίμην̓, ἀλλʼ ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλʼ ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι.

ὅσην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεποίηνται σπουδὴν οἱ πρέσβεις κατηγορῆσαι τῆς πόλεως ἡμῶν, ἅπαντες ἑοράκατε· πλὴν γὰρ οὐκ ἔχω τίνος εἴπω, τἄλλα πάνθʼ ὑμῖν ἀναθεῖναι πεπείρανται. εἰ μὲν οὖν ἦσαν αὐτῶν ἀληθεῖς αἱ κατηγορίαι, χάριν γʼ εἴχετʼ εἰκότως ἄν, εἰ πρὸς ὑμᾶς οὕτως ὑμῶν κατηγόρουν καὶ μὴ πρὸς ἄλλους.

ἐπειδὴ δὲ διαστρέψαντες τἀληθῆ, καὶ τὰ μὲν παραβαίνοντες, ἀφʼ ὧν ἂν μεγάλους ἐπαίνους κομίσαισθε δικαίως, τὰ δʼ αἰτιασάμενοι ψευδῆ καὶ οὐ προσήκονθʼ ὑμῖν, κέχρηνται τῷ λόγῳ, πονηροὺς δίκαιον αὐτούς, ἐπειδὰν ἐξελεγχθῶσι ταῦτα πεποιηκότες, νομίζειν. εἰ γὰρ ῥήτορες δεινοὶ μᾶλλον εἶναι δοκεῖν ἢ μετʼ ἀληθείας ἐπιεικεῖς ἄνθρωποι νομίζεσθαι προείλοντο, οὐδʼ αὐτοὶ καλοκἀγαθίας ἂν ὡς ἔοικεν ἀμφισβητοῖεν.

ἔστι μὲν οὖν χαλεπὸν τὸ παρʼ ὑμῖν ὑπὲρ ὑμῶν ἐροῦντʼ ἀνεστηκέναι, ὥσπερ ῥᾴδιον τὸ καθʼ ὑμῶν. ἐγὼ γὰρ μὰ τὴν Ἀθηνᾶν οὐδένας ἂν τῶν ἄλλων ἀνθρώπων οὕτως οἶμαι τὰ προσόνθʼ αὑτοῖς ἀκοῦσαι νουθετουμένους, ὡς ὑμεῖς τὰ μὴ προσήκοντα κακῶς ἀκούοντες. οὐ μὴν οὐδὲ τούτους θρασέως ἂν οὕτως ἡγοῦμαι ψεύδεσθαι, εἰ μὴ συνῄδεσαν ταῦτα, καὶ πρόδηλον ἦν ὅτι

δεινότατοι πάντων ὑμεῖς ἐστʼ ἀκούειν ὅ τι ἄν τις καθʼ ὑμῶν λέγῃ. εἰ μὲν οὖν ταύτης τῆς εὐηθείας δίκην ὑμᾶς δεῖ διδόναι, λόγους οὐ προσήκοντας κατὰ τῆς πόλεως ἀκούειν τοῦτʼ ἂν εἴη. εἰ δʼ ὑπὲρ τῶν ἀληθῶν εἴ τι δίκαιον ῥητέον, ἐπὶ τοῦτʼ ἐγὼ παρελήλυθα, πιστεύων οὐκ αὐτὸς ἀξίως τῶν ὑμῖν πεπραγμένων εἰπεῖν δυνήσεσθαι, ἀλλὰ τὰ πράγματα, ὅπως ἄν τις εἴπῃ, δίκαια φανεῖσθαι.

βουλοίμην δʼ ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἴσους ἀκροατὰς ὑπὲρ ὑμῶν αὐτῶν γενέσθαι, καὶ μὴ τῷ προῆχθαι τοὺς λόγους ἐπαινέσαι τοὺς τούτων φιλονικεῖν. οὐ γὰρ ἂν ὑμετέραν κακίαν οὐδεὶς ἔτι κρίναι, εἰ λέγοντός τινος εὖ παρεκρούσθητε, ἀλλὰ τῶν ἐπὶ τούτῳ σπουδὴν ποιησαμένων, ὅπως ὑμᾶς ἐξαπατήσουσιν.

οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φῆσαι, ἃ βέλτισθʼ ἕκαστος ἡγεῖται τῇ πόλει, βούλεσθαι ταῦτα πραχθῆναι. συμβαίνει δέ γε μὴ κατὰ ταὐτὸ κεκρίσθαι παρὰ πᾶσι τὸ βέλτιστον· οὐ γὰρ ἂν ὑμῶν οἱ μὲν λέγειν, οἱ δὲ μὴ λέγειν ἐκέλευον. πρὸς μὲν τοίνυν τοὺς ὑπειληφότας ταῦτα συμφέρειν οὐδενὸς δεῖ λόγου τῷ μέλλοντι λέγειν· πεπεισμένοι γὰρ ὑπάρχουσι· πρὸς δὲ τοὺς τἀναντία συμφέρειν ἡγουμένους βραχέʼ εἰπεῖν βούλομαι.

μὴ ʼθέλουσι μὲν οὖν ἀκούειν οὐκ ἔνι δήπου μαθεῖν, οὐδὲν μᾶλλον ἢ σιωπῶσιν μηδενὸς λέγοντος· ἀκούσασιν δὲ δυοῖν ἀγαθοῖν οὐκ ἔνι θατέρου διαμαρτεῖν. ἢ γὰρ πεισθέντες πάντες καὶ ταὔτʼ ἐγνωκότες κοινότερον βουλεύσεσθε, οὗ μεῖζον εἰς τὰ παρόντʼ οὐδὲν ἂν γένοιτʼ ἀγαθόν, ἢ μὴ δυνηθέντος τοῦ λέγοντος διδάξαι βεβαιότερον τοῖς ἐγνωσμένοις πιστεύσετε.

χωρὶς δὲ τούτων οὐδὲ καλὴν ὑποψίαν ἔχει ἥκειν μὲν εἰς τὴν ἐκκλησίαν ὡς ἐκ τῶν ῥηθησομένων τὸ κράτιστον ἑλέσθαι δέον, φανῆναι δέ, πρὶν ἐκ τῶν λόγων δοκιμάσαι, παρʼ ὑμῖν αὐτοῖς τι πεπεισμένους, καὶ τοῦθʼ οὕτως ἰσχυρὸν ὥστε μηδʼ ἐθέλειν παρὰ ταῦτʼ ἀκούειν.

ἴσως ὀχληρός, ὦ ἄνδρες Ἀθηναῖοι, τισὶν ὑμῶν εἶναι δοκῶ, πολλάκις λέγων περὶ τῶν αὐτῶν ἀεί. ἀλλʼ ἐὰν ὀρθῶς σκοπῆτε, οὐκ ἐγὼ φανήσομαι τούτου δίκαιος ὢν ἔχειν τὴν αἰτίαν, ἀλλʼ οἱ μὴ πειθόμενοι τοῖς ὑμετέροις ψηφίσμασιν. εἰ γὰρ ἐκεῖνοι τὸ πρῶτον ἐποίησαν ἃ ὑμεῖς προσετάξατε, οὐδὲν ἂν τὸ δεύτερον ἡμᾶς ἔδει λέγειν, οὐδʼ εἰ τὸ δεύτερον, αὖθις. νῦν δʼ ὅσῳ πλεονάκις τὰ προσήκονθʼ ὑμῖν ὑμεῖς ἐψηφίσασθε, τοσούτῳ μοι δοκοῦσιν ἧττον ἐκεῖνοι παρεσκευάσθαι ποιεῖν.

πρότερον μὲν οὖν ἔγωγε μὰ τοὺς θεοὺς οὐκ ᾔδειν πρὸς τί ποτʼ εἴη τοῦτʼ εἰρημένον ἀρχὴ ἄνδρα δείκνυσιν· νῦν δὲ κἂν ἄλλον μοι δοκῶ διδάξαι. οἱ γὰρ ἄρχοντες ἢ τινὲς αὐτῶν, ἵνα μὴ πάντας λέγω, τῶν μὲν ὑμετέρων ψηφισμάτων ἀλλʼ οὐδὲ τὸ μικρότατον φροντίζουσιν, ὅπως δὲ λήψονται. εἰ μὲν οὖν ἐνῆν δοῦναι, δικαίως ἂν αὐτὸ τοῦτό μοί τις ἐπέπληξεν, εἰ διὰ μικρὸν ἀνάλωμʼ ἐνοχλεῖν ὑμῖν ᾑρούμην· νῦν δʼ οὐκ ἔνι, καθάπερ οὐδὲ τούτους λέληθεν.

εἰ δʼ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με, ληροῦσιν. καὶ ταῦτʼ ἴσως βούλονται καὶ προσδοκῶσιν· ἐγὼ δʼ οὐ ποιήσω ταῦτα, ἀλλʼ ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή, τοὺς αἰτίους ὑμῖν ἀποφανῶ.

οὐδένʼ ἂν εὖ φρονοῦντʼ ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐχ ἁπάντων ἄριστόν ἐστιν τῇ πόλει μάλιστα μὲν ἐξ ἀρχῆς μηδὲν ἀσύμφορον πράττειν, εἰ δὲ μή, παρεῖναι εὐθὺς τοὺς ἐναντιωσομένους. δεῖ μέντοι τούτῳ προσεῖναι ἐθέλοντας ἀκούειν ὑμᾶς καὶ διδάσκεσθαι· οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα, ἂν μὴ τοὺς ἀκουσομένους ἔχῃ.

οὐ μὴν οὐδʼ ἐκεῖνʼ ἀλυσιτελὲς μετὰ ταῦτʼ ἂν φανείη, ὅσʼ ἄν τις ὑμᾶς ἢ διὰ καιρὸν ἢ διʼ ὥραν ἡμέρας ἢ διʼ ἄλλην τινʼ αἰτίαν παρακρούσηται, ταῦθʼ ὅταν ποτὲ βούλησθʼ ὑμῶν αὐτῶν ὄντες ἀκούειν, εἶναι τὸν ἐξετάσοντα πάλιν, ἵνʼ ἐὰν μὲν οἷά φασιν οἱ τότε πείσαντες φανῇ, προθυμότερον πράττηθʼ ὡς ἔλεγχον δεδωκότα, ἐὰν δʼ ἄρα μὴ τοιαῦθʼ εὑρεθῇ, πρὶν πορρωτέρω προελθεῖν ἐπίσχητε. καὶ γὰρ ἂν δεινὸν εἴη, εἰ τοῖς τοῦ κρατίστου διαμαρτοῦσι τὸ χείριστον ἀνάγκη πράττειν εἴη, καὶ μή, τὸ δεύτερον ἐκ τῶν λόγων, ἐξείη μεταβουλεύσασθαι.

τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἔγωγʼ ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, ὅταν τι πιστεύωσι δικαίως αὑτοῖς πεπρᾶχθαι· οὗτοι δʼ αὖ τοὐναντίον ἐγκαλοῦσιν, εἰ περὶ ὧν ἡμάρτετε νῦν ἀναθέσθαι βούλεσθε, τὴν ἀπάτην κυριωτέραν οἰόμενοι δεῖν εἶναι τῆς μετὰ τοῦ χρόνου βασάνου. τὴν μὲν οὖν τούτων σπουδὴν οὐδʼ ὑμῶν ἴσως ἀγνοοῦσιν οἱ πολλοί· δεῖ δʼ ὑπὲρ τῶν πραγμάτων, ἐπειδήπερ γέγονε λόγου τυχεῖν, ἅ τις ἡγεῖται κράτιστα, λέγειν.

ὅ τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δʼ οὖν, ἃ πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτʼ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ ὁ αὐτὸς ἔλεγχος, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι.

ἡ μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτʼ εὔνους ὢν τῇ πόλει· νῦν δʼ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθʼ αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος ἡ προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δʼ οἶδά ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτʼ ἀνοήτου δοκοῦντος εἶναι οὔτʼ ἀπείρου πολέμου,

Ἰφικράτους λέγω, ὃς ἔφη δεῖν οὕτω προαιρεῖσθαι κινδυνεύειν τὸν στρατηγὸν ὅπως μὴ τὰ ἢ τὰ γενήσεται, ἀλλʼ ὅπως τά· οὕτως γὰρ εἶπε τῷ ῥήματι. ἦν δὴ τοῦτο γνώριμον, ὅτι ὅπως καλῶς ἀγωνιεῖται ἔλεγεν. ἐπειδὰν μὲν τοίνυν ἐξέλθητε, ὃς ἂν ἡγῆται, κύριος ὑμῶν ἐστι· νῦν δʼ ἕκαστος ὑμῶν αὐτῶν στρατηγεῖ. δεῖ δὴ τοιαῦτα φανῆναι βεβουλευμένους διʼ ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκʼ ἐλπίδων τῆς παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε.

οὐδένʼ ἂν ᾠόμην, ὦ ἄνδρες Ἀθηναῖοι, πιστεύοντα τοῖς πεπραγμένοις ἐγκαλέσαι τοῖς καθιστᾶσιν εἰς λόγον ταῦτα· ὅσῳ γὰρ ἂν πλεονάκις ἐξετάζῃ τις αὐτά, ἀνάγκη τοὺς τούτων αἰτίους εὐδοκιμεῖν. οὐ μὴν ἀλλά μοι δοκοῦσιν αὐτοὶ φανερὸν καθιστάναι οὐκ ἐπί τῳ τῶν τῇ πόλει συμφερόντων πράξαντες. ὡς γοῦν ἐξελέγχεσθαι μέλλοντες, ἂν πάλιν εἰς λόγον ἔλθωσιν, φεύγουσι καὶ δεινὰ ποιεῖν ἡμᾶς φασιν. καίτοι ὅταν τοὺς ἐξελέγχειν βουλομένους δεινὰ ποιεῖν αἰτιᾶσθε, τί ἡμεῖς τοὺς ἡμᾶς αὐτοὺς ἐξηπατηκότας τηνικαῦτα λέγωμεν;

ἦν μὲν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην ὑπάρχειν παρʼ ὑμῶν ὀργὴν τοῖς ἐπιχειροῦσιν ὅσηνπερ τοῖς δυνηθεῖσιν ἐξαπατῆσαι. ὃ μὲν γὰρ ἦν ἐπὶ τούτοις, πεποίηται καὶ προήγαγον ὑμᾶς· τοῦ δὲ μὴ τέλος ταῦτʼ ἔχειν ἡ τύχη καὶ τὸ βέλτιον νῦν ὑμᾶς φρονεῖν ἢ ὅτʼ ἐξήχθηθʼ ὑπὸ τούτων, γέγονεν αἴτια. οὐ μὴν ἀλλʼ ἔγωγʼ οὕτω πόρρω νομίζω τὴν πόλιν εἶναι τοῦ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν ὥστʼ ἀγαπητὸν εἶναί μοι δοκεῖ, ἂν ὅπως μὴ πείσεσθε κακῶς δύνησθε φυλάττεσθαι· τοσαῦται τέχναι καὶ γοητεῖαι καὶ ὅλως ὑπηρεσίαι τινές εἰσιν ἐφʼ ὑμᾶς κατεσκευασμέναι. τῆς μὲν οὖν τούτων κακίας οὐκ ἂν ἐν τῷ παρόντι τις ἐν δέοντι μάλιστα κατηγορήσειεν· βούλομαι δʼ ὑπὲρ ὧν ἀνέστην, ἃ νομίζω συμφέροντʼ εἰπεῖν.

ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δʼ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι ʽἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖσ̓ ἀλλʼ ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθʼ, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν.

πλὴν γὰρ ὀλίγων ἴσως, ἵνα μὴ πάντας εἴπω, οὐδεὶς αὐτῶν ἅτερος θατέρῳ λοιδορεῖται, ἵνα βέλτιόν τι τῶν ὑμετέρων γίγνηται ʽπολλοῦ γε καὶ δεἶ, ἀλλʼ ἵνα, ἃ τὸν δεῖνά φησι ποιοῦντα ἂν δέῃ δεινότατʼ ἀνθρώπων ποιεῖν, ταῦτʼ αὐτὸς μετὰ πλείονος ἡσυχίας διαπράττηται.

ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλʼ ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρʼ ὑμῖν πώποτε βουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν; οὐδεὶς δήπου, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ διʼ ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν ἢ πρότερον πράττετε, οὗτοι δʼ οἱ πάνθʼ ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δʼ οὐδεὶς οὐδὲν πώποτʼ εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν; ὅτι φασὶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι δʼ οὐχ ὑμᾶς ἀλλʼ αὑτούς.

καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτʼ ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δʼ ἢ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. ᾗ γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐδʼ ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτʼ οὔτʼ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ, οὔτʼ αὔτʼ ἐξαρκεῖν δύναται.

καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ σπουδαῖον, ὅπερ ὑμεῖς εἰώθατε, καὶ ἡμᾶς προνοεῖν, ὅπως τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς ἕξει. ἡ μὲν οὖν ἡμετέρα γέγονεν ἐπιμέλειʼ ὑμῖν εἰς δέον· καὶ γὰρ ἐθύσαμεν τῷ Διὶ τῷ σωτῆρι καὶ τῇ Ἀθηνᾷ καὶ τῇ Νίκῃ, καὶ γέγονεν καλὰ καὶ σωτήρια ταῦθʼ ὑμῖν τὰ ἱερά. ἐθύσαμεν δὲ καὶ τῇ Πειθοῖ καὶ τῇ Μητρὶ τῶν θεῶν καὶ τῷ Ἀπόλλωνι, καὶ ἐκαλλιεροῦμεν καὶ ταῦτα. ἦν δʼ ὑμῖν καὶ τὰ τοῖς ἄλλοις θεοῖς τυθένθʼ ἱέρʼ ἀσφαλῆ καὶ βέβαια καὶ καλὰ καὶ σωτήρια. δέχεσθʼ οὖν παρὰ τῶν θεῶν διδόντων τἀγαθά.

ἦν τις, ὡς ἔοικεν, χρόνος παρʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἐπηνάγκαζεν ὁ δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν, πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖν ʽπάντα γὰρ τἄλλʼ εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτʼ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένουσ̓, ἀλλʼ ὅραμα τοῦτʼ ἐποιεῖθʼ ὁ δῆμος αὑτοῦ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λυσιτελὲς τῇ πόλει.

οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν, εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵ τε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως ἂν ἄρχοντες, μὴ πάνυ δʼ οἷοί τʼ ἐνοχλεῖν καὶ παραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν ὁ δεῖνʼ εὐδαίμων καὶ ὁ δεῖνʼ ὑμῖν ᾖ συνεχῶς πολλὰ λαμβάνων, οἱ δʼ ἄλλοι περιίητε τὰ τούτων ἀγαθὰ ζηλοῦντες.

δεινότατοι γάρ ἐστʼ ἀφελέσθαι μὲν ὅσʼ ὑμῖν ὑπάρχει, καὶ νόμους περὶ τούτων θεῖναι, ἄν τις ἀστυνομήσῃ δὶς ἢ τὰ τοιαῦτα, στρατηγεῖν δʼ ἀεὶ τοὺς αὐτοὺς ἐᾶν. καὶ τὸ μὲν τοὺς ἐπὶ τῶν πράξεων ὄντας ἴσως ἔχει πρόφασιν· τὸ δὲ τοὺς ἄλλους, οἳ ποιοῦσι μὲν οὐδέν, χώραν δʼ ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι, μωρία. ἀλλὰ καὶ ὑμῶν αὐτῶν ʽεἰσὶ δʼ οὐκ ὀλίγοἰ προσάγειν χρή. ἂν γὰρ ὡσπερεὶ ζυγῷ ἱστῆτε, πρόεισιν ὃς ἂν ἄξιος ᾖ του μετὰ ταῦτʼ αὐτός.

τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθʼ ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι καὶ καλὸν καὶ προσῆκον εἶναί μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παντελῶς ἔγωγʼ αἰσχρὸν ἡγοῦμαι εἶναι . οἴομαι δέ, ἐὰν ἐθελήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους βραχεῖς ποιήσειν.

τί οὖν συμβουλεύω; πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ αὐτῶν ὧν σκοπεῖτε τὸν παριόντα λέγειν ἀξιοῦν. πολλὰ γὰρ ἄλλα τις ἂν περιέλθοι τῷ λόγῳ καὶ πόλλʼ ἂν ἀστεῖʼ εἴποι, ἄλλως τε καὶ ὥσπερ τούτων ἔνιοι δεινῶν ὄντων. ἀλλʼ εἰ μὲν ῥημάτων ἥκετʼ ἀκουσόμενοι, ταῦτα λέγειν καὶ ἀκούειν χρή· εἰ δʼ ὑπὲρ πραγμάτων αἱρέσεως βουλευσόμενοι, αὐτὰ καθʼ ἑαυτὰ παραινῶ τὰ πράγμαθʼ ὡς μάλιστα κρίνειν, ἀφελόντας ὅσοι λόγοι πεφύκασιν ἐξαπατᾶν.

ἓν μὲν οὖν τοῦτο λέγω, δεύτερον δέ, ὅ τισιν ἴσως παράδοξον ἔσται πρὸς τὸ τοὺς λόγους ἐλάττους εἶναι, σιωπῶντας ἀκούειν. περὶ μὲν γὰρ τοῦ ταῦτʼ ἢ ʼκεῖνα συμφέρειν, καὶ πότερʼ ἂν δικαιότερον προέλοιθʼ ἡ πόλις, οὔτʼ εἰσὶ λόγοι πολλοὶ μὴ βουλομένοις μάτην ἀδολεσχεῖν, οὔτε πᾶς τις ἂν αὐτοὺς εἰπεῖν ἔχοι· ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν, οὐδεὶς ὅστις οὐχὶ δύναιτʼ ἄν. ἐκ δὴ τοῦ θορυβεῖν οὐκ ἀπαλλάττεσθε λόγων, ἀλλὰ καὶ περὶ τῶν οὐδὲν εἰς χρείαν ἐπαναγκάζεσθʼ ἀκούειν. ἡ μὲν οὖν ἐμὴ γνώμη περὶ ὧν βουλεύεσθε, ἥδʼ ἐστίν.