[p. 298 Fr.] Θυμώδους σημεῖα τάδε εἰσίν· ὀρθὸς
τῷ σχήματι, εὔπλευρος, εὔρυθμος, ἐπίπυρρος, ὠμοπλάται
[p. 299] διεστηκότες μεγάλοι καὶ ἐγκρατεῖς, λεῖος τὰ περὶ
στῆθος καὶ βουβῶνα, δασυπώγων, τὰ νῶτα εὐρύς, ὁ περί-
 τροχος τῶν τριχῶν κάτω βλέπων, καὶ ὅσοις τὸ περὶ τὴν
κεφαλὴν δέρμα περιίσταται, καὶ οἱ στρογγυλοπρόσωποι, καὶ
ὀφρύες οἷαι τῶν στρυφνῶν, καὶ ῥινῶν κοιλότης.

Φιλολοιδόρου σημεῖα· τὸ ἄνω χεῖλος μετέωρον καὶ
τὸ κάτω προπετές, ὑπέρυθροι [p.30] ἐπίπυρροι· ἀναφέρεται
 ἐπὶ τοὺς κύνας ἴδοι δʼ ἄν τις καὶ ἐπὶ τῶν γεγηρακότων ἵππων.

Λάγνου σημεῖα· λευκόχρως, δασὺς τῇ ὑπήνῃ, εὐθείας
καὶ παχείας τὰς τρίχας ἔχων, λιπαρὸν τὸ ὄμμα καὶ μάργον,
 

 
σκέλη λεπτὰ καὶ νευρώδη καὶ ὅλως ὀρνιθώδη, δασύτης σκε-
λῶν, γαστρὸς καὶ ὀμμάτων λιπαρότης, καὶ τὸ ἀνεσπάσθαι
τὸ γένειον πρὸς τὴν ῥῖνα καὶ περιφέρειαν κοίλην ἔχειν τὸν
τόπον τὸν [ p. 31] μεταξὺ τῆς ῥινὸς καὶ τοῦ γενείου, οἷον εἶχε
Σωκράτης ὁ καλός. καὶ οἷς ὑγροὶ οἱ ὀφθαλμοί, οἱ τοιοῦτοι 
λάγνοι καὶ οἷς ἡ φλὲψ ἐν τῷ βραχίονι, καὶ οἱ ῥικνοὶ τὰς
κνήμας.

Λάλου σημεῖα· οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ γλα-
φυροὶ τῷ εἴδει καὶ δασεῖς τὰ περὶ τὴν κοιλίαν.

Φιλύπνου [ p. 32] σημεῖα· οἱ τὰ ἄνω ἔχοντες 
μείζω καὶ ὑπνώδεις καὶ θερμοὶ καὶ εὔεκτον σάρκα ἔχοντες.

Φθονεροῦ σημεῖα· οἱ τὰ ἀριστερὰ μείζω ἔχοντες
καὶ οἷς αἱ ὀφρύες ἐπὶ τὰ βλέφαρα καθήκουσιν.

Ὅσοῖς ὁ σπόνδυλος ἐξέστηκε κατὰ τὴν συναφὴν
τοῦ τραχήλου, [ p. 303] ὑβρισταί· ἀναφέρεται ἐπὶ τοὺς ὗς.

Οἱ τῶν χειλῶν τὸ κάτω τοῦ ἄνω προβεβλημένον
ἔχοντες βλάκες, μετέωροι, ἀσθενεῖς, μοχθηροί· ἀναφέρεται
ἐπὶ τοὺς ὄνους.

Οἱ τὴν ῥῖνα ἄγαν πλατεῖαν ἔχοντες δειλοί· ἀνα-
φέρεται ἐπὶ τοὺς ὗς. 
 Οἱ τὴν ῥῖνα ἄγαν βραχεῖαν ἔχοντες ῥᾴθυμοι· ἀναφέρεται
[p. 304] ἐπὶ τοὺς βοῦς ἢ τῶν ὀρνίθων τοὺς πλατυρύγχους.
 οἱ τὴν ῥῖνα εὐθεῖαν ἔχοντες πρόγλωσσοι· ἀναφέρεται ἐπὶ τὸ
θῆλυ καὶ τὰς χῆνας. οἱ τὴν ῥῖνα βραχεῖαν καὶ σιμὴν
ἔχοντες κλέπται καὶ λάγνοι· ἀναφέρεται ἐπὶ τοὺς ἐλάφους
καὶ τοὺς ἀγρίους ὗς. ὅσοις μυκτῆρες πεπταμένοι καὶ σινμοί,
θυμώδεις· ἀναφέρεται ἐπὶ τὸ πάθος τὸ ἐν τῷ θυμῷ γινό-
 μενον· ἴδοι δʼ ἄν τις καὶ ἐπὶ τῶν γεννάδων ἵππων.

Οἱ τὸ πρόσωπον σαρκῶδες ἔχοντες [p. 305] ῥᾴθυμοι·
ἀναφέρεται ἐπὶ τὸ θῆλυ καὶ τοὺς βοῦς. οἱ τὸ πρόσωπον ἄγαν
ὀστῶδες ἔχοντες ἐπίπονοι καὶ δειλοὶ καὶ μικρόψυχοι· ἀνα-
φέρεται ἐπὶ τοὺς ὄνους καὶ πιθήκους καὶ ἐλάφους. οἱ τὸ
 πρόσωπον ἄγαν μικρὸν ἔχοντες κακοῦργοι· ἀναφέρεται ἐπὶ
τοὺς πιθήκους. οἱ τὸ πρόσωπον μικροπρεπὲς ἔχοντες μικρό-
ψυχοι, ἀνελεύθεροι.

Οἱ μεγάλα ἔχοντες χείλη ἀσελγεῖς, οἷς δὲ μεῖζον τὸ
ἄνω τοῦ κάτω, ἄψυχοι· οἷς δὲ ἔμπαλιν τοῦ ἄνω τὸ κάτω,
 

 
ἐναντίον βλάκες. ὑώδεις δέ εἰσιν, οἷς τὰ κατὰ τοὺς κυνό-
δοντας ἐπῆρται, οἷς δὲ τὰ κατὰ τοὺς τομεῖς, κυνώδεις.

[p 306] Τῶν ἐρώντων ὑπάρχει σημεῖα τοιαῦτα· ὀφθαλ-
μοὶ κοῖλοι οὐ δακρύοντες, φαινόμενοι δὲ ὡς ἂν ἡδονῆς πεπλη-
σμένοι εἰσίν, κινεῖται δὲ αὐτοῖς καὶ τὰ βλέφαρα πυκνά, τῶν 
τοῦ σώματος μερῶν συμπιπτόντων μόνοις τοῖς ἐρῶσιν οὐ
συμπίπτουσιν. πορνεία ἀνδρὸς καὶ γυναικὸς ἐν μετεωρι-
σμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις γινώσκεται.

[p. 307 Fr.] Γυναῖκες ἑταιρίστριαι, γυναικώδει φίλαν-
δροι, ἀκάθαρτοι, αἷς αἱ κνῆμαι [p. 38] περὶ τὸ σφυρὸν παχεῖαι 
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μικρὸν ἀπεσχισμένοι, ὥσπερ τοῖς στε-
 

 
γανόποσι τῶν ὀρνίθων, καὶ αἷς σκαφοειδὴς ὁ περίδρομος τῆς
κεφαλῆς.

[ p.309] Οἱ στενόποδες ἠλίθιοι, δειλοί οἱ δὲ μὴ ἔχοντες
τὸ [p. 310] ἐντὸς κοῖλον τοῦ ποδός, ἀλλʼ ὅλῳ βαίνοντες παν-
 οῦργοι, ὥσπερ καὶ τὴν ἀλώπεκα λόγος ἔχει.

Οἱ βραχυδάκτυλοι καὶ παχυδάκτυλοι χειρῶν τε καὶ
ποδῶν ἠλίθιοι· πάντως δὲ οὐ τούτους ὑπολαμβάνειν τοῦτο,
ἀλλὰ εἰ σῶμα μήτε βραχεῖς μήτε παχεῖς ὦσιν, ἀμέλει [δὲ]
οὕτως ὑπολαμβάνειν. οἱ συμπεφυκότας τοὺς δακτύλους ἔχον-
 τες δειμαλέοι, ὥσπερ καὶ οἱ κύνες εἰσίν.