Ἀεὶ μὲν, ὦ παῖ Λαρτίου, δἐδορκά σε

πεῖράν τιν' ἐχθρῶν ἁρπάσαι θηρώμενον.

καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ

Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,

πάλαι κυνηγετοῦντα καὶ μετρούμενον

ἴχνη τὰ κείνου νεοχάραχθ', ὅπως ἴδῃς

εἴτ' ἔνδον, εἴτ' οὐκ ἔνδον· εὑ δέ σ' ἐκφέρει

κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.

ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει κάρα

στάζων ἱδρῶτι καὶ χέρας ζιφοκτόνους,

καί σ' οὐδὲν εἴσω τἧςδε παπταίνειν πύλης

ἔτ' ἔργον ἐστὶν, ἐννέπειν δ' ὅτου χάριν

σπουδὴν ἔθου τήνδ', ὡς παρ' εἰδυίας μάθης.

ὦ φθέγμ' Ἀθανᾶς, φιλτάτης ἐμοὶ θεῶν,

ὡς εὔμαθές σου, κἂν ἄποπτος ᾖς, ὅμως

φώνημ' ἀκούω καὶ ξυναρπάζω φρενὶ,

χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.

καὶ νῦν ἐπέγνως εὖ μ' ἐπ' ἀνδρὶ δυςμενῖ

βάσιν κυκλοῦντ', Αἴαντι τῷ σακεσφόρῳ.

κεῖνον γὰρ, οὐδἐν' ἄλλον, ἰχνεύω πάλαι.

νυκτὸς γὰρ ἡμᾶς τἧςδε πρᾶγος ἄσκοπον

ἔχει περάνας, εἴπερ εἴργασται τάδε.

ἴσμεν γὰρ οὐδὲν τρανὲς ἀλλ' ἀλώμεθα.

κἀγὼ 'θελοντὴς τῷδ' ὑπεζύγην πόνῳ.

ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν

λείας ἁπάσας καὶ κατηναρισμένας·

ἐκ χειρὸς, αὐτοῖς ποιμνίων ἐπιστάταις.

τήνδ' οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέuει.

καὶ μοί τις ὀπτὴρ αὐτὸν εὶςιδὼν μόνον

πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει,

φράζει τε κἀδήλωσεν· εὐθέως δ' ἐγὼ

κατ' ἴχνος ᾄσσω· καὶ τὰ μὲν σημαίνομαι,

τὰ ὸ' ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου·

καιρὸν δ' ἐφήκεις· πάντα γὰρ, τά τ' οὖν πάρος,

τά τ' εὶσἐπειτα, σῇ κυβερνῶμαι χερί.

ἐγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην

τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.

ἦ καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;

Ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.

Καὶ πρὸς τί δυςλόγιστον ὧδ' ᾖξεν χέρα;

Χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.

Τί δῆτα ποίμναις τήνδ' ἐπεμπίπτει βάσιν;

Δοκῶν ὲν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.

ἦ καὶ τὸ βούλευμ' ὡς ἐπ' Ἀργείοις τόδ' ἦν;

Κὰν ὲξἐπραξεν, εἰ κατημέλησ' ἐγώ.

Ποίαισι τόλμαις ταῖςδε καὶ φρενῶν θράσει;

Νύκτωρ ὲφ' ὑμάς δόλιος ὁρμᾶται μόνος.

Ἡ καὶ παρέστη κἀπὶ τἐρμ' ἀφίκετο;

Καὶ δὴ 'πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.

Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;

Ἐγώ σφ' ἀπείργω δυςφόρους ἐπ' ὄμμασι

γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαράς,

καὶ πρός τε ποίμνας ὲκτρέπω σύμμικτά τε

λείας, ἄδαστα βουκόλων φρουρήματα·

ἔνθ' εkπεσὼν ἔκειρε πολύκερων φόνον,

κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ' ὅτε

δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,

ὅτ' ἄλλοτ' ἄλλον, ἐμπίτνων, στρατηλατῶν.

ἐγὼ δὲ φοιτῶντ' ἄνδρα μανιάσιν νόσοις

ὤτρυνον, εἰςέβαλλον εἰς ἕρκη κακά.

κἀπειτ , ἐπειδὴ τοῦδ' ἐλώφησεν πόνου,

τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν

ποίμνας τε πάσας εἰς δόμους κομίζεται,

ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.

καὶ νῦν κατ' οἴκους ζυνδέτους αἰκίζεται.

δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,

ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.

θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου

τὸν ἄνδρ'· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους

αὐγὰς ἀπείρξω, σὴν πρόςοψιν εἰςιδεῖν.

οὗτος, σὲ, τὸν τὰς αἰχμαλωτίδας χέρας

δεσμοῖς ἀπευθύνοντα, προςμολεἷν καλῶ.

Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος,

Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ' ἔξω κάλει.

Οὐ σῖγ' ἀνέξει, μηδὲ δειλίαν ἀρεῖς;

μὴ πρὸς θεῶν· ἀλλ' ἔνδον ἀρκείτω μένων.

Τί μὴ γένηται; πρόςθεν οὐκ ἀνὴρ ὅδ' ἦν;

ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.

Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾷν;

ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ὲν δόμοις μένειν.

Μεμῃνότ' ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;

Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.

Ἀλλ' οὐδὲ νῦν σε μὴ παρόντ' ἴδῃ πέλας.

Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;

ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.

Γένοιτο μέντ' ἂν πᾶν, θεοῦ τεχνωμένου.

Σίγα νυν ἑστὼς καὶ μέν' ὡς κυρεῖς ἔχων.

Μένοιμ' ἄν· ἤθελον δ' ἂν ἐκτὸς ὢν τυχεῖν.

ὦ οὗτος, Αἴας, δεύτερόν σε προςκαλῶ.

τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου;

ὦ χαῖρ', Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,

ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ

στέψω λαφύροις τἡςδε τῆς ἄγρας χάριν.

ΑΗΝΛ. Καλῶς ἔλεξας· ἀλλ' ἐκεῖνό μοι φράσον,

ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;

Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;

ὥστ' οὔποτ' Αἴαντ' οἵδ' ἀτιμάσουσ' ἔτι.

τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ζυνὴκ' ἐγώ;

Θανόντες ἤδη τἄμ' ἀφαιρείσθων ὅπλα.

εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;

ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;

ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ', ὅπου;

Ἔγωγ'· Ὀδυσσέα, τὸν σὸν ἐνστάτην, λέγω.

ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω

θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.

Πρὶν ἂν τί δρόσης ἢ τί κερδάνῃς πλέον;

Πρὶν ἂν δεθεὶς πρὸς κίον' ἑρκείου στέγης —

Τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;

Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

Mὴ δῆτα τὸν δύστηνον ὧδέ γ' αἰκίσῃ.

Χαίρειν, Ἀθάνα, τἄλλ' ἐγώ σ' ἐφίεμαι,

κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.

Σὺ δ' οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾷν,

χρῶ χειρί· φείδου μηδὲν ὧνπερ ὲννοεῖς.

Χωρῶ πρὸς ἔργον· τοῦτό σοι δ' ἐφίεμαι,

τοιάνδ' ἀεί μοι ξύμμαχον παρεστάναι.

Ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν, ὅση;

τούτου τις ἄν σοι τἀνδρὸς ἢ προνούστερος,

ἢ δρᾷν ἀμείνων εὑρέθη τὰ καίρια;

ἐγὼ μὲν οὐδέν' οἶδ'· ἐποικτείρω δέ νιν

δύστηνον ἔμπας, καίπερ ὄντα δυςμενὴ,

ὁθούνεκ' ἄτῃ ξυγκατέζευκται κακῇ,

οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.

ὁρῶ γὰρ ἡμάς οὐδὲν ὄντας ἄλλο πλὴν

εἴδωλ', ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν.

Τοιαῦτα τοίνυν εἰσορῶν, ὑπέρκοπον

μηδέν ποτ' εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,

μηδ' ὄγκον ἄρῃς μηδέν', εἴ τινος πλέον

ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.

ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν

ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας

θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

Τελαμώνιε πaῖ, τῆς ἀμφιρύτου

Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,

σὲ μὲν εὖ πράσσοντ' ἐπιχαίρω·

σὲ δ' ὅταν πληγὴ Δῖός ἢ ζαμενὴς

λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,

μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι

πτηνῆς ὡς ὄμμα πελείας.

Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς

ιιεγάλοι θόρυβοι κατέχουσ' ἡμᾶς

ἔπι δυςκλείᾳ, σὲ τὸν ἱππομανῆ

λειμῶν' ὲπιβάντ' ὀλέσαι Δαναῶν

βοτὰ καὶ λείαν,

ἥπερ δορίληπτος ἔτ' ἦν λοιπὴ,

κτείνοντ' αἴθωνι σιδήρῳ.

Τοιούςδε λόγους ψιθύρους πράσσων

εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεὺς,

καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν

εὔπειστα λέγει· καὶ πᾶς ὁ κλύων

τοῦ λἐξαντος χαίρει μᾶλλον,

τοῖς σοῖς ἄχεσιν καθυβρίζων.

Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς

οὐκ ἂν ἁμάρτοι· κατὰ δ' ἄν τις ἐμοῦ

τοιαῦτα λέγων οὐκ ἂν πείθοι·

πρὸς γὰρ τὸν ἔχονθ' ὁ φθόνος ἕρπει.

καίτοι σμικροὶ μεγάλων χωρὶς

σφαλερὸν πύργου ῥῦμα πέλονται·

μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ' ἂν,

καὶ μέγας ὀρθοῖθ' ὑπὸ μικροτέρων.

ἀλλ' οὐ δυνατὸν τοὺς ἀνοήτους

τούτων γνώμας προδιδάσκειν.

ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ,

χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ'

ἀπαλέξασθαι σοῦ χωρὶς, ἄναξ.

ἀλλ', ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ' ἀπέδρav,

παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι,

μέγαν αἰγυπιὸν δ' ὑποδείσαντες

τάχ' ἂν, ἐξαίφνης εἰ σὺ φανείης,

σιγῇ πτήξειαν ἄφωνοι.

ᾖ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις,

ὦ μεγάλα φάτις, ὦ

μᾶτερ αἰσχύνας ἐμᾶς,

ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,

ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,

ἤ ῥα κλυτῶν ἐνάρων

ψευσθεῖσ', ἀδώροις εἴτ' ὲλαφηβολἐαις.

ἢ χαλκοθώραξ ἥντιν' Ἐννυάλιος

μομφὰν ἔχων

ξυνοῦ δορὸς, ἐννυχίοις μαχαναῖς

ἐτίσατο λώβαν.

Οὐ, τοτε γὰρ φρενόθεν γ' ἐπ' ἀριστερὰ,

παῖ Τελαμῶνος, ἔβας

τόσσον ὲν ποίμναις πίτνων·

ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ' ἀπερύκοι

καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν ·

εἰ δ' ὑποβαλλόμενοι

κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς

ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,

μὴ, μή μ', ἄναξ,

ἔθ' ὦδ' ἐφάλοις κλισίαις ὄμμ' ἔχων

κακὰν φάτιν ἄρῃ.

Ἀλλ' ἄνα ἐς ἐδράνων, ὅπου μακραίωνι

στηρίζει ποτὲ τᾷδ' ἀγωνίῳ σχολᾷ

ἄταν οὐρανίαν φλέγων

ἐχθρῶν δ' ὕβρις ὧδ' ἀτάρβηθ'

ὁρμᾶται ὲν εὐανέμοις βάσσαις,

πάντων καγχαζόντων

γλώσσαις βαρυάλγητα·

ἐμοὶ δ' ἄχος ἕστακεν.

Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,

γενεᾶς χθονίων ἀπ' Ἐρεχθειδᾶν,

ἔχομεν στοναχὰς οἱ κηδόμενοι

τοῦ Τελαμῶνος τηλόθεν οἴκου.

νῦν γὰρ ὁ δεινὸς, μέγας, ὠμοκρατὴς

Αἴας θολερός

κεῖται χειμῶνι νοσήσας.

τί δ' ἐνήλλακται τῆς ἀμερίας

νὺξ ἥδε βάρος;

παῖ τοῦ Φρυγίου Τελεύταντος,

λέγ', ἐπεὶ σὲ, λέχος δουριάλωτον,

στέρξας ἀνέχει θούριος Αἴας,

ὥστ' οὐκ ἂν ἄιδρις ὑπείποις.

Πῶς δῆτα λέγω λόγον ἄῤῥητον;

θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσει.

μανίᾳ γὰρ ἁλοὺς ἧμιν ὁ κλεινὸς

νύκτερος Αἴας ἀπελωβήθη.

τοιαῦτ' ἂν ἴδοις σκηνῆς ἔνδον

χειροδάικτα σφάγι' αίμοβαφῆ,

κείνου χρηστήρια τἀνδρός.

Οἵαν ἐδήλωσας ἀνδρὸς

αἴθοπος ἀγγελίαν,

ἄτλατον οὐδὲ φευκτὰν,

τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,

τὰν ὁ μέγας μῦθος ἀέξει.

Οἴ μοι, φοβοῦμαι τὸ προςἐρπον· περίφαντος ἀνὴρ

θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς

κελαινοῖς ξίφεσιν βοτὰ καὶ

βοτῆρας ἱππονώμους.

ὦ μοι, κεῖθεν, κεῖθεν ἄρ' ἡμῖν

δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·

ὧν τὴν μὲν ἔσω σφάζ' ἐπὶ γαίας,

τὰ δέ πλευροκοπῶν διχ' ἀνερρήγνυ.

δύο δ' ἀργίποδας κριοὺς ἀνελὼν

τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν

ῥιπτεῖ θερίσας, τὸν δ' ὀρθὸν ἄνω

κίονι δήσας

μέγαν ίπποδέτην ῥυτῆρα λαβὼν

παίει λιγυρᾷ μάστιγι διπλῆ,

κακὰ δεννάζων ῥήμαθ', ἃ δαίμων

κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.

Ὥρα τιν' ἤδη κάρα κα-

λύμμασι κρυψάμενον

ποδοῖν κλοπὰν ἀρέσθαι,

ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον

ποντοπόρῳ ναὶ μεθεῖναι.

τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι

καθ' ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη

ξυναλγεῖν μετά τοῦδε τυπεὶς,

τὸν αἶσ' ἄπλατος ἴσχει.

Οὐκ ἔτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς

ᾄξας ὀξὺς νότος ὣς, λήγει.

καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.

τὸ γὰρ ὲςλεύσσειν οἰκεῖα πάθη,

μηδενὸς ἄλλου παραπράξαντος

μεγάλας ὀδύνας ὑποτείνει.

Ἀλλ' εἰ πέπαυται, κάρτ' ἂν εὐτυχεῖν

δοκῶ. φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.

Πότερα δ' ἂν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,

φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,

ἢ κοινὸς ὲν κοινοῖσι λυπεῖσθαι ξυνών;

Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.

Ἡμεῖς ἄρ' οὐ νοσοῦντες ἀτώμεσθα νῦν.

Πῶς τοῦτ' ἔλεξας; οὐ κάτοιδ' ὅπως λέγεις.

Ἀνὴρ ἐκεῖνος, ἡνίκ' ἦν ὲν τῇ νόσῳ,

αὐτὸς μὲν ἥδεθ' οἷσιν εἰιχετ' ὲν κακοῖς,

ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·

νῦν δ', ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,

κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ,

ἡμάς θ' ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.

ἆρ' ἔστι ταῦτα δὶς τόσ' ἐξ ἁπλῶν κακά;

Ξύμφημι δή σοι καὶ δέδοικα μὴ 'κ θεοῦ

πληγή τις ἥκῃ· πῶς γὰρ, εἰ πεπαυμένος

μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;

Ὡς ὧδ' ἐχόντων τῶνδ' ἐπίστασθαί σε χρή,

Τις γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προςέπτατο ;

δήλωσον ἡμῖν, τοῖς ξυναλγοῦσιν τύχας.

Ἅπαν μαθήσει τοὖργον, ὡς κοινωνὸς ὤν.

κεῖνος γὰρ ἄκρας νυκτὸς, ἡνίχ' ἕσπεροι

λαμπτῆρες οὐκἐτ' ᾖθον, ἄμφηκες λαβὼν

ὲμαίετ' ἔγχος ἐξόδους ἕρπειν κενάς.

κἀγὼ 'πιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,

Αἴας; τί τήνδ' ἄκλητος οὔθ' ὑπ' ἀγγέλων

κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων

σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. —

ὁ δ' εἶπε πρός με βαί', ἀεὶ δ' ὑμνούμενα,

γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.

κἀγὼ μαθοῦσ' ἔληξ', ὁ δ' ἐσσύθη μόνος.

καὶ τὰς ὲκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας.

ἔσω δ' ὲςῆλθε συνδέτους ἄγων ὁμοῦ

ταύρους, κύνας βοτῆρας, εὔκερών τ' ἄγραν.

καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ' ἄνω τρέπων

ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους

ᾐκίζεθ', ὥστε φῶτας, ὲν ποίμναις πίτνων.

τέλος δ' ὑπάξας διὰ θυρῶν, σκιᾷ τινὶ

λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,

τοὺς δ' ἀμφ' Ὀδυσσεῖ, ξυντιθεὶς γέλων πολὺν,

ὅσην κατ' αὐτῶν ὕβριν ἐκτίσαιτ' ἰών·

κἄπειτ' ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,

ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,

καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,

παίσας κάρα 'θώὐζεν· ὲν δ' ἐρειπίοις

νεκρῶν ὲρειφθεὶς ἕζετ' ἀρνείου φόνου,

κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·

ἔπειτ' ἐμοὶ τὰ δείν' ἐπηπείλησ' ἔπη,

εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,

κἀνήρετ', ὲν τῷ πράγματος κυρεῖ ποτἐ.

κἀγὼ, φίλοι, δείσασα τοὐ ἑιργασμένον

ἔλεξα πᾶν, ὅσονπερ ἐξηπιστάμην,

ὁ δ' εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγρὰς,

ἃς οὔποτ' αὐτοῦ πρόσθεν εἰςήκουσ' ἐγώ.

πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους

τοιούςδ' ἀεί ποτ' ἀνδρὸς ὲξηγεῖτ' ἔχειν.

ἀλλ' ἀψόφητος ὀξέων κωκυμάτων

ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.

νῦν δ' ὲν τοιᾷδε κείμενος κακῇ τύχῃ

ἄσιτος ἀνὴρ, ἄποτος, ὲν μέσοις βοτοῖς

σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.

καὶ δῆλός έστιν ὥς τι δρασείων κακόν.

τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.

Ἀλλ', ὦ φίλοι, τούτων γὰρ οὕνεκ' ἐστάλην,

ἀρήξατ' εξελθόντες, εἰ δύνασθέ τι.

φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

Τέκμησσα, δεινὰ, παῖ Τελεύταντος, λέγεις

ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

Ἰώ μοί μοι.

Τάχ', ὡς ἔοικε μᾶλλον. ἢ οὐκ ἠκούσατε

Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν;

Ἰώ μοί μοι.

ἀνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι

νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.

Ἰὼ παῖ, παῖ.

Ὤ μοι τάλαιν', Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.

τί ποτε μενοινᾷ; ποῦ ποτ' εἶ; τάλαιν' ἐγώ.

Τεῦκρον καλῶ, ποῦ Τεῦκρος; ἦ τὸν εἰςαεὶ

λεηλατήσει χρόνον; ἐγὼ δ' ἀπόλλυμαι.

ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλ' ἀνοίγετε.

τάχ' ἄν τιν' αἰδῶ κἀπ' ἐμοὶ βλέψας λάβοι.

Ἴδου, διοίγω· προςβλἐπειν δ' ἔξεστί σοι

τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.

Ἰὼ

φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων

μόνοι τ' ἐμμένοντες ὀρθῷ νόμῳ,

ἴδεσθέ μ' οἶον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης

ἀμφίδρομον κυκλεῖται.

οἴ μ', ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.

δηλοῖ δὲ τοὖργον, ὡς ἀφροντίστως ἔχει.

ἰὼ

γένος ναίας ἀρωγὸν τέχνας,

ἅλιον ὅς ἐπέβας ἐλίσσων πλάταν,

σέ τοι, σέ τοι μόνον δέδορκα ποιμένων ὲπαρκέσοντ'.

ἀλλά με συνδάϊξον.

εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς

ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

ὁρᾷς τὸν θρασὺν, τὸν εὐκάρδιον,

τὸν ὲν δαΐοις ἄτρεστον μάχαις,

ὲν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;

οἴ μοι γέλωτος, οἶον ὑβρίσθην ἄρα.

μὴ δέσποτ' Αἴας, λίσσομαί σ', αὔδα τάδε.

Οὐκ ἐκτός; οὐκ ἄψορρον ὲκνεμεῖ πόδα;

αἰαῖ, αἰαῖ.

ὦ πρὸς θεῶν, ὕπεικε καὶ φρόνησον εὖ.

ὦ, δύςμορος, ὅς χερὶ μὲν

μεθῆκα τοὺς ἀλάστορας,

ὲν δ' ἑλίκεσσι βουσὶ καὶ

κλυτοῖς πεσὼν αἰπολίοις,

ἐρεμνὸν αἷμ' ἔδευσα.

Τί δῆτ' ἂν ἀλγοίης ἐπ' ἐξειργασμένοις·

οὐ γὰρ γένοιτ' ἂν ταῦθ' ὅπως οὐχ ὧδ' ἔχειν.

Ἰὼ πάνθ' ὁρῶν, ἀπάντων ἀεὶ

κακῶν ὄργανον, τέκνον Λἀρτίου,

κακοπινέστατόν τ' ἄλημα στρατοῦ,

ἦ που πολὺν γέλωθ' ὑφ' ἡδονἠς ἄγεις.

Ξὺν τώ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.

Ἴδοιμι δή νιν, καίπερ ὧδ' ἀτώμενος.

ἴω μοί μοι.

Μηδὲν μέγ' εἴπῃς· οὐχ ὁρᾷς, ἵν' εἶ κακοῦ;

ὦ Ζεῦ, προγόνων προπάτωρ,

πῶς ἂν τὸν αἱμυλώτατον,

ἐχθρὸν ἄλημα, τούς τε δισ-

σάρχας ὀλέσσας βασιλῆς,

τέλος θάνοιμι καὐτός!

ὅταν κατεύχῃ ταῦθ', ὁμοῦ κἀμοὶ θανεῖν

εὔχου· τί γὰρ δεῖ ζῆν με, σοῦ τεθνηκότος;

Ἰὼ σκότος, ἐμὸν φάος,

ἔρεβος ὦ φαεννότατον ὡς ἐμοί·

ἕλεσθ', ἕλεσθέ μ' οἰκήτορα,

ἕλεσθέ μ', οὔτε γὰρ θεῶν

γένος, οὔθ' ἁμερίων

ἔτ' ἄξιος βλέπειν τίν'

εἰς ὄνασιν ἀνθοώπων.

ἀλλά μ' ἁ Δῖός

ἀλκίμα θεὸς

ὀλέθριον αἰκίζει.

ποὶ τις οὖν φύγῃ;

ποῖ μολὼν μενῶ;

εἰ τὰ μὲν φθίνει, φίλοι,

τοῖςδ' ὁμοῦ πέλας,

μωραῖς δ' ἄγραις προςκειμεθα,

πᾶς δὲ στρατὸς δίπαλτος ἄν με

χειρὶ φονεύοι.

ὦ δυστάλαινα, τοιάδ' ἄνδρα χρήσιμον

φωνεῖν, ὁ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ' ἄν.

ἰὼ πόροι ἁλίρροθοι,

πάραλά τ' ἄντρα καὶ νέμος ἐπάκτιον,

πολύν, πολύν με δαρόν τε δὴ

κατείχετ' ἀμφὶ Τροίαν

χρόνον· ἀλλ' οὐκ ἔτι μ', οὐκ

ἔτ' ἀμπνοὰς ἔχοντα·

τοῦτό τις φρονῶν ἴστω.

ὦ Σκαμάνδριοι

γείτονες ῥοαὶ

εὔφρονες Ἀργείοις,

οὐκ ἔτ' ἄνδρα μὴ

τόνδ' ἴδητ', ἔπος

ὲξερέω μἐγ', οἷον οὔ

τινα Τροία στρατοῦ

δέρχθη, χθονὸς μολόντ' ἀπὸ

Ἑλλανίδος· τανῦν δ' ἄτιμος

ὧδε πρόκειμαι.

Οὔτοι σ' ἀπείργειν, οὔθ' ὅπως ἐῶ λέγειν

ἔχω κακοῖς τοιοῖςδε συμπεπτωκότα.

Αἰαῖ· τίς ἄν ποτ' ᾤεθ' ὧδ' ἐπώνυμον

τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;

νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ,

καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω ·

ὅτου πατὴρ μὲν τἧςδ' ἀπ' Ἰδαίας χθονὸς,

τὰ πρῶτα καλλιστεῖ' ἀριστεύσας στρατοῦ,

πρὸς οἶκον ἦλθε πάσαν εὔκλειαν φέρων.

ἐγὼ δ' ὁ κείνου παῖς, τὸν αὐτὸν εἰς τόπον

Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,

οὐδ' ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,

ἄτιμος Ἀργείοισιν ὧδ' ἀπόλλυμαι.

καίτοι τοσοῦτόν γ' ὲζεπίστασθαι δοκῶ,

εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι

κρίνειν ἔμελλε κράτος ἀριστείας τινὶ,

οὐκ ἄν τις αὔτ' ἔμαρψεν ἄλλος ἀντ' ἐμοῦ.

νῦν δ' αὔτ' Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας

ἔπραξαν, ἀνδρὸς τοῦδ' ἀπώσαντες κράτη.

κεἰ μὴ τόδ' ὄμμα καὶ φρένες διάστροφοι

γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε

δίκην κατ' ἄλλου φωτὸς ὧδ' ἐψήφισαν.

νῦν δ' ἡ Δῖός γοργῶπις ἀδάματος θεὰ

ἤδη μ' ἐπ' αὐτοῖς χεῖρ' ἐπεντύνοντ' ἐμὴν

ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,

ὥστ' ὲν τοιοῖςδε χεῖρας αἱμάξαι βοτοῖς·

κεῖνοι δ' ἐπεγγελῶσιν ἐκπεφευγότες,

ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν

βλάπτοι, φύγοι γ ἂν χὠ κακὸς τὸν κρείσσονα.

καὶ νῦν τί χρὴ δρᾷν; ὅστις ἐμφανῶς θεοῖς

ἐχθαίρομαι, μισεῖ δέ μ' Ἑλλήνων στρατός·

ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.

πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας,

μόνους τ' Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;

καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς

Τελαμῶνι; πῶς με τλήσεταί ποτ' εἰςιδεῖν

γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

ὦν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;

οὐκ ἔστι τοὖργον τλητόν· ἀλλὰ δῆτ' ἰὼν

πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις

καὶ δρῶν τι χρηστὸν, εἶτα λοίσθιον θάνω;

ἀλλ' ὧδέ γ' Ἀτρείδας ἂν εὐφράναιμί που.

οὐκ ἔστι ταῦτα· πεῖρά τις ζητητέα

τοιάδ', ἀφ' ἧς γέροντι δηλώσω πατρὶ,

μή τοι φύσιν γ' ἄσπλαγχνος ἐκ κείνου γεγώς.

αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,

κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.

τί γὰρ παρ' ἦμαρ ἡμέρα τέρπειν ἔχει

προςθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;

οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν,

ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.

ἀλλ' ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι

τὸν εὐγενῆ χρή· πάντ' ἀκήκοας λόγον.

Οὐδεὶς ἐρεῖ ποθ', ὡς ὑπόβλητον λόγον,

Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.

παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις

γνώμης κρατῆσαι, τάςδε φροντἐδας μεθείς.

ὦ δἐσποτ' Αἴας, τῆς ἀναγκαίας τύχης

οὐκ ἔστιν οὐδὲν μεῖζον ἀθρώποις κακ(ν.

ἐγὼ δ' ἐλευθέρου μὲν ἐξέφυν πατρὸς,

εἴπερ τινὸς, σθένοντος ὲν πλούτῳ, Φρύγων·

νῦν δ' εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ' ἔδοξέ που,

καὶ σῇ μάλιστα χειρί· τοιγαροῦν, ἐπεὶ

τὸ σὸν λέχος ξυνῆλθον, εὗ φρονῶ τὰ σὰ,

καί σ' ἀντιάζω πρός τ' ὲᾳεστἐου Δῖός

εὐνῆς τε τῆς σῆς, ἧς συνηλλάχθης ἐμοὶ,

μή μ' ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν

τῶν σῶν ὑπ' ἐχθρῶν, χειρίαν ἀφεὶς τινί.

ἢν γὰρ θάνῃς σὺ καἰ τελευτήσας ἀφῇς,

ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ' ἡμέρᾳ

βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο

ζῆν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.

καί τις πικρὸν πρόςφθεγμα δεσποτῶν ἐρεῖ,

λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν

Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,

οἷας λατρείας ἀνθ' ὅσου ζήλου τρἐφει!

τοιαῦτ' ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ

σοὶ δ' αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.

ἀλλ' αἴδεσαι μὲν πατέρα τὸν σὸν ὲν λυγρῷ

γήρᾳ προλείπων· αἴδεσαι δὲ μητέρα

πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις

θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν.

οἴκτειρε δ', ὦναξ, παῖδα τὸν σὸν, εἰ νέας

τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος

ὑπ' ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν

κείνῳ τε κάμοι τοῦθ', ὅταν θάνῃς, νεμεῖς.

ἐμοὶ γάρ οὐκ ἔτ' ἐστὶν εἰς ὅ τι βλέπω,

πλὴν σοῦ· σὺ γάρ μοι πατρίδ' ᾔστωσας δορὶ,

καὶ μητέρ' ἄλλη μοῖρα τὸν φύσαντά τε

καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.

τίς δἧτ' ἐμοὶ γένοιτ' ἂν ἀντὶ σοῦ πατρίς;

τίς πλοῦτος; ὲν σοὶ πᾶσ' ἔγωγε σώζομαι.

ὁ20 ἀλλ' ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν

μνήμην προφάναι, τερπνὸν εἰ τί που πάθοι.

χάρις χάριν γάρ έστιν ἡ τίκτουσ' ἀεί·

ὅτου δ' ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,

οὐκ ἂν γένοιτ' ἔθ' οὗτος εὐγενὴς ἀνήρ.

Αἴας, ἔχειν σ' ἂν οἶκτον, ὡς κἀγὼ, φρενὶ,

θἐλοιμ' ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆςδ' ἔπη.

Καὶ κάρτ' ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,

ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.

Ἀλλ', ὦ φίλ' Αἴας, πάντ' ἔγωγε πείσομαι.

κόμιζέ νύν μοι παῖδα τὸν ἐμὸν, ὡς ἴδω.

Καὶ μὴν φόβοισί γ' αὐτὸν ἐξελυσάμην.

ἐν τοῖςδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις;

μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.

Πρέπων γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.

Ἀλλ' οὖν ἐγὼ 'φύλαξα, τοῦτό γ' ἀρκέσαι.

ἐπῄνεσ' ἔργον καὶ πρόνοιαν ἣν ἔθου.

Τι δἦτ' ἂν ὡς ἐκ τῶνδ' ἂν ὠφελοῖμί σε;

Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ ἰδεῖν.

Καὶ μὴν πέλας γε προςπόλοις φυλάσσεται.

Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;

ὦ παῖ, πατὴρ καλεῖ σε· δεῦρο προσπόλων

ἄγ' αὐτὸν, ὅςπερ χερσὶν εὐθύνων κυρεῖς.

ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγου;

Καὶ δὴ κομίζει προςπόλων ὅδ' ὲγγύθεν.

Αἶρ' αὐτὸν, αἶρε δεῦρο · ταρβήσει γὰρ οὒ,

νεοσφαγῆ που τόνδε προςλεύσσων φόνον,

εἴπερ δικαίως ἔστ' ἐμός τὰ πατρόθεν.

ἀλλ' αὐτίκ' ὠμοῖς αὐτὸν ὲν νόμοις πατρὸς

δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.

ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,

τὰ δ' ἄλλ' ὅμοιος· καὶ γένοι' ἂν οὐ κακὸς.

καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,

ὁθούνεκ' οὐδὲν τῶνδ' ὲπαισθάνει κακῶν.

ἐν τῷ φρονεῖν γὰρ μηδὲν, ἥδιστος βίος,

τὸ μὴ φρονεῖν γὰρ κάρτ' ἀνώδυνον κακὸν,

ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.

ὅταν δ' ἵκῃ πρὸς τοῦτο, δεῖ σ' ὅπως πατρὸς

δείξεις ἐν ἐχθροῖς, οἷος ἐς οἴου 'τράφης.

τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν

ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.

οὔτοι σ' Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ

στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ' ἐμοῦ.

τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ

λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν

τηλωπὸς οἰχνεῖ, δυςμενῶν θήραν ἔχων.

ἀλλ' ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεὼς,

ὑμῖν τε κοινὴν τήνδ' ἐπισκήπτω χάριν,

κείνῳ τ' ἐμὴν ἀγγείλατ' ἐντολὴν, ὅπως

τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων

Τελαμῶνι δείξει μητρί τ', Ἐριβοίᾳ λέγω,

ὥς σφιν γένηται γηροβοσκὸς εἰςαεὶ,

ἔς τ' ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.

καὶ τἀμὰ τεύχη μήτ' ἀγωνάρχαι τινὲς

θήσουσ Ἀχαιοῖς, μήθ' ὁ λυμεὼν ἐμός.

ἀλλ' αὐτό μοι σὺ, παῖ, λαβὼν, ἐπώνυμον,

Εὐρύσακες, ἴσχε, διὰ πολυῤρόφου στρέφων

πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος.

τὰ δ' ἄλλα τεύχη κοίν' ἐμοὶ τεθάψεται.

ἀλλ' ὡς τάχος τὸν παῖδα τόνδ' ἤδη δέχου,

καὶ δῶμα πάκτου, μηδ ' ἐπισκήνους γόους

δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.

πύκαζε θάσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ,

θροεῖν ὲπῳδὰς πρὸς τομῶντι πήματι.

Δέδοικ' ἀκούων τήνδε τὴν προθυμίαν,

οὐ γάρ μ' ἀρέσκει γλῶσσά σου τεθηγμένη.

ὦ δέσποτ' Αἴας, τί ποτε δρασείεις φρενί;

ΑΙΑΣ μὴ κρῖνε, μὴ 'ξέταζε, σωφρονεῖν καλόν.

Οἴ μ', ὡς ἀθυμῶ! καί σε πρὸς τοῦ σοῦ τέκνου

καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.

Ἄγαν γε λυπεῖς· οὐ κάτοισθ', ἐγὼ θεοῖς

ὡς οὐδὲν ἀρκεῖν εἴμ' ὀφειλέτης ἔτι;

εὔφημα φώνει.

τοῖς ἀκούουσιν λέγε.

Σὺ δ' οὐχὶ πείσει;

πόλλ' ἄγαν ἤδη θροεῖς.

Ταρβῶ γὰρ, ὦναξ.

οὐ ξυνέρξεθ' ὡς τάχος;

πρὸς θεῶν μαλάσσου.

μῶρά μοι δοκεῖς φρονεῖν,

εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.

ὦ κλεινὰ Σαλαμὶς, σὺ μέν που

ναίεις ἁλίπλαγκτος, εὐδαίμων,

πᾶσιν περίφαντος ἀεί·

ἐγὼ δ' ὁ τλάμων παλαιὸς ἀφ' οὗ χρόνος

Ἰδαίᾳ μίμνω

λειμωνίᾳ πόᾳ μήλων,

ἀνήριθμος, αἰὲν εὐνώμᾳ

χρόνῳ τρυχόμενος,

κακὰν ὲλπιδ' ἔχων,

ἔτι μέ ποτ' ἀνύσειν

τὸν ἀπότροπον ἀίδηλον Ἅιδαν.

Καί μοι δυςθεράπευτος Αἴας

ξύνεστιν ἔφεδρος, ὤ μοί μοι,

θείᾳ μανίᾳ ξύναυλος·

ὅν ἐξεπέμψω πρὶν δὴ ποτὲ θουρίῳ

κρατοῦντ' ὲν Ἄρει ·

νῦν δ' αὖ φρενὸς οἰοβώτας

φίλοις μέγα πένθος εὕρηται.

τὰ πρὶν δ' ἔργα χεροῖν

μεγίστας ἀρετάς,

ἄφιλα παρ' ἀφίλοις

ἔπεσ' ἔπεσε μελέοις Ἀτρείδαις.

ἦ που παλαιὰ, μὲν ἔντροφος ἁμέρᾳ

λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα

φρενομόρως ἀκούσῃ

αἴλινον, αἴλινον,

οὐδ' οἰκτράς γόον ὄρνιθος ἀηδοῦς

ἥσει δύςμορος,

ἀλλ' ὀξυτόνους μὲν ᾠδὰς

θρηνήσει, χερόπληκτοι δ'

ἐν στέρνοισι πεσοῦνται

δοῦποι, καὶ πολιᾶς ἄμυγμα χαίτας.

Κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,

ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος

πολυπόνων Ἀχαιῶν,

οὐκ ἔτι συντρόφοις

ὀργαῖς ἔμπεδος, ἀλλ' ἐκτὸς ὁμιλεῖ.

ὦ τλᾶμον πάτερ!

οἵαν σε μένει πυθέσθαι

παιδὸς δύςφορον ἄταν,

ἂν οὔπω τις ἔθρεψεν

αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.

Ἅπανθ' ὁ μακρὸς κἀναρίθμητος χρόνος

φύει τ' ἄδηλα καὶ φανέντα κρύπτεται·

κοὐκ ἔστ' ἄελπτον οὐδὲν, ἀλλ' ἁλίσκεται

χὠ δεινὸς ὅρκος καἰ περισκελεῖς φρένες.

κἀγὼ γὰρ, ὃς τὰ δείν' ἐκαρτέρουν τότε,

βαφῇ σίδηρος ὣς, ἐθηλύνθην στόμα

πρὸς τἡςδε τῆς γυναικός· οἰκτείρω δὲ νιν

χήραν παρ' ἐχθροῖς, παῖδά τ' ὀρφανὸν λιπεῖν.

ἀλλ' εἶμι πρός τε λουτρὰ καὶ παρακτίους

λειμῶνας, ὡς ἂν λύμαθ' ἁγνίσας ἐμὰ

μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεάς·

μολών τε, χῶρον ἔνθ' ἂν ἀστιβῆ κίχω,

κρύψω τόδ' ἔγχος τοὐμὸν, ἔχθιστον βελῶν,

γαίας ὀρύξας ἔνθα μή τις ὄψεται.

ἀλλ' αὐτὸ νὺξ Ἀιδὴς τε σωζόντων κάτω.

ἐγὼ γὰρ ἐξ οὖ χειρὶ τοῦτ' ἐδεξάμην

παρ' Ἕκτορος δώρημα δυσμενεστάτου,

οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.

ἀλλ' ἔστ' ἀληθὴς ἡ βροτῶν παροιμία,

ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.

τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς

εἴκειν, μαθησόμεσθα δ' Ἀτρείδας σέβειν.

ἄρχοντές εἰσιν, ὥςθ' ὑπεικτέον · τί μή;

καὶ γάρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα

τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς

χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·

ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος

τῇ λευκοπώλῳ φέγγος ἡμψᾳ φλέγειν.

δεινῶν τ' ἄημα πνευμάτων ἐκοίμισε

στένοντα πόντον· ὲν δ' ὁ παγκρατὴς ὕπνος

λύει πεδήσας οὐδ' ἀεὶ λαβὼν ἔχει.

ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;

ἐγὼ δ', ἐπίσταμαι γὰρ ἀρτίως ὅτι

ὅ τ' ἐχθρὸς ἡμῖν ἐς τοσόνδ' ἐχθαρτέος,

ὡς καὶ φιλήσων αὖθις· ἔς τε τὸν φίλον

τοσαῦθ' ὑπουργῶν ὠφελεῖν βουλήσομαι,

ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ

βροτῶν ἄπιστός ὲσθ' ἑταιρίας λιμήν.

ἀλλ' ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ

ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,

εὔχου τελεῖσθαι, τοὐμὸν ὧν ἐρᾷ κέαρ.

ὑμεῖς θ , ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε

τιμᾶτε, Τεύκρῳ τ', ἢν μόλῃ, σημήνατε

μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ ὑμῖν ἄμα.

ἐγὼ γὰρ εἶμ' ὲκεῖσ', ὅποι πορευτέον·

ύμεῖς δ' ἃ φράζω δρᾶτε, καὶ τάχ' ἄν μ' ἴσως

πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.

ἔφριζ' ἔρωτι, περιχαρὴς δ' ἀνεπτόμαν.

ἰὼ, ἰὼ, Πὰν, Πὰν,

ὦ Πὰν, Πὰν ἁλίπλαγκτε Κυλλανίας χιονοκτύπου

πετραίας ἀπὸ δειράδος

φάνηθ', ὦ θεῶν χοροποί' ἄναξ,

ὅπως μοι Νύσια Κνώσι' ὀρχήματ'

αὐτοδαῆ ξυνὼν ἰάψῃς.

νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.

Ἰκαρίων δ' ὑπὲρ πελαγέων

μολὼν ἄναξ Ἀπόλλων

ὁ Δάλιος, εὔγνωστος

ἐμοὶ ξυνείης διὰ παντὸς εὔφρων.

ἔλυσε γὰρ αἰνὸν ἄχος ἀπ' ὀμμάτων Ἄρης.

ἰὼ, ἰὼ. νῦν αὖ,

νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος

θοῶν ὠκυάλων νεῶν,

ὅτ' Αἴας λαθίπονος πάλιν,

θεῶν δ' αὖ πά θύτα θέσμι' ὲζήνυσ'

εὐνομίᾳ σέβων μεγίστᾳ.

πάνθ' ὁ μέγας χρόνος μαραίνει τε καὶ φλέγει,

κοὐδὲν ἀναύδητον φατισαιμ' ἂν

εὖτέ γ' ἐξ ἀέλπτων

Αἴας μετανεγνώσθη

θυμῶν Ἀτρείδαις μεγάλων τε νεικέων.

Ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,

Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ

κρημνῶν· μέσον δὲ προςμολὼν στρατήγιον

κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.

στείχοντα γὰρ πρόσωθεν αὐτὸν ὲν κύκλῳ

μαθόντες ἀμφέστησαν, εἶτ' ὀνείδεσιν

ἤρασσον ἔνθεν κἄνθεν, οὔ τις ἔσθ' ὅς οὒ,

τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ

ξύναιμον ἀποκαλοῦντες. ὡς οὐκ ἀρκέσοι

τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.

ὥστ' ἐς τοσοῦτον ἦλθον, ὥστε καὶ χεροῖν

κολεῶν ἐρυστά διεπεραιώθη ξίφη.

λήγει δ' ἔρις δραμοῦσα τοῦ προσωτάτω

ἀνδρῶν γερόντων ὲν ξυναλλαγῇ λόγου.

ἀλλ ἡμὶν Αἴας ποῦ 'στιν, ὡς φράσω τάδε;

τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον,

Οὐγ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας

βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.

Ἰοῦ, ἰού!

βραδεῖαν ἡμᾶς ἆρ' ὁ τήνδε τὴν ὁδὸν

πέμπων ἔπεμψεν, ἢ 'φάνην ἐγὼ βραδύς;

Τί δ' ἐστὶ χρείας τῆςδ' ὑπεσπανισμένον;

Τὸν ἄνδρ' ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης

μὴ 'ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.

Ἀλλ' οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς

γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.

Ταῦτ' ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,

εἶπέρ τι Κάλχας εὖ φρονῶν μαντεύεται.

Ποῖον; τί δ' εἰδὼς τοῦδε πράγματος πέρι;

Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.

ἐκ γὰρ ξυνέδρου καὶ τυραννικοῦ κύκλου

Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα

ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως

θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ

εἷρξαι κατ' ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε

Αἴανθ' ὑπὸ σκηναῖσι, μηδ' ἀφέντ' ὲᾷν,

εἰ ζῶντ' ἐκεῖνον εἰςιδεἷν θέλοι ποτέ.

ἐλᾷ γὰρ αὐτὸν τἧδε θἠμέρᾳ μόνῃ

δίας Ἀθανᾶς μῆνις, ὡς ἔφη λέγων.

τά γὰρ περισσὰ κἀνόνητα σώματα

πίπτειν βαρείαις πρὸς θεῶν δυςπραξίαις

ἔφασχ' ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν

βλαστὼν, ἔπειτα μὴ κατ' ἄνθρωπον φρονεῖ.

κεῖνος δ' ἀπ' οἴκων εὐθὺς ἐξορμώμενος

ἄνους καλῶς λέγοντος εὑρέθη πατρός.

ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δορὶ

βούλου κρατεῖν μὲν, ξὺν θεῷ δ' ἀεὶ κρατεῖν.

ὁ ò' ὑψικόμπως κἀφρόνως ἠμείψατο,

Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ

κράτος κατακτήσαιτ'· ἐγὼ δὲ καὶ δίχα

κείνων πέποιθα τοῦτ' ἐπισπάσειν κλέος.

τοσόνδ' ἐκόμπει μῦθον · εἶτα δεύτερον

δίας Ἀθανᾶς, ἡνἐκ' ὀτρύνουσά νιν

ηὐδᾶτ' ὲπ' ὲχθροῖς χεῖρα φοινίαν τρέπειν,

τότ' ἀντιφωνεῖ δεινὸν ἀῤῥητόν τ' ἔπος·

Ἄνασσα, τοῖς ἄλλοισιν Ἀργέων πέλας

ἵστω, καθ' ἡμᾶς δ' οὔποτ ἐκρήξει μάχη.

τοιοῖςδε τοῖς λόγοισιν ἀστεργῆ θεᾶς

ἐκτήσατ' ὀργὴν, οὐ κατ' ἄνθρωπον φρονῶν.

ἀλλ' εἴπερ ἔστι τᾗδ' ἔθ' ἡμέρᾳ, τάχ' ἂν

γενοίμεθ' αὐτοῦ ξὺν θεῷ σωτήριοι.

τοσαῦθ' ὁ μάντις εἶφ'· ὁ δ' εὐθὺς ἐξ ἕδρας

πέμπει με σοὶ φέροντα τάςδ' ἐπιστολὰς

Τεῦκρος φυλάσσειν · εἰ δ' ἀπεστερήμεθα,

οὐκ έστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.

ὦ δαΐα Τέκμησσα, δύςιιορον γένος,

ὅρα μολοῦσα τόνδ', ὁποῖ' ἔπη θροεῖ.

ξυρεῖ γὰρ ὲν χρῷ τοῦτο, μὴ χαίρειν τινά.

Τί μ' αὖ τάλαιναν, ἀρτίως πεπαυμένην

κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;

Τοῦδ' εὶςάκουε τἀνδρὸς, ὡς ἥκει φέρων

Αἴαντος ἡμῖν πρᾶξιν, ἣν ἤλγησ' ὲγώ.

Οἴ μοι, τί φὴς, ἄνθρωπε; μῶν ὀλώλαμεν;

Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ' ὅτι,

θυραῖος εἴπερ έστιν, οὐ θαρσῶ πέρι.

Καὶ μὴν θυραῖος, ὥστε μ' ὠδίνειν τί φής;

ἐκεῖνον εἴργειν Τεῦκρος ὲξεφίεται

σκηνῆς ὕπαυλον, μηδ' ἀφιέναι μόνον.

ποῦ d' ἔστι Τεῦκρος; κἀπὶ τῷ λέγει τάδε;

Πάρεστ' ἐκεῖνος ἄρτι· τήνδε δ' ἔξοδον

ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.

Οἴ μοι τάλαινα, τοῦ ποτ' ἀνθρώπων μαθών;

Τοῦ Θεστορεἰου μάντεως, καθ' ἡμέραν

τὴν νῦν, ὅτ' αὐτῷ θάνατον ἢ βίον φέρει.

Οἴ 'γὼ, φίλοι, πρόστητ' ἀναγκαίας τύχης·

καὶ σπεύσαθ', οἱ μὲν Τεῦκρον ὲν τάχει μολεῖν,

οἱ δ' ἑσπέρους ἀγκῶνας, οἵ δ' ἀντηλίους

ζητεῖτ' ἰόντες τἀνδρὸς ἔξοδον κακήν.

ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη

καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.

οἴ μοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.

ἀλλ' εἶμι κἀγὼ κεῖσ' ὅποιπερ ἂν σθένω.

χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ,

σώζειν θέλοντες ἄνδρα γ' ὅς σπεύδει θανεῖν.

Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον.

τάχος γὰρ ἔργου καὶ ποδῶν ἄμ' ἕψεται.

Ὁ μὲν σφαγεὺς ἕστηκεν, ᾗ τομώτατος

γένοιτ' ἂν , εἰ τῳ καὶ λογίζεσθαι σχολὴ,

δῶρον μὲν ἀνὁρὸς Ἕκτορος ξένων ἐμοὶ

μάλιστα μισηθέντος ἐχθίστου θ' ὁρᾷν.

πέπηγε δ' ὲν γῇ πολεμίᾳ τῇ Τρῳάδι

σιδηροβρῶτι θηγάνη νεηκονής ·

ἔπηξα δ' αὐτὸν εὖ περιστείλας ἐγὼ,

εὐνούστατον τῷδ' ἀνδρὶ διὰ τάχους θανεῖν.

οὕτω uev εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι

σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκὸς, ἄρκεσον.

αἰτήσομαι δέ σ' οὐ μακρὸν γέρας λαχεῖν.

πέμψον τιν' ἡμῖν ἄγγελον κακὴν φάτιν

Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ

πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,

καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος

ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ' ἕλωρ.

τοσαῦτά σ', ὦ Ζεῦ, προςτρέπω· καλῶ θ' ἄμα

πομπαῖον Ἑρμῆν χθόνιον, εὖ με κοιμίσαι

ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι

πλευρὰν διαρρήξαντα τώδε φασγάνῳ.

καλῶ δ' ἀρωγοὺς τὰς ἀεί τε παρθένους

ἀεί θ' ὁρώσας πάντα τἀν βροτοῖς πάθη,

σεμνὰς Ἐριννῦς τανύποδας, μαθεῖν ἐμὲ,

πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.

καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους

ξυναρπάσειαν, ὥσπερ εἰςορῶσ' ἐμὲ

αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς

πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.

ἴτ', ὦ τᾳἰχεῖαι ποίνιμοί τ' Ἐριννύες,

γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.

σὺ δ', ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν,

Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα

ἴδης, ἐπισχὼν χρυσόνωτον ἡνίαν,

ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ' ἐμὸν

γέροντι πατρὶ, τῇ τε δυστήνῳ τροφῷ.

ἦ που τάλαινα, τήνδ' ὅταν κλύῃ φάτιν,

ἡσσει μέγαν κωκυτὸν ὲν πάση πόλει.

ἀλλ' οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην·

ἀλλ' ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.

ὦ Θάνατε, Θάνατε, νῦν μ' ἐπίσκεψαι μολών!

καίτοι σὲ μὲν κἀκεῖ προςαυδήσω ξυνών.

σὲ δ', ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,

καὶ τὸν διφρευτὴν ἥλιον προςεννέπω,

πανύστατον δὴ, κοὔποτ' αὖθις ὕστερον.

ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον

Σαλαμῖνος, co πατρῷον ἑστίας βάθρον,

κλειναί τ' Ἀθῆναι καὶ τὸ σύντροφον γένος,

κρῆναι τε ποταμοί θ' οἵδε καὶ τὰ Τρωϊκὰ

πεδία προςαυδῶ, χαίρετ', ὦ τροφῆς ἐμοί·

τοῦθ' ὑμὶν Αἴας τοὖπος ὕστατον θροεῖ·

τὰ δ' ἄλλ' ὲν Ἅιδου τοῖς κάτω μυθήσομαι.

Πόνος πόνῳ πόνον φέρει.

πᾷ,πᾷ,

πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;

κοὐδεὶς ὲιΛσταταἰ με συμμαθεῖν τόπος.

ἰδοὺ, ἰδοὺ,

δοῦπον αὖ κλύω τινά.

Ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.

Τί οὖν δή;

Πὰν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.

ἔχεις οὖν;

Πόνου γε πλῆθος κοὐδὲν εἰς ὄψιν πλέον.

Ἀλλ' οὐδ' ἐμοὶ δὴ τὴν ἀφ' ἡλίου βολῶν

κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.

Τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων

ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας

ἢ τίς Ὀλυμπιάδων θεῶν ἢ ῥυτῶν

Βοςπορίων ποταμῶν

ἴδρις, τὸν ὠμόθυμον εἰ ποθι

πλαζόμενον λεύσσων ἀπύοι; σχέτλια γὰρ

ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων

οὐρίῳ μὴ πελάσαι δρόμῳ,

ἀλλ' ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.

ἰώ μοί μοι.

Τινος βοὴ πάραυλος ἐξέβη νάπους;

Ἰὼ τλήμων.

Τὴν δουρίληπτον δύςμορον νύμφην ὁρῶ

Τέκμησσαν οἴκτῳ τῷδε συγκεκραμένην.

Οἴχωκ', ὄλωλα, διαπεπόρθημαι, φίλοι.

Τί δ' ἔστιν;

Αἴας ὅδ' ἡμῖν ἀρτίως νεοσφαγὴς

κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.

ὤ μοι ἐμῶν νόστων,

ὤ μοι, κατέπεφνες, ἄναξ,

τόνδε συνναύταν, ὦ τάλας,

ὦ ταλαίφρων γύναι.

Ὡς ὧδε τοῦδ' ἔχοντος, αἰάζειν πάρα.

Τίνος ποτ' ἆρ' ἔπραξε χειρὶ δύςμορος;

Αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ὲν γάρ οἱ χθονὶ

πηκτὸν τόδ' ἔγχος περιπετὲς κατηγορεῖ

Ὤ μοι ἐμᾶς ἄτας, οἶος ἄρ' αἱμάχθης,

ἄφρακτος φίλων!

ἐγὼ δ' ὁ πάντα κωφὸς, ὁ πάντ' ἄϊδρις,

κατημέλησα· πᾷ, πᾴ

κεῖται ὁ ὅυςτράπελος, δυςώνυμος Αἴας;

Οὔ τοι θεατός· ἀλλά νιν περιπτυχεῖ

φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ

οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν

φυσῶντ' ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας

πληγῆς μελανθὲν αἷμ' ἀπ' οἰκείας σφαγῆς.

οἴ μοι, τί δράσω; τίς σε βαστάσει φίλων;

ποῦ Τεῦκρος; ὡς ἀκμαῖος, εἰ βαίη, μόλοι,

πεπτῶτ' ἀδελφὸν τόνδε συγκαθαρμόσαι.

ὦ ὅύςμορ' Αἴας, οἶος ὢν οἴως ἔχεις,

ὡς καὶ παρ' ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.

ἔμελλες, τάλας, ἔμελλες χρόνῳ

στερεόφρων ἄρ' ἐξανύσειν κακὰν

μοῖραν ἀπειρεσίων πόνων· τοῖά μοι

πάννυχα καὶ φαέθοντ'

ἀνεστέναζες, ὠμόφρων,

ἐχθοδόπ' Ἀτρείδαις οὐλίῳ σὺν πάθει,

μέγας ἄρ' ἦν ἐκεῖνος ἄρχων χρόνος

πημάτων, ἦμος ἀριστόχειρ

(Ἀχιλλέως) ὅπλων ἔκειτ' ἀγὼν πέρι.

Ἰώ μοί μοι.

Χωρεῖ πρὸς ἦπαρ, οἶδα, γενναία δύη.

ἰώ μοι μοι.

οὐδέν σ' ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,

τοιοῦδ' ἀποβλαφθεῖσαν ἀρτίως φίλου.

Σοὶ μὲν δοκεῖν ταῦτ' ἔστ', ἐμοὶ δ' ἄγαν φρονεῖν.

Ξυναυδῶ.

οἴ μοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ

χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσι σκοποί.

Ὤ μοι ἀναλγήτων

δισσῶν ἐθρόησας ἄναυδον

ἔργον Ἀτρειδᾶν τῷὸ ' ἄχει,

ἀλλ' ἀπείργοι θεός.

Οὐκ ἂν τάδ' ἔστη τῇδε μὴ θεῶν μέτα,

Ἄγαν γ' ὑπερβριθὲς ἄχθος ἤνυσαν.

Τοιόνδε μέντοι Ζῆνός ἡ δεινὴ θεὸς

Πάλλας φυτεύει πῆμ' Ὀδυσσέως χάριν.

ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει

πολύτλας ἀνὴρ,

γελᾷ δὲ τοῖςδε μαινομένοις ἄχεσιν

πολὺν γέλωτα, φεῦ, φεῦ,

ξύν τε διπλοί βασιλῆς κλύοντες Ἀτρεϊδαί.

Οἶδ' οὖν γελώντων κἀπιχαιρόντων κακοῖς

τοῖς τοῦδ'· ἴσως τοι, κεἰ βλέποντα μὴ 'πόθουν,

θανόντ' ἂν οἰμώξειαν ὲν χρείᾳ δορός.

οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν

ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.

ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκὺς,

αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν,

ὲκτήσαθ' αὑτῷ, θάνατον, ὅνπερ ἤθελεν.

πῶς δῆτα τοῦδ' ἐπεγγελῷεν ἂν κάτα;

θεοῖς τέθνηκεν οὕτος, οὐ κείνοισιν, οὔ.

πρὸς ταῦτ' Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.

Αἴας γὰρ αὐτοῖς οὐκέτ' ἐστίν· ἀλλ' ἐμοὶ

λιπὼν ἀνίας καὶ γόους ὅιοίχεται.

Ἰώ μοί μοι.

Σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν

βοῶντος ἄτης τῆςδ' ἐπίσκοπον μέλος.

Ὢ φίλτατ' Αἴας, ὦ ξύναιμον ὄμμ' ἐμοὶ,

ἆρ' ἠμπόληκας, ὥςπερ ἡ φάτις κρατεῖ;

ὄλωλεν ἁνὴρ, Τεῦκρε, τοῦτ' ὲπἐστασο.

ὤ μοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.

Ὡς ὧδ' ἐχόντων —

ὦ τάλας ἐγὼ, τάλας.

Πάρα στενάζειν.

ὦ περισπερχὲς πάθος !

Ἄγαν γε, Τεῦκρε.

φεῦ τάλας! τί γὰρ τέκνον

τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;

Μόνος παρὰ σκηναῖσιν.

οὐχ ὅσον τάχος

δῆτ' αὐτὸν ἄξεις δεῦρο, μήτις ὡς κενῆς

σκύμνον λεαίνης δυςμενῶν ἀναρπάσῃ;

ἴθ', ἐγκόνει, ξύγκαμνε· τοῖς θανοῦσί τοι

φιλοῦσι πάντες κειμένοις ὲπεγγελἧν.

Καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν

ὲφιεθ' ‘ἀνὴρ κεῖνος, ὥςπερ οὖν μέλει.

ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ

ἄλγιστον, ὧν προςεῖδον ὀφθαλμοῖς ὲγώ·

ὁδός θ' ὁδῶν πασῶν ἀνιάσασα δὴ

μάλιστα τοὐμὸν σπλάγχνον, ἢν δὴ νῦν ἔβην,

ὦ φίλτατ' Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην

μόρον, διώκων κᾀξιχνοσκοπούμενος.

ὀξεῖα γάρ σου βάξις, ὡς θεοῦ τινος,

διῆλθ' Ἀχαιοὺς πάντας, ὡς οἴχει θανὼν,

‘ἀγὼ κλύων δείλαιος, ὲκποδὼν μὲν ὢν,

ὑπεστέναζον, νῦν δ' ὁρῶν, ἀπόλλυμαι.

οἴ μοι.

ἴθ', ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.

ὦ δυςθέατον ὄμμα καὶ τόλμης πικρὰς,

ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.

ποῖ γὰρ μολεῖν μοι δυνατὸν, ἐς ποίους βροτοὺς,

τοῖς σοῖς ἀρήξαντ' ὲν πόνοισι μηδαμοῦ;

ἦ πού με Τελαμὼν, σὸς πατὴρ ἐμός θ' ἄμα,

δἐξαιτ' ἂν εὐπρόςωπος, ἵλεως τ' ἴσως,

χωροῦντ' ἄνευ σοῦ; πῶς γὰρ οὔχ; ὅτῳ πάρα

μηδ' εὐτυχοῦντι μηδὲν ἥδιον γελᾷν.

οὗτος τί κρύψει; ποῖον οὐκ ὲρεῖ κακόν;

τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,

τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ

σὲ, φίλτατ' Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ

κράτη θανόντος καὶ δόμους νέμοιμι σοὺς.

τοιαῦτ' ἀνὴρ δύςοργος, ὲν γήρᾳ βαρὺς,

ἔρει πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.

τέλος δ' ἀπωστὸς γῆς ἀποῤῥιφθήσομαι,

δοῦλος λόγοισιν ἀντ' ἐλευθέρου φανεὶς.

τοιαῦτα μὲν κατ' οἶκον· ὲν Τροίᾳ δ' ἐμοὶ

πολλοὶ μὲν ἐχθροὶ, παῦρα δ' ὠφελήσιμα.

καὶ ταῦτα πάντα σοῦ θανόντος εὑρόμην.

οἴ μοι, τί δράσω; πῶς σ' ἀποσπάσω πικροῦ

τοῦδ' αἰόλου κνώδοντος; ὦ τάλας, ὑφ' οὖ

φονέως ἄρ' ἐξέπνευσας· εἶδες, ὡς χρόνῳ

ἔμελλέ σ' Ἕκτωρ, καὶ θανὼν, ἀποφθίσειν;

σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.

Ἕκτωρ μὲν, ᾧ δὴ τοῦδ' ἐδωρήθη πάρα,

ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων

ὲγνάπτετ' αἰὲν, ἔς τ' ἀπέψυξεν βίον.

οὗτος δ' ἐκείνου τήνδε δωρεὰν ἔχων

πρὸς τοῦδ' ὄλωλε θανασίμῳ πεσήματι.

ἆρ' οὐκ Ἐριννὺς τοῦτ' ἐχάλκευσε ξίφος,

κἀκεῖνον Ἀιδὴς, δημιουργὸς ἄγριος,

ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ' ἀεὶ

φάσκοιμ' ἂν ἀνθρώποισι μηχανὴν θεούς·

ὅτῳ δὲ μὴ τάδ' ἐστὶν ὲν γνώμῃ φίλα,

κεῖνος τὰ κείνου στεργέτω, κἀγὼ τάδε.

μὴ τεῖνε μακρὰν, ἀλλ' ὅπως κρύψεις τάφῳ

φράζου τὸν ἄνδρα, χὤ τι μυθήσει τάχα.

βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ' ἂν κακοῖς

γελῶν ἂ δὴ κακοῦργος ὲξίκοιτ' ἀνήρ.

Τίς δ' ἔστιν, ὅντιν' ἄνδρα προςλεύσσεις στρατοῦ;

Μενέλαος, ᾦ δὴ τόνδε πλοῦν ἐστείλαμεν.

Ορῶ· μαθεῖν γὰρ, ἐγγὺς ὢν, οὐ δυςπετής.

Οὗτος, σὲ φωνῶ· τόνδε τὸν νεκρὸν χεροῖν

μὴ ξυγκομίζειν, ἀλλ' ἐᾷν, ὅπως ἔχει.

Τινος χάριν τοσόνδ' ἀνάλωσας λόγον;

Δοκοῦντ' ἐμοὶ, δοκοῦντα δ', ὅς κραίνει στρατου.

Οὔκουν ἂν εἴποις, ἥντιν' αἰτίαν προθείς;

Ὁθούνεκ' αὐτὸν ἐλπίσαντες οἴκοθεν

ἄξειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,

ἐξεύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν.

ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον,

νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δορί.

κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,

ἡμεῖς μὲν ἂν τήνδ', ἢν ὁδ' εἴληχεν, τύχην,

θανόντες ἂν προὐκείμεθ' αἰσχίστῳ μόρῳ·

οὗτος δ' ἂν ἔζη· νῦν ὅ' ἐνήλλαξεν θεὸς,

τὴν τοῦδ' ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.

ὧν οὕνεκ' αὐτὸν οὔ τις ἔστ' ἀνὴρ σθένων

τοσοῦτον, ὥστε σῶμα τυμβεῦσαι τάφῳ,

ἀλλ' ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος

ὄρνισι φορβὴ παραλίοις γενήσεται.

πρὸς ταῦτα μηδὲν δεινὸν ὲξάρῃς μένος.

εἰ γὰρ βλέποντος μὴ 'δυνήθημεν κρατεῖν,

πάντως θανόντος γ' ἄρξομεν, κἂν μὴ θέλῃς,

χερσὶν παρευθύνοντες, οὐ γὰρ ἔσθ' ὅπου

λόγων ἀκοῦσαι ζῶν ποτ' ἠθέλησ' ἐμῶν.

καίτοι κακοῦ πρὸς ἀνδρὸς, ἄνδρα δημότην

μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.

οὐ γάρ ποτ' οὔτ' ἂν ὲν πόλει νόμοι καλῶς

φέροιντ' ἂν ἔνθα μὴ καθεστήκῃ δέος·

οὔτ' ἂν στρατός γε σωφρόνως ἄρχοιτ' ἔτι,

μηδέν φόβου πρόβλημα μηδ' αἰδοῦς ἔχων.

ἀλλ' ἄνδρα χρὴ, κἂν σῶμα γεννήσῃ μέγα,

δοκεῖν πεσεῖν ἂν, κἂν ἀπὸ σμικροῦ κακοῦ.

δέος γὰρ ᾦ πρόςεστιν αἰσχύνη θ' ὁμοῦ,

σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο.

ὅπου δ' ὑβρίζειν, δρᾷν θ' ἁ βούλεται, πάρα,

ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ

ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.

ἀλλ' ἑστάτω μοι καὶ δέος τι καίριον,

καὶ μὴ δοκῶμεν, δρῶντες ἂν ἡδώμεθα

οὐκ ἀντιτίσειν αὖθις, ‘ἂν λυπώμεθα.

ἕρπει παραλλὰξ ταῦτα· πρόσθεν οὗτος ἦν

αἴθων ὑβριστής· νὺν δ' ἐγὼ μἐγ αὖ φρονῶ,

καὶ σοὶ προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως

μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.

Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς,

εἶτ' αὐτὸς ὲν θανοῦσιν ὑβριστὴς γένῃ.

οὐκ ἄν ποτ', ἄνδρες, ἄνδρα θαυμάσαιμ' ἔτι,

ὅς μηδὲν ὢν γοναῖσιν εἶθ' ἁμαρτάνει,

ὅθ' οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι,

τοιαῦθ' ἁμαρτάνουσιν ἐν λόγοις ἔπη.

ἄγ' εἴπ' ἀπ' ἀρχῆς αὖθις, ἦ σὺ φῄς ἄγειν

τὸν ἄνδρ' Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;

οὐκ αὐτὸς ἐξέπλευσεν, ὡς αὑτοῦ κρατῶν;

ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν

ἔξεστ' ἀνάσσειν, ὧν ὅδ' ἡγεῖτ' οἴκοθεν;

Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν.

οὐδ' ἔσθ' ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον

ἀρχῆς ἔκειτο θεσμὸς, ἢ καὶ τῷδε σέ.

ὕπαρχος ἄλλων δεῦρ' ἔπλευσας, οὐχ ὅλων

στρατηγὸς, ὥςτ' Αἴαντος ἡγεῖσθαί ποτε.

ἀλλ' ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σἐμν' ἔπη

κόλαζ' ἐκείνους· τόνδε δ' εἴτε μὴ σὺ φῄς,

εἴθ' ἅτερος στρατηγὸς εἰς ταφὰς ἐγὼ

θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.

οὐ γάρ τι τῆς σῆς οὕνεκ' ἐστρατεύσατο

γυναικὸς, ὥςπερ οἱ πόνου πολλοῦ πλέῳ·

ἀλλ' οὕνεχ' ὅρκων, οἶσιν ἦν ἐνώμοτος,

σοῦ δ' οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.

πρὸς ταῦτα πλείοις δεῦρο κήρυκας λαβὼν

καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου

οὐκ ἂν στραφείην, ἔς τ' ἂν ᾖς, οἷός περ εἶ,

Οὐδ' αὖ τοιαύτην γλῶσσαν ὲν κακοῖς φιλῶ.

τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ' ᾖ, δάκνει.

ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.

Οὐ γὰρ βάναυσον τὴν τέγνην ἐκτησάμην.

Μέγ' ἄν τι κομπάσειας, ἀσπίδ' εἰ λάβοις.

Κἂν ψιλὸς ἀρκέσαιμι σοί γ' ὡπλισμένῳ.

Η γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.

Ξὺν τῷ δικαίῳ γὰρ μέγ' ἔξεστιν φρονεῖν.

Δίκαια γὰρ τόνδ' εὐτυχεῖν, κτείναντά με;

Κτείναντα; δεινόν γ' εἶπας, εἰ καὶ ζῆς θανών.

Θεὸς γὰρ ἐκσώζει με, τῷδε δ' οἴχομαι.

μὴ νυν ἀτίμα θεοὺς, θεοῖς σεσωσμένος.

ἑγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;

εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.

Τούς γ' αὐτὸς αὑτοῦ πολεμίους· οὐ γὰρ καλόν.

ᾖ σοὶ γὰρ Αἴας πολέμιος προὔστη ποτέ;

Μισοῦντ' ἐμίσει· καὶ σὺ τοῦτ' ἠπίστασο.

Κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς εὑρέθης. UBS

ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοὶ, τόδ' ἐσφάλη.

Πόλλ' ἂν κακῶς λάθρα σὺ κλέψειας κακά.

Τοῦτ' εἰς ἀνίαν τοὖπος ἔρχεται τινί.

Οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.

ἕv σοι φράσω· τόνδ' ἐστὶν οὐχὶ θαπτέον.

Σὺ δ' ἀντακούσει τοῦτον, ὡς τεθάψεται.

Ἤδη ποτ' εἶδον ἄνδρ ἐγὼ γλώσσῃ θρασὺν,

ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,

ᾦ φθέγμ' ἂν οὐκ ἂν εὗρες, ὴνίκ' ἐκ κακῷ

χειμῶνος εἴχετ', ἀλλ' ὑφ' εἵματος κρυφεὶς,

πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.

οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα,

σμικροῦ νέφους τάχ' ἄν τις ἐκπνεύοας μέγας

χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.

ἐγὼ δέ γ' ἄνδρ' ὄπωπα μωρίας πλέων,

ὅς ὲν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.

κἆτ' αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ,

ὀργήν θ' ὁμοῖος, εἶπε τοιοῦτον λόγον·

Ἄνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·

εἰ γὰρ ποιήσεις, ἴσθι πημανούμενος.

τοιαῦτ' ἄνολβον ἄνδρ' ἐνουθέτει παρών.

ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,

οὐδείς ποτ' ἄλλος ἢ σύ· μῶν ᾐνιξάμην;

Ἄπειμι· καὶ γὰρ αἰσχρὸν, εἰ πύθοιτό τις,

λόγοις κολάζειν, ᾧ βιάζεσθαι πάρα.

Ἄφερπέ νυν · κἀμοὶ γὰρ αἴσχιστον κλύειν

ἀνδρὸς ματαίου, φλαῦρ' ἔπη μυθουμένου.

ἔσται μεγάλης ἔριδός τις ἀγών.

ἀλλ', ὡς δύνασαι, Τεῦκρε, ταχύνας

σπεῦσον κοίλην κάπετόν τιν' ἰδεῖν

τῷδ', ἔνθα βροτοῖς τὸν ἀείμνηστον

τάφον εὐρώεντα καθέξει.

Καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίον

πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνὴ,

τάφον περιστελοῦντε δυστήνου νεκροῦ,

ὦ παῖ, πρόςελθε δεῦρο καὶ σταθεὶς Πέλας

ἱκέτης ἔφαψαι πατρὸς ὅς σ' ἐγείνατο.

θάκει δὲ προςτρόπαιος ὲν χεροῖν ἔχων

κόμας ἐμὰς καὶ τἧςὅε καὶ σαυτοῦ τρίτου,

ἱκτήριον θησαυρόν· εἰ δέ τις στρατοῦ

βίᾳ σ' ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ.

κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονὸς

γένους ἅπαντος ῥίζαν ἐξημημένος,

αὕτως ὅπωςπερ τόνδ' ἐγὼ τέμνω πλόκον.

ἔχ' αὐτὸν, ὦ παῖ, καὶ φίλασσε, μηδέ σε

κινησάτω τις, ἀλλὰ προςπεσὼν ἔχου.

ὑμεῖς τε μὴ γυναῖκες ἀντ' ἀνδρῶν πέλας

παρἐστατ', ἀλλ' ἀρήγετ', ἔς τ' ἐγὼ μόλω

τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ.

Τις ἄρα νέατος; ἐς πότε λήξει

πολυπλάγκτων ἐτέων ἀριθμὸς,

τὰν ἄπαυστον αἰὲν ἐμοὶ

δορυσσόντων μόχθων

ἄταν ἐπάγων

ἀνὰ τὰν εὐρώδη Τροίαν.

δύστανον ὄνειδος

ὄφελε πρότερον αἰθέρα δῦναι

μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν

κεῖνος ἀνὴρ, ὃς στυγερῶν

ἔδειξ' ὅπλων Ἕλλα-

σιν κοινὸν Ἄρη.

ὦ πόνοι πρόγονοι πόνων.

κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.

ἐκεῖνος οὐ στεφάνων,

οὔτε βαθειᾶν κυλίκων

νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,

οὔτε γλυκὺν αὐλῶν ὄτοβον,

δύςμορος, οὔτ' ἐννυχίαν

τέρψιν ἰαύειν· ἐρώτων δ'

ἐρώτων ἀπέπαυσεν, ὤ μοι!

κεῖμαι δ' ἀμέριμνος οὕτως,

ἀεὶ πυκιναῖς δρόσοις

τεγγόμενος κόμας,

λυγρᾶς μνήματα Τροίας.

Καὶ πρὶν μὲν ἐννυχίου

δείματος ἦν μοι προβολὰ

καὶ βελέων θούριος Αἴας·

νῦν δ' οὗτος ἀνεῖται στυγερῷ

δαίμονι· τίς μοι, τίς ἔτ' οὖν

τέρψις ὲπέσται,- γενοίμαν,

ἵν' ὑλᾶεν ἔπεστι πόντου

πρόβλημ' ἁλίκλυστον, ἄκραν

ὑπὸ πλάκα Σουνίου,

τὰς ἱερὰς ὅπως

προςείποιμ' ἂν Ἀθανᾶς.

Καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην

Ἀγαμέμνον' ἡμῖν δεῦρο τόνδ' ὁρμώμενον·

δῆλος δὲ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.

Σὲ δὴ τὰ δεινὰ ῥήματ' ἀγγέλλουσι μοι

τλῆναι καθ' ἡμῶν ὧδ' ἀνοιμωκτεὶ χανεῖν;

σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω.

ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο

ὑψήλ' ἐκόμπεις, κἀπ' ἄκρων ὡδοιπόρεις,

ὅτ' οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ.

κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν

ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω,

ἀλλ' αὐτὸς ἄρχων, ὡς σὺ φῂς, Αἴας ἔπλει.

ταῦτ' οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;

ποίου κέκραγας ἀνδρὸς ὧδ' ὑπέρφρονα;

ποῦ βάντος ἢ ποῦ στάντος, οὗπερ οὐκ ἐγώ;

οὐκ ἆρ' Ἀχαιοῖς ἄνδρες εἰσὶ, πλὴν ὅδε;

πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων

ἀγῶνας Ἀργείοισι κηρύξαι τότε,

εἰ πανταχοῦ φανούμεθ' ἐκ Τεύκρου κακοὶ,

κοὐκ ἀρκέσει ποθ' ὑμὶν, οὐδ' ἡσσημένοις,

εἴκειν ἅ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς.

ἀλλ' αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που,

ἢ σὺν δόλῳ κεντήσεθ' οἱ λελειμμένοι.

ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε

κατάστασις γένοιτ' ἂν οὐδενὸς νόμου,

εἰ τοὺς δίκη νικῶντας ὲξωθήσομεν

καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.

ἀλλ' εἰρκτέον τάδ' ἐστίν· οὐ γὰρ οἱ πλατεῖς,

οὐδ' εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,

ἀλλ' οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.

μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως

μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.

καὶ σοὶ προςέρπον τοῦτ' ὲγὼ τὸ φάρμακον

ὁρῶ τάχ , εἰ μὴ νοῦν κατακτήσει τινά.

ὃς ἀνδρὸς οὐκέτ' ὄντος, ἀλλ' ἤδη σκιᾶς,

θαρσῶν ὑβρίζεις κἀξελευὅεροστομεῖς.

οὐ ὅωφρονήσεις; οὐ μαὅὼν ὃς εἶ φύσιν,

ἄλλον τιν' ἄξεις ἄνδρα δεὖρ' ἐλεύθερον,

ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;

σοῦ γὰρ λέγοντος οὐκέτ' ἂν μάθοιμ' ἐγώ·

τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαίω.

εἴθ' ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν!

τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.

φεῦ! τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς

χάρις διαρρεῖ καὶ προδοῦσ' ἁλίσκεται,

εἰ σοῦ γ' ὅδ' ἁνὴρ οὐδ' ἐπὶ σμικρῶν λόγων,

Αἴας, ἔτ' ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις

τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί.

ἀλλ' οἴχεται δὴ πάντα ταὖτ' ἐῤῥιμμἐνα.

ὦ πολλὰ λέξας ἄρτι κἀνόνητ' ἔπη,

οὐ μνημονεύεις οὐκέτ' οὐδὲν, ἡνίκα

ἑρκέων ποθ' ὑμᾶς οὗτος ὲγκεγλεισμένους,

ἤδη τὸ μηδὲν ὄντας ἐν τροπῇ δορὸς,

ἐῤῥύσατ' ἐλθὼν μοῦνος· ἀμφὶ μὲν νεῶν

ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις

πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη

πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;

τίς ταῦτ' ἀπεῖρξεν; οὐχ ὅδ' ἢν ὁ δρῶν τάδε,

ὃν οὐδαμοῦ φὴς οὐδὲ συμβῆναι ποδί;

ἆρ' ὑμὶν οὗτος ταῦτ' ἔδρασεν ἔνδικα;

χὤτ' αὖθις αὐτός Ἕκτορος μόνος μόνου,

λαχών τε κἀκέλευστος, ἦλθ' ἐναντίος,

οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθεὶς

ὑγράς ἀρούρας βῶλον, ἀλλ' ὅς εὐλόφου

κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;

ὅδ' ἦν ὁ πράσσων ταῦτα, σὺν δ' ἐγὼ παρὼν

ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.

δύστηνε, ποῖ βλέπων ποτ' αὐτὰ καὶ θροεῖς;

οὐκ οἶσθα, σοῦ πατρὸς μὲν ὅς προὔφυ πατὴρ,

ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;

Ἀτρέα δ', ὅς αὖ σ' ἔσπειρε, δυςσεβἐστατον,

προθἐντ' ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;

αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ' ᾗ

λαβὼν ἐπακτὸν ἄνδρ' ὁ φιτύσας πατὴρ

ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.

τοιοῦτος ὢν τοιῷδ' ὀνειδίζεις σποράν;

ὅς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγὼς,

ὅστις στρατοῦ τὰ πρὥτ' ἀριστεύσας ἐμὴν

ἴσχει ξύνευνον μητέρ', ἣ φύσει μὲν ἦν

βασίλεια, Λαομέδοντος; ἔκκριτον δέ νιν

δώρημ' ἐκείνῳ 'δῶκεν Ἀλκμήνης γόνος.

ἆρ' ὧδ' ἄριστος ἐξ ἀριστέοιν δυοῖν

βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος;

οὓς νῦν σὺ τοιοῖςδ' ὲν πόνοισι κειμένους

ὠθεῖς ἀθάπτους, οὐδ' ἐπαισχύνει λέγων;

εὖ νῦν τόδ' ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,

βαλεῖτε χἠμᾶς, τρεῖς ὁμοῦ ξυγκειμἐνους.

ἐπεὶ καλόν μοι τοῦδ' ὑπερπονουμένῳ

θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ

γυναικὸς, ἢ τοῦ σοῦ θ' ὁμαίμονος λέγω,

πρὸς ταῦθ', ὅρα μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σόν.

ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ

καὶ δειλὸς εἶναι μᾶλλον, ἡ 'ν ἐμοὶ θρασύς.

Ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθ' ἐληλυθὼς,

εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.

Τί δ' ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην

βοὴν Ἀτρειδῶν τῷδ' ἐπ' ἀλκίμῳ νεκρῷ.

Οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,

ἄναξ Ὀδυσσεῦ, τοῦδ' ὑπ' ἀνδρὸς ἀρτίως;

Ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω

κλύοντι φλαῦρα, συμβαλεῖν ἔπη κακά.

ἤκουσεν αἰσχρὰ, δρῶν γὰρ ἦν τοιαῦτά με.

Τί γάρ σ' ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;

Οὔ φησ' ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς

ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.

ἐξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ,

σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;

εἴπ'· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ

φίλον σ' ἐγὼ μέγιστον Ἀργείων νέμω.

Ἄκουέ νυν· τὸν ἄνδρα τόνδε, πρὸς θεῶν,

μὴ τλῇς ἄθαπτον ὧδ' ἀναλγήτως βαλεῖν·

μηδ' ἡ βία σε μηδαμῶς νικησάτω

τοσόνδε μισεῖν, ὥστε τὴν δίκην πατεῖν.

κἀμοὶ γὰρ ἦν ποθ' οὗτος ἔχθιστος στρατοῦ,

ἐξ οὗ 'κράτησα τῶν Ἀχιλλείων ὅπλων.

ἀλλ' αὐτὸν ἔμπας ὄντ' ἐγὼ τοιόνδ' ἐμοὶ,

οὔκουν ἀτιμάσαιμ' ἂν, ὥστε μὴ λέγειν

ἕν' ἄνδρ' ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι

Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.

ὥστ' οὐκ ἂν ὲνδίκως γ' ἀτιμάζοιτό σοι.

οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους

φθείροις ἄν· ἄνδρα δ' οὐ δίκαιον, εἰ θάνοι,

βλάπτειν τὸν ἐσθλὸν, οὐδ' ἐὰν μισῶν κυρῇς.

Σὺ ταῦτ', Ὀδυσσεῦ, τοῦδ' ὑπερμαχεῖς ἐμοί;

ἔγωγ'· ἐμίσουν δ', ὴνίκ' ἦν μισεῖν καλόν.

Οὐ γὰρ θανόντι καὶ προςεμβἡναί σε χρή;

μὴ χαῖρ', Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.

Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.

Ἀλλ' εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.

Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ὲν τέλει.

Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.

Μέμνησ' ὁποίῳ φωτὶ τὴν χάριν δίδως.

Ὁδ' ἐχθρὸς ‘ἀνὴρ, ἀλλὰ γενναῖος ποτ' ἦν.

τί ποτε ποιήσεις; ἐχθρὸν ὧδ' αἰδῇ νέκυν;

Νίκᾳ γὰρ ἡ 'ρετή με τῆς ἔχθρας πολύ.

Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτοῖς,

ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.

Τοιούςδ' ἐπαινεῖς δῆτα σὺ κτάσθαι φίλους;

Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.

Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.

Ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.

Ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾷν.

ἔγωγε· καὶ γὰρ αὐτὸς ὲνθάδ' ἵζομαι.

ἦ πάνθ' ὁμοῖα πᾶς ἀνὴρ αὑτῷ πονεῖ.

Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ 'μαυτῷ πονεῖν;

Σὸν ἆρα τοὖργον, οὐκ ἐμὸν κεκλήσεται.

Ὡς ἂν ποιήσῃς, πανταχῆ χρηστός γ' ἔσει.

Ἀλλ' εὖ γε μέντοι τοῦτ' ἐπίστασ', ὡς ἐγὼ

σοὶ μὲν νἐμοιμ' ἂν τἧςδε καὶ μείζω χάριν.

οὗτος δὲ κἀκεῖ κἀνθάδ' ὢν ἔμοιγ' ὁμῶς

ἔχθιστος ἔσται· σοὶ δὲ δρᾷν ἔξεσθ' ἃ χρή.

ὅστις σ', Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν

φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ' ἀνήρ.

Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ' ἀγγέλλομαι,

ὅσον τότ' ἐχθρὸς ἦν, τοσόνδ' εἶναι φίλος.

καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω,

καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν, ὅσον

χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.

Ἄριστ' Ὀδυσσεῦ, πάντ' ἔχω σ' ἐπαινέσαι

λόγοισι· καί μ' ἔψευσας ἐλπίδος πολύ.

τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ,

μόνος παρέστης χερσὶν, οὐδ' ἔτλης παρὼν

θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,

ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν,

αὐτός τε χὠ ξύναιμος, ἠθελησάτην

λωβητὸν αὐτὸν ὲκβαλεῖν, ταφῆς ἄτερ.

τοιγὰρ σφ' Ὀλύμπου τοῦδ' ὁ πρεςβεύων πατὴρ,

μνήμων τ' Ἐριννὺς καὶ τελεςφόρος Δίκη

κακοὺς κακῶς φθείρειαν, ὥςπερ ἤθελον

τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.

σὲ δ', ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρὸς,

τάφου μὲν ὀκνῶ τοῦδ' ὲπιψαυfειν ἐᾷν,

μὴ τῷ θανόντι τοῦτο δυςχερὲς ποιῶ.

τὰ δ' ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ

θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.

ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ · σὺ δὲ

ἀνὴρ καθ' ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.

Ἀλλ' ἤθελον μέν' εἰ δὲ μή 'στί σοι φίλον

πράσσειν τάδ' ἡμᾶς, εἰμ' ἐπαινἐσας τὸ σόν.

Ἅλις · ἤδη γὰρ πολὺς ἐκτέταται

χρόνος· ἀλλ' οἱ μὲν κοίλην κάπετον

χερσὶ ταχύνετε, τοὶ δ' ὑψίβατον

τρίποδ' ἀμφίπυρον λουτρῶν ὁσέων

θέσθ' ἐπίκαιρον· μία δ' ἐκ κλισίας

ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον

κόσμον φερέτω.

Παῖ, σὺ δὲ πατρός γ', ὅσον ἰσχύεις,

φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ

τάςδ' ἐπικούφιζ'· ἔτι γὰρ θερμαὶ

σύριγγες ἄνω φυσῶσι μέλαν

μένος· ἀλλ' ἄγε πᾶς φίλος ὅστις ἀνὴρ

φησὶ παρεῖναι, σούσθω, βάτω,

τῷδ' ἀνδρὶ πονῶν τῷ πάντ' ἀγαθῷ

κοὐδενί πώ ποτε λῴονι θνητῶν

Αἴαντος, ὅτ' ἦν, τότε φωνῶ.

ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν γνῶναι·

πρὶν ἰδεῖν δ', οὐδεὶς μάντις

τῶν μελλόντων ὅ τι πράξει.