πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν

τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,

ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετο

μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ

λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,

Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,

Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσιν

Φοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον.

λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,

κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,

ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας.

πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγα

κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα

ἀνήμερον τιθέντες ἡμερωμένην.

μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,

Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.

τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα

ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·

Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός.

τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.

Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·

σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα

κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·

Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,

ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,

λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·

Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος

καλοῦσα καὶ τέλειον ὕψιστον Δία,

ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.

καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ

ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,

ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.

μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,

πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,

ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,

τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·

δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·

ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ

ἕδραν ἔχοντα προστρόπαιον, αἵματι

στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος

ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,

λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,

ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.

πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος

εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.

οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,

οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.

εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας

δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν

αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·

ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·

ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·

καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα

φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.

τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας

οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος

τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.

τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων

αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.

ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος

καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ

ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν

ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.

καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·

ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,

γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται

θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.

κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν

σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,

μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.

ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.

ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς

βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα

ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.

καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος

πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν

ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.

κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους

μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,

ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·

καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.

ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·

ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.

σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

μέμνησο, μὴ φόβος σε νικάτω φρένας.

σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,

Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος

πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν

ἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας—

ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;

ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη

ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον

ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,

αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι

ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·

παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,

οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,

κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.

ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.

εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,

ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν.

ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,

χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,

καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς

ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.

καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.

ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,

καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων

ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.

ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ

ψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί.

ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

(μ̔υγμός.)

μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·

φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.

(μ̔υγμός.)

ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·

φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

(ὡ̓γμός.)

ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;

τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;

(ὡ̓γμός.)

ὕπνος πόνος τε κύριοι συνωμόται

δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

(μ̔υγμὸς διπλοῦς ὀξύς.)

λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.

ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερ

κύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.

τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,

μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.

ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·

τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.

σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,

ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,

ἕπου, μάραινε δευτέροις διώγμασιν.

ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.

εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον,

ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.

ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,—

ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—

ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,

ἄφερτον κακόν·

ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ.—

ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα.

ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,—

νέος δὲ γραίας δαίμονας καθιππάσω,—

τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ

τοκεῦσιν πικρόν·

τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.—

τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν;

ἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸν

ἔτυψεν δίκαν διφρηλάτου

μεσολαβεῖ κέντρῳ

ὑπὸ φρένας, ὑπὸ λοβόν.—

πάρεστι μαστίκτορος δαΐου δαμίου

βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.

τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,

κρατοῦντες τὸ πᾶν δίκας πλέον

φονολιβῆ θρόνον

περὶ πόδα, περὶ κάρα.—

πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων

βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.

ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι

μυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος,

παρὰ νόμον θεῶν βρότεα μὲν τίων,

παλαιγενεῖς δὲ μοίρας φθίσας.

κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,

ὑπό τε γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται.

ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳ

μιάστορʼ ἐκ γένους πάσεται.

ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος

χωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,

μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,

χρυσηλάτου θώμιγγος ἐξορμώμενον,

ἀνῇς ὑπʼ ἄλγους μέλανʼ ἀπʼ ἀνθρώπων ἀφρόν,

ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.

οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·

ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι

δίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷ

παίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία,

λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν

ὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετε

οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖς

στέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόπος

μορφῆς. λέοντος ἄντρον αἱματορρόφου

οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις

ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.

χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι.

ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν.

ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.

αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,

ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.

πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.

ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.

ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ;

κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου.

καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους.

καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;

οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.

ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.

τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.

τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.

τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;

οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος.

ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσω

Ἥρας τελείας καὶ Διὸς πιστώματα.

Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ,

ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.

εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος

ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη.

εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς

τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ,

οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν.

τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην,

τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.

δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά.

τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.

σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου.

τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.

οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν.

μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.

ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας

μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.

ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·

δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει

τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών.

ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν

ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,

οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα,

ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς

ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.

ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,

σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,

πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.

αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.

εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.

ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.

τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν

πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.

πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ

σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,

ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν

ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς.

καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών.

ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

ὅρα ὅρα μάλʼ αὖ,

λεύσσετε πάντα, μὴ

λάθῃ φύγδα βὰς

ὁ ματροφόνος ἀτίτας.

ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχων

περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου

ὑπόδικος θέλει γενέσθαι χρεῶν.

τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ

δυσαγκόμιστον, παπαῖ,

τὸ διερὸν πέδοι χύμενον οἴχεται.

ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν

ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ

φεροίμαν βοσκὰν πώματος δυσπότου·

καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω,

ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας.

ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν

ἢ θεὸν ἢ ξένον

τινʼ ἀσεβῶν ἢ τοκέας φίλους,

ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια.

μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν

ἔνερθε χθονός,

δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί.

ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι

πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη

σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι

φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.

βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,

μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει·

ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ

Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.

πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος,

ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.

χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.

καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ

χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ

μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς

αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν

πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.

ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,

Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,

τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,

φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα

θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,

ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—

ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.

οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος

ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον

ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν,

ἀναίματον βόσκημα δαιμόνων, σκιάν.

οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους,

ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;

καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·

ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν.

ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ

μοῦσαν στυγερὰν

ἀποφαίνεσθαι δεδόκηκεν,

λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπους

ὡς ἐπινωμᾷ στάσις ἁμά.

εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι·

τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼ

οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν,

ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ·

ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ

χεῖρας φονίας ἐπικρύπτει,

μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν

παραγιγνόμεναι πράκτορες αἵματος

αὐτῷ τελέως ἐφάνημεν.

μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερ

Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν

ποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ-

νίς μʼ ἄτιμον τίθησιν

τόνδʼ ἀφαιρούμενος

πτῶκα, ματρῷον ἅ-

γνισμα κύριον φόνου.

ἐπὶ δὲ τῷ τεθυμένῳ

τόδε μέλος, παρακοπά,

παραφορὰ φρενοδαλής,

ὕμνος ἐξ Ἐρινύων,

δέσμιος φρενῶν, ἀφόρ-

μικτος, αὐονὰ βροτοῖς.

τοῦτο γὰρ λάχος διανταία

Μοῖρʼ ἐπέκλωσεν ἐμπέδως ἔχειν,

θνατῶν τοῖσιν αὐτουργίαι

ξυμπέσωσιν μάταιοι,

τοῖς ὁμαρτεῖν, ὄφρʼ ἂν

γᾶν ὑπέλθῃ· θανὼν δʼ

οὐκ ἄγαν ἐλεύθερος.

ἐπὶ δὲ τῷ τεθυμένῳ

τόδε μέλος, παρακοπά,

παραφορὰ φρενοδαλής,

ὕμνος ἐξ Ἐρινύων,

δέσμιος φρενῶν, ἀφόρ-

μικτος, αὐονὰ βροτοῖς.

γιγνομέναισι λάχη τάδʼ ἐφʼ ἁμὶν ἐκράνθη·

ἀθανάτων δʼ ἀπέχειν χέρας, οὐδέ τις ἐστί

συνδαίτωρ μετάκοινος·

παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην

¯˘¯˘¯˘¯

δωμάτων γὰρ εἱλόμαν

ἀνατροπάς, ὅταν Ἄρης

τιθασὸς ὢν φίλον ἕλῃ.

ἐπὶ τὸν ὧδʼ ἱέμεναι

κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-

ροῦμεν ὑφʼ αἵματος νέου.

σπεύδομεν αἵδʼ ἀφελεῖν τινὰ τάσδε μερίμνας,

θεῶν δʼ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,

μηδʼ εἰς ἄγκρισιν ἐλθεῖν·

Ζεὺς δʼ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας

ἇς ἀπηξιώσατο.

δωμάτων γὰρ εἱλόμαν

ἀνατροπάς, ὅταν Ἄρης

τιθασὸς ὢν φίλον ἕλῃ.

ἐπὶ τὸν ὧδʼ ἱέμεναι

κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-

ροῦμεν ὑφʼ αἵματος νέου.

δόξαι τʼ ἀνδρῶν καὶ μάλʼ ὑπʼ αἰθέρι σεμναὶ

τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι

ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-

σμοῖς τʼ ἐπιφθόνοις ποδός.

μάλα γὰρ οὖν ἁλομένα

ἀνέκαθεν βαρυπεσῆ

καταφέρω ποδὸς ἀκμάν,

σφαλερὰ καὶ τανυδρόμοις

κῶλα, δύσφορον ἄταν.

πίπτων δʼ οὐκ οἶδεν τόδʼ ὑπʼ ἄφρονι λύμᾳ·

τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,

καὶ δνοφεράν τινʼ ἀχλὺν κατὰ δώματος αὐδᾶ-

ται πολύστονος φάτις.

μάλα γὰρ οὖν ἁλομένα

ἀνέκαθεν βαρυπεσῆ

καταφέρω ποδὸς ἀκμάν,

σφαλερὰ καὶ τανυδρόμοις

κῶλα, δύσφορον ἄταν.

μένει γάρ. εὐμήχανοί

τε καὶ τέλειοι, κακῶν

τε μνήμονες σεμναὶ

καὶ δυσπαρήγοροι βροτοῖς,

ἄτιμʼ ἀτίετα διόμεναι

λάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳ

λάμπᾳ, δυσοδοπαίπαλα

δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.

τίς οὖν τάδʼ οὐχ ἅζεταί

τε καὶ δέδοικεν βροτῶν,

ἐμοῦ κλύων θεσμὸν

τὸν μοιρόκραντον ἐκ θεῶν

δοθέντα τέλεον; ἔτι δέ μοι

μένει γέρας παλαιόν, οὐδʼ ἀτιμίας

κύρω, καίπερ ὑπὸ χθόνα

τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.

πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν

ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,

ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,

τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,

ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,

ἐξαίρετον δώρημα Θησέως τόκοις·

ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,

πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.

πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον

καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς

ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.

τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·

βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,

ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,

οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας

οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.

λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς

πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.

πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.

ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.

Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.

γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.

τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.

μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.

βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.

καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;

ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.

ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;

φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.

ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;

ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;

δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.

ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι.

κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.

πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.

ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.

ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.

ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;

πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.

τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις;

λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς

τὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον·

εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε

ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας

σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.

τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.

ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων

τῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα.

οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσος

πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.

τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.

ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,

ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου

σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.

πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα

οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.

ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.

γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.

Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,

Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,

ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν

ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν

εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ

μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν

κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.

κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,

ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,

ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.

καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,

ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,

εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους.

σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·

πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.

τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε

βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις

φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·

ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς

ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·

οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει.

αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,

καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,

χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων

πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.

τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν

πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί.

ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε,

φόνων δικαστὰς ὁρκίους αἱρουμένη

θεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.

ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια

καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα·

κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα

ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως,

ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.

νῦν καταστροφαὶ νέων

θεσμίων, εἰ κρατή-

σει δίκα τε καὶ βλάβα

τοῦδε ματροκτόνου.

πάντας ἤδη τόδʼ ἔργον εὐχερεί-

ᾳ συναρμόσει βροτούς·

πολλὰ δʼ ἔτυμα παιδότρωτα

πάθεα προσμένει τοκεῦ-

σιν μεταῦθις ἐν χρόνῳ.

οὐδὲ γὰρ βροτοσκόπων

μαινάδων τῶνδʼ ἐφέρ-

ψει κότος τις ἐργμάτων—

πάντʼ ἐφήσω μόρον.

πεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω-

νῶν τὰ τῶν πέλας κακά,

λῆξιν ὑπόδοσίν τε μόχθων·

ἄκεά τʼ οὐ βέβαια τλά-

μων δέ τις μάταν παρηγορεῖ.

μηδέ τις κικλῃσκέτω

ξυμφορᾷ τετυμμένος,

τοῦτʼ ἔπος θροούμενος,

ὦ δίκα,

ὦ θρόνοι τʼ Ἐρινύων.

ταῦτά τις τάχʼ ἂν πατὴρ

ἢ τεκοῦσα νεοπαθὴς

οἶκτον οἰκτίσαιτʼ, ἐπει-

δὴ πίτνει δόμος δίκας.

ἔσθʼ ὅπου τὸ δεινὸν εὖ,

καὶ φρενῶν ἐπίσκοπον

δεῖ μένειν καθήμενον.

ξυμφέρει

σωφρονεῖν ὑπὸ στένει.

τίς δὲ μηδὲν ἐν δέει

καρδίαν ἂν ἀνατρέφων

ἢ πόλις βροτός θʼ ὁμοί-

ως ἔτʼ ἂν σέβοι δίκαν;

μήτʼ ἀνάρχετον βίον

μήτε δεσποτούμενον

αἰνέσῃς.

παντὶ μέσῳ τὸ κράτος

θεὸς ὤπασεν, ἄλλʼ

ἄλλᾳ δʼ ἐφορεύει.

ξύμμετρον δʼ ἔπος λέγω,

δυσσεβίας μὲν ὕβρις

τέκος ὡς ἐτύμως·

ἐκ δʼ ὑγιεί-

ας φρενῶν ὁ πάμφιλος

καὶ πολύευκτος ὄλβος.

ἐς τὸ πᾶν δέ σοι λέγω,

βωμὸν αἴδεσαι Δίκας·

μηδέ νιν

κέρδος ἰδὼν ἀθέῳ

ποδὶ λὰξ ἀτίσῃς·

ποινὰ γὰρ ἐπέσται.

κύριον μένει τέλος.

πρὸς τάδε τις τοκέων

σέβας εὖ προτίων

καὶ ξενοτί-

μους δόμων ἐπιστροφὰς

αἰδόμενός τις ἔστω.

ἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢν

οὐκ ἄνολβος ἔσται·

πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο.

τὸν ἀντίτολμον δέ φαμι παρβάταν

ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας

βιαίως ξὺν χρόνῳ καθήσειν

λαῖφος, ὅταν λάβῃ πόνος

θραυομένας κεραίας.

καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ

δυσπαλεῖ τε δίνᾳ·

γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ,

τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοις

δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν·

διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον

ἕρματι προσβαλὼν δίκας

ὤλετʼ ἄκλαυτος, αἶστος.

κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,

ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ

σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,

ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.

πληρουμένου γὰρ τοῦδε βουλευτηρίου

σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς

πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον

καὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.

ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.

τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ

ἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιος

ἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος—

καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχω

τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγε

ὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην.

ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην·

ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων

γένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.

ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς

τὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας.

ἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει.

ἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων.

οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

εἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες.

λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

πρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν;

τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.

ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

καὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

ἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα.

πέποιθʼ. ἀρωγὰς δʼ ἐκ τάφου πέμψει πατήρ.

νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.

πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν.

τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ.

τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

πῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε,

ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;

ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,

Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.

δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.

ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ

δοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.

λέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγαν

θεσμὸν δικαίως,—μάντις ὢν δʼ οὐ ψεύσομαι.

οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις,

οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,

ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.

τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν,

βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός·

ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,

φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον

πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν

διοσδότοις σκήπτροισι τιμαλφούμενον,

καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις

τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,

ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοι

ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.

ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα

τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη,

δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι

φᾶρος περεσκήνωσεν , ἐν δʼ ἀτέρμονι

κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ.

ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος

τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,

ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·

αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον.

πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;

ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι.

ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,

πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος

καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·

ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις

ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις.

τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ

οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω

στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.

πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα·

τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι

ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός;

ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;

ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;

καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ.

οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου

τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.

τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη

ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.

πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλας

μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη,

ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.

ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι,

τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον,

ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου

καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά,

καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοι

στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρειν

ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;

ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.

μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ, ἄμομφος ὦ;

ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳ

ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.

κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,

πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.

ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ

αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.

πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδραν

σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον

στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν

τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,

Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος

πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας

ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν

σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,

αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους

κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ

λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν.

τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον

ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,

καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;

τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας

ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον

ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,

οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.

κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,

αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ

ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.

ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν

ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ

καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην

αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.

καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς

ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς

ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.

ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις,

μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.

ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων

πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης

βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν.

ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις

θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.

τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·

Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν,

ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

σύ τοι παλαιὰς διανομὰς καταφθίσας

οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος

ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.

ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,

δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,

ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην.

ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι.

μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο,

τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,

ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.

οὕτω γυναικὸς οὐ προτιμήσω μόρον

ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.

νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,

ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.

ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε;

νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν.

ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.

πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,

τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει.

γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα,

βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία.

ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην·

ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.

γαίας πατρῴας ἐστερημένον σύ τοι

κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,

Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν

οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου

ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου

σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον

σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.

ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ

τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον

ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,

μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς

ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ.

αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε

τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα

ἀμηχάνοισι πράξομεν δυσπραξίαις,

ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους

τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·

ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος

τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,

αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.

καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·

πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,

σωτήριόν τε καὶ δορὸς νικηφόρον.

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος

ἐν γᾷ τᾷδε, φεῦ,

ἰὸν ἰὸν ἀντιπενθῆ

μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

ἄφορον· ἐκ δὲ τοῦ

λειχὴν ἄφυλλος, ἄτεκνος,

ἰὼ δίκα, πέδον ἐπισύμενος

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

στενάζω· τί ῥέξω;

γελῶμαι πολίταις.

δύσοισθʼ ἅπαθον.

ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς

Νυκτὸς ἀτιμοπενθεῖς.

ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.

οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκη

ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·

ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,

αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,

ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.

ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ

βαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαν

τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα,

βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.

ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι

ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς

λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις

ἕξειν ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας.

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος

ἐν γᾷ τᾷδε, φεῦ,

ἰὸν ἰὸν ἀντιπενθῆ

μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

ἄφορον· ἐκ δὲ τοῦ

λειχὴν ἄφυλλος, ἄτεκνος,

ἰὼ δίκα, πέδον ἐπισύμενος

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

στενάζω· τί ῥέξω;

γελῶμαι πολίταις·

δύσοισθʼ ἅπαθον.

ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

Νυκτὸς ἀτιμοπενθεῖς.

οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγαν

θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.

κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;

καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,

ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·

ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶ

γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί,

καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς

κοίμα κελαινοῦ κύματος πικρὸν μένος

ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·

πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνια

θύη πρὸ παίδων καὶ γαμηλίου τέλους

ἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.

ἐμὲ παθεῖν τάδε, φεῦ,

ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

φεῦ, ἀτίετον μύσος.

πνέω τοι μένος ἅπαντά τε κότον.

οἶ οἶ δᾶ, φεῦ.

τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς ;

θυμὸν ἄιε, μᾶτερ

Νύξ· ἀπὸ γάρ με τι-

μᾶν δαναιᾶν θεῶν

δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.

ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.

καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα·

φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.

ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα

γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε.

οὑπιρρέων γὰρ τιμιώτερος χρόνος

ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν

ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως

τεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων,

ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν.

σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς

μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας

νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,

μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων,

ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη

ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.

θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,

ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·

ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην

τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,

εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην

χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

ἐμὲ παθεῖν τάδε, φεῦ,

ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

φεῦ, ἀτίετον μύσος.

πνέω τοι μένος ἅπαντά τε κότον.

οἶ οἶ δᾶ, φεῦ.

τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς;

θυμὸν ἄιε, μᾶτερ

Νύξ· ἀπὸ γάρ με τι-

μᾶν δαναιᾶν θεῶν

δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.

οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,

ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ

θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν

ἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου.

ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας;

γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,

σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,

οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλει

μῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ.

ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς

εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.

ἄνασσʼ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;

πάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ.

καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;

ὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν.

σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;

τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.

καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;

ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

θέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου.

τοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους.

τί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί;

ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,

καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου

ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα

εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα·

καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον

ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,

καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.

τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις.

στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,

τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος.

τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼ

πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ

τήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.

δέξομαι Παλλάδος ξυνοικίαν,

οὐδʼ ἀτιμάσω πόλιν,

τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε

φρούριον θεῶν νέμει,

ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων·

ᾇτʼ ἐγὼ κατεύχομαι

θεσπίσασα πρευμενῶς

ἐπισσύτους βίου τύχας ὀνησίμους

γαίας ἐξαμβρῦσαι

φαιδρὸν ἁλίου σέλας.

τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταις

πράσσω, μεγάλας καὶ δυσαρέστους

δαίμονας αὐτοῦ κατανασσαμένη.

πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπους

ἔλαχον διέπειν.

ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων

οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.

τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν

πρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθρος

καὶ μέγα φωνοῦντʼ

ἐχθραῖς ὀργαῖς ἀμαθύνει.

δενδροπήμων δὲ μὴ πνέοι βλάβα,

τὰν ἐμὰν χάριν λέγω·

φλογμός τʼ ὀμματοστερὴς φυτῶν, τὸ

μὴ περᾶν ὅρον τόπων,

μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,

μῆλά τʼ εὐθενοῦντα γᾶ

ξὺν διπλοῖσιν ἐμβρύοις

τρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼ

πλουτόχθων ἑρμαίαν

δαιμόνων δόσιν τίοι.

ἦ τάδʼ ἀκούετε, πόλεως φρούριον,

οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναται

πότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοις

τοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπων

φανερῶς τελέως διαπράσσουσιν,

τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύων

βίον ἀμβλωπὸν παρέχουσαι.

ἀνδροκμῆτας δʼ ἀώρ-

ους ἀπεννέπω τύχας,

νεανίδων τʼ ἐπηράτων

ἀνδροτυχεῖς βιότους

δότε, κύριʼ ἔχοντες,

θεαί τʼ ὦ Μοῖραι

ματροκασιγνῆται,

δαίμονες ὀρθονόμοι,

παντὶ δόμῳ μετάκοινοι,

παντὶ χρόνῳ δʼ ἐπιβριθεῖς

ἐνδίκοις ὁμιλίαις,

πάντᾳ τιμιώταται θεῶν.

τάδε τοι χώρᾳ τἠμῇ προφρόνως

ἐπικραινομένων

γάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς,

ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπωπᾷ

πρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας·

ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος·

νικᾷ δʼ ἀγαθῶν

ἔρις ἡμετέρα διὰ παντός.

τὰν δʼ ἄπληστον κακῶν

μήποτʼ ἐν πόλει στάσιν

τᾷδʼ ἐπεύχομαι βρέμειν.

μηδὲ πιοῦσα κόνις

μέλαν αἷμα πολιτᾶν

διʼ ὀργὰν ποινᾶς

ἀντιφόνους ἄτας

ἁρπαλίσαι πόλεως.

χάρματα δʼ ἀντιδιδοῖεν

κοινοφιλεῖ διανοίᾳ,

καὶ στυγεῖν μιᾷ φρενί·

πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος.

ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς

ὁδὸν εὑρίσκειν;

ἐκ τῶν φοβερῶν τῶνδε προσώπων

μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·

τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ

μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν

ὀρθοδίκαιον

πρέψετε πάντως διάγοντες.

χαίρετε χαίρετʼ ἐν αἰσιμίαισι πλούτου.

χαίρετʼ ἀστικὸς λεώς,

ἴκταρ ἥμενοι Διός,

παρθένου φίλας φίλοι

σωφρονοῦντες ἐν χρόνῳ.

Παλλάδος δʼ ὑπὸ πτεροῖς

ὄντας ἅζεται πατήρ.

χαίρετε χὐμεῖς· προτέραν δʼ ἐμὲ χρὴ

στείχειν θαλάμους ἀποδείξουσαν

πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.

ἴτε καὶ σφαγίων τῶνδʼ ὑπὸ σεμνῶν

κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν

χώρας κατέχειν, τὸ δὲ κερδαλέον

πέμπειν πόλεως ἐπὶ νίκῃ.

ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοι

παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.

εἴη δʼ ἀγαθῶν

ἀγαθὴ διάνοια πολίταις.

χαίρετε, χαίρετε δʼ αὖθις, ἐπανδιπλάζω,

πάντες οἱ κατὰ πτόλιν,

δαίμονές τε καὶ βροτοί,

Παλλάδος πόλιν νέμον-

τες· μετοικίαν δʼ ἐμὴν

εὖ σέβοντες οὔτι μέμ-

ψεσθε συμφορὰς βίου.

αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων

πέμψω τε φέγγει λαμπάδων σελασφόρων

εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους

ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας

τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς

Θησῇδος ἐξίκοιτʼ ἂν εὐκλεὴς λόχος

παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων.

φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι

τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,

ὅπως ἂν εὔφρων ἥδʼ ὁμιλία χθονὸς

τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.

βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι

Νυκτὸς παῖδες ἄπαιδες, ὑπʼ εὔφρονι πομπᾷ,

εὐφαμεῖτε δέ, χωρῖται,

γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,

καὶ τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι,

εὐφαμεῖτε δὲ πανδαμεί.

ἵλαοι δὲ καὶ σύμφρονες γᾷ

δεῦρʼ ἴτε, σεμναί, ξὺν πυριδάπτῳ

λαμπάδι τερπόμεναι καθʼ ὁδόν.

ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.

σπονδαὶ δʼ ἐς τὸ πᾶν ἐκ μετοίκων

Παλλάδος ἀστοῖς. Ζεὺς ὁ πανόπτας

οὕτω Μοῖρά τε συγκατέβα.

ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.