Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος
ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι.
Ἑρμοκράτης, ὁ Συρακουσίων στρατηγός, οὗτος
ὁ νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρρόην
τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου καὶ ἄγαλμα
τῆς ὅλης Σικελίας·

ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώπινον
ἀλλὰ θεῖον, οὐδὲ Νηρηίδος ἢ Νύμφης τῶν ὀρειῶν
ἀλλ̓ αὐτῆς Ἀφροδίτης. Φήμη δὲ τοῦ παραδόξου θεάματος
πανταχοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον
εἰς Συρακούσας, δυνασταί τε καὶ παῖδες τυράννων,
οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας καὶ Ἠπείρου
καὶ νήσων τῶν ἐν Ἠπείρῳ.

Ὁ δ̓ Ἔρως ζεῦγος
ἴδιον ἠθέλησε συμπλέξαι. Χαιρέας γάρ τις ἦν μειράκιον
εὔμορφον, πάντων ὑπερέχον, οἷον Ἀχιλλέα καὶ
Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται καὶ
γραφεῖς δεικνύουσι, πατρὸς Ἀρίστωνος, τὰ δεύτερα
ἐν Συρακούσαις μετὰ Ἑρμοκράτην φερομένου. Καί
τις ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος, ὥστε θᾶττον
ἂν πᾶσιν ἢ ἀλλήλοις ἐκήδευσαν.

Φιλόνεικος δ̓ ἐστὶν
ὁ Ἔρως καὶ χαίρει τοῖς παραδόξοις κατορθώμασιν·
ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν.
Ἀφροδίτης ἑορτὴ δημοτελής, καὶ πᾶσαι σχεδὸν αἱ
 
γυναῖκες ἀπῆλθον εἰς τὸν νεών.

Τέως δὲ μὴ προϊοῦσαν
τὴν Καλλιρρόην προήγαγεν ἡ μήτηρ, τοῦ Ἑρμοκράτους
κελεύσαντος προσκυνῆσαι τὴν θεόν. Τότε
δὲ Χαιρέας ἀπὸ τῶν γυμνασίων ἐβάδιζεν οἴκαδε στίλβων
 ὥσπερ ἀστήρ· ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ
τοῦ προσώπου τὸ ἐρύθημα τῆς παλαίστρας ὥσπερ ἀργύρῳ
χρυσός.

Ἐκ τύχης οὖν περί τινα καμπὴν στενωτέραν
συναντῶντες περιέπεσον ἀλλήλοις, τοῦ θεοῦ
πολιτευσαμένου τήνδε τὴν συνοδίαν , ἵν̓ ἑκά τερος
 τῷ ἑτέρ ῳ ὀφθῇ. Ταχέως οὖν πάθος ἐρω τικὸν
ἀντέδωκαν ἀλλήλοις...

Ὁ μὲν οὖν Χαιρέας οἴκαδε μετὰ τοῦ τραύματος
μόλις ἀπῄει καὶ ὥσπερ τις ἀρις1 τεὺς ἐν πολέμῳ τρωθεὶς
καιρίαν, τοῦ κάλλους τῇ εὐ γενεί ᾳ συνελθόντος,
 καὶ καταπεσεῖν μὲν αἰδούμενος, στῆναι δὲ μὴ
δυνάμενος· ἡ δὲ παρθένος τῆς Ἀφροδίτης τοῖς ποσὶ
προσέπεσε καὶ καταφιλοῦσα “σύ μοι, δέσποινα,” εἷπεν

“δὸς ἄνδρα τοῦτον ὃν ἔδειξας.” Νὺξ ἐπῆλθεν ἀμφοτέροις
δεινή· τὸ γὰρ πῦρ ἐξεκάετο. Δεινότερα δ̓
 ἔπασχεν ἡ παρθένος διὰ τὴν σιωπήν, αἰδουμένη κατάφωρος
γενέσθαι· Χαιρέας δὲ νεανίας εὐφυὴς καὶ
μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν
εἰπεῖν πρὸς τοὺς γονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται
τοῦ Καλλιρρόης γάμου μὴ τυχών.

Ἐστέναξεν
 ὁ πατὴρ ἀκούσας καὶ “οἴχῃ δή μοι, τέκνον· δῆλον γάρ
ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν αὑτοῦ θυγατέρα
τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶ βασιλεῖς.
Οὔκουν οὐδὲ πειρᾶσαι σε δεῖ, μὴ φανερῶς
ὑβρισθῶμεν.” Εἶθ̓ ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν
 παῖδα, τῷ δ̓ ηὔξετο τὸ κακόν, ὥστε μηδ̓ ἐπὶ τὰς συνήθεις
προϊέναι διατριβάς.

Ἐπόθει δὲ τὸ γυμνάσιον
Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦν· ἐφίλει γὰρ αὐτὸν ἡ
 
νεολαία. Πολυπραγμονοῦντες δὲ τὴν αἰτίαν ἔμαθον
τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ
κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.

Ἐνέστη νόμιμος ἐκκλησία. Συγκαθεσθεὶς οὖν ὁ
δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα “καλὸς Ἑρμοκράτης
μέγας στρατηγός, σῶζε Χαιρέαν. Τοῦτο πρῶτον
τῶν τροπαίων. Ἡ πόλις μνηστεύεται τοὺς γάμους

σήμερον ἀλλήλων ἀξίων.” Τίς ἂν μηνύσειε τὴν ἐκκλησίαν
ἐκείνην, ἧς ὁ Ἔρως ἦν ὁ δημαγωγός; Ἀνὴρ
δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἐδυνήθη
τῇ πόλει δεομένῃ. Κατανεύσαντος δ̓ αὐτοῦ πᾶς ὁ
δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν
ἐπὶ Χαιρέαν, ἡ βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν
Ἑρμοκράτει·

παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ
Συρακουσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. Ὑμέναιος
ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν· μεσταὶ δὲ αἱ
ῥύμαι στεφάνων, λαμπάδων· ἐρραίνετο τὰ πρόθυρα
οἴνῳ καὶ μύροις. Ἡδίονα ταύτην τὴν ἡμέραν ἤγαγον
οἱ Συρακούσιοι τῆς τῶν ἐπινικίων.

Ἡ δὲ παρθένος
οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη,
κλάουσα καὶ σιωπῶσα. Προσελθοῦσα δὲ ἡ
τροφὸς τῇ κλίνῃ “τέκνον,” εἶπεν, “ἐξανίστασο, πάρεστι
γὰρ ἡ εὐκταιοτάτη πασῶν ἡμῖν ἡμέρα· ἡ πόλις
σε νυμφαγωγεῖ.” Τῆς δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
οὐ γὰρ ᾔδει, τίνι γαμεῖται. Ἄφωνος εὐθὺς ἦν καὶ
σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου
δεῖν ἐξέπνευσεν· ἐδόκει δὲ τοῦτο τοῖς ὁρῶσιν αἰδώς.

Ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες,
τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς
τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. Ὁ μὲν
οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρρόη
 
δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου
φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν ἀνέλαμψε
καὶ μείζων ἐγένετο καὶ κρείττων.

Ἐπεὶ δὲ προῆλθεν
εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν,
 ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης·
πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν.
Πάντες δὲ Καλλιρρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ
ἐμακάριζον. Τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος
γάμον ἐν Πηλίῳ γεγονέναι. Πλὴν καὶ ἐνταῦθά τις
 εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.

Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην
ἐλάμβανον μετ̓ ὀργῆς. Τέως οὖν μαχόμενοι
πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν,
ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν·
 ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου
πόλεμον ὁ φθόνος.

Καὶ πρῶτος ἀναστὰς νεανίας τις
Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννσυ, τοιαῦτα ἔλεγεν “Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην,
 ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν
ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν
ὑπὲρ τοῦ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν.

Ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες,
καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας
 καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν
καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς
ἀλλήλους ἐμισήσαμεν· ὁ δὲ πόρνος καὶ πένης καὶ μηδενὸς
κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ
τὸν στέφανον ἤρατο.

Ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω
 τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν.” Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ ὁ Ἀκραγαντίνων
 
τύραννος ἀντεῖπεν. “Οὐκ εὐνοίᾳ δὲ” εἶπε “τῇ πρὸς
Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλὰ ἀσφαλεστέρῳ
τῷ λογισμῷ· μέμνησθε γὰρ ὅτι Ἑρμοκράτης οὐκ
ἔστιν εὐκαταφρόνητος· ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν
ἡ ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ ἡ μετὰ τέχνης·

καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ
βίᾳ κτώμεθα. Χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν
πολέμου στρατηγόν. Ἐπαγγέλλομαι διαλύσειν τὸν
γάμον· ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον
λαβοῦσα τὸν ἔρωτα μέγα τι κακὸν διαπράξεται.

Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους
ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς
καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται
ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς ἐρωτικὴν ζηλοτυπίαν·
ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι.” Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο
καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ
μηχανήσασθαι. Τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος
ἤρξατο.

Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων
ὁ πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ
ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. Ὁ δὲ Χαιρέας ἀκούσας,
καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν
ἀπελεύσεσθαι μόνος· οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν
ἤδη τὴν κόρην.

Ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν
οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως
ἐπελθόντες σημεῖα κώμου ᾖσαν καὶ κατέλιπον· ἐστεφάνωσαν
τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν
ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύτους.

Διέλαμψεν ἡμέρα, καὶ πᾶς ὁ παριὼν ἐφειστήκει
κοινῷ τινὶ πολυπραγμοσύνης πάθει· Χαιρέας δὲ τοῦ
πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα.
Ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν
 πρῶτον ἐθαύμασεν· ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν
εἰστρέχει·

καταλαβὼν δὲ τὸν θάλαμον ἔτι κεκλεισμένον,
ἤρασσε μετὰ σπουδῆς. Ἐπεὶ δ̓ ἀνέῳγεν
ἡ θεραπαινίς, ἐπιπεσὼν τῇ Καλλιρρόῃ, τὴν ὀργὴν
μετέβαλεν εἰς λύπην καὶ περιρρηξάμενος ἔκλαε. Πυνθανομένης
 δὲ τί γέγονεν, ἄφωνος ἦν, οὔτε ἀπιστεῖν
οἷς εἶδεν οὔτε πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος.

Ἀπορουμένου δὲ αὐτοῦ καὶ τρέμοντος ἡ γυνὴ μηδὲν
ὑπονοοῦσα τῶν γεγονότων ἱκέτευεν εἰπεῖν τὴν αἰτίαν
τοῦ ὁ δ̓ ὑφαίμοις τοῖς ὀφθαλμοῖς καὶ τραχεῖ τῷ
 φθέγματι “κλάω” φησὶ “τὴν ἐμαυτοῦ τύχην, ὅτι μου
ταχέως ἐπελάθου,” καὶ τὸν κῶμον ὠνείδισεν.

Ἡ δὲ
οἷα θυγάτηρ στρατηγοῦ καὶ φρονήματος πλήρης πρὸς
τὴν ἄδικον διαβολὴν παρωξύνθη καὶ “οὐδεὶς ἐπὶ τὴν
πατρῴαν οἰκίαν ἐκώμασεν” εἶπε, “τὰ δὲ σὰ πρόθυρα
 συνήθη τυχόν ἐστι τοῖς κώμοις, καὶ τὸ γεγαμηκέναι
σε λυπεῖ τοὺς ἐραστάς.” Ταῦτα εἰποῦσα ἀπεστράφη
καὶ ἐγκαλυψαμένη δακρύων ἀφῆκε πηγάς.

Εὔκολοι
δὲ τοῖς ἐρῶσιν αἱ διαλλαγαὶ καὶ πᾶσαν ἀπολογίαν
ἡδέως ἀλλήλων προσδέχονται. Μεταβαλλόμενος οὖν
 ὁ Χαιρέας ἤρξατο κολακεύειν, καὶ ἡ γυνὴ ταχέως αὐτοῦ
τὴν μετάνοιαν ἠσπάζετο. Ταῦτα μᾶλλον ἐξέκαυσε
τὸν ἔρωτα, καὶ οἱ ἀμφοτέρων αὐτῶν γονεῖς μακαρίους
αὑτοὺς ὑπελάμβανον τὴν τῶν τέκνων ὁρῶντες ὁμόνοιαν.

Ὁ δ̓ Ἀκραγαντῖνος διαπεπτωκυίας αὐτῷ τῆς
πρώτης τέχνης ἥπτετο λοιπὸν ἐνεργεστέρας κατασκευῆς
τι τοιοῦτον. Ἦν αὐτῷ παράσιτος στωμύλος
 
καὶ πάσης χάριτος ὁμιλητικῆς ἔμπλεως. Τοῦτον ἐκέλευσεν
ὑποκριτὴν ἔρωτος γενέσθαι. τὴν ἅβραν γὰρ
τῆς Καλλιρρόης καὶ τιμιωτάτην τῶν θεραπαινίδων
προσπίπτων φιλεῖν ἐποίει.

μόλις οὖν ἔκειτο, πλὴν
ὑπηγάγετο τὴν μείρακα μεγάλαις δωρεαῖς τῷ τε λέγειν
ἀπάγξεσθαι μὴ τυχὼν τῆς ἐπιθυμίας. Γυνὴ δὲ
εὐάλωτόν ἐστιν, ὅταν ἐρᾶσθαι δοκῇ. Ταῦτα οὖν προκατασκευασάμενος
ὁ δημιουργὸς τοῦ δράματος, ὑποκριτὴν
ἕτερον ἐξεῦρεν, οὐκέτι ὁμοίως εὔχαριν, ἀλλὰ
πανοῦργον καὶ ἀξιόπιστον λαλῆσαι.

Τοῦτον προδιδάξας
ἃ χρὴ πράττειν καὶ λέγειν, ὑπέπεμψεν ἀγνῶτα
τῷ Χαιρέᾳ. Προσελθὼν δὲ ἐκεῖνος αὐτῷ περὶ τὰς
παλαίστρας ἀλύοντι “κἀμοὶ” φησὶν “υἱὸς ἦν, ὦ Χαιρέα,
σὸς ἡλικιώτης, πάνυ σε θαυμάζων καὶ φιλῶν,
ὅτε ἔζη. Τελευτήσαντος δὲ αὐτοῦ σὲ υἱὸν ἐμαυτοῦ νομίζω,
καὶ γὰρ εἶ κοινὸν ἀγαθὸν πάσης Σικελίας
εὐτυχῶν.

Δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ
ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα.” Τοιούτοις ῥήμασιν ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος
τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν
ποιήσας ἐλπίδος καὶ φόβου καὶ πολυπραγμοσύνης,
δεομένου λέγειν ὤκνει καὶ προυφασίζετο μὴ εἶναι
τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς
καὶ σχολῆς μακροτέρας.

Ἐνέκειτο μᾶλλον ὁ Χαιρέας,
ἤδη τι προσδοκῶν βαρύτερον· ὁ δ̓ ἐμβαλὼν
αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα
συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ,
μικρὸν δέ τι καὶ δακρύσας “ἀηδῶς μὲν” εἶπεν “ὦ Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι
βουλόμενος εἰπεῖν ὤκνουν· ἐπεὶ δὲ ἤδη φανερῶς
ὑβρίζῃ καὶ θρυλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω
 
σιωπᾶν· φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ
μάλιστα εὔνους.

Γίνωσκε τοίνυν μοιχευομένην σου
τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ̓
αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν.” Ὣς φάτο· τὸν δ̓ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς, χάριεν δ̓ ᾔσχυνε πρόσωπον.

Ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε
τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος· ἐπεὶ δὲ φωνὴν
 οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, “δυστυχῆ μὲν” εἶπεν “αἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν
ἐμῶν κακῶν· ὅμως δὲ δεῖξον, ὅπως εὐλογώτερον
ἐμαυτὸν ἀνέλω· Καλλιρρόης γὰρ καὶ ἀδικούσης φείσομαι.”

“Προσποίησαι” φησὶν “ὡς εἰς ἀγρὸν ἀπιέναι,
 βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν·
ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν.” Συνέθεντο ταῦτα, καὶ ὁ μὲν Χαιρέας πέμψας ʽοὐ
γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν̓ “ἄπειμι” φησὶν “εἰς ἀγρόν·” ὁ δὲ κακοήθης ἐκεῖνος καὶ διάβολος
συνέταττε τὴν σκηνήν.

Ἑσπέρας οὖν ἐπιστάσης ὁ
μὲν ἐπὶ τὴν κατασκοπὴν ἦλθεν, ὁ δὲ τὴν ἅβραν τῆς
Καλλιρρόης διαφθείρας ἐνέβαλεν εἰς τὸν στενωπόν,
ὑποκρινόμενος μὲν τὸν λαθραίοις ἔργοις ἐπιχειρεῖν
προαιρούμενον, πάντα δὲ μηχανώμενος ἵνα μὴ λάθοι·
 κόμην εἶχε λιπαρὰν καὶ βοστρύχους μύρων ἀποπνέοντας,
ὀφθαλμοὺς ὑπογεγραμμένους, ἱμάτιον μαλακόν,
ὑπόδημα λεπτόν· δακτύλιοι βαρεῖς ὑπέστιλβον.
Εἶτα πολὺ περιβλεψάμενος τῇ θύρᾳ προσῆλθε, κρούσας
δὲ ἐλαφρῶς τὸ εἰωθὸς ἔδωκε σημεῖον.

Ἡ δὲ θεράπαινα
 καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ
λαβομένη τῆς χειρὸς εἰσήγαγε. Ταῦτα θεασάμενος
Χαιρέας οὐκέτι κατέσχεν ἀλλὰ εἰσέδραμεν ἐπ̓ αὐτοφώρῳ
 
τὸν μοιχὸν ἀναιρήσων.

Ὁ μὲν οὖν παρὰ τὴν
αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, ἡ δὲ Καλλιρρόη
καθῆστο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ
μηδὲ λύχνον ἅψασα διὰ τὴν λύπην· ψόφου δὲ ποδῶν
γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο τὴν ἀναπνοὴν
καὶ χαίρουσα αὐτῷ προσέδραμεν.

Ὁ δὲ φωνὴν μὲν
οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ
τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. Εὐστόχως οὖν ὁ
ποῦς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς
παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θεραπαινίδες
βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.

Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο
νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος
τοῦ πάθους καθ̓ ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν
ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ
πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει
πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δἰ
ὅλης τῆς νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς
θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.

Ἔτι δὲ καομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν
ἀλήθειαν. Τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης
καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος
δ̓ ἐκώλυε, φίλος ἐξαίρετος τοιοῦτος, οἷον
Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. Ἡμέρας δὲ
γενομένης οἱ ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ,
διὰ τὴν πρὸς Ἑρμοκράτην τιμὴν ἐπισπεύδοντες
τὴν κρίσιν.

Ἀλλὰ καὶ ὁ δῆμος ἅπας εἰς τὴν ἀγορὰν
συνέτρεχεν, ἄλλων ἄλλα κεκραγότων· ἐδημοκόπουν
δὲ οἱ τῆς μνηστείας ἀποτυχόντες καὶ ὁ Ἀκραγαντῖνος
ὑπὲρ ἅπαντας, λαμπρός τε καὶ σοβαρός, οἷον διαπραξάμενος
ἔργον ὃ μηδεὶς ἂν προσεδόκησε.

Συνέβη
δὲ πρᾶγμα καινὸν καὶ ἐν δικαστηρίῳ μηδεπώποτε
 
πραχθέν· ῥηθείσης γὰρ τῆς κατηγορίας ὁ φονεὺς
μετρηθέντος αὐτῷ τοῦ ὕδατος ἀντὶ τῆς ἀπολογίας
αὐτοῦ κατηγόρησε πικρότερον καὶ πρῶτος τὴν καταδικάζουσαν
ψῆφον ἤνεγκεν, οὐδὲν εἰπὼν τῶν πρὸς
 τὴν ἀπολογίαν δικαίων, οὐ τὴν διαβολήν, οὖ τὴν ζηλοτυπίαν,
οὐ τὸ ἀκούσιον, ἀλλ̓ ἐδεῖτο πάντων “δημοσίᾳ
με καταλεύσατε· ἀπεστεφάνωσα τὸν δῆμον.

Φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ. Τοῦτο
ὤφειλον ἂν παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους
 ἀπέκτεινα. Τρόπον ζητήσατε κολάσεως ἀπόρρητον.
Χείρονα δέδρακα ἱεροσύλων καὶ πατροκτόνων. Μὴ
θάψητέ με, μὴ μιάνητε τὴν γῆν, ἀλλὰ τὸ ἀσεβὲς καταποντώσατε σῶμα.”

Ταῦτα λέγοντος θρῆνος ἐξερράγη, καὶ πάντες
 ἀφέντες τὴν νεκρὰν τὸν ζῶντα ἐπένθουν. Ἑρμοκράτης
συνηγόρησε Χαιρέᾳ πρῶτος. “Ἐγὼ” φησὶν “ἐπίσταμαι τὸ συμβὰν ἀκούσιον ὄν. Βλέπω τοὺς ἐπιβουλεύοντας
ἡμῖν. Οὐκ ἐφησθήσονται δυσὶ νεκροῖς,

οὐδὲ λυπήσω τεθνεῶσαν τὴν θυγατέρα. Ἤκουσα
 λεγούσης αὐτῆς πολλάκις ὅτι αὑτῆς μᾶλλον θέλει
Χαιρέαν ζῆν. Παύσαντες οὖν τὸ περισσὸν δικαστήριον
ἐπὶ τὸν ἀναγκαῖον ἀπίωμεν τάφον. Μὴ παραδῶμεν
χρόνῳ τὴν νεκράν, μηδὲ ἄμορφον τῇ παρολκῇ
ποιήσωμεν τὸ σῶμα. Θάψωμεν Καλλιρρόην ἔτι
 καλήν.”

Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν,
Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλ̓ ἐπεθύμει
θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς.
Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν “προδότα” φησὶ “τῆς νεκρᾶς, οὐδὲ θάψαι
Καλλιρρόην ὑπομενεῖς; ἀλλοτρίαις χερσὶ τὸ σῶμα
πιστεύεις; Καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι
 
πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευάσαι
βασιλικήν.” Ἔπεισεν οὗτος ὁ λόγος·

ἐνέβαλε γὰρ
φιλοτιμίαν καὶ φροντίδα. Τίς ἂν οὖν ἀπαγγεῖλαι
δύναιτο κατ̓ ἀξίαν τὴν ἐκκομιδὴν ἐκείνην; Κατέκειτο
μὲν Καλλιρρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ
ἐπὶ χρυσηλάτου κλίνης μείζων τε καὶ κρείττων, ὥστε
πάντες εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ.

Προῄεσαν
δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς
αὐτοῖς ἵπποις κεκοσμημένοι, μετὰ τούτους ὁπλῖται
φέροντες τὰ σημεῖα τῶν Ἑρμοκράτους τροπαίων,
εἶτα ἡ βουλή, καὶ ἐν μέσῳ τῷ δήμῳ πάντες οἱ Ἑρμοκράτ ην 
δορυφοροῦντες· ἐφέρετο δὲ καὶ Ἀρίστων,
ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρρόην ἀποκαλῶν.
Ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες,

εἶτα πλοῦτος ἐνταφίων βασιλικός· πρῶτος
μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος καὶ ἐσθήτων
κάλλος καὶ κόσμος ʽσυνέπεμψε δὲ Ἑρμοκράτης
πολλὰ ἐκ τῶν λαφύρων̓ συγγενῶν τε δωρεαὶ καὶ φίλων,
τελευταῖος δὲ ὁ Χαιρέου πλοῦτος· ἐπεθύμει γάρ,
εἰ δυνατὸν ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ
γυναικί.

Ἔφερον δὲ τὴν κλίνην οἱ Συρακουσίων
ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. Πάντων δὲ
θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. Ἦν δὲ τάφος
μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης,
ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι·
τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν ἡ τῶν ἐνταφίων
πολυτέλεια. Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι
μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.

Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας
πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ἐφορμοῦντας
 
τοῖς λιμέσιν. Ὀνόματι πορθμείου πειρατήριον
συγκροτῶν οὗτος, τῇ ἐκκομιδῇ παρατυχὼν
ἐπωφθαλμίασε τῷ χρυσῷ καὶ νύκτωρ κατὰ κλίνης
οὐκ ἐκοιμᾶτο λέγων πρὸς ἑαυτὸν “ἀλλ̓ ἐγὼ κινδυνεύω
 μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων
ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι
παρὰ μιᾶς νεκρᾶς. Ἀνερρίφθω κύβος· οὐκ ἀφήσω τὸ
κέρδος. Τίνας δ̓ οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω;
Σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης
 ὁ Θούριος; Συνετὸς μὲν ἀλλὰ δειλός. Μένων
ὁ Μεσσήνιος; Τολμηρὸς μὲν ἀλλὰ προδότης.” Ἐπεξιὼν
δὲ τῷ λογισμῷ καθέκαστον, ὥσπερ ἀργυρογνώμων,
πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξε τινὰς ἐπιτηδείους.
Ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα,
 ἕκαστον αὐτῶν ἀνεζήτει. Εὗρε δ̓ ἐνίους μὲν ἐν πορνείοις,
τοὺς δ̓ ἐν καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ
στρατηγῷ. Φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς
ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ
τούτων ἤρξατο τῶν λόγων “ἐγὼ θησαυρὸν εὑρὼν
 ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων· οὐ γάρ ἐστιν
ἑνὸς τὸ κέρδος, οὐδὲ πόνου πολλοῦ δεόμενον, ἀλλὰ
μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους. Οὐκ
ἄπειροι δ̓ ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, ἃ παρὰ
μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν
 δὲ τοῖς φρονίμοις δίδωσι.” Συνῆκαν εὐθὺς ὅτι λῃστείαν
ἢ τυμβωρυχίαν ἢ ἱεροσυλίαν καταγγέλλει, καὶ “παῦσαι” ἔφασαν “ πείθων τοὺς πεπεισμένους ἤδη
καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παραπολλύωμεν.” Ὁ δὲ. Θήρων ἔνθεν ἑλὼν “ἑωράκατε” φησὶ “ τὸν χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς.
Οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ̓ ἄν. Δοκεῖ
δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους
 
τῷ κέλητι, πλεύσαντας ὅποι ποτ̓ ἂν φέρῃ τὸ πνεῦμα
διαπωλῆσαι τὸν φόρτον ἐπὶ ξένης.” Ἤρεσε. “Νῦν
μὲν οὖν” φησὶ “τρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς·
βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω
κομίζων οἰκοδομικὸν ὄργανον.”

Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον· τὰ δὲ περὶ Καλλιρρόην
δευτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν,
καί τινος ἀνέσεως ταῖς ἀποληφθείσαις ἀναπνοαῖς ἐκ
τῆς ἀσιτίας ἐγγενομένης μόλις καὶ κατ̓ ὀλίγον ἀνέπνευσεν·
ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα,
διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν
ἐγειρομένης ἐξ ὕπνου καὶ ὡς συγκαθεύδοντα Χαιρέαν
ἐκάλεσεν.

Ἐπεὶ δὲ οὔτε ὁ ἀνὴρ οὔτε αἱ θεραπαινίδες
ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος,
φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην
τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν, μόλις
δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ ταινιῶν
 καὶ ψόφον ἐποίει χρυσοῦ τε καὶ ἀργύρου· πολλὴ
δὲ ἦν ἀρωμάτων εὐωδία.

Τότ̓ οὖν ἀνεμνήσθη τοῦ λακτίσματος
καὶ τοῦ δἰ ἐκεῖνο πτώματος, μόλις τε τὸν
ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον. Ἔρρηξεν οὖν φωνήν,
ὅσην ἐδύνατο “σώζετε, βοηθεῖτε.” Ἐπεὶ δὲ πολλάκις
αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον, ἀπήλπισεν
ἤδη τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν
ἐθρήνει λέγουσα “οἴμοι τῶν κακῶν· ζῶσα κατορώρυγμαι
μηδὲν ἀδικοῦσα καὶ ἀποθνήσκω θάνατον
μακρόν.

Ὑγιαίνουσάν με πενθοῦσι. Τίνα τίς ἄγγελον
πέμψει; Ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με
ἀπέκτεινας, ἀλλ̓ ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας.
Οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρρόην οὐδ̓ ἀληθῶς
ἀποθανοῦσαν. Ἀλλ̓ ἤδη τάχατι βουλεύῃ περὶ γάμου.”

Κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς· ὁ δὲ Θήρων
 
φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει
τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης.
Ἐκβαίνων δὲ πρῶτον ἐπέταξε τὴν ὑπηρεσίαν
 τὸν τρόπον τοῦτον.

Τέσσαρας μὲν ἀπέστειλεν ἐπὶ
 κατασκοπήν, εἴ τινες προσίοιεν εἰς τὸν τόπον, εἰ μὲν
δύναιντο, φονεύειν· εἰ δὲ μή, συνθήματι μηνύειν
τὴν ἄφιξιν αὐτῶν· πέμπτος δὲ αὐτὸς προσῄει τῷ
τάφῳ. Τοὺς δὲ λοιποὺς ʽἦσαν γὰρ οἱ σύμπαντες ἑκκαίδεκἀ
μένειν ἐπὶ τοῦ κέλητος ἐκέλευσε καὶ τὰς
 κώπας ἔχειν ἐπτερωμένας, ἵνα, ἐάν τι αἰφνίδιον συμβαίνῃ,
ταχέως τοὺς ἀπὸ γῆς ἁρπάσαντες ἀποπλεύσωσιν.

Ἐπεὶ δὲ μοχλοὶ προσηνέχθησαν καὶ σφοδροτέρα
πληγὴ πρὸς τὴν ἀνάρρηξιν τοῦ τάφου, τὴν Καλλιρρόην
κατελάμβανεν ὁμοῦ πάντα, φόβος, χαρά, λύπη,
 θαυμασμός, ἐλπίς, ἀπιστία. “Πόθεν ὁ ψόφος; Ἆρά
τις δαίμων κατὰ νόμον κοινὸν τῶν ἀποθνησκόντων
ἐπ̓ ἐμὲ παραγίνεται τὴν ἀθλίαν; Ἢψόφος οὐκ ἔστιν,
ἀλλὰ φωνὴ καλούντων με τῶν ὑποχθονίων πρὸς αὑτούς;
Τυμβωρύχους μᾶλλον εἰκὸς εἶναι· καὶ γὰρ τοῦτό
 μου ταῖς συμφοραῖς προσετέθη· πλοῦτος ἄχρηστος

νεκρῷ.” Ταῦτα ἔτι λογιζομένης αὐτῆς προύβαλε τὴν
κεφαλὴν ὁ λῃστὴς καὶ κατὰ μικρὸν εἰσεδύετο. Καλλιρρόη
δ̓ αὐτῷ προσέπεσε, βουλομένη δεηθῆναι· κἀκεῖνος
φοβηθεὶς ἐξεπήδησε, τρέμων δὲ πρὸς τοὺς
 ἑταίρους ἐφθέγξατο “φεύγωμεν ἐντεῦθεν· δαίμων
γάρ τις φυλάττει τὰ ἔνδον καὶ εἰσελθεῖν ἡμῖν οὐκ
ἐπιτρέπει.” Κατεγέλασε Θήρων,

δειλὸν εἰπὼν καὶ
νεκρότερον τῆς τεθνεώσης, εἶτα ἐκέλευσε ἄλλον εἰσελθεῖν.
Ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος
 τὸ ξίφος. Λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα
ἡ Καλλιρρόη, μὴ φονευθῇ, πρὸς τὴν γωνίαν
ἐξέτεινεν ἑαυτὴν κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφιεῖσα
 
φωνήν “ἐλέησον, ὅστις ποτ̓ εἶ, τὴν οὐκ ἐλεηθεῖσαν
ὑπ̓ ἀνδρὸς οὐδὲ γονέων· μὴ ἀποκτείνῃς ἣν σέσωκας.”

Μᾶλλον ἐθάρρησεν ὁ Θήρων καὶ οἷα δεινὸς
ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν· ἔστη δὲ σύννους καὶ τὸ
μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων
ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως· ταχεῖα δὲ
διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπεν “ἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος· πολὺς μὲν
ἄργυρος ἐνταῦθα πολὺς δὲ χρυσός, τούτων δὲ πάντων

τὸ τῆς γυναικὸς τιμιώτερον κάλλος.” Λαβόμενος
οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν
συνεργὸν “ἰδοὺ” φησὶν “ὁ δαίμων, ὃν ἐφοβοῦ· καλός
γε λῃστὴς φοβηθεὶς γυναῖκα. Σὺ μὲν οὖν φύλαττε
ταύτην· θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν·
ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον ἀποκείμενα,
μηκέτι μηδὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης.”

Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων,
ἐκέλευσεν ὁ Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι
μετὰ τῆς γυναικός· εἶτα βουλὴν προύθηκε περὶ αὐτῆς.
Ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις
ὑπεναντίαι.

Πρῶτος γάρ τις εἶπεν “ἐφ̓ ἕτερα μὲν
ἤλθομεν, ὦ συστρατιῶται, βέλτιον δὲ τὸ παρὰ τῆς
τύχης ἀποβέβηκε· χρησώμεθα αὐτῷ· δυνάμεθα γὰρ
ἀκινδύνως εἰργάσθαι. Δοκεῖ δή μοι τὰ μὲν ἐντάφια
κατὰ χώραν ἐᾶν, ἀποδοῦναι δὲ τὴν Καλλιρρόην ἀνδρὶ
καὶ πατρί, φήσαντας ὅτι προσωρμίσθημεν τῷ
τόπῳ κατὰ συνήθειαν ἁλιευτικήν, ἀκούσαντες δὲ
φωνὴν ἠνοίξαμεν κατὰ φιλανθρωπίαν, ἵνα σώσωμεν
τὴν ἔνδον ἀποκεκλεισμένην.

Ὁρκίσωμεν δὲ τὴν
γυναῖκα πάντα ἡμῖν μαρτυρεῖν. Ἡδέως δὲ ποιήσει.
χάριν ὀφείλουσα τοῖς εὐεργέταις, δἰ ὧν ἐσώθη. Πόσης
οἴεσθε χαρᾶς ἐμπλήσομεν τὴν ὅλην Σικελίαν;
 
πόσας ληψόμεθα δωρεάς; ἅμα δὲ καὶ πρὸς ἀνθρώπους
δίκαια καὶ πρὸς θεοὺς ὅσια ταῦτα ποιήσομεν.”

Ἔτι δὲ αὐτοῦ λέγοντος ἕτερος ἀντεῖπεν “ἄκαιρε
καὶ ἀνόητε, νῦν ἡμᾶς κελεύεις φιλοσοφεῖν; ἆρά γε
 τὸ τυμβωρυχεῖν ἡμᾶς ἐποίησε χρηστούς; ἐλεήσομεν
ἣν οὐκ ἠλέησεν ἴδιος ἀνὴρ ἀλλ̓ ἀπέκτεινεν; οὐδὲν
γὰρ ἠδίκηκεν ἡμᾶς·

ἀλλ̓ ἀδικήσει τὰ μέγιστα. Πρῶτον
μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν,
ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ
 ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν, δἰ ἣν ἤλθομεν
ἐπὶ τὸν τάφον. Ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν
ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ̓ οἱ ἄρχοντες
καὶ ὁ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους
ἄγοντας καθ̓ αὑτῶν τὸ φορτίον.

Τάχα δέ τις ἐρεῖ
 λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα· τιμὴν
γὰρ εὑρήσειν διὰ τὸ κάλλος. Ἔχει δὲ καὶ τοῦτο κίνδυνον.
Ὁ μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐδὲ ὁ
ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. Ἔξεστιν ἐπὶ
τούτοις πλάσασθαι καὶ διήγημα.

Φορτίον δὲ ἔχον
 ὀφθαλμούς τε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι
δύναιτο; καὶ γὰρ οὐδὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα
λάθωμεν. Ὅτε δούλην ἐροῦμεν τίς αὐτὴν ἰδὼν τούτῳ
πιστεύσει; Φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ
περιαγάγωμεν καθ̓ αὑτῶν τὸν κατήγορον.”

Πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέρᾳ
γνώμῃ Θήρων ἐπεψήφισε. “Σὺ μὲν γὰρ” εἶπε “κίνδυνον
ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. Ἐγὼ δὲ
ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἢ ἀπολῶ· πωλουμένη
μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ
 κατηγορείτω τῶν μὴ παρόντων. Ἀλλ̓ ἐμβαίνετε·
πλέωμεν· ἤδη γάρ ἐστι πρὸς ἡμέραν.”

Ἀναχθεῖσα δὲ ἡ ναῦς ἐφέρετο λαμπρῶς· οὐδὲ
γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί
τινα πλοῦν ἴδιον αὐτοῖς, ἀλλὰ πᾶς ἄνεμος οὔριος
αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρρόην
δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος
ἀπατᾶν.

Ἐκείνη δὲ ᾐσθάνετο τὰ καθ̓ ἑαυτὴν
καὶ ὅτι ἄλλως ἐσώθη· προσεποιεῖτο δὲ μὴ νοεῖν,
ἀλλὰ πιστεύειν, δεδοικυῖα μὴ ἄρα καὶ ἀνέλωσιν αὐτὴν
ὡς ὀργιζομένην. Εἰποῦσα δὲ μὴ φέρειν τὴν θάλασσαν,
ἐγκαλυψαμένη καὶ δακρύσασα “σὺ μὲν” ἔφη, “πάτερ, ἐν ταύτῃ τῇ θαλάσσῃ τριακοσίας ναῦς
Ἀθηναίων κατεναυμάχησας, ἥρπασε δέ σου τὴν θυγατέρα
κέλης μικρὸς καὶ οὐδέν μοι βοηθεῖς.

Ἐπὶ
ξένην ἄγομαι γῆν καὶ δουλεύειν με δεῖ τὴν εὐγενῆ·
τάχα δὲ ἀγοράσει τις τὴν Ἑρμοκράτους θυγατέρα
δεσπότης Ἀθηναῖος. Πόσῳ μοι κρεῖττον ἦν ἐν
τάφῳ κεῖσθαι νεκράν· πάντως ἂν μετ̓ ἐμοῦ Χαιρέας
ἐκηδεύθη· νῦν δὲ καὶ ζῶντες καὶ ἀποθανόντες διεζεύχθημεν.”

Ἡ μὲν οὖν ἐν τοιούτοις ἦν ὀδυρμοῖς, οἱ δὲ λῃσταὶ
νήσους μικρὰς καὶ πόλεις παρέπλεον· οὐ γὰρ ἦν τὰ
φορτία πενήτων, ἐζήτουν δὲ πλουσίους ἄνδρας. Ὡρμίσαντο
δὴ καταντικρὺ τῆς Ἀττικῆς ὑπό τινα χηλήν·
πηγὴ δ̓ ἦν αὐτόθι πολλοῦ καὶ καθαροῦ νάματος καὶ
λειμὼν εὐφυής.

Ἔνθα τὴν Καλλιρρόην προαγαγόντες
φαιδρύνεσθαι καὶ ἀναπαύσασθαι κατὰ μικρὸν
ἀπὸ τῆς θαλάσσης ἠξίωσαν, διασώζειν θέλοντες αὐτῆς
τὸ κάλλος· μόνοι δὲ ἐβουλεύοντο ὅποι χρὴ τὸν
στόλον ποιεῖσθαι. καί τις εἶπεν “Ἀθῆναι πλησίον,
μεγάλη καὶ εὐδαίμων πόλις. Ἐκεῖ πλῆθος μὲν ἐμπόρων
εὑρήσομεν, πλῆθος δὲ πλουσίων. Ὥσπερ γὰρ ἐν

 
εὑρήσομεν, πλῆθος δὲ
πλουσίων. ὥσπερ γὰρ ἐν ἀγορᾷ τοὺς ἄνδρας οὕτως ἐν Ἀθήναις τὰς
πόλεις ἔστιν ἰδεῖν.” ἐδόκει δὴ πᾶσι καταπλεῖν εἰς Ἀθήνας,

οὐκ
ἤρεσκε δὲ Θήρωνι τῆς πόλεως ἡ περιεργία· “μόνοι γὰρ ὑμεῖς οὐκ
ἀκούετε τὴν πολυπραγμοσύνην τῶν Ἀθηναίων; δῆμός ἐστι λάλος
καὶ φιλόδικος, ἐν δὲ τῷ λιμένι μυρίοι συκοφάνται πεύσονται τίνες
ἐσμὲν καὶ πόθεν ταῦτα φέρομεν τὰ φορτία. ὑποψία καταλήψεται
πονηρὰ τοὺς κακοήθεις.

Ἄρειος πάγος εὐθὺς ἐκεῖ καὶ ἄρχοντες
τυράννων βαρύτεροι. μᾶλλον Συρακουσίων Ἀθηναίους φοβηθῶμεν.
χωρίον ἡμῖν ἐπιτήδειόν ἐστιν Ἰωνία, καὶ γὰρ πλοῦτος ἐκεῖ βασιλικὸς
ἐκ τῆς μεγάλης Ἀσίας ἄνωθεν ἐπιρρέων καὶ ἄνθρωποι τρυφῶντες
καὶ ἀπράγμονες· ἐλπίζω δέ τινας αὐτόθεν εὑρήσειν καὶ γνωρίμους.”

ὑδρευσάμενοι δὴ καὶ λαβόντες ἀπὸ τῶν παρουσῶν ὁλκάδων ἐπισιτισμὸν ἔπλεον εὐθὺ Μιλήτου, τριταῖοι δὲ κατήχθησαν εἰς ὅρμον
ἀπέχοντα τῆς πόλεως σταδίους ὀγδοήκοντα, εὐφυέστατον εἰς
ὑποδοχήν.

Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ
Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλʼ ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον ἢ
λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων.
εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν.
δυσδιάθετον δὲ ἀπέβαινεν· οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐδὲ ἑνὸς
τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ
τοιούτοις ἐφοβεῖτο προσιέναι.

γινομένης οὖν διατριβῆς μακροτέρας
οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν· νυκτὸς δὲ ἐπελθούσης καθεύδειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸν “ἀνόητος, ὦ Θήρων, εἶ·
 
ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν
ἐρημίᾳ, ὡς μόνος λῃστής.

οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι
πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλιπόντες ἡμᾶς ἀποπλεύσωσιν· οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρατολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους
ἄνδρας ὧν ᾔδεις.

νῦν μὲν οὖν” εἶπεν “ἐξ ἀνάγκης κάθευδε, ἡμέρας
δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν
ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου
δυσδιάθετον.” κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας.

ἔδοξεν
οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος
ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν.

ἐν δὲ τῷ
μεταξὺ παρῄει πλῆθος ἀνθρώπων ἐλευθέρων τε καὶ δούλων, ἐν μέσοις
δὲ αὐτοῖς ἀνὴρ ἡλικίᾳ καθεστώς, μελανειμονῶν καὶ σκυθρωπός.
ἀναστὰς οὖν ὁ Θήρων ʽπερίεργον γὰρ ἀνθρώπου φύσισ̓ ἐπυνθάνετο
ἑνὸς τῶν ἐπακολουθούντων “τίς οὗτος;” ὁ δὲ ἀπεκρίνατο “ξένος
εἶναί μοι δοκεῖς ἢ μακρόθεν ἥκειν, ὃς ἀγνοεῖς Διονύσιον πλούτῳ καὶ
γένει καὶ παιδείᾳ τῶν ἄλλων Ἰώνων ὑπερέχοντα, φίλον τοῦ μεγάλου

βασιλέως.” “διατί τοίνυν μελανειμονεῖ;” “τέθνηκε γὰρ αὐτοῦ ἡ
γυνὴ ἧς ἤρα.” ἔτι μᾶλλον εἴχετο τῆς ὁμιλίας ὁ Θήρων, εὑρηκὼς
ἄνδρα πλούσιον καὶ φιλογύναιον. οὐκέτʼ οὖν ἀνῆκε τὸν ἄνδρα ἀλλʼ

ἐπυνθάνετο “τίνα χώραν ἔχεις παρʼ αὐτῷ;” κἀκεῖνος ἀπεκρίνατο “διοικητής εἰμι τῶν ὅλων, τρέφω δὲ αὐτῷ καὶ τὴν θυγατέρα, παιδίον
νήπιον, μητρὸς ἀθλίας πρὸ ὥρας ὀρφανόν.” Θήρων “τί σὺ καλῇ;” “Λεωνᾶς.” “Εὐκαίρωσ” φησίν, “ὦ Λεωνᾶ, συνέβαλον. Ἔμπορός
εἰμι καὶ πλέω νῦν ἐξ Ἰταλίας, ὅθεν οὐδὲν
οἶδα τῶν ἐν Ἰωνίᾳ. Γυνὴ δὲ Συβαρῖτις, εὐδαιμονεστάτη
τῶν ἐκεῖ, καλλίστην ἅβραν ἔχουσα διὰ ζηλοτυπίαν
ἐπώλησεν, ἐγὼ δὲ αὐτὴν ἐπριάμην.

Σοὶ οὖν
γενέσθω τὸ κέρδος, εἴτε σεαυτῷ θέλεις τροφὸν κατασχεῖν
τοῦ παιδίου ʽπεπαίδευται γὰρ ἱκανῶσ̓ εἴτε
καὶ ἀξίαν ὑπολαμβάνεις χαρίσασθαι τῷ δεσπότῃ.
Λυσιτελεῖ δέ σοι μᾶλλον ἀργυρώνητον ἔχειν αὐτόν,

ἵνα μὴ τῇ τροφίμῃ σου μητρυιὰν ἐπαγάγηται.” Τούτων
ὁ Λεωνᾶς ἤκουσεν ἄσμενος καὶ “θεός μοί τισ” εἶπεν “εὐεργέτην σε κατέπεμψεν· ἃ γὰρ ὠνειροπόλουν
ὕπαρ μοι δεικνύεις· ἐλθὲ τοίνυν εἰς τὴν οἰκίαν
καὶ φίλος ἤδη γενοῦ καὶ ξένος· τὴν δὲ περὶ τῆς γυναικὸς
 αἵρεσιν ἡ ὄψις κρινεῖ, πότερον δεσποτικόν
ἐστι τὸ κτῆμα ἢ καθ̓ ἡμᾶς.”

Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, ὁ μὲν Θήρων ἐθαύμαζε
τὸ μέγεθος καὶ τὴν πολυτέλειαν̔ἦν γὰρ εἰς ὑποδοχὴν
τοῦ Περσῶν βασιλέως παρεσκευασμένἠ, Λεωνᾶς
 δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν

τοῦ δεσπότου πρῶτον Ἔπειτα ἐκεῖνον λαβὼν
ἀνήγαγεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον
οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. Καὶ
ὁ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα
 καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλοφρονεῖτο
ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος.

ἐνδείξει, τὸ δὲ πλέον κοινωνίας. πίστει. Μεταξὺ
δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ
ὁ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς ἢ
 τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει
χρείαν, ἡ δὲ ὄψις αὑτὴν συνίστησιν. “Ἀπίωμεν οὖν”

ἔφη Λεωνᾶς, “καὶ δεῖξον αὐτήν.” Ὁ δὲ “οὐκ ἐνταῦθά
 
ἐστιν” ἀπεκρίνατο, “διὰ γὰρ τοὺς τελώνας περιέστημεν
τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον
ὁρμεῖ,” καὶ τὸν τόπον ἔφραζεν. “Ἐν τοῖς ἡμετέροισ” φησὶ “χωρίοις ὡρμίσασθε· καὶ τοῦτο βέλτιον, ἤδη
τῆς τύχης ὑμᾶς ἀγσύσης ἐπὶ Διονύσιον.

Ἀπίωμεν
οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς
ἀναλάβητε· ἡ γὰρ πλησίον ἔπαυλις κατεσκεύασται
πολυτελῶς.” Ἥσθη μᾶλλον ὁ Θήρων,

εὐκολωτέραν
ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ̓ ἐν
ἐρημίᾳ, καὶ “ἕωθεν” φησὶν “ἀπίωμεν, σὺ μὲν εἰς τὴν
ἔπαυλιν, ἐγὼ δ̓ εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα
πρὸς σέ.” Συνέθεντο ταῦτα καὶ δεξιὰς ἀλλήλοις
ἐμβαλόντες ἀπηλλάγησαν. Ἀμφοτέροις δὲ ἡ νὺξ
ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ
δὲ πωλῆσαι.

Τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Λεωνᾶς παρέπλευσεν εἰς
τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ
τὸν ἔμπορον· ὁ δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ
σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος
δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρρόην κολακεύειν
ἤρξατο.

“Κἀγὼ” φησί, “θύγατερ, εὐθὺς μὲν ἤθελόν
σε πρὸς τοὺς σοὺς ἀπαγαγεῖν· ἐναντίου δὲ ἀνέμου
γενομένου διεκωλύθην ὑπὸ τῆς θαλάσσης· ἐπίστασαι
δὲ πόσην σου πεποίημαι πρόνοιαν· καὶ τὸ μέγιστον,
καθαρὰν ἐτηρήσαμεν· ἀνύβριστον ἀπολήψεταί σε
Χαιρέας, ὡς ἐκ θαλάμου τοῦ τάφου σωθεῖσαν δἰ
ἡμᾶς.

Νῦν μὲν οὖν ἀναγκαῖόν ἐστιν ἡμῖν μέχρι Λυκίας
διαδραμεῖν, οὐκ ἀναγκαῖον δὲ καὶ σὲ μάτην ταλαιπωρεῖν
καὶ ταῦτα χαλεπῶς ναυτιῶσαν· ἐνταῦθα
δὲ δὴ παραθήσομαί σε φίλοις πιστοῖς, ἐπανιὼν δὲ
παραλήψομαι καὶ μετὰ πολλῆς ἐπιμελείας ἄξω λοιπὸν
 
εἰς Συρακούσας. Λάβε τῶν σῶν ὅ τι ἂν θέλῃς·
σοὶ γὰρ καὶ τὰ λοιπὰ τηροῦμεν.”

Ἐπὶ τούτῳ πρὸς αὑτὴν ἐγέλασε Καλλιρρόη, καίτοι
σφόδρα λυπουμένη ὅτι παντελῶς αὐτὴν ἀνόητον
 ὑπελάμβανεν· ἤδη γὰρ πωλουμένη ἠπίστατο, τῆς
δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμβανεν,
ἀπαλλαγῆναι θέλουσα λῃστῶν. Καὶ “χάριν
σοι” φησὶν “ἔχω, πάτερ, ὑπὲρ τῆς εἰς ἐμὲ φιλανθρωπίας·
ἀποδοῖεν δὲ” ἔφη “πᾶσιν ὑμῖν οἱ θεοὶ τὰς
ἀξίας ἀμοιβάς.

Χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον
ὑπολαμβάνω. Πάντα μοι φυλάξατε καλῶς·
ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, ὃ εἶχον καὶ νεκρά.” Εἶτα συγκαλυψαμένη τὴν κεφαλὴν “ἄγε με” φησίν, “ὦ Θήρων, ὅποι ποτὲ θέλεις· πᾶς γὰρ τόπος θαλάσσης
 καὶ τάφου κρείσσων.”

Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως ὁ Θήρων,
ἐστρατήγησέ τι τοιοῦτον. Ἀποκαλύψας τὴν Καλλιρρόην
καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν,
πρώτην ἐκέλευσεν εἰσελθεῖν. Ὁ δὲ Λεωνᾶς καὶ
 πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν,
δοκοῦντες θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν
τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι.

Καταπεπληγμένων
δὲ αὐτῶν κατόπιν ὁ Θήρων ἑπόμενος προσῆλθε
τῷ Λεωνᾷ καὶ “ἀνάστα” φησὶ “καὶ γενοῦ περὶ
 τὴν ὑποδοχὴν τῆς γυναικός· αὕτη γάρ ἐστιν ἣν θέλεις
ἀγοράσαι.” Χαρὰ καὶ θαυμασμὸς ἐπηκολούθησε
πάντων.

Τὴν μὲν οὖν Καλλιρρόην ἐν τῷ καλλίστῳ
τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν· καὶ
γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου
 καὶ φόβου· Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ
 “τὰ μὲν παῤ ἐμοῦ σοι” φησὶ “πιστῶς πεπλήρωται,
σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα ʽφίλος γὰρ εἶ
λοιπόν̓, ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς
καὶ τότε μοι τιμήν,

ἣν θέλεις, ἀποδώσεις.” Ἀμείψασθαι
δὲ θέλων ὁ Λεωνᾶς “οὐ μὲν οὖν” φησὶν “ἀλλὰ
κἀγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς,” ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς
μὴ ἄρα μετάθηται· πολλοὺς γὰρ ἂν ἐν τῇ πόλει γενέσθαι
τοὺς ἐθέλοντας ὠνεῖσθαι.

Τάλαντον οὖν ἀργυρίου
προκομίσας ἠνάγκαζε λαβεῖν, ὁ δὲ Θήρων ἀκκισάμενος
λαμβάνει. Κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν
τοῦ Λεωνᾶ ʽκαὶ γὰρ ἦν ὀψὲ τῆς ὥρασ̓ “βούλομαι” φησὶν “ἀφ̓ ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ̓
ὑστεραίᾳ ἐπὶ τῷ λιμένι συμβαλοῦμεν.”

Ἐπὶ τούτοις ἀπηλλάγησαν. Ἐλθὼν δ̓ ἐπὶ τὴν
ναῦν ὁ Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι
τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. Καὶ
οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ
Καλλιρρόη γενομένη ἤδη μετ̓ ἐξουσίας τὴν ἰδίαν
ἀπωδύρετο τύχην. “Ἰδοὺ” φησὶν “ἄλλος τάφος, ἐν
ᾧ Θήρων με κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον·

πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ
Χαιρέας ἐπέσπεισε δακρύων· ᾐσθόμην ἂν καὶ τεθυεῶσα.
Τίνα δὲ ἐνταῦθα καλέσω; Γινώσκεις. Τύχη
βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ
ἐπληρώθης, ἀλλὰ πρῶτον μὲν τὸν ἐραστήν μου σὺ
φονέα ἐποίησας ʽΧαιρέας, ὁ μηδὲ δοῦλον μηδέποτε
πλήξας, ἐλάκτισε καιρίως ἐμὲ τὴν φιλοῦσαν̓·

εἶτά
με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες
εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς
φοβερωτέρους ἐπέστησας. Τὸ δὲ περιβόητον κάλλος
εἰς τοῦτο ἐκτησάμην, ἵν̓ ὑπὲρ ἐμοῦ Θήρων ὁ λῃστ̔??ʼ
 
μεγάλην λάβῃ τιμήν.

Ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ
εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων·
ἐφοβήθης γάρ, ὦ Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ.
Διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν
 ἢ βαρβάροις ἢ πάλιν λῃσταῖς.” Κόπτουσα δὲ
τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα
τὴν Χαιρέου καὶ καταφιλοῦσα “ἀληθῶς ἀπόλωλα,

ὦ Χαιρέα” φησί, “τοσούτῳ διαζευχθεῖσα πάθει. Καὶ
σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι,
 μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν,
ἐγὼ δὲ ἡ Ἑρμοκράτους θυγάτηρ, ἡ σὴ γυνή, δεσπότῃ
σήμερον ἐπράθην.” Τοιαῦτα ὀδυρομένῃ μόλις
ὕπνος ἐπῆλθεν αὐτῇ.

Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν
 ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν
εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ
δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος
αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. Εὗρε δὲ ἔτι
κατακείμενον τὸν Διονύσιον· ἀλύων γὰρ ὑπὸ τῆς λύπης
 οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν
τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι
παρούσης αὐτῷ τῆς γυναικός.

Ἰδὼν δὲ τὸν Λεωνᾶν
ἔφη πρὸς αὐτὸν “μίαν ταύτην ἐγὼ νύκτα μετὰ τὸν
θάνατον τῆς ἀθλίας ἡδέως κεκοίμημαι· καὶ γὰρ εἶδον
 αὐτὴν ἐναργῶς μείζονά τε καὶ κρείττονα γεγενημένην,
καὶ ὡς ὕπαρ μοι συνῆν. Ἔδοξα δὲ εἶναι τὴν πρώτην
 
ἡμέραν τῶν γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων
αὐτὴν νυμφαγωγεῖν, σοῦ μοι τὸν ὑμέναιον
ᾅδοντος.” Ἔτι δὲ αὐτοῦ διηγουμένου,

Λεωνᾶς
ἀνεβόησεν “εὐτυχὴς εἶ, δέσποτα, καὶ ὄναρ καὶ ὕπαρ.
Μέλλεις ἀκούειν ταῦτα, ἃ τεθέασαι.” Καὶ ἀρξάμενος
αὐτῷ διηγεῖται “προσῆλθέ μοί τις ἔμπορος πιπράσκων
γυναῖκα καλλίστην, διὰ δὲ τοὺς τελώνας ἔξω τῆς πόλεως
ὥρμισε τὴν ναῦν πλησίον τῶν σῶν χωρίων.

Κἀγὼ συνταξάμενος ἀπῆλθον εἰς ἀγρόν. Ἐκεῖ δὲ συμβαλόντες
ἀλλήλοις ἔργῳ μὲν τὴν πρᾶσιν ἀπηρτίκαμεν·
ἐγὼ γὰρ ἐκείνῳ τάλαντον δέδωκα· δεῖ δὲ ἐνταῦθα

γενέσθαι νομίμως τὴν καταγραφήν.” Ὁ δὲ
Διονύσιος τὸ μὲν κάλλος ἡδέως ἤκουσε τῆς γυναικὸς
ʽἦν γὰρ φιλογύνης ἀληθῶσ̓, τὴν δὲ δουλείαν ἀηδῶς·
ἀνὴρ γὰρ βασιλικός, διαφέρων ἀξιώματι καὶ παιδείᾳ
τῆς ὅλης Ἰωνίας, ἀπηξίου κοίτην θεραπαινίδος, καὶ “ἀδύνατον” εἶπεν, “ὦ Λεωνᾶ, καλὸν εἶναι σῶμα μὴ
πεφυκὸς ἐλεύθερον. Οὐκ ἀκούεις τῶν ποιητῶν ὅτι
θεῶν παῖδές εἰσιν οἱ καλοί, πολὺ δὲ πρότερον ἀνθρώπων
εὐγενῶν; σοὶ δὲ ἤρεσεν ἐπ̓ ἐρημίας· συνέκρινας
γὰρ αὐτὴν ταῖς ἀγροίκοις.

Ἀλλ̓ ἐπείπερ
ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν· Ἄδραστος δὲ ὁ ἐμπειρότατος
τῶν νόμων διοικήσει τὰς καταγραφάς.” Ἔχαιρεν
ὁ Λεωνᾶς ἀπιστούμενος· τὸ γὰρ ἀπροσδόκητον
ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. Περιιὼν δὲ
τοὺς Μιλησίων λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ
τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα εὑρεῖν ἐδύνατο.

Ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς.
Ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπήρεις λαβὼν
παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον·
οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη πλέοντα. Μόλις οὖν
καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην.

Ἰδὼν δ̓ αὐτὸν
 
ὁ Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν· ὁ δέ
φησιν “ἀπολώλεκά σοι, ὦ δέσποτα, τάλαντον.” “Συμβαῖνον” εἶπεν ὁ Διονύσιος “ἀσφαλέστερόν σε τοῦτο
πρὸς τὰ λοιπὰ ποιήσει. Τί δ̓ ὅμως συμβέβηκε; μή
 τι ἡ νεώνητος ἀποδέδρακεν;” “Οὐκ ἐκείνη” φησὶν “ἀλλ̓ ὁ πωλήσας.” “Ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν
σοι πέπρακε δούλην διὰ τοῦτο ἐπ̓ ἐρημίας.

Πόθεν δὲ ἔλεγε τὴν ἄνθρωπον εἶναι;” “Συβαρῖτιν
ἐξ Ἰταλίας, πραθεῖσαν ὑπὸ δεσποίνης κατὰ ζηλοτυπίαν.” “Ζήτησον Συβαριτῶν εἴ τινες ἐπιδημοῦσιν·
ἐν δὲ τῷ μεταξὺ ἐκεῖ κατάλιπε τὴν γυναῖκα.” Τότε μὲν οὖν ὁ Λεωνᾶς ἀπῆλθε λυπούμενος, ὡς
οὐκ εὐτυχοῦς τῆς πραγματείας αὐτῷ γεγενημένης·
ἐπετήρει δὲ καιρὸν ἀναπεῖσαι τὸν δεσπότην ἐξελθεῖν
 εἰς τὰ χωρία, λοιπὸν μίαν ἔχων ἐλπίδα τὴν ὄψιν τῆς γυναικός.

Πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι
γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν.
Πλαγγὼν δέ, ἡ τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον,
 ἔφη πρὸς αὐτὴν “ζητεῖς μέν, ὦ τέκνον, πάντως
τοὺς σεαυτῆς· ἀλλὰ καλῶς καὶ τοὺς ἐνθάδε νόμιζε
σούς· Διονύσιος γάρ, ὁ δεσπότης ἡμῶν, χρηστός ἐστι
καὶ φιλάνθρωπος. Εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν ὁ
θεὸς οἰκίαν.

Ὥσπερ ἐν πατρίδι διάξεις. Ἐκ μακρᾶς
 οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν· ἔχεις θεραπαινίδας.” Μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δ̓
ὅμως εἰς τὸ βαλανεῖον. Εἰσελθοῦσαν δὲ ἤλειψάν τε
καὶ ἀπέσμηξαν ἐπιμελῶς καὶ μᾶλλον ἀποδυσαμένης
κατεπλάγησαν· ὥστε ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι
 τὸ πρόσωπον θεῖον πρόσωπον ἔδοξαν ἰδοῦσαι·
ὁ χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι
ὅμοιον ἀπολάμπων· τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι
 
μὴ καὶ ἡ τῶν δακτύλων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ.

Ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλας “καλὴ μὲν
ἡ δέσποινα ἡμῶν καὶ περιβόητος· ταύτης δὲ ἂν θεραπαινὶς
ἔδοξεν.” Ἐλύπει τὴν Καλλιρρόην ὁ ἔπαινος
καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. Ἐπεὶ δὲ ἐλέλουτο
καὶ τὴν κόμην συνεδέσμουν, καθαρὰς αὐτῇ
προσήνεγκαν ἐσθῆτας· ἡ δὲ οὐ πρέπειν ἔλεγε ταῦτα
τῇ νεωνήτῳ.

“Χιτῶνά μοι δότε δουλικόν· καὶ γὰρ
ὑμεῖς ἐστέ μου κρείττονες.” Ἐνεδύσατο μὲν οὖν τι
τῶν ἐπιτυχόντων· κἀκεῖνο δὲ ἔπρεπεν αὐτῇ καὶ πολυτελὲς
ἔδοξε καταλαμπόμενον ὑπὸ κάλλους.

Ἐπεὶ
δὲ ἠρίστησαν αἱ γυναῖκες, λέγει ἡ Πλαγγὼν “ἐλθὲ
πρὸς τὴν Ἀφροδίτην καὶ εὖξαι περὶ σαυτῆς· ἐπιφανὴς
δέ ἐστιν ἐνθάδε ἡ θεός, καὶ οὐ μόνον οἱ γείτονες,
ἀλλὰ καὶ οἱ ἐξ ἄστεος παραγινόμενοι θύουσιν αὐτῇ.
Μάλιστα δὲ ἐπήκοος Διονυσίῳ· ἐκεῖνος οὐδέποτε

παρῆλθεν αὐτήν.” Εἶτα διηγοῦντο τῆς θεοῦ τὰς ἐπιφανείας
καί τις εἶπε τῶν ἀγροίκων “δόξεις, ὦ γύναι,
θεασαμένη τὴν Ἀφροδίτην εἰκόνα βλέπειν σεαυτῆς.” Ἀκούσασα δὲ ἡ Καλλιρρόη δακρύων ἐνεπλήσθη καὶ
λέγει πρὸς ἑαυτὴν “Οἴμοι τῆς συμφορᾶς, κἀνταῦθά
ἐστιν Ἀφροδίτη θεὸς ἡ ἐμοὶ τῶν πάντων κακῶν αἰτία.
Πλὴν ἄπειμι, θέλω γὰρ αὐτὴν πολλὰ μέμψασθαι.”

Τὸ δὲ ἱερὸν πλησίον ἦν τῆς ἐπαύλεως παῤ αὐτὴν
τὴν λεωφόρον. Προσκυνήσασα δὲ ἡ Καλλιρρόη καὶ
τῶν ποδῶν λαβομένη τῆς Ἀφροδίτης “σύ μοι” φησὶ “πρώτη Χαιρέαν ἔδειξας, συναρμόσασα δὲ καλὸν ζεῦγος
οὐκ ἐτήρησας· καίτοιγε ἡμεῖς σε ἐκοσμοῦμεν.

Ἐπεὶ δὲ οὕτως ἐβουλήθης, μίαν αἰτοῦμαι παρὰ σοῦ
χάριν· μηδενί με ποιήσῃς μετ̓ ἐκεῖνον ἀρέσαι.” Πρὸς
τοῦτο ἀνένευσεν ἡ Ἀφροδίτη· μήτηρ γάρ ἐστι τοῦ
 
Ἔρωτος, καὶ πάλιν ἄλλον ἐπολιτεύετο γάμον, ὃν
οὐδὲ αὐτὸν ἔμελλε τηρήσειν.
Ἀπαλλαγεῖσα δὲ ἡ Καλλιρρόη λῃστῶν καὶ θαλάσσης
τὸ ἴδιον κάλλος ἀνελάμβανεν, ὥστε θαυμάζειν
 τοὺς ἀγροίκους καθ̓ ἡμέραν εὐμορφοτέρας αὐτῆς βλεπομένης.

Ὁ δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ
λόγους προσήνεγκε τοιούτους “ἐν τοῖς παραθαλασσίοις,
ὦ δέσποτα, χωρίοις οὐ γέγονας ἤδη χρόνῳ
 πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. Ἀγέλας
σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ ἡ συγκομιδὴ τῶν
καρπῶν ἐπείγει.

Χρῆσαι καὶ τῇ πολυτελείᾳ τῶν οἰκιῶν,
ἅς σοῦ κελεύσαντος ᾠκοδομήσαμεν· οἴσεις δὲ
καὶ τὸ πένθος ἐλαφρότερον ἐκεῖ, περισπώμενος ὑπὸ
 τῆς τῶν ἀγρῶν ἀπολαύσεως καὶ διοικήσεως. Ἐὰν δέ
τινα ἐπαινέσῃς ἢ βουκόλον ἢ ποιμένα, δώσεις αὐτῷ
τὴν νεώνητον γυναῖκα.” Ἤρεσε τῷ Διονυσίῳ ταῦτα
καὶ προεῖπε τὴν ἔξοδον εἰς ην ἡμέραν.

Παραγγελίας
δὲ γενομένης παρεσκεύαζον ἡνίοχοι μὲν ὀχήματα,
 ἱπποκόμοι δὲ ἵππους, ναῦται δὲ πορθμεῖα· φίλοι παρεκαλοῦντο
συνοδεύειν καὶ πλῆθος ἀπελευθέρων· φύσει
γὰρ ἦν ὁ Διονύσιος μεγαλοπρεπής.

Ἐπεὶ δὲ πάντα
εὐτρέπιστο, τὴν μὲν παρασκευὴν καὶ τοὺς πολλοὺς
ἐκέλευσε διὰ θαλάσσης κομίζεσθαι, τὰ δὲ ὀχήματα
 ἐπακολουθεῖν, ὅταν αὐτὸς προέλθῃ, πενθοῦντι γὰρ
μὴ πρέπειν πομπήν. Ἅμα δὲ τῇ ἕῳ, πρὶν αἰσθέσθαι
τοὺς πολλούς, ἵππου ἐπέβη, πέμπτος δέ εἷς ἦν ἐν
αὐτοῖς καὶ ὁ Λεωνᾶς.

Ὁ μὲν οὖν Διονύσιος ἐξήλαυνεν εἰς τοὺς ἀγρούς,
 ἡ δὲ Καλλιρρόη τῆς νυκτὸς ἐκείνης θεασαμένη τὴν
Ἀφροδίτην ἐβουλήθη καὶ πάλιν αὐτὴν προσκυνῆσαι·
καὶ ἡ μὲν ἑστῶσα εὔχετο, Διονύσιος δὲ ἀποπηδήσας
 
ἀπὸ τοῦ ἵππου πρῶτος εἰσῆλθεν εἰς τὸν νεών. Ψόφου
δὲ ποδῶν αἰσθομένη Καλλιρρόη πρὸς αὐτὸν ἐπεστράφη.

Θεασάμενος οὖν ὁ Διονύσιος ἀνεβόησεν “ἵλεως εἴης, ὦ Ἀφροδίτη, καὶ ἐπ̓ ἀγαθῷ μοι φανείης.” Καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε
καὶ “αὕτη” φησίν, “ὦ δέσποτα, ἡ νεώνητος· μηδὲν
 ταραχθῇς. Καὶ σὺ δέ, ὦ γύναι, πρόσελθε τῷ κυρίῳ.” Καλλιρρόη μὲν οὖν πρὸς τοὔνομα τοῦ κυρίου πηγὴν
ἀφῆκε δακρύων, κάτω κύψασα, ὀψὲ μεταμανθάνουσα
τὴν ἐλευθερίαν· ὁ δὲ Διονύσιος, πλήξας τὸν Λεωνᾶν “ἀσεβέστατε” εἶπεν, “ὡς ἀνθρώποις διαλέγῃ
τοῖς θεοῖς;

Σὺ ταύτην λέγεις ἀργυρώνητον καὶ ὡς
οὐχ εὗρες τὸν πιπράσκοντα; οὐκ ἤκουσας οὐδὲ Ὁμήρου
διδάσκοντος ἡμᾶς
 
 καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν
 ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶσι.
 ” “τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν

εἶναι νομίζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ.” Λαλούσης
δὲ αὐτῆς ἡ φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη· μουσικὸν
γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου
τὸν ἦχον. Ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς
ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη
τῷ ἔρωτι. Μετ̓ οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος ἡ παρασκευή,
καὶ ταχεῖα φήμη διέδραμε τοῦ γεγονότος.

Ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο
δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. Αἰδουμένη
δὲ ἡ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν ὅ τι πράξειε·
πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ
τὴν συνήθη Πλαγγόνα, ἀλλ̓ ἐκείνη περὶ τὴν ὑποδοχὴν
ἐγίνετο τοῦ δεσπότου.

Προκοπτούσης δὲ τῆς
ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ
 
πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς
τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε
τὴν Καλλιρρόην. Τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνονται
βασιλεῖς, ὥσπερ ἐν τῷ σμήνει τῶν μελισσῶν· ἠκολούθουν
 γὰρ ἅπαντες καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχειροτονημένῃ.

Ἡ μὲν οὖν ἀπῆλθεν εἰς τὴν οἴκησιν τὴν συνήθη·
Διονύσιος δὲ ἐτέτρωτο μέν, τὸ δὲ τραῦμα περιστέλλειν
ἐπειρᾶτο. Οἷα δὲ πεπαιδευμένος ἀνὴρ καὶ ἐξαιρέτως
 ἀρετῆς ἀντιποιούμενος, μήτε τοῖς οἰκέταις ἐθέλων
εὐκαταφρόνητος δοκεῖν μήτε μειρακιώδης τοῖς
φίλοις, διεκαρτέρει παῤ ὅλην τὴν ἑσπέραν, οἰόμενος
μὲν λανθάνειν, κατάδηλος δὲ γινόμενος ἐκ τῆς σιωπῆς.

Μοῖραν δέ τινα λαβόμενος ἀπὸ τοῦ δείπνου “ταύτην” φησὶ “κομισάτω τις τῇ ξένῃ. Μὴ εἴπητε δὲ
 ὅτι παρὰ τοῦ κυρίου, ἀλλ̓ ὅτι παρὰ Διονυσίου.” Τὸν μὲν οὖν πότον προήγαγεν ἐπὶ πλεῖστον· ἠπίστατο
γὰρ ὅτι οὐ μέλλει καθεύδειν. Ἀγρυπνεῖν οὖν
ἐβούλετο μετὰ τῶν φίλων.

Ἐπεὶ δὲ προύκοπτε τὰ τῆς
 νυκτός, ἀναλύσας ὕπνου μὲν οὐκ ἐλάγχανεν, ὅλος δὲ
ἦν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ καὶ πάντων ἀνεμιμνήσκετο,
τοῦ προσώπου, τῆς κόμης, πῶς ἐστράφη, πῶς
ἐνέβλεψε, τῆς φωνῆς, τοῦ σχήματος, τῶν ῥημάτων· ἐξέκαε
δὲ αὐτὸν καὶ τὰ δάκρυα.

Τότ̓ ἦν ἰδεῖν ἀγῶνα λογισμοῦ
 καὶ πάθους. Καίτοι γὰρ βαπτιζόμενος ὑπὸ τῆς
ἐπιθυμίας γενναῖος ἀνὴρ ἐπειρᾶτο ἀντέχεσθαι, καθάπερ
δὲ ἐκ κύματος ἀνέκυπτε λέγων πρὸς ἑαυτὸν “οὐκ
αἰσχύνῃ, Διονύσιε, ἀνὴρ ὁ πρῶτος τῆς Ἰωνίας ἕνεκεν
ἀρετῆς τε καὶ δόξης, ὃν θαυμάζουσι σατράπαι καὶ βασιλεῖς
 καὶ πόλεις, παιδαρίου πράγματα πάσχων; ἅπαξ
ἰδὼν ἐρᾷς, καὶ ταῦτα πενθῶν, πρὶν ἀφοσιώσασθαι
τοὺς τῆς ἀθλίας δαίμονας.

Τούτου γε ἧκες εἰς
 
ἀγρὸν ἵνα μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης,
τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐδὲ
τὴν καταγραφήν.” Ἐφιλονείκει δὲ ὁ Ἔρως βουλευομένου
καλῶς καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν
ἐκείνου· διὰ τοῦτο ἐπυρπόλει σφοδρότερον ψυχὴν ἐν
ἔρωτι φιλοσοφοῦσαν.

Μηκέτ̓ οὖν φέρων μόνος αὑτῷ
διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο, κληθεὶς δὲ ἐκεῖνος
συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν
καὶ ὥσπερ τεταραγμένος “τί” φησὶν “ἀγρυπνεῖς, ὦ
δέσποτα; μή τις πάλιν σε λύπη κατείληφε τῆς τεθνηκυίας
γυναικός;” “Γυναικὸς μὲν” εἶπεν ὁ Διονύσιος, “ἀλλ̓ οὐ τῆς τεθνηκυίας. Οὐδὲν δὲ ἀπόρρητόν ἐστί
μοι πρὸς σὲ δἰ εὔνοιάν τε καὶ πίστιν.

Ἀπολώλεκας,
ὦ Λεωνᾶ. Σύ μοι τῶν κακῶν αἴτιος. Πῦρ ἐκόμισας
εἰς τὴν οἰκίαν, μᾶλλον δὲ εἰς τὴν ἐμὴν ψυχήν. Ταράσσει
δέ με τὸ ἄδηλον τὸ περὶ τῆς γυναικός. Μῦθόν
μοι διηγῇ ἔμπορον πτηνόν, ὃν οὐκ οἶδας οὔτ̓ ὁπόθεν
ἦλθεν οὔθ̓ ὅποι πάλιν ἀπῆλθεν. Ἔχων δὲ τίς
τοιοῦτον κάλλος ἐν ἐρημίᾳ πιπράσκει ταλάντου τὴν
τῶν βασιλέως χρημάτων ἀξίαν; δαίμων σέ τις ἐξηπάτησεν.

Ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων.
Τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές.
Οὐ πλοῖον ἐθεάσω.” “Οὐκ εἶδον, δέσποτα, ἀλλὰ
ἤκουσα.” “Τοῦτο ἐκεῖνο· μία Νυμφῶν ἢ Νηρηίδων
ἐκ θαλάσσης ἀνελήλυθε. Καταλαμβάνουσι δὲ καὶ δαίμονας
καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας
μετ̓ ἀνθρώπων· ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί

τε καὶ συγγραφεῖς.” Ἡδέως ἀνέπειθεν αὑτὸν ὁ Διονύσιος
ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν
 ἀποφαίνειν ἢ κατ̓ ἀνθρώπων ὁμιλίαν. Λεωνᾶς δὲ
χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε “τίς μὲν
ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν· ἄξω δὲ αὐτήν,
 
εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε λύπην. Ἀποτυγχάνεις

ἐν ἔρωτος ἐξουσίᾳ;” “Οὐκ ἂν ποιήσαιμι” φησὶν
ὁ Διονύσιος, “πρὶν μαθεῖν τίς ἡ γυνὴ καὶ πόθεν.
Ἕωθεν οὖν πυθώμεθα παῤ αὐτῆς τὴν ἀλήθειαν. Μεταπέμψομαι
 δ̓ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου
λάβωμεν ὑποψίαν, ἀλλ̓ ὅπου πρῶτον αὐτὴν
ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.”

Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος
 παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν
τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν
εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ
κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.

Ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα
 πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν
Πλαγγόνα καὶ μετ̓ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ
θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγει “Διονύσιος
ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος.

Ἧκε τοίνυν
εἰς τὸ ἱερόν, ὦ γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν,
 τίς οὖσα τυγχάνεις· οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς
δικαίας βοηθείας. Ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου,
καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν· τοῦτο γὰρ
αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν.” Ἄκουσα μὲν οὖν ἐβάδιζεν ἡ Καλλιρρόη, θαρροῦσα δ̓
 ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς.

Ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες.
Καταπλαγεὶς οὖν ὁ Διονύσιος ἄφωνος ἦν. Οὔσης δὲ
ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο “τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός
 εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης
Ἰωνίας, ἐπ̓ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.

Δίκαιόν ἐστι καὶ σὲ περὶ σεαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν·
 
οἱ μὲν γὰρ πωλήσαντές· σε Συβαρῖτιν ἔφασαν
κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης.” Ἠρυθρίασεν ἡ Καλλιρρόη καὶ κάτω κύψασα ἠρέμα
εἶπεν “ἐγὼ νῦν πρῶτον πέπραμαι· Σύβαριν δὲ οὐκ

εἶδον.” “Ἔλεγόν σοι” φησὶ Διονύσιος ἀποβλέψας
πρὸς τὸν Λεωνᾶν “ὅτι οὐκ ἔστι δούλη· μαντεύομαι
δὲ ὅτι καὶ εὐγενής.” “Εἶπόν μοι, γύναι, πάντα, καὶ
πρῶτόν γε τοὔνομα τὸ σόν.” “Καλλιρρόη” φησίν
ʽἤρεσε Διονυσίῳ καὶ τοὔνομἀ, τὰ δὲ λοιπὰ ἐσιώπα.
Πυνθανομένου δὲ λιπαρῶς “δέομαί σου” φησίν, “ὦ
δέσποτα, συγχώρησόν μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν.

Ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν
ὃ γέγονα, δούλη καὶ ξένη.” Ταῦτα λέγουσα ἐπειρᾶτο
μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ
τῶν παρειῶν· προήχθη δὲ καὶ ὁ Διονύσιος κλάειν
καὶ πάντες οἱ περιεστηκότες· ἔδοξε δ̓ ἄν τις καὶ τὴν
Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι. Διονύσιος
δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶ “ταύτην αἰτοῦμαι παρά σου χάριν πρώτην.

Διήγησαί
μοι, Καλλιρρόη, τὰ σεαυτῆς. Οὐ πρὸς ἀλλότριον
ἐρεῖς· ἔστι γάρ τις καὶ τρόπου συγγένεια. Μηδὲν
φοβηθῇς, μηδ̓ εἰ πέπρακταί σοί τι δεινόν.” Ἠγανάκτησεν
ἡ Καλλιρρόη πρὸς τοῦτο καὶ “μή με ὕβριζε”

εἶπεν, “οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον. Ἀλλ̓
ἐπεὶ σεμνότερα τἀμὰ τῆς τύχης ἐστὶ τῆς παρούσης,
οὐ θέλω δοκεῖν ἀλαζὼν οὐδὲ λέγειν διηγήματα ἄπιστα
τοῖς ἀγνοοῦσιν· οὐ γὰρ μαρτυρεῖ τὰ προτοῦ τοῖς νῦν.” Ἐθαύμασεν ὁ Διονύσιος τὸ φρόνημα τῆς γυναικὸς καὶ “συνίημι” φησὶν “ἤδη, κἂν μὴ λέγῃς· εἰπὲ δ̓ ὅμως·
οὐδὲν γάρ%5περὶ σεαυτῆς ἐρεῖς τηλικοῦτον, ἡλίκον ὁρῶμεν.

Πᾶν ἐστί σου σμικρότερον λαμπρὸν διήγημα.” Μόλις οὖν ἐκείνη τὰ καθ̓ ἑαυτὴν ἤρξατο λέγειν “Ἑρμοκράτους
 
εἰμὶ θυγάτηρ, τοῦ Συρακουσίων στρατηγοῦ.
Γενομένην δέ με ἄφωνον ἐξ αἰφνιδίου πτώματος
ἔθαψαν οἱ γονεῖς πολυτελῶς. Ἤνοιξαν τυμβωρύχοι
τὸν τάφον· εὗρον κἀμὲ πάλιν ἐμπνέουσαν· ἤνεγκαν
 ἐνθάδε καὶ Λεωνᾷ με τούτῳ παρέδωκε Θήρων ἐπ̓
ἐρημίας.” Πάντα εἰποῦσα μόνον Χαιρέαν ἐσίγησεν.

“Ἀλλὰ δέομαί σου, Διονύσιε ʽἝλλην γὰρ εἶ καὶ πόλεως
φιλανθρώπου καὶ παιδείας μετείληφασ̓, μὴ γένῃ
τοῖς τυμβωρύχοις ὅμοιος μηδὲ ἀποστερήσῃς με πατρίδος
 καὶ συγγενῶν. Μικρόν ἐστί σοι πλουτοῦντι
σῶμα ἐᾶσαι· τὴν τιμὴν οὐκ ἀπολεῖς, ἐὰν ἀποδῷς
με τῷ πατρί· Ἑρμοκράτης οὐκ ἔστιν ἀχάριστος. Τὸν
Ἀλκίνοον ἀγάμεθα δὴ καὶ πάντες φιλοῦμεν ὅτι εἰς
τὴν πατρίδα ἀνέπεμψε τὸν ἱκέτην. Ἱκετεύω δὲ κἀγώ.

Σῶσον αἰχμάλωτον ὀρφανήν. Εἰ δὲ μὲ μὴ δύναμαι ζῆν
ὡς εὐγενής, αἱροῦμαι θάνατον ἐλεύθερον.” Τούτων
ἀκούων ἔκλαε προφάσει μὲν Καλλιρρόην, τὸ δὲ ἀληθὲς
ἑαυτόν· ᾐσθάνετο γὰρ ἀποτυγχάνων τῆς ἐπιθυμίας. “Θάρρει δὲ” ἔφη, “Καλλιρρόη, καὶ ψυχὴν ἔχε
 ἀγαθήν· οὐ γὰρ ἀτυχήσεις ὧν ἀξιοῖς· μάρτυν καλῶ
τήνδε τὴν Ἀφροδίτην. Ἐν δὲ τῷ μεταξὺ θεραπείαν
ἕξεις παῤ ἡμῖν δεσποίνης μᾶλλον ἢ δούλης.”

Καὶ ἡ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι
παθεῖν, ὁ δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς
 οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶν “κατὰ
πάντα” φησὶν “ἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ
τοῦ Ἔρωτος. Τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ ἡ
νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι τὸ δῶρον,
καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων
 τὸν τῆς Λακεδαιμονίας γυναικός· οὐδὲ γὰρ
τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι.

Πρόσεστι δὲ αὐτῇ καὶ ἡ τῶν λόγων πειθώ. Βεβίωταί
 
μοι. Τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη
μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.” Πρὸς τοῦτο ἀνέκραγεν
ὁ Λεωνᾶς “μὴ σύ γε, ὦ δέσποτα, μὴ καταράσῃ
σεαυτῷ· κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς,
ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν·

ταλάντου γὰρ αὐτὴν ἐπριάμην.” “Ἐπρίω σύ,
τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν
στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως,
ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει καὶ φιλεῖ,
πέμπει δὲ αὐτῷ κατ̓ ἔτος δωρεάς, ὅτι Ἀθηναίους
κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω
σώματος ἐλευθέρου, καὶ Διονύσιος ὁ ἐπὶ σωφροσύνῃ
περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν
ὕβρισεν οὐδὲ Θήρων ὁ λῃστής;”

Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν
οὐδ̓ ἀπεγίνωσκε πείσειν ʽφύσει γὰρ εὔελπίς ἐστιν ὁ
ἔρωσ̓, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν
ἐπιθυμίαν. Καλέσας οὖν τὴν Πλαγγόνα “δέδωκάς
μοι” φησὶν “ἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. Ἐγχειρίζω
δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν
κτημάτων, τὴν ξένην. Βούλομαι δὲ αὐτὴν μηδενὸς
σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς.

Κυρίαν
ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην
ἡμῖν· ἐπαίνει με παῤ αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι
διηγοῦ. Βλέπε μὴ δεσπότην εἴπῃς.” Συνῆκεν
ἡ Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής·
αἴφνης δὲ βαλοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν,
ᾤχετο πρὸς τοῦτο. Παραγενομένη τοίνυν πρὸς τὴν
Καλλιρρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν
οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο· καὶ τὸ
ἀξιόπιστον ὡς σύμβουλον ἤθελεν ἔχειν.

Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τὁ??ʼ
 
χωρίοις, προφάσεσι μὲν ἄλλοτε ἄλλαις, τὸ δὲ δὴ
ἀληθές, οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρρόης δυνάμενος
οὔτε ἐπάγεσθαι θέλων αὐτήν· ἔμελλε γὰρ περιβόητος
ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν
 δουλαγωγήσειν, ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι
τοῦ μεγάλου βασιλέως.

Ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν
ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που
καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν· τὸ δὲ τῆς μέμψεως
οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. Εὗρε
 δὲ καιρὸν ἡ Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς
τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς·
λαβομένη δὲ τῶν γονάτων αὐτῆς “δέομαί σου” φησίν, “κυρία, σῶσον ἡμᾶς· τῷ γὰρ ἀνδρί μου χαλεπαίνει
Διονύσιος· φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος.

Οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς ἢ μόνη σύ· παρέξει
γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.” Ὤκνει μὲν οὖν ἡ Καλλιρρόη βαδίσαι πρὸς αὐτόν,
λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη,
προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ̓ αὐτῆς.
 Ἵν̓ οὖν μὴ ἀχάριστος δοκῇ “κἀγὼ μὲν” φησὶν “εἰμὶ
δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις
δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη· γένοιτο
δὲ ἡμᾶς τυχεῖν.” Ἐπεὶ δὲ ἦλθον,

ἐκέλευσεν ἡ
Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν
 δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος
ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ
τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν,
ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς
τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν “ἡκέτω” φησί.

Στᾶσα δὲ ἡ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα
πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ̓ ὅμως
ἐφθέγξατο “ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι·
 
φιλεῖ γάρ με ὡς θυγατέρα. Δέομαι δή σου, κύριε,
μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.”

Ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. Συνεὶς
οὖν ὁ Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνος “ὀργίζομαι μὲν” εἶπε, “καὶ οὐδεὶς ἂν ἀνθρώπων
ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα
τοιαῦτα πεπραχότας· χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί,
καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε.” Προσέπεσεν αὐτοῦ τοῖς γόνασιν ἡ Πλαγγών, καὶ Διονύσιος
ἔφη “τοῖς Καλλιρρόης προσπίπτετε γόνασιν,

αὕτη γὰρ ὑμᾶς ἔσωσεν.” Ἐπεὶ δὲ ἡ Πλαγγὼν ἐθεάσατο
τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην
ἐπὶ τῇ δωρεᾷ “σὺ οὖν” εἶπε “χάριν ὁμολόγησον
ὑπὲρ ἡμῶν Διονυσίῳ” καὶ ἅμα ὤθησεν αὐτήν. Ἡ δὲ
τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ
Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα
δοῦναι, προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς
ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.

Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ
ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ
οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ
ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν
τοῦ ἔρωτος· οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς
γυναικὸς τὸ μεγαλόφρον· οὔτε δἰ ἀπειλῆς ἢ βίας,
πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον ἢ βιασθήσεται.
Μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα
καὶ μεταπεμψάμενος αὐτὴν “τὰ μὲν πρῶτά σοι” φησὶν “ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος·

ἐκεῖνο δέ με σέσωκεν ἢ ἀπολώλεκε. Σκόπει οὖν πῶς
γυνὴ γυναικὸς περιγένῃ, σύμμαχον ἔχουσα κἀμέ. Γίνωσκε
δὲ ἐλευθερίαν σοι προκειμένην τὸ ἆθλον καὶ
ὃ πέπεισμαί σοι πολὺ ἥδιον εἶναι τῆς ἐλευθερίας, τὸ
 
ζῆν Διονύσιον.” Κελευσθεῖσα δὲ ἡ Πλαγγὼν πᾶσαν
πεῖραν καὶ τέχνην προσέφερεν· ἀλλ̓ ἡ Καλλιρρόη
πανταχόθεν ἀήττητος ἦν καὶ ἔμενε Χαιρέᾳ μόνῳ πιστή.

Κατεστρατηγήθη δ̓ ὑπὸ τῆς τύχης, πρὸς ἣν
 μόνην οὐδὲν ἰσχύει λογισμὸς ἀνθρώπου· φιλόνεικος
γὰρ ἡ δαίμων, καὶ οὐδὲν ἀνέλπιστον παῤ αὐτῇ. Καὶ
τότ̓ οὖν πρᾶγμα παράδοξον, μᾶλλον δὲ ἄπιστον κατώρθωκεν·
ἄξιον δὲ ἀκοῦσαι τὸν τρόπον.

Ἐπεβούλευσεν ἡ τύχη τῇ σωφροσύνῃ τῆς γυναικός·
 ἐρωτικὴν γὰρ ποιησάμενοι τὴν πρώτην σύνοδον
τοῦ γάμου Χαιρέας καὶ Καλλιρρόη, παραπλησίαν
ἔσχον ὁρμὴν πρὸς τὴν ἀπόλαυσιν ἀλλήλων, ἰσόρροπος
δὲ ἐπιθυμία τὴν συνουσίαν ἐποίησεν οὐκ ἀργήν.

Ὀλίγον οὖν πρὸ τοῦ πτώματος ἡ γυνὴ συνέλαβεν.
 Ἀλλὰ διὰ τοὺς κινδύνους καὶ τὴν ταλαιπωρίαν τὴν
ὕστερον οὐ ταχέως συνῆκεν ἐγκύμων ʼγενομένη· τρίτου
δὲ μηνὸς ἀρχομένου, προύκοπτεν ἡ γαστήρ· ἐν δὲ
τῷ λουτρῷ συνῆκεν ἡ Πλαγγών, ὡς ἂν ἤδη πεῖραν
ἔχουσα τῶν γυναικείων.

Εὐθὺς μὲν οὖν ἐσίγησε διὰ
 τὸ πλῆθος τῶν θεραπαινίδων· περὶ δὲ τὴν ἑσπέραν
σχολῆς γενομένης, παρακαθίσασα ἐπὶ τῆς κλίνης “ἴσθι” φησίν, “ὦ τέκνον, ὅτι ἐγκύμων ὑπάρχεις.” Ἀνέκλαυσεν ἡ Καλλιρρόη καὶ ὀλολύζουσα καὶ τίλλουσα
τὴν κεφαλὴν “ἔτι καὶ τοῦτό μου” φησὶ “ταῖς
 συμφοραῖς, ὦ Τύχη, προστέθεικας, ἵνα καὶ τέκω

δοῦλον.” Τύπτουσα δὲ τὴν γαστέρα εἶπεν “ἄθλιον
πρὸ τοῦ γεννηθῆναι γέγονας· ἐν τάφῳ καὶ χερσὶ λῃστῶν
παρεδόθης. Εἰς ποῖον παρέρχῃ βίον; ἐπὶ ποίαις
ἐλπίσι μέλλω σε κυοφορεῖν, ὀρφανὲ καὶ ἄπολι καὶ
 δοῦλε; Πρὸ τῆς γενέσεως πειράθητι θανάτου.” Κατέσχε
δὲ αὐτῆς τὰς χεῖρας ἡ Πλαγγών, ἐπαγγειλαμένη
 
τῆς ὑστεραίας εὐκολωτέραν αὐτῇ ἔκτρωσιν παρασκευάσειν.

Γενομένη δὲ καθ̓ ἑαυτὴν ἑκατέρα τῶν γυναικῶν
ἰδίους ἐλάμβανε λογισμούς· ἡ μὲν Πλαγγών, ὅτι καιρὸς
ἐπιτήδειος πέφηνεν εἰς τὸ κατεργάσασθαι τὸν
ἔρωτα τῷ δεσπότῃ, συνήγορον ἔχουσα τὸ κατὰ γαστρός· “εὕρηται πειθοῦς ἐνέχυρον· νικήσει σωφροσύνην
γυναικὸς μητρὸς φιλοστοργία.” Καὶ ἡ μὲν πιθανῶς
τὴν πρᾶξιν συνετίθει·

Καλλιρρόη δὲ τὸ
τέκνον ἐβουλεύετο φθεῖραι, λέγουσα πρὸς ἑαυτὴν “ἀλλ̓ ἐγὼ τέκω δεσπότῃ τὸν Ἑρμοκράτους ἔγγονον
καὶ προενέγκω παιδίον, οὗ μηδεὶς οἶδε πατέρα. Τάχα
δὲ ἐρεῖ τις τῶν φθονούντων ʽἐν τῷ λῃστηρίῳ Καλλιρρόη
συνέλαβεν.ʼ Ἀρκεῖ μόνην ἐμὲ δυστυχεῖν.

Οὐ
συμφέρει σοι, παιδίον, εἰς βίον ἄθλιον παρελθεῖν,
ὃν ἔδει καὶ γεννώμενον φυγεῖν. Ἄπιθι ἐλεύθερος,
ἀπαθὴς κακῶν. Μηδὲν ἀκούσῃς τῶν περὶ τῆς μητρὸς
διηγημάτων.” Πάλιν δὲ μετενόει καί πως ἔλεος αὐτὴν
τοῦ κατὰ γαστρὸς εἰσῄει. “Βουλεύῃ τεκνοκτονῆσαι,
πασῶν ἀσεβεστάτη, καὶ Μηδείας λαμβάνεις λογισμούς;

Ἀλλὰ καὶ τῆς Σκυθίδος ἀγριωτέρα δόξεις·
ἐκείνη μὲν γὰρ ἐχθρὸν εἶχε τὸν ἄνδρα, σὺ δὲ τὸ Χαιρέου
τέκνον θέλεις ἀποκτεῖναι καὶ μηδὲ ὑπόμνημα
τοῦ περιβοήτου γάμου καταλιπεῖν. Τί δ̓ ἂν υἱὸς ᾖ;
τί δ̓ ἂν ὅμοιος τῷ πατρί; τί δ̓ ἂν εὐτυχέστερος
ἐμοῦ; Μήτηρ ἀποκτείνῃ τὸν ἐκ τάφου σωθέντα καὶ
λῃστῶν;

Πόσων ἀκούομεν θεῶν παῖδας καὶ βασιλέων
ἐν δουλείᾳ γεννηθέντας ὕστερον ἀπολαβόντας τὸ τῶν
πατέρων ἀξίωμα, τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα καὶ Κῦρον;
Πλεύσῃ μοι καὶ σύ, τέκνον, εἰς Σικελίαν· ζητήσεις
πατέρα καὶ πάππον καὶ τὰ τῆς μητρὸς αὐτοῖς
διηγήσῃ. Ἀναχθήσεται στόλος ἐκεῖθεν ἐμοὶ βοηθῶν
 
Σύ,

τέκνον, ἀλλήλοις ἀποδώσεις τοὺς γονεῖς.” Ταῦτα
λογιζομένῃ δἰ ὅλης τῆς νυκτὸς ὕπνος ἐπῆλθε πρὸς
ὀλίγον. Ἐπέστη δὲ αὐτῇ εἰκὼν Χαιρέου
πάντ̓ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ̓ εἰκυῖα,
 καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο.
Ἑστὼς δὲ “παρατίθεμαί σοι” φησίν, “ὦ γύναι, τὸν
υἱόν.” Ἔτι δὲ βουλομένου λέγειν ἀνέθορεν ἡ Καλλιρρόη,
θέλουσα αὐτῷ περιπλακῆναι. Σύμβουλον
οὖν τὸν ἄνδρα νομίσασα θρέψαι τὸ παιδίον ἔκρινε.

Τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς
γνώμην ἐδήλωσεν. Ἡ δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ
παρέλαβεν, ἀλλ̓ “ἀδύνατόν ἐστί σοι” φησίν, “ὦ
γύναι, τὸ τέκνον θρέψαι παῤ ἡμῖν· ὁ γὰρ δεσπότης
ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται
 δἰ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ τὸ παιδίον
οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ
τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβανεις, ὑπερορᾷς
δὲ παρόντος αὐτοῦ,

Κρεῖττον οὖν μοι δοκεῖ
πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι·
 κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν
ἄχρηστον. Ἐγὼ δέ σε φιλοῦσα συμβουλεύω τἀληθῆ.” Βαρέως ἤκουσεν ἡ Καλλιρρόη καὶ προσπεσοῦσα τοῖς
γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην,

δἰ ἧς τὸ παιδίον θρέψει. Πολλὰ τοίνυν ἀρνησαμένη,
 δύο καὶ τρεῖς ἡμέρας ὑπερθεμένη τὴν ἀπόκρισιν,
ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις,
ἀξιοπιστοτέρα γενομένη πρῶτον μὲν αὐτὴν
ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα
τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖρας “τὰ μεγάλα” φησὶ “τῶν πραγμάτων, ὦ γύναι, μεγάλαις
 
ἐπινοίαις κατορθοῦται· κἀγὼ διὰ τὴν εὔνοιαν τὴν
πρὸς σὲ προδίδωμι τὸν δεσπότην.

Ἴσθι τοίνυν ὅτι
δεήσει δυοῖν θάτερον, ἢ παντάπασιν ἀπολέσθαι τὸ
παιδίον ἢ γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον
τῆς λαμπροτάτης οἰκίας. Καὶ σὲ τὴν μητέρα
ποιήσει μακαρίαν. Ἑλοῦ δέ, πότερον θέλεις.” “Καὶ
τίς οὕτωσ” εἶπεν “ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓
εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ
ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.”

Ἤρετο οὖν ἡ Πλαγγὼν “πόσον δοκεῖς χρόνον ἔχειν
τῆς συλλήψεως;” Ἡ δὲ “δύο μῆνασ” εἶπεν. “Ὁ χρόνος
οὖν ἡμῖν βοηθεῖ· δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον
ἐκ Διονυσίου τετοκέναι.” Πρὸς τοῦτο ἀνέκραγεν

ἡ Καλλιρρόη “μᾶλλον ἀπολέσθω.” Καὶ ἡ
Πλαγγὼν κατειρωνεύσατο αὐτῆς “καλῶς, ὦ γύναι,
φρονεῖς, βουλομένη μᾶλλον ἐκτρῶσαι. Τοῦτο πράττωμεν·
ἀκινδυνότερον γὰρ ἢ ἐξαπατᾶν δεσπότην.
Πανταχόθεν ἀπόκοψόν σου τὰ τῆς εὐγενείας ὑπομνήματα,

μηδ̓ ἐλπὶς ἔστω σοι πατρίδος. Συνάρμοσαι
τῇ παρούσῃ τύχῃ καὶ ἀκριβῶς γενοῦ δούλη.” Ταῦτα
τῆς Πλαγγόνος παραινούσης οὐδὲν ὑπώπτευε Καλλιρρόη,
μείραξ εὐγενὴς καὶ πανουργίας ἄπειρος δουλικῆς·
ἀλλ̓ ὅσῳ μᾶλλον ἐκείνη τὴν φθορὰν ἔσπευδε,
τοσούτῳ μᾶλλον αὐτὴ τὸ κατὰ γαστρὸς ἠλέει καὶ “δός
μοι” φησὶ “καιρὸν εἰς σκέψιν· περὶ τῶν μεγίστων
γάρ ἐστιν ἡ αἵρεσις,

ἢ σωφροσύνης ἢ τέκνου.” Πάλιν
τοῦτο ἐπῄνεσεν ἡ Πλαγγών, ὅτι μὴ προπετῶς αἱρεῖται
τὸ ἕτερον· “πιθανὴ γὰρ εἰς ἑκάτερον ἡ ῥοπή· τὸ
μὲν γὰρ ἔχει πίστιν γυναικός, τὸ δὲ μητρὸς φιλοστοργίαν.
Καιρὸς δ̓ οὐκ ἔστιν ὅμως μακρᾶς ἀναβολῆς,
ἀλλὰ τῆς ὑστεραίας δεῖ πάντως θατέρου ἔχεσθαι,
 
πρὶν ἔκπυστόν σου τὴν γαστέρα γενέσθαι.” Συνέθεντο
ταῦτα καὶ ἀπηλλάγησαν ἀλλήλων.

Ἀνελθοῦσα δὲ εἰς τὸ ὑπερῷον ἡ Καλλιρρόη καὶ
συγκλείσασα τὰς θύρας τὴν εἰκόνα Χαιρέου τῇ γαστρὶ
 προσέθηκε καὶ “ἰδοὺ” φησὶ “τρεῖς γεγόναμεν,
ἀνὴρ καὶ γυνὴ καὶ τέκνον. Βουλευσώμεθα περὶ τοῦ
κοινῇ συμφέροντος. Ἐγὼ μὲν οὖν πρώτη τὴν ἐμὴν
γνώμην ἀποφαίνομαι· θέλω γὰρ ἀποθανεῖν Χαιρέου
μόνου γυνή. Τοῦτό μοι καὶ γονέων ἥδιον καὶ πατρίδος
καὶ τέκνου, πεῖραν ἑτέρου ἀνδρὸς μὴ λαβεῖν.

Σὺ
δέ, παιδίον, ὑπὲρ σεαυτοῦ τί αἱρῇ; φαρμάκῳ τελευτῆσαι,
πρὶν τὸν ἥλιον ἰδεῖν, καὶ μετὰ τῆς μητρὸς ἐρρῖφθαι,
τάχα δὲ μηδὲ ταφῆς ἀξιωθῆναι, ἢ ζῆν καὶ
δύο πατέρας ἔχειν, τὸν μὲν Σικελίας τὸν δὲ Ἰωνίας
 πρῶτον; Ἀνὴρ δὲ γενόμενος γνωρισθήσῃ ῥᾳδίως ὑπὸ
τῶν συγγενῶν· πέπεισμαι γὰρ ὅτι ὅμοιόν σε τέξομαι
τῷ πατρί· καὶ καταπλεύσεις λαμπρῶς ἐπὶ τριήρους
Μιλησίας, ἡδέως δὲ Ἑρμοκράτης ἔγγονον ἀπολήψεται,

στρατηγεῖν ἤδη δυνάμενον. Ἐναντίαν μοι φέρεις,
 τέκνον, ψῆφον καὶ οὐκ ἐπιτρέπεις ἡμῖν ἀποθανεῖν.
Πυθώμεθά σου καὶ τοῦ πατρός. Μᾶλλον δὲ εἴρηκεν·
αὐτὸς γάρ μοι παραστὰς ἐν τοῖς ὀνείροις ʽπαρατίθεμαί
σοἰ φησὶ ʽτὸν υἱόν.ʼ Μαρτύρομαί σε, Χαιρέα, σύ

με Διονυσίῳ νυμφαγωγεῖς.” Ταύτην μὲν οὖν τὴν
 ἡμέραν καὶ τὴν νύκτα ἐν τούτοις ἦν τοῖς λογισμοῖς καὶ
οὐ δἰ αὑτὴν ἀλλὰ διὰ τὸ βρέφος ἐπείθετο ζῆν· τῆς
δὲ ὑστεραίας ἐλθοῦσα ἡ Πλαγγὼν πρῶτον μὲν καθῆστο
σκυθρωπὴ καὶ σχῆμα συμπαθὲς ἐπεδείξατο,

σιγὴ δὲ ἦν ἀμφοτέρων. Ἐπεὶ δὲ μακρὸς ἐγίνετο χρόνος,
 ἡ Πλαγγὼν ἐπύθετο “τί σοι δέδοκται; τί ποιῶμεν;
καιρὸς γὰρ οὐκ ἔστι τοῦ μέλλειν.” Καλλιρρόη
δὲ ἀποκρίνασθαι μὲν ταχέως οὐκ ἐδύνατο κλάουσα
 
καὶ συγκεχυμένη, μόλις δὲ εἶπε “τὸ τέκνον με προδίδωσιν
ἀκούσης ἐμοῦ· σὺ πρᾶττε τὸ συμφέρον· δέδοικα
δὲ μή, κἂν ὑπομείνω τὴν ὕβριν, Διονύσιός
μου καταφρονήσῃ τῆς τύχης καὶ παλλακὴν μᾶλλον ἢ
γυναῖκα νομίσας οὐ θρέψῃ τὸ ἐξ ἄλλου γεννώμενον

κἀγὼ μάτην ἀπολέσω τὴν σωφροσύνην.” Ἔτι λεγούσης
ἡ Πλαγγὼν ὑπολαβοῦσα “ἔγωγε” φησὶ “περὶ
τούτων προτέρα σοῦ βεβούλευμαι· δὲ γὰρ τοῦ δεσπότου
μᾶλλον ἤδη φιλῶ. Πιστεύω μὲν οὖν Διονυσίου
τῷ τρόπῳ, χρηστὸς γάρ ἐστιν· ἐξορκιῶ δ̓ ὅμως
αὐτόν, κἂν δεσπότης ᾖ· δεῖ πάντα ἡμᾶς ἀσφαλῶς
πράττειν. Καὶ σύ, τέκνον, ὅπως μ̓ ἀντευποιήσεις.
Ἄπειμι δὲ ἐγὼ τὴν πρεσβείαν κομιοῦσα.”

Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρρόης ἔρωτος,
μηκέτι φέρων ἀποκαρτερεῖν ἐγνώκει καὶ διαθήκας
ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ.
Παρεκάλει δὲ Καλλιρρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ
προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν
πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν ὁ
θεράπων κεκελευσμένος μηδένα δέχεσθαι.

Μαχομένων
δὲ αὐτῶν πρὸς ταῖς θύραις ἀκούσας ὁ Διονύσιος
ἤρετο τίς ἐνοχλοίη. Τοῦ δὲ θεράποντος εἰπόντος ὅτι
Πλαγγών, “ἀκαίρως μὲν” εἶπε “πάρεστιν” ʽοὐκέτι
γὰρ οὐδὲ ὑπόμνημα τῆς ἐπιθυμίας ἤθελεν ἰδεῖν̓ “κάλεσον

δ̓ ὅμως.” Ἀνοίξασα δὲ ἐκείνη τὰς θύρας “τί
καταρύχῃ” φησίν, “ὦ δέσποτα, λυπῶν σεαυτὸν ὡς
 
ἀποτυγχάνων. Καλλιρρόη γάρ σε ἐπὶ τὸν γάμον παρακαλεῖ.
Λαμπρειμόνει, θῦε, προσδέχου νύμφην,
ἧς ἐρᾷς.” Ἐξεπλάγη πρὸς τὸ ἀνέλπιστον ὁ Διονύσιος
καὶ ἀχλὺς αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη, παντάπασι
 δὲ ὢν ἀσθενὴς φαντασίαν παρέσχε θανάτου·
κωκύσασα δὲ ἡ Πλαγγὼν συνδρομὴν ἐποίησε, καὶ ἐφ̓
ὅλης τῆς οἰκίας ὡς τεθνεὼς ὁ δεσπότης ἐπενθεῖτο.

Οὐδὲ Καλλιρρόη τοῦτο ἤκουσεν ἀδακρυτί. τοσαύτη
ἦν, ὥστε κἀκείνη Διονύσιον ἔκλαε τὸν ἄνδρα. Ὀψὲ
 δὲ καὶ μόλις ἐκεῖνος ἀνανήψας ἀσθενεῖ φωνῇ “τίς με
δαιμόνων” φησὶν “ἀπατᾷ βουλόμενος ἀναστρέψαι τῆς
προκειμένης ὁδοῦ; ὕπαρ ἢ ὄναρ ταῦτα ἤκουσα; θέλει
μοι Καλλιρρόη γαμηθῆναι, ἡ μὴ θέλουσα μηδὲ ὀφθῆναι;”

Παρεστῶσα δὲ ἡ Πλαγγὼν “παῦσαι” φησὶ “μάτην σεαυτὸν ὀδυνῶν καὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀπιστῶν·
οὐ γὰρ ἐξαπατῶ μου τὸν δεσπότην, ἀλλ̓ ἔπεμψέ
με Καλλιρρόη πρεσβεῦσαι περὶ γάμων.” “Πρέσβευε
τοίνυν” εἶπεν ὁ Διονύσιος “καὶ λέγε αὐτὰ τὰ ἐκείνης.

ῥήματα. Μηδὲν ἀφέλῃς μηδὲ προσθῇς, ἀλλ̓ ἀκριβῶς
 μνημόνευσον.” “Ἐγὢ φησὶν ʽοἰκίας οὖσα τῆς πρώτης
ἐν Σικελίᾳ δεδυστύχηκα μέν, ἀλλ̓ ἔτι τὸ φρόνημα
τηρῶ· πατρίδος, γονέων ἐστέρημαι, μόνην οὐκ
ἀπολώλεκα τὴν εὐγένειαν. Εἰ μὲν οὖν ὡς παλλακὴν
θέλει με Διονύσιος ἔχειν καὶ τῆς ἰδίας ἀπολαύειν ἐπιθυμίας,
 ἀπάγξομαι μᾶλλον ἢ ὕβρει δουλικῇ παραδώσω
τὸ σῶμα· εἰ δὲ γαμετὴν κατὰ νόμους, κἀγὼ γενέσθαι
θέλω μήτηρ, ἵνα διάδοχον ἔχῃ τὸ Ἑρμοκράτους γένος.

Βουλευσάσθω περὶ τούτου Διονύσιος μὴ μόνος μηδὲ
ταχέως, ἀλλὰ μετὰ φίλων καὶ συγγενῶν, ἵνα μή τις
 ὕστερον εἴπῃ πρὸς αὐτὸν ʽσὺ θρέψεις παιδία ἐκ τῆς

ἀργυρωνήτου καὶ καταισχυνεῖς σου τὸν οἶκον;ʼ Εἰ
μὴ θέλει πατὴρ γενέσθαι, μηδ̓ ἀνὴρ ἔστω.” Ταῦτα
 
τὰ ῥήματα μᾶλλον ἐξέκαυσε Διονύσιον καί τινα ἔσχεν
ἐλπίδα κούφην ἀντερᾶσθαι δοκῶν· ἀνατείνας δὲ τὰς
χεῖρας εἰς τὸν οὐρανὸν “εἰ γὰρ ἴδοιμι” φησίν, “ὦ
Ζεῦ καὶ Ἥλιε, τέκνον ἐκ Καλλιρρόης· τότε μακαριώτερος
δόξω τοῦ μεγάλου βασιλέως. Ἀπίωμεν πρὸς
αὐτήν· ἄγε με, Πλαγγόνιον φιλοδέσποτον.”

Ἀναδραμὼν δὲ εἰς τὰ ὑπερῷα τὸ μὲν πρῶτον
ὥρμησε τοῖς Καλλιρρόης γόνασι προσπεσεῖν, κατέσχε
δ̓ ὅμως ἑαυτὸν καὶ καθεσθεὶς εὐσταθῶς “ἦλθόν σοι” φησίν, “ὦ γύναι, χάριν γνῶναι περὶ τῆς ἐμαυτοῦ σωτηρίας·
ἄκουσαν μὲν γὰρ οὐκ ἔμελλόν σε βιάσεσθαι,

μὴ τυχὼν δὲ ἀποθανεῖν διεγνώκειν. Ἀναβεβίωκα
διὰ σέ. Μεγίστην δέ σοι χάριν ἔχων ὅμως τι καὶ μέμφομαι·
σὺ γὰρ ἠπίστησας ὅτι ἕξω σε γαμετὴν παίδων
ἐπ̓ ἀρότῳ κατὰ νόμους Ἑλληνικούς. Εἰ γὰρ μὴ ἤρων,
οὐκ ἂν εὐξάμην τοιούτου γάμου τυχεῖν. Σὺ δέ, ὡς
ἔοικε, μανίαν μου κατέγνωκας, εἰ δόξω δούλην τὴν
εὐγενῆ καὶ ἀνάξιον υἱὸν ἐμαυτοῦ τὸν Ἑρμοκράτους
ἔγγονον.

ʽΒούλευσαἰ λέγεις. Βεβούλευμαι. Φοβῇ
φίλους ἐμοὺς ἡ φιλτάτη πάντων. Τολμήσει δὲ τίς
εἰπεῖν ἀνάξιον τὸν ἐξ ἐμοῦ γεννώμενον, κρείττονα
τοῦ πατρὸς ἔχοντα τὸν πάππον;” Ταῦτα ἅμα λέγων
καὶ δακρύων προσῆλθεν αὐτῇ· ἡ δὲ ἐρυθριάσασα
ἠρέμα κατεφίλησεν αὐτὸν καὶ “σοὶ μὲν” εἶπε “πιστεύω,
Διονύσιε, ἀπιστῶ δὲ τῇ ἐμῇ τύχῃ, καὶ γὰρ
πρότερον ἐκ μειζόνων ἀγαθῶν δἰ αὐτὴν κατέπεσον.

Φοβοῦμαι μὴ οὐδέπω μοι διήλλακται. Σὺ τοίνυν,
καίπερ ὢν χρηστὸς καὶ δίκαιος, μάρτυρας ποίησαι
τοὺς θεοὺς οὐ διὰ σαυτόν, ἀλλὰ διὰ τοὺς πολίτας καὶ
συγγενεῖς, ἵνα μή τις ἔτι κακοηθέστερον εἰς ἐμέ τι
συμβουλεῦσαι δυνηθῇ, γινώσκων ὅτι ὀμώμοκας. Εὐκαταφρόνητόν

ἐστι γυνὴ μόνη καὶ ξένη.” “Ποίουσ” 
φησὶ “θέλεις ὅρκους θεῶν; ἕτοιμος γὰρ ὀμνύναι, εἰ
δυνατόν, εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ ἁψάμενος αὐτοῦ
τοῦ Διός.” “Ὄμοσόν μοι” φησὶ “τὴν θάλασσαν
τὴν κομίσασάν με πρός σε καὶ τὴν Ἀφροδίτην τὴν δείξασαν
 μέ σοι καὶ τὸν Ἔρωτα τὸν νυμφαγωγόν.” Ἤρεσε
ταῦτα καὶ ταχέως ὤμοσεν .

Ἐγένετο μὲν οὖν ἐρωτικὸν πάθος· ἔσπευδε δὲ καὶ
ἀναβολὴν οὐκ ἐπέτρεπε τοῖς γάμοις· ταμιεύεσθαι
γὰρ δύσκολον ἐξουσίαν ἐπιθυμίας. Διονύσιος δὲ ἀνὴρ
 πεπαιδευμένος κατείληπτο μὲν ὑπὸ χειμῶνος καὶ τὴν
ψυχὴν ἐβαπτίζετο, ὅμως δ̓ ἀνακύπτειν ἐβιάζετο καθάπερ
ἐκ τρικυμίας τοῦ πάθους.

Καὶ τότε οὖν ἐπέστησε
τοιούτοις λογισμοῖς “ἐν ἐρημίᾳ μέλλω γαμεῖν
ὡς ἀληθῶς ἀργυρώνητον. Οὐχ οὕτως εἰμὶ ἀχάριστος,
 ἴνα μὴ ἑορτάσω τοὺς Καλλιρρόης γάμους. Ἐν τούτῳ
πρώτῳ τιμῆσαί με δεῖ τὴν γυναῖκα. Φέρει δέ μοι
ἀσφάλειαν καὶ πρὸς τὰ μέλλοντα· πάντων γὰρ πραγμάτων
ὀξύτατόν ἐστιν ἡ φήμη· δἰ ἀέρος ἄπεισιν
ἀκωλύτους ἔχουσα τὰς ὁδούς· διὰ ταύτην οὐδὲν δύναται
 παράδοξον λαθεῖν· ἤδη τρέχει φέρουσα τὸ καινὸν
εἰς Σικελίαν διήγημα ʽζῇ Καλλιρρόη, καὶ τυμβωρύχοι
διορύξαντες τὸν τάφον ἔκλεψαν αὐτήν, καὶ

ἐν Μιλήτῳ πέπραται.ʼ Καταπλεύσουσιν ἤδη τριήρεις
Συρακουσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν
 τὴν θυγατέρα. Τί μέλλω λέγειν; ʽΘήρων μοι πέπρακε.
ʼΘήρων δὲ ποῦ; Κἂν πιστευθῶ τὴν ἀλήθειαν,
ὑποδοχεύς εἰμι λῃστοῦ. Μελέτα, Διονύσιε, τὴν δίκην.
Τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως.
Ἄριστον οὖν τότε λέγειν ʽἐγὼ γυναῖκα ἐλευθέραν
 ἐπιδημήσασαν οὐκ οἶδ̓ ὅπως ἤκουσα· ἐκδομένην
ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ νόμους ἔγημα.ʼ

Πείσω δὲ ταύτῃ μᾶλλον καὶ τὸν πενθερὸν ὡς οὐκ ἀνάξιός
 
εἰμι τῶν γάμων. Καρτέρησον, ψυχή, προθεσμίαν
σύντομον, ἵνα τὸν πλείω χρόνον ἀπολαύσῃς
ἀσφαλοῦς ἡδονῆς. Ἰσχυρότερος γενήσομαι πρὸς τὴν
κρίσιν, ἀνδρός, οὐ δεσπότου νόμῳ χρώμενος.”

Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶν “ἄπιθι” φησὶν “εἰς τὴν πόλιν καὶ μεγαλοπρεπῶς ἑτοίμασον τὰ
πρὸς τὸν γάμον. Ἐλαυνέσθωσαν ἀγέλαι· σῖτος καὶ
οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω· δημοσίᾳ τὴν

πόλιν εὐωχῆσαι προῄρημαι.” Πάντα διατάξας ἐπιμελῶς
τῆς ὑστεραίας αὐτὸς μὲν ἐπὶ ὀχήματος ἐποιεῖτο
τὴν πορείαν, τὴν δὲ Καλλιρρόην ʽοὐδέπω γὰρ ἐβούλετο
δεικνύναι τοῖς πολλοῖσ̓ ἐκέλευσε περὶ τὴν
ἑσπέραν διὰ πορθμείου κομισθῆναι μέχρι τῆς οἰκίας,
ἥτις ἦν ἐπ̓ αὐτοῦ τοῦ λιμένος τοῦ Δοκίμου λεγομένου·
Πλαγγόνι δὲ τὴν ἐπιμέλειαν αὐτῆς ἐνεχείρισε.

Μέλλουσα τοίνυν ἀπαλλάσσεσθαι τῶν ἀγρῶν ἡ Καλλιρρόη
τῇ Ἀφροδίτῃ πρῶτον ἐπεύξατο καὶ εἰσελθοῦσα
εἰς τὸν νεὼν πάντας ἐκβαλοῦσα ταῦτα εἶπε
πρὸς τὴν θεὸν “δέσποινα Ἀφροδίτη, μέμψωμαί σοι
δικαίως ἢ χάριν γνῶ; σύ με οὖσαν παρθένον ἔζευξας
Χαιρέᾳ καὶ νῦν μετ̓ ἐκεῖνον ἄλλῳ με νυμφαγωγεῖς.

Οὐκ ἂν ἐπείσθην σὲ ὀμόσαι καὶ τὸν σὸν υἱόν, εἰ μή
με προύδωκε τοῦτο τὸ βρέφος,” δείξασα τὴν γαστέρα. “Ἱκετεύω δέ σε” φησὶν “οὐχ ὑπὲρ ἐμαυτῆς, ἀλλ̓
ὑπὲρ τούτου. Ποίησόν μου λαθεῖν τὴν τέχνην. Ἐπεὶ
τὸν ἀληθῆ τοῦτο πατέρα οὐκ ἔχει, δοξάτω Διονυσίου
παιδίον,

τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.” Βαδίζουσαν
δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες
οἱ ναῦται δείματι κατεσχέθησαν, ὡς τῆς Ἀφροδίτης
αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι
προσκυνῆσαι· προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου
θᾶττον ἡ ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. Ἅμα δὲ
 
τῇ ἕῳ πᾶσα ἦν ἡ πόλις ἐστεφανωμένη.

Ἔθυεν ἕκαστος
πρὸ τῆς ἰδίας οἰκίας, οὐκ ἐν μόνοις τοῖς ἱεροῖς.
Λογοποιίαι δὲ ἦσαν τίς ἡ νύμφη· τὸ δὲ δημωδέστερον
πλῆθος ἀνεπείθετο διὰ τὸ κάλλος καὶ τὸ ἄγνωστον
 τῆς γυναικὸς ὅτι Νηρηὶς ἐκ θαλάσσης ἀναβέβηκεν
ἢ ὅτι θεὰ πάρεστιν ἐκ τῶν Διονυσίου κτημάτων·

τοῦτο γὰρ οἱ ναῦται διελάλουν. Μία δὲ πάντων ἦν
ἐπιθυμία Καλλιρρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν
τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν
 τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. Τότε πρῶτον
ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα γὰρ ἅπαξ
γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν.
Ἐπεὶ δὲ ἔλαβε Μιλησίαν στολὴν καὶ στέφανον νυμφικόν,

ἀπέβλεψεν εἰς τὸ πλῆθος. Πάντες οὖν ἀνεβόησαν “ἡ Ἀφροδίτη γαμεῖ.” Πορφυρίδας ὑπεστρώννυον
καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης,
οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων,
ἀλλ̓ οὐδ̓ ἐν αὐτοῖς τοῖς λιμέσι· μέχρι κεράμων
ἀνέβη τὸ πλῆθος στενοχωρούμενον. Ἀλλ̓ ἐνεμέσησε
 καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν ὁ βάσκανος δαίμων ἐκεῖνος·
ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. Βούλομαι δὲ εἰπεῖν
πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν
αὐτὸν χρόνον.

Οἱ μὲν γὰρ τυμβωρύχοι τὸν τάφον περιέκλεισαν
 ἀμελῶς, οἷα δὴ σπεύδοντες ἐν νυκτί· Χαιρέας δὲ φυλάξας
αὐτὸ τὸ περίορθρον ἧκεν ἐπὶ τὸν τάφον προφάσει
μὲν στεφάνους καὶ χοὰς ἐπιφέρων, τὸ δὲ ἀληθὲς
γνώμην ἔχων ἑαυτὸν ἀνελεῖν· οὐ γὰρ ὑπέμενε
Καλλιρρόης ἀπεζεῦχθαι, μόνον δὲ τὸν θάνατον τοῦ
 πένθους ἰατρὸν ἐνόμιζε· παραγενόμενος δὲ εὗρε τοὺς
λίθους κεκινημένους καὶ φανερὰν τὴν εἴσοδον.

Ὁ
μὲν οὖν ἰδὼν ἐξεπλάγη καὶ ὑπὸ δεινῆς ἀπορίας κατείχετο
 
τοῦ γεγονότος χάριν· ἄγγελος δὲ φήμη ταχεῖα
Συρακουσίοις ἐμήνυσε τὸ παράδοξον. Πάντες οὖν
συνέτρεχον ἐπὶ τὸν τάφον, ἐτόλμα δὲ οὐδεὶς ἔνδον
παρελθεῖν, πρὶν ἐκέλευσεν Ἑρμοκράτης.

Ὁ δ̓ εἰσπεμφθεὶς
πάντα ἀκριβῶς ἐμήνυσεν. Ἄπιστον ἐδόκει
τὸ μηδὲ τὴν νεκρὰν κεῖσθαι. Τότ̓ οὖν ἠξίωσε Χαιρέας
αὐτὸς ἐπιθυμίᾳ τοῦ πάλιν Καλλιρρόην ἰδεῖν
κἂν νεκράν· ἐρευνῶν δὲ τὸν τάφον οὐδὲν εὑρεῖν
ἐδύνατο.

Πολλοὶ μετ̓ αὐτὸν εἰσῆλθον ὑπ̓ ἀπιστίας·
ἀμηχανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν
ἑστὼς “τὰ ἐντάφια σεσύληται, τυμβωρύχων τὸ ἔργον·
ἡ νεκρὰ δὲ ποῦ;” Λογοποιίαι πολλαὶ καὶ διάφοροι
τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς τὸν
οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείνας “τίς ἄρα θεῶν ἀντεραστής
μου γενόμενος Καλλιρρόην ἀπενήνοχε καὶ
νῦν ἔχει μεθ̓ αὑτοῦ μὴ θέλουσαν, ἀλλὰ βιαζομένην
ὑπὸ κρείττονος μοίρας;·

Διὰ τοῦτο καὶ αἰφνίδιον
ἀπέθανεν, ἵνα μὴ νοήσῃ. Οὕτω καὶ Θησέως Ἀριάδνην
ἀφείλετο Διόνυσος καὶ Σεμέλην ὁ Ζεύς. Μὴ
γὰρ οὐκ ᾔδειν ὅτι θεὰν εἶχον γυναῖκα καὶ κρείττων
ἦν ἢ καθ̓ ἡμᾶς. Ἀλλ̓ οὐκ ἔδει ταχέως αὐτὴν οὐδὲ
μετὰ τοιαύτης προφάσεως ἐξ ἀνθρώπων ἀπελθεῖν.

Ἡ Θέτις θεὰ μὲν ἦν, ἀλλὰ Πηλεῖ παρέμεινε καὶ υἱὸν
ἔσχεν ἐκεῖνος ἐξ αὐτῆς, ἐγὼ δὲ ἐν ἀκμῇ τοῦ ἔρωτος
ἀπελείφθην. Τί πάθω; τί γένωμαι ὁ δυστυχής;
ἐμαυτὸν ἀνέλω; καὶ μετὰ τίνος ταφῶ; ταύτην γὰρ
εἶχον ἐλπίδα τῆς συμφορᾶς· εἰ θάλαμον μετὰ Καλλιρρόης
κοινὸν οὐκ ἐτήρησα, τάφον αὐτῇ κοινὸν εὑρήσω.

Ἀπολογοῦμαί σοι, δέσποινα, τῆς ἐμῆς ψυχῆς.
Σύ με ζῆν ἀναγκάζεις· ζητήσω γάρ σε διὰ γῆς καὶ
θαλάσσης, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν ἀέρα δύνωμαι.
Τοῦτο δέομαί σου; γύναι, σύ με μὴ φύγῃς.” 
Θρῆνον τὸ πλῆθος ἐξέρρηξεν ἐπὶ τούτοις καὶ πάντες
ὡς ἄρτι τεθνεῶσαν Καλλιρρόην ἤρξαντο θρηνεῖν.

Τριήρεις εὐθὺς κατεσπῶντο καὶ τὴν ζήτησιν πολλοὶ
διενέμοντο· Σικελίαν μὲν γὰρ αὐτὸς Ἑρμοκράτης
 ἠρεύνα, Χαιρέας δὲ Λιβύην· εἰς Ἰταλίαν τινὲς
ἐξεπέμποντο, καὶ ἄλλοι περαιοῦσθαι τὸν Ἰόνιον ἐκελεύσθησαν.
Ἡ μὲν οὖν ἀνθρωπίνη βοήθεια παντάπασιν
ἦν ἀσθενής, ἡ τύχη δὲ ἐφώτισε τὴν ἀλήθειαν,
ἧς χωρὶς ἔργον οὐδὲν τέλειον· μάθοι δ̓ ἄν τις ἐκ
τῶν γενομένων.

Πωλήσαντες γὰρ οἱ τυμβωρύχοι τὸ
δυσδιάθετον φορτίον, τὴν γυναῖκα, Μίλητον μὲν
ἀπέλιπον, ἐπὶ Κρήτης δὲ τὸν πλοῦν ἐποιοῦντο, νῆσον
ἀκούοντες εὐδαίμονα καὶ μεγάλην, ἐν ᾗ τὴν διάπρασιν
τῶν φορτίων ἤλπισαν ἔσεσθαι ῥᾳδίαν.

Ὑπολαβὼν
 δὲ αὐτοὺς ἄνεμος σφοδρὸς εἰς τὸν Ἰόνιον ἐξέωσεν,
κἀκεῖ λοιπὸν ἐπλανῶντο ἐν ἐρήμῳ θαλάσσῃ. Βρονταὶ
δὲ καὶ ἀστραπαὶ καὶ νὺξ μακρὰ κατελάμβανε τοὺς ἀνοσίους,
ἐπιδεικνυμένης τῆς προνοίας ὅτι τότε διὰ Καλλιρρόην
εὐπλόουν. Ἐγγὺς γινομένους ἑκάστοτε τοῦ
 θανάτου ταχέως οὐκ ἀπήλλαττεν ὁ θεὸς τοῦ φόβου,

μακρὸν αὐτοῖς ποιῶν τὸ ναυάγιον. Γῆ μὲν οὖν τοὺς
ἀνοσίους οὐκ ἐδέχετο, θαλαττεύοντες δὲ πολὺν χρόνον
ἐν ἀπορίᾳ κατέστησαν τῶν ἀναγκαίων, μάλιστα
δὲ τοῦ ποτοῦ, καὶ οὐδὲν αὐτοὺς ὠφέλει πλοῦτος ἄδικος,
 ἀλλὰ διψῶντες ἀπέθνησκον ἐν χρυσῷ. Βραδέως
μὲν οὖν μετενόουν ἐφ̓ οἷς ἐτόλμησαν, ὅτε οὐδὲν
ὄφελος ἐγκαλοῦντες ἀλλήλοις.

Οἱ μὲν οὖν ἄλλοι
πάντες ἔθνησκον ὑπὸ δίψους, Θήρων δὲ καὶ ἐν ἐκείνῳ
τῷ καιρῷ πανοῦργος ἦν· ὑποκλέπτων γὰρ τοῦ ποτοῦ
 καὶ τοὺς συλλῃστὰς ἐλῄστευεν. ᾬετο μὲν οὖν τεχνικόν
τι πεποιηκέναι, τὸ δὲ ἄρα τῆς προνοίας ἔργον ἦν
βασάνοις καὶ σταυρῷ τὸν ἄνδρα τηρούσης.

Ἡ γὰρ
 
τριήρης ἡ Χαιρέαν κομίζουσα πλανωμένῳ τῷ κέλητι
περιπίπτει καὶ τὸ μὲν πρῶτον ὡς πειρατικὸν ἐξένευσεν.
Ἐπεὶ δ̓ ἀκυβέρνητος ἐφάνη, πρὸς τὰς τῶν κυμάτων
ἐμβολὰς εἰκῆ φερόμενος, ἐκ τῆς τριήρους τις
ἀνέκραγεν “οὐκ ἔχει τοὺς ἐμπλέοντας, μὴ φοβηθῶμεν,
ἀλλὰ πλησιάσαντες ἱστορήσωμεν τὸ παράδοξον.”

Ἤρεσε τῷ κυβερνήτῃ· Χαιρέας γὰρ ἐν κοίλῃ νηὶ
ἐγκεκαλυμμένος ἔκλαεν. Ἐπεὶ δὲ ἐπλησίασαν, τὸ μὲν
πρῶτον τοὺς ἔνδον ἐκάλουν· ὡς δὲ ὑπήκουεν οὐδείς,
ἀνέβη τις ἀπὸ τῆς τριήρους, εἶδε δὲ οὐδὲν ἕτερον ἢ
χρυσὸν καὶ νεκρούς. Ἐμήνυσε τοῖς ναύταις· ἔχαιρον,
εὐτυχεῖς ἐνόμιζον ἑαυτούς, ὡς ἐν θαλάσσῃ θησαυρὸν
εὑρόντες.

Θορύβου δὲ γενομένου Χαιρέας ἤρετο τίς
ἡ αἰτία. Μαθὼν οὖν καὶ αὐτὸς ἐβουλήθη τὸ καινὸν
θεάσασθαι. γνωρίσας δὲ τὰ ἐντάφια περιερρήξατο
καὶ μέγα καὶ διωλύγιον ἀνεβόησεν “οἴμοι, Καλλιρρόη·
ταῦτά ἐστι τὰ σά. Στέφανος οὗτος, ὃν ἐγώ σοι
περιέθηκα· τοῦτο ὁ πατήρ σοι δέδωκε, τοῦτο ἡ μήτηρ·
αὕτη στολὴ νυμφική. Τάφος σοι γέγονεν ἡ ναῦς.

Ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις
ἡ νεκρὰ λείπει.” Τούτων ἀκούσας ὁ Θήρων
ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθνής. Πολλὰ
μὲν οὖν ἐβουλεύσατο τὸ μηδ̓ ὅλως φωνὴν ἀφιέναι
μηδὲ κινεῖσθαι· τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον
αὐτῷ· φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ
ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ
βέλτιον μεταβολήν, τοῦ δημιουργήσαντος θεοῦ τὸ σόφισμα
τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ φύγωσι
βίον ταλαίπωρον.

Κατεχόμενος οὖν τῷ δίψει ταύτην
πρώτην ἀφῆκε φωνὴν “ποτόν” . Ἐπεὶ δὲ αὐτῷ προσηνέχθη
καὶ πάσης ἔτυχεν ἐπιμελείας, παρακαθεσθεὶς
αὐτῷ ὁ Χαιρέας ἤρετο “τίνες ἐστέ; καὶ ποῖ πλεῖτε;
 
καὶ πόθεν ταῦτα; καὶ τί τὴν κυρίαν αὐτῶν πεποιήκατε;” Θήρων δὲ ἐμνημόνευεν ἑαυτοῦ πανοῦργος ἄνθρωπος
καὶ “Κρὴσ” εἶπεν “εἰμί, πλέω δὲ εἰς Ἰωνίαν·

ἀδελφὸν ἐμαυτοῦ ζητῶ στρατευόμενον. Κατελείφθην
 ὑπὸ τῶν ἐπὶ τῆς νεὼς ἐν Κεφαλληνίᾳ· ταχείας δὲ τῆς
ἀναγωγῆς γενομένης ἐκεῖθεν ἐπέβην τοῦδε τοῦ κέλητος
παραπλέοντος εὐκαίρως. Ἐξαισίοις δὲ πνεύμασιν
ἐξεώσθημεν εἰς ταύτην τὴν θάλασσαν, εἶτα γαλήνης
μακρᾶς γενομένης δίψει πάντες ἀνῃρέθησαν, ἐγὼ δὲ
 μόνος ἐσώθην ὑπὸ τῆς ἐμῆς εὐσεβείας.” Ἀκούσας οὖν
ὁ Χαιρέας ἐκέλευσεν ἐξάψαι τὸν κέλητα τῆς τριήρους,
ἕως ἂν εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ.

Προεπεδήμησε δὲ ἡ φήμη φύσει μὲν οὖσα ταχεῖα,
τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα
 καὶ καινά. Πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον,
καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμαζόντων,
πυνθανομένων, ἀπιστούντων· ἐξέπληττε
γὰρ αὐτοὺς τὸ καινὸν διήγημα.

Ἰδοῦσα δὲ ἡ μήτηρ
τὰ ἐντάφια τῆς θυγατρὸς ἀνεκώκυσεν “ἐπιγινώσκω
 πάντα· σύ, τέκνον, μόνη λείπεις. Ὢ καινῶν τυμβωρύχων·
τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν φυλάξαντες μόνην
ἔκλεψάν μου τὴν θυγατέρα.” Συνήχησαν δὲ
αἰγιαλοὶ καὶ λιμένες κοπτομέναις ταῖς γυναιξί, καὶ
γῆν καὶ θάλασσαν ἐνέπλησαν οἰμωγῆς.

Ἑρμοκράτης
 δὲ ἔφη, στρατηγικὸς ἀνὴρ καὶ πραγμάτων ἐπιστήμων “οὐκ ἐνταῦθα χρὴ ζητεῖν, ἀλλὰ νομιμωτέραν ποιεῖσθαι
τὴν ἀνάκρισιν. Ἀπίωμεν εἰς τὴν ἐκκλησίαν.
Τίς οἶδεν εἰ χρεία γένοιτο καὶ δικαστῶν.”

Οὔτω πᾶν εἴρητο ἔπος καὶ ἤδη μεστὸν ἦν τὸ
 θέατρον. Ἐκείνην τὴν ἐκκλησίαν ἤγαγον καὶ γυναῖκες.
Ὁ μὲν οὖν δῆμος μετέωρος καθῆστο, Χαιρέας
δὲ πρῶτος εἰσῆλθε μελανείμων, ὠχρός, αὐχμῶν, οἷος
 
ἐπὶ τὸν τάφον ἠκολούθησε τῇ γυναικί, καὶ ἐπὶ μὲν τὸ
βῆμα οὐκ ἠθέλησεν ἀναβῆναι, κάτω δέ που στὰς τὸ
μὲν πρῶτον ἐπὶ πολὺν ἔκλαε χρόνον καὶ φθέγξασθαι
θέλων οὐκ ἐδύνατο· τὸ δὲ πλῆθος ἐβόα “θάρρει καὶ

λέγε.” Μόλις οὖν ἀναβλέψας “ὁ μὲν παρὼν” εἶπε “καιρὸς οὐκ ἦν δημηγοροῦντος ἀλλὰ πενθοῦντος, ἐγὼ
δὲ ὑπὸ τῆς ἀνάγκης καὶ λέγω καὶ ζῶ, μέχρις ἂν ἐξεύρω
Καλλιρρόης τὴν ἀναίρεσιν. Διὰ τοῦτο δὲ ἐντεῦθεν
ἐκπλεύσας οὐκ οἶδα πότερον εὐτυχῆ τὸν πλοῦν ἢ δυστυχῆ
πεποίημαι.

Πλοῖον γὰρ. ἐθεασάμην ἐν εὐδίᾳ
πλανώμενον, ἰδίου χειμῶνος γέμον καὶ βαπτιζόμενον
ἐν γαλήνῃ. Θαυμάσαντες ἤλθομεν πλησίον. Ἔδοξα
τὸν τῆς ἀθλίας μου γυναικὸς τάφον ἰδεῖν, πάντα
ἔχοντα τὰ ἐκείνης, πλὴν ἐκείνης. Νεκρῶν μὲν ἦν
πλῆθος, ἀλλοτρίων δὲ πάντων, ὅδε δέ τις ἐν αὐτοῖς
ἡμιθνὴς εὑρέθη. Τοῦτον ἐγὼ μετὰ πάσης ἐπιμελείας
ἀνεκτησάμην καὶ ὑμῖν ἐτήρησα.”

Μεταξὺ δὲ οἰκέται δημόσιοι τὸν Θήρωνα δεδεμένον
εἰς τὸ θέατρον ἦγον μετὰ πομπῆς ἐκείνῳ πρεπούσης·
ἐπηκολούθει γὰρ αὐτῷ τροχὸς καὶ καταπέλτης καὶ
πῦρ καὶ μάστιγες, ἀποδιδούσης αὐτῷ τῆς προνοίας
τὰ ἔπαθλα τῶν ἀγώνων.

Ἐπεὶ δὲ ἐν μέσῳ ἔστη, τῶν
ἀρχόντων εἷς ἀνέκρινεν αὐτὸν “τίς εἶ;” “Δημήτριος.” “Εἰπὲ πόθεν;” “Κρής.” “Τί οἶδας; εἰπέ.” “πρὸς ἐμαυτοῦ ἀδελφὸν πλέων εἰς Ἰωνίαν ἀπελείφθην
νεώς, εἶτα κέλητος ἐπέβην παραπλέοντος. Τότε
μὲν οὖν ὑπελάμβανον ἐμπόρους εἶναι, νῦν δὲ τυμβωρύχους.

Θαλαττεύοντες δὲ χρόνον μακρὸν οἱ μὲν ἄλλοι
πάντες διεφθάρησαν ἀπορίᾳ τοῦ ποτοῦ, μόνος δὲ
ἐγὼ σέσωσμαι διὰ τὸ μηδὲν ἐν τῷ βίῳ δεδρακέναι
πονηρόν. Μὴ οὖν ὑμεῖς, ὦ Συρακούσιοι, δῆμος ἐπὶ
 
φιλανθρωπίᾳ περιβόητος, γένεσθέ μοι καὶ δίψους
καὶ θαλάσσης ἀγριώτεροι.”

Ταῦτα λέγοντος οἰκτρῶς ἔλεος εἰσῆλθε τὰ πλήθη,
καὶ τάχ̓ ἂν ἔπεισεν, ὥστε κἂν ἐφοδίων τυχεῖν, εἰ μὴ
 δαίμων τις τιμωρὸς Καλλιρρόης ἐνεμέσησεν αὐτῷ
τῆς ἀδίκου πειθοῦς· ἔμελλε γὰρ τὸ σχετλιώτατον ἔσεσθαι
πάντων πραγμάτων, πεισθῆναι Συρακουσίους
ὅτι μόνος ἐσώθη διὰ εὐσέβειαν ὁ μόνος σωθεὶς δἰ
ἀσέβειαν, ἵνα ἐπὶ πλέον κολασθῇ.

Καθεζόμενος οὖν
 ἐν τῷ πλήθει τις ἁλιεὺς ἐγνώρισεν αὐτὸν καὶ ἡσυχῆ
πρὸς τοὺς καθεζομένους εἶπε “τοῦτον ἐγὼ καὶ πρότερον
εἶδον περὶ τὸν λιμένα τὸν ἡμέτερον στρεφόμενον.” Ταχέως οὖν ὁ λόγος εἰς πλείονας διεδόθη, καί
τις ἐξεβόησε “ψεύδεται.” Πᾶς οὖν ὁ δῆμος ἐπεστράφη,

καὶ προσέταξαν οἱ ἄρχοντες καταβῆναι τὸν πρῶτον
εἰπόντα· ἀρνουμένου δὲ Θήρωνος ὁ ἁλιεὺς μᾶλλον
ἐπιστεύθη. Βασανιστὰς εὐθὺς ἐκάλουν καὶ μάστιγες
προσεφέροντο τῷ δυσσεβεῖ· καόμενος δὲ καὶ τεμνόμενος
ἀντεῖχεν ἐπὶ πλέον καὶ μικροῦ δεῖν ἐνίκησε
τὰς βασάνους.

Ἀλλὰ μέγα τὸ συνειδὸς ἑκάστῳ καὶ παγκρατὴς
ἡ ἀλήθεια· μόλις μὲν γὰρ καὶ βραδέως ἀλλ̓
ὡμολόγησεν ὁ Θήρων. Ἤρξατο οὖν διηγεῖσθαι “πλοῦτον
θαπτόμενον ἰδὼν συνήγαγον λῃστάς.

Ἠνοίξαμεν
τὸν τάφον· εὕρομεν ζῶσαν τὴν νεκράν· πάντα συλήσαντες
 ἐνεθήκαμεν τῷ κέλητι· πλεύσαντες εἰς Μίλητον
μόνην ἐπωλήσαμεν τὴν γυναῖκα, τὰ δὲ λοιπὰ
διεκομίζομεν εἰς Κρήτην· ἐξωσθέντες δὲ εἰς τὸν Ἰόνιον
ὑπὸ ἀνέμων ἃ πεπόνθαμεν καὶ ὑμεῖς ἑωράκατε.” Πάντα εἰπὼν μόνον τοὔνομα οὐκ ἐμνημόνευσε τοῦ
 πριαμένου.

Ῥηθέντων δὲ τούτων χαρὰ καὶ λύπη πάντας εἰσῆλθε·
χαρὰ μὲν ὅτι ζῇ Καλλιρρόη, λύπη δὲ ὅτι πέπραται.
 
Θήρωνι μὲν οὖν θανάτου ψῆφος ἠνέχθη,
Χαιρέας δὲ ἱκέτευε μηδέπω θνήσκειν τὸν ἄνθρωπον, “ἵνα μοι” φησὶν “ἐλθὼν μηνύσῃ τοὺς ἀγοράσαντας.
Λογίσασθέ μου τὴν ἀνάγκην· συνηγορῶ τῷ πωλήσαντί

μου τὴν γυναῖκα.” Τοῦτο Ἑρμοκράτης ἐκώλυσε
γενέσθαι “βέλτιον” εἰπὼν “ποιήσασθαι τὴν ζήτησιν
ἐπιπονωτέραν ἢ λυθῆναι τοὺς νόμους. Δέομαι
δὲ ὑμῶν, ἄνδρες Συρακούσιοι, μνησθέντας στρατηγίας
τῆς ἐμῆς καὶ τροπαίων ἀποδοῦναί μοι ταύτην 
τὴν χάριν εἰς τὴν θυγατέρα. Πέμψατε πρεσβείαν
ὑπὲρ αὐτῆς·

τὴν ἐλευθέραν ἀπολάβωμεν.” Ἔτι λέγοντος
ὁ δῆμος ἀνεβόησε “πάντες πλεύσωμεν,” ἐκ δὲ
τῆς βουλῆς ὑπέστησαν ἐθελονταὶ τὸ πλεῖστον μέρος·
ὁ δὲ Ἑρμοκράτης “τῆς μὲν τιμῆσ” ἔφη “χάριν ἐπίσταμαι
πᾶσιν, ἀρκοῦσι δὲ πρεσβευταὶ δύο μὲν ἀπὸ
τοῦ δήμου, δύο δὲ ἀπὸ τῆς βουλῆς· πλεύσεται δὲ
Χαιρέας πέμπτος αὐτός.”

Ἔδοξε ταῦτα καὶ ἐκυρώθη, διέλυσέ τε ἐπὶ τούτοις
τὴν ἐκκλησίαν. Ἀπαγομένῳ δὲ Θήρωνι μέγα μέρος
τοῦ πλήθους ἐπηκολούθησεν. Ἀνεσκολοπίσθη δὲ πρὸ
τοῦ Καλλιρρόης τάφου καὶ ἔβλεπεν ἀπὸ τοῦ σταυροῦ
τὴν θάλασσαν ἐκείνην, δἰ ἧς αἰχμάλωτον ἔφερε τὴν
Ἑρμοκράτους θυγατέρα, ἣν οὐκ ἔλαβον οὐδὲ Ἀθηναῖοι.

Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐδόκει περιμένειν
τὴν ὥραν τοῦ πλοῦ καὶ ἔαρος ὑπολάμψαντος ἀνάγεσθαι·
τότε γὰρ ἔτι χειμὼν εἱστήκει καὶ παντάπασιν
ἀδύνατον ἐδόκει τὸν Ἰόνιον περαιοῦσθαι· Χαιρέας
δὲ ἔσπευδεν, ἕτοιμος ὢν διὰ τὸν ἔρωτα, ζεύξας σχεδίαν
εἰς τὸ πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι.

Οὔκουν οὐδὲ οἱ πρέσβεις ἤθελον βραδύνειν
ὑπ̓ αἰδοῦς τῆς τε πρὸς ἐκεῖνον καὶ μάλιστα πρὸς Ἑρμοκράτην,
 
ἀλλ̓ ἡτοιμάζοντο πλεῖν. Συρακούσιοι δὲ
δημοσίᾳ τὸν στόλον ἐξέπεμψαν, ἵνα καὶ τοῦτο εἰς
ἀξίωμα προστεθῇ τῆς πρεσβείας.

Καθείλκυσαν οὖν
ἐκείνην τὴν τριήρη τὴν στρατηγικήν, ἔχουσαν ἔτι τὰ
 σημεῖα τῆς νίκης. Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῆς ἀναγωγῆς
ἡμέρα, τὸ πλῆθος εἰς τὸν λιμένα συνέδραμεν,
οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες, καὶ
ἦσαν ὁμοῦ εὐχαί, δάκρυα, στεναγμοί, παραμυθία,

φόβος, θάρσος, ἀπόγνωσις, ἐλπίς. Ἀρίστων δέ, ὁ
 Χαιρέου πατήρ, ἐσχατογήρως καὶ νοσῷ παρειμένος,
περιέφυ τῷ τραχήλῳ τοῦ παιδὸς καὶ ἀνακρεμάμενος
αὐτοῦ κλάων ἔλεγε “τίνι με καταλείπεις, ὦ τέκνον,
ἡμιθνῆτα πρεσβύτην; ὅτι μὲν γὰρ οὐκέτι σε ὄψομαι
δῆλον.

Περίμεινον δὲ κἂν ὀλίγας ἡμέρας, ὅπως ἐν
 ταῖς χερσὶ ταῖς σαῖς ἀποθάνω· θάψον δέ με καὶ
ἄπιθι.” Ἡ δὲ μήτηρ τῶν γονάτων αὐτοῦ λαβομένη “ἐγὼ δὲ σου δέομαι” φησίν, “ὦ τέκνον, μή με ἐνταῦθα
καταλίπῃς ἔρημον, ἀλλ̓ ἐμβαλοῦ τριήρει φορτίον
κοῦφον· ἂν δὲ ὦ βαρεῖα καὶ περιττή, ῥίψατέ με
εἰς τὴν θάλασσαν,

ἣν σὺ πλεῖς.” Ταῦτα λέγουσα
περιέρρηξε τὸ στῆθος καὶ προτείνουσα τὰς θηλὰς· “τέκνον” φησί,
 
 τάδ̓ αἴδεο καί μ̓ ἐλέησον
 αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον.
 
 Κατεκλάσθη Χαιρέας πρὸς τὰς τῶν γονέων ἱκεσίας
καὶ ἔρριψεν ἑαυτὸν ἀπὸ τῆς νεὼς εἰς τὴν θάλασσαν,
ἀποθανεῖν θέλων, ἵνα φύγῃ δυοῖν θάτερον, ἢ τὸ μὴ
ζητεῖν Καλλιρρόην ἢ τὸ λυπῆσαι τοὺς γονεῖς· ταχέως
δὲ ἀπορρίψαντες οἱ ναῦται μόλις αὐτὸν ἀνεκούφισαν.

Ἐνταῦθα Ἑρμοκράτης ἀπεσκέδασε τὸ πλῆθος καὶ ἐκέλευσε
 
τῷ κυβερνήτῃ λοιπὸν ἀνάγεσθαι. Συνέβη δέ
τι καὶ ἄλλο φιλίας ἔργον οὐκ ἀγεννές. Πολύχαρμος
γάρ, ὁ ἑταῖρος τοῦ Χαιρέου, παραυτὰ μὲν οὐκ ὤφθη
ἐν τῷ μέσῳ, ἀλλὰ καὶ πρὸς τοὺς γονεῖς ἔφη “φίλος
μέν, φίλος Χαιρέας, οὐ μὴν ἄχρι τούτου γε ὥστε καὶ
περὶ τῶν ἐσχάτων αὐτῷ συγκινδυνεύειν.

Διόπερ, ἕως
ἀποπλεῖ, ὑπεκστήσομαι.” Ἡνίκα δὲ ἀπεσάλευσε τῆς
γῆς τὸ πλοῖον, ἀπὸ τῆς πρύμνης αὐτοὺς ἀπησπάσατο,
ἵνα μηκέτι αὐτὸν δύνωνται κατασχεῖν.

Ἐξελθὼν δὲ τοῦ λιμένος Χαιρέας καὶ ἀποβλέψας
εἰς τὸ πέλαγος “ἄγε με” φησίν, “ὦ θάλασσα, τὸν
αὐτὸν δρόμον, ὃν καὶ Καλλιρρόην ἤγαγες. Εὔχομαί
σοι, Πόσειδον, ἢ κἀκείνην μεθ̓ ἡμῶν ἢ μηδὲ ἐμὲ
χωρὶς ἐκείνης ἐνταῦθα. Εἰ μὴ γὰρ δύναμαι τὴν γυναῖκα
τὴν ἐμὴν ἀπολαβεῖν, θέλω κἂν δουλεύειν μετ̓ αὐτῆς.”

Πνεῦμα δὲ φορὸν ὑπέλαβε τὴν τριήρη καὶ ὥσπερ
κατ̓ ἴχνος τοῦ κέλητος ἔτρεχεν. Ἐν δὲ ταῖς ἴσαις
ἡμέραις εἰς Ἰωνίαν ἧκον καὶ ὡρμίσαντο ἐπὶ τῆς αὐτῆς
ἀκτῆς ἐν τοῖς Διονυσίου χωρίοις.

Οἱ μὲν οὖν ἄλλοι
κεκμηκότες ἐκβάντες εἰς τὴν γῆν περὶ τὴν ἀνάληψιν
ἠπείγοντο τὴν ἑαυτῶν, σκηνάς τε πηγνύμενοι
καὶ παρασκευάζοντες εὐωχίαν, Χαιρέας δὲ μετὰ Πολυχάρμου
περινοστῶν “πῶς νῦν” φησὶ “Καλλιρρόην
εὑρεῖν δυνάμεθα; μάλιστα μὲν γὰρ φοβοῦμαι μὴ
Θήρων ἡμᾶς διεψεύσατο καὶ τέθνηκεν ἡ δυστυχής.
Εἰ δ̓ ἄρα καὶ ἀληθῶς πέπραται, τίς οἶδεν ὅποι·

πολλὴ γὰρ ἡ Ἀσία.” Μεταξὺ δὲ ἀλύοντες περιέπεσον
τῷ νεῷ τῆς Ἀφροδίτης. Ἔδοξεν οὐν αὐτοῖς προσκυνῆσαι
τὴν θεόν, καὶ προσδραμὼν τοῖς γόνασιν αὐτῆς
Χαιρέας “σύ μοι, δέσποινα, πρώτη Καλλιρρόην ἔδειξας
ἐν τῇ σῇ ἑορτῇ· σὺ καὶ νῦν ἀπόδος, ἣν ἐχαρίσω·” 
μεταξὺ δ̓ ἀνακύψας εἶδε παρὰ τὴν θεὸν εἰκόνα
Καλλιρρόης χρυσῆν, ἀνάθημα Διονυσίου.
Τοῦ δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.

Κατέπεσεν οὖν σκοτοδινιάσας· θεασαμένη δὲ αὐτὸν
 ἡ ζάκορος ὕδωρ προσήνεγκε καὶ ἀνακτωμένη τὸν ἄνθρωπον
εἶπε “θάρρει, τέκνον, καὶ ἄλλους πολλοὺς
ἡ θεὸς ἐξέπληξεν· ἐπιφανὴς γάρ ἐστι καὶ δείκνυσιν
ἑαυτὴν ἐναργῶς. Ἀλλ̓ ἀγαθοῦ μεγάλου τοῦτ̓ ἔστι
σημεῖον. Ὁρᾷς εἰκόνα τὴν χρυσῆν; αὕτη δούλη μὲν
 ἦν, ἡ δὲ Ἀφροδίτη πάντων ἡμῶν κυρίαν πεποίηκεν

αὐτήν.” “Τίς γάρ ἐστιν” ὁ Χαιρέας εἶπεν “αὕτη;” “Ἡ δέσποινα τῶν χωρίων τούτων, ὦ τέκνον, Διονυσίου
γυνή, τοῦ πρώτου τῶν Ἰώνων.” Ἀκούσας ὁ Πολύχαρμος,
οἷα δὴ σωφρονῶν αὐτός, οὐδὲν εἴασεν ἔτι
 τὸν Χαιρέαν εἰπεῖν, ἀλλ̓ ὑποβαστάσας ἐξήγαγεν ἐκεῖθεν,
οὐ βουλόμενος ἐκπύστους γενέσθαι τίνες εἰσί,
πρὶν ἅπαντα βουλεύσασθαι καλῶς καὶ συντάξαι πρὸς
ἀλλήλους.

Ὁ δὲ Χαιρέας τῆς ζακόρου παρούσης οὐδὲν
εἶπεν ἀλλ̓ ἐσίγησεν ἐγκρατῶς, πλὴν ὅσον αὐτομάτως
 ἐξεπήδησεν αὐτοῦ τὰ δάκρυα· πόρρω δὲ ἀπελθὼν
ἐπὶ γῆς μόνος ἔρριψεν ἑαυτὸν καὶ “ὦ θάλασσα” φησὶ “φιλάνθρωπε, τί με διέσωσας; ἢ ἵνα εὐπλοήσας ἴδω
Καλλιρρόην ἄλλου γυναῖκα; τοῦτο οὐκ ἤλπισα γενέσθαι
ποτὲ οὐδὲ ἀποθανόντος Χαιρέου.

Τί ποιήσω
 ὁ δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε
κομιεῖσθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν
ἀγοράσαντα· νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ
βασιλίδα. Πόσῳ δ̓ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε
πτωχεύουσαν εὑρήκειν. Εἴπω Διονυσίῳ προσελθὼν
 ʽἀπόδος μοι τὴν γυναῖκα;ʼ τοῦτο δὲ λέγει τίς γεγαμηκότι;

Ἀλλ̓ οὐδ̓, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν,
ἀλλ̓ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι.
Κινδυνεύω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς
ἀπολέσθαι.” Ταῦτα ὀδυρόμενον παρεμυθεῖτο
Πολύχαρμος.

Ἐν δὲ τῷ μεταξὺ Φωκᾶς, ὁ οἰκονόμος Διονυσίου,
θεασάμενος τριήρη ναύμαχον, οὐκ ἀδεὴς καθειστήκει·
ναύτην δέ τινα ὑποκορισάμενος μανθάνει παῤ
αὐτοῦ τὴν ἀλήθειαν, τίνες εἰσὶ καὶ πόθεν καὶ διὰ
τίνα πλέουσι. Συνῆκεν οὖν ὅτι μεγάλην συμφορὰν ἡ
τριήρης αὕτη κομίζει Διονυσίῳ καὶ οὐ βιώσεται Καλλιρρόης
ἀποσπασθείς.

Οἷα δὲ φιλοδέσποτος ἐθελήσας
προλαβεῖν τὸ δεινὸν καὶ σβέσαι πόλεμον μέγαν
μέν, οὐ κοινὸν δέ , ἀλλὰ τῆς Διονυσίου μόνης οἰκίας,
διὰ τοῦτο ἀφιππευσάμενος εἴς τι φρουρίον βαρβάρων,
ἀνήγγειλεν ὅτι τριήρης πολεμία λανθάνει
τάχα μὲν ἐπὶ κατασκοπὴν τάχα δὲ καὶ διὰ λῃστείαν
ὑφορμοῦσα, συμφέρει δὲ τοῖς βασιλέως πράγμασιν
ἀνάρπαστον αὐτὴν γενέσθαι πρὶν ἀδικεῖν.

Ἔπεισε
τοὺς βαρβάρους καὶ συντεταγμένους ἤγαγεν. Ἐπιπεσόντες
οὖν μέσῃ νυκτὶ καὶ πῦρ ἐμβαλόντες τὴν μὲν
τριήρη κατέφλεξαν, ὅσους δὲ ζῶντας ἔλαβον, δήσαντες
εἰς τὸ φρουρίον ἀνήγαγον. Νεμήσεως δὲ τῶν
αἰχμαλώτων γενομένης ἱκέτευσαν Χαιρέας καὶ Πολύχαρμος
ἑνὶ δεσπότῃ πραθῆναι. Καὶ ὁ λαβὼν αὐτοὺς
ἐπώλησεν εἰς Καρίαν. Ἐκεῖ δὲ πέδας σύροντες παχείας
εἰργάζοντο τὰ Μιθριδάτου.

Καλλιρρόῃ δὲ ὄναρ ἐπέστη Χαιρέας δεδεμένος
καὶ θέλων αὐτῇ προσελθεῖν, ἀλλὰ μὴ δυνάμενος·
ἀνεκώκυσε δὲ μέγα καὶ διωλύγιον ἐν τοῖς ὕπνοις “Χαιρέα, δεῦρο.” Τότε πρῶτον Διονύσιος ἤκουσεν
ὄνομα Χαιρέου. Τῆς γυναικὸς οὖν ταραχθείσης ἐπύθετο
 “τίς, ὃν ἐκάλεις;” Προύδωκε δὲ αὐτὴν τὰ δάκρυα
καὶ τὴν λύπην οὐκ ἐδυνήθη κατασχεῖν, ἀλλ̓
ἔδωκε παρρησίαν τῷ πάθει.

“Δυστυχὴσ” φησὶν “ἄνθρωπος,
ἐμὸς ἀνὴρ ἐκ παρθενίας, οὐδὲ ἐν τοῖς ὀνείροις
 εὐτυχής· εἶδον γὰρ αὐτὸν δεδεμένον. Ἀλλὰ σὺ
μέν, ἄθλιε, τέθνηκας ζητῶν ἐμὲ ʽδηλοῖ γὰρ θάνατόν
σου τὰ δεσμἄ, ἐγὼ δὲ ζῶ καὶ τρυφῶ, κατάκειμαι δὲ
ἐπὶ χρυσηλάτου κλίνης μετὰ ἀνδρὸς ἑτέρου. Πλὴν
οὐκ εἰς μακρὰν ἀφίξομαι πρὸς σέ.

Εἰ καὶ ζῶντες ἀλλήλων
 οὐκ ἀπελαύσαμεν, ἀποθανόντες ἀλλήλους ἕξομεν.” Τούτων τῶν λόγων ἀκούσας ὁ Διονύσιος ποικίλας
ἐλάμβανε γνώμας· ἥπτετο μὲν γὰρ αὐτοῦ ζηλοτυπία
διότι καὶ νεκρὸν ἐφίλει Χαιρέαν, ἥπτετο
δὲ καὶ φόβος μὴ ἑαυτὴν ἀποκτείνῃ· ἐθάρρει δ̓ ὅμως
 ὅτι ὁ πρῶτος ἀνὴρ ἐδόκει τεθνηκέναι τῇ γυναικί· μὴ
γὰρ ἀπολείψειν αὐτὴν Διονύσιον, οὐκ ὄντος ἔτι Χαιρέου.

Παρεμυθεῖτο τοίνυν ὡς δυνατὸν μάλιστα τὴν
γυναῖκα καὶ ἐπὶ πολλὰς ἡμέρας παρεφύλαττε, μὴ ἄρα
τι δεινὸν ἑαυτὴν ἐργάσηται. Περιέσπασε δὲ τὸ πένθος
 ἐλπὶς τοῦ τάχα ζῆν ἐκεῖνον καὶ ψευδόνειρον αὐτὴν
γεγονέναι· τὸ δὲ πλέον ἡ γαστήρ· ἑβδόμῳ γὰρ
μηνὶ μετὰ τοὺς γάμους υἱὸν ἔτεκε τῷ μὲν δοκεῖν ἐκ
Διονυσίου, Χαιρέου δὲ ταῖς ἀληθείαις. Ἑορτὴν μεγίστην
ἤγαγεν ἡ πόλις καὶ πρεσβεῖαι ἀφίκοντο πανταχόθεν
 Μιλησίοις συνηδομένων ὅτι τὸ γένος αὔξει
τὸ Διονυσίου. Κἀκεῖνος ὑπὸ τῆς χαρᾶς πάντων
παρεχώρησε τῇ γυναικὶ καὶ δέσποιναν αὐτὴν ἀπέδειξε
τῆς οἰκίας. Ἀναθημάτων ἐνέπλησε τοὺς νεώς,
πανδημεὶ τὴν πόλιν εἱστία θυσίαις.

Ἀγωνιῶσα δὲ Καλλιρρόη μὴ προδοθῇ τὸ ἀπόρρητον
αὐτῆς, ἠξίωσεν ἐλευθερωθῆναι Πλαγγόνα, τὴν
μόνην αὐτῇ συνειδυῖαν ὅτι πρὸς Διονύσιον ἦλθεν
 
ἐγκύμων, ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ
τῆς τύχης ἔχῃ τὸ πιστὸν παῤ αὐτῆς. “Ἄσμενοσ” εἶπεν
ὁ Διονύσιος “ἀμείβομαι Πλαγγόνα διακονίας
ἐρωτικῆς.

Ἄδικον δὲ ποιοῦμεν εἰ τὴν θεραπαινίδα
τετιμήκαμεν, οὐκ ἀποδώσομεν δὲ τὴν χάριν τῇ Ἀφροδίτῃ,
παῤ ᾗ πρῶτον ἀλλήλους εἴδομεν.” “Κἀγὼ” φησὶν ἡ Καλλιρρόη “σοῦ θέλω μᾶλλον· ἔχω γὰρ αὐτῇ
μείζονα χάριν. Νῦν μὲν οὖν λεχὼ ἔτι εἰμί, περιμείναντες
δὲ ὀλίγας ἡμέρας ἀσφαλέστερον ἄπιμεν εἰς
τοὺς ἀγρούς.”

Ταχέως δὲ αὑτὴν ἀνέλαβεν ἐκ τοῦ τόκου καὶ κρείττων
ἐγένετο καὶ μείζων, οὐκέτι κόρη, ἀλλὰ γυναικὸς
ἀκμὴν προσλαβοῦσα. Παραγενομένων δὲ αὐτῶν εἰς
τὸν ἀγρὸν μεγαλοπρεπεῖς θυσίας παρεσκεύασε Φωκᾶς·
καὶ γὰρ πλῆθος ἐπηκολούθησεν ἐξ ἄστεος. Καταρχόμενος
οὖν ὁ Διονύσιος ἑκατόμβης “δέσποινα” φησὶν “Ἀφροδίτη, σύ μοι πάντων ἀγαθῶν αἰτία.

Παρὰ σοῦ Καλλιρρόην ἔχω, παρὰ σοῦ τὸν υἱόν, καὶ
ἀνήρ εἰμι διὰ σὲ καὶ πατήρ. Ἐμοὶ μὲν ἤρκει Καλλιρρόη
καὶ πατρίδος μοι καὶ γονέων γλυκυτέρα, φιλῶ
δὲ τὸ τέκνον ὅτι μοι τὴν μητέρα βεβαιοτέραν πεποίηκεν.
Ὅμηρον ἔχω τῆς εὐνοίας τῆς πρὸς αὐτήν. Ἱκετεύω
σε, δέσποινα, σῶζε ἐμοὶ μὲν Καλλιρρόην, Καλλιρρόῃ

δὲ τὸν υἱόν.” Ἐπευφήμησε τὸ πλῆθος τῶν
περιεστηκότων καὶ οἱ μὲν ῥόδοις οἱ δὲ ἴοις οἱ δὲ αὐτοῖς
στεφάνοις ἐφυλλοβόλησαν αὐτούς, ὥστε πλησθῆναι
τὸ τέμενος ἀνθέων. Διονύσιος μὲν οὖν πάντων
ἀκουόντων εἶπε τὴν εὐχήν, Καλλιρρόη δὲ μόνη
ἠθέλησε πρὸς τὴν Ἀφροδίτην λαλῆσαι.

Πρῶτον μὲν
οὖν τὸν υἱὸν εἰς τὰς αὑτῆς ἀγκάλας ἐνέθηκε, καὶ
ὤφθη θέαμα κάλλιστον, οἷον οὔτε ζωγράφος ἔγραψεν
οὔτε πλάστης ἔπλασεν οὔτε ποιητὴς ἱστόρησε μέχρι
 
νῦν· οὐδεὶς γὰρ αὐτῶν ἐποίησεν Ἄρτεμιν ἢ Ἀθηνᾶν
βρέφος ἐν ἀγκάλαις κομίζουσαν ʽἔκλαυσεν ὑφ̓
ἡδονῆς Διονύσιος ἰδὼν καὶ ἡσυχῆ τὴν Νέμεσιν προσεκύνησἐ·
μόνην δὲ Πλαγγόνα προσμεῖναι κελεύσασα
τοὺς λοιποὺς προύπεμψεν εἰς τὴν ἔπαυλιν.

Ἐπεὶ δὲ
ἀπηλλάγησαν, στᾶσα πλησίον τῆς Ἀφροδίτης καὶ
ἀνατείνασα χερσὶ τὸ βρέφος “ὑπὲρ τούτου σοι” φησίν, “ὦ δέσποινα, γινώσκω τὴν χάριν· ὑπὲρ ἐμαυτῆς
γὰρ οὐκ οἶδα. Τότ̓ ἄν σοι καὶ περὶ ἐμαυτῆς ἠπιστάμην
 χάριν, εἴ μοι Χαιρέαν ἐτήρησας. Πλὴν εἰκόνα
μοι δέδωκας ἀνδρὸς φιλτάτου καὶ ὅλον οὐκ ἀφείλου
μου Χαιρέαν.

Δὸς δή μοι γενέσθαι τὸν υἱὸν εὐτυχέστερον
μὲν τῶν γονέων, ὅμοιον δὲ τῷ πάππῳ· πλεύσειε
δὲ καὶ οὗτος ἐπὶ τριήρους στρατηγικῆς, καί τις
 εἴποι, ναυμαχοῦντος αὐτοῦ ʽκρείττων Ἑρμοκράτους
ὁ ἔγγονος·̓ ἡσθήσεται μὲν γὰρ καὶ ὁ πατὴρ ἔχων τῆς
ἀρετῆς διάδοχον, ἡσθησόμεθα δὲ οἱ γονεῖς αὐτοῦ καὶ
τεθνεῶτες.

Ἱκετεύω σε, δέσποινα, διαλλάγηθί μοι
λοιπόν· ἱκανῶς γάρ μοι δεδυστύχηται. Τέθνηκα,
 ἀνέζησα, λελῄστευμαι, πέφευγα, πέπραμαι, δεδούλευκα·
τίθημι δὲ καὶ τὸν δεύτερον γάμον ἔτι μοι τούτων
βαρύτερον. Ἀλλὰ μίαν ἀντὶ πάντων αἰτοῦμαι
χάριν παρὰ σοῦ καὶ διὰ σοῦ παρὰ τῶν ἄλλων θεῶν·
σῶζέ μου τὸν ὀρφανόν.” Ἔτι βουλομένην λέγειν ἐπέσχε
 τὰ δάκρυα.

Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἰέρειαν· ἡ δὲ
πρεσβῦτις ὑπακούσασα “τί κλάεισ” εἶπεν, “ὦ παιδίον,
ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς
θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε
 δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν
θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν ἐξέπνευσεν.
Οὕτως ἐπιφανῆ σε ἡ Ἀφροδίτη πεποίηκεν.”

Ἔπληξε τὴν καρδίαν τῆς Καλλιρρόης τοῦτο καὶ
ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς
ἀνέκραγε “τίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι
διηγοῦντο;” Δείσασα δὲ ἡ πρεσβῦτις τὸ μὲν πρῶτον
ἄφωνος εἱστήκει, μόλις δὲ ἐφθέγξατο “μόνον εἶδον
αὐτούς, οὐδὲν ἤκουσα.” “Ποταποὺς εἶδες;

ἀναμνήσθητι
τὸν χαρακτῆρα αὐτῶν.” Ἔφρασεν ἡ γραῦς οὐκ
ἀκριβῶς μέν, ὑπώπτευσε δ̓ ὅμως ἐκείνη τὴν ἀλήθειαν·
ὃ γὰρ βούλεται τοῦθ̓ ἕκαστος καὶ οἴεται. Βλέψασα
δὲ πρὸς Πλαγγόνα “δύναται” φησὶν “ὁ δυστυχὴς
Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. Τί οὖν
ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.”

Ἀφικομένη τοίνυν πρὸς Διονύσιον τοῦτο μόνον
εἶπεν, ὅπερ ἤκουσε παρὰ τῆς ἱερείας· ἠπίστατο γὰρ
ὅτι φύσει περίεργόν ἐστιν ἔρως κἀκεῖνος δἰ ἑαυτὸν
πολυπραγμονήσει περὶ τῶν γεγονότων. Ὅπερ
οὖν καὶ συνέβη. Πυθόμενος γὰρ ὁ Διονύσιος εὐθὺς
ἐνεπλήσθη ζηλοτυπίας καὶ πόρρω μὲν ἦν τοῦ Χαιρέαν
ὑποπτεύειν, ἔδεισε δὲ ἄρα μή τις λανθάνῃ κατὰ
τοὺς ἀγροὺς ἐπιβουλὴ μοιχική· πάντα γὰρ ὑποπτεύειν
αὐτὸν καὶ δεδιέναι τὸ κάλλος ἀνέπειθε τῆς γυναικός.

Ἐφοβεῖτο δὲ οὐ μόνον τὰς παρὰ ἀνθρώπων
ἐπιβουλάς, ἀλλὰ προσεδόκα τάχα αὐτῷ καταβήσεσθαι
καὶ θεὸν ἐξ οὐρανοῦ ἀντεραστήν. Καλέσας τοίνυν
Φωκᾶν διηρεύνα “τίνες εἰσὶν οἱ νεανίσκοι καὶ
πόθεν; ἆρά γε πλούσιοι καὶ καλοί; διὰ τί δὲ τὴν
ἐμὴν Ἀφροδίτην προσεκύνουν; τίς ἐμήνυσεν αὐτοῖς;

τίς ἐπέτρεψεν;” Ὁ δὲ Φωκᾶς ἀπέκρυπτε τὴν ἀλήθειαν,
οὐ Διονύσιον δεδοικώς, γινώσκων δὲ ὅτι Καλλιρρόη
καὶ αὐτὸν ἀπολεῖ καὶ τὸ γένος αὐτοῦ, πυθομένη
περὶ τῶν γεγονότων. Ἐπεὶ οὖν ἔξαρνος ἦν ἐπιδεδημηκέναι
τινάς, οὐκ εἰδὼς ὁ Διονύσιος τὴν αἰτίαν
 
ὑπώπτευσε βαρυτέραν ἐπιβουλὴν καθ̓ ἑαυτοῦ
συνίστασθαι.

Διοργισθεὶς οὖν μάστιγας ᾔτει καὶ
τροχὸν ἐπὶ Φωκᾶν, καὶ οὐ μόνον ἐκεῖνον ἀλλὰ καὶ
τοὺς ἐν τοῖς ἀγροῖς ἅπαντας συνεκάλει μοιχείαν πεπεισμένος
 ζητεῖν. Αἰσθόμενος δὲ Φωκᾶς οἷ καθέστηκε
δεινοῦ καὶ λέγων καὶ σιωπῶν “σοὶ” φησί, “δέσποτα,

ἐρῶ μόνῳ τὴν ἀλήθειαν.” Ὁ δὲ Διονύσιος
πάντας ἀποπέμψας “ἰδοὺ” φησὶ “μόνοι γεγόναμεν.
Μηδὲν· ἔτι ψεύσῃ, λέγε τἀληθὲς κἂν φαῦλον ᾖ.” “Φαῦλον μὲν” εἶπεν “οὐδέν ἐστιν, ὦ δέσποτα, μεγάλων
γὰρ ἀγαθῶν φέρω σοι διηγήματα· εἰ δὲ σκυθρωπότερά
ἐστιν αὐτῶν τὰ πρῶτα, διὰ τοῦτο μηδὲν
ἀγωνιάσῃς μηδὲ λυπηθῇς, ἀλλὰ περίμεινον, ἕως οὗ
πάντα ἀκούσῃς·

χρηστὸν γὰρ ἔχει τὸ τέλος.” Μετέωρος
 οὖν ὁ Διονύσιος πρὸς τὴν ἐπαγγελίαν γενόμενος
καὶ ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεως “μὴ βράδυνε” φησὶν “ἀλλ̓ ἤδη διηγοῦ.” Τότ̓ οὖν ἤρξατο λέγειν “τριήρης ἐνθάδε κατέπλευσεν ἐκ Σικελίας καὶ πρέσβεις
Συρακουσίων παρὰ σοῦ Καλλιρρόην ἀπαιτούντων.”

Ἐξέθανεν ὁ Διονύσιος ἀκούσας καὶ νὺξ αὐτοῦ
τῶν ὀφθαλμῶν κατεχύθη· φαντασίαν γὰρ ἔλαβεν ὡς
ἐφεστηκότος αὐτῷ Χαιρέου καὶ Καλλιρρόην ἀποσπῶντος.
Ὁ μὲν οὖν ἔκειτο καὶ σχῆμα καὶ χρῶμα
νεκροῦ παριστάς, Φωκᾶς δὲ ἐν ἀπορίᾳ καθειστήκει,
 καλέσαι μὲν οὐδένα θέλων, ἵνα μή τις αὐτῷ μάρτυς
γένηται τῶν ἀπορρήτων· μόλις δὲ καὶ κατ̓ ὀλίγον
αὐτὸς τὸν δεσπότην ἀνεκτήσατο “θάρρει” λέγων, “Χαιρέας τέθνηκεν· ἀπόλωλεν ἡ ναῦς· οὐδεὶς ἔτι
φόβος.” Ταῦτα τὰ ῥήματα ψυχὴν ἐνέθηκε Διονυσίῳ,

καὶ κατ̓ ὀλίγον πάλιν ἐν ἑαυτῷ γενόμενος ἀκριβῶς
ἐπυνθάνετο πάντα, καὶ Φωκᾶς διηγεῖτο τὸν ναύτην,
τὸν μηνύσαντα, πόθεν ἡ τριήρης καὶ διὰ τίνα πλέουσι
 
καὶ τίνες οἱ παρόντες, τὸ στρατήγημα τὸ ἴδιον
ἐπὶ τοὺς βαρβάρους, τὴν νύκτα, τὸ πῦρ, τὸ ναυάγιον,
τὸν φόνον, τὰ δεσμά. Καθάπερ οὖν νέφος ἢ
σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον, καὶ περιπτυξάμενος
Φωκᾶν “σὺ” φησὶν “εὐεργέτης ἐμός, σὺ
κηδεμὼν ἀληθὴς καὶ πιστότατος ἐν τοῖς ἀπορρήτοις.

Διὰ σὲ Καλλιρρόην ἔχω καὶ τὸν υἱόν. Ἐγὼ μὲν οὐκ
ἄν σοι προσέταξα Χαιρέαν ἀποκτεῖναι, σοῦ δὲ ποιήσαντος
οὐ μέμφομαι· τὸ γὰρ ἀδίκημα φιλοδέσποτον.
Τοῦτο μόνον ἀμελῶς ἐποίησας ὅτι οὐκ ἐπολυπραγμόνησας
πότερον ἐν τοῖς τεθνηκόσι Χαιρέας ἐστὶν ἢ
ἐν τοῖς δεδεμένοις. Καὶ ἔδει ζητῆσαι τὸν νεκρόν· καὶ
γὰρ ἐκεῖνος ἂν ἔτυχε τάφου κἀγὼ βεβαιότερον ἔσχον
τὸ θαρρεῖν. Οὐ δύναμαι δὲ νῦν ἀμερίμνως εὐτυχεῖν
διὰ τοὺς δεδεμένους· οὐδὲ γὰρ τοῦτο ἴσμεν, ὅποι τις
αὐτῶν ἐπράθη.”

Προστάξας δὲ Φωκᾶν τὰ μὲν ἄλλα τῶν γεγονότων
φανερῶς διηγεῖσθαι, δύο δὲ ταῦτα σιγᾶν, τὸ
ἴδιον στρατήγημα καὶ ὅτι ἐκ τῆς τριήρους τινὲς ἔτι
ζῶσι, παραγίνεται πρὸς Καλλιρρόην σκυθρωπός·
εἶτα συγκαλέσας πεισθέντας τοὺς ἀγροίκους, ἵνα ἡ
γυνὴ πυθομένη τὰ συμβάντα βεβαιοτέραν ἤδη λάβῃ
περὶ Χαιρέου τὴν ἀπόγνωσιν.

Ἐλθόντες δὲ διηγοῦντο
ʽπάντες δὲ ᾔδεσαν̓ ὅτι “βάρβαροί ποθεν λῃσταὶ
νυκτὸς καταδραμόντες ἐνέπρησαν Ἑλληνικὴν
τριήρη τῆς προτεραίας ὁρμισθεῖσαν ἐπὶ τῆς ἀκτῆς·
καὶ μεθ̓ ἡμέραν εἴδομεν αἵματι μεμιγμένον ὕδωρ καὶ

νεκροὺς ὑπὸ τῶν κυμάτων φερομένους.” Ἀκούσασα
ἡ γυνὴ τὴν ἐσθῆτα περιερρήξατο, κόπτουσα δὲ τοὺς
ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἀνέδραμεν εἰς τὸν οἶκον,
ὅποι τὸ πρῶτον εἰσῆλθε πραθεῖσα. Διονύσιος δὲ
ἐξουσίαν ἔδωκε τῷ πάθει, φοβούμενος μὴ γένηται
 
φορτικός, ἂν ἀκαίρως παρῇ. Πάντας οὖν ἐκέλευσεν
ἀπαλλαγῆναι, μόνην δὲ προσεδρεύειν Πλαγγόνα, μή
τι ἄρα δεινὸν αὑτὴν ἐργάσηται.

Καλλιρρόη δὲ ἠρεμίας
λαβομένη, χαμαὶ καθεσθεῖσα καὶ κόνιν τῆς κεφαλῆς
 καταχέασα, τὰς κόμας σπαράξασα τοιούτων
ἤρξατο γόων “ἐγὼ μὲν προαποθανεῖν ἢ συναποθανεῖν
εὐξάμην σοι, Χαιρέα· πάντως δέ μοι κἂν ἐπαποθανεῖν
ἀναγκαῖον· τίς γὰρ ἔτι λείπεται ἐλπὶς ἐν
τῷ ξῆν με κατέχουσα;

Δυστυχοῦσα μέχρι νῦν ἐλογιζόμην
ʽὄψομαί ποτε Χαιρέαν καὶ διηγήσομαι αὐτῷ
πόσα πέπονθα δἰ ἐκεῖνον· ταῦτά με ποιήσει τιμιωτέραν
αὐτῷ. Πόσης ἐμπλησθήσεται χαρᾶς, ὅταν ἴδῃ
τὸν υἱόν.ʼ Ἀνόνητά μοι πάντα γέγονε, καὶ τὸ τέκνον
ἤδη περισσόν· προσετέθη γάρ μου τοῖς κακοῖς ὀρφανός.

Ἄδικε Ἀφροδίτη, σὺ μόνη Χαιρέαν εἶδες, ἐμοὶ
δὲ οὐκ ἔδειξας αὐτὸν ἐλθόντα· λῃστῶν χερσὶ παρέδωκας
τὸ σῶμα τὸ καλόν· οὐκ ἠλέησας τὸν πλεύσαντα
διὰ σέ. Τοιαύτῃ θεῷ τίς ἄν προσεύχοιτο, ἥτις τὸν
ἴδιον ἱκέτην ἀπέκτεινας.

Οὐκ ἐβοήθησας ἐν νυκτὶ
 φοβερᾷ φονευόμενον ἰδοῦσα πλησίον σου μειράκιον
καλόν, ἐρωτικόν· ἀφείλου μου τὸν ἡλικιώτην, τὸν
πολίτην, τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν νυμφίον.

Ἀπόδος αὐτοῦ μοι κἂν τὸν νεκρόν. Τίθημι ὅτι ἐγεννήθημεν
ἡμεῖς ἀτυχέστατοι πάντων· τί δὲ καὶ ἡ τριήρης
 ἠδίκησεν, ὡς βάρβαροι κατέκαυσαν αὐτήν, ἧς οὐκ
ἐκράτησαν οὐδὲ Ἀθηναῖοι; Νῦν ἡμῶν ἀμφοτέρων οἱ
γονεῖς τῇ θαλάσσῃ παρακάθηνται, τὸν ἡμέτερον κατάπλουν
περιμένοντες, καὶ ἥτις ἂν ναῦς πόρρωθενς1
ὀφθῇ, λέγουσι ʽΧαιρέας Καλλιρόην ἄγων ἔρχεται,ʼ
 τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται
δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει. Θάλασσα
 
μιαρά, σὺ καὶ Χαιρέαν εἰς Μίλητον ἤγαγες
φονευθῆναι καὶ ἐμὲ πραθῆναι.”

Ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρρόη διῆγεν ἐν
θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα· μικρὸν δὲ
καταδραθοῦσα ὄναρ ἑώρα λῃστήριον βαρβάρων πῦρ
ἐπιφέροντας, ἐμπιμπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ
βοηθοῦσαν ἑαυτήν.

Ὁ δὲ Διονύσιος ἐλυπεῖτο μὲν
ὁρῶν τρυχομένην τὴν γυναῖκα, μὴ ἄρα τι καὶ τοῦ κάλλους
αὐτῇ παραπόληται, λυσιτελεῖν δὲ ὑπελάμβανε
εἰς τὸν ἴδιον ἔρωτα, τὸν πρότερον ἄνδρα βεβαίως
αὐτὴν ἀπογνῶναι.

Θέλων οὖν ἐνδείξασθαι στοργὴν
καὶ μεγαλοψυχίαν ἔφη πρὸς αὐτὴν “ἀνάστηθι, ὦ
γύναι, καὶ τάφον κατασκεύασον τῷ ταλαιπώρῳ. Τί
τὰ μὲν ἀδύνατα σπεύδεις, ἀμελεῖς δὲ τῶν ἀναγκαίων;
νόμιζε ἐφεστηκότα σοι λέγειν αὐτὸν
ʽθάπτε με, ὅττι τάχιστα πύλας Ἀίδαο περήσω.ʼ
καὶ γὰρ εἰ μὴ τὸ σῶμα εὕρηται τοῦ δυστυχοῦς, ἀλλὰ
νόμος οὗτος ἀρχαῖος Ἑλλήνων, ὥστε καὶ τοὺς ἀφανεῖς
τάφοις κοσμεῖν.”

Ἔπεισε ταχέως, τὸ γὰρ πρὸς ἡδονὴν εἶχεν ἡ συμβουλία.
Φροντίδος οὖν ἐμπεσούσης ἐλώφησεν ἡ λύπη,
καὶ ἐξαναστᾶσα τῆς κλίνης κατεσκόπει χωρίον, ἐν ᾧ
ποιήσει τὸν τάφον. Ἤρεσε δ̓ αὐτῇ πλησίον τοῦ νεὼ
τῆς Ἀφροδίτης, ὥστε καὶ τοὺς αὖθις ἔχειν ἔρωτος
ὑπόμνημα.

Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως
καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ.
Θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγενέσθαι τῇ φροντίδι
 “βαδίζωμεν, ὦ γύναι” φησὶν “εἰς ἄστυ, κἀκεῖ πρὸ
τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον,
ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη.
 Καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται
καὶ Συρακούσιοι πολλάκις. Οὔκουν οὐδὲ παρὰ
τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτιμίαν ἕξεις.”

Ὁ λόγος ἤρεσε Καλλιρρόῃ, καὶ τότε μὲν ἐπέσχε
τὴν σπουδήν· ἐπειδὴ δὲ ἧκεν εἰς τὴν πόλιν, ἐπί τινος
 ὑψηλῆς ᾐόνος οἰκοδομεῖν ἤρξατο τάφον, πάντα
ὅμοιον τῷ ἰδίῳ τῷ ἐν Συρακούσαις, τὸ σχῆμα, τὸ μέγεθος,
τὴν πολυτέλειαν, καὶ οὗτος δέ, ὡς ἐκεῖνος,
ζῶντος. Ἐπεὶ δὲ ἀφθόνοις ἀναλώμασι καὶ πολυχειρίᾳ
ταχέως τὸ ἔργον ἠνύσθη, τότε ἤδη καὶ τὴν ἐκκομιδὴν
ἐμιμήσατο τὴν ἐπ̓ αὐτῷ.

Προηγγέλλετο μὲν
γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ
Μιλησίων πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης.
Παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες,
Μιθριδάτης ὁ ἐν Καρίᾳ καὶ Φαρνάκης δὲ ὁ
Λυδίας.

Ἡ μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον,
ἡ δὲ ἀλήθεια Καλλιρρόην ἰδεῖν. Ἦν δὲ καὶ κλέος
μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν
ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρρόης,
οἷον οὐδὲ Ἀριάδνης οὐδὲ Λήδας. Τότε δὲ καὶ
 τῆς δόξης εὑρέθη κρείττων· προῆλθε γὰρ μελανείμων,
λελυμένη τὰς τρίχας· ἀστράπτουσα δὲ τῷ προσώπῳ
καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ τὴν
Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου.

Οὐδεὶς μὲν οὖν οὐδὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν
 ὑπήνεγκε τοῦ κάλλους, ἀλλ̓ οἱ μὲν ἀπεστράφησαν,
ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, οἱ δὲ καὶ προσεκύνησαν.
Ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, ὁ Καρίας
 
ἔπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου
σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες
ὑποβαστάζοντες ἔφερον.

Ἐπόμπευε δ̓
εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα
διατυπωθέν· καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν
οὐδεὶς Καλλιρρόης παρούσης, ἀλλ̓ ἐκείνη
μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν ὀφθαλμούς.

Πῶς
ἄν τις διηγήσαιτο κατ̓ ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς;
Ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν
κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ̓ αὐτὴν
ἡ Καλλιρρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα
τὴν εἰκόνα “σὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακούσαις,

ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ. Μὴ γὰρ μεγάλα
μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν· ἀλλήλους
ἐθάψαμεν. Οὐκ ἔχει δὲ ἡμῶν οὐδέτερος οὐδὲ τὸν νεκρόν.
Τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας
κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας
καὶ τοὺς νεκρούς.” Θρῆνον ἐξέρρηξε τὸ πλῆθος
καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ̓ ὅτι
τοιαύτης γυναικὸς ἀφῄρητο.

Καλλιρρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε,
Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. Σκάπτων
δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη· πολλὰ γὰρ αὐτὸν
ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον
ὁ ἔρως. Ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα
λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρρόην ὄψεται.

ʽΠολύχαρμος οὖν, ὁ συναλοὺς αὐτῷ φίλος, βλέπων
Χαιρέαν ἐργάζεσθαι μὴ δυνάμενον, ἀλλὰ πληγὰς λαμβάνοντα
καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς
τὸν ἐργοστόλον “χωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον,
ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ·
τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὃ??ʼ
 
ἡμέραν.” Πείθεται καὶ δίδωσιν.

Ὁ δὲ Πολύχαρμος,
οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων
ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν
εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως,
 ἵνα περισώσῃ τὸν φίλον.

Καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ
μεταμανθάνοντες τὴν ἐλευθερίαν· ὁ δὲ Μιθριδάτης
ὁ σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος
εἰς Μίλητον ἐξῆλθεν, ἀλλ̓ ὠχρός τε καὶ λεπτός, οἷα
 δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόν τε καὶ γλυκύ.

Τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρρόης ἔρωτος πάντως
ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἐτύγχανε παραμυθίας.
Τῶν ἐργατῶν τινὲς τῶν ἅμα Χαιρέᾳ δεδεμένων
ʽἓξ καὶ δέκα δ̓ ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ
 σκοτεινῷ καθειργμένοἰ νύκτωρ διακόψαντες τὰ δεσμὰ
τὸν ἐπιστάτην ἀπέσφαξαν, εἶτα δρασμὸν ἐπεχείρουν.

Ἀλλ̓ οὐ διέφυγον, οἱ γὰρ κύνες οἱ φυλάσσοντες
ἐμήνυσαν αὐτούς. Φωραθέντες οὖν ἐκείνης τῆς
νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ̓
 ἡμέραν δὲ ὁ οἰκονόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν,
κἀκεῖνος οὐδὲ ἰδὼν αὐτοὺς οὐδὲ ἀπολογουμένων
ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἓξ καὶ δέκα τοὺς
ὁμοσκήνους ἀνασταυρῶσαι.

Προήχθησαν οὖν πόδας
τε καὶ τραχήλους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν
 τὸν σταυρὸν ἔφερε· τῇ δὲ ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν
ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθηκαν οἱ κολάζοντες
εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας
μὲν οὖν ἀπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν
βαστάζων “διὰ σὲ” φησίν, “ὦ Καλλιρρόη, ταῦτα
πάσχομεν.

Σὺ πάντων ἡμῖν τῶν κακῶν αἰτία.” Τοῦτον
δὲ τὸν λόγον ὁ οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί
τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις.
 
Ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς
ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς
κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. Ὁ δὲ ἐν
παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρρόην
ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν·
ὅλος δὲ ὢν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ τὸν οἰκέτην
ἀηδῶς ἐθεάσατο.

“Τί γὰρ” φησὶν “παρενοχλεῖς;” “Ἀναγκαῖον” εἶπεν, “ὦ δέσποτα· τὴν γὰρ πηγὴν
ἀνεύρηκα τοῦ μεγάλου λήματος, καὶ οὗτος ὁ κατάρατος
ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν
τῷ φόνῳ.” Ἀκούσας οὖν ὁ Μιθριδάτης συνήγαγε
τὰς ὀφρῦς καὶ δεινὸν βλέπων “λέγε” φησὶ “τὴν

συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων.” Ὁ
δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως
τῆς πράξεως κεκοινωνηκέναι. Μάστιγες ᾐτοῦντο καὶ
πῦρ ἐφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί
τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦ “λέγε” φησὶ “τοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί
σοι τῶν κακῶν.” Καλλιρρόην εἶπεν ὁ Πολύχαρμος.

Ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινὰ ἔδοξεν
ὁμωνυμίαν ἔχειν ἐκείνῃ τὴν γυναῖκα. Οὐκέτι οὖν
προθύμως ἐξελέγχειν ἤθελε, δεδοικὼς μὴ καταστῇ
ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα· τῶν δὲ
φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων

“ἡκέτω” φησὶ “Καλλιρρόη.” Παίοντες
οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν
ἄξουσιν αὐτήν. Ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος
καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε· “τί δὲ μάτην” εἶπε “θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης
ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς

Ἑρμοκράτους τοῦ στρατηγοῦ.” Ταῦτα ἀκούσας Μιθριδάτης
ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον,
 
καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προύκεσεν,
ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας
ἀπορεῖν τοὺς παρόντας. Ὀψὲ δὲ καὶ μόλις ὁ Μιθριδάτης
συναγαγὼν ἑαυτὸν “τί δὲ σοὶ” φησὶ “πρᾶγμα
 πρὸς Καλλιρρόην ἐκείνην, καὶ διὰ τί μέλλων ἀποθνήσκειν
ἐμνημόνευσας αὐτῆς;” Ὁ δὲ ἀπεκρίνατο “μακρὸς ὁ μῦθος, ὦ δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι
χρήσιμός μοι.

Οὐκ ἐνοχλήσω δέ σε ληρῶν ἀκαίρως,
ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω φθάσῃ μὲ ὁ φίλος·
 θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν.” Ἐπεκλάσθησαν
αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ ὁ θυμὸς εἰς ἔλεον
μετέπεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶ “μὴ δέδιθι” φησίν, “οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος·

ἔχω γὰρ ψυχὴν φιλάνθρωπον. Λέγε πάντα
 θαρρῶν καὶ μηδὲν παραλίπῃς, τίς εἶ καὶ πόθεν, καὶ
πῶς ἦλθες εἰς Καρίαν καὶ διὰ τί σκάπτεις δεδεμένος;
μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρρόης καὶ τίς ὁ φίλος.”

Ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν “ἡμεῖς, οἱ δύο
 δεσμῶται, Συρακούσιοι γένος ἐσμέν. Ἀλλ̓ ὁ μὲν
ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ
καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, συμφοιτητὴς
δὲ ἐκείνου καὶ φίλος.

Καταλιπόντες οὖν τοὺς γονεῖς
ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δἰ ἐκεῖνον,
 ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρρόην τοὔνομα,
ἥν, δόξας ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς, τυμβωρύχοι
δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν. Τοῦτο
γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων ὁ
λῃστής.

Ἔπεμψεν οὖν ἡ πόλις ἡ Συρακουσίων
 τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα.
Ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι
καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ
 
τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. Ἡμεῖς μὲν
οὖν σωφρόνως ἐφέρομεν τὴν συμφοράν· ἕτεροι δέ
τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες
τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ κελεύσαντος
τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες.

Ὁ μὲν
οὖν φίλος οὐδὲ ἀποθνήσκων ἐνεκάλει τῇ γυναικί,
κροήχθην δὲ αὐτῆς μνημονεῦσαι καὶ τῶν κακῶν αἰτίαν
εἰπεῖν ἐκείνην, δἰ ἣν ἐπλεύσαμεν.” Ἔτι λέγοντος
αὐτοῦ Μιθριδάτης ἀνεβόησε “Χαιρέαν λέγεις.”

“Τὸν φίλον” εἶπεν ὁ Πολύχαρμος· “ἀλλὰ δέομαί σου,
δέσποτα, κέλευσον τῷ δημίῳ μηδὲ τοὺς σταυροὺς
ἡμῶν διαζεῦξαι.” Δάκρυα καὶ στεναγμὸς ἐπηκολούθησε
τῷ διηγήματι, καὶ πάντας ἔπεμψε Μιθριδάτης
ἐπὶ Χαιρέαν, ἵνα μὴ φθάσῃ τελευτήσας. Εὗρον δὲ
τοὺς μὲν ἄλλους ἀνῃρημένους, ἄρτι δ̓ ἐκεῖνον ἐπιβαίνοντα
τοῦ σταυροῦ.

Πόρρωθεν οὖν ἐκεκράγεσαν
ἄλλος ἄλλο τι “φεῖσαι, κατάβηθι, μὴ τρώσῃς, ἄφες.” Ὁ μὲν οὖν δήμιος ἐπέσχε τὴν ὁρμήν· Χαιρέας δὲ λυπούμενος
κατέβαινε τοῦ σταυροῦ· χαίρων γὰρ ἀπηλλάσσετο
βίου πονήρου καὶ ἔρωτος ἀτυχοῦς. Ἀγομένῳ
δὲ αὐτῷ Μιθριδάτης ἀπήντησε καὶ περιπτυξάμενος
εἶπεν “ἀδελφὲ καὶ φίλε, μικροῦ με ἐνήδρευσας ἔργον
ἀσεβὲς ἐργάσασθαι διὰ τὴν ἐγκρατῆ μὲν ἀλλ̓

ἄκαιρόν σου σιωπήν.” Εὐθὺς οὖν προσέταξε τοῖς
οἰκέταις ἄγειν ἐπὶ λουτρὰ καὶ τὰ σώματα θεραπεῦσαι,
λουσαμένοις δὲ περιθεῖναι χλανίδας Ἑλληνικὰς πολυτελεῖς·
αὐτὸς δὲ τοὺς γνωρίμους ἐς τὸ συμπόσιον
παρεκάλει καὶ ἔθυε Χαιρέου σωτήρια. Πότος ἦν
μακρὸς καὶ ἡδεῖα φιλοφρόνησις καὶ θυμηδίας οὐδὲν
ἐνέδει.

Προκοπτούσης δὲ τῆς εὐωχίας θερμανθεὶς
Μιθριδάτης οἴνῳ καὶ ἔρωτι “μὴ γὰρ τὰ δεσμὰ καὶ
τὸν σταυρὸν ἐλεῶ σου, Χαιρέα” φησίν, “ἀλλ̓ ὅτι
 
τοιαύτης γυναικὸς ἀφῃρέθης.” Ἐκπλαγεὶς οὖν ὁ Χαιρέας
ἀνέκραγε “ποῦ γὰρ σὺ Καλλιρρόην εἶδες τὴν
ἐμήν;” “Οὐκέτι σὴν” εἶπεν ὁ Μιθριδάτης, “ἀλλὰ
Διονυσίου τοῦ Μιλησίου νόμῳ γαμηθεῖσαν· ἤδη δὲ

καὶ τέκνον ἐστὶν αὐτοῖς.” Οὐκ ἐκαρτέρησεν ὁ Χαιρέας
ἀκούσας, ἀλλὰ τοῖς γόνασι Μιθριδάτου προσπεσὼν “ἱκετεύω σε, πάλιν, ὦ δέσποτα, τὸν σταυρόν
μοι ἀπόδος. Χεῖρόν με βασανίζεις, ἐπὶ τοιούτῳ
διηγήματι ζῆν ἀναγκάζων.

Ἄπιστε Καλλιρρόη καὶ
 πασῶν ἀσεβεστάτη γυναικῶν, ἐγὼ μὲν ἐπράθην διὰ
σὲ καὶ ἔσκαψα καὶ σταυρὸν ἐβάστασα καὶ δημίου
χερσὶ παρεδόθην, σὺ δὲ ἐτρύφας καὶ γάμους ἔθυες
ἐμοῦ δεδεμένου. Οὐκ ἤρκεσεν ὅτι γυνὴ γέγονας ἄλλου
Χαιρέου ζῶντος,

γέγονας δὲ καὶ μήτηρ.” Κλάειν
 ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν
ὑπόθεσιν. Μόνος ἐπὶ τούτοις Μιθριδάτης
ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος
ἤδη καὶ λέγειν καὶ πράττειν τι περὶ Καλλιρρόης,

ἵνα δοκῇ φίλῳ βοηθεῖν. “Ἅρτι μὲν οὖν” ἔφη, “νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ̓ ὑστεραίᾳ νήφοντες
βουλευώμεθα περὶ τούτων· δεῖται γὰρ ἡ σκέψις σχολῆς
μακροτέρας.” Ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ
συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο, καθάπερ ἦν
ἔθος αὐτῷ, τοῖς δὲ Συρακουσίοις νεανίσκοις θεραπείαν
 τε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.

Νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε
καὶ οὐδεὶς ἐδύνατο καθεύδειν· Χαιρέας μὲν γὰρ
ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης
δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς
 γυμνικοῖς ἔφεδρος ὢν μεταξὺ Χαιρέου τε καὶ Διονυσίου
αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρρόην ἀποίσεται.

Τῆς δ̓ ὑστεραίας προτεθείσης τῆς γνώμης ὁ
 
μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ
Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα· μὴ γὰρ ἂν μηδὲ
Καλλιρρόην ἐμμένειν ἰδοῦσαν αὐτόν· ὁ δὲ Μιθριδάτης “ἐμοῦ μὲν ἕνεκα” φησὶν “ἄπιθι, βούλομαι γάρ
σε μηδεμίαν ἡμέραν ἀπεζεῦχθαι τῆς γυναικός· ὄφελον
μηδὲ Σικελίας ἐξήλθετε, μηδὲ συνέβη τι δεινὸν
ἀμφοῖν· ἐπεὶ δὲ ἡ φιλόκαινος τύχη δρᾶμα σκυθρωπὸν
ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν
ἑξῆς φρονιμώτερον· νῦν γὰρ σπεύδεις πάθει μᾶλλον
ἢ λογισμῷ μηδὲν τῶν μελλόντων προορώμενος.

Μόνος
καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην καὶ ἀνδρὸς
πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις
ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν
ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου
καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνάμενοί
σε μᾶλλον ἢ βοηθῆσαι.

Φοβοῦμαι καὶ τὴν τύχην
τοῦ τόπου. Δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη· δόξει
δέ σοι τὰ τότε φιλανθρωπότερα. Τότε Μίλητος ἦν. 
Ἐδέθης μέν, ἀλλ̓ ἔζησας· ἐπράθης, ἀλλ̓ ἐμοί. Νῦν
δέ, ἂν αἴσθηται Διονύσιος ἐπιβουλεύοντα τοῖς γάμοις
αὐτοῦ, τίς σε θεῶν δυνήσεται σῶσαι; Παραδοθήσῃ
δὲ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐδὲ πιστευθήσῃ
Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον, κἂν
ἀληθῶς εἶναί σε νομίσῃ.

Σὺ μόνος ἀγνοεῖς τὴν φύσιν
τοῦ ἔρωτος, ὅτι οὗ??ʼος ὁ θεὸς ἀπάταις χαίρει καὶ
δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς
γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον
θέλει καταλιπεῖν ἢ
κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ.

Ἐπιστολὴν γράψον αὐτῇ· λυπηθήτω, χαρήτω, ζητησάτω,
καλεσάτω· τῆς δὲ τῶν γραμμάτων διαπομπῆς
ἐγὼ προνοήσομαι. Βάδιζε καὶ γράφε.” 
Πείθεται Χαιρέας καὶ μόνος ἐπ̓ ἐρημίας γενόμενος
ἤθελε γράφειν, ἀλλ̓ οὐκ ἐδύνατο, δακρύων ἐπιρρεόντων
καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. Ἀποκλαύσας
δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης
 ἐπιστολῆς· 
 ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ

Ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐεργέτην, ἐλπίζω δὲ
καὶ σόν· ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρβάρων, οἵτινες ἐνέπρησαν
τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός·
 ἐξέπεμψε δὲ ἐπ̓ αὐτῆς ἡ πόλις πρεσβείαν ὑπὲρ σοῦ. Τοὺς
μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ̓ ὅ τι γεγόνασιν, ἐμὲ δὲ καὶ
Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν
ἔλεος δεσπότου.

Πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με
λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο·
 θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον
οὐκ ἤλπισα. Ἀλλ̓ ἱκετεύω, μετανόησον. Κατασπένδω τούτων
μου τῶν γραμμάτων δάκρυα καὶ φιλήματα.

Ἐγὼ Χαιρέας εἰμὶ
ὁ σὸς ἐκεῖνος, ὃν εἶδες παρθένος εἰς Ἀφροδίτην βαδίζουσα, δἰ
ὃν ἠγρύπνησας. Μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς
 μυστικῆς, ἐν ᾗ πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς κεῖραν
ἐλάβομεν. Ἀλλ̓ ἐζηλοτύπησα. Τοῦτο ἴδιόν ἐστι φιλοῦντος. Δέδωκά
σοι δίκας.

Ἐπράθην, ἐδούλευσα, ἐδέθην. Μή μοι μνησικακήσῃς
τοῦ λακτίσματος τοῦ προπετοῦς· κἀγὼ γὰρ ἐπὶ σταυρὸν
ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. Εἰ μὲν οὖν ἔτι μνημονεύσειας,
 οὐδὲν ἔπαθον· εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι
δώσεις ἀπόφασιν.

Ταύτην τὴν ἐπιστολὴν ἔδωκεν Ὑγίνῳ τῷ πιστοτάτῳ,
ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας,
παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα.
 Ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρρόην, εὔνοιαν ἐπιδεικνύμενος
αὐτῇ καὶ κηδεμονίαν, ὅτι δἰ ἐκείνην
Χαιρέαν ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν
πρῶτον ἄνδρα, ὑπισχνούμενος αὐτὸς στρατηγήσειν
ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν ἐκείνης
προσλάβῃ ψῆφον.

Συνέπεμψε δὲ τῷ Ὑγίνῳ τρεῖς
 
ὑπηρέτας καὶ δῶρα πολυτελῆ καὶ χρυσίον συχνόν· εἴρητο
δὲ πρὸς τοὺς ἄλλους οἰκέτας, ὅτι πέμπει ταῦτα
Διονυσίῳ, πρὸς τὸ ἀνύποπτον. Κελεύει δὲ τὸν Ὑγῖνον,
ἐπειδὰν ἐν Πριήνῃ γένηται, τοὺς μὲν ἄλλους
αὐτοῦ καταλιπεῖν, μόνον δὲ αὐτόν, ὡς Ἴωνα ʽκαὶ γὰρ
ἡλλήνιζε τῇ φωνᾖ κατάσκοπον εἰς τὴν Μίλητον πορευθῆναι·
εἶτ̓ ἐπειδὰν μάθῃ πῶς ἂν χρήσαιτο τοῖς
πράγμασι, τότε τοὺς ἐκ Πριήνης εἰς Μίλητον ἀπαγαγεῖν.

Ὁ μὲν οὖν ἀπῄει καὶ ἔπραττε τὰ κεκελευσμένα,
ἡ τύχη δὲ οὐχ ὅμοιον τῇ γνώμῃ τὸ τέλος ἐβράβευσεν,
ἀλλὰ μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν. Ἐπειδὴ
γὰρ Ὑγῖνος εἰς Μίλητον ἀπηλλάγη, καταλειφθέντες
οἱ δοῦλοι τοῦ προεστηκότος ἔρημοι πρὸς ἀσωτίαν
ὥρμων, ἔχοντες χρυσίον ἄφθονον.

Ἐν πόλει δὲ μικρᾷ
καὶ περιεργίας Ἑλληνικῆς πλήρει ξενικὴ πολυτέλεια
τοὺς πάντων ἐπέστρεψεν ὀφθαλμούς· ἄγνωστοι
γὰρ ἄνθρωποι καὶ τρυφῶντες ἔδοξαν αὐτοῖς
μάλιστα μὲν λῃσταί, δραπέται δὲ πάντως.

Ἧκεν οὖν
εἰς τὸ πανδοκεῖον ὁ στρατηγὸς καὶ διερευνώμενος εὗρε
χρυσίον καὶ κόσμον πολυτελῆ· φώρια δὲ νομίσας
ἀνέκρινε τοὺς οἰκέτας τίνες εἶεν καὶ πόθεν ταῦτα.
Φόβῳ δὲ βασάνων κατεμήνυσαν τὴν ἀλήθειαν ὅτι
Μιθριδάτης ὁ Καρίας ὕπαρχος δῶρα πέπομφε Διονυσίῳ,

καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυσαν. Ὁ δὲ στρατηγὸς
τὰ μὲν γράμματα οὐκ ἔλυσεν· ἦν γὰρ ἔξωθεν
κατασεσημασμένα, δημοσίοις δὲ παραδοὺς ἅπαντα
μετὰ τῶν οἰκετῶν ἔπεμψε πρὸς Διονύσιον, εὐεργεσίαν
εἰς αὐτὸν κατατίθεσθαι νομίζων.

Ἐτύγχανε μὲν
οὖν ἑστιῶν τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ
λαμπρὸν τὸ συμπόσιον ἦν, ἤδη δέ που καὶ αὐλὸς
 
ἐφθέγγετο καὶ δἰ ᾠδῆς ἠκούετο μέλος. Μεταξὺ δὲ
ἐπέδωκέ τις αὐτῷ τὴν ἐπιστολὴν
ΣΤΡΑΤΗΓΟΣ ΠΡΙΗΝΕΩΝ ΒΙΑΣ ΕΥΕΡΓΕΤΗι ΔΙΟΝΥΣΙΩι ΧΑΙΡΕΙΝ

Δῶρα καὶ γράμματα κομιζόμενά σοι παρὰ Μιθριδάτου
τοῦ Καρίας ὑπάρχου δοῦλοι πονηροὶ κατέφθειρον, οὓς ἐγὼ
συλλαβὼν ἀνέπεμψα πρὸς σέ.
Ταύτην τὴν ἐπιστολὴν ἐν μέσῳ τῷ συμποσίῳ
Διονύσιος ἀνέγνω, καλλωπιζόμενος ἐπὶ ταῖς βασιλικαῖς
 δωρεαῖς· ἐντεμεῖν δὲ τὰς σφραγῖδας κελεύσας
ἐντυγχάνειν ἐπειρᾶτο τοῖς γράμμασιν. Εἶδεν οὖν
ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ. Ζῶ.

Τοῦ δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
εἶτα σκότος τῶν ὀφθαλμῶν αὐτοῦ κατεχύθη. Καὶ
 μέντοι λιποθυμήσας ὅμως ἐκράτησε τὰ γράμματα,
φοβούμενος ἄλλον αὐτοῖς ἐντυχεῖν. Θορύβου δὲ καὶ
συνδρομῆς γενομένης ἐπηγέρθη, καὶ συνεὶς τὸ πάθος
ἐκέλευσε τοῖς οἰκέταις μετενεγκεῖν αὐτὸν εἰς ἕτερον
οἰκίσκον, ὡς δῆθεν βουλόμενος ἠρεμίας μετασχεῖν.

Τὸ μὲν οὖν συμπόσιον σκυθρωπῶς διελύθη
ʽφαντασία γὰρ ἀποπληξίας αὐτοὺς ἔσχἐ, Διονύσιος
δὲ καθ̓ ἑαυτὸν γενόμενος πολλάκις ἀνεγίνωσκε τὰς
ἐπιστολάς. Κατελάμβανε δὲ αὐτὸν πάθη ποικίλα,
θυμός, ἀθυμία, φόβος, ἀπιστία. Ζῆν μὲν οὖν Χαιρέαν
 οὐκ ἐπίστευε ʽτοῦτο γὰρ οὐδὲ ὅλως ἤθελἐ,
σκῆψιν δὲ μοιχικὴν ὑπελάμβανε Μιθριδάτου διαφθεῖραι
θέλοντος Καλλιρρόην ἐλπίδι Χαιρέου.

Μεθ̓ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς
ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδ̓ ἀπαγγείλῃ
 τι τῶν ἐν Καρίᾳ διηγημάτων· αὐτὸς δὲ ἄμυναν
ἐπενόησε τοιαύτην. Ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας
καὶ Ἰωνίας· ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος
εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ
 
θάλατταν. Ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ
αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. “Ἱκετεύω σε” φησίν, “ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ.
Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν,
ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ
καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς

τὴν γυναῖκα τὴν ἐμήν.” Ἐπὶ τούτοις ἀνεγίνωσκε τὰς
ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. Ἄσμενος ἤκουσε
Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην
ʽἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ
τὴν γειτνίασιν̓, τὸ δὲ πλέον διὰ τὸν ἔρωτα· καὶ γὰρ
αὐτὸς ἐκάετο τῆς Καλλιρρόης καὶ δἰ αὐτὴν ἐπεδήμει
τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύσιον
μετὰ τῆς γυναικός.

Ὑπέσχετο οὖν βοηθήσειν
αὐτῷ κατὰ τὸ δυνατὸν καὶ γράφει δἰ ἀπορρήτων ἐπιστολήν.
ΒΑΣΙΛΕΙ ΒΑΣΙΛΕΩΝ ΑΡΤΑΞΕΡΞΗι ΣΑΤΡΑΠΗΣ ΛΥΔΙΑΣ
ΚΑΙ ΙΩΝΙΑΣ ΦΑΡΝΑΚΗΣ ΙΔΙΩι ΔΕΣΠΟΤΗι
ΧΑΙΡΕΙΝ.

Διονύσιος ὁ Μιλής1ʽ??ʼος δοῦλός ἐστι σὸς ἐκ προγόνων πιστὸς
καὶ πρόθυμος εἰς τὸν σὸν οἶκον. Οὗτος ἀπωδύρατο πρός
με ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος ξένος αὐτῷ γενόμενος
διαφθείρει αὐτοῦ τὴν γυναῖκα. Φέρει δὲ μεγάλην ἀδοξίαν εἰς
τὰ σὰ πράγματα, μᾶλλον δὲ ταραχήν. Πᾶσα μὲν γὰρ παρανομία
σατράπου μεμπτή, μάλιστα δὲ αὕτη. Καὶ γὰρ ὁ Διονύσιός
ἐστι δυνατώτατος Ἰώνων καὶ τὸ κάλλος τῆς γυναικὸς περιβόητον,
ὥστε τὴν ὕβριν μὴ δύνασθαι λαθεῖν.

Ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν βασιλεὺς
ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο.
Γνῶμαι δὲ ἐρρήθησαν διάφοροι· τοῖς μὲν γὰρ Μιθριδάτῃ
φθονοῦσιν ἢ τὴν σατραπείαν αὐτοῦ μνωμένοις,
ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς
 
ἐνδόξου, τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις ἢ τιμῶσι
τὸν Μιθριδάτην ʽεἶχε δὲ πολλοὺς... προεστηκότασ̓
οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς ποιεῖν
ἄνδρα δόκιμον.

Ἀνωμάλων δὲ τῶν γνωμῶν γενομένων
 ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν βασιλεύς,
ἀλλ̓ ὑπερέθετο τὴν σκέψιν· νυκτὸς δὲ ἐπελθούσης
ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς
βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ τοῦ μέλλοντος·
ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως.

Ὥρμησεν οὖν· καλεῖν ἐπὶ τὴν δίκην αὐτόν· ἄλλο δὲ
πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν
καλήν. Σύμβουλοι μὲν οὖν νὺξ καὶ σκότος ἐν ἐρημίᾳ
γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον
βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρρόην
 τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι· καὶ
τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην, ὅτι οὐ
προσέγραψεν ἐν τῇ ἐπιστολῇ τοὔνομα τῆς γυναικός.

Ὅμως δ̓ ἐπ̓ ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν
τῆς φημιζομένης ἑτέραν ἔδοξε καλέσαι καὶ τὴν
 γυναῖκα. Γράφει δὲ πρὸς Φαρνάκην
Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον
πρὸς δὲ Μιθριδάτην
Ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου.

Καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος
τὴν αἰτίαν τῆς διαβολῆς ὑποστρέψας ὁ Ὑγῖνος
ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. Προδοθεὶς
οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν
ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν τὸν βασιλέως,
 ἀλλὰ Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον
ἀνελεῖν τὸν αἴτιον, Καλλιρρόην δ̓ ἁρπάσας ἀποστῆναι
βασιλέως.

“Τί γὰρ σπεύδεισ” φησὶ “παραδοῦναι
 
δεσπότου χερσὶ τὴν ἐλευθερίαν; τάχα δὲ καὶ
κρατήσεις ἐνθάδε μένων· μακρὰν γάρ ἐστι βασιλεὺς
καὶ φαυλοὺς ἔχει στρατηγούς· εἰ δὲ καὶ ἄλλως ἀθετήσειεν,
οὐδὲν δυνήσῃ χεῖρον παθεῖν. Ἐν τοσούτῳ
δὲ σὺ μὴ προδῷς δύο τὰ κάλλιστα, ἔρωτα καὶ ἀρχήν.
Ἐντάφιον ἔνδοξον ἡ ἡγεμονία καὶ μετὰ Καλλιρρόης

θάνατος ἡδύς.” Ἔτι ταῦτα βουλευομένου καὶ παρασκευαζομένου
πρὸς ἀπόστασιν ἧκέ τις ἀγγέλλων ὡς
Διονύσιος ἐξώρμηκε Μιλήτου καὶ Καλλιρρόην ἐπάγεται.
Τοῦτο λυπηρότερον ἤκουσε Μιθριδάτης ἢ τὸ
πρόσταγμα τὸ καλοῦν ἐπὶ τὴν δίκην· ἀποκλαύσας δὲ
τὴν ἑαυτοῦ συμφορὰν “ἐπὶ ποίαισ” φησὶν “ἐλπίσιν
ἔτι μένω;

προδίδωσί με πανταχόθεν ἡ τύχη. Τάχα
γὰρ ἐλεήσει με βασιλεὺς μηδὲν ἀδικοῦντα· εἰ δὲ ἀποθανεῖν
δεήσειε, πάλιν ὄψομαι Καλλιρρόην· κἂν ἐν
τῇ κρίσει Χαιρέαν ἕξω μετ̓ ἐμαυτοῦ καὶ Πολύχαρμον
οὐ συνηγόρους μόνον, ἀλλὰ καὶ μάρτυρας.” Πᾶσαν
οὖν τὴν θεραπείαν κελεύσας συνακολουθεῖν ἐξώρμησε
Καρίας, ἀγαθὴν ἔχων ψυχὴν ἐκ τοῦ μηδὲν ἀδικεῖν
ἂν δόξαι· ὥστε οὐδὲ μετὰ δακρύων προύπεμψαν
αὐτόν, ἀλλὰ μετὰ θυσιῶν καὶ πομπῆς.

Ἕνα μὲν οὖν
στόλον τοῦτον ἐκ Καρίας ἔστελλεν ὁ Ἔρως, ἐξ Ἰωνίας
δὲ ἐνδοξότερον ἄλλον· ἐπιφανέστερον γὰρ καὶ βασιλικώτερον
ἦν τὸ κάλλος. Προύτρεχε γὰρ τῆς γυναικὸς
ἡ φήμη, καταγγέλλουσα πᾶσιν ἀνθρώποις ὅτι Καλλιρρόη
παραγίνεται, τὸ περιβόητον ὄνομα, τὸ μέγα
τῆς φύσεως κατόρθωμα,
Ἀρτέμιδι ἰκέλη ἢ χρυσείῃ Ἀφροδίτῃ.

Ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα.
Πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ
συντρέχοντες ἐπὶ τὴν θέαν· ἐδόκει δὲ τοῖς πᾶσι τῆς
φήμης ἡ γυνἥ??ʼρείττων. Μακαριζόμενος δὲ Διονύσιος
 
ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας
τὸ μέγεθος· οἷα γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο
ὅτι φιλόκαινός ἐστιν ὁ Ἔρως· διὰ τοῦτο καὶ τόξα καὶ
πῦρ ποιηταί τε καὶ πλ άσται περιτεθείκασιν αὐτῷ,

τὰ κουφότατα καὶ στῆναι μὴ θέλοντα. Μνήμη δὲ
ἐλάμβανεν αὐτὸν παλαιῶν διηγημάτων, ὅσαι μεταβολαὶ
γεγόνασι τῶν καλῶν γυναικῶν. Πάντα οὖν Διονύσιον
ἐφόβει, πάντας ἔβλεπεν ὡς ἀντεραστάς, οὐ
τὸν ἀντίδικον μόνον, ἀλλ̓ αὐτὸν τὸν δικαστήν, ὥστε
 καὶ μετενόει προπετέστερον Φαρνάκῃ ταῦτα μηνύσας,
ἐξὸν καθεύδειν τήν τ̓ ἐρωμένην ἔχειν·
οὐ γὰρ ὅμοιον ἐν Μιλήτῳ φυλάττειν Καλλιρρόην καὶ
ἐπὶ τῆς Ἀσίας ὅλης.

Διεφύλαττε δ̓ ὅμως τὸ ἀπόρρητον
 μέχρι τέλους, καὶ τὴν αἰτίαν οὐχ ὡμολόγει πρὸς
τὴν γυναῖκα, ἀλλ̓ ἡ πρόφασις ἦν ὅτι βασιλεὺς αὐτὸν
μεταπέμπεται, βουλεύσασθαι θέλων περὶ τῶν ἐν
Ἰωνίᾳ πραγμάτων. Ἐλυπεῖτο δὲ Καλλιρρόη, μακρὰν
στελλομένη θαλάσσης Ἑλληνικῆς· ἕως γὰρ τοὺς Μιλησίων
 λιμένας ἑώρα; Συρακουσῶν ἐδόκει ἐγγὺς τυγχάνειν·
μέγα δὲ εἶχε παραμύθιον καὶ τὸν Χαιρέου
τάφον ἐκεῖ.

Ὡς μὲν ἐγαμήθη Καλλιρρόη Χαιρέᾳ, καλλίστη
γυναικῶν ἀνδρὶ καλλίστῳ, πολιτευσαμένης Ἀφροδίτης
 τὸν γάμον, καὶ ὡς δἰ ἐρωτικὴν ζηλοτυπίαν
Χαιρέου πλήξαντος αὐτὴν ἔδοξε τεθνάναι, ταφεῖσαν
δὲ πολυτελῶς εἶτα ἀνανήψασαν ἐν τ̔??ʼάφῳ τυμβωρύχοι
 
νυκτὸς ἐξήγαγον ἐκ Σικελίας, πλεύσαντες δὲ
εἰς Ἰωνίαν ἐπώλησαν Διονυσίῳ, καὶ τὸν ἔρωτα τὸν
Διονυσίου καὶ τὴν Καλλιρρόης πρὸς Χαιρέαν πίστιν
καὶ τὴν ἀνάγκην τοῦ γάμου διὰ τὴν γαστέρα καὶ τὴν
Θήρωνος ὁμολογίαν καὶ Χαιρέου πλοῦν ἐπὶ ζήτησιν
τῆς γυναικὸς ἅλωσίν τε αὐτοῦ καὶ πρᾶσιν εἰς Καρίαν
μετὰ Πολυχάρμου τοῦ φίλου,

καὶ ὡς Μιθριδάτης
ἐγνώρισε Χαιρέαν μέλλοντα ἀποθνήσκειν καὶ ὡς
ἔσπευδεν ἀλλήλοις ἀποδοῦναι τοὺς ἐρῶντας, φωράσας
δὲ τοῦτο Διονύσιος ἐξ ἐπιστολῶν· διέβαλεν αὐτὸν
πρὸς Φαρνάκην, ἐκεῖνος δὲ πρὸς βασιλέα, βασιλεὺς δὲ
ἀμφοτέρους ἐκάλεσεν ἐπὶ τὴν κρίσιν, ταῦτα ἐν τῷ πρόσθεν
λόγῳ δεδήλωται· τὰ δ̓ ἑξῆς νῦν διηγήσομαι.

Καλλιρρόη μὲν γὰρ μέχρι Συρίας καὶ Κιλικίας
κούφως ἔφερε τὴν ἀποδημίαν· καὶ γὰρ Ἑλλάδος ἤκουε
φωνῆς καὶ θάλατταν ἔβλεπε τὴν ἄγουσαν εἰς Συρακούσας·
ὡς δ̓ ἧκεν ἐπὶ ποταμὸν Εὐφράτην, μεθ̓ ὃν
ἤπειρός ἐστι μεγάλη ἀφετήρι ον εἰς τὴν βασιλέως
γῆν τὴν πολλήν, τότε ἤδη πόθος αὐτὴν ὑπεδύετο πατρίδος
τε καὶ συγγενῶν, ἀπογνώσει τῆς εἰς τοὔμπαλιν
ὑποστροφῆς.

Στᾶσα δὲ ἐπὶ τῆς ᾐόνος καὶ πάντας
ἀναχωρῆσαι κελεύσασα πλὴν Πλαγγόνος τῆς μόνης
πιστῆς, τοιούτων ἤρξατο λόγων “Τύχη βάσκανε καὶ μιᾶς γυναικὸς προσφιλονεικοῦσα
πολέμῳ, σύ με κατέκλεισας ἐν τάφῳ ζῶσαν,
κἀκεῖθεν ἐξήγαγες οὐ δἰ ἔλεον, ἀλλ̓ ἵνα λῃσταῖς με
παραδῷς.

Ἐμερίσαντό μου τὴν φυγὴν θάλασσα καὶ
Θήρων· ἡ Ἑρμοκράτους θυγάτηρ ἐπράθην καί, τὸ
τῆς δουλείας μοι βαρύτερον, ἐφιλήθην, ἵνα ζῶντος
Χαιρέου ἄλλῳ γαμηθῶ. Σὺ δὲ καὶ τούτων ἤδη μοι
φθονεῖς· οὐκέτι γὰρ εἰς Ἰωνίαν με φυγαδεύεις. Ξένην
μέν, πλ̔??ʼηνικὴν ἐδίδως γῆν, ὅπου μεγάλην
 
εἶχον παραμυθίαν, ὅτι θαλάσσῃ παρεκαθήμην· νῦν
δὲ ἔξω με τοῦ συνήθους ῥίπτεις ἀέρος καὶ τῆς πατρίδος
ὅλῳ διορίζομαι κόσμῳ.

Μίλητον ἀφείλου μου
πάλιν, ὡς πρότερον Συρακούσας· ὑπὲρ τὸν Εὐφράτην
 ἀπάγομαι καὶ βαρβάροις ἐγκλείομαι μυχοῖς ἡ νησιῶτις,
ὅπου μηκέτι θάλασσα. Ποίαν ἔτ̓ ἐλπίσω
ναῦν ἐκ Σικελίας καταπλέουσαν; ἀποσπῶμαι καὶ τοῦ
σοῦ τάφου, Χαιρέα.

Τίς ἐπενέγκῃ σοι χοάς, δαῖμον
ἀγαθέ; Βάκτρα μοι καὶ Σοῦσα λοιπὸν οἶκος καὶ τάφος.
 Ἅπαξ, Εὐφρᾶτα, μέλλω σε διαβαίνειν· φοβοῦμαι
γὰρ οὐχ οὕτως τὸ μῆκος τῆς ἀποδημίας ὡς μὴ
δόξω κἀκεῖ καλή τινι.” Ταῦτα ἅμα λέγουσα τὴν γῆν
κατεφίλησεν, εἶτα ἐπιβᾶσα τῆς πορθμίδος διεπέρασεν.

Ἦν μὲν οὖν καὶ Διονυσίῳ χορηγία πολλή· πλουσιώτατα
 γὰρ ἐπεδείκνυτο τῇ γυναικὶ τὴν παρασκευήν·
βασιλικωτέραν δὲ τὴν ὁδοιπορίαν αὐτοῖς
παρεσκεύασεν ἡ τῶν ἐπιχωρίων φιλοφρόνησις. Δῆμος
παρέπεμπεν εἰς δῆμον, καὶ σατράπης παρεδίδου
τῷ μεθ̓ αὑτόν, πάντας γὰρ ἐδημαγώγει τὸ κάλλος.
 Καὶ ἄλλη δέ τις ἐλπὶς ἔθαλπε τοὺς βαρβάρους, ὅτι
ἥδε ἡ γυνὴ μέγα δυνήσεται, καὶ διὰ τοῦτο ἕκαστος
ἔσπευδε ξένια διδόναι ἢ πάντως τινὰ χάριν εἰς αὐτὴν
ἔχειν ἀποκειμένην.

Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ὁ δὲ Μιθριδάτης δἰ
 Ἀρμενίας ἐποιεῖτο τὴν πορείαν σφοδρότερον, μάλιστα
μὲν δεδοικὼς μὴ καὶ τοῦτο αἴτιον αὐτῷ γένηται
πρὸς βασιλέως, ὅτι κατ̓ ἴχνος ἐπηκολούθει τῇ γυναικί,
ἅμα δὲ καὶ σπεύδων προεπιδημῆσαι καὶ συγκροτῆσαι
τὰ πρὸς τὴν δίκην.

Ἀφικόμενος οὖν εἰς
 Βαβυλῶνα ʽβασιλεὺς γὰρ αὐτόθι διέτριβεν̓ ἐκείνην
μὲν τὴν ἡμέραν ἡσύχασε παῤ ἑαυτῷ· πάντες γὰρ οἱ
σατράπαι σταθμοὺς ἔχουσιν ἀπὁ??ʼμένους· τῆς
 
δὲ ὑστεραίας ἐπὶ θύρας ἐλθὼν τὰς βασιλέως, ἠσπάσατο
μὲν Περσῶν τοὺς ὁμοτίμους, Ἀρταξάτην δὲ τὸν
εὐνοῦχον ὃς μέγιστος ἦν παρὰ βασιλεῖ καὶ δυνατώτατος
πρῶτον μὲν δώροις ἐτίμησεν, εἶτα “ἀπάγγειλον” εἶπε “βασιλεῖ· Μιθριδάτης σὸς δοῦλος πάρεστιν ἀπολύσασθαι
διαβολὴν Ἕλληνος ἀνδρὸς καὶ προσκυνῆσαι.”

Μετ̓ οὐ πολὺ δ̓ ἐξελθὼν ὁ εὐνοῦχος ἀπεκρίνατο
ὅτι “ἐστὶ βασιλεῖ βουλομένῳ Μιθριδάτην μηδὲν
ἀδικεῖν· κρινεῖ δὲ ἐπειδὰν καὶ Διονύσιος παραγένηται.” Προσκυνήσας οὖν ὁ Μιθριδάτης ἀπηλλάττετο,
μόνος δὲ γενόμενος ἐκάλεσε Χαιρέαν καὶ ἔφη πρὸς
αὐτὸν “ἐγὼ κρίνομαι καὶ ἀποδοῦναί σοι θελήσας Καλλιρρόην
ἐγκαλοῦμαι· τὴν γὰρ σὴν ἐπιστολήν, ἣν
ἔγραψας πρὸς τὴν γυναῖκα, Διονύσιος ἐμέ φησι γεγραφέναι
καὶ μοιχείας ἀπόδειξιν ἔχειν ὑπολαμβάνει·
πέπεισται γὰρ σὲ τεθνάναι, καὶ πεπείσθω μέχρι τῆς
δίκης, ἵνα αἰφνίδιον ὀφθῇς.

Ταύτην ἀπαιτῶ σε τῆς
εὐεργεσίας τὴν ἀνταμοιβήν· ἀπόκρυψον σεαυτόν·
μήτε ἰδεῖν Καλλιρρόην μήτ̓ ἐξετάσαι τι περὶ αὐτῆς
καρτέρησον.” Ἄκων μέν, ἀλλ̓ ἐπείθετο Χαιρέας καὶ
λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτοῦ τὰ δάκρυα
κατὰ τῶν παρειῶν· εἰπὼν δὲ “ποιήσω, δέσποτα,
ἃ προστάττεισ” ἀπῆλθεν εἰς τὸ δωμάτιον, ἐν
ᾧ κατήγετο μετὰ Πολυχάρμου ʽ??ʼ φίλου, καὶ ῥίψας
ἑαυτὸν εἰς τοὔδαφ̔??ʼς, πεῥ??ʼενος τὸν χιτῶνα
ἀμφοτέραις χερσὶν ἑλὡ??ʼιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς, χάριεν δ̓ ᾔσχυνε πρόσωπον.
Εἶτα ἔλεγε κλάων “ἐγγύς ἐσμεν, ὦ Καλλιρρόη, καὶ
οὐχ ὁρῶμεν ἀλλήλους.

Σὺ μὲν οὖν οὐδὲν ἀδικεῖς·
οὐ γὰρ οἶδας ὅτι Χαιρέας ζῇ· πάντων δὲ ἀσεβέστατος
ἐγώ, μὴ βλέπειν σε κεκελευσμένος, καὶ ὁ δειλὸς
 
καὶ φιλόζωος μέχρι τοσούτου φέρω τυραννούμενος.
Σοὶ δὲ εἴ τις τοῦτο προσέταξεν, οὐκ ἂν ἔζησας.”

Ἐκεῖνον μὲν οὖν παρεμυθεῖτο Πολύχαρμος, ἤδη
δὲ καὶ Διονύσιος πλησίον ἐγένετο Βαβυλῶνος καὶ ἡ
 φήμη προκατελάμβανε τὴν πόλιν, ἀπαγγέλλουσα πᾶσιν
ὅτι παραγίνεται γυνή, κάλλος οὐκ ἀνθρώπινον
ἀλλά τι θεῖον, ὁποίαν ἐπὶ γῆς ἄλλην ἥλιος οὐχ ὁρᾷ·
φύσει δέ ἐστι τὸ βάρβαρον γυναιμανές, ὥστε πᾶσα
οἰκία καὶ πᾶς στενωπὸς ἐπεπλήρωτο τῆς δόξης· διέβαινε
 δὲ ἡ φήμη μέχρις αὐτοῦ βασιλέως, ὥστε καὶ
ἤρετο Ἀρταξάτην τὸν εὐνοῦχον εἰ πάρεστιν ἡ Μιλησία.

Διονύσιον δὲ καὶ πάλαι μὲν ἐλύπει τὸ περιβόητον
τῆς γυναικὸς ʽοὐ γὰρ εἶχεν ἀσφάλειαν̓, ἐπεὶ δὲ
εἰς Βαβυλῶνα ἔμελλεν εἰσιέναι, τότ̓ ἤδη καὶ μᾶλλον
 ἐνεπίμπρατο, στενάξας δὲ ἔφη πρὸς ἑαυτὸν “οὐκέτι
ταῦτα Μίλητός ἐστι, Διονύσιε, ἡ σὴ πόλις· κἀκεῖ δὲ
τοὺς ἐπιβουλεύοντας ἐφυλάττου.

Τολμηρὲ καὶ τοῦ
μέλλοντος ἀπροόρατε, εἰς Βαβυλῶνα Καλλιρρόην
ἄγεις, ὅπου Μιθριδᾶται τοσοῦτοι; Μενέλαος ἐν τῇ
 σώφρονι Σπάρτῃ τὴν Ἑλένην οὐκ ἐτήρησεν, ἀλλὰ
παρηυδοκίμησε καὶ βασιλέα βάρβαρος ποιμήν· πολλοὶ
Πάριδες ἐν Πέρσαις. Οὐχ ὁρᾷς τοὺς κινδύνους, οὐ
τὰ προοίμια; πόλεις ἡμῖν ἀπαντῶσι καὶ θεραπεύουσι
σατράπαι.

Σοβαρὡ??ʼ γέγονεν ἤδη, καὶ οὔπω βασιλεὺς
 ἑώρακεν ʽ??ʼ Μία τοίνυν σωτηρίας ἐλπὶς
διακλέψαι τὴν γὑ??ʼ φυλαχθήσεται γάρ, ἂν δυνηθῇ
λαθεῖν.” Τἁ??ʼτα λογισάμενος ἵππου μὲν ἐπέβη,
τὴν δὲ Καλλιρρόην εἴασεν ἐπὶ τῆς ἁρμαμάξης καὶ
συνεκάλυψε τὴν σκηνήν. Τάχα δ̓ ἂν καὶ προυχώρησεν,
 ὅπερ ἤθελεν, εἰ μὴ συνέβη τι τοιοῦτον.

Ἧκον παρὰ Στάτειραν, τὴν γυναῖκα τὴν βασιλέως
τῶν ἐνδοξοτάτων Περσῶν αἱ γυναῖκες καί τις εἶπεν ἐξ
 
αὐτῶν “ὦ δέσποινα, γύναιον Ἑλληνικὸν ἐπιστρατεύεται
ταῖς ἡμετέραις οἰκίαις, ὃ καὶ πάλαι μὲν πάντες
ἐθαύμαζον ἐπὶ τῷ κάλλει, κινδυνεύει δὲ ἐφ̓ ἡμῶν ἡ
δόξα τῶν Περσίδων γυναικῶν καταλυθῆναι. Φέῤ οὖν
σκεψώμεθα πῶς μὴ παρευδοκιμηθῶμεν ὑπὸ τῆς ξένης.”

Ἐγέλασεν ἡ βασίλισσα ἀπιστοῦσα τῇ φήμῃ,
ἅμα δὲ εἶπεν “ἀλαζόνες εἰσὶν Ἕλληνες καὶ πτωχοὶ καὶ
διὰ τοῦτο καὶ τὰ μικρὰ θαυμάζουσι μεγάλως. Οὕτως
φημίζουσι Καλλιρρόην καλὴν ὡς καὶ Διονύσιον
πλούσιον. Μία τοίνυν ἐξ ἡμῶν, ἐπειδὰν εἰσίῃ, φανή τω 
μετ̓ αὐτῆς, ἵνα ἀποσβέσῃ τὴν πενιχράν τε καὶ

δούλην.” Προσεκύνησαν πᾶσαι τὴν βασιλίδα καὶ τῆς
γνώμης ἀπεθαύμασαν καὶ τὸ μὲν πρῶτον ὡς ἐξ ἑνὸς
στόματος ἀνεβόησαν “εἴθε δυνατὸν ἦν ὀφθῆναί σε,
δέσποινα,” εἶτα διεσχίσθησαν αἱ. γνῶμαι· καὶ τὰς
ἐνδοξοτάτας ὠνόμαζον ἐπὶ κάλλει.

Χειροτονία δὲ
ἦν ὡς ἐν θεάτρῳ, καὶ προυκρίθη Ῥοδογύνη, θυγάτηρ
μὲν Ζωπύρου, γυνὴ δὲ Μεγαβύζου, μέγα τι χρῆμα
 κάλλους καὶ περιβόητον, οἷον τῆς Ἰωνίας Καλλιρρόη,
τοιοῦτο τῆς Ἀσίας ἡ Ῥοδογύνη. Λαβοῦσαι δὲ
αὐτὴν αἱ γυναῖκες ἐκόσμουν, ἑκάστη τι παῤ αὑτῆς
συνεισφέρουσα εἰς κόσμον· ἡ δὲ βασιλὶς ἔδωκε περιβραχιόνια καὶ ὅρμον.

Ἐπεὶ τοίνυν εἰς τὸν ἀγῶνα καλῶς αὐτὴν κατεσκεύασαν,
ὡς δῆθεν εἰς ἀπάντησιν Καλλιρρόης παρεγίνετο·
καὶ γὰρ εἶχε πρόφασιν οἰκείαν, ἐπειδὴ ἦν
ἀδελφὴ Φαρνάκου, τοῦ γράψαντος βασιλεῖ περὶ Διονυσίου.

Ἐξεχεῖτο δὲ πᾶσα Βαβυλὼν ἐπὶ τὴν θέαν καὶ
τὸ πλῆθος ἐστενοχώρει τὰς πύλας. Ἐν δὲ τῷ περιφανεστάτῳ
παραπεμπομένη βασιλικῶς ἡ Ῥοδογύνη
περιέμενεν· εἱστήκει δὲ ἁβρὰ καὶ θρυπτομένη καὶ
ὡς προκαλουμένη, πάντες δὲ εἰς αὐτὴν ἀπέβλεπον καὶ
 
διελάλουν πρὸς ἀλλήλους “νενικήκαμεν· ἡ Περσὶς
ἀποσβέσει τὴν ξένην.

Εἰ δύναται, συγκριθήτω· μαθέτωσαν
Ἕλληνες ὅτι εἰσὶν ἀλαζόνες.” Ἐν τούτῳ δὲ
ἐπῆλθεν ὁ Διονύσιος καὶ μηνυθέντος αὐτῷ τὴν Φαρνάκου
 συγγενίδα παρεῖναι, καταπηδήσας ἐκ τοῦ ἵππου
προσῆλθεν αὐτῇ φιλοφρονούμενος.

Ἐκείνη δὲ
ὑπερυθριῶσα “θέλω” φησὶ “τὴν ἀδελφὴν ἀσπάσασθαι,” καὶ ἅμα τῇ ἁρμαμάξῃ προσῆλθεν. Οὔκουν δυνατὸν
ἦν αὐτὴν ἔτι μένειν κεκαλυμμένην, ἀλλ̓ ὁ Διονύσιος
 μὲν ἄκων καὶ στένων ὑπ̓ αἰδοῦς τὴν Καλλιρρόην
προελθεῖν ἠξίωσεν· ἅμα δὲ πάντες οὐ μόνον
τοὺς ὀφθαλμοὺς ἀλλὰ καὶ τὰς ψυχὰς ἐξέτειναν καὶ
μικροῦ δεῖν ἐπ̓ ἀλλήλους κατέπεσον, ἄλλος πρὸ ἄλλου
θέλων ἰδεῖν καὶ ὡς δυνατὸν ἐγγυτάτω γενέσθαι.

Ἐξέλαμψε δὲ τὸ Καλλιρρόης πρόσωπον, καὶ μαρμαρυγὴ
κατέσχε τὰς ἁπάντων ὄψεις, ὥσπερ ἐν νυκτὶ
βαθείᾳ πολλοῦ· φωτὸς αἰφνίδιον φανέντος· ἐκπλαγέντες
δὲ οἱ βάρβαροι προσεκύνησαν καὶ οὐδεὶς ἐδόκει
Ῥοδογύνην παρεῖναι. Συνῆκε δὲ καὶ ἡ Ῥοδογύνη
 τῆς ἥττης, καὶ μήτε ἀπελθεῖν δυναμένη μήτε βλέπεσθαι
θέλουσα ὑπέδυ τὴν σκηνὴν μετὰ τῆς Καλλιρρόης,

παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν. Ἡ μὲν
ἁρμάμαξα προῄει συγκεκαλυμμένη, οἱ δὲ ἄνθρωποι,
μηκέτι ἔχοντες Καλλιρρόην ὁρᾶν, κατεφίλουν τὸν δίφρον.
 Βασιλεὺς δὲ ὡς ἤκουσεν ἀφῖχθαι Διονύσιον,
ἐκέλευσεν Ἀρταξάτην τὸν εὐνοῦχον ἀπαγγεῖλαι πρὸς
αὐτὸν “ἐχρῆν μέν σε κατηγοροῦντα ἀνδρὸς ἀρχὴν μεγάλην
πεπιστευμένου μὴ βραδύνειν· ἀφίημι δέ σοι
τὴν αἰτίαν, ὅτι μετὰ γυναικὸς ἐβάδιζες.

Ἐγὼ δὲ νῦν
 μὲν ἑορτὴν ἄγω καὶ πρὸς ταῖς θυσίαις εἰμί· τριακοστῇ
δὲ ὕστερον ἡμέρᾳ ἀκροάσομαι τῆς δίκης.” Προσκυνήσας
ὁ Διονύσιος ἀπηλλάγη.

Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην
παῤ ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον
Ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ ὅσον μὲν
ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο· καὶ γὰρ ἦν
ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη·
Διονύσιος δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν·
ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς νόμους εἰς γυναῖκα
ἐπιβουλευθείς, καὶ ὃ μεῖζόν ἐστι, τοιαύτην.

Οὐ μὴν
οὐδ̓ ἡ γυναικωνῖτις ἡ Περσῶν ἀμέριμνος ἦν, ἀλλὰ
κἀνταῦθα διῃρέθησαν αἱ πουδαί· τὸ μὲν γὰρ αὐτῶν
ἐπ̓ εὐμορφίᾳ μέγα φρονοῦν ἐφθόνει τῇ Καλλιρρόῃ
καὶ ἤθελεν αὐτὴν ἐκ τῆς δίκης ὑβρισθῆναι, τὸ
δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι
συνηύχοντο.

Τὴν νίκην δὲ ἑκάτερος αὐτῶν
ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε· Διονύσιος μὲν
θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε Μιθριδάτης πρὸς
Καλλιρρόην ὀνόματι Χαιρέου ʽζῆν γὰρ οὐδέποτε Χαιρέαν
προσεδόκἀ, Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι
ἐπέπειστο ἁλῶναι μὴ δύνασθαι. Προσεποιεῖτο δὲ δεδιέναι
καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον
λαμπροτέραν τὴν ἀπολογίαν ποιήσηται.

Ταῖς
δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν
ἕτερον διελάλουν ἢ τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ
τἀληθὲς εἰπεῖν, ὅλη ἡ Βαβυλὼν δικαστήριον ἦν.
Ἐδόκει δὲ πᾶσιν ἡ προθεσμία μακρὰ καὶ οὐ τοῖς ἄλλοις
μόνον ἀλλὰ καὶ αὐτῷ βασιλεῖ. Ποῖος ἀγὼν
Ὀλυμπικὸς ἢ νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτην ἔσχον σπουδῆς;

Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῶν ἡμερῶν, ἐκαθέσθη βασιλεύς.
Ἔστι δὲ οἶκος ἐν τοῖς βασιλείοις ἐξαιρέτως
ἀποδεδειγμένος εἰς δικαστήριον, μεγέθει καὶ κάλλει
διαφέρων· ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασιλεῖ,
 
παῤ ἑκάτερα δὲ τοῖς φίλοις καὶ ὅσοι τοῖς ἀξιώμασι
καὶ ταῖς ἀρεταῖς ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων.

Περιεστᾶσι
δὲ κύκλῳ τὸν θρόνον λοχαγοὶ καὶ ταξίαρχοι
καὶ τῶν βασιλέως ἐξελευθέρων τὸ ἐντιμότατον, ὥστε
 ἐπ̓ ἐκείνου τοῦ συνεδρίου καλῶς ἂν εἴποι τις
οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο.
Παράγονται δὲ οἱ καθεζόμενοι μετὰ σιγῆς καὶ δέους.

Τότε οὖν ἕωθεν μὲν πρῶτος ἧκε Μιθριδάτης, δορυφορούμενος
ὑπὸ φίλων καὶ συγγενῶν, οὐ πάνυ τι
 λαμπρὸς οὐδὲ φαιδρός, ἀλλ̓, ὡς ὑπεύθυνος, ἐλεεινός·
ἐπηκολούθει δὲ καὶ Διονύσιος Ἑλληνικῷ σχήματι Μιλησίαν
στολὴν ἀμπεχόμενος, τὰς ἐπιστολὰς τῇ χειρὶ
κατέχων.

Ἐπεὶ δὲ εἰσήχθησαν, προσεκύνησαν. Ἔπειτα
βασιλεὺς ἐκέλευε τὸν γραμματέα τὰς ἐπιστολὰς ἀναγνῶναι,
 τήν τε Φαρνάκου καὶ ἣν ἀντέγραψεν αὐτός,
ἵνα μάθωσιν οἱ συνδικάζοντες πῶς εἰσῆκται τὸ πρᾶγμα.
Ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν ἔπαινος ἐξερράγη
πολὺς τὴν σωφροσύνην καὶ δικαιοσύνην θαυμαζόντων
τὴν βασιλέως.

Σιωπῆς δὲ γενομένης ἔδει μὲν
 ἄρξασθαι τοῦ λόγου Διονύσιον τὸν κατήγορον, καὶ
πάντες εἰς ἐκεῖνον ἀπέβλεψαν· ἔφη δὲ Μιθριδάτης “οὐ προλαμβάνω” φησί, “δέσποτα, τὴν ἀπολογίαν,
ἀλλ̓ οἶδα τὴν τάξιν· δεῖ δὲ πρὸ τῶν λόγων ἅπαντας
παρεῖναι τοὺς ἀναγκαίους ἐν τῇ δίκῃ· ποῦ τοίνυν ἡ
 γυνή, περὶ ἧς ἡ κρίσις; ἔδοξας δ̓ αὐτὴν ἀναγκαίαν
διὰ τῆς ἐπιστολῆς καὶ ἔγραψας παρεῖναι, καὶ πάρεστι.

Μὴ οὖν Διονύσιος ἀποκρυπτέτω τὸ κεφάλαιον καὶ
τὴν αἰτίαν ὅλου τοῦ πράγματος.” Πρὸς ταῦτα ἀπεκρίνατο
Διονύσιος “καὶ τοῦτο μοιχοῦ παράγειν εἰς
 ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός, οὕτε
ἐγκαλοῦσαν οὔτε ἐγκαλουμένην αὐτήν.

Εἰ μὲν οὖν
διεφθάρη, ὡς ὑπεύθυνον ἔδει παρεῖναι· νῦν δὲ σὺ
 
ἐπεβούλευσας ἀγνοούσῃ, καὶ οὔτε μάρτυρι χρῶμαι τῇ
γυναικὶ οὔτε συνηγόρῳ. Τί οὖν ἀναγκαῖον παρεῖναι
τὴν κατ̓ οὐδὲν μετέχουσαν τῆς δίκης;” Ταῦτα δικανικῶς
μὲν εἶπεν ὁ Διονύσιος, πλὴν οὐδένα ἔπειθεν·

ἐπεθύμουν γὰρ πάντες Καλλιρρόην ἰδεῖν. Αἰδουμένου
δὲ κελεῦσαι βασιλέως πρόφασιν ἔσχον οἱ φίλοι
τὴν ἐπιστολήν· ἐκλήθη γὰρ ὡς ἀναγκαία. “Πῶς οὖν
οὐκ ἄτοπον” ἔφη τις “ἐξ Ἰωνίας μὲν ἐλθεῖν, ἐν Βαβυλῶνι

δὲ οὖσαν ὑστερεῖν;” Ἐπεὶ τοίνυν ὡρίσθη καὶ
Καλλιρρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς ὁ Διονύσιος,
ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν
τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν
εἰς δικαστήριον οὐδὲν εἰδυῖαν ʽεἰκὸς γὰρ ἦν καὶ
ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην̓ εἰς τὴν
ὑστεραίαν ὑπερέθετο τὴν δίκην.

Καὶ τότε μὲν οὕτως διελύθησαν· ἀφικόμενος δὲ
εἰς τὴν οἰκίαν ὁ Διονύσιος, οἷα δὴ φρόνιμος ἀνὴρ καὶ
πεπαιδευμένος λόγους τῇ γυναικὶ προσήνεγκεν ὡς
ἐν τοιούτοις πιθανωτάτους, ἐλαφρῶς τε καὶ πράως
ἕκαστα διηγούμενος. Οὐ μὴν ἀδακρυτί γε ἤκουσεν
ἡ Καλλιρρόη, πρὸς τοὔνομα δὲ τὸ Χαιρέου πολλὰ
ἀνέκλαυσε καὶ πρὸς τὴν δίκην ἐδυσχέρανε.

“Τοῦτο
γὰρ” φησὶ “μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, εἰσελθεῖν
εἰς δικαστήριον. Τέθνηκα καὶ κεκήδευμαι, τετυμβωρύχημαι,
πέπραμαι, δεδούλευκα· ἰδού, Τύχη,
καὶ κρίνομαι. Οὐκ ἤρκει σοι διαβαλεῖν ἀδίκως με
πρὸς Χαιρέαν, ἀλλ̓ ἔδωκάς μοι παρὰ Διονυσίῳ μοιχείας
ὑπόθεσιν.

Τότε μου τὴν διαβολὴν ἐπόμπευσας
τάφῳ, νῦν δὲ βασιλικῷ δικαστηρίῳ. Διήγημα καὶ
τῆς Ἀσίας καὶ τῆς Εὐρώπης γέγονα. Ποίοις ὀφθαλμοῖς
ὄψομαι τὸν δικαστήν; οἵων ἀκοῦσαί με δεῖ ῥημάτων;
κάλλος ἐπίβουλον, εἰς τοῦτο μόνον ὑπὸ τῆς
 
φύσεως δοθέν, ἵνα μου πλησθήσῃ τῶν διαβολῶν.

Ἑρμοκράτους θυγάτηρ κρίνεται καὶ τὸν πατέρα συνήγορον
οὐκ ἔχει· οἱ μὲν γὰρ ἄλλοι ἐπὰν εἰς δικαστήριον
εἰσίωσιν, εὔνοιαν εὔχονται καὶ χάριν, ἐγὼ δὲ
 φοβοῦμαι μὴ ἀρέσω τῷ δικαστῇ.”

Τοιαῦτα ὀδυρομένη τὴν ἡμέραν ὅλην ἀθύμως
διήγαγε καὶ μᾶλλον ἐκείνης Διονύσιος· νυκτὸς δὲ
ἐπελθούσης ὄναρ ἔβλεπεν αὑτὴν ἐν Συρακούσαις
παρθένον εἰς τὸ τῆς Ἀφροδίτης τέμενος εἰσιοῦσαν
 κἀκεῖθεν ἐπανιοῦσαν ὁρῶσαν Χαιρέαν καὶ τὴν τῶν
γάμων ἡμέραν καὶ ἐστεφανωμένην τὴν πόλιν ὅλην
καὶ προπεμπομένην αὑτὴν ὑπὸ πατρὸς καὶ μητρὸς
εἰς τὴν οἰκίαν τοῦ νυμφίου.

Μέλλουσα δὲ καταφιλεῖν
Χαιρέαν ἐκ τῶν ὕπνων ἀνέθορε καὶ καλέσασα
 Πλαγγόνα ʽΔιονύσιος γὰρ ἔφθη προεξαναστάς, ἵνα
μελετήσῃ τὴν δίκην̓ τὸ ὄναρ διηγεῖτο. Καὶ ἡ Πλαγγὼν
ἀπεκρίνατο “θάρρει, δέσποινα, καὶ χαῖρε· καλὸν
ἐνύπνιον εἶδες· πάσης ἀπολυθήσῃ φροντίδος·

ὥσπερ γὰρ ὄναρ ἔδοξας, οὕτω καὶ ὕπαρ. Ἄπιθι εἰς
 τὸ βασιλέως δικαστήριον ὡς ἱερὸν Ἀφροδίτης, ἀναμνήσθητι
σαυτῆς, ἀναλάμβανε τὸ κάλλος τὸ νυμφικόν.” Καὶ ταῦτα ἅμα λέγουσα ἐνέδυε καὶ ἐκόσμει
τὴν Καλλιρρόην, ἡ δὲ αὐτομάτως ψυχὴν εἶχεν ἱλαράν,
ὥσπερ προμαντευομένη τὰ μέλλοντα.

Ἕωθεν οὖν ὠθισμὸς ἦν περὶ τὰ βασίλεια καὶ μέχρις
ἔξω πλήρεις οἱ στενωποί· πάντες γὰρ συνέτρεχον
τῷ μὲν δοκεῖν ἀκροαταὶ τῆς δίκης, τὸ δὲ ἀληθὲς
Καλλιρρόης θεαταί· τοσούτῳ δὲ ἔδοξε κρείττων
ἑαυτῆς, ὅσῳ τὸ πρότερον τῶν ἄλλων γυναικῶν.

Εἰσῆλθεν
 οὖν εἰς τὸ δικαστήριον, οἵαν ὁ θεῖος ποιητὴς
τὴν Ἑλένην ἐπιστῆναί φησι τοῖς ἀμφὶ Πρίαμον
 
 καὶ Πάνθοον ἠδὲ Θυμοίτην δημογέρουσιν·
ὀφθεῖσα δὲ θάμβος ἐποίησε καὶ σιωπήν,
πάντες δ̓ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι·
καὶ εἴγε Μιθριδάτην ἔδει πρῶτον εἰπεῖν, οὐκ ἂν
ἔσχε φωνήν. Ὥσπερ γὰρ ἐπί τι τραῦμα παλαιὸν τὴν
ἐρωτικὴν ἐπιθυμίαν σφοδροτέραν αὖθις ἐλάμβανε πληγήν.

Ἤρξατο δὲ Διονύσιος τῶν λόγων οὕτως “χάριν ἔχω
σοι τῆς τιμῆς, βασιλεῦ, ἣν ἐτίμησας κἀμὲ καὶ σωφροσύνην
καὶ τοὺς πάντων γάμους· οὐ γὰρ περιεῖδες ἄνδρα
ἰδιώτην ἐπιβουλευθέντα ὑπὸ ἡγεμόνος, ἀλλ̓ ἐκάλεσας,
ἵνα ἐπ̓ ἐμοῦ μὲν ἐκδικήσῃς τὴν ἀσέλγειαν καὶ ὕβριν,

ἀπὸ τῶν ἄλλων δὲ κωλύσῃς. Μείζονος δὲ τιμωρίας
ἄξιον τὸ ἔργον γέγονε καὶ διὰ τὸν ποιήσαντα. Μιθριδάτης
γάρ, οὐκ ἐχθρὸς ὢν ἀλλὰ ξένος ἐμὸς καὶ
φίλος, ἐπίβουλος ἐμοί, καὶ οὐκ εἰς ἄλλο τι τῶν κτημάτων,
ἀλλ̓ εἰς τὸ τιμιώτερον ἐμοὶ σώματός τε καὶ
ψυχῆς, τὴν γυναῖκα.

Ὃν ἐχρῆν, εἴ τις ἄλλος ἐπλημμέλησεν
εἰς ἡμᾶς, αὐτὸν βοηθεῖν, εἰ καὶ μὴ δἰ ἐμὲ
τὸν φίλον, ἀλλὰ διὰ σὲ τὸν βασιλέα. Σὺ γὰρ ἐνεχείρισας
αὐτῷ τὴν μεγίστην ἀρχήν, ἧς ἀνάξιος φανεὶς
κατῄσχυνε, μᾶλλον δὲ προύδωκε τὸν πιστεύσαντα
τὴν ἀρχήν.

Τὰς μὲν οὖν δεήσεις τὰς Μιθριδάτου
καὶ τὴν δύναμιν καὶ τὴν παρασκευήν, ὅσῃ χρῆται
πρὸς τὸν ἀγῶνα, ὅτι οὐκ ἐξ ἴσου καθεστήκαμεν, οὐδὲ
αὐτὸς ἀγνοῶ· θαρρῶ δέ, βασιλεῦ, τῇ σῇ δικαιοσύνῃ
καὶ τοῖς γάμοις καὶ τοῖς νόμοις, οὓς ὁμοίως σὺ πᾶσι
τηρεῖς.

Εἰ γὰρ μέλλεις αὐτὸν ἀφιέναι, πολὺ βέλτιον
ἦν μηδὲ καλέσαι· τότε μὲν γὰρ ἐφοβοῦντο πάντες,
ὡς κολασθησομένης τῆς ἀσελγείας, ἐὰν εἰς κρίσιν εἰσέλθῃ·
καταφρονήσει δὲ λοιπόν, ἐὰν κριθεὶς παρὰ
σοὶ μὴ κολασθῇ. Ὁ δὲ ἐμὸς λόγος σαφής ἐστι καὶ
 
σύντομος. Ἀνήρ εἰμι Καλλιρρόης ταύτης, ἤδη δὲ ἐξ
αὐτῆς καὶ πατήρ, γήμας οὐ παρθένον, ἀλλ̓ ἀνδρὸς
προτέρου γενομένην, Χαιρἔου τοὔνομα, πάλαι τεθνεῶτος,

οὗ καὶ τάφος ἐστὶ παῤ ἡμῖν. Μιθριδάτης
 οὖν ἐν Μιλήτῳ γενόμενος καὶ θεασάμενός μου τὴν
γυναῖκα διὰ τὸ τῆς ξενίας δίκαιον, τὰ μετὰ ταῦτα
οὐκ ἔπραξεν οὔτε ὡς φίλος οὔτε ὡς ἀνὴρ σώφρων
καὶ κόσμιος, ὁποίους σὺ βούλει εἶναι τοὺς τὰς σὰς
πόλεις ἐγκεχειρισμένους, ἀλλ̓ ἀσελγὴς ὤφθη καὶ τυραννικός.

Ἐπιστάμενος δὲ τὴν σωφροσύνην καὶ φιλανδρίαν
τῆς γυναικὸς λόγοις μὲν ἢ χρήμασι πεῖσαι
αὐτὴν ἀδύνατον ἔδοξε, τέχνην δὲ ἐξεῦρεν ἐπιβουλῆς,
ὡς ᾤετο, πιθανωτάτην· τὸν γὰρ πρότερον αὐτῆς
ἄνδρα Χαιρέαν ὑπεκρίνατο ζῆν καὶ πλάσας ἐπιστολὰς
 ἐπὶ τῷ ὀνόματι τῷ ἐκείνου πρὸς Καλλιρρόην
ἔπεμψε διὰ δούλων.

Ἡ δὲ σὴ τύχη, βασιλεῦ, ἄξιον
ὄντα κατέστησε καὶ ἡ πρόνοια τῶν ἄλλων θεῶν
φανερὰς ἐποίησε τὰς ἐπιβουλάς· τοὺς γὰρ δούλους
μετὰ τῶν ἐπιστολῶν ἔπεμψε πρὸς ἐμὲ Βίας ὁ στρατηγὸς
 Πριηνέων, ἐγὼ δὲ φωράσας ἐμήνυσα τῷ σατράπῃ
Λυδίας καὶ Ἰωνίας Φαρνάκῃ, ἐκεῖνος δὲ σοί.

Τὸ μὲν διήγημα εἴρηκα τοῦ πράγματος, περὶ οὗ
δικάζεις· αἱ δὲ ἀποδείξεις ἄφυκτοι· δεῖ γὰρ δυοῖν
θάτερον, ἢ Χαιρέαν ζῆν, ἢ Μιθριδάτην ἠλέγχθαι
 μοιχόν. Καὶ γὰρ οὐδὲ τοῦτο δύναται λέγειν, ὅτι τεθνηκέναι
Χαιρέαν ἠγνόει· τούτου γὰρ ἐν Μιλήτῳ
παρόντος ἐχώσαμεν ἐκείνῳ τὸν τάφον, καὶ συνεπένθησεν
ἡμῖν.

Ἀλλ̓ ὅταν μοιχεῦσαι θέλῃ Μιθριδάτης,
ἀνίστησι τοὺς νεκρούς. Παύσομαι τὴν ἐπιστολὴν
 ἀναγνούς, ἣν οὗτος διὰ τῶν ἰδίων δούλων ἔπεμψεν
εἰς Μίλητον ἐκ Καρίας. Λέγε λαβών Χαιρέας ζῶ.
Τοῦτο ἀποδειξάτω Μιθριδάτης καὶ ἀφείσθω. Λόγισαι
 
δέ, βασιλεῦ, πῶς ἀναίσχυντός ἐστι μοιχός, ὅπου
καὶ νεκροῦ καταψεύδεται.”

Ταῦτα εἰπὼν ὁ Διονύσιος παρώξυνε τοὺς ἀκούοντας
καὶ εὐθὺς εἶχε τὴν ψῆφον, θυμωθεὶς δὲ βασιλεὺς
εἰς Μιθριδάτην πικρὸν καὶ σκυθρωπὸν ἀπέβλεψε.

Μηδὲν οὖν καταπλαγεὶς ἐκεῖνος “δέομαί σου” φησί, “βασιλεῦ, δίκαιος γὰρ εἶ καὶ φιλάνθρωπος, μὴ
καταγνῷς μου, πρὶν ἀκούῃς τῶν λόγων ἑκατέρωθεν,
μηδὲ ἄνθρωπος Ἕλλην, πανούργως συνθεὶς κατ̓
ἐμοῦ ψευδεῖς διαβολάς, πιθανώτερος γένηται παρὰ
σοὶ τῆς ἀληθείας.

Συνίημι δὲ ὅτι βαρεῖ με πρὸς
ὑποψίαν τὸ κάλλος τῆς γυναικός· οὐδενὶ γὰρ ἄπιστον
φαίνεται θελῆσαί τινα Καλλιρρόην διαφθεῖραι. Ἐγὼ
δὲ καὶ τὸν ἄλλον βίον ἔζησα σωφρόνως καὶ πρώτην
ταύτην ἔσχηκα διαβολήν· εἰ δέ γε καὶ ἀκόλαστος καὶ
ἀσελγὴς ἐτύγχανον, ἐποίησεν ἄν με βελτίω τὸ παρὰ
σοῦ τοσαύτας πόλεις πεπιστεῦσθαι.

Τίς οὕτως ἐστὶν
ἀνόητος, ἵνα ἕληται τὰ τηλικαῦτα ἀγαθὰ μιᾶς ἡδονῆς
ἕνεκεν ἀπολέσαι καὶ ταύτης αἰσχρᾶς; εἰ δὲ ἄρα τι καὶ
συνῄδειν ἐμαυτῷ πονηρόν, ἐδυνάμην καὶ παραγράψασθαι
τὴν δίκην· Διονύσιος γὰρ οὐχ ὑπὲρ γυναικὸς
ἐγκαλεῖ κατὰ νόμους αὐτῷ γαμηθείσης, ἀλλὰ
πωλουμένην ἠγόρασεν αὐτήν· ὁ δὲ τῆς μοιχείας νόμος
οὐκ ἔστιν ἐπὶ δούλων.

Ἀναγνώτω σοι πρῶτον τὸ
γραμματεῖον τῆς ἀπελευθερώσεως, εἶτα τότε γάμον
εἰπάτω. Γυναῖκα τολμᾷς ὀνομάζειν, ἣν ἀπέδοτό σοι
ταλάντου Θήρων ὁ λῃστής, κἀκεῖνος ἁρπάσας ἐκ τάφου;
ʽἈλλἂ φὴς ʽἐλευθέραν οὖσαν ἐπριάμην.ʼ Οὐκοῦν
ἀνδραποδιστὴς εἶ σὺ καὶ οὐκ ἀνήρ. Πλὴν ὡς ἀνδρὶ
νῦν ἀπολογήσομαι.

Γάμον νόμιζε τὴν πρᾶσιν καὶ
προῖκα τὴν τιμήν· Μιλησία σήμερον ἡ Συρακουσία
 
δοξάτω. Μάθε, δέσποτα, ὅτι Διονύσιον οὔτε ὡς
ἄνδρα οὔτε ὡς κύριον ἠδίκηκα. Πρῶτον μὲν γὰρ οὐ
γενομένην, ἀλλ̓ ὡς μέλλουσαν μοιχείαν ἐγκαλεῖ, καὶ
πρᾶξιν οὐκ ἔχων εἰπεῖν· ἀναγινώσκει γραμματεῖα
κενά.

Τὰς δὲ τιμωρίας οἱ νόμοι τῶν ἔργων λαμβάνουσι.
Προφέρεις ἐπιστολήν. Ἐδυνάμην εἰπεῖν ʽοὐ
γέγραφα· χεῖρα ἐμὴν οὐκ ἔχεις· Καλλιρρόην Χαιρέας
ζητεῖ· κρῖνε τοίνυν μοιχείας ἐκεῖνον.ʼ ʽΝαἲ
φής· ʽἀλλὰ Χαιρέας μὲν τ̔??ʼθνηκε, σὺ δ̓ ὀνόματι τοῦ
νεκροῦ τὴν γυναῖκά μου διέφθειρας.ʼ Προκαλῇ με,

Διονύσιε, πρόκλησιν οὐδαμῶς σοι συμφέρουσαν.
Μαρτύρομαι· φίλος εἰμί σου καὶ ξένος. Ἀπόστηθι
τῆς κατηγορίας· συμφέρει σοι. Βασιλέως δεήθητι
παραπέμψαι τὴν δίκην. Παλινῳδίαν εἰπὲ ʽΜιθριδάτης
 οὐδὲν ἀδικεῖ· μάτην ἐμεμψάμην αὐτόν.ʼ Ἂν δὲ
ἐπιμείνῃς, μετανοήσεις· κατὰ σαυτοῦ τὴν ψῆφον
οἴσεις. Προλέγω σοι, Καλλιρρόην ἀπολεῖς. Οὐκ
ἐμὲ βασιλεὺς ἀλλὰ δὲ μοιχὸν εὑρήσει.”

Ταῦτα εἰπὼν ἐσίγησεν· ἅπαντες δὲ εἰς Διονύσιον
 ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ
προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας ἢ
βεβαίως ἐμμένει. Τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου
τί ποτε ᾖν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον
δὲ ὑπελάμβανον εἰδέναι. Κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ̓
ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ.

Ἔλεγεν οὖν “εἰπὲ” φησὶν “ὅ τι ποτὲ καὶ θέλεις· οὐδὲ γὰρ ἐξαπατήσεις
με σοφίσμασι καὶ οὐκ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ̓
εὑρεθήσεταί ποτε Διονύσιος συκοφαντῶν.”

Ἔνθεν ἑλὼν ὁ Μιθριδάτης φωνὴν ἐπῆρε καὶ
 ὥσπερ ἐπὶ θειασμὸν “θεοὶ” φησὶ “βασίλειοι ἐπουράνιοί
τε καὶ ὑποχθόνιοι, βοηθήσατε ἀνδρὶ ἀγαθῷ,
πολλάκις ὑμῖν εὐξαμένῳ δικαίως καὶ θύσαντι μεγαλοπρεπῶς·
 
ἀπόδοτέ μοι τὴν ἀμοιβὴν τῆς εὐσεβείας
συκοφαντουμένῳ· χρήσατέ μοι κἂν εἰς τὴν δίκην
Χαιρέαν. Φάνηθι, δαῖμον ἀγαθέ· καλεῖ σε ἡ σὴ
Καλλιρρόη· μεταξὺ δὲ ἀμφοτέρων, ἐμοῦ τε καὶ Διονυσίου
στὰς εἶπον βασιλεῖ τίς ἐστιν ἐξ ἡμῶν μοιχός.”

Ἔτι δὲ λέγοντος ʽοὕτω γὰρ ἦν διατεταγμένον̓
προῆλθε Χαιρέας αὐτός. Ἰδοῦσα δὲ ἡ Καλλιρρόη
ἀνέκραγε “Χαιρέα, ζῇς;” καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν·
κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος οὐκ
εἴασεν ἀλλήλοις περιπλακῆναι.

Τίς ἂν φράσειε κατ̓
ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς
ἐπὶ σκηνῆς παράδοξον μῦθον οὕτως εἰσήγαγεν;
ἔδοξας ἂν ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει·
πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος,

ἀπιστία, εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ
συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρρόης
ἠπόρουν. Μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη
καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις
τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα· ἐδόκει
δ̓ ἄν μοι καὶ βασιλεὺς τότε θέλειν Χαιρέας εἶναι.

Συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς
πόλεμος· ἐκείνοις δὲ καὶ μᾶλλον πρὸς ἀλλήλους
ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε,
εἰ μὴ διὰ τὴν αἰδῶ τὴν πρὸς βασιλέα, κἂν χεῖρας ἀλλήλοις
προσέβαλλον.

Προῆλθον δὲ μέχρι ῥημάτων.
Χαιρέας μὲν ἔλεγε “πρῶτός εἰμι ἀνήρ,” Διονύσιος δὲ “ἐγὼ βεβαιότερος.” “Μὴ γὰρ ἀφῆκα τὴν γυναῖκα;” “Ἀλλ̓ ἔθαψας αὐτήν.” “Δεῖξον γάμου διάλυσιν.” “Τὸν τάφον ὁρᾷς.” “Ἐμοὶ πατὴρ ἐξέδωκεν.” “Ἐμοὶ
δὲ αὐτὴ ἑαυτήν.” “Ἀνάξιος εἶ τῆς Ἑρμοκράτους
θυγατρός.” “Σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος.” “Ἀπαιτῶ Καλλιρρόην.” “Ἐγὼ δὲ κατέχω.” “Σὺ τὴν ἀλλοτρίαν κρατεῖς.” “Σὺ τὴν σὴν ἀπέκτεινας.”

“Μοιχέ.” “Φονεῦ.” Ταῦτα πρὸς ἀλλήλους μαχόμενοι·
οἱ δ̓ ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς. Καλλιρρόη
μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλάουσα,
 Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη· βασιλεὺς
δὲ μεταστησάμενος ἅπαντας, ἐβουλεύετο μετὰ τῶν
φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο,
ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ
τῆς γυναικός.

Καὶ τοῖς μὲν ἐδόκει μὴ βασιλικὴν εἶναι
 τὴν κρίσιν· “τῆς μὲν γὰρ Μιθριδάτου κατηγορίας
εἰκότως ἤκουσας, σατράπης γὰρ ἦν,” τούτους δὲ
ἰδιώτας πάντας εἶναι· οἱ δὲ πλείονες τἀναντία συνεβούλευον
καὶ διὰ τὸν πατέρα τῆς γυναικὸς οὐκ ἄχρηστον
γενόμενον τῇ βασιλέως οἰκίᾳ καὶ ὅτι οὐκ ἔξωθεν
 ἐκάλει τὴν κρίσιν ἐπ̓ αὐτόν, ἀλλὰ σχεδὸν μέρος
οὖσαν ἧς ἐδίκαζεν ἤδη· τὴν γὰρ ἀληθεστάτην αἰτίαν
οὐκ ἤθελον ὁμολογεῖν, ὅτι τὸ τῆς Καλλιρρόης κάλλος
δυσαπόσπαστον τοῖς ὁρῶσι.

Πάλιν οὖν προσκαλεσάμενος
οὓς μετεστήσατο “Μιθριδάτην μὲν” εἶπεν “ἀφίημι, καὶ ἀπίτω τῆς ὑστεραίας ἐπὶ τὴν σατραπείαν
τὴν ἰδίαν δῶρα παῤ ἐμοῦ λαβών· Χαιρέας δὲ
καὶ Διονύσιος λεγέτωσαν ἑκάτερος ἅπερ ἔχει δίκαια
περὶ τῆς γυναικός· προνοεῖσθαι γάρ με δεῖ τῆς θυγατρὸς
Ἑρμοκράτους τοῦ καταπολεμήσαντος Ἀθηναίους

τοὺς ἐμοί τε καὶ Πέρσαις ἐχθίστους.” Ῥηθείσης
δὲ τῆς ἀποφάσεως Μιθριδάτης μὲν προσεκύνησεν,
ἀπορία δὲ τοὺς ἄλλους κατέλαβεν. Ἰδὼν δὲ
βασιλεὺς ἀμηχανοῦντας αὐτοὺς “οὐκ ἐπείγω” φησὶν “ὑμᾶς, ἀλλὰ συγχωρῶ παρασκευασαμένους ὑμᾶς ἐπὶ
 τὴν δίκην ἥκειν. Δίδωμι δὲ πέντε ἡμερῶν διάστημα·
ἐν δὲ τῷ μεταξὺ Καλλιρρόης ἐπιμελήσεται Στάτειρα
ἡ ἐμὴ γυνή· οὐ γάρ ἐστι δίκαιον μέλλουσαν αὐτὴν
 
κρίνεσθαι περὶ ἀνδρὸς μετὰ ἀνδρὸς ἥκειν ἐπὶ τὴν κρίσιν.”

Ἐξῄεσαν οὖν τοῦ δικαστηρίου οἱ μὲν ἄλλοι πάντες
σκυθρωποί, μόνος δὲ Μιθριδάτης γεγηθώς. Λαβὼν
δὲ τὰ δῶρα καὶ τὴν νύκτα καταμείνας ἕωθεν εἰς
Καρίαν ὥρμησε λαμπρότερος ἢ πρόσθεν.

Τὴν δὲ Καλλιρρόην εὐνοῦχοι παραλαβόντες ἤγαγον
πρὸς τὴν βασιλίδα, μηδὲν αὐτῇ προειπόντες·
ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται. Θεασαμένη
δὲ αἰφνίδιον ἡ Στάτειρα τῆς κλίνης ἀνέθορε
δόξασα Ἀφροδίτην ἐφεστάναι, καὶ γὰρ ἐξαιρέτως
ἐτίμα τὴν θεόν·

ἡ δὲ προσεκύνησεν. Ὁ δὲ εὐνοῦχος
νοήσας τὴν ἔκπληξιν αὐτῆς “Καλλιρρόη” φησὶν “αὕτη
ἐστί· πέπομφε δὲ αὐτὴν βασιλεύς, ἵνα παρὰ σοὶ φυλάττηται
μέχρι τῆς δίκης.” ἀσμένη τοῦτο ἤκουσεν
ἡ Στάτειρα καὶ πᾶσαν ἀφεῖσα γυναικείαν φιλονεικίαν
εὐνουστέρα τῇ Καλλιρρόῃ διὰ τὴν τιμὴν ἐγένετο·

ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ. Λαβομένη δὲ
τῆς χειρὸς αὐτῆς “θάρρει” φησίν, “ὦ γύναι, καὶ
παῦσαι δακρύσυσα· χρηστός ἐστι βασιλεύς. Ἕξεις
ἄνδρα, ὃν θέλεις· ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ.
Βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας
γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην.” Ἡδέως ἡ Καλλιρρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ
ἠρεμίας.

Ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν,
ἁψαμένη τῶν ὀφθαλμῶν “εἴδετε” φησὶ “Χαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας οὑμός,
ἢ καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ
τὴν δίκην εἴδωλον ἔπεμψε· λέγουσι γὰρ ἐν Πέρσαις
εἶναι μάγους.

Ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς
εἰδώς. Πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι;
μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν.” Ταῦτα
 
διαλογιζομένης ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ
γυναικῶν· πᾶσαι γὰρ συνέτρεχον πρὸς τὴν βασιλίδα,
νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρρόην ἰδεῖν.

Ἡ δὲ Στάτειρα εἶπεν “ἀφῶμεν αὐτήν· διάκειται
 γὰρ πονήρως· ἔχομεν δὲ ἡμέρας καὶ βλέπειν καὶ
ἀκούειν καὶ λαλεῖν.” Λυπούμεναι δὲ ἀπῄεσαν καὶ
τῆς ὑστεραίας ἕωθεν ἀφικνοῦνται· καὶ τοῦτο πάσαις
ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς, ὥστε πολυανθρωποτέραν
γενέσθαι τὴν βασιλέως οἰκίαν.

Ἀλλὰ
 καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον,
ὡς δῆθεν πρὸς Στάτειραν. Ἐπέμπετο δὲ
Καλλιρρόῃ δῶρα πολυτελῆ, καὶ παῤ οὐδενὸς ἐλάμβανε,
φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης,
μελανείμων, ἀκόσμητος, καθημένη. Ταῦτα καὶ λαμπροτέραν
 αὐτὴν ἀπεδείκνυε. Πυθομένης δὲ τῆς βασιλίδος
ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο,
ἀλλὰ μόνον ἔκλαυσε.

Καλλιρρόη μὲν οὖν ἐν τούτοις ἦν, Διονύσιος
δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως,
 διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν,
τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον
ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν·

ἐξεκάετο
γὰρ σφοδρότερον ἢ ἐν Μιλήτῳ. Ἀρχόμενος γὰρ τῆς
ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ
 πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων
εὐεργεσία καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα
τὸ ἀπροσδόκητον.

Ἐξαίφνης οὖν ἀνεβόα πολλάκις “ποῖος οὗτος ἐπ̓
ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων
 θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ
τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας,
ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. Τί γὰρ
 
ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες;

τί δὲ πατέρα ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;” Μεταξὺ
δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάων “τέκνον
ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι,
νῦν δὲ ἀκαίρως· ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ
ἔρωτος ἀτυχοῦς ὑπόμνημα.

Παιδίον μὲν εἶ, πλὴν οὐ
παντελῶς ἀναίσθητον ὧν ὁ πατήρ σου δυστυχεῖ.
Κακὴν ἀποδημίαν ἤλθομεν· οὐκ ἔδει Μίλητον καταλιπεῖν·
Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. Τὴν μὲν πρώτην
δίκην νενίκημαι· Μιθριδάτης μου κατηγόρει·
περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι· οὐδὲ γὰρ
μείων ὁ κίνδυνος· δύσελπιν δέ με πεποίηκε τῆς δίκης
τὸ προοίμιον.

Ἄκριτος ἀφῄρημαι γυναικὸς καὶ
περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου
χαλεπώτερον, οὐκ οἶδα Καλλιρρόη τίνα θέλει.
Σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν.
Καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός.

Κλαῦσον, καταφίλησον, εἰπὲ ʽμῆτερ, ὁ πατήρ μου
φιλεῖ σε,ʼ ὀνειδίσῃς δὲ μηδέν. Τί λέγεις, παιδαγωγέ;
οὐδεὶς ὑμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; ὦ
τυραννίδος δεινῆς. Ἀποκλείουσιν υἱὸν πρὸς μητέρα
πατρὸς ἥκοντα πρεσβευτήν.”

Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως
μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ
πένθος κατεῖχεν ἀπαρηγόρητον. Προσποιησάμενος
οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην,
ὡς εὐεργέτην ἀμφοῖν· μόνος δὲ γενόμενος
ἧψε βρόχον, καὶ μέλλων ἐπ̓ αὐτὸν ἀναβαίνειν “εὐτυχέστερον μὲν” εἶπεν “ἀπέθνησκον, εἰ ἐπὶ τὸν
σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία ψευδὴς
ἐν Καρίᾳ δεδεμένῳ· τότε μὲν γὰρ ἀπηλλαττόμην
ζωῆς ἠπατημένος ὑπὸ Καλλιρρόης φιλεῖσθαι, νῦν
 
δὲ ἀπολώλεκα οὐ μόνον τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου
τὴν παραμυθίαν.

Καλλιρρόη με ἰδοῦσα οὐ προσῆλθεν,
οὐ κατεφίλησεν· ἐμοῦ παρεστῶτος ἄλλον ᾐδεῖτο.
Μηδὲν δυσωπείσθω· φθάσω τὴν κρίσιν· οὐ περιμενῶ
 τέλος ἄδοξον. Οἶδα ὅτι μικρὸς ἀνταγωνιστής
εἰμι Διονυσίου, ξένος ἄνθρωπος καὶ πένης καὶ ἀλλότριος
ἤδη. Σὺ μὲν εὐτυχοίης, ὦ γύναι· γυναῖκα γάρ
σε καλῶ, κἂν ἕτερον φιλῇς. Ἐγὼ δὲ ἀπέρχομαι καὶ
οὐκ ἐνοχλῶ τοῖς σοῖς γάμοις. Πλούτει καὶ τρύφα καὶ
 τῆς Ἰωνίας ἀπόλαυε πολυτελείας. Ἔχε ὃν θέλεις.

Ἀλλὰ νῦν ἀληθῶς ἀποθανόντος Χαιρέου αἰτοῦμαί σε,
Καλλιρρόη, χάριν τελευταίαν. Ὅταν ἀποθάνω, πρόσελθέ
μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον
ʽτοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον̓, εἰπὲ
 δὲ προσκύψασα τῇ στήλῃ, κἂν ἀνήρ, κἂν βρέφος ὁρᾷ,
ʽοἴχῃ, Χαιρέα, νῦν ἀληθῶς· νῦν ἀπέθανες· ἐγὼ

γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.ʼ Ἀκούσομαί
σου, γύναι· τάχα καὶ πιστεύσω. Ἐνδοξότερόν με
ποιήσεις τοῖς κάτω δαίμοσιν.
 Εἰ δὲ θανόντων περ καταλήθοντ̓ εἰν ἀΐδαο,
αὐτὰρ ἐγὼ καὶ. κεῖθι φίλης μεμνήσομαί
σου.” Τοιαῦτα ὀδυράμενος κατεφίλει τὸν βρόχον “σύ
μοι” λέγων “παραμυθία καὶ συνή γορος · διὰ σὲ
νικῶ·

σύ με Καλλιρρόης μᾶλλον ἔστερξας.” Ἀναβαίνοντος
 αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέστη
Πολύχαρμος ὁ φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν
μηκέτι παρηγορεῖν δυνάμενος. Ἤδη δὲ καὶ ἡ
προθεσμία τῆς δίκης καθειστήκει.

Ἐπεὶ δὲ ἔμελλε βασιλεὺς τῇ ὑστεραίᾳ δικάζειν
πότερον Χαιρέου γυναῖκα Καλλιρρόην εἶναι δεῖ ἢ
Διονυσίου, μετέωρος ἦν πᾶσα Βαβυλών, καὶ ἐν οἰκίαις
τε πρὸς ἀλλήλους καὶ ἐν τοῖς στενωποῖς οἱ
ἀπαντῶντες ἔλεγον “αὔριον τῆς Καλλιρρόης οἱ γάμοι.

Τίς εὐτυχέστερος ἄρα;” Διέσχιστο δὲ ἡ πόλις,
καὶ οἱ μὲν Χαιρέᾳ σπεύδοντες ἔλεγον “πρῶτος ἦν
ἀνήρ, παρθένον ἔγημεν, ἐρῶσαν ἐρῶν· πατὴρ ἐξέδωκεν
αὐτῷ, πατρὶς ἔθαψε· τοὺς γάμους οὐκ ἀπέλιπεν,
ἀπελείφθη· Διονύσιος δὲ ἠγόρασεν, οὐκ
ἔγημεν· λῃσταὶ ἐπώλησαν· οὐκ ἐξὸν δὲ τὴν ἐλευθέραν

ἀγοράσαι.” Οἱ δὲ Διονυσίῳ σπεύδοντες ἀντέλεγον
πάλιν “ἐξήγαγε πειρατῶν παῤ οὐδὲν μέλλουσαν
φονεύεσθαι· τάλαντον ἔδωκεν ὑπὲρ τῆς σωτηρίας
αὐτῆς· πρῶτον ἔσωσεν, εἶτα ἔγημε· Χαιρέας
δὲ γήμας ἀπέκτεινε· μνημονεύειν ὀφείλει Καλλιρρόη
τοῦ γάμου· χρηστὸν δὲ Διονυσίῳ πρόσεστιν εἰς τὸ

νικᾶν ὅτι καὶ τέκνον ἔχουσι κοινόν.” Ταῦτα μὲν οὖν
οἱ ἄνδρες· αἱ δὲ γυναῖκες οὐκ ἐρρητόρευον μόνον,
ἀλλὰ καὶ συνεβούλευον ὡς παρούσῃ “Καλλιρρόη, μὴ
προῇς τὸν παρθένιον· ἑλοῦ τὸν πρῶτον φιλήσαντα,
τὸν πολίτην, ἵνα καὶ τὸν πατέρα ἴδῃς· εἰ δὲ μή, ζήσεις

ἐπὶ ξένης ὡς φυγάς·” αἱ δ̓ ἕτεραι “τὸν εὐεργέτην
ἑλοῦ, τὸν σώσαντα, μὴ τὸν ἀποκτείναντα· τί δὲ
ἂν πάλιν ὀργισθῇ Χαιρέας; Πάλιν τάφος. Μὴ προδῷς
τὸν υἱόν· τίμησον τὸν πατέρα τοῦ τέκνου.” Τοιαῦτα διαλαλούντων ἦν ἀκούειν, ὥστε εἶπεν ἄν τις
ὅλην Βαβυλῶνα εἶναι δικαστήριον.

Νὺξ ἐκείνη τελευταία πρὸ τῆς δίκης ἐφειστήκει·
 
κατέκειντο δὲ οἱ βασιλεῖς οὐχ ὁμοίους λαμβάνοντες
λογισμούς, ἀλλὰ ἡ μὲν βασιλὶς ηὔχετο ἡμέραν γενέσθαι
τάχιον, ἵνα ἀπόθηται τὴν παρακαταθήκην ὡς
φορτίον· ἐβάρει γὰρ αὐτὴν τὸ κάλλος γυναικὸς
 ἀντισυγκρινόμενον ἐγγύς· ὑπώπτευε δὲ καὶ βασιλέως
τὰς πυκνὰς εἰσόδους καὶ τὰς ἀκαίρους φιλοφροσύνας.

Πρότερον μὲν γὰρ σπανίως εἰς τὴν γυναικωνῖτιν
εἰσῄει· ἀφ̓ οὗ δὲ Καλλιρρόην εἶχεν ἔνδον,
συνεχῶς ἐφοίτα. Παρεφύλαττε δὲ αὐτὸν καὶ ἐν ταῖς
 ὁμιλίαις ἡσυχῆ Καλλιρρόην ὑποβλέποντα, καὶ τοὺς
ὀφθαλμοὺς κλέπτοντας μὲν τὴν θέαν, αὐτομάτως δὲ
ἐκεῖ φερομένους.

Στάτειρα μὲν οὗν ἡδεῖαν ἡμέραν
ἐξεδέχετο, βασιλεὺς δὲ οὐχ ὁμοίαν, ἀλλ̓ ἠγρύπνει δἰ
ὅλης τῆς νυκτὸς
 ἄλλοτ̓ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ̓ αὖτε
ὕπτιος, ἄλλοτε δὲ πρηνής,
ἐννοούμενος καθ̓ αὑτὸν καὶ λέγων “πάρεστιν ἡ κρίσις·
ὁ γὰρ προπετὴς ἐγὼ σύντομον ἔδωκα προθεσμίαν.
Τί οὖν μέλλομεν πράττειν ἕωθεν; ἄπεισι
 Καλλιρρόη λοιπὸν εἰς Μίλητον ἢ εἰς Συρακούσας.

Ὀφθαλμοὶ δυστυχεῖς, μίαν ὥραν ἔχετε λοιπὸν ἀπολαῦσαι
τοῦ καλλίστου θεάματος· εἶτα γενήσεται δοῦλος
ἐμὸς εὐτυχέστερος ἐμοῦ. Σκέψαι τί σοι πρακτέον
ἐστίν, ὧ ψυχή· κατὰ σαυτὴν γενοῦ· σύμβουλον οὐκ
 ἔχεις ἄλλον· ἔρωτος σύμβουλός ἐστιν αὐτὸς ὁ ἔρως.

Πρῶτον οὖν ἀπόκριναι σεαυτῷ. Τίς εἶ; Καλλιρρόης
ἐραστὴς ἢ δικαστής; μὴ ἐξαπάτα σεαυτόν. Ἀρνῇ μέν,
ἀλλὰ ἐρᾷς· ἐλεγχθήσῃ δὲ μᾶλλον, ὅταν αὐτὴν μὴ
βλέπῃς. Τί οὖν; σεαυτὸν θέλεις λυπεῖν; Ἥλιος προπάτωρ
 σὸς ἐξεῖλέ σοι τοῦτο τὸ ζῶον, κάλλιστον ὧν
αὐτὸς ἐφορᾷ, σὺ δ̓ ἀπελαύνεις τὸ δῶρον τοῦ θεοῦ.

Πάνυ γοῦν ἐμοὶ μέλει Χαιρέου καὶ Διονυσίου, δούλων
 
ἐμῶν ἀδόξων, ἵνα βραβεύω τοὺς ἐκείνων γάμους
καὶ ὁ μέγας βασιλεὺς ἔργον διαπράττωμαι προμνηστρίας
γραΐδος. Ἀλλὰ ἔφθην ἀναδέξασθαι τὴν κρίσιν
καὶ πάντες τοῦτ̓ ἴσασι.

Μάλιστα δὲ Στάτειραν
αἰδοῦμαι. Μήτε οὖν δημοσίευε τὸν ἔρωτα μήτε τὴν
δίκην ἀπάρτιζε. Ἀρκεῖ σοι Καλλιρρόην κἂν βλέπειν·
ὑπέρθου τὴν κρίσιν· τοῦτο γὰρ ἔξεστι καὶ ἰδιώτῃ δικαστῇ.”

Ἡμέρας οὖν φανείσης οἱ μὲν ὑπηρέται τὸ βασιλικὸν
ἡτοίμαζον δικαστήριον· τὸ δὲ πλῆθος συνέτρεχεν
ἐπὶ τὰ βασίλεια, καὶ ἐδονεῖτο πᾶσα Βαβυλών.
Ὥσπερ δὲ ἐν Ὀλυμπίοις τοὺς ἀθλητὰς ἔστι θεάσασθαι
παραγινομένους ἐπὶ τὸ στάδιον μετὰ παραπομπῆς,
οὕτω δὴ κἀκείνους. Τὸ μὲν δοκιμώτατον Περσῶν
πλῆθος παρέπεμπε Διονύσιον, ὁ δὲ δῆμος Χαιρέαν.

Συνευχαὶ δὲ καὶ ἐπιβοήσεις μυρίαι τῶν σπευδόντων
ἑκατέροις, ἐπευφημούντων “σὺ κρείττων,
σὺ νικᾷς.” Ἦν δὲ τὸ ἆθλον οὐ κότινος, οὐ μῆλα, οὐ
πίτυς, ἀλλὰ κάλλος τὸ πρῶτον, ὑπὲρ οὗ δικαίως ἂν
ἤρισαν καὶ θεοί. Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον
Ἆρταξάτην, ὃς ἦν αὐτῷ μέγιστος, “ὄναρ μοὶ” φησὶν “ἐπιστάντες βασίλειοι θεοὶ θυσίαν ἀπαιτοῦσι καὶ δεῖ
με πρῶτον ἐκτελέσαι τὰ τῆς εὐσεβείας.

Παράγγειλον
οὖν τριάκοντα ἡμερῶν ἱερομηνίαν ἑορτάζειν πᾶσαν
τὴν Ἀσίαν ἀφεμένην δικῶν τε καὶ πραγμάτων.” Ὁ
δὲ εὐνοῦχος τὸ προσταχθὲν ἀπήγγειλε, πάντα δὲ εὐθὺς
μεστὰ θυόντων ἐστεφανωμένων.

Αὐλὸς ἤχει
καὶ σύριγξ ἐκελάδει καὶ ᾅδοντος ἠκούετο μέλος· ἐθυμιᾶτο
 τὰ πρόθυρα, καὶ πᾶς στενωπὸς συμπόσιον ἦν,
κνίσση δ̓ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ,
βασιλεὺς δὲ μεγαλοπρεπεῖς θυσίας παρέστησε τοῖς
βωμοῖς. Τότε πρῶτον καὶ Ἔρωτι ἔθυσε καὶ πολλὰ
 
παρεκάλεσεν Ἀφροδίτην, ἵνα αὐτῷ βοηθῇ πρὸς τὸν υἱόν.

Πάντων δὲ ἐν θυμηδίαις ὄντων μόνοι τρεῖς ἐλυποῦντο,
Καλλιρρόη, Διονύσιος καὶ πρὸ τούτων Χαιρέας.
 Καλλιρρόη δὲ οὐκ ἐδύνατο λυπεῖσθαι φανερῶς
ἐν τοῖς βασιλείοις, ἀλλ̓ ἡσυχῆ καὶ λανθάνουσα
ὑπέστενε καὶ τῇ ἑορτῇ κατηρᾶτο. Διονύσιος δ̓ ἑαυτῷ,
διότι Μίλητον κατέλιπε. “Φέρε” φησίν, “ὦ τλῆμον,
τὴν ἑκούσιον συμφοράν· ἑαυτῷ γὰρ αἴτιος
τούτων.

Ἐξῆν σοι Καλλιρρόην ἔχειν καὶ Χαιρέου
ζῶντος. Σὺ ἦς ἐν Μιλήτῳ κύριος, καὶ οὐδὲ ἡ ἐπιστολὴ
Καλλιρρόῃ τότε σοῦ μὴ θέλοντος ἐδόθη. Τίς
ἂν εἶδε; τίς ἂν προσῆλθε; φέρων δὲ σεαυτὸν εἰς μέσους
ἔρριψας τοὺς πολεμίους.

Καὶ εἴθε σεαυτὸν μόνον·
 νῦν δὲ καὶ τὸ τῆς ψυχῆς σου τιμιώτερον κτῆμα.
Διὰ τοῦτο πανταχόθεν σοι πόλεμος κεκίνηται. Τί
δικάζῃ, ἀνόητε; Χαιρέαν ἀντίδικον ἔχεις· κατεσκεύασας
σεαυτῷ δεσπότην ἀντεραστήν. Νῦν βασιλεὺς καὶ
ὀνείρατα βλέπει, καὶ ἀπαιτοῦσιν αὐτὸν θυσίας οἷς
καθ̓ ἡμέραν θύει.

Ὢ τῆς ἀναισχυντίας. Παρέλκει
τις τὴν κρίσιν, ἔνδον ἔχων ἀλλοτρίαν γυναῖκα, καὶ
ὁ τοιοῦτος εἶναι λέγει δικαστής.” Τοιαῦτα μὲν ὠδύρετο
Διονύσιος, Χαιρέας δὲ οὐχ ἥπτετο τροφῆς, οὐδὲ
ὅλως ἤθελε ζῆν. Πολυχάρμου δὲ τοῦ φίλου κωλύοντος
 αὐτὸν ἀποκαρτερεῖν “σύ μοι πάντων” εἷπε “πολεμιώτατος
ὑπάρχεις φίλου σχήματι· βασανιζόμενον
γάρ με κατέχεις καὶ ἡδέως κολαζόμενον ὁρᾷς.

Εἰ δὲ
φίλος ἦς, οὐκ ἂν ἐφθόνεις μοι τῆς ἐλευθερίας ὑπὸ
δαίμονος κακοῦ τυραννουμένῳ. Πόσους μου καιροὺς
 εὐτυχίας ἀπολώλεκας; μακάριος ἦν, εἰ ἐν Συρακούσαις
θαπτομένῃ Καλλιρρόῃ συνετάφην· ἀλλὰ καὶ
τότε σύ με βουλόμενον ἀποθανεῖν ἐκώλυσας καὶ
 
ἀφείλου καλῆς συνοδίας· τάχα γὰρ οὐκ ἂν ἐξῆλθε
τοῦ τάφου καταλιποῦσα τὸν νεκρόν.

Εἰ δ̓ οὖν ἐκείμην
ταύτην μετὰ ταῦτα κερδήσας, τὴν πρᾶσιν, τὸ
λῃστήριον, τὰ δεσμά, τὸν τοῦ σταυροῦ χαλεπώτερον
βασιλέα. Ὤ θανάτου καλοῦ, μεθ̓ ὃν ἤκουσα τὸν δεύτερον
Καλλιρρόης γάμον. Οἷον πάλιν καιρὸν ἀπώλεσάς
μου τῆς ἀποκαρτερήσεως, τὸν μετὰ τὴν δίκην.

Ἰδὼν Καλλιρρόην οὐ προσῆλθον, οὐ κατεφίλησα. Ὤ
καινοῦ καὶ ἀπίστου πράγματος· κρίνεται Χαιρέας εἰ
Καλλιρρόης ἀνήρ ἐστιν. Ἀλλ̓ οὐδὲ τὴν ὁποιανδήποτε
κρίσιν ὁ βάσκανος δαίμων ἐπιτρέπει τελεσθῆναι.
Καὶ ὄναρ καὶ ὕπαρ οἱ θεοί με μισοῦσι.” Ταῦτα
λέγων ὥρμησεν ἐπὶ ξίφος, κατέσχε δὲ τὴν χεῖρα Πολύχαρμος
καὶ μονονουχὶ δήσας παρεφύλαττεν αὐτόν.

Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον, ὃς ἦν αὐτῷ
κιστ̔??ʼτατος ἁπάντων, τὸ μὲν πρῶτον ᾐδεῖτο κἀκεῖνον·
ἰδὼν δὲ αὐτὸν Ἀρταξάτης ἐρυθήματος μεστὸν
καὶ βουλόμενον εἰπεῖν “τί κρύπτεισ” ἔφη “δέσποτα,
δοῦλον σόν, εὔνουν σοι καὶ σιωπᾶν δυνάμενον; τί
τηλικοῦτον συμβέβηκε δεινόν; ὡς ἀγωνιῶ μή τινα
ἐπιβουλὴν ” εἶπε βασιλεὺς “καὶ μεγίστην, ἀλλ̓ οὐχ
ὑπ̓ ἀνθρώπων, ἀλλ̓ ὑπὸ θεοῦ.

Τίς γάρ ἐστιν Ἔρως
πρότερον ἤκουον ἐν μύθοις τε καὶ ποιήμασιν, ὅτι
κρατεῖ πάντων τῶν θεῶν καὶ αὐτοῦ τοῦ Διός· ἠπίστουν
δὲ ὅμως ὅτι δύναταί τις παῤ ἐμοὶ ἐμοῦ γενέσθαι
δυνατώτερος. Ἀλλὰ πάρεστιν ὁ θεός· ἐνδεδήμηκεν
εἰς τὴν ἐμὴν ψυχὴν πολὺς καὶ σφοδρός· ἐρῶ
... δει νὸν μὲν ὁμολογεῖν, ἀληθῶς δὲ ἑάλωκα.”

Ταῦτα ἅμα λέγων ἐνεπλήσθη δακρύων, ὥστε μηκέτι
 μηδὲν δύνασθαι προσθεῖναι τοῖς λόγοις· ἀποσιωπήσαντος
δὲ εὐθὺς μὲν Ἀρταξάτης ἠπίστατο πόθεν
ἐτρώθη· οὐδὲ γὰρ πρό τερον ἀνύποπτος ἦν, ἀλλ̓
 
ᾐσθάνετο μὲν τυφομένου τοῦ πυρός, ἔτι γε μὴν οὐδὲ
ἀμφίβολον ἦν οὐδὲ ἄδηλον ὅτι Καλλιρρόης παρούσης
οὐκ ἂν ἄλλου τινὸς ἠράσθη·

προσεποιεῖτο δ̓ ὅμως
ἀγνοεῖν καὶ “ποῖον” ἔφη “κάλλος δύναται τῆς σῆς
 κρατῆσαι, δέσποτα, ψυχῆς, ᾧ τὰ καλὰ πάντα δουλεύει;
χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη, καλαὶ
μὲν μυρί αι γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη
τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος. Ἐξουσία δὲ
ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε
 τῶν ἄνωθεν ἢ ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη
Θέτις.

Πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” Ἀπεκρίνατο βασιλεὺς “τοῦτ̓ ἴσως ἀληθές
ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ
γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμόλογα.
 Προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. Καὶ
τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον.

Ἐλεγχθῆναι γὰρ
οὐ βούλεται πόλιν εἰποῦσα μίαν τῶν ὑφ̓ ἡμᾶς, ἀλλ̓
ὑπὲρ τὸν Ἰόνιον καὶ τὴν πολλὴν θάλασσαν τὸν περὶ
αὑτῆς μῦθον ἐκπέμπει. Προφάσει δὲ δίκης ἦλθεν ἐπ̓
 ἐμὲ καὶ ὅλον τὸ δρᾶμα τοῦτο ἐκείνη κατεσκεύασε. Θαυμάζω
δέ σε πῶς ἐ τ ό λ μησας Στάτειραν λέγειν καλλίστην
ἁπασῶν, Καλλιρρόην βλέπων.

Σκεπτέον οὖν
πῶς ἂν ἀπαλλαγείην τῆς ἀνίας. Ζήτει πανταχόθεν
εἴ τι ἄρα δυνατόν ἐστιν εὑρεῖν φάρμακον.” “Εὕρηται” φησὶ “φάρμακον, βασιλεῦ. Καὶ παῤ Ἕλλησι καὶ
βαρβάροις τοῦτο, ὅπερ ζητεῖς. Φάρμακον γὰρ ἕτερον
Ἔρωτος οὐδέν ἐστι πλὴν αὐτὸς ὁ ἐρώμενος· τοῦτο δὲ
ἄρα καὶ τὸ ᾀδόμενον λόγιον ἦν ὅτι ὁ τρώσας αὐτὸς
ἰάσεται.” Κατῃδέσθη βασιλεὺς τὸν λόγον καὶ “μὴ
 σύ γε” ἔφη “τοιοῦτο μηδὲν εἴπῃς, ἵνα γυναῖκα ἀλλοτρίαν
διαφθείρω.

Μέμνημαι νόμων, οὓς αὐτὸς ἔθηκα,
δικαιοσύνης, ἣν ἐν ἅπασιν ἀσκῶ. Μηδεμίαν μου καταγνῷς
 
ἀκρασίαν. Οὐχ οὕτως ἑαλώκαμεν.” Δείσας
Ἀρταξάτης ὡς εἰπών τι προπετές, μετέβαλε τὸν λόγον
εἰς ἔπαινον. “Σεμνῶσ” ἔφη “διανοῇ, βασιλεῦ. Μὴ
τὴν ὁμοίαν τοῖς ἄλλοις ἀνθρώποις θεραπείαν τῷ
Ἔρωτι προσαγάγῃς, ἀλλὰ τὴν κρείττονα καὶ βασιλικήν,
ἀνταγωνιζόμενος σεαυτῷ· δύνασαι γάρ, ὦ δέσποτα,

σὺ μόνος κρατεῖν καὶ θεοῦ. Ἄπαγε δὲ τὴν
σεαυτοῦ ψυχὴν εἰς πάσας ἡδονάς. Μάλιστα δὲ κυνηγεσίοις
ἐξαιρέτως χαίρεις. Οἶδα γάρ σε ὑφ̓ ἡδονῆς
διημερεύοντα ἄβρωτον, ἄποτον. Ἐν θήρᾳ δ̓ ἐνδιατρίβειν,
ἢ τοῖς βασιλείοις καὶ ἐγγὺς εἶναι τοῦ πυρός.”

Ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής.
Ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν
οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον.
Πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν ἐν

αὐτοῖς βασιλεύς. Καθῆστο γὰρ ἵππῳ Νισαίῳ καλλίστῳ
καὶ μεγίστῳ χρύσεον ἔχοντι χαλινόν, χρύσεα δὲ
φάλαρα καὶ προμετωπίδια καὶ προστερνίδια· πορφύραν
δὲ ἠμφίεστο Τυρίαν ʽτὸ δὲ ὕφασμα Βαβυλώνιον̓
καὶ τιάραν ὑακινθινοβαφῆ· χρύσεον δὲ ἀκινάκην
ὑπεζωσμένος δύο ἄκοντας ἐκράτει, καὶ φαρέτρα
καὶ τόξον αὐτῷ παρήρτητο, Σηρῶν ἔργον πολυτελέστατον.

Καθῆστο δὲ σοβαρός· ἔστι γὰρ ἴδιον ἔρωτος
τὸ φιλόκοσμον· ἤθελε δὲ μέσος ὑπὸ Καλλιρρόης
ὁραθῆναι, καὶ διὰ τῆς πόλεως ἁπάσης ἐξιὼν περιέβλεπεν
εἴ που κἀκείνη θεᾶται τὴν πομπήν. Ταχέως
δὲ ἐνεπλήσθη τὰ ὄρη βοώντων, θεόντων, κυνῶν ὑλασσόντων,
ἵππων χρεμετιζόντων, θηρῶν ἐλαυνομένων.

Ἡ σπουδὴ καὶ ὁ θόρυβος ἐκεῖνος καὶ αὐτὸν ἐξέστησεν
ἄν τὸν Ἔρωτα· τέρψις γὰρ ἦν μετ̓ ἀγωνίας καὶ χαρὰ
μετὰ φόβου καὶ κίνδυνος ἡδύς. Ἀλλὰ βασιλεὺς οὔτε
 
ἵππον ἔβλεπε, τοσούτων αὐτῷ παραθεόντων, οὔτε
θηρίον, τοσούτων διωκομένων, οὔτε κυνὸς ἤκουε, τοσούτων
ὑλακτούντων, οὔτε ἀνθρώπων, πάντων
βοώντων.

Ἔβλεπε δὲ Καλλιρρόην μόνην τὴν μὴ παροῦσαν,
 καὶ ἤκουεν ἐκείνης τῆς μὴ λαλούσης. Συνεξῆλθε
γὰρ ἐπὶ τὴν θήραν ὁ Ἔρως αὐτῷ, καί, ἅτε δὴ
φιλόνεικος θεός, ἀντιταττόμενον ἰδὼν καὶ βεβουλευμένον,
ὡς ᾤετο, καλῶς, εἰς τοὐναντίον τὴν τέχνην
περιέτρεψεν αὐτῷ καὶ δἰ αὐτῆς τῆς θεραπείας ἐξέκαυσε
 τὴν ψυχήν, ἔνδον παρὼν καὶ λέγων “οἷον ἦν
ἐνθάδε Καλλιρρόην ἰδεῖν, κνήμας ἀνεζωσμένην καὶ
βραχίονας γεγυμνωμένην, πρόσωπον ἐρυθήματος,

στῆθος ἄσθματος πλῆρες. Ἀληθῶς
οἵη δ̓ Ἄρτεμις εἶσι κατ̓ οὔρεος ἰοχέαιρα,
 ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι.” Ταῦτ̓ ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκάετο σφόδρα.

Ταῦτα λέγοντος Ἀρταξάτης ὑπολαβὼν “ἐπιλέλησαι” φησί, “δέσποτα, τῶν γεγονότων· Καλλιρρόη γὰρ
ἄνδρα οὐκ ἔχει, μένει δὲ τὴν κρίσιν, τίνι ὀφείλει γαμηθῆναι.
Μέμνησο οὖν ὅτι χήρας ἐρᾷς· καὶ μήτε τοὺς
νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε
μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον,

εἶτα τὸν ἀδικοῦντα μοιχόν.” Ἤρεσεν ὁ λόγος
βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος
ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ “δικαίως ἄρα
σε ἐγὼ” ἔφη “πάντων προτιμῶ· σὺ γὰρ εὐνούστατος
καὶ φύλαξ ἀγαθὸς ἐμοί. Ἄπιθι δὲ καὶ Καλλιρρόην
 
ἄγε. Δύο δέ σοι προστάσσω, μὴ ἄκουσαν, μήτε φανερῶς·
θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.”

Εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη
καὶ πάντες ἀνέστρεφον· βασιλεὺς δὲ ἀνηρτημένος
ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς τὰ βασίλεια χαίρων
ὡς τὸ κάλλιστον θήραμα θηράσας.

Καὶ Ἀρταξάτης
δὲ ἔχαιρε νομίζων πρὸς ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν
δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων
ἀμφοτέρων αὐτῷ, Καλλιρρόης δὲ μᾶλλον· ἐπίστ ευε
γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος, ὡς
βάρβαρος. Οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς
καὶ μάλιστα τὸ Καλλιρρόης τῆς σώφρονος καὶ φιλάνδρου.

Καιρὸν οὖν ἐπιτηρήσας ἧκε πρὸς αὐτὴν καὶ μόνης
λαβόμενος “μεγάλων” εἶπεν “ἀγαθῶν, ὦ γύναι, θησαυρόν
σοι κεκόμικα· σὺ δὲ μνημόνευέ μου τῆς εὐεργεσίας·
εὐχάριστον γὰρ εἶναί σε πιστεύω.” Πρὸς τὴν
ἀρχὴν τοῦ λόγου Καλλιρρόη περιχαρὴς ἐγένετο· φύσει
γὰρ ἄνθρωπος, ὃ βούλεται, τοῦτο καὶ οἴεται.

Τάχ̓ οὖν ἔδοξεν ἀποδίδοσθαι Χαιρέᾳ καὶ ἔσπευδε
τοῦτο ἀκοῦσαι, τῶν εὐαγγελίων ἀμείψεσθαι τὸν εὐνοῦχον
ὑπισχνουμένη. Πάλιν δὲ ἐκεῖνος ἀναλαβὼν
ἀπὸ προοιμίων ἤρξατο “σύ, γύναι, κάλλος μὲν θεῖον
ηὐτύχησας, μέγα δέ τι ἀπ̓ αὐτοῦ καὶ σεμνὸν οὐκ
ἐκαρπώσω.

Τὸ διὰ γῆς πάσης ἔνδοξον καὶ περιβόητον
ὄνομα μέχρι σήμερον οὐχ εὗρεν οὔτε ἄνδρα κατ̓
ἀξίαν οὔτ̓ ἐραστήν, ἀλλ̓ ἐνέπεσεν εἰς δύο, νησιώτην
πένητα, καὶ ἕτερον, δοῦλον βασιλέως.

Τί σοι γέγονεν
ἐκ τούτων μέγα καὶ λαμπρόν; ποίαν χώραν ἔχεις
εὔφορον; ποῖον κόσμον πολυτελῆ; τίνων πόλεων
ἄρχεις; πόσοι δοῦλοί σε προσκυνοῦσι; γυναῖκες Βαβυλώνιαι
θεραπαινίδας ἔχουσι πλουσιωτέρας σου.
 
Πλὴν οὐκ ἠμελήθης εἰς πάντα, ἀλλὰ κήδονταί σου
θεοί.

Διὰ τοῦτό σε ἐνθάδε ἤγαγον, πρόφασιν εὑρόντες
τὴν δίκην, ἵνα σε ὁ μέγας βασιλεὺς θεάσηται.
Καὶ τοῦτο πρῶτον εὐαγγέλιον ἔχεις· ἡδέως σε εἶδε.
 Κἀγὼ δὲ αὐτὸν ἀναμιμνήσκω καὶ ἐπαινῶ σε παῤ
ἐκείνῳ.” Τοῦτο δὲ προσέθηκεν· εἴωθε γὰρ πᾶς δοῦλος,
ὅταν διαλέγηταί τινι περὶ τοῦ δεσπότου, καὶ ἑαυτὸν
συνιστᾶν, ἴδιον ἐκ τῆς ὁμιλίας μνώμενος κέρδος.

Καλλιρρόη δὲ εὐθὺς τὴν καρδίαν ἐπλήγη ὥσπερ ὑπὸ
 ξίφους τοῦ λόγου· προσεποιεῖτο δὲ μὴ συνιέναι καὶ “θεοὶ” φησὶν “ἵλεῳ βασιλεῖ διαμένοιεν, σοὶ δὲ ἐκεῖνος,
ὅτι ἐλεεῖτε γυναῖκα δυστυχῆ. Δέομαι, θᾶττον
ἀπαλλαξάτω με τῆς φροντίδος, ἀπαρτίσας τὴν κρίσιν,
ἵνα μηκέτι ἐνοχλῶ μηδὲ τῇ βασιλίδι.” Δόξας δὲ ὁ εὐνοῦχος,
 ὅτι ἀσαφῶς εἴρηκεν ὃ ἤθελε καὶ οὐ νενόηκεν
ἡ γυνή, φανερώτερον ἤρξατο λέγειν.

“Αὐτὸ τοῦτο
ηὐτύχηκας, ὅτι οὐκέτι δούλους καὶ πένητας ἔχεις ἐραστὰς
ἀλλὰ τὸν μέγαν βασιλέα, τὸν δυνάμενόν σοι Μίλητον
αὐτὴν καὶ ὅλην Ἰωνίαν καὶ Σικελίαν καὶ ἄλλα
 ἔθνη μείζονα χαρίσασθαι. Θῦε δὲ τοῖς θεοῖς καὶ μακάριζε
σεαυτήν, καὶ βλέπε ὅπως ἀρέσεις μᾶλλον αὐτῷ,

καὶ ὅταν πλουτήσῃς ἐμοῦ μνημόνευε.” Καλλιρρόη μὲν
τὸ μὲν πρῶτον. ὥρμησεν, εἰ δυνατόν, καὶ τοὺς ὀφθαλμοὺς
ἐξορύξαι τοῦ διαφθείροντος αὐτήν, οἷα δὲ γυνὴ
 πεπαιδευμένη καὶ φρενήρης ταχέως λογισαμένη καὶ
τὸν τόπον καὶ τίς ἐστιν αὐτὴ καὶ τίς ὁ λέγων, τὴν
ὀργὴν μετέβαλε καὶ κατειρωνεύσατο λοιπὸν τοῦ βαρβάρου.

“Μὴ γὰρ οὕτω” φησὶ “μαινοίμην, ἵνα ἐμαυτὴν
ἀξίαν εἶναι πεισθῶ τοῦ μεγάλου βασιλέως. Εἰμὶ
 δὲ θεραπαινίσιν ὁμοία Περσίδων γυναικῶν. Μὴ σύ,
δέομαί σου, μνημονεύσῃς ἔτι περὶ ἐμοῦ πρὸς τὸν δεσπότην.
Καὶ γὰρ ἂν ἐν τῷ παραυτίκα μηδὲν ὀργισθῇ,
 
μετὰ ταῦτά σοι χαλεπανεῖ, λογισάμενος ὅτι τὸν γῆς
ἁπάσης κύριον ὑπέρριψας Διονυσίου δούλῃ.

Θαυμάζω
δὲ πῶς συνετώτατος ὑπάρχων ἀγνοεῖς τὴν βασιλέως
φιλανθρωπίαν, ὅτι οὐκ ἐρᾷ δυστυχοῦς γυναικὸς
ἀλλὰ ἐλεεῖ. Παυσώμεθα τοίνυν λαλοῦντες, μὴ καὶ
τῇ βασιλίδι τις ἡμᾶς διαβάλῃ.” Καὶ ἡ μὲν ἀπέδραμεν,
ἔστη δὲ ὁ εὐνοῦχος ἀχανής· οἷα γὰρ ἐν μεγάλῃ
τυραννίδι τεθραμμένος οὐδὲν ἀδύνατον ὑπελάμβανεν,
οὐ βασιλεῖ μόνον, ἀλλὰ οὐδ̓ ἑαυτῷ.

Καταλειφθεὶς οὖν καὶ μηδὲ ἀποκρίσεως καταξιωθεὶς
ἀπηλλάττετο μυρίων παθῶν μεστός, ὀργιζόμενος
μὲν Καλλιρρόῃ, λυπούμενος δὲ ἐφ̓ ἑαυτῷ, φοβούμενος
δὲ βασιλέα· τάχα γὰρ οὐδὲ πιστεύσειν αὐτὸν
ὅτι ἀτυχῶς μέν, ἀλλὰ διελέχθη· δόξει δὲ καταπροδιδόναι
τὴν ὑπηρεσίαν χαριζόμενος τῇ βασιλίδι.

Ἐδεδοίκει
δὲ μὴ καὶ πρὸς ἐκείνην Καλλιρρόη κατείπῃ τοὺς
λόγους. Στάτειραν δὲ βαρυθυμοῦσαν μέγα τι βουλεύσειν
αὐτῷ κακὸν ὡς οὐχ ὑπηρετοῦντι μόνον ἀλλὰ
καὶ κατασκευάζοντι τὸν ἔρωτα. Καὶ ὁ μὲν εὐνοῦχος
ἐσκέπτετο πῶς ἂν ἀσφαλῶς ἀπαγγείλῃ βασιλεῖ περὶ
τῶν γεγονότων· Καλλιρρόη δὲ καθ̓ ἑαυτὴν γενομένη
ταῦτα φησὶν “ἐγὼ προυμαντευόμην.

Ἔχω σε
μάρτυν, Εὐφρᾶτα. Προεῖπον ὅτι οὐκέτι σε διαβήσομαι.
Ἔρρωσο, πάτερ, καὶ σύ, μῆτερ, καὶ Συρακοῦσαι
πατρίς· οὐκέτι γὰρ ὑμᾶς ὄψομαι. Νῦν ὡς
ἀληθῶς Καλλιρρόη τέθνηκεν. Ἐκ τοῦ τάφου μὲν
ἐξῆλθον, οὐκ ἐξάξει δέ με ἐντεῦθεν λοιπὸν οὐδὲ Θήρων
ὁ λῃστής.

Ὦ κάλλος ἐπίβουλον, σύ μοι πάντων
κακῶν αἴτιον. Διὰ σὲ ἀνῃρέθην, διὰ σὲ ἐπράθην, διὰ
σὲ ἔγημα μετὰ· Χαιρέαν, διὰ σὲ εἰς Βαβυλῶνα ἤχθην,
διὰ σὲ παρέστην δικαστηρίῳ. Πόσοις με παρέδωκας;
λῃσταῖς, θαλάττῃ, τάφῳ, δουλείᾳ, κρίσει. Πάντων
 
δέ μοι βαρύτατος ὁ ἔρως ὁ βασιλέως.

Καὶ οὔπω λέγω
τὴν βασιλέως ὀργήν· φοβερωτέραν ἡγοῦμαι τὴν τῆς
βασιλίδος ζηλοτυπίαν, ἣν οὐκ ἤνεγκε Χαιρέας, ἀνὴρ
Ἕλλην. Τί ποιήσει γυνὴ καὶ δέσποινα βάρβαρος;
 ἄγε δή; Καλλιρρόη, βούλευσαί τι γενναῖον, Ἑρμοκράτους
ἄξιον· ἀπόσφαξον σεαυτήν. Ἀλλὰ μήπω·
μέχρι γὰρ νῦν ὁμιλία πρώτη καὶ παῤ εὐνούχου· ἂν
δὲ βιαιότερόν τι γένηται, τότε ἐστί σοι καιρὸς ἐπιδεῖξαι
Χαιρέᾳ παρόντι τὴν πίστιν.”

Ὁ δ̓ εὐνοῦχος ἐλθὼν πρὸς βασιλέα τὴν μὲν
ἀλήθειαν ἀπέκρυπτε τῶν γεγονότων, ἀσχολίαν δὲ
ἐσκήπτετο καὶ τήρησιν ἀκριβῆ τῆς βασιλίδος, ὥστε
μηδὲ δύνασθαι τῇ Καλλιρρόῃ προσελθεῖν· “σὺ δὲ
ἐκέλευσάς μοι, δέσποτα, προνοεῖσθαι τοῦ λαθεῖν.

Ὀρθῶς δὲ προσέταξας· ἀνείληφας γὰρ τὸ σεμνότατον
πρόσωπον τοῦ δικαστοῦ καὶ θέλεις παρὰ Πέρσαις εὐδοκιμεῖν.
Διὰ τοῦτό σε πάντες ὑμνοῦσιν. Ἕλληνες
δέ εἰσι μικραίτιοι καὶ λάλοι. Περιβόητον αὐτοὶ ποιήσουσι
τὴν πρᾶξιν, Καλλιρρόη μὲν ὑπ̓ ἀλαζονείας ὅτι
 αὐτῆς βασιλεὺς ἐρᾷ, Διονύσιος δὲ καὶ Χαιρέας ὑπὸ
ζηλοτυπίας.

Οὐκ ἔστι δὲ ἄξιον οὐδὲ τὴν βασιλίδα λυπῆσαι,
ἣν εὐμορφοτέραν ἐποίησεν ἡ δίκη δόξαι.” Ταύτ ην δ ὲ παρέμισγε τὴν παλινῳδίαν, εἴ πως
ἀποστρέψαι δύναιτο βας1ʽ??ʼέα τοῦ ἔρωτος, καὶ ἑαυτὸν
 ἐλευθερῶσαι διακονίας δυσχεροῦς.

Παραυτίκα μὲν οὖν ἔπεισε, πάλιν δὲ νυκτὸς γενομένης
ἀνεκάετο καὶ ὁ ἔρως αὐτὸν ἀνεμίμνησκεν
οἵους μὲν ὀφθαλμοὺς ἔχει Καλλιρρόη, πῶς δὲ καλὸν
τὸ πρόσωπον. Τὰς τρίχας ἐπῄνει, τὸ βάδισμα, τὴν
 φωνήν· οἵα μὲν εἰσῆλθεν εἰς τὸ δικαστήριον, οἵα δὲ
ἔστη, πῶς ἐλάλησε, πῶς ἐσίγησε, πῶς ἥδετο, πῶς
ἔκλαυσε.

Διαγρυπνήσας δὲ τὸ πλεῖστον μέρος καὶ τοσοῦτον
 
καταδραθών, ὅσον καὶ ἐν τοῖς ὕπνοις Καλλιρρόην
ἰδεῖν, ἕωθεν καλέσας τὸν εὐνοῦχον “ἄπιθι” φησὶ “καὶ παραφύλαττε δἰ ὅλης τῆς ἡμέρας· πάντως
γὰρ καιρὸν εὑρήσεις κἂν βραχύτατον ὁμιλίας λανθανούσης.
Εἰ γὰρ ἤθελον φανερῶς καὶ βίᾳ περιγενέσθαι
τῆς ἐπιθυμίας,

εἶχον δορυφόρους.” Προσκυνήσας
ὁ εὐνοῦχος ὑπέσχετο· οὐδενὶ γὰρ ἔξεστιν ἀντειπεῖν
βασιλέως κελεύοντος. Εἰδὼς δὲ ὅτι Καλλιρρόη
καιρὸν οὐ δώσει, διακρούσεται δὲ τὴν ὁμιλίαν
ἐξεπίτηδες συνοῦσα τῇ βασιλίδι, τοῦτο θεραπεῦσαι
θέλων ἔτρεψε τὴν αἰτίαν οὐκ εἰς τὴν φυλαττομένην
ἀλλ̓ εἰς τὴν φυλάττουσαν.

“Κἄν σοι δοκῇ” φησίν, “ὦ δέσποτα, μετάπεμψαι Στάτειραν, ὡς ἰδιολογήσασθαί
τι βουλόμενος πρὸς αὐτήν· ἐμοὶ γὰρ ἡ ἐκείνης
ἀπουσία Καλλιρρόης ἐξουσίαν δώσει.” “Ποίησον
οὕτωσ” εἶπε βασιλεύς.

Ἐλθὼν δὲ Ἀρταξάτης καὶ προσκυνήσας τὴν βασιλίδα “καλεῖ σε” φησίν, “ὦ δέσποινα, ὁ ἀνήρ.” Ἀκούσασα ἡ Στάτειρα προσεκύνησε καὶ μετὰ σπουδῆς
ἀπῄει πῥ??ʼς αὐτόν. Ὁ δὲ εὐνοῦχος ἰδὼν τὴν Καλλιρρόην
μόνην ἀπολελειμμένην, ἐμβαλὼν τὴν δεξιάν,
ὡς δή τις φιλέλλην καὶ φιλάνθρωπος, ἀπήγαγε τοῦ
πλήθους τῶν θεραπαινίδων.

Ἡ δὲ ἠπίστατο μὲν καὶ
εὐθὺς ὠχρά τε ἦν καὶ ἄφωνος, ἠκολούθει δ̓ ὅμως.
Ἐπεὶ δὲ κατέστησαν μόνοι, λέγει πρὸς αὐτὴν “ἑώρακας
τὴν βασιλίδα πῶς ἀκούσασα τὸ βασιλέως ὄνομα
προσεκύνησε καὶ τρέχουσα ἄπεισι· σὺ δέ, ἡ δούλη,
τὴν εὐτυχίαν οὐ φέρεις, οὐδ̓ ἀγαπᾷς ὅτι σε παρακαλεῖ
κελεῦσαι δυνάμενος.

Ἀλλ̓ ἐγὼ ʽτιμῶ γάρ σἐ
πρὸς ἐκεῖνον οὐ κατ ηγόρευ σα τὴν μανίαν τὴν σήν,
τοὐναντίον δέ, ὑπεσχόμην ὑπὲρ σοῦ. Πάρεισιν οὖν
σοι δύο ὁδοί. Ὁποτέραν βούλει τρέπεσθαι; μηνύσω
 
βούλει τρέπεσθαι. μηνύσω δὲ ἀμφοτέρας· πεισθεῖσα μὲν βασιλεῖ
δῶρα λήψῃ τὰ κάλλιστα καὶ ἄνδρα ὃν θέλεις· οὐ δήπου γάρ σε
αὐτὸς μέλλει γαμεῖν ἀλλὰ πρόσκαιρον αὐτῷ χάριν δώσεις· εἰ δὲ μή,
πείσῃ ἄκουσα ἃ πάσχουσιν οἱ βασιλέως ἐχθροί, μόνοις γὰρ τούτοις

οὐδὲ ἀποθανεῖν θέλουσιν ἔξεστι.” κατεγέλασε Καλλιρόη τῆς
ἀπειλῆς καὶ ἔφη “οὐ νῦν πρῶτον πείσομαί τι δεινόν· ἔμπειρός
εἰμι τοῦ δυστυχεῖν. τί με δύναται βασιλεὺς ὧν πέπονθα διαθεῖναι
χαλεπώτερον; ζῶσα κατεχώσθην· παντὸς δεσμωτηρίου τάφος ἐστὶ
στενότερος.

λῃστῶν χερσὶ παρεδόθην. ἄρτι τὸ μέγιστον τῶν κακῶν
πάσχω· παρόντα Χαιρέαν οὐ βλέπω.” τοῦτο τὸ ῥῆμα προέδωκεν
αὐτήν· ὁ γὰρ εὐνοῦχος δεινὸς ὢν τὴν φύσιν ἐνόησεν ὅτι ἐρᾷ. “ὦ” φησὶ “πασῶν ἀνοητοτάτη γυναικῶν, τοῦ βασιλέως τὸν Μιθριδάτου
δοῦλον προτιμᾷς;” ἠγανάκτησε Καλλιρόη Χαιρέου λοιδορηθέντος
καὶ “εὐφήμησον” εἶπεν, “ἄνθρωπε.

Χαιρέας εὐγενής ἐστι, πόλεως
πρώτης, ἣν οὐκ ἐνίκησαν οὐδὲ Ἀθηναῖοι οἱ ἐν Μαραθῶνι καὶ Σαλαμῖνι νικήσαντες τὸν μέγαν σου βασιλέα.” ταῦτα ἅμα λέγουσα δακρύων πηγὰς ἀφῆκεν· ὁ δὲ εὐνοῦχος ἐπέθετο μᾶλλον καὶ “σεαυτῇ”

φησὶ “τῆς βραδυτῆτος αἰτία γίνῃ. πῶς οὖν εὐμενῆ τὸν δικαστὴν
ἕξεις, ἢ σχεῖν κάλλιον ἵνα καὶ τὸν ἄνδρα κομίσῃ; τάχα μὲν οὐδὲ
Χαιρέας γνοίη τὸ πραχθέν, ἀλλὰ καὶ γνοὺς οὐ ζηλοτυπήσει τὸν
κρείττονα·

δόξει δέ σε τιμιωτέραν, ὡς ἀρέσασαν βασιλεῖ.” τοῦτο
δὲ προσέθηκεν οὐχὶ διʼ ἐκείνην ἀλλὰ καὶ αὐτὸς οὕτω φρονῶν· καταπεπλήγασι γὰρ πάντες οἱ βάρβαροι καὶ θεὸν φανερὸν νομίζουσι τὸν
βασιλέα. Καλλιρόη δὲ καὶ αὐτοῦ τοῦ Διὸς οὐκ ἂν ἠσπάσατο γάμους,
οὐδὲ ἀθανασίαν προετίμησεν ἂν ἡμέρας μιᾶς τῆς μετὰ Χαιρέου.

μηδὲν

 

οὖν ἀνύσαι δυνάμενος ὁ εὐνοῦχος “δίδωμί σοι” φησίν, “ὦ
γύναι, σκέψεως καιρόν. σκέπτου δὲ μὴ περὶ σεαυτῆς μόνης, ἀλλὰ
καὶ Χαιρέου κινδυνεύοντος ἀπολέσθαι τὸν οἴκτιστον μόρον· οὐ γὰρ
ἀνέξεται βασιλεὺς ἐν ἔρωτι παρευδοκιμούμενος.” κἀκεῖνος μὲν ἀπηλλάγη, τὸ δὲ τελευταῖον τῆς ὁμιλίας ἥψατο Καλλιρόης.

Πᾶσαν δὲ σκέψιν καὶ πᾶσαν ἐρωτικὴν ὁμιλίαν ταχέως μετέβαλεν
ἡ Τύχη, καινοτέρων εὑροῦσα πραγμάτων ὑπόθεσιν· βασιλεῖ γὰρ
ἧκον ἀπαγγέλλοντες Αἴγυπτον ἀφεστάναι μετὰ μεγάλης παρασκευῆς.

τὸν μὲν γὰρ σατράπην τὸν βασιλικὸν τοὺς Αἰγυπτίους ἀνῃρηκέναι,
κεχειροτονηκέναι δὲ βασιλέα τῶν ἐπιχωρίων, ἐκεῖνον δὲ ἐκ Μέμφεως
ὁρμώμενον διαβεβηκέναι μὲν Πηλούσιον, ἤδη δὲ Συρίαν καὶ Φοινίκην
κατατρέχειν, ὡς μηκέτι τὰς πόλεις ἀντέχειν, ὥσπερ χειμάρρου τινὸς
ἢ πυρὸς αἰφνίδιον ἐπιρρυέντος αὐταῖς.

πρὸς δὲ τὴν φήμην ἐταράχθη
μὲν ὁ βασιλεύς, κατεπλάγησαν δὲ Πέρσαι· κατήφεια δὲ πᾶσαν ἔσχε
Βαβυλῶνα. τότε καὶ ὄναρ βασιλέως λογοποιοὶ καὶ μάντεις ἔφασκον
τὰ μέλλοντα προειρηκέναι· θυσίας γὰρ ἀπαιτοῦντας τοὺς θεοὺς
κίνδυνον μὲν ἀλλὰ καὶ νίκην προσημαίνειν.

πάντα μὲν τὰ εἰωθότα
συμβαίνειν καὶ ὅσα εἰκὸς ἐν ἀπροσδοκήτῳ πολέμῳ, καὶ ἐλέγετο καὶ
ἐγίνετο· κίνησις γὰρ μεγάλη Ἀσίαν κατέλαβε. συγκαλέσας οὖν ὁ
βασιλεὺς Περσῶν τοὺς ὁμοτίμους καὶ ὅσοι παρῆσαν ἡγεμόνες τῶν
ἐθνῶν, μεθʼ ὧν εἰώθει τὰ μεγάλα χρηματίζειν, ἐβουλεύετο περὶ τῶν
καθεστηκότων καὶ ἄλλος ἄλλο τι παρῄνει·

πᾶσι δὲ ἤρεσκε τὸ σπεύδειν καὶ μηδὲ μίαν ἡμέραν, εἰ δυνατόν, ἀναβαλέσθαι δυοῖν ἕνεκεν·
ἵνα καὶ τοὺς πολεμίους ἐπίσχωσι τῆς πρὸς τὸ πλεῖον αὐξήσεως καὶ



 
τοὺς φίλους εὐθυμοτέρους ποιήσωσι, δείξαντες αὐτοῖς
ἐγγύθεν τὴν βοήθειαν· βραδυνόντων δὲ εἰς τοὐναντίον
πάντα χωρήσειν· τοὺς μὲν γὰρ πολεμίους καταφρονήσειν
ὡς δεδιότων, τοὺς δὲ οἰκείους ἐνδώσειν
ὡς ἀμελουμένους.

Εὐτύχημα δὲ μέγιστον βασιλεῖ γεγονέναι
τὸ μήτε ἐν Βάκτροις, μήτε ἐν Ἐκβατάνοις,
ἀλλ̓ ἐν Βαβυλῶνι κατειλῆφθαι, πλησίον τῆς Συρίας·
ἐκβὰς γὰρ τὸν Εὐφράτην εὐθὺς ἐν χερσὶν ἕξει τοὺς
ἀφεστῶτας. Ἔδοξεν οὖν τὴν μὲν ἤδη περὶ αὐτὸν δύναμιν
 ἐξάγειν, διαπέμψαι δὲ πανταχόσε κελεύοντας
τὴν στρατιὰν ἐπὶ ποταμὸν Εὐφράτην ἀθροίζεσθαι.
Ῥᾴστη δέ ἐστι Πέρσαις ἡ παρασκευὴ τῆς δυνάμεως.

Συντέτακται γὰρ ὑπὸ Κύρου, τοῦ πρώτου Περσῶν
βασιλεύσαντος, ποῖα μὲν τῶν ἐθνῶν εἰς πόλεμον ἱππείαν
 καὶ πόσην τὸν ἀριθμὸν δεῖ παρέχειν, ποῖα δὲ
πεζὴν στρατιὰν καὶ πόσην, τίνας δὲ τοξότας καὶ πόσα
ἑκάστους ἅρματα ψιλά τε καὶ δρεπανηφόρα καὶ ἐλέφαντας
ὁπόθεν καὶ πόσους καὶ χρήματα παῤ ὧντινων
καὶ πόσα. Τοσούτῳ δὲ παρασκευάζεται χρόνῳ
 πάντα ὑπὸ πάντων, ὅσῳ καὶ εἷς ἀνὴρ παρεσκεύασε.

Τῇ δὲ πέμπτῃ τῶν ἡμερῶν μετὰ τὴν ἀγγελίαν
ἐξήλαυνε Βαβυλῶνος βασιλεύς, κοινῷ παραγγέλματι
πάντων αὐτῷ συνακολουθούντων, ὅσοι τὴν στρατεύσιμον
εἶχον ἡλικίαν. Ἐν δὲ τούτοις ἐξῆλθε καὶ Διονύσιος·
 Ἴων γὰρ ἦν καὶ οὐδενὶ τῶν ὑπηκόων μένειν
ἐξῆν.

Κοσμησάμενος δὲ ὅπλοις καλλίστοις καὶ ποιήσας
στῖφος οὐκ εὐκαταφρόνητον ἐκ τῶν μεθ̓ ἑαυτοῦ,
ἐν τοῖς πρώτοις καὶ φανερωτάτοις κατέταξεν ἑαυτὸν
καὶ δῆλος ἦν πράξων τι γενναῖον, οἷα δὴ καὶ φύσει
 φιλότιμος ἀνὴρ καὶ οὐ πάρεργον τὴν ἀρετὴν τιθέμενος,

ἀλλὰ τῶν καλλίστων ἀξιῶν. Τότε δὲ καὶ ἐλπίδος
εἶχέ τι κούφης, ὅτι ἂν χρήσιμος ὢν ἐν τῷ πολέμῳ
 
φανῇ, λήψεται παρὰ βασιλέως καὶ δίχα κρίσεως
ἆθλον τῆς ἀριστείας τὴν γυναῖκα.

Καλλιρρόην δὲ ἡ μὲν βασιλὶς οὐκ ἤθελεν ἐπάγεσθαι·
διὰ τοῦτο οὐδὲ ἐμνημόνευσεν αὐτῆς πρὸς
βασιλέα, οὐδὲ ἐπύθετο τί κελεύει γενέσθαι περὶ τῆς
ξένης· ἀλλὰ καὶ Ἀρταξάτης κατεσιώπησεν, ὡς δῆτα
μὴ θαρρῶν ἐν κινδύνῳ τοῦ δεσπότου καθεστηκότος
παιδιᾶς ἐρωτικῆς μνημονεύειν, τὸ δὲ ἀληθὲς ἄσμενος
ἀπηλλαγμένος καθάπερ ἀγρίου θηρίου· ἐδόκει
δὲ μονονουχὶ χάριν ἔχειν τῷ πολέμῳ διακόψαντι τὴν
βασιλέως ἐπιθυμίαν ὑπὸ ἀργίας τρεφομένην.

Οὐ μὴν
Καλλιρρόης ἐπ̔??ʼλέληστο βασιλεύς, ἀλλὰ ἐν ἐκείνῳ τῷ
ἀδιηγήτῳ ταράχῳ μνήμη τις αὐτὸν εἰσῆλθε τοῦ κάλλους·
ᾐδεῖτο δὲ εἰπεῖν τὸ περὶ αὐτῆς, μὴ δόξῃ παιδαριώδης
εἶναι παντάπασιν, ἐν πολέμῳ τηλικούτῳ
γυναικὸς εὐμόρφου μνημονεύων. Βιαζομένης δὲ τῆς
ὁρμῆς πρὸς μὲν Στάτειραν αὐτὴν οὐδὲν εἶπεν, ἀλλ̓
οὐδὲ πρὸς τὸν εὐνοῦχον, ἐπειδὴ αὐτῷ συνῄδει τὸν
ἔρωτα, ἐπενόησε δέ τι τοιοῦτον.

Ἔθος ἐστὶν αὐτῷ
τε βασιλεῖ καὶ Περσῶν τοῖς ἀρίστοις, ὅταν εἰς πόλεμον
ἐξίωσιν, ἐπάγεσθαι καὶ γυναῖκας καὶ τέκνα καὶ
χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ εὐνούχους καὶ
παλλακίδας καὶ κύνας καὶ τραπέζας καὶ πλοῦτον πολυτελῆ
καὶ τρυφήν.

Τὸν οὖν ἐπὶ τούτων διάκονον
καλέσας ὁ βασιλεύς, πολλὰ πρῶτον εἰπὼν καὶ τἆλλα
διατάξας ὡς ἕκαστον ἔδει γενέσθαι, τελευταίας ἐμνημόνευσε
Καλλιρρόης ἀξιοπίστῳ τῷ προσώπῳ, ὡς
οὐδὲν αὐτῷ μέλον. “Κἀκεῖνο” φησὶ “τὸ γύναιον τὸ
ξένον, περὶ οὗ τὴν κρίσιν ἀνεδεξάμην, σὺν ταῖς ἄλλαις

γυναιξὶν ἀκολουθείτω.” Κἁ??ʼ Καλλιρρόη μὲν
οὕτως ἐξῆλθε Βαβυλῶνος οὐκ ἀηδῶς, ἤλπιζε γὰρ καὶ
Χαιρέαν ἐξελεύσεσθαι· πολλὰ μὲν οὖν φέρειν καὶ
 
πόλεμον ἄδηλα καὶ μεταβολὰς τοῖς δυστυχοῦσι βελτίονας,
τάχα δὲ καὶ τὴν δίκην ἕξειν τέλος ἐκεῖ ταχείας
εἰρήνης γενομένης.

Πάντων δὲ ἐξιόντων μετὰ βασιλέως ἐπὶ τὸν πόλεμον
 τὸν πρὸς τοὺς Αἰγυπτίους Χωέᾳ παρήγγειλεν
οὐδείς· βασιλέως γὰρ δοῦλος οὐκ ἦν, ἀλλὰ τότε
μόνος ἐν Βαβυλῶνι ἐλεύθερος. Ἔχαιρε δὲ ἐλπίζων
ὅτι Καλλιρρόη μενεῖ. Τῆς οὖν ὑστεραίας ἦλθεν ἐπὶ
τὰ βασίλεια, ζητῶν τὴν γυναῖκα.

Κεκλεισμένα δὲ
 ἰδὼν καὶ πολλοὺς ἐπὶ θύραις τοὺς φυλάσσοντας περιῄει
τὴν πόλιν ὅλην ἐξερευνώμενος καὶ συνεχῶς καθάπερ
ἐμμανὴς Πολυχάρμου τοῦ φίλου πυνθανόμενος “Καλλιρρόη δὲ ποῦ; τί γέγονεν; οὐ δήπου γὰρ

καὶ αὐτὴ στρατεύεται.” Μὴ εὑρὼν δὲ Καλλιρρόην
 ἐζήτει Διονύσιον τὸν ἀντεραστὴν καὶ ἧκεν ἐπὶ τὴν
οἰκίαν τὴν ἐκείνου. Προῆλθεν οὖν τις ὥσπερ εὐκαίρως,
καὶ εἶπεν ἅπερ ἦν δεδιδαγμένος. Θέλων γὰρ ὁ
Διονύσιος ἀπελπίσαι Χαιρέαν τὸν Καλλιρρόης γάμον
καὶ μηκέτι μένειν τὴν δίκην, ἐπενόησέ τι τοιοῦτον.

Ἐξιὼν ἐπὶ τὴν μάχην κατέλιπε τὸν ἀπαγγελοῦντα
πρὸς Χαιρέαν ὅτι βασιλεὺς ὁ Περσῶν χρείαν ἔχων συμμάχων
πέπομφε Διονύσιον ἀθροῖσαι στρατιὰν ἐπὶ τὸν
Αἰγύπτιον καί, ἵνα πιστῶς αὐτῷ καὶ προθύμως ἐξυπηρετῆται,
Καλλιρρόην ἀπέδωκε. Ταῦτα ἀκούσας
 Χαιρέας ἐπίστευσεν εὐθύς· εὐεξαπάτητον γὰρ ἄνθρωπος
 
δυστυχῶν.

Καταρρηξάμενος οὖν τὴν ἐσθῆτα
καὶ σπαράξας τὰς τρίχας, τὸ στέρνον ἅμα παίων ἔλεγεν “ἄπιστε Βαβυλών, κακὴ ξενοδόκε, ἐπ̓ ἐμοῦ δὲ
καὶ ἐρήμη. Ὦ καλοῦ δικαστοῦ· προαγωγὸς γέγονεν
ἀλλοτρίας γυναικός. Ἐν πολέμῳ γάμοι. Κἀγὼ μὲν
ἐμελέτων τὴν δίκην καὶ πάνυ ἐπεπείσμην δίκαια
ἐρεῖν· ἐρήμην δὲ κατεκρίθην καὶ Διονύσιος νενίκηκε
σιγῶν.

Ἀλλ̓ οὐδὲν ὄφελος αὐτῷ τῆς νίκης· οὐ
γὰρ ζήσεται Καλλιρρόη παρόντος διαζευχθεῖσα Χαιρέου,
καὶ τὸ πρῶτον ἐξηπάτησεν αὐτὴν τὸ δοκεῖν ἐμὲ
τεθνηκέναι. Τί οὖν ἐγὼ βραδύνω καὶ οὐκ ἀποσφάζω
πρὸ τῶν βασιλείων ἐμαυτόν, προσχέας τὸ αἷμα ταῖς
θύραις τοῦ δικαστοῦ; γνώτωσαν Πέρσαι καὶ Μῆδοι,
κῶς βασιλεὺς ἐδίκασεν ἐνταῦθα.”

Πολύχαρμος δὲ ἰδὼν ἀπαρηγόρητον ἑαυτῷ τὴν
συμφορὰν καὶ ἀδύνατον σωθῆναι Χαιρέαν “πάλαι
μὲν” ἔφη “παρεμυθούμην σε, φίλτατε, καὶ πολλάκις
ἀποθανεῖν ἐκώλυσα, νῦν δέ μοι δοκεῖς καλῶς βεβουλεῦσθαι·
καὶ τοσοῦτον ἀποδέω τοῦ σε κωλύειν, ὥστε
καὶ αὐτὸς ἤδη συναποθανεῖν ἕτοιμος. Σκεψώμεθα
δὲ θανάτου τρόπον, ὅστις ἂν γένοιτο βελτίων· ὃν
γὰρ σὺ διανοῇ, φέρει μέν τινα φθόνον βασιλεῖ καὶ
πρὸς τὸ μέλλον αἰσχύνην, οὐ μεγάλην δὲ ἐκδικίαν ὧν
πεπόνθαμεν.

Δοκεῖ δέ μοι τὸν ἅπαξ ὑφ̓ ἡμῶν ὡρισμένον
θάνατον εἰς ἄμυναν καταχρήσασθαι τοῦ τυράννου·
καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι
μετανοεῖν, ἔνδοξον καὶ τοῖς ὕστερον ἐσομένοις διήγημα
καταλείποντας ὅτι δύο Ἕλληνες ἀδικηθέντες
ἀντελύπησαν τὸν μέγαν βασιλέα καὶ ἀπέθανον ὡς

ἄνδρες.” “Πῶς οὖν” εἶπε Χαιρέας “ἡμεῖς οἱ μόνοι
καὶ πένητες καὶ ξένοι τὸν κύριον τηλικούτων καὶ τοσούτων
ἐθνῶν καὶ δύναμιν ἔχοντα, ὅσην ἑωράκαμεν,
 
λυπῆσαι δυνάμεθα; τοῦ μὲν γὰρ σώματος αὐτῷ φυλακαὶ
καὶ προφυλακαί, κἂν ἀποκτείνωμεν δέ τινα τῶν
ἐκείνου, κἂν ἐμπρήσωμέν τι τῶν ἐκείνου κτημάτων,

οὐκ αἰσθήσεται τῆς βλάβης.” “Ὀρθῶς ἂν” ἔφη Πολύχαρμος “ταῦτα ἔλεγες, εἰ μὴ πόλεμος ἦν· νῦν δὲ
ἀκούομεν Αἴγυπτον μὲν ἀφεστάναι, Φοινίκην δὲ
ἑαλωκέναι, Συρίαν δὲ κατατρέχεσθαι. Βασιλεῖ δὲ ὁ
πόλεμος ἀπαντήσει καὶ πρὸ τοῦ διαβῆναι τὸν Εὐφράτην.

Οὐκ ἐσμὲν οὖν οἱ δύο μόνοι, τοσούτους δὲ
 ἔχομεν συμμάχους, ὅσους ὁ Αἰγύπτιος ἄγει, τοσαῦτα
ὅπλα, τοσαῦτα χρήματα, τοσαύτας τριήρεις. Χρησώμεθα
ἀλλοτρίᾳ δυνάμει πρὸς τὴν ὑπὲρ ἑαυτῶν ἄμυναν.” Οὔπω πᾶν εἴρητο ἔπος καὶ Χαιρέας ἀνεβόησε “σπεύδωμεν, ἀπίωμεν. Δίκας ἐν τῷ πολέμῳ
 λήψομαι παρὰ τοῦ δικαστοῦ.”

Ταχέως τοίνυν ὁρμήσαντες ἐδίωκον βασιλέα,
προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι· διὰ
γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι
τὸν Εὐφράτην. Κατέλαβον δὲ τὴν στρατιὰν ἐπὶ
 τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολούθουν.

Ἐπεὶ δὲ ἧκον εἰς Συρίαν, ηὐτομόλησαν
πρὸς τὸν Αἰγύπτιον, λαβόντες δὲ αὐτοὺς οἱ φύλακες
ἐξήταζον τίνες εἶεν· σχῆμα γὰρ πρεσβευτῶν οὐκ
ἔχοντες ὑπωπτεύοντο κατάσκοποι μᾶλλον. Ἔνθα καὶ
 παρεκινδύνευσαν, εἰ μὴ εἶς γέ τις Ἕλλην ἐκεῖ κατὰ
τύχην εὑρεθεὶς συνῆκε τῆς φωνῆς· ἠξίουν δὲ ἄγεσθαι
πρὸς βασιλέα, ὡς μέγα ὄφελος αὐτῷ κομίζοντες.

Ἐπεὶ δὲ ἤχθησαν, Χαιρέας εἶπεν “ἡμεῖς Ἕλληνες
ἐσμὲν Συρακούσιοι τῶν εὐπατριδῶν. Οὗτος
 μὲν οὖν εἰς Βαβυλῶνα φίλος ἐμὸς ὢν ἦλθε δἰ ἐμέ,
ἐγὼ δὲ διὰ τὴν γυναῖκα, τὴν Ἑρμοκράτους θυγατέρα,
εἴ τινα Ἑρμοκράτην ἀκούεις στρατηγὸν Ἀθηναίους
 
καταναυμαχήσαντα.” Ἐπένευσεν ὁ Αἰγύπτιος,

οὐδὲν γὰρ ἔθνος ἄπυστον ἦν τῆς Ἀθηναίων δυστυχίας,
ἣν ἐδυστύχησαν ἐν τῷ πολέμῳ τῷ Σικελικῷ. “Τετυράννηκε δὲ ἡμῶν Ἀρταξέρξης,” καὶ πάντα διηγήσατο. “Φέροντες οὖν ἑαυτοὺς δίδομέν σοι φίλους
πιστούς, δύο τὰ προτρεπτικώτατα εἰς ἀνδρείαν ἔχοντες,
θανάτου καὶ ἀμύνης ἔρωτα· ἤδη γὰρ ἐτεθνήκειν
ὅσον ἐπὶ ταῖς συμφοραῖς, λοιπὸν δὲ ζῶ εἰς μόνον τὸ
λυπῆσαι τὸν ἐχθρόν.
Μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.”

Ταῦτα ἀκούσας ὁ Αἰγύπτιος ἥσθη καὶ τὴν δεξιὰν ἐμβαλὼν “εἰς καιρὸν ἥκεισ” φησίν, “ὦ νεανία, σεαυτῷ
τε κἀμοί.” Παραυτίκα μὲν οὖν αὐτοῖς ἐκέλευσεν
ὅπλα δοθῆναι καὶ σκηνήν, μετ̓ οὐ πολὺ δὲ καὶ ὁμοτράπεζον
ἐποιήσατο Χαιρέαν, εἶτα καὶ σύμβουλον·
ἐπεδείκνυτο γὰρ φρόνησίν τε καὶ θάρσος, μετὰ τούτων
δὲ καὶ πίστιν, οἷα δὴ καὶ φύσεως ἀγαθῆς καὶ
παιδείας οὐκ ἀπρονόητος.

Ἐπήγειρε δὲ μᾶλλον αὐτὸν
καὶ διαπρεπέστερον ἐποίησεν ἡ πρὸς βασιλἕ??ʼφιλονεικία
καὶ τὸ δεῖξαι θέλειν ὅτι οὐκ ἦν εὐκαταφρόνητος,
ἀλλ̓ ἄξιος τιμῆς. Εὐθὺς οὖν ἔργον ἐπεδείξατο
μέγα. Τῷ μὲν Αἰγυπτίῳ τὰ μὲν ἄλλα προυκεχωρήκει
ῥᾳδίως καὶ κύριος ἐγεγόνει τῆς Κοίλης Συρίας
ἐξ ἐπιδρομῆς, ὑποχείριος δὲ ἦν αὐτῷ καὶ Φοινίκη
πλὴν Τύρου.

Τύριοι δὲ φύσει γένος εἰσὶ μαχιμώτατον
καὶ κλέος ἐπ̓ ἀνδρείᾳ θέλουσι κεκτῆσθαι, μὴ
δόξωσι καταισχύνειν τὸν Ἡρακλέα, φανερώτατον θεὸν
παῤ αὐτοῖς καὶ ᾧ μόνῳ σχεδὸν ἀνατεθείκασι τὴν
πόλιν. Θαρροῦσι δὲ καὶ τῇ ὀχυρότητι τῆς οἰκήσεως.

Ἡ μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ
εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον
 
εἶναι· ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ
τὴν ἐπιβάθραν.

Πανταχόθεν οὖν αὐτοῖς τὸν
πόλεμον ἀποκλεῖσαι ῥᾴδιον· τὴν μὲν πεζὴν στρατιὰν
ἐκ τῆς θαλάττης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ
 ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης
τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας.

Πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι Τύριοι
τῶν Αἰγυπτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν
τῷ Πέρσῃ φυλάττοντες. Ἐπὶ τούτῳ δυσχεραίνων ὁ
 Αἰγύπτιος συνήγαγε βουλήν. Τότε πρῶνον Χαιρέαν
παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδε “Ἄνδρες σύμμαχοι,

δούλους γὰρ οὐκ ἂν εἴποιμι
τοὺς φίλους, ὁρᾶτε τὴν ἀπορίαν ὅτι ὥσπερ ναῦς ἐπὶ
πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα καὶ
 Τύρος ἡ παγχάλεπος κατέχει σπεύδοντας ἡμᾶς· ἐπείγεται
δὲ καὶ βασιλεύς, ὡς πυνθανόμεθα. Τί οὖν χρὴ
πράττειν; οὔτε γὰρ ἑλεῖν Τύρον ἔνεστιν, οὔτε ὑπερβῆναι,
καθάπερ δὲ τεῖχος ἐν μέσῳ κειμένη τὴν Ἀσίαν
ἡμῖν πᾶσαν ἀποκλείει. Δοκεῖ δέ μοι τὴν ταχίστην
 ἐντεῦθεν ἀπιέναι, πρὶν ἢ τὴν Περσῶν δύναμιν τοῖς
Τυρίοις προσγενέσθαι.

Κίνδυνος δὲ καταληφθεῖσιν
ἡμῖν ἐν τῇ πολεμίᾳ. Τὸ δὲ Πηλούσιον ὀχυρόν, ἔνθα
οὔτε Τυρίους οὔτε Μήδους οὔτε πάντας ἀνθρώπους
ἐπιόντας δεδοίκαμεν· ψάμμος τε γὰρ ἀδιόδευτος καὶ
 εἴσοδος ὀλίγη καὶ θάλασσα ἡμετέρα καὶ Νεῖλος Αἰγυπτίους
φιλῶν.” Ταῦτα εἰπόντος λίαν εὐλαβῶς
σιωπὴ πάντων ἐγένετο καὶ κατήφεια· μόνος δὲ Χαιρέας
ἐτόλμησεν εἰπεῖν “Ὦ βασιλεῦ,

σὺ γὰρ ἀληθῶς βασιλεύς, οὐχ ὁ
 Πέρσης, ὁ κάκιστος ἀνθρώπων· λελύπηκάς με σκεπτόμενος
περὶ φυγῆς ἐν ἐπινικίοις· νικῶμεν γάρ, ἂν
θεοὶ θέλωσι, καὶ οὐ μόνον Τύρον ἕξομεν, ἀλλὰ καὶ
 
Βαβυλῶνα. Πολλὰ δὲ ἐν πολέμῳ τὰ ἐμπόδια γίνεται,
πρὸς ἃ δεῖ μὴ παντάπασιν ἀποκνεῖν, ἀλλ̓ ἐγχειρεῖν
προβαλλομένους ἀεὶ τὴν ἀγαθὴν ἐλπίδα.

Τούτους δὲ
ἐγώ σοι τοὺς Τυρίους, τοὺς νῦν καταγελῶντας, γυμνοὺς
ἐν πέδαις παραστήσω. Εἰ δὲ ἀπιστεῖς, ἐμὲ
προθυσάμενος ἀπέρχου· ζῶν γὰρ οὐ κοινωνήσω
φυγῆς. Ἂν δὲ καὶ πάντως θέλῃς, ὀλίγους ἐμοὶ κατάλιπε
τοὺς ἑκουσίως μενοῦντας· νῶῖ δ̓ ἐγὼ Πολύχαρμός
τε μαχησόμεθα· σὺν γὰρ θεῷ εἰλήλουθμεν.”

ᾘδέσθησαν πάντες μὴ συγκαταθέσθαι τῇ Χαιρέου
γνώμῃ· βασιλεὺς δὲ θαυμάσας αὐτοῦ τὸ φρόνημα
συνεχώρησεν ὁπόσον βούλεται τῆς στρατιᾶς
ἐπίλεκτον λαβεῖν. Ὁ δὲ οὐκ εὐθὺς εἵλετο, ἀλλὰ
καταμίξας ἑαυτὸν εἰς τὸ στρατόπεδον καὶ Πολύχαρμον
κελεύσας τὸ αὐτὸ πρῶτον ἀνηρεύνα εἴ τινες εἶεν
Ἕλληνες ἐν τῷ στρατοπέδῳ.

Πλείονες μὲν οὖν ηὑρέθησαν
οἱ μισθοφοροῦντες, ἐξελέξατο δὲ Λακεδαιμονίους
καὶ Κορινθίους καὶ τοὺς ἄλλους Πελοποννησίους·
εὗρε δὲ καὶ ὡς εἴκοσι Σικελιώτας. Ποιήσας
οὖν τριακοσίους τὸν ἀριθμὸν ἔλεξεν ὧδε “Ἄνδρες Ἕλληνες,

ἐμοὶ βασιλέως ἐξουσίαν παρασχόντος
ἐπιλέξασθαι τῆς στρατιᾶς τοὺς ἀρίστους,
εἱλόμην ὑμἇ??ʼ καὶ γὰρ αὐτὸς Ἕλλην εἰμί, Συρακούσιος,
γένος Δ̔??ʼ. Δεῖ δὲ ὑμᾶς μὴ μόνον εὐγενείᾳ
τῶν ἄλλων%5 ἀλλὰ καὶ ἀρετῇ διαφέρειν.

Μηδεὶς
οὖν καταπλαγῇ τὴν πρᾶξιν, ἐφ̓ ἣν ὑμᾶς παρακαλῶ,
καὶ γὰρ δυνατὴν εὑρήσομεν καὶ ῥᾳδίαν, δόξῃ μᾶλλον
ἢ πείρᾳ δύσκολον. Ἕλληνες ἐν Θερμοπύλαις τοσοῦτοι
Ξέρξην ὑπέστησαν. Τύριοι δὲ οὐκ εἰσὶ πεντακόσιαι
μυριάδες, ἀλλὰ ὀλίγοι καὶ καταφρονήσει μετ̓
ἀλαζονείας, οὐ φρονήματι μετ̓ εὐβουλίας χρώμενοι.

Γνώτωσαν οὖν πόσον Ἕλληνες Φοινίκων διαφέρουσιν.
Ἐγὼ δὲ οὐκ ἐπιθυμῶ στρατηγίας, ἀλλ̓ ἕτοιμος
ἀκολουθεῖν ὅστις ἂν ὑμῶν ἄρχειν θέλῃ· πειθόμενον
γὰρ εὑρήσει, ἐπεὶ καὶ δόξης οὐκ ἐμῆς ἀλλὰ κοινῆς
 ὀρέγομαι.” Πάντες ἐπεβόησαν “σὺ στρατήγει βουλομένων.” Ἔφη “Στρατηγῶ καὶ τὴν ἀρχήν μοι ὑμεῖς δεδώκατε·

διὰ τοῦτο πειράσομαι πάντα πράττειν, ὥστε ὑμᾶς μὴ
 μετανοεῖν τὴν πρὸς ἐμὲ εὔνοιάν τε καὶ πίστιν ᾑρημένους.
Ἀλλ̓ ἔν τε τῷ παρόντι σὺν θεοῖς ἔνδοξοι καὶ
περίβλεπτοι γενήσεσθε καὶ πλουσιώτατοι τῶν συμμάχων,
εἴς τε τὸ μέλλον ὄνομα καταλείψετε τῆς
ἀρετῆς ἀθάνατον καὶ πάντες ὑμνήσουσιν ὡς
 τοὺς μετὰ Ὀθρυάδου τριακοσίους ἢ τοὺς μετὰ Λεωνίδου,
οὕτως καὶ τοὺς μετὰ Χαιρέου ἀνευφημήσουσιν.” Ἔτι λέγοντος πάντες ἀνέκραγον “ἡγοῦ,” καὶ πάντες
ὥρμησαν ἐπὶ τὰ ὅπλα.

Κοσμήσας δὲ αὐτοὺς ὁ Χαιρέας ταῖς καλλίσταις
πανοπλίαις ἤγαγεν ἐπὶ τὴν βασιλέως σκηνήν. Ἰδὼν
δὲ ὁ Αἰγύπτιος ἐθαύμασε καὶ ἄλλους ὁρᾶν ὑπελάμβανεν,
οὐ τοὺς συνήθεις, ἐπηγγείλ̔??ʼ δὲ αὐτοῖς μεγάλας
δωρεάς.

“Ταῦτα μὲν” ἔφη Χαιῥ??ʼ “πιστεύομεν·
 σὺ δὲ ἔχε τὴν ἄλλην στρατιὰν ἐν τοῖς ὅπλοις
καὶ μὴ πρότερον ἐπέλθῃς τῇ Τύρῳ, πρὶν κρατήσωμεν
αὐτῆς καὶ ἀναβάντες ἐπὶ τὰ τείχη καλῶμεν ὑμᾶς.”

“Οὕτωσ” ἔφη “ποιήσειαν οἱ θεοί.” Συνεσπειραμένους
οὖν ὁ Χαιρέας ἐκείνους ἤγαγεν ἐπὶ τὴν Τύρον,
 ὥστε πολὺ ἐλάττονας δόξαι· καὶ ὡς ἀληθῶς
ἀσπὶς ἄῤ ἀσπίδ̓ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ̓ ἀνήρ.
 
καὶ τὸ μὲν πρῶτον οὐδὲ καθεωρῶντο ὑπὸ τῶν πολεμίων·
ὡς δ̓ ἐγγὺς ἦσαν, βλέποντες αὐτοὺς οἱ ἀπὸ
τῶν τειχῶν ἐσήμαινον τοῖς ἔνδον, πᾶν μᾶλλον ἢ πολεμίους
εἶναι προσδοκῶντες.

Τίς γὰρ ἂν καὶ προσεδόκησε
τοσούτους ὄντας ἐπὶ τὴν δυνατωτάτην πόλιν
παραγίνεσθαι, πρὸς ἣν οὐδέποτε ἐθάρρησεν ἐλθεῖν
οὐδὲ πᾶσα ἡ τῶν Αἰγυπτίων δύναμις; ἐπεὶ δὲ τοῖς
τείχεσιν ἐπλησίαζον, ἐπυνθάνοντο τίνες εἶεν καὶ τί
βούλοιντο.

Χαιρέας δὲ ἀπεκρίνατο “ἡμεῖς Ἕλληνες
μισθοφόροι παρὰ τοῦ Αἰγυπτίου τὸν μισθὸν οὐκ
ἀπολαμβάνοντες ἀλλὰ καὶ ἐπιβουλευθέντες ἀπολέσθαι
πάρεσμεν πρὸς ὑμᾶς, μεθ̓ ὑμῶν ἀμύνεσθαι

θέλοντες τὸν κοινὸν ἐχθρόν.” Ἐμήνυσέ τις ταῦτα
τοῖς ἔνδον καὶ ἀνοίξας τὰς πύλας προῆλθεν ὁ στρατηγὸς
μετ̓ ὀλίγων. Τοῦτον πρῶτον Χαιρέας ἀποκτείνας
ὥρμησεν ἐπὶ τοὺς ἄλλους,
τύπτε δ̓ ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ̓ ἀεικής.
ἄλλος δ̓ ἄλλον ἐφόνευεν, ὥσπερ λέοντες εἰς ἀγέλην
βοῶν ἐμπεσόντες ἀφύλακτον· οἰμωγὴ δὲ καὶ θρῆνος
κατεῖχε τὴν πόλιν ἅπασαν, ὀλίγων μὲν τὸ γινόμενον
ὁρώντων, πάντων δὲ θορυβουμένων.

Καὶ ὄχλος ἄτακτος
ἐξεχεῖτο διὰ τῆς πύλης, βουλόμενος θεάσασθαι
τὸ συμβεβηκός. Τοῦτο μάλιστα τοὺς Τυρίους ἀπώλεσεν.

Οἱ μὲν γὰρ ἔνδοθεν ἐξελθεῖν ἐβιάζοντο, οἱ
δὲ ἔξω παιόμενοι καὶ κεντούμενοι ξίφεσι καὶ λόγχαις
εἴσω πάλιν ἔφευγον, ἀπαντῶντες δ̓ ἀλλήλοις ἐν στενοχωρίᾳ
πολλὴν ἐξουσίαν παρεῖχον τοῖς φονεύουσιν.
Οὔκουν οὐδὲ τὰς πύλας δυνατὸν ἦν κλεῖσαι, σεσωρευμένων
ἐν αὐταῖς τῶν νεκρῶν.

Ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ μόνος ἐσωφρόνησε
Χαιρέας· βιασάμενος γὰρ τοὺς ἀπαντῶντας
 
καὶ εἴσω τῶν πυλῶν γενόμενος ἀνεπήδησεν ἐπὶ τὰ
τείχη δέκατος αὐτὸς καὶ ἄνωθεν ἐσήμαινε καλῶν
τοὺς Αἰγυπτίους, οἱ δὲ λόγου θᾶττον παρῆσαν καὶ
Τύρος ἑαλώκει.

Τύρου δὲ ἁλούσης οἱ μὲν ἄλλοι πάντες
 ἑώρταζον, μόνος δὲ Χαιρέας οὔτε ἔθυσεν οὔτε
ἐστεφανώσατο. “Τί γάρ μοι ὄφελος ἐπινικίων, ἂν
σύ, Καλλιρρόη, μὴ βλέπῃς; οὐκέτι στεφανώσομαι
μετ̓ ἐκείνην τὴν γαμήλιον νύκτα. Εἴτε γὰρ τέθνηκας,
ἀσεβῶ, εἴτε καὶ ζῇς, πῶς ἑορτάζειν δύναμαι
 δίχα σοῦ, κατακειμένης ἂν ἐν τοιούτοις;”

Βασιλεὺς δὲ ὁ Περσῶν διαβὰς τὸν Εὐφράτην
ἔσπευδεν ὡς τάχιστα τοῖς πολεμίοις συμμίξαι. Πυθόμενος
γὰρ Τύρον ἑαλωκέναι περὶ Σίδωνος ἐφοβεῖτο
καὶ τῆς ὅλης Συρίας, ὁρῶν τὸν πολέμιον ἀντίπαλον
ἤδη.

Διὰ τοῦτο ἔδοξεν αὐτῷ μηκέτι μετὰ πάσης
τῆς θεραπείας ὁδεύειν, ἀλλ̓ εὐζωνότερον, ἵνα
μηδὲν ἐμπόδιον ᾖ τῷ τάχει. Παραλαβὼν δὲ τῆς στρατιᾶς
τὸ καθαρώτατον τὴν ἄχρηστον ἡλικίαν αὐτοῦ
κατέλιπε μετὰ τῆς βασιλίδος καὶ τὰ χρήματα καὶ τὰς
ἐσθῆτας καὶ τὸν πλοῦτον τὸν βασιλικόν.

Ἐπεὶ δὲ
πάντα θορύβου καὶ ταραχῆς ἐπέπληστο καὶ μέχρις
Εὐφράτου τὰς πόλεις κατειλήφει ὁ πόλεμος, ἔδοξεν
ἀσφαλέστερον εἶναι, τοὺς καταλειπομένους εἰς Ἄραδον ἀποθέσθαι.

Νῆσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους
τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης.
Ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης ἀδείας αἱ γυναῖκες
ἐνταῦθα διῆγον.

Θεασαμένη δὲ Καλλιρρόη τὴν Ἀφροδίτην,
στᾶσα καταντικρὺ τὸ μὲν πρῶτον ἐσιώπα καὶ
 ἔκλαεν, ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα· μόλις δὲ
ὑπεφθέγξατο “ἰδοὺ καὶ Ἄραδος, μικρὰ νῆσος ἀντὶ
τῆς μεγάλης Σικελίας καὶ οὐδεὶς ἐνταῦθα ἐμός.

Ἀρκεῖ
 
δέσποινα. Μέχρι πότε με πολεμεῖς; εἰ καὶ ὅλως
σοι προσέκρουσα, τετιμώρησαί με· εἰ καὶ νεμεσητὸν
ἔδοξέ μοι τὸ δυστυχὲς κάλλος, ὀλέθρου μοι γέγονεν
αἴτιον. Ὃ μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, ἤδη καὶ
πολέμου πεπείραμαι.

Πρὸς τὴν σύγκρισιν τῶν παρόντων
ἦν μοι καὶ Βαβυλὼν φιλάνθρωπος. Ἐγγὺς
ἐκεῖ Χαιρέας ἦν. Νῦν δὲ πάντως τέθνηκεν· ἐμοῦ
γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν. Ἀλλ̓ οὐκ ἔχω παρὰ
τίνος πύθωμαι τί γέγονε.

Πάντες ἀλλότριοι, πάντες
βάρβαροι, φθονοῦντες, μισοῦντες, τῶν δὲ μισούντων
χείρονες οἱ φιλοῦντες. Σύ μοι, δέσποινα, δήλωσον
εἰ Χαιρέας ζῇ.” Ταῦτα λέγουσα ἔτι ἀπῄει·
ἐπιστᾶσα δὲ Ῥοδογύνη, Ζωπύρου μὲν θυγάτηρ,
γυνὴ δὲ Μεγαβύζου, καὶ πατρὸς καὶ ἀνδρὸς Περσῶν
ἀρίστων αὕτη δὲ ἦν ἡ Καλλιρρόῃ ἀπαντήσασα
πρώτη Περσίδων, ὅτε εἰς Βαβυλῶνα εἰσῄει.

Ὁ δὲ Αἰγύπτιος ἐπειδήπερ ἤκουσε βασιλέα πλησίον
ὄντα καὶ παρεσκευασμένον κατὰ γῆν καὶ κατὰ
θάλασσαν, καλέσας Χαιρέαν εἶπε “τὰ μὲν πρῶτά σου
τῶν κατορθωμάτων ἀμείψασθαι καιρὸν οὐκ ἔσχον·
σὺ γάρ μοι Τύρον ἔδωκας· περὶ δὲ τῶν ἑξῆς παρακαλῶ,
μὴ ἀπολέσωμεν ἕτοιμα ἀγαθά, ὧν κοινωνόν
σε ποιήσομαι.

Ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ
γενήσεται κτῆμα Συρία. Φέῤ οὖν σκεψώμεθα τί
ποιητέον· ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις ὁ πόλεμος
ἀκμάζει. Σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς
πεζῆς θέλεις στρατηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως.

Οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν· ὑμεῖς
γὰρ οἱ Συρακούσιοι καὶ Ἀθηναίους κατεναυμαχήσατε.
Σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς.
ὑπὸ Ἀθηναίων νενικημένους. Ἔχεις τριήρεις Αἰγυπτίας,
μείζονας καὶ πλείονας τῶν Σικελικῶν· μίμησαι
 
τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ.” Χαιρέας
δὲ ἀπεκρίνατο “πᾶς ἐμοὶ κίνδυνος ἡδύς· ὑπὲρ
σοῦ δὲ ἀναδέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστόν
μοι βασιλέα.

Δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς
 τριακοσίους τοὺς ἐμούς.” “Ἔχε” φησὶ “καὶ τούτους
καὶ ἄλλους, ὅσους ἂν θέλῃς.” Καὶ εὐθὺς ἔργον ἐγένετο
ὁ λόγος· κατήπειγε γὰρ ἡ χρεία. Καὶ ὁ μὲν Αἰγύπτιος
ἔχων τὴν πεζὴν στρατιὰν ἀπήντα τοῖς πολεμίοις,

ὁ δὲ Χαιρέας ναύαρχος ἀπεδείχθη. Τοῦτο
 ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ̓ αὐτῶν
οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν
ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος.
Ἔδοξεν οὖν ὥσπερ ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου
σώματος.

Τὸ δὲ ναυτικὸν ἐπήρθη ταῖς ἐλπίσι
 καὶ φρονήματος ἐνεπλήσθησαν, ὅτι τὸν ἀνδρειότατον
καὶ κάλλιστον εἶχον ἡγούμενον. Ὀλίγον τε ἐπένθουν
ἢ οὐδέν, ἀλλὰ ὥρμηντο καὶ τριήραρχοι καὶ κυβερνῆται
καὶ ναῦται καὶ στρατιῶται πάντες ὁμοίως, τίς
προθυμίαν ἐπιδείξεται Χαιρέᾳ πρῶτος.

Τῆς δὲ αὐτῆς
 ἡμέρας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἡ μάχη
συνήφθη. Χρόνον μὲν οὖν πολὺν ἀντέσχεν ἡ πεζὴ
στρατιὰ τῶν Αἰγυπτίων Μήδοις τε καὶ Πέρσαις, εἶτα
πλήθει βιασθέντες ἐνέδωκαν. Καὶ βασιλεὺς δὲ ἔφιππος
διώκων Σπουδὴ δὲ ἦν τοῦ Αἰγυπτίου καταφυγεῖν
 εἰς Πηλούσιον, τοῦ δὲ Πέρσου θᾶττον καταλαβεῖν·
τάχα δ̓ ἂν καὶ διέφυγεν, εἰ μὴ Διονύσιος
ἔργον θαυμαστὸν ἐπεδείξατο.

καὶ ἐν τῇ συμβολῇ
ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως,
ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς
 καθ̓ αὑτόν· τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ
 
συνεχοῦς ἡμέραις τε καὶ νυξίν, ὁρῶν ἐπὶ τούτοις λυπούμενον
βασιλέα “μὴ λυποῦ” φησίν, “ὦ δέσποτα·
κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον· διαφυγεῖν, ἄν μοι
δῷς ἱππεῖς ἐπιλέκτους.” Ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν·

ὁ δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς
δύο ἡμέρᾳ μιᾷ, καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις
ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας
δὲ ἀπέκτεινεν. Ὁ δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος
ἀπέσφαξεν ἑαυτὸν καὶ Διονύσιος τὴν κεφαλὴν
ἐκόμισε πρὸς βασιλέα.

Θεασάμενος δὲ ἐκεῖνος “ἀναγράψω σε” εἶπεν “εὐεργέτην εἰς τὸν οἶκον τὸν
ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα
πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρρόην γυναῖκα .
Κέκρικε τὴν δίκην ὁ πόλεμος. Ἔχεις τὸ κάλλιστον
ἆθλον τῆς ἀριστείας.” Διονύσιος δὲ προσεκύνησε
καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως
ἤδη Καλλιρρόης ἀνήρ ἐστι.

Καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο· ἐν δὲ τῇ
θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μηδὲ ἀντίπαλον
αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν· οὔτε γὰρ τὰς
ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε
ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἱ μὲν εὐθὺς
ἀνετράπησαν, τὰς δὲ καὶ πρὸς τὴν γῆν ἐξενεχθείσας
ἐζώγρησεν αὐτάνδρους· ἐνεπλήσθη δὲ ἡ θάλασσα
ναυαγίων Μηδικῶν.

Ἀλλ̓ οὔτε βασιλεὺς ἐγίνωσκε
τὴν ἧτταν τὴν ἐν τῇ θαλάσσῃ τῶν ἰδίων οὔτε Χαιρέας
τὴν ἐν τῇ γῇ τῶν Αἰγυπτίων, ἐνόμιζε· δὲ ἑκάτερος
κρατεῖν ἐν ἀμφοτέροις. Ἐκείνης οὖν τῆς ἡμέρας, ἧς
ἐναυμάχησε, καταπλεύσας εἰς Ἄραδον ὁ Χαιρέας τὴν
μὲν νῆσον ἐκέλευσε περιπλέοντας ἐν κύκλῳ παραφυλάττειν,
ὡς αὐτῆς ἀποδώσοντας λόγον τῷ δεσπότῃ.

Κἀκεῖνοι τοὺς μὲν εὐνούχους καὶ θεραπαινίδας καὶ
 
πάντα τὰ εὐωνότερα σώματα συνήθροισαν εἰς τὴν
ἀγοράν, αὕτη γὰρ εὐρυχωρίαν εἶχε. Τοσοῦτο δὲ ἦν
τὸ πλῆθος, ὥστε οὐ μόνον ἐν ταῖς στοαῖς, ἀλλὰ καὶ
ὑπαίθριοι διενυκτέρευσαν.

Τοὺς δὲ ἀξιώματός τι μετέχοντας
 εἰς οἴκημα τῆς ἀγορᾶς εἰσήγαγον, ἐν ᾧ συνήθως
οἱ ἄρχοντες ἐχρημάτιζον. Αἱ δὲ γυναῖκες χαμαὶ
ἐκαθέζοντο περὶ τὴν βασιλίδα καὶ οὔτε πῦρ ἀνῆψαν
οὔτε τροφῆς ἐγεύσαντο· πεπυσμέναι γὰρ ἦσαν ἑαλωκέναι
μὲν βασιλέα καὶ ἀπολωλέναι τὰ Περσῶν
 πράγματα, τὸν δὲ Αἰγύπτιον πανταχοῦ νικᾶν.

Ἡ νὺξ ἐκείνη καὶ ἡδίστη καὶ χαλεπωτάτη κατέσχεν
Ἄραδον. Αἰγύπτιοι μὲν γὰρ ἔχαιρον ἀπηλλαγμένοι
πολέμου καὶ δουλείας Περσικῆς, οἱ δὲ ἑαλωκότες
Περσῶν δεσμὰ καὶ μάστιγας καὶ ὕβρεις καὶ σφαγὰς
 προσεδόκων, τὸ φιλανθρωπότατον δέ, δουλείαν·
ἡ δὲ Στάτειρα ἐνθεῖσα τὴν κεφαλὴν εἰς τὰ γόνατα
Καλλιρρόης ἔκλαεν· ἐκείνη γάρ, ὡς ἂν Ἑλληνὶς καὶ
πεπαιδευμένη καὶ οὐκ ἀμελέτητος κακῶν, παρεμυθεῖτο
μάλιστα τὴν βασιλίδα.

Συνέβη δέ τι τοιοῦτον.
 Αἰγύπτιος στρατιώτης, ὁ πεπιστευμένος φυλάττειν
τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα,
κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων
πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν
οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ·

“θάρρει, δέσποινα” εἶπε, “νῦν μὲν γὰρ οὐκ οἶδεν
ὁ ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα
κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου
φιλανθρώπως· οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ
γυναῖκα ποιήσεται· φύσει γάρ ἐστι φιλογύναιος.” Ταῦτα ἀκούσασα ἡ Καλλιρρόη μέγα ἀνεκώκυε
καὶ τὰς τρίχας ἐσπάραττε λέγουσα “νῦν ἀληθῶς
αἰχμάλωτός εἰμι. Φόνευσόν με μᾶλλον ἢ ταῦτα
 
ἐπαγγέλλου.

Γάμον οὐχ ὑπομένω· θάνατον εὔχομαι.
Κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι·
τάφος ἐμὸς ἔσται οὗτος ὁ τόπος. Εἰ δέ, ὡς
λέγεις, φιλάνθρωπός ἐστιν ὁ στρατηγός, ταύτην μοι
δότω τὴν χάριν·

ἐνταῦθά με ἀποκτεινάτω.” Δεήσεις
αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, ἡ δ̓ οὐκ ἀνίστατο,
ἀλλ̓ ἐγκεκαλυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. Σκέψις
προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε· βίαν
μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν οὐκ
ἐδύνατο. Διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ
σκυθρωπός.

Ὁ δὲ ἰδὼν “τοῦτο ἄλλο” φησὶν “ἦν.
Κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων, ἀλλ̓ οὐ
χαίροντες αὐτὸ πράξουσι.” Ὡς οὖν εἶπεν ὁ Αἰγύπτιος “οὐδεμιᾷ γέγονε κακόν, δέσποτα· τὴν γὰρ γυναῖκα,
ἣν εὗρον ἐν πλαταίαις τεταγμένην, οὐ βούλεται
ἐλθεῖν, ἀλλ̓ ἔρριπται χαμαί, ξίφος αἰτοῦσα καὶ
ἀποθανεῖν βουλομένη,” γελάσας ὁ Χαιρέας εἶπεν “ὦ
πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται
γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις,
μάλιστα δέ, ἂν ἐρᾶσθαι δοκῇ; Σὺ δὲ βίαν ἴσως
προσῆγες καὶ ὕβριν.” “Οὒ” φησί, “δέσποτα·

πάντα
δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον.
Καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα,

ἡ δὲ πρὸς τοῦτο μάλιστα ἠγανάκτησεν.” Ὁ δὲ Χαιρέας “ἐπαφρόδιτος ἄρα” φησὶν “εἰμὶ καὶ ἐράσμιος, εἰ
καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. Ἔοικε δὲ
 τὸ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. Μηδεὶς
αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς
προῄρηται· πρέπει γάρ μοι σωφροσύνην τιμᾶν. Καὶ
αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.”

Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρρόην
Διονυσίῳ παραδεδόσθαι, θέλων ἀμύνασθαι βασιλέα
πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς
ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν
 Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ
καὶ πᾶσαν τὴν θεραπείαν ἀπέθετο καὶ Καλλιρρόην,

ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται. Ἔμελλε δὲ ἔργον ἡ
τύχη πράττειν οὐ μόνον παράδοξον, ἀλλὰ καὶ σκυθρωπόν,
ἵνα ἔχων Καλλιρρόην Χαιρέας ἀγνοήσῃ καὶ
 τὰς ἀλλοτρίας γυναῖκας ἀναλαβὼν ταῖς τριήρεσιν
ἀπαγάγῃ, μόνην δὲ τὴν ἰδίαν ἐκεῖ καταλίπῃ οὐχ ὡς
Ἀριάδνην καθεύδουσαν, οὐδὲ Διονύσῳ νυμφίῳ, λάφυρον
δὲ τοῖς ἑαυτοῦ πολεμίοις.

Ἀλλ̓ ἔδοξε τοῦτο
δεινὸν Ἀφροδίτῃ· ἤδη γὰρ αὐτῷ διηλλάττετο, πρότερον
 ὀργισθεῖσα χαλεπῶς διὰ τὴν ἄκαιρον ζηλοτυπίαν,
ὅτι δῶρον παῤ αὐτῆς λαβὼν τὸ κάλλιστον,
οἷον οὐδὲ Ἀλέξανδρος ὁ Πάρις, ὕβρισεν εἰς τὴν χάριν.
Ἐπεὶ δὲ καλῶς ἀπελογήσατο τῷ Ἔρωτι Χαιρέας
ἀπὸ δύσεως εἰς ἀνατολὰς διὰ μυρίων παθῶν πλανηθείς,
 ἠλέησεν αὐτὸν Ἀφροδίτη καί, ὅπερ ἐξ ἀρχῆς
δύο τῶν καλλίστων ἥρμοσε ζεῦγος, γυμνάσασα διὰ
γῆς καὶ θαλάσσης, πάλιν ἠθέλησεν ἀλλήλοις ἀποδοῦναι.

Νομίζω δὲ καὶ τὸ τελευταῖον τοῦτο σύγγραμμα
τοῖς ἀναγινώσκουσιν ἥδιστον γενήσεσθαι·
 καθάρσιον γάρ ἐστι τῶν ἐν τοῖς πρώτοις σκυθρωπῶν.
Οὐκέτι λῃστεία καὶ δουλεία καὶ δίκη καὶ μάχη καὶ
ἀποκαρτέρησις καὶ πόλεμος καὶ ἅλωσις, ἀλλ̓ ἔρωτες
δίκαιοι ἐν τούτῳ καὶ νόμιμοι γάμοι.

Πῶς οὖν ἡ
θεὸς ἐφώτισε τὴν ἀλήθειαν καὶ τοὺς ἀγνοουμένους
 ἔδειξεν ἀλλήλοις λέξω.
 
Ἑσπέρα μὲν ἦν, ἔτι δὲ πολλὰ τῶν αἰχμαλώτων
κατελέλειπτο. Κεκμηκὼς οὖν ὁ Χαιρέας ἀνίσταται,

ἵνα διατάξηται τὰ πρὸς τὸν πλοῦν. Παριόντι δὲ αὐτῷ
τὴν ἀγορὰν ὁ Αἰγύπτιος ἔλεξεν “ἐνταῦθά ἐστιν ἡ
γυνή, ὦ δέσποτα, ἡ μὴ βουλομένη προσελθεῖν, ἀλλ̓
ἀποκαρτεροῦσα· τάχα δὲ σὺ πείσεις αὐτὴν ἀναστῆναι·
τί γάρ σε δεῖ καταλείπειν τὸ κάλλιστον τῶν λαφύρων;” συνεπελάβετο καὶ Πολύχαρμος τοῦ λόγου,
βουλόμενος ἐμβαλεῖν αὐτόν, εἴ πως δύναιτο, εἰς
ἔρωτα καινὸν καὶ Καλλιρρόης παραμύθιον. “Εἰσέλθωμεν”

ἔφη, “Χαιρέα.” Ὑπερβὰς οὖν τὸν οὐδὸν καὶ
θεασάμενος ἐρριμμένην καὶ ἐγκεκαλυμμένην εὐθὺς ἐκ
τῆς ἀναπνοῆς καὶ τοῦ σχήματος ἐταράχθη τὴν ψυχὴν
καὶ μετέωρος ἐγένετο· πάντως δ̓ ἂν καὶ ἐγνώρισεν,
εἰ μὴ σφόδρα ἐπέπειστο Καλλιρρόην ἀπειληφέναι
Διονύσιον.

Ἠρέμα δὲ προσελθὼν “θάρρει” φησίν, “ὦ γύναι, ἥτις ἂν ᾖς, οὐ γάρ σε βιασόμεθα· ἕξεις δὲ
ἄνδρα, ὃν θέλεις.” Ἔτι λέγοντος ἡ Καλλιρρόη γνωρίσασα
τὴν φωνὴν ἀπεκαλύψατο καὶ ἀμφότεροι συνεβόησαν “Χαιρέα” “Καλλιρρόη,” περιχυθέντες δὲ ἀλλήλοις,

λιποψυχήσαντες ἔπεσον. Ἄφωνος δὲ καὶ
Πολύχαρμος τὸ πρῶτον εἱστήκει πρὸς τὸ παράδοξον,
χρόνου δὲ προϊόντος “ἀνάστητε” εἶπεν, “ἀπειλήφατε
ἀλλήλους· πεπληρώκασιν οἱ θεοὶ τὰς ἀμφοτέρων
εὐχάς. Μέμνησθε δὲ ὅτι οὐκ ἐν πατρίδι ἐστέ, ἀλλ̓
ἐν πολεμίᾳ γῇ, καὶ δεῖ ταῦτα πρότερον οἰκονομῆσαι
καλῶς,

ἵνα μηδεὶς ἔτι ὑμᾶς διαχωρίσῃ.” Τοιαῦτα ἐμβοῶντος
ὥσπερ τινὲς ἐν φρέατι βαθεῖ βεβαπτισμένοι
μόλις ἄνωθεν φωνὴν ἀκούσαντες βραδέως ἀνήνεγκαν,
εἶτα ἰδόντες ἀλλήλους καὶ καταφιλήσαντες πάλιν
παρείθησαν καὶ δεύτερον καὶ τρίτον τοῦτο ἔπραξαν,
 
μίαν φωνὴν ἀφιέντες “ἔχω σε, εἰ ἀληθῶς εἶ
Καλλιρρόη· εἰ ἀληθῶς εἶ Χαιρέας.”

Φήμη δὲ διέτρεχεν ὅτι ὁ ναύαρχος εὕρηκε τὴν
γυναῖκα. Οὐ στρατιώτης ἔμεινεν ἐν σκηνῇ, οὐ ναύτης
 ἐν τριήρει, οὐ θυρωρὸς ἐν οἰκίᾳ· πανταχόθεν
συνέτρεχον λαλοῦντες “ὢ γυναικὸς μακαρίας, εἴληφε
τὸν εὐμορφότατον ἄνδρα.” Καλλιρρόης δὲ φανείσης
οὐδεὶς ἔτι Χαιρέαν ἐπῄνεσεν, ἀλλ̓ εἰς ἐκείνην πάντες
ἀφεώρων, ὡς μόνην οὖσαν.

Ἐβάδιζε δὲ σοβαρά,
 Χαιρέου καὶ Πολυχάρμου μέσην αὐτὴν δορυφορούντων.
Ἄνθη καὶ στεφάνους ἔβαλλον αὐτοῖς, καὶ οἶνος
καὶ μύρα πρὸ τῶν ποδῶν ἐχεῖτο, καὶ πολέμου καὶ
εἰρήνης ἦν ὁμοῦ τὰ ἥδιστα, ἐπινίκια καὶ γάμοι.

Χαιρέας δὲ εἴθιστο μὲν ἐν τριήρει καθεύδειν καὶ
 νυκτὸς καὶ μεθ̓ ἡμέραν πολλὰ πράττων· τότε δὲ
Πολυχάρμῳ πάντα ἐπιτρέψας, αὐτὸς οὐδὲ νύκτα περιμείνας
εἰσῆλθεν εἰς θάλαμον τὸν βασιλικόν· καθ̓
ἑκάστην γὰρ πόλιν οἶκος ἐξαίρετος ἀποδέδεικται τῷ
μεγάλῳ βασιλεῖ.

Κλίνη μὲν ἔκειτο χρυσήλατος,
 στρωμνὴ δὲ Τυρία πορφυρᾶ, ὕφασμα Βαβυλώνιον.
Τίς ἂν φράσειε τὴν νύκτα ἐκείνην πόσων διηγημάτων
μεστή, πόσων δὲ δακρύων ὁμοῦ καὶ φιλημάτων;
Πρώτη μὲν ἤρξατο Καλλιρρόη διηγεῖσθαι, πῶς ἀνέζησεν
ἐν τῷ τάφῳ, πῶς ὑπὸ Θήρωνος ἐξήχθη, πῶς
ἔπλευσε, πῶς ἐπράθη.

Μέχρι τούτων Χαιρέας ἀκούων
ἔκλαεν· ἐπεὶ δὲ ἧκεν εἰς Μίλητον τῷ λόγῳ, Καλλιρρόη
μὲν ἐσιώπησεν αἰδουμένη, Χαιρέας δὲ τῆς ἐμφύτου
ζηλοτυπίας ἀνεμνήσθη, παρηγόρησε δὲ αὐτὸν
τὸ περὶ τοῦ τέκνου διήγημα. Πρὶν δὲ πάντα
 ἀκοῦσαι “λέγε μοι” φησὶ “πῶς εἰς Ἄραδον ἦλθες καὶ
ποῦ Διονύσιον καταλέλοιπας καὶ τί σοι πέπρακται

πρὸς βασιλέα.” Ἡ δ̓ εὐθὺς ἀπώμνυτο μὴ ἑωρακέναι
 
Διονύσιον μετὰ τὴν δίκην, βασιλέα δὲ ἐρᾶν μὲν αὐτῆς,
μὴ κεκοινωνηκέναι δὲ αὐτῷ μηδὲ μέχρι φιλήματος. “Ἄδικος οὖν” ἔφη Χαιρέας “ἐγὼ καὶ ὀξὺς εἰς
ὀργήν, τηλικαῦτα δεινὰ διατεθεικὼς βασιλέα μηδὲν
ἀδικοῦντά σε· σοῦ γὰρ ἀπαλλαγεὶς εἰς ἀνάγκην κατέστην
αὐτομολίας.

Ἀλλ̓ οὐ κατῄσχυνά σε· πεπλήρωκα
γῆν καὶ θάλασσαν τροπαίων.” Καὶ πάντα ἀκριβῶς
διηγήσατο, ἐναβρυνόμενος τοῖς κατορθώμασιν.
Ἐπεὶ δὲ ἅλις ἦν δακρύων καὶ διηγημάτων, περιπλακέντες
ἀλλήλοις
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.

Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν
ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο
ποῦ Χαιρέας ἐστίν. Ἀχθεὶς οὖν πρὸς Πολύχαρμον
ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι
εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν, ὑπὲρ ἧς ἀφῖκται.

Καὶ
ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν
εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ
ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν
θύραν ἐμήνυσε τὴν σπουδήν. Ὡς δὲ στρατηγὸς ἀγαθὸς
Χαιρέας “κάλει” φησί· “πόλεμος γὰρ ἀναβολὴν
οὐ περιμένει.” Εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος,

ἔτι σκότους
ὄντος, τῇ κλίνῃ παραστὰς “ἴσθι” φησὶν “ὅτι
βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν
στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην
τὰ ἐκεῖ, τὴν δὲ λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ
ὅσον οὔπω παρέσται· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι
λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντός,
ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ
Στατείρας τῆς γυναικός.”

Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρρόη δὲ
αὐτοῦ λαβομένη “ποῖ σπεύδεισ” εἶπε “πρὶν βουλεύσασθαι
 
περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς,
μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων
ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν
χερσὶ γενόμενοι πεισόμεθα τῶν πρότερον βαρύτερα.”

Ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε
μετὰ τέχνης. Κρατῶν γὰρ τῆς χειρὸς τὸν Αἰγύπτιον,
συγκαλέσας τὸ πλῆθος “νικῶμεν, ἄνδρεσ” εἶπε, “καὶ τὴν πεζὴν στρατιὰν βασιλέως· οὗτος
γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια ἡμῖν φέρει καὶ γράμματα
 παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν,
ἔνθα ἐκεῖνος ἐκέλευσε. Συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε.”

Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς
τὰς τριήρεις ἐσήμαινε. Λάφυρα δὲ καὶ αἰχμαλώτους
 τῆς προτεραίας ἦσαν ἐντεθειμένοι, καὶ οὐδὲν ἐν τῇ
νήσῳ κατελέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ ἄχρηστον.

Ἔπειτα ἔλυον τὰ ἀπόγεια καὶ ἀγκύρας ἀνῄρουν καὶ
βοῆς καὶ ταραχῆς ὁ λιμὴν ἐπεπλήρωτο καὶ ἄλλος ἄλλο
τι ἔπραττε. Παριὼν δὲ Χαιρέας εἰς τὰς τριήρεις σύνθημα
 λεληθὸς τοῖς τριηράρχοις δέδωκεν ἐπὶ Κύπρου
πλεῖν, ὡς δῆτα ἀναγκαῖον ἔτι ἀφύλακτον οὖσαν αὐτὴν
προκαταλαβεῖν· πνεύματι δὲ φορῷ χρησάμενοι
τῆς ὑστεραίας κατήχθησαν εἰς Πάφον, ἔνθα ἐστὶν ἱερὸν
Ἀφροδίτης.

Ἐπεὶ δὲ ὡρμίσαντο, Χαιρέας, πρὶν
 ἐκβῆναί τινα τῶν τριηρῶν, πρώτους ἐξέπεμψε τοὺς
κήρυκας, εἰρήνην καὶ σπονδὰς τοῖς ἐπιχωρίοις καταγγεῖλαι.
Δεξαμένων δὲ αὐτὸν ἐξεβίβασε τὴν δύναμιν
ἅπασαν εἰς γῆν καὶ ἀναθήμασι τὴν Ἀφροδίτην ἐτίμησε·
πολλῶν δὲ ἱερείων συναχθέντων εἱστίασε τὴν
στρατιάν.

Σκεπτομένου δὲ αὐτοῦ περὶ τῶν ἑξῆς
ἀπήγγειλαν οἱ ἱερεῖς ʽοἱ αὐτοὶ δέ εἰσι καὶ μάντεισ̓
ὅτι καλὰ γέγονε τὰ ἱερεῖα. Τότε οὖν θαρρήσας ἐκάλεσε
 
τοὺς τριηράρχους καὶ τοὺς Ἕλληνας τοὺς τριακοσίους
καὶ ὅσους τῶν Αἰγυπτίων εὔνους ἑώρα πρὸς
αὑτὸν καὶ ἔλεξεν ὧδε “Ἄνδρες συστρατιῶται καὶ φίλοι,

κοινωνοὶ μεγάλων
κατορθωμάτων, ἐμοὶ καὶ εἰρήνη καλλίστη καὶ
πόλεμος ἀσφαλέστατος μεθ̓ ὑμῶν· πείρᾳ γὰρ μεμαθήκαμεν
ὅτι ὁμονοοῦντες ἐκρατήσαμεν τῆς θαλάσσης·
καιρὸς δὲ ὀξὺς ἐφέστηκεν ἡμῖν εἰς τὸ βουλεύσασθαι
περὶ τοῦ μέλλοντος ἀσφαλοῦς· ἴστε γὰρ ὅτι ὁ μὲν Αἰγύπτιος
ἀνῄρηται μαχόμενος, κρατεῖ δὲ βασιλεὺς
ἁπάσης τῆς γῆς, ἡμεῖς δὲ ἀπειλήμμεθα ἐν μέσοις
τοῖς πολεμίοις.

Εἶτα οὖν συμβουλεύει τις ἡμῖν ἀπιέναι
πρὸς βασιλέα καὶ εἰς τὰς ἐκείνου χεῖρας φέροντας
αὑτοὺς ἐμβαλεῖν;” Ἀνεβόησαν εὐθὺς ὡς πάντα μᾶλλον ἢ τοῦτο ποιητέον. “Ποῖ τοίνυν ἄπιμεν; πάντα γάρ ἐστιν ἡμῖν πολέμια
καὶ οὐκέτι οὐδὲ τῇ θαλάττῃ προσήκει πιστεύειν,
τῆς γῆς κρατουμένης ὑπὸ τῶν πολεμίων· οὐ δήπου
γὰρ ἀναπτῆναι δυνάμεθα”

Σιωπῆς ἐπὶ τούτοις γενομένης Λακεδαιμόνιος
ἀνήρ, Βρασίδου συγγενής, κατὰ μεγάλην ἀνάγκην
τῆς Σπάρτης ἐκπεσών, πρῶτος ἐτόλμησεν εἰπεῖν “τί
δὲ ζητοῦμεν ποῖ φύγωμεν βασιλέα; ἔχομεν γὰρ θάλασσαν
καὶ τριήρεις· ἀμφότερα δὲ ἡμᾶς εἰς Σικελίαν
ἄγει καὶ Συρακούσας, ὅπου οὐ μόνον Πέρσας οὐκ ἂν
δείσαιμεν,

ἀλλ̓ οὐδὲ Ἀθηναίους.” Ἐπῄνεσαν πάντες
τὸν λόγον· μόνος Χαιρέας προσεποιεῖτο μὴ συγκατατίθεσθαι,
τὸ μῆκος τοῦ πλοῦ προφασιζόμενος,
τὸ δὲ ἀληθὲς ἀποπειρώμενος εἰ βεβαίως αὐτοῖς δοκεῖ.
Σφόδρα δὲ ἐγκειμένων καὶ πλεῖν ἤδη θελόντων “ἀλλ̓ ὑμεῖς μέν, ἄνδρες Ἕλληνες, βουλεύεσθε
 
καλῶς καὶ χάριν ὑμῖν ἔχω τῆς εὐνοίας τε καὶ πίστεως·
οὐκ ἐάσω δὲ ὑμᾶς μετανοῆσαι, θεῶν προσλαμβανομένων.

Τοὺς δὲ Αἰγυπτίους ʽπολλοὶ γάρ εἰσιν̓ οὐ
προσῆκεν ἄκοντας βιάζεσθαι· καὶ γὰρ γυναῖκας καὶ
 τέκνα ἔχουσιν οἱ πλείους, ὧν οὐκ ἂν ἡδέως ἀποσπασθεῖεν.
Κατασπαρέντες οὖν εἰς τὸ πλῆθος διαπυνθάνεσθαι
ἑκάστου σπεύσατε, ἵνα μόνον τοὺς ἑκόντας παραλάβωμεν.”

Ταῦτα μέν, ὡς ἐκέλευσεν, ἐγίνετο· Καλλιρρόη
 δὲ λαβομένη Χαιρέου τῆς δεξιᾶς, μόνον αὐτὸν ἀπαγαγοῦσα “τί” ἔφη “βεβούλευσαι, Χαιρέα; καὶ Στάτειραν
ἄγεις εἰς Συρακούσας καὶ Ῥοδογύνην τὴν καλήν;” Ἠρυθρίασεν ὁ Χαιρέας καὶ “οὐκ ἐμαυτοῦ” φησὶν “ἕνεκα ἄγω ταύτας, ἀλλά σοι θεραπαινίδας.”

Ἀνέκραγεν ἡ Καλλιρρόη “μὴ ποιήσειαν οἱ θεοὶ τοσαύτην
ἐμοὶ γενέσθαι μανίαν, ὥστε τὴν τῆς Ἀσίας
βασιλίδα δούλην ἔχειν, ἄλλως τε καὶ ξένην γεγενημένην.
Εἰ δέ μοι θέλεις χαρίζεσθαι, βασιλεῖ πέμψον
αὐτήν· καὶ γὰρ αὕτη μέ σοι διεφύλαξεν ὡς ἀδελφοῦ
γυναῖκα παραλαβοῦσα.” “Οὐδέν ἐστιν” ἔφη Χαιρέας,

“ὃ σοῦ θελούσης οὐκ ἂν ἐγὼ ποιήσαιμι· σὺ γὰρ κυρία
Στατείρας καὶ πάντων τῶν λαφύρων καὶ πρὸ πάντων
τῆς ἐμῆς ψυχῆς.” Ἥσθη Καλλιρρόη καὶ κατεφίλησεν
αὐτόν, εὐθὺς δὲ ἐκέλευσε τοῖς ὑπηρέταις ἄγειν
 αὐτὴν πρὸς Στάτειραν.

Ἐτύγχανε δὲ ἐκείνη μετὰ τῶν ἐνδοξοτάτων Περσίδων
ἐν κοίλῃ νηί, ὅλως οὐδὲν ἐπισταμένη τῶν γεγενημένων,
οὐδ̓ ὅτι Καλλιρρόη Χαιρέαν ἀπείληφε·
πολλὴ γὰρ ἦν, παραφυλακὴ καὶ οὐδενὶ ἐξῆν προσελθεῖν,
 οὐκ ἰδεῖν, οὐ μηνῦσαί τι τῶν πραττομένων.

ὡς δὲ ἧκεν ἐπὶ τὴν ναῦν, τοῦ τριηράρχου δορυφοροῦντος
αὐτήν, κατάπληξις εὐθὺς ἦν πάντων καὶ ταραχὴ
 
διαθεόντων, εἶτά τις ἡσυχῆ πρὸς ἄλλον ἐλάλησεν “ἡ τοῦ ναυάρχου γυνὴ παραγίνεται.” Μέγα δὲ
καὶ βύθιον ἀνεστέναξεν ἡ Στάτειρα καὶ κλάουσα εἶπεν “εἰς ταύτην με τὴν ἡμέραν, ὦ τύχη, τετήρηκας,
ἵνα ἡ βασιλὶς ἴδω κυρίαν· πάρεστι γὰρ ἴσως ἰδεῖν

οἵαν παρείληφε δούλην.” Ἤγειρε θρῆνον ἐπὶ τούτοις
καὶ τότε ἔμαθε τίς αἰχμαλωσία σωμάτων εὐγενῶν.
Ἀλλὰ ταχεῖαν ἐποίησεν ὁ θ̔??ʼὸς τὴν μεταβολήν·
Καλλιρρόη γὰρ εἰσδραμοῦσα περιεπλάκη τῇ Στατείρᾳ “χαῖρε” φησίν, “ὦ βασίλεια· βασιλὶς γὰρ εἶ καὶ ἀεὶ
διαμενεῖς.

Οὐκ εἰς πολεμίων χεῖρας ἐμπέπτωκας,
ἀλλὰ τῆς σοι φιλτάτης, ἣν εὐηργέτησας. Χαιρέας ὁ
ἐμός ἐστι ναύαρχος· ναύαρχον δὲ Αἰγυπτίων ἐποίησεν
αὐτὸν ὀργὴ πρὸς βασιλέα, διὰ τὸ βραδέως ἀπολαμβάνειν
ἐμέ· πέπαυται δὲ καὶ διήλλακται καὶ οὐκέτι
ὑμῖν ἐστι πολέμιος.

Ἀνίστασο δέ, φιλτάτη, καὶ
ἄπιθι χαίρουσα· ἀπόλαβε καὶ σὺ τὸν ἄνδρα τὸν σεαυτῆς·
ζῇ γὰρ βασιλεύς, κἀκείνῳ σε Χαιρέας πέμπει.
Ἀνίστασο καὶ σύ, Ῥοδογύνη, πρώτη μοι φίλη Περσίδων,
καὶ βάδιζε πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, καὶ
ὅσας ἡ βασιλὶς ἂν ἄλλας θέλῃ, καὶ μέμνησθε Καλλιρρόης.”

Ἐξεπλάγη Στάτειρα τούτων ἀκούσασα τῶν λόγων
καὶ οὔτε πιστεύειν εἶχε οὔτε ἀπιστεῖν· τὸ δὲ
ἦθος Καλλιρρόης τοιοῦτον ἦν, ὡς μὴ δοκεῖν εἰρωνεύεσθαι
ἐν μεγάλαις συμφοραῖς· ὁ δὲ καιρὸς ἐκέλευε
ταχέως πάντα πράττειν.

Ἦν οὖν τις ἐν Αἰγυπτίοις
Δημήτριος, φιλόσοφος, βασιλεῖ γνώριμος,
ἡλικίᾳ προήκων, παιδείᾳ καὶ ἀρετῇ τῶν ἄλλων Αἰγυπτίων
διαφέρων. Τοῦτον καλέσας Χαιρέας εἶπεν “ἐγὼ ἐβουλόμην μετ̓ ἐμαυτοῦ σε ἄγειν, ἀλλὰ μεγάλης
πράξεως ὑπηρέτην σε ποιοῦμαι· τὴν γὰρ βασιλίδα
 
τῷ μεγάλῳ βασιλεῖ πέμπω διὰ σοῦ.

Τοῦτο δὲ
καὶ σὲ ποιήσει τιμιώτερον ἐκείνῳ καὶ τοὺς ἄλλους
διαλλάξει.” Ταῦτα εἰπὼν στρατηγὸν ἀπέδειξε Δημήτριον
τῶν ὀπίσω κομιζομένων τριηρῶν· πάντες
 γὰρ ἤθελον ἀκολουθεῖν Χαιρέᾳ καὶ προυτίμων αὐτὸν
πατρίδων καὶ τέκνων.

Ὁ δὲ μόνας εἴκοσι τριήρεις
ἐπελέξατο τὰς ἀρίστας καὶ μεγίστας, ὡς ἂν ὑπὲρ
τὸν Ἰόνιον μέλλων περαιοῦσθαι, καὶ ταύταις ἐνεβίβασεν
Ἕλληνας μὲν ἅπαντας, ὅσοι παρῆσαν, Αἰγυπτίων
 δὲ καὶ Φοινίκων ὅσους ἔμαθεν εὐζώνους·
πολλοὶ δὲ καὶ Κυπρίων ἐθελονταὶ ἐνέβησαν. Τοὺς
δὲ ἄλλους πάντας ἔπεμψεν οἴκαδε, διανείμας αὐτοῖς
μέρη τῶν λαφύρων, ἵνα χαίροντες ἐπανίωσι πρὸς
τοὺς ἑαυτῶν, ἐντιμότεροι γενόμενοι· καὶ οὐδεὶς ἠτύχησεν
 οὐδενός, αἰτήσας παρὰ Χαιρέου. Καλλιρρόη δὲ
προσήνεγκε τὸν κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ.

Ἡ δὲ οὐκ ἐβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” φησὶ “ σὺ κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι
κόσμος βασιλικός, Δεῖ γὰρ ἔχειν σε ἵνα καὶ μητρὶ
 χαρίσῃ καὶ πατρίοις ἀναθήματα θεοῖς. Ἐγὼ δὲ πλείω
τούτων καταλέλοιπα ἐν Βαβυλῶνι.

Θεοὶ δέ σοι παρέχοιεν
εὔπλοιαν καὶ σωτηρίαν καὶ μηδέποτε διαζευχθῆναι
Χαιρέου. Πάντα πεποίηκας εἰς ἐμὲ δικαίως·
χρηστὸν ἦθος ἐπεδείξω καὶ τοῦ κάλλους ἄξιον. Καλήν
 μοι βασιλεὺς ἔδωκε παραθήκην.”

Τίς ἂν φράσειε τὴν ἡμέραν ἐκείνην πόσας ἔσχε
πράξεις, πόσα πάθη διάφορα, εὐχομένων, συντασσομένων,
χαιρόντων, λυπουμένων, ἀλλήλοις ἐντολὰς
διδόντων, τοῖς οἴκοι γραφόντων; Ἔγραψε δὲ καὶ
 Χαιρέας ἐπιστολὴν πρὸς βασιλέα τοιαύτην
Σὺ μὲν ἔμελλες τὴν δίκην κρίνειν,

ἐγὼ δὲ ἤδη νενίκηκα
παρὰ τῷ δικαιοτάτῳ δικαστῇ· πόλεμος γὰρ ἄριστος κριτὴς
 
τοῦ κρείττονός τε καὶ χείρονος. Οὗτός μοι ἀποδέδωκεν οὐ
μόνον τὴν γυναῖκα τὴν ἐμήν, ἀλλὰ καὶ τὴν σήν.

Οὐκ ἐμιμησάμην
δέ σου τὴν βραδυτῆτα, ἀλλὰ ταχέως σοι μηδὲ ἀπαιτοῦντι
Στάτειραν ἀποδίδωμι καθαρὰν καὶ ἐν αἰχμαλωσίᾳ μείνασαν
βασιλίδα. Ἴσθι δὲ οὐκ ἐμέ σοι τὸ δῶρον ἀλλὰ Καλλιρρόην
ἀποστέλλουσαν. Ἀνταπαιτοῦμεν δέ σε χάριν Αἰγυπτίοις
διαλλαγῆναι· πρέπει γὰρ βασιλεῖ μάλιστα πάντων ἀνεξικακεῖν.
Ἕξεις δὲ στρατιώτας ἀγαθοὺς φιλοῦντάς σε· τοῦ γὰρ ἐμοὶ
συνακολουθεῖν ὡς φίλοι παρὰ σοὶ μᾶλλον εἵλοντο μένειν.

Ταῦτα μὲν ἔγραψε Χαιρέας, ἔδοξε δὲ καὶ Καλλιρρόῃ
δίκαιον εἶναι καὶ εὐχάριστον Διονυσίῳ γράψαι.
Τοῦτο μόνον ἐποίησε δίχα Χαιρέου· εἰδυῖα γὰρ
αὐτοῦ τὴν ἔμφυτον ζηλοτυπίαν ἐσπούδαζε λαθεῖν.
Λαβοῦσα δὲ γραμματίδιον ἐχάραξεν οὕτως
ΚΑΛΛΙΡΡΟΗ ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι ΧΑΙΡΕΙΝ
Σὺ γὰρ εὐεργέτης ἐμός ,

ὁ καὶ λῃστείας καὶ δουλείας με
ἀπαλλάξας. Δέομαί σου, μηδὲν ὀργισθῇς· εἰμὶ γὰρ τῇ ψυχῇ
μετὰ σοῦ διὰ τὸν κοινὸν υἱόν, ὃν παρακατατίθημί σοι ἐκτρέφειν
τε καὶ παιδεύειν ἀξίως ἡμῶν. Μὴ λάβῃ δὲ πεῖραν μητρυιᾶς·
ἔχεις οὐ μόνον υἱόν, ἀλλὰ καὶ θυγατέρα· ἀρκεῖ σοι
δύο τέκνα.

Ὃν γάμῳ ζεῦξον, ὅταν ἀνὴρ γένηται, καὶ πέμψον
αὐτὸν εἰς Συρακούσας, ἵνα καὶ τὸν πάππον θεάσηται. Ἀσπάζομαί
σε, Πλαγγών. Ταῦτά σοι γέγραφα τῇ ἐμῇ χειρί. Ἔρρωσο,
ἀγαθὲ Διονύσιε, καὶ Καλλιρρόης μνημόνευε τῆς σῆς.

Σφραγίσασα δὲ τὴν ἐπιστολὴν ἀπέκρυψεν ἐν
τοῖς κόλποις καὶ ὅτε ἔδει λοιπὸν ἀνάγεσθαι καὶ ταῖς
τριήρεσι πάντας ἐμβαίνειν, αὐτὴ χεῖρα δοῦσα τῇ
Στατείρᾳ εἰς τὸ πλοῖον εἰσήγαγε. Κατεσκευάκει δὲ
Δημήτριος ἐν τῇ νηὶ σκηνὴν βασιλικήν, πορφυρίδα
καὶ χρυσοϋφῆ Βαβυλώνια περιθείς.

Πάνυ δὲ κολακευτικῶς
κατακλίνασα αὐτὴν Καλλιρρόη “ἔρρωσό
μοι” φησίν, “ὦ Στάτειρα, καὶ μέμνησό μου καὶ γράφε
μοι πολλάκις εἰς Συρακούσας· ῥᾴδια γὰρ πάντα
 
βασιλεῖ. Κἀγὼ δέ σοι χάριν εἴσομαι παρὰ τοῖς γονεῦσί
μου καὶ τοῖς θεοῖς τοῖς Ἑλληνικοῖς. Συνίστημί
σοι τὸ τέκνον μου, ὃ καὶ σὺ ἡδέως εἶδες· νόμιζε

ἐκεῖνο παραθήκην ἔχειν ἀντ̓ ἐμοῦ.” Ταῦτα λέγουσα
 δακρύων ἐνεπλήσθη καὶ γόον ἤγειρε ταῖς γυναιξίν·
ἐξιοῦσα δὲ τῆς νεὼς ἡ Καλλιρρόη, ἠρέμα προσκύψασα
τῇ Στατείρᾳ καὶ ἐρυθριῶσα τὴν ἐπιστολὴν ἐπέδωκε
καὶ “ταύτην” εἶπε “δὸς Διονυσίῳ τῷ δυστυχεῖ,
ὃν παρατίθημι σοί τε καὶ βασιλεῖ. Παρηγορήσατε
 αὐτόν. Φοβοῦμαι μὴ ἐμοῦ χωρισθεὶς ἑαυτὸν

ἀνέλῃ.” Ἔτι δὲ ἂν ἐλάλουν αἱ γυναῖκες καὶ ἔκλαον
καὶ ἀλλήλας κατεφίλουν, εἰ μὴ παρήγγειλαν οἱ κυβερνῆται
τὴν ἀναγωγήν. Μέλλουσα δὲ ἐμβαίνειν εἰς
τὴν τριήρη ἡ Καλλιρρόη τὴν Ἀφροδίτην προσεκύνησε. “Χάρις σοι” φησὶν “ὦ δέσποινα, τῶν παρόντων.
Ἤδη μοι διαλλάττῃ· δὸς δέ μοι καὶ Συρακούσας
ἰδεῖν. Πολλὴ μὲν ἐν μέσῳ θάλασσα, καὶ ἐκδέχεταί
με φοβερὰ πελάγη, πλὴν οὐ φοβοῦμαι σοῦ μοι

συμπλεούσης.” Ἀλλ̓ οὐδὲ τῶν Αἰγυπτίων οὐδεὶς
 ἐνέβη ταῖς Δημητρίου ναυσίν, εἰ μὴ πρότερον συνετάξατο
Χαιρέᾳ καὶ κεφαλὴν καὶ χεῖρας αὐτοῦ κατεφίλησε·
τοσοῦτον ἵμερον πᾶσιν ἐνέθηκε. Καὶ πρῶτον
ἐκεῖνον εἴασεν ἀναχθῆναι τὸν στόλον, ὡς ἀκούεσθαι
μέχρι πόρρω τῆς θαλάσσης ἐπαίνους μεμιγμένους
 εὐχαῖς.

Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας
τῶν πολεμίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν
καταστησόμενον τὰ ἐν αὐτῇ βεβαίως, αὐτὸς δ̓ ἔσπευδεν
εἰς Ἄραδον πρὸς τὴν γυναῖκα.

Ὄντι δὲ αὐτῷ
 περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια
προσῆλθέ τις ἀγγέλλων ὅτι “Ἄραδος ἐκπεπόρθηται
καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν
 
αἱ ναῦς τῶν Αἰγυπτίων·” μέγα δὲ πένθος κατήγγειλε
βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος· ἐπένθουν δὲ
 καὶ Περσῶν οἱ ἐντιμότατοι Στάτειραν πρόφασιν,
σφῶν δ̓ αὐτῶν κήδἐ ἕκαστος, ὁ μὲν γυναῖκα,
ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος
οἰκεῖον· ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον
ἦν διὰ ποίας θαλάσσης.

Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων
ναῦς προσπλέουσαι. Καὶ τὸ μὲν ἀληθὲς ἄδηλον
ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν
αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς
νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι
μόνου πλέοντος βασιλέως· τοῦτο δὲ ταραχὴν
ἐποίησεν, ὡς πολεμίων ὄντων.

Εὐθὺς δὲ θέοντες
ἐμήνυον Ἀρταξέρξῃ “τάχα δή τις εὑρεθήσεται βασιλεὺς
Αἰγυπτίων.” Ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ
ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν
ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν αὐτῷ· πᾶν δὲ τὸ
πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον εἰς
μάχην.

Ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην
ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος καὶ τοῦτο
ἐμήνυσε τῇ βασιλίδι. Ἡ δὲ Στάτειρα προελθοῦσα τῆς
σκηνῆς ἔδειξεν ἑαυτήν. Εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες
προσεκύνησαν· βασιλεὺς δὲ οὐ κατέσχεν, ἀλλὰ
πρὶν καλῶς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν
εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς
δάκρυα ἀφῆκε καὶ εἶπε “τίς ἄρα μοι θεῶν ἀποδέδωκέ
σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα
καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι.

Πῶς δέ σε εἰς γῆν καταλιπὼν ἐκ θαλάσσης ἀπολαμβάνω;” Στάτειρα δὲ ἀπεκρίνατο “δῶρον ἔχεις με
παρὰ Καλλιρρόης.” Ἀκούσας δὲ τοὔνομα βασιλεὺς
 
ὡς ἐπὶ τραύματι παλαιῷ πληγὴν ἔλαβε καινήν· βλέψας
δὲ εἰς Ἀρταξάτην τὸν εὐνοῦχον “ἄγε με” φησὶ “πρὸς Καλλιρρόην,

ἵνα αὐτῇ χάριν γνῶ.” Εἶπεν ἡ
Στάτειρα “μαθήσῃ πάντα παῤ ἐμοῦ,” ἅμα δὲ προῄεσαν
 ἐκ τοῦ λιμένος εἰς τὰ βασίλεια. Τότε δὲ πάντας
ἀπαλλαγῆναι κελεύσασα καὶ μόνον τὸν εὐνοῦχον παρεῖναι
διηγεῖτο τὰ ἐν Ἀράδῳ, τὰ ἐν Κύπρῳ, καὶ τελευταίαν
ἔδωκε τὴν ἐπιστολὴν τὴν Χαιρέου.

Βασιλεὺς
δὲ ἀναγινώσκων μυρίων παθῶν ἐπληροῦτο· καὶ
 γὰρ ὠργίζετο διὰ τὴν ἅλωσιν τῶν φιλτάτων καὶ μετενόει
%5 διὰ τὸ παρασχεῖν αὐτομολίας ἀνάγκην, καὶ
χάριν δὲ αὐτῷ πάλιν ἠπίστατο ὅτι Καλλιρρόην μηκέτι
δύναιτο θεάσασθαι. Μάλιστα δὲ πάντων φθόνος
ἥπτετο αὐτοῦ, καὶ ἔλεγε “μακάριος Χαιρέας, εὐτυχέστερος
 ἐμοῦ.”

Ἐπεὶ δὲ ἅλις ἦν τῶν διηγημάτων, Στάτειρα εἶπε “παραμύθησαι, βασιλεῦ, Διονύσιον· τοῦτο γάρ σε
παρακαλεῖ Καλλιρρόη.” Ἐπιστραφεὶς οὖν ὁ Ἀρταξέρξης
πρὸς τὸν εὐνοῦχον “ἐλθέτω” φησὶ “Διονύσιος.”

Καὶ ἦλθε ταχέως, μετέωρος ταῖς ἐλπίσι· τῶν
γὰρ περὶ Χαιρέαν ἠπίστατο οὐδέν, μετὰ δὲ τῶν ἄλλων
γυναικῶν ἐδόκει Καλλιρρόην παρεῖναι καὶ βασιλέα
καλεῖν αὐτόν, ἵνα ἀποδῷ τὴν γυναῖκα, γέρας
τῆς ἀριστείας. Ἐπεὶ δὲ εἰσῆλθε, διηγήσατο αὐτῷ βασιλεὺς
 πάντα τὰ γεγενημένα. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ
φρόνησιν Διονύσιος ἐπεδείξατο καὶ παιδείαν ἐξαίρετον.

Ὥσπερ γάρ τις κεραυνοῦ πεσόντος πρὸ τῶν
ποδῶν αὐτοῦ μὴ ταραχθείη, οὕτω κἀκεῖνος ἀκούσας
λόγων σκηπτοῦ βαρυτέρων, ὅτι Χαιρέας Καλλιρρόην
 εἰς Συρακούσας ἀπάγει, ὅμως εὐσταθὴς ἔμεινε
καὶ οὐκ ἔδοξεν ἀσφαλὲς αὐτῷ τὸ λυπεῖσθαι, σωθείσης
τῆς βασιλίδος.

Ὁ δὲ Ἀρταξέρξης “εἰ μὲν ἐδυνάμην” 
ἔφη, “Καλλιρρόην ἂν ἀπέδωκά σοι, Διονύσιε·
πᾶσαν γὰρ εὔνοιαν εἰς ἐμὲ καὶ πίστιν ἐπεδείξω·
τούτου δὲ ὄντος ἀμηχάνου, δίδωμί σοι πάσης Ἰωνίας
ἄρχειν, καὶ πρῶτος εὐεργέτης εἰς οἶκον βασιλέως
ἀναγραφήσῃ.” Προσεκύνησεν ὁ Διονύσιος καὶ χάριν
ὁμολογήσας ἔσπευδεν ἀπαλλαγῆναι καὶ δακρύων
ἐξουσίαν ἔχειν· ἐξιόντι δὲ αὐτῷ Στάτειρα τὴν ἐπιστολὴν
ἡσυχῆ δίδωσιν.

Ὑποστρέψας δὲ καὶ κατακλείσας ἑαυτόν, γνωρίσας
τὰ Καλλιρρόης γράμματα πρῶτον τὴν ἐπιστολὴν
κατεφίλησεν, εἶτα ἀνοίξας τῷ στήθει προσετίθει ὡς
ἐκείνην παροῦσαν, καὶ ἐπὶ πολὺν χρόνον κατεῖχεν,
ἀναγινώσκειν μὴ δυνάμενος διὰ τὰ δάκρυα. Ἀποκλαύσας
δὲ μόλις ἀναγινώσκειν ἤρξατο καὶ πρῶτόν
γε Καλλιρρόης τοὔνομα κατεφίλησεν. Ἐπεὶ δὲ ἦλθεν
εἰς τὸ ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι, “οἴμοι” φησὶν “οὐκέτ̓ ἀνδρί.” Σὺ γὰρ εὐεργέτης ἐμός.

“Τί γὰρ ἄξιον
ἐποίησά σοι;” Ἥσθη δὲ τῆς ἐπιστολῆς τῇ ἀπολογίᾳ
%5καὶ πολλάκις ἀνεγίνωσκε τὰ αὐτά· ὑπεδήλου γὰρ ὡς
ἄκουσα αὐτὸν καταλίποι. Οὕτω κοῦφόν ἐστιν ἔρως
καὶ ἀναπείθει ῥᾳδίως ἀντερᾶσθαι.

Ἀσπασάμενος δὲ
τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν “ἀπελεύσῃ ποτέ
μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα· καὶ γὰρ αὐτὴ
τοῦτο κεκέλευκεν· ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων
αἴτιος ἐμαυτῷ γενόμενος. Ἀπώλεσέ με κενὴ ζηλοτυπία
καὶ σύ, Βαβυλών.” Ταῦτα εἰπὼν συνεσκευάζετο
τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων
παραμύθιον πολλὴν ὁδὸν καὶ πόλεων ἡγεμονίαν καὶ
τὰς ἐν Μιλήτῳ Καλλιρρόης οἰκήσεις.

Τὰ μὲν οὖν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν, ὁ δὲ
Χαιρέας ἤνυσε τὸν πλοῦν εἰς Σικελίαν εὐτυχῶς ʽεἱστήκει
γὰρ ἀεὶ κατὰ πρύμναν ὁ ἄνεμος .ʼ καὶ ναῦς
 

ἔχων μεγάλας ἐπελαγίζετο, περιδεῶς ἔχων μὴ πάλιν
αὐτὸν σκληροῦ δαίμονος προσβολὴ καταλάβῃ.

ἐπεὶ δὲ ἐφάνησαν
Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ
ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη. ὡς δὲ εἶδον αὐτοὺς
οἱ ἐκ τῆς πόλεως, εἶπέ τις “πόθεν τριήρεις προσπλέουσι; μή τι
Ἀττικαί;

φέρε οὖν μηνύσωμεν Ἑρμοκράτει.” καὶ ταχέως ἐμήνυσε “στρατηγέ, βουλεύου τί ποιήσεις· τοὺς λιμένας ἀποκλείσωμεν ἢ
ἐπαναχθῶμεν; οὐ γὰρ ἴσμεν εἰ μείζων ἕπεται στόλος, πρόδρομοι δέ
εἰσιν αἱ βλεπόμεναι.” καταδραμὼν οὖν ὁ Ἑρμοκράτης ἐκ τῆς
ἀγορᾶς ἐπὶ τὴν θάλασσαν κωπῆρες ἐξέπεμψε πλοῖον ἀπαντᾶν αὐτοῖς.

ὁ δὲ ἀποσταλεὶς ἐπυνθάνετο πλησίον ἐλθὼν τίνες εἴησαν, Χαιρέας
δὲ ἐκέλευσεν ἀποκρίνασθαί τινα τῶν Αἰγυπτίων “ἡμεῖς ἐξ Αἰγύπτου
πλέομεν ἔμποροι, φορτία φέροντες, ἃ Συρακοσίους εὐφρανεῖ.” “μὴ
ἀθρόοι τοίνυν εἰσπλεῖτε” φησίν, “ἕως ἂν γνῶμεν εἰ ἀληθεύετε·
φορτίδας γὰρ οὐ βλέπω ναῦς ἀλλὰ μακρὰς καὶ ὡς ἐκ πολέμου τριήρεις, ὥστε αἱ μὲν πλείους ἔξω τοῦ λιμένος μετέωροι μεινάτωσαν, μία
δὲ καταπλευσάτω.” “ποιήσομεν οὕτως.”

Εἰσέπλευσεν οὖν τριήρης ἡ Χαιρέου πρώτη. εἶχε δὲ ἐπάνω σκηνὴν συγκεκαλυμμένην Βαβυλωνίοις παραπετάσμασιν. ἐπεὶ δὲ καθωρμίσθη, πᾶς ὁ λιμὴν ἀνθρώπων ἐνεπλήσθη· φύσει μὲν γὰρ ὄχλος
ἐστὶ περίεργόν τι χρῆμα, τότε δὲ καὶ πλείονας εἶχον αἰτίας τῆς
συνδρομῆς.

βλέποντες δὲ εἰς τὴν σκηνὴν ἔνδον ἐνόμιζον οὐκ ἀνθρώπους ἀλλὰ φόρτον εἶναι πολυτελῆ, καὶ ἄλλος ἄλλο τι ἐμαντεύετο, πάντα δὲ μᾶλλον ἢ τὸ ἀληθὲς εἴκαζον· καὶ γὰρ ἦν ἄπιστον
ὡς ἀληθῶς, ἤδη πεπεισμένων αὐτῶν ὅτι Χαιρέας τέθνηκε,
 
ζῶντα
δόξαι καταπλεῖν καὶ μετὰ τοσαύτης πολυτελείας.

οἱ μὲν οὖν Χαιρέου
γονεῖς οὐδὲ προῄεσαν ἐκ τῆς οἰκίας, Ἑρμοκράτης δὲ ἐπολιτεύετο μέν,
ἀλλὰ πενθῶν, καὶ τότε εἱστήκει μέν, λανθάνων δέ. πάντων δὲ
ἀπορούντων καὶ τοὺς ὀφθαλμοὺς ἐκτετακότων αἰφνίδιον εἱλκύσθη τὰ
παραπετάσματα, καὶ ὤφθη Καλλιρόη μὲν ἐπὶ χρυσηλάτου κλίνης
ἀνακειμένη, Τυρίαν ἀμπεχομένη πορφύραν, Χαιρέας δὲ αὐτῇ
παρακαθήμενος, σχῆμα ἔχων στρατηγοῦ.

οὔτε βροντή ποτε οὕτως ἐξέπληξε
τὰς ἀκοὰς οὔτε ἀστραπὴ τὰς ὄψεις τῶν ἰδόντων, οὔτε θησαυρὸν εὑρών
τις χρυσίου τοσοῦτον ἐξεβόησεν, ὡς τότε τὸ πλῆθος, ἀπροσδοκήτως
ἰδὸν θέαμα λόγου κρεῖττον. Ἑρμοκράτης δὲ ἀνεπήδησεν ἐπὶ τὴν
σκηνὴν καὶ περιπτυξάμενος τὴν θυγατέρα εἶπε “ζῇς, τέκνον, ἢ καὶ
τοῦτο πεπλάνημαι;” “ζῶ, πάτερ, νῦν ἀληθῶς, ὅτι σε ζῶντα τεθέαμαι.” δάκρυα πᾶσιν ἐχεῖτο μετὰ χαρᾶς.

Μεταξὺ δὲ Πολύχαρμος ἐπικαταπλεῖ ταῖς ἄλλαις τριήρεσιν·
αὐτὸς γὰρ ἦν πεπιστευμένος τὸν ἄλλον στόλον ἀπὸ Κύπρου διὰ τὸ
μηκέτι Χαιρέαν ἄλλῳ τινὶ σχολάζειν δύνασθαι πλὴν Καλλιρόῃ μόνῃ.

ταχέως οὖν ὁ λιμὴν ἐπληροῦτο, καὶ ἦν ἐκεῖνο τὸ σχῆμα τὸ μετὰ τὴν
ναυμαχίαν τὴν Ἀττικήν· καὶ αὗται γὰρ αἱ τριήρεις ἐκ πολέμου
κατέπλεον ἐστεφανωμέναι, χρησάμεναι Συρακοσίῳ στρατηγῷ· συνεμίχθησαν δὲ αἱ φωναὶ τῶν ἀπὸ τῆς θαλάσσης τοὺς ἀπὸ γῆς ἀσπαζομένων καὶ πάλιν ἐκείνων τοὺς ἐκ θαλάσσης, εὐφημίαι τε καὶ ἔπαινοι
καὶ συνευχαὶ πυκναὶ παρʼ ἀμφοτέρων πρὸς ἀλλήλους. ἧκε δὲ μεταξὺ
φερόμενος καὶ ὁ Χαιρέου πατήρ, λιποψυχῶν ἐκ τῆς παραδόξου
χαρᾶς.

ἐπεκυλίοντο δὲ ἀλλήλοις συνέφηβοι καὶ συγγυμνασταί,
Χαιρέαν ἀσπάσασθαι θέλοντες, Καλλιρόην δὲ αἱ



 
ναῖκες. Ἔδοξε δὲ ἔτι καλλίων ἑαυτῆς Καλλιρρόη γεγονέναι,
ὥστε ἀληθῶς εἶπες ἂν αὐτὴν ὁρᾶν τὴν
Ἀφροδίτην ἀναδυομένην ἐκ τῆς θαλάσσης. Προσελθὼν
δὲ Χαιρέας τῷ Ἑρμοκράτει καὶ τῷ πατρὶ. “παραλάβετε” ἔφη “τὸν πλοῦτον τοῦ μεγάλου βασιλέως.”

Καὶ εὐθὺς ἐκέλευσεν ἐκκομίζεσθαι ἄργυρον καὶ χρυσὸν
ἀναρίθμητον, εἶτα ἐλέφαντα καὶ ἤλεκτρον καὶ
ἐσθῆτα καὶ πᾶσαν ὕλης τέχνης τε πολυτέλειαν ἐπέδειξε
Συρακουσίοις καὶ κλίνην καὶ τράπεζαν τοῦ μεγάλου
 βασιλέως, ὥστε ἐνεπλήσθη πᾶσα ἡ πόλις οὐχ
ὡς πρότερον ἐκ τοῦ πολέμου τοῦ Σικελικοῦ πενίας
Ἀττικῆς, ἀλλά, τὸ καινότατον ἐν εἰρήνῃ, λαφύρων Μηδικῶν.

Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν “ἀπίωμεν εἰς
 τὴν ἐκκλησίαν·” ἐπεθύμουν γὰρ αὐτοὺς καὶ ἰδεῖν
καὶ ἀκοῦσαι· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον
ἀνδρῶν τε καὶ γυναικῶν. Εἰσελθόντος δὲ μόνου
Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν “Καλλιρρόην
παρακάλει.” Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν,

εἰσάγων καὶ τὴν θυγατέρα. Πρῶτον οὖν ὁ δῆμος
εἰς τὸν οὐρανὸν ἀναβλέψας εὐφήμει τοὺς θεοὺς
καὶ χάριν ἠπίστατο μᾶλλον ὑπὲρ τῆς ἡμέρας ταύτης
ἢ τῆς τῶν ἐπινικίων· εἶτα ποτὲ μὲν ἐσχίζοντο, καὶ
οἱ μὲν ἄνδρες ἐπῄνουν Χαιρέαν αἱ δὲ γυναῖκες Καλλιρρόην,
 ὁτὲ δ̓ αὖ πάλιν ἀμφοτέρους κοινῇ· καὶ
τοῦτο ἐκείνοις ἥδιον ἦν.

Καλλιρρόην μὲν οὖν ὡς ἂν ἐκ πλοῦ καὶ ἀγωνίας
εὐθὺς ἀσπασαμένην τὴν πατρίδα ἀπήγαγον ἐκ τοῦ
θεάτρου, Χαιρέαν δὲ κατεῖχε τὸ πλῆθος, ἀκοῦσαι
 βουλόμενον πάντα τὰ τῆς ἀποδημίας διηγήματα. Κἀκεῖνος
ἀπὸ τῶν τελευταίων ἤρξατο, λυπεῖν οὐ θέλων
 ἐν τοῖς πρώτοις καὶ σκυθρωποῖς τὸν λαόν. Ὁ δὲ δῆμος
 
ἐνεκελεύετο “ἐρωτῶμεν, ἄνωθεν ἄρξαι, πάντα
ἡμῖν λέγε,

μηδὲν παραλίπῃς.” Ὤκνει Χαιρέας, ὡς
ἂν ἐπὶ πολλοῖς τῶν οὐ κατὰ γνώμην συμβάντων αἰδούμενος,
Ἑρμοκράτης δὲ ἔφη “μηδὲν αἰδεσθῇς, ὦ
τέκνον, κἂν λέγῃς τι λυπηρότερον ἢ μικρότερον ἡμῶν·
τὸ γὰρ τέλος λαμπρὸν γενόμενον ἐπισκοτεῖ τοῖς προτέροις
ἅπασι, τὸ δὲ μὴ ῥηθὲν ὑπόνοιαν ἔχει χαλεπωτέραν
ἐξ αὐτῆς τῆς σιωπῆς.

Πατρίδι λέγεις καὶ γονεῦσιν,
ὧν ἰσόρροπος ἡ πρὸς ἀμφοτέρους ὑμᾶς φιλοστοργία.
Τὰ μὲν οὖν πρῶτα τῶν διηγημάτων ἤδη
καὶ ὁ δῆμος ἐπίσταται, καὶ γὰρ τὸν γάμον ὑμῶν αὐτὸς
ἔζευξε·

τὴν τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν
εἰς ψευδῆ ζηλοτυπίαν καὶ ὡς καιρίως ἔπληξας
τὴν γυναῖκα πάντες ἔγνωμεν καὶ ὅτι δόξασα τεθνάναι
πολυτελῶς ἐκηδεύθη, σὺ δὲ εἰς φόνου δίκην
ὑπαχθεὶς σεαυτοῦ κατεψηφίσω, συναποθανεῖν θέλων
τῇ γυναικί.

Ἀλλ̓ ὁ δῆμός σε ἀπέλυσεν, ἀκούσιον
ἐπιγνοὺς τὸ συμβάν. Τὰ δὲ τούτων ἐφεξῆς, ὅτι Θήρων
ὁ τυμβωρύχος νυκτὸς τὸν τάφον διασκάψας Καλλιρρόην
ζῶσαν εὑρὼν μετὰ τῶν ἐνταφίων ἐνέθηκε
τῷ πειρατικῷ κέλητι καὶ εἰς Ἰωνίαν ἐπώλησε, σὺ δὲ
κατὰ τὴν ζήτησιν τῆς γυναικὸς ἐξελθὼν αὐτὴν μὲν
οὐχ εὗρες, ἐν δὲ τῇ θαλάσσῃ τῷ πειρατικῷ πλοίῳ

περιπεσὼν τοὺς μὲν ἄλλους λῃστὰς τεθνεῶτας κατέλαβες
ὑπὸ δίψους, Θήρωνα δὲ μόνον ἔτι ζῶντα εἰσήγαγες
εἰς τὴν ἐκκλησίαν, κἀκεῖνος μὲν βασανισθεὶς
ἀνεσκολοπίσθη, τριήρη δὲ ἐξέπεμψεν ἡ πόλις καὶ
πρεσβευτὰς ὑπὲρ Καλλιρρόης, ἑκούσιος δὲ συνεξέπλευσέ
σοι Πολύχαρμος ὁ φίλος, καὶ ταῦτα ἴσμεν·
 
σὺ δὲ ἡμῖν διήγησαι τὰ μετὰ τὸν ἔκπλουν συνενεχθέντα
τὸν σὸν ἐντεῦθεν.”

Ὁ δὲ Χαιρέας ἔνθεν ἑλὼν διηγεῖτο “πλεύσαντες
τὸν Ἰόνιον ἀσφαλῶς εἰς χωρίον κατήχθημεν ἀνδρὸς
 Μιλησίου, Διονυσίου τοὔνομα, πλούτῳ καὶ γένει καὶ
δόξῃ πάντων Ἰώνων ὑπερέχοντος. Οὗτος δὲ ὁ παρὰ
Θήρωνος Καλλιρρόην ταλάντου πριάμενος.

Μὴ φοβηθῆτε·
οὐκ ἐδούλωσεν· εὐθὺς γὰρ τὴν ἀργυρώνητον
αὑτοῦ δέσποιναν ἀπέδειξε, καὶ ἐρῶν αὐτῆς
 βιάσασθαι οὐκ ἐτόλμησε τὴν εὐγενῆ, πέμψαι δὲ πάλιν
εἰς Συρακούσας οὐχ ὑπέμεινεν ἧς ἤρα.

Ἐπεὶ δὲ
ᾔσθετο Καλλιρρόη κύουσαν ἑαυτὴν ἐξ ἐμοῦ, σῶσαι
τὸν πολίτην ὑμῖν θέλουσα, ἀνάγκην ἔσχε Διονυσίῳ
γαμηθῆναι, σοφιζομένη τοῦ τέκνου τὴν γονήν, ἵνα ἐκ
 Διονυσίου δόξῃ γεγεννηκέναι, καὶ τραφῇ τὸ παιδίον
ἐπαξίως.

Τρέφεται γὰρ ὑμῖν, ἄνδρες Συρακούσιοι,
πολίτης ἐν Μιλήτῳ πλούσιος ὑπ̓ ἀνδρὸς ἐνδόξου·
καὶ γὰρ ἐκείνου τὸ γένος ἔνδοξον Ἑλληνικόν. Μὴ
φθονήσωμεν αὐτῷ μεγάλης κληρονομίας.”

“ταῦτα μὲν οὖν ἔμαθον ὕστερον· τότε δὲ καταχθεὶς
ἐν τῷ χωρίῳ Καλλιρρόης εἰκόνα θεασάμενος ἐν
ἱερῷ ἐγὼ μὲν εἶχον ἀγαθὰς ἐλπίδας, νύκτωρ δὲ Φρύγες
λῃσταὶ καταδραμόντες ἐπὶ θάλασσαν ἐνέπρησαν
μὲν τὴν τριήρη, τοὺς δὲ πλείστους κατέσφαξαν,
 ἐμὲ δὲ καὶ Πολύχαρμον δήσαντες ἐπώλησαν εἰς
Καρίαν.” Θρῆνον ἐξέρρηξεν ἐπὶ.

τούτοις τὸ πλῆθος,
εἶπε δὲ Χαιρέας “ἐπιτρέψατε ἐμοὶ τὰ ἑξῆς σιωπᾶν,
σκυθρωπότερα γάρ ἐστι τῶν πρώτων·” ὁ δὲ δῆμος
ἐξεβόησε “λέγε πάντα.” Καὶ ὃς ἔλεγεν “ὁ πριάμενος
 ἡμᾶς, δοῦλος Μιθριδάτου, στρατηγοῦ Καρίας,
ἐκέλευσε σκάπτειν ὄντας πεπεδημένους. Ἐπεὶ δὲ τὸν
δεσμοφύλακα τῶν δεσμωτῶν ἀπέκτεινάν τινες, ἀνασταυρωθῆναι
 
πάντας ἡμᾶς Μιθριδάτης ἐκέλευσε.

Κἀγὼ μὲν ἀπηγόμην· μέλλων δὲ βασανίζεσθαι Πολύχαρμος
εἶπέ μου τοὔνομα καὶ Μιθριδάτης ἐγνώρισε·
Διονυσίου γὰρ ξένος γενόμενος ἐν Μιλήτῳ,
Χαιρέου θαπτομένου παρῆν· πυθομένη γὰρ Καλλιρρόη
τὰ περὶ τὴν τριήρη καὶ τοὺς λῃστάς, κἀμὲ δόξασα
τεθνάναι, τάφον ἔχωσέ μοι πολυτελῆ.

Ταχέως οὖν ὁ
Μιθριδάτης ἐκέλευσε καθαιρεθῆναί με τοῦ σταυροῦ
σχεδὸν ἤδη πέρας ἔχοντα, καὶ ἔσχεν ἐν τοῖς φιλτάτοις·
ἀποδοῦναι δέ μοι Καλλιρρόην ἔσπευδε καὶ
ἐποίησέ με γράψαι πρὸς αὐτήν.

Ἀμελείᾳ δὲ τοῦ διακονουμένου
τὴν ἐπιστολὴν ἔλαβεν αὐτὸς Διονύσιος·
ἐμὲ δὲ ζῆν οὐκ ἐπίστευεν, ἐπίστευε δὲ Μιθριδάτην
ἐπιβουλεύειν αὑτοῦ τῇ γυναικί, καὶ εὐθὺς αὐτῷ μοιχείαν
ἐγκαλῶν ἐπέστειλε βασιλεῖ· βασιλεὺς δὲ ἀνεδέξατο
τὴν δίκην καὶ πάντας ἐκάλεσε πρὸς αὑτόν.

Οὕτως ἀνέβημεν εἰς Βαβυλῶνα. Καὶ Καλλιρρόην
μὲν Διονύσιος ἄγων περίβλεπτον ἐποίησε κατὰ τὴν
Ἀσίαν ὅλην θαυμαζομένην , ἐμὲ δὲ Μιθριδάτης
ἐπηγάγετο· γενόμενοι δὲ ἐκεῖ μεγάλην ἐπὶ βασιλέως
δίκην εἴπομεν. Μιθριδάτην μὲν οὖν εὐθὺς ἀπέλυσεν,
ἐμοὶ δὲ καὶ Διονυσίῳ διαδικασίαν περὶ τῆς γυναικὸς
ἐπήγγειλε, Καλλιρρόην παραθέμενος ἐν τῷ
μεταξὺ Στατείρᾳ τῇ βασιλίδι.

Ποσάκις, ἄνδρες Συρακούσιοι,
δοκεῖτε, θάνατον ἐβουλευσάμην ἀπεζευγμένος
τῆς γυναικός, εἰ μή με Πολύχαρμος ἔσωσεν
ὁ μόνος ἐν πᾶσι φίλος πιστός; Καὶ γὰρ βασιλεὺς
ἠμελήκει τῆς δίκης, ἔρωτι Καλλιρρόης φλεγόμενος.

Ἀλλ̓ οὔτε ἔπεισε οὔτε ὕβρισεν· εὐκαίρως δὲ Αἴγυπτος
ἀποστᾶσα βαρὺν ἐκίνησε πόλεμον, ἐμοὶ δὲ μεγάλων
ἀγαθῶν αἴτιον. Καλλιρρόην μὲν γὰρ ἡ βασιλὶς
ἐπήγετο, ψευδῆ δὲ ἀκούσας ἀγγελίαν ἐγὼ φήσαντός
 
τινος ὅτι Διονυσίῳ παρεδόθη, θέλων ἀμύνασθαι
βασιλέα, πρὸς τὸν Αἰγύπτιον αὐτομολήσας ἔργα μεγάλα
διεπραξάμην.

Καὶ γὰρ Τύρον δυσάλωτον οὖσαν
ἐχειρωσάμην αὐτὸς καὶ ναύαρχος ἀποδειχθεὶς κατεναυμάχησα
 τὸν μέγαν βασιλέα καὶ Ἀράδου κύριος
ἐγενόμην, ἔνθα καὶ τὴν βασιλίδα καὶ τὸν πλοῦτον, ὃν
ἑωράκατε, βασιλεὺς ἀπέθετο.

Ἐδυνάμην οὖν καὶ τὸν
Αἰγύπτιον ἀποδεῖξαι πάσης τῆς Ἀσίας δεσπότην, εἰ
%5μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη. Τὸ δὲ λοιπὸν φίλον
 ὑμῖν ἐποίησα τὸν μέγαν βασιλέα, τὴν γυναῖκα
δωρησάμενος αὐτῷ καὶ Περσῶν τοῖς ἐντιμοτάτοις
μητέρας τε καὶ ἀδελφὰς καὶ γυναῖκας καὶ θυγατέρας
πέμψας.

Αὐτὸς δὲ Ἕλληνας τοὺς ἀρίστους Αἰγυπτίων
τε τοὺς θέλοντας ἤγαγον ἐνθάδε. Ἐλεύσεται
 καὶ ἄλλος στόλος ἐξ Ἰωνίας ὑμέτερος· ἄξει δὲ αὐτὸν
ὁ Ἑρμοκράτους ἔγγονος.”

Εὐχαὶ παρὰ πάντων ἐπὶ τούτοις ἐπηκολούθησαν.
Καταπαύσας δὲ τὴν βοὴν Χαιρέας εἶπεν “ἐγὼ καὶ
Καλλιρρόη χάριν ἔχομεν ἐφ̓ ἡμῶν Πολυχάρμῳ τῷ
 φίλῳ· καὶ γὰρ εὔνοιαν ἐπεδείξατο καὶ πίστιν ἀληθεστάτην
πρὸς ἡμᾶς· κἂν ὑμῖν δοκῇ, δῶμεν αὐτῷ
γυναῖκα τὴν ἀδελφὴν τὴν ἐμήν· προῖκα δὲ ἔξει μέρος

τῶν λαφύρων.” Ἐπηυφήμησεν ὁ δῆμος “ἀγαθῷ
ἀνδρὶ Πολυχάρμῳ, φίλῳ πιστῷ, ὁ δῆμός σοι χάριν
 ἐπίσταται. Τὴν πατρίδα εὐηργέτηκας· ἄξιος Ἑρμοκράτους
καὶ Χαιρέου.” Μετὰ ταῦτα πάλιν Χαιρέας
εἶπε “καὶ τούσδε τοὺς τριακοσίους, Ἕλληνας ἄνδρας,
στρατὸν ἐμὸν ἀνδρεῖον, δέομαι ὑμῶν, πολίτας ποιήσατε.” Πάλιν ὁ δῆμος ἐπεβόησεν “ἄξιοι μεθ̓ ἡμῶν
πολιτεύεσθαι·

χειροτονείσθω ταῦτα.” Ψήφισμα
ἐγράφη καὶ εὐθὺς ἐκεῖνοι καθίσαντες μέρος ἦσαν τῆς
ἐκκλησίας. Καὶ Χαιρέας ἐδωρήσατο τάλαντον ἑκάστῳ,
 
τοῖς δὲ Αἰγυπτίοις ἀπένειμε χώραν Ἑρμοκράτης, ὥστε
ἔχειν αὐτοὺς γεωργεῖν.

Ἕως δὲ ἦν τὸ πλῆθος ἐν τῷ θεάτρῳ, Καλλιρρόη,
πρὶν εἰς τὴν οἰκίαν εἰσελθεῖν, εἰς τὸ τῆς Ἀφροδίτης
ἱερὸν ἀφίκετο. Λαβομένη δὲ αὐτῆς τῶν ποδῶν καὶ
ἐπιθεῖσα τὸ πρόσωπον καὶ λύσασα τὰς κόμας, καταφιλοῦσα “χάρις σοὶ” φησίν, “Ἀφροδίτη· πάλιν γάρ
μοι Χαιρέαν ἐν Συρακούσαις ἔδειξας, ὅπου καὶ παρθένος
εἶδον αὐτὸν σοῦ θελούσης.

Οὐ μέμφομαί σοι,
δέσποινα, περὶ ὧν πέπονθα· ταῦτα εἵμαρτό μοι.
Δέομαί σου, μηκέτι με Χαιρέου διαζεύξῃς, ἀλλὰ
καὶ βίον μακάριον καὶ θάνατον κοινὸν κατάνευσον ἡμῖν.” Τοσάδε περὶ Καλλιρρόης συνέγραψα.
Χαρίτωνος Ἀφροδισιέως
τῶν περὶ Χαιρέαν καὶ Καλλιρρόην η λόγων τέλος