I. 
 Γένος Εὐριπίδου καὶ βίος. 
 ΕΥΡΠΠΔΗΣ ὁ ποιητὴς υίὸς ἐγένετο Μνησάρχου καπήλου καὶ Κλειτοῦς 
 λαχανοπώλιδος, Ἀθηναῖος μὲν, ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ
 Καλλιάδου ἄρχοντος κατὰ τὴν οε΄ ὀλυμπιάδα, ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις
 οἱ Ἕλληνες. ἤσκησε δὲ κατʼ ἀρχὰς μὲν παγκράτιον ἢ πυγμὴν, τοῦ πατρὸς
 αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει. καί
 φασιν αὐτὸν Ἀθήνησι νικῆσαι. ἀναγνοὺς δὲ ἐπὶ τραγῳδίαν ἐτράπη, καὶ
 πολλοὺς προσεξεῦρε λόγους, φυσιολογίας, ῥητορείας, ἀναγνωρισμοὺς, ὡς δὴ
 ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου καὶ Σωκράτους
 ἑταῖρος. δοκεῖ δὲ αὐτῷ καὶ Σωκράτης ὁ φιλόσοφος καὶ Μνησίλοχος
 συμπεποιηκέναι τινὰ, ὥς φησι Τηλεκλείδης 
 Μνησίλοχός ἐστʼ ἐκεῖνος, ὃς φρύγει τι δρᾶμα καινὸν 
 Εὑριπίδῃ, καὶ Σωκράτης τὰ φρύγανʼ ὑποτίθησιν. 
 
 
 οἱ δὲ τὰ μέλη φασὶ Κηφισοφῶντα ποιεῖν ἢ Τιμοκράτην Ἀργεῖον.
 φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν
 Μεγάροις· γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος,
 γεννηθῆναι δὲ τῇ αὐτῇ ἡμέρᾳ καὶ Ἑλλάνικον ἐν ᾗ ἐνίκων τὴν περὶ Σαλαμῖνα
 ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνίζεσθαι 
 
 γενόμενον ἐτῶν κϚ΄. μετέστη δὲ ἐν Μαγνησίᾳ καὶ προξενίᾳ
 ἐτιμήθη καὶ ἀτελείᾳ. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν περὶ Ἀρχέλαον γενόμενος
 διέτριψε καὶ χαριζόμενος αὐτῷ δρᾶμα ὁμωνύμως ἔγραψε, καὶ μάλα ἔπραττε
 παῤ αὐτῷ, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο. ἐλέγετο δὲ καὶ
 βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι, γυναῖκα δὲ γῆμαι
 πρώτην Μελιτὼ, δευτέραν δὲ Χοιρίλην. καὶ υἱοὺς κατέλιπε τρεῖς,
 Μνησαρχίδην πρεσβύτερον, ἔμπορον, δεύτερον δὲ Μνησίλοχον, ὑποκριτὴν,
 νεώτερον δὲ. Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα. ἤρξατο δὲ
 διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος κατὰ ὀλυμπιάδα πά΄ ἔτει α΄,
 πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δʼ ἦν
 αὐτῷ δράματα Ϟβ΄, σώζεται δὲ οη΄. τούτων νοθεύεται τρία, Τέννης,
 Ῥαδάμανθυς, Πειρίθους. ἐτελεύτησε δὲ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο΄ ἔτη
 γεγονὼς, ὡς δὲ Ἐρατοσθένης, οε΄, καὶ ἐν Μακεδονίᾳ ἐτάφη. κενοτάφιον δὲ
 αὐτοῦ ἐν 
 Ἀθήνησιν ἐγένετο, καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ
 ἱστοριογράφου ποιήσαντος ἢ Τιμοθέου τοῦ μελοποιοῦ· 
 μνῆμα μὲν Ἑλλὰς ἅπασ᾿  Εὐριπίδου, ὀστέα δʼ ἴσχει 
 γῆ Μακεδών· τῇ γὰρ δέξατο τέρμα βίου. 
 πατρὶς δʼ Ἑλάδος Ἑλλὰς, Ἀθῆναι. πλεῖστα δὲ Μούσας 
 
 τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. 
 
 
 Φασὶ δὲ καὶ κεραυνωθῆναι ἀμφότερα μνημεῖα. λέγουσι δὲ καὶ Σοφοκλέα,
 ἀκούσαντα ὅτι ἐτελεύτησε, αὐτὸν μὲν ἱματίῳ φαιῷ προελθεῖν, τὸν δὲ χορὸν
 καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῷ προαγῶνι καὶ δακρῦσαι
 τὸν δῆμον. ἐτελεύτησε δὲ τὸν τρόπον τοῦτον. ἐν τῇ Μακεδονίᾳ
 κώμη ἐστὶ καλουμένη Θρᾳκῶν διὰ τό ποτε κατῳκηκέναι ἐνταῦθα Θρᾷκας. ἐν
 ταύτῃ ποτὲ τοῦ Ἀρχελάου Μολοττικὴ 
 κύων ἦλθεν ἀποπλανηθεῖσα. ταύτην Θρᾷκες, ὡς ἔθος, θύσαντες
 ἔφαγον. καὶ δὴ ὁ Ἀρχέλαος ἐζημίωσεν αὐτοὺς ταλάντῳ. ἐπεὶ οὖν οὐκ εἶχον,
 Εὐριπίδου ἐδεήθησαν ἀπολύσεως τυχεῖν, δεηθέντος τοῦ βασιλέως. χρόνῳ δὲ
 ὕστερον Εὐριπίδου ἐν ἄλσει τινὶ πρὸ τῆς πόλεως ἠρεμοῦντος,
 Ἀρχελάου δὲ ἐπὶ κυνηγέσιον ἐξελθόντος, τῶν σκυλάκων ἀπολυθέντων ὑπὸ τῶν
 κυνηγῶν καὶ περιτυχόντων Εὐριπίδῃ, διεσπαράχθη καταβρωθεὶς ὁ ποιητής.
 ἦσαν δὲ ἔκγονοι οἱ σκύλακες τῆς ὑπὸ Θρᾳκῶν ἀναιρεθείσης κυνὸς, ὅθεν καὶ
 ἡ παροιμία ἐστὶ παρὰ τοῖς Μακεδόσι, κυνὸς δίκη. ἔσκωπτε δὲ τὰς γυναῖκας
 διὰ ποιημάτων διʼ αἰτίαν τοιαύτην. εἶχεν οἰκογενὲς
 μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν οἰκείαν γυναῖκα
 ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτροπεν ἁμαρτάνειν· ἐπεὶ δʼ οὐκ ἔπειθε,
 κατέλιπεν αὐτῷ τὴν γυναῖκα, βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος.
 λέγει οὖν καὶ ὁ Ἀριστοφάνης 
 
 Κηφισοφῶν ἄριστε καὶ μελάντατε, 
 σὒ δὴ συνέζης ὡς τὰ πόλλʼ Εὐριπίδῃ 
 
 
 
 
 καὶ συνεποίεις ὡς φησὶ καὶ τὴν μελῳδίαν. 
 λέγουσι δὲ καὶ ὅτι αἱ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς
 αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς θεσμοφορίοις ἐπέστησαν αὐτῷ βουλόμεναι
 ἀνελεῖν, ἐφείσαντο δʼ αὐτοῦ πρῶτον μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ
 βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν γοῦν τῇ Μελανίππῃ 
 περὶ αὐτῶν τάδε φησὶ 
 μάτην ἄῤ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος 
 ψάλλει κενὸν τόξευμα καὶ κακῶς λέγει· 
 αἱ δʼ εἴσʼ ἀμείνους ἀρσένων. ἐγὼ λέγω 
 καὶ τὰ ἑξῆς. οὕτω δʼ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ θανόντος εἰπεῖν 
 εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες 
 αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, 
 ἀπηγξάμην ἂν, ὥστ᾿ ἰδεῖν Εὐριπίδην.

II. 
 Φασὶ δʼ αὐτὸν ἐν Σαλαμῖνι σπήλαιον κατασκευάσαντα ἀναπνοὴν ἔχον εἰς τὴν
 θάλασσαν ἐκεῖσε διημερεύειν φεύγοντα τὸν ὄχλον· ὅθεν καὶ ἐκ θαλάσσης
 λαμβάνει τὰς πλείστας τῶν ὁμοιώσεων. σκυθρωπὸς δὲ καὶ
 σύννους καὶ αὐστηρὸς ἐφαίνετο καὶ μισόγελως καὶ μισογύνης, καθὰ καὶ
 Ἀριστοφάνης αὐτὸν αἰτιᾶται, “στρυφνὸς ἔμοιγε προσειπεῖν Εὐριπίδης.”
 λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα Χοιρίλην καὶ νοήσαντα
 τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον δρᾶμα τὸν Ἱππόλυτον, ἐν ᾧ τὴν
 ἀναισχυντίαν ἐθριάμβευε τῶν γυναικῶν, ἔπειτα δὲ αὐτὴν
 ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν “σωφρονεῖ παῤ ἐμοί,
 “δύστηνος εἶ” έφη “εἰ γυναῖκα δοκεῖς παῤ ᾧ μὲν αὐτὴν σωφρονεῖν, παῤ ᾧ δὲ
 μή·” ἐπιγῆμαι δὲ αὐτὸν δευτέραν, ἣν εὑρὼν ἀκολαστοτέραν προχειροτέρως
 εἰς τὴν κατὰ τῶν γυναικῶν βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες
 ἐβουλήθησαν αὐτὸν κτεῖναι εἰσελθοῦσαι εἰς τὸ σπήλαιον, ἐν
 γράφων διετέλει. διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν Κηφισοφῶντα εἶχε
 συμποιοῦντα αὐτῷ τὰς τραγῳδίας. λέγει δὲ καὶ Ἕρμιππος Διονύσιον τὸν
 Σικελίας 
 τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς
 κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ
 γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας ἐν τῷ Μουσῶν ἱερῷ
 ἀναθεῖναι, ἐπιγράψαντα τοῖς αὐτοῦ Εὐριπίδου ὀνόμασιν. διὸ καὶ
 ξενοφιλώτατον κεκλῆσθαί φησι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο. μειρακίου δέ τινος
 ἀπαιδευτοτέρου στόμα δυσῶδες ἔχειν ὑπὸ φθόνου αὐτὸν εἰπόντος “εὐφήμει”
 ἔφη “μέλιτος καὶ Σειρήνων γλυκύτερον στόμα.” ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ
 τῶν ποιημάτων διʼ αἰτίαν τοιάνδε. εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι
 Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρα τὴν ἰδίαν γυναῖκα ἀτακτοῦσαν· καὶ τὸ μὲν πρῶτον ἀπέτρεπεν ἁμαρτάνειν, ἐπεὶ δʼ οὐκ ἔπειθε, κατέλιπεν
 αὐτῷ τὴν γυναῖκα, βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος. οὕτω δʼ αὐτὸν
 Φιλήμων ἠγάπησεν ὡς καὶ τάδε περὶ αὐτοῦ τολμῆσαι εἰπεῖν 
 
 
 εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες 
 αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, 
 ἀπηγξάμην ἂν, ὥστ᾿ ἰδεῖν Εὐριπίδην. 
 οὕτως ἡγοῦντο πολλοῦ τινος ἄξιον.

III. 
 Εὐριπίδης Μνησαρχίδου Ἀθηναῖος. 
 Τοῦτον οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ὡς λαχανοπώλιδος κωμῳδοῦσι.
 γενέσθαι δὲ κατʼ ἀρχὰς μὲν αὐτόν φασι ζωγράφον, σχολάσαντα δὲ Ἀρχελάῳ τῷ
 φυσικῷ καὶ Ἀναξαγόρᾳ ἐπὶ τραγῳδίαν ὁρμῆσαι. ὅθεν καὶ πλέον
 τι φρονήσας εἰκότως περιίστατο τῶν πολλῶν οὐδεμίαν φιλοτιμίαν περὶ τὰ
 θέατρα ποιούμενος. διὸ τοσοῦτον αὐτὸν ἔβλαπτε τοῦτο ὅσον ὠφέλει τὸν
 Σοφοκλέα. ἐπέκειντο δὲ καὶ οἱ κωμικοὶ φθόνῳ αὐτὸν διασύροντες. ὑπεριδὼν
 δὲ πάντα εἰς Μακεδονίαν ἀπῆρε πρὸς Ἀρχέλαον τὸν βασιλέα, κἀνταῦθα
 ὀψιαίτερον ἀναλύων ὑπὸ βασιλικῶν ἐφθάρη κυνῶν. ἤρξατο δὲ
 διδάσκειν κατὰ τὴν πα ὀλυμπιάδα ἐπὶ ἄρχοντος Καλλίου. πλάσματι δὲ μέσῳ
 χρησάμενος περιγέγονε τῇ ἑρμηνείᾳ ἄκρως εἰς ἀμφότερον χρώμενος ταῖς
 ἐπιχειρήσεσι. καὶ τοῖς μέλεσίν ἐστιν ἀμίμητος παραγκωνιζόμενος τοὺς
 μελοποιοὺς σχεδὸν πάντας, ἐν δὲ τοῖς ἀμοιβαίοις περισσὸς καὶ 
 φορτικὸς, καὶ ἐν τοῖς προλόγοις δὲ ὀχληρὸς, ῥητορικώτατος
 δὲ τῇ κατασκευῇ καὶ ποικίλος τῇ φράσει καὶ ἱκανὸς ἀνασκευάσαι τὰ
 εἰρημένα. τὰ πάντα δʼ ἦν αὐτῷ δράματα Ϟη΄. σώζεται δὲ αὐτοῦ δράματα ξζ΄,
 καὶ γ΄ πρὸς τούτοις τὰ ἀντιλεγόμενα, σατυρικὰ δὲ η΄. ἀντιλέγεται δὲ καὶ
 τούτων τὸ α΄. νίκας δὲ ἔσχε ε΄.

IV. 
 Θωμᾶ τοῦ Μαγίστρου σύνοψις τοῦ βίου τοῦ Εὑριπίδου. 
 Εὐριπίδῃ τῷ ποιητῇ πατρὶς μὲν Ἀθῆναι, πατέρες δὲ Μνήσαρχος κάπηλος καὶ
 Κλειτὼ λαχανόπωλις. γεννηθεὶς δὲ ἐν Σαλαμῖνι τῇ πρὸ τῆς Ἀττικῆς νήσῳ ἐπὶ
 Καλλιάδου ἄρχοντος κατὰ τὴν οε΄ ὀλυμπιάδα, ὅτε καὶ τὸ τοῦ
 Ξέρξου ναυτικὸν κατεναυμάχησαν Ἀθηναῖοι, πρῶτον μὲν ἤσκησε παγκράτιον
 καὶ πυγμὴν, τοῦ πατρὸς αὐτῷ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας ὁ
 παῖς αὐτῷ νικήσει. ὃ δὴ καὶ εἰς ἔργον προύβη· ἐνίκησε γὰρ ταῦτα
 Ἀθήνησιν. ἔπειτα εἰς λόγους ὡρμηκὼς ἐφοίτησε παρὰ Ἀναξαγόρᾳ καὶ Προδίκῳ
 καί τισιν ἄλλοις. ἀγχίνους δὲ ὢν, εἴπερ τις, καὶ τῷ πονεῖν
 ἑαυτὸν ἐκδεδωκὼς εἰς τραγῳδίαν ἐτράπη καὶ ἔλαμψεν ἐπὶ ταύτῃ σεμνῶς·
 πολλὰ γὰρ 
 
 
 
 μνῆμα μὲν Ἑ΅λλὰς ἅπασ᾿ Εὑριπίδου, ὀστέα δʼ ἴσχει 
 γῆ Μακεδών· ἥπερ δέξατο τέρμα βίου. 
 πάτρη δʼ Ἑλλάδος Ἑλλὰς, Ἀθῆναι. πλεῖστα δὲ Μούσας 
 τέρψας ἐκ πολλῶν παὶ τὸν ἔπαινον ἔχει. 
 φασὶ δὲ ἐπὶ τῷ ἀκούσματι τῆς Εὐριπίδου τελευτῆς τοὺς μὲν Ἀθηναίους
 πάντας πενθῆσαι, Σοφοκλέα δὲ αὐτὸν μὲν καὶ φαιὸν
 ἐνδεδύσθαι χιτῶνα, τοὺς δὲ ὑποκριτὰς αὐτοῦ ἀστεφανώτους τῷ τότε
 εἰσαγαγεῖν πρὸς τὸν ἀγῶνα. οὕτω δʼ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς καὶ τάδε
 περὶ αὐτοῦ τολμῆσαι εἰπεῖν 
 εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες 
 
 αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, 
 ἀπηγξάμην ἂν, ὥστʼ ἰδεῖν Εὐριπίδην. 
 οὕτως ἡγοῦντο πολλοῦ τινος ἄξιον.

V. 
 Μανουὴλ τοῦ Μοσχοπούλου σύνοψις τοῦ βίου τοῦ Εὐριπίδου. 
 Εὐριπίδης Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν
 μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δὲ ὡς λαχανόπωλις ἦν ἡ μήτηρ
 αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν 
 ἐτύγχανεν οὖσα, ὡς Φιλόχορος ἀποδείκνυσιν. ἐν δὲ τῇ
 διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς, ἐτέχθη δὲ καθʼ ἢν ἡμέραν
 Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθητὴς
 Προδίκου ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς
 καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ
 τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους διʼ ἅπερ
 εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ τὸ εἶδος ἦν καὶ ἀμειδὴς καὶ φεύγων τὰς
 συνουσίας, ὅθεν καὶ μισογύνης ἐδοξάσθη· ἔγημε δὲ ὅμως πρώτην μὲν
 Χοιρίλην, θυγατέρα Μνησιλόχου, ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ
 Μνησαρχίδην καὶ Εὐριπίδην. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ
 ταύτης ὁμοίως ἀκολάστου πειραθεὶς, μεταναστὰς ἀπʼ Ἀθηνῶν ἦλθε πρὸς
 Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παῤ ᾧ διῆγεν ἄκρας ἀπολαύων τιμῆς.
 ἐτελεύτησε δὲ ἐξ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ
 Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ καὶ πεισάντων
 τὸν βασιλέως οἰκέτην, ὄνομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς
 βασιλικοὺς σὓς αὐτὸς ἔτρεφε κύνας ἐπαφεῖναι τῷ Εὐριπίδῃ. ἕτεροι δὲ
 ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλʼ ὑπὸ γυναικῶν αὐτὸν διασπασθῆναι
 πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου (καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας), οἱ δὲ πρὸς τὴν γαμετὴν
 Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βεβιωκέναι φασὶν αὐτὸν οε΄, καὶ τὰ ὀστᾶ
 αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας
 οε΄, κατὰ δὲ ἄλλους Ϟβ. σώζονται δὲ οζ΄. 
 νίκας δὲ εἵλετο πέντε, τὰς μὲν τέσσαρας περιὼν, τὴν δὲ μίαν
 μετὰ τὴν τελευτὴν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου.
 ἐπεδείξατο δʼ ὅλους ἐνιαυτοὺς κβ΄. τελευτᾶ δὲ ἐπὶ τῆς Ϟγ΄
 ὀλυμπιάδος.