Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη,

σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ·

ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.

τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ

κλύειν, ἀκοῦσαι



πλόκαμον Ἰνάχῳ θρεπτήριον.

τὸν δεύτερον δὲ τόνδε πενθητήριον



οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον

οὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ.



τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυρις

στείχει γυναικῶν φάρεσιν μελαγχίμοις

πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;

πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;

ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω

χοὰς φερούσας νερτέροις μειλίγματα;

οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ

στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ

πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον

πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.

Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς

μάθω γυναικῶν ἥτις ἥδε προστροπή.

ἰαλτὸς ἐκ δόμων ἔβαν

χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.

πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς

ὄνυχος ἄλοκι νεοτόμῳ·

διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ.

λινοφθόροι δʼ ὑφασμάτων

λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,

προστέρνῳ στολμῷ

πέπλων ἀγελάστοις

ξυμφοραῖς πεπληγμένων.

τορὸς δὲ Φοῖβος ὀρθόθριξ

δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον

πνέων, ἀωρόνυκτον ἀμβόαμα

μυχόθεν ἔλακε περὶ φόβῳ,

γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.

κριταί τε τῶνδʼ ὀνειράτων

θεόθεν ἔλακον ὑπέγγυοι

μέμφεσθαι τοὺς γᾶς

νέρθεν περιθύμως

τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.

τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,

ἰὼ γαῖα μαῖα,

μωμένα μʼ ἰάλλει

δύσθεος γυνά. φοβοῦ-

μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.

τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;

ἰὼ πάνοιζυς ἑστία,

ἰὼ κατασκαφαὶ δόμων.

ἀνήλιοι βροτοστυγεῖς

δνόφοι καλύπτουσι δόμους

δεσποτῶν θανάτοισι.

σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν

διʼ ὤτων φρενός τε

δαμίας περαῖνον

νῦν ἀφίσταται. φοβεῖ-

ται δέ τις. τὸ δʼ εὐτυχεῖν,

τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.

ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας

ταχεῖα τοὺς μὲν ἐν φάει,

τὰ δʼ ἐν μεταιχμίῳ σκότου

μένει χρονίζοντας ἄχη βρύει ,

τοὺς δʼ ἄκραντος ἔχει νύξ.

διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ

τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.

διαλγὴς δʼ ἄτα διαφέρει

τὸν αἴτιον παναρκέτας νόσου βρύειν.

θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων

ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ

προ βαίνοντες τὸν χερομυσῆ

φόνον καθαίροντες ἴθυσαν μάταν.

ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν

θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων

πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓—

δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον

βίᾳ φρενῶν αἰνέσαι

πικρὸν στύγος κρατούσῃ.

δακρύω δʼ ὑφʼ εἱμάτων

ματαίοισι δεσποτᾶν

τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.

δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,

ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ

πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·

τί φῶ χέουσα τάσδε κηδείους χοάς;

πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί;

πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν

γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;

τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ,

χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.

ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,

ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε

στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;

ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο

πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν,

στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν

δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;

τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·

κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.

μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός.

τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει

καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.

λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον.

αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς

λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.

λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.

φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.

τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;

πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.

ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;

αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.

τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;

μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.

εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.

τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—

τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.

ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—

πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;

ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.

καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;

πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;

κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,

ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ

τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς

εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,

καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,

θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·

κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς

λέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲ

φίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;

πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα

πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο

Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων

φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως

ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.

ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ

κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·

αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ

μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.

ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις

λέγω φανῆναί σου, πάτερ, τιμάορον,

καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.

ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,

κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·

ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,

σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.

τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.

ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,

παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

ἵετε δάκρυ καναχὲς ὀλόμενον

ὀλομένῳ δεσπότᾳ

πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ

ἀπότροπον ἄγος ἀπεύχετον

κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-

βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός.

ὀτοτοτοτοτοτοτοῖ,

ἴτω τις δορυ-

σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,

Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼ

ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης

σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη.

ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·

νέου δὲ μύθου τοῦδε κοινωνήσατε·

λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.

ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.

τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης;

εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι.

πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.

οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.

ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.

καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος—

ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.

αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.

μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;

μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται.

καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν;

ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.

οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,

εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.

κἀμοὶ προσέστη καρδίας κλυδώνιον

χολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει·

ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι

σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,

πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω

ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;

ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,

ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον

φρόνημα παισὶ δύσθεον πεπαμένη.

ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,

εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου

βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.

φεῦ.

εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,

ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,

ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,

εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,

ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ

ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.

ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,

οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην

στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,

σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.

καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,

ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—

καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,

αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.

πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι

εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.

πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά.

εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους

εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.

ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;

εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.

καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;

σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην.

καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;

ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον.

ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;

αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ.

ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.

κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς

ὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω;

αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·

κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς

ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς

ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.

σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς

σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.

ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,

σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.

ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας·

τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.

ὦ φίλτατον μέλημα δώμασιν πατρός,

δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,

ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός.

ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον

ἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχον

πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει

στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·

καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·

πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων

μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ

πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.

Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·

ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,

θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν

δεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένους

νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς

θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.

οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,

ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,

ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.

καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα

πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν

ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;

οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν

πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·

οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν

βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.

κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν

δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.

ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,

σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,

γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε

πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε

θανόντας ἐν κηκῖδι πισσήρει φλογός.

οὔτοι προδώσει Λοξίου μεγασθενὴς

χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,

κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους

ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,

εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·

τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,

ἀποχρημάτοισι ζημίαις ταυρούμενον·

αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε

τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά.

τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα

βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,

σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις

λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·

λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·

ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύων

ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·

τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος

ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,

καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος

ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺν

κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως

χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.

καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος

εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,

βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς

μῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά.

πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ

κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.

τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;

κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον.

πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,

θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,

καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,

τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,

Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,

δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν.

θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.

ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν

τῇδε τελευτᾶν,

τὸ δίκαιον μεταβαίνει.

ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ

γλῶσσα τελείσθω· τοὐφειλόμενον

πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·

ἀντὶ δὲ πληγῆς φονίας φονίαν

πληγὴν τινέτω. δράσαντι παθεῖν,

τριγέρων μῦθος τάδε φωνεῖ.

ὦ πάτερ αἰνόπατερ, τί σοι

φάμενος ἢ τί ῥέξας

τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,

ἔνθα σʼ ἔχουσιν εὐναί,

σκότῳ φάος ἀντίμοι-

ρον; χάριτες δʼ ὁμοίως

κέκληνται γόος εὐκλεὴς

προσθοδόμοις Ἀτρείδαις.

τέκνον, φρόνημα τοῦ

θανόντος οὐ δαμάζει

πυρὸς ἡ μαλερὰ γνάθος,

φαίνει δʼ ὕστερον ὀργάς·

ὀτοτύζεται δʼ ὁ θνῄσκων,

ἀναφαίνεται δʼ ὁ βλάπτων.

πατέρων τε καὶ τεκόντων

γόος ἔνδικος ματεύει

τὸ πᾶν ἀμφιλαφής ταραχθείς.

κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει

πολυδάκρυτα πένθη.

δίπαις τοί σʼ ἐπιτύμβιος

θρῆνος ἀναστενάζει.

τάφος δʼ ἱκέτας δέδεκται

φυγάδας θʼ ὁμοίως.

τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;

οὐκ ἀτρίακτος ἄτα;

ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων

θείη κελάδους εὐφθογγοτέρους·

ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων

παιὰν μελάθροις ἐν βασιλείοις

νεοκρᾶτα φίλον κομίσειεν.

εἰ γὰρ ὑπʼ Ἰλίῳ

πρός τινος Λυκίων, πάτερ,

δορίτμητος κατηναρίσθης·

λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι

τέκνων τʼ ἐν κελεύθοις

ἐπιστρεπτὸν αἰῶ

κτίσας πολύχωστον ἂν εἶχες

τάφον διαποντίου γᾶς

δώμασιν εὐφόρητον,

φίλος φίλοισι τοῖς

ἐκεῖ καλῶς θανοῦσιν

κατὰ χθονὸς ἐμπρέπων

σεμνότιμος ἀνάκτωρ,

πρόπολός τε τῶν μεγίστων

χθονίων ἐκεῖ τυράννων·

βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης,

μόριμον λάχος πιπλάντων

χεροῖν πεισίβροτόν τε βάκτρον.

μηδʼ ὑπὸ Τρωίας

τείχεσι φθίμενος, πάτερ,

μετʼ ἄλλῳ δουρικμῆτι λαῷ

παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.

πάρος δʼ οἱ κτανόντες

νιν οὕτως δαμῆναι

φίλοις , θανατηφόρον αἶσαν

πρόσω τινὰ πυνθάνεσθαι

τῶνδε πόνων ἄπειρον.

ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,

μεγάλης δὲ τύχης καὶ ὑπερβορέου

μείζονα φωνεῖς· δύνασαι γάρ.

ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης

δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ

κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων

χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·

παισὶ δὲ μᾶλλον γεγένηται.

τοῦτο διαμπερὲς οὖς

ἵκεθʼ ἅπερ τι βέλος.

Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων

ὑστερόποινον ἄταν

βροτῶν τλάμονι καὶ πανούργῳ

χειρὶ—τοκεῦσι δʼ ὅμως τελεῖται.

ἐφυμνῆσαι γένοιτό μοι πυκά-

εντʼ ὀλολυγμὸν ἀνδρὸς

θεινομένου, γυναικός τʼ

ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας

ποτᾶται; πάροιθεν δὲ πρῴρας

δριμὺς ἄηται κραδίας

θυμὸς ἔγκοτον στύγος.

καί πότʼ ἂν ἀμφιθαλὴς

Ζεὺς ἐπὶ χεῖρα βάλοι,

φεῦ φεῦ, κάρανα δαΐξας;

πιστὰ γένοιτο χώρᾳ.

δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ.

κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.

ἀλλὰ νόμος μὲν φονίας σταγόνας

χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν

αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν

παρὰ τῶν πρότερον φθιμένων ἄτην

ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.

πόποι δὴ νερτέρων τυραννίδες,

ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,

ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως

ἔχοντα καὶ δωμάτων

ἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;

πέπαλται δαὖτὲ μοι φίλον κέαρ

τόνδε κλύουσαν οἶκτον

καὶ τότε μὲν δύσελπις,

σπλάγχνα δέ μοι κελαινοῦ-

ται πρὸς ἔπος κλυούσᾳ.

ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼ

ἐλπὶς , ἀπέστασεν ἄχος

προσφανεῖσά μοι καλῶς.

τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περ

πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;

πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται.

λύκος γὰρ ὥστʼ ὠμόφρων

ἄσαντος ἐκ ματρός ἐστι θυμός.

ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας

νόμοις ἰηλεμιστρίας,

ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖν

ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα

ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθει

κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.

ἰὼ ἰὼ δαΐα

πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς

ἄνευ πολιτᾶν ἄνακτʼ,

ἄνευ δὲ πενθημάτων

ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.

τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.

πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσει

ἕκατι μὲν δαιμόνων,

ἕκατι δʼ ἀμᾶν χερῶν;

ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν.

ἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς·

ἔπρασσε δʼ, ᾇπέρ νιν ὧδε θάπτει,

μόρον κτίσαι μωμένα

ἄφερτον αἰῶνι σῷ.

κλύεις πατρῴους δύας ἀτίμους.

λέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουν

ἄτιμος, οὐδὲν ἀξία·

μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν

ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,

χέουσα πολύδακρυν γόον κεκρυμμένα.

τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου ˘ ¯ .

διʼ ὤτων δὲ συν-

τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.

τὰ μὲν γὰρ οὕτως ἔχει,

τὰ δʼ αὐτὸς ὄργα μαθεῖν.

πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν.

σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.

ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα.

στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·

ἄκουσον ἐς φάος μολών,

ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.

Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.

ἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας.

τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων.

τὸ μόρσιμον μένει πάλαι,

εὐχομένοις δʼ ἂν ἔλθοι.

ὦ πόνος ἐγγενὴς

καὶ παράμουσος Ἄτας

αἱματόεσσα πλαγά.

ἰὼ δύστονʼ ἄφερτα κήδη·

ἰὼ δυσκατάπαυστον ἄλγος.

δώμασιν ἔμμοτον

τῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλων

ἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν,

διʼ ὠμὰν ἔριν αἱματηράν.

θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος.

ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,

τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴν

παισὶν προφρόνως ἐπὶ νίκῃ.

πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,

αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.

κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,

φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον .

οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν

κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ

ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.

κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας

οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·

πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.

ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην.

ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος.

μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.

μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν.

πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.

αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.

ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;

ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;

ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,

ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,

εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.

καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,

ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·

οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,

καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε

οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·

παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι

θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,

τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.

ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.

αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.

καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον,

τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.

τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,

ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.

ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,

πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου

μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;

θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις

ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε.

τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας.

τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος

ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος.

θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.

οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων

καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη

χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.

ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;

τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.

καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;

ἐν ι παιδὸς ὁρμίσαι δίκην.

τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;

αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.

καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;

ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.

οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.

ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.

πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,

λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·

πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,

ἄκος τομαῖον ἐλπίσασα πημάτων.

ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ

τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.

κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.

εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ

οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,

καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,

θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα,

ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,

δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,

θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ

κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.

τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι.

γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,

τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.

ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,

αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,

ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον

δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ

θανόντες, καὶ Λοξίας ἐφήμισεν,

ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.

ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,

ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας

Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.

ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,

γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.

καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ

δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·

μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ

δόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν·

τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται

Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;

εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν

κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,

ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα

ἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ,

πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸν

θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.

φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένη

ἄκρατον αἷμα πίεται τρίτην πόσιν.

νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,

ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·

ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,

σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.

τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,

ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.

πολλὰ μὲν γᾶ τρέφει

δεινὰ καὶ δειμάτων ἄχη,

πόντιαί τʼ ἀγκάλαι κνωδάλων

ἀνταίων βρύουσι·

πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοι

λαμπάδες πεδάοροι,

πτανά τε καὶ πεδοβά-

μονα κἀνεμοέντʼ ἂν

αἰγίδων φράσαι κότον.

ἀλλʼ ὑπέρτολμον ἀν-

δρὸς φρόνημα τίς λέγοι

καὶ γυναικῶν φρεσὶν τλαμόνων καὶ

παντόλμους ἔρωτας

ἄταισι συννόμους βροτῶν;

ξυζύγους δʼ ὁμαυλίας

θηλυκρατὴς ἀπέρω-

τος ἔρως παρανικᾷ

κνωδάλων τε καὶ βροτῶν.

ἴστω δʼ, ὅστις οὐχ ὑπόπτερος

φροντίσιν, δαεὶς

τὰν ἁ παιδολυ-

μὰς τάλαινα Θεστιὰς μήσατο

πυρδαῆτιν πρόνοιαν,

καταίθουσα παιδὸς δαφοινὸν

δαλὸν ἥλικʼ, ἐπεὶ μολὼν

ματρόθεν κελάδησε,

ξύμμετρόν τε διαὶ βίου

μοιρόκραντον ἐς ἆμαρ.

ἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖν

φοινίαν κόραν,

ἅτʼ ἐχθρῶν ὑπαὶ

φῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖς

χρυσοκμήτοισιν ὅρμοις

πιθήσασα δώροισι Μίνω,

Νῖσον ἀθανάτας τριχὸς

νοσφίσασʼ ἀπροβούλως

πνέονθʼ ἁ κυνόφρων ὕπνῳ.

κιγχάνει δέ μιν Ἑρμῆς.

ἐπεὶ δʼ ἐπεμνασάμαν ἀμειλίχων

πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-

λευμʼ ἀπεύχετον δόμοις

γυναικοβούλους τε μήτιδας φρενῶν

ἐπʼ ἀνδρὶ τευχεσφόρῳ,

ἐπʼ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.

τίω δʼ ἀθέρμαντον ἑστίαν δόμων

γυναικείαν τʼ ἄτολμον αἰχμάν.

κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον

λόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-

πτυστον· ᾔκασεν δέ τις

τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.

θεοστυγήτῳ δʼ ἄχει

βροτῶν ἀτιμωθὲν οἴχεται γένος.

σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.

τί τῶνδʼ οὐκ ἐνδίκως ἀγείρω;

τὸ δʼ ἄγχι πλευμόνων ξίφος

διανταίαν ὀξυπευκὲς οὐτᾷ

διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν

λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς

σέβας παρεκβάντος οὐ θεμιστῶς.

Δίκας δʼ ἐρείδεται πυθμήν·

προχαλκεύει δʼ Αἶσα φασγανουργός·

τέκνον δʼ ἐπεισφέρει δόμοισιν

αἱμάτων παλαιτέρων τίνειν μύσος

χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.

παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.

τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;

τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,

εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.

εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;

ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,

πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.

τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται

σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι

ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.

ἐξελθέτω τις δωμάτων τελεσφόρος

γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·

αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους

λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ

πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.

ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ

ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,

καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία

στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.

εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,

ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν

ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·

στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ

εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,

ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,

ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,

Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ

ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,

πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος

τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.

εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,

εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,

θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.

νῦν γὰρ λέβητος χαλκέου πλευρώματα

σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.

τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω

τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων

οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.

οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.

ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,

ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα

τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,

φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.

καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,

ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—

νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς

ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.

ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν

κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον

γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ

ξένου ξένοισίν ἐστιν εὐμενέστερον;

πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,

τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,

καταινέσαντα καὶ κατεξενωμένον.

οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,

οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.

ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.

ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένους

μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.

ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,

ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·

κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.

αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.

ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων

κοινώσομέν τε κοὐ σπανίζοντες φίλων

βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.

εἶεν, φίλιαι δμωίδες οἴκων,

πότε δὴ στομάτων

δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;

ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ

χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ

σώματι κεῖσαι τῷ βασιλείῳ,

νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·

νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν

ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν

καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι

ξιφοδηλήτοισιν ἀγῶσιν.

ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·

τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην.

ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;

λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος;

Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν

ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον

ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν

ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας

θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων

κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς

κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,

φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.

ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,

εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ·

ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα

ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις

τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.

ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·

τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·

φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,

ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—

κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτων

καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ

τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν

τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·

οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,

εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία

ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.

τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,

ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,

γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.

ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας

ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·

τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.

στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριον

οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.

πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;

ἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.

εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.

ἄγειν κελεύει δορυφόρους ὀπάονας.

μή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·

ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,

ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί.

ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.

ἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;

ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.

καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.

οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.

τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;

ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.

μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.

ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.

γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.

νῦν παραιτουμένᾳ μοι, πάτερ

Ζεῦ θεῶν Ὀλυμπίων,

δὸς τύχας τυχεῖν δόμου κυρίως

τὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν.

διὰ δίκας πᾶν ἔπος

ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις.

ἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶν

τὸν ἔσωθεν μελάθρων, Ζεῦ,

θές, ἐπεί νιν μέγαν ἄρας,

δίδυμα καὶ τριπλᾶ

παλίμποινα θέλων ἀμείψει.

ἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ-

νιν ζυγέντʼ ἐν ἅρμασιν

πημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶς

μέτρον κτίσον σῳζόμενον ῥυθμὸν

τοῦτʼ ἰδεῖν διὰ πέδον

ἀνομένων βημάτων ὄρεγμα;

οἵ τʼ ἔσω δωμάτων

πλουτογαθῆ μυχὸν νομίζετε,

κλῦτε, σύμφρονες θεοί·

ἄγετε τῶν πάλαι πεπραγμένων

λύσασθʼ αἷμα προσφάτοις δίκαις.

γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι.

τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων

στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,

καί νιν ἐλευθερίας φῶς

λαμπρὸν ἰδεῖν φιλίοις

ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.

ξυλλάβοι δʼ ἐνδίκως

παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος

πρᾶξιν οὐρίαν θέλων·

πολλὰ δʼ ἄλλα φανεῖ χρηίζων κρυπτά .

ἄσκοπον δʼ ἔπος λέγων

νύκτα πρό τʼ ὀμμάτων σκότον φέρει,

καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος.

καὶ τότʼ ἤδη κλυτὸν

δωμάτων λυτήριον,

θῆλυν οὐριοστάταν οὐδʼ

ὀξύκρεκτον γοα-

τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ·

ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ-

τα δʼ ἀποστατεῖ φίλων.

σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,

ἐπαΰσας πατρὸς αὐδὰν

θροούσᾳ πρὸς σὲ τέκνον πατρὸς αὐδὰν

καὶ πέραινʼ ἀνεπίμομφον ἄταν.

Περσέως τʼ ἐν φρεσὶν

καρδίαν ἀνασχεθών,

τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν,

τοῖς τʼ ἄνωθεν πρόπρασ-

σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν

φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ

ἐξαπολλύων μόρου.

ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·

νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς

ξένους μολόντας οὐδαμῶς ἐφίμερον,

μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις

γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ

τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.

πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;

ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι

πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;

τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;

ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων

ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος

ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.

ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,

εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,

εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.

οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.

Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι

τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ,

ὑπὸ δʼ εὐνοίας

πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι;

νῦν γὰρ μέλλουσι μιανθεῖσαι

πειραὶ κοπάνων ἀνδροδαΐκτων

ἢ πάνυ θήσειν Ἀγαμεμνονίων

οἴκων ὄλεθρον διὰ παντός,

ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳ

δαίων ἀρχάς τε πολισσονόμους

πατέρων θʼ ἕξει μέγαν ὄλβον.

τοιάνδε πάλην μόνος ὢν ἔφεδρος

δισσοῖς μέλλει θεῖος Ὀρέστης

ἅψειν. εἴη δʼ ἐπὶ νίκῃ.

ἒ ἔ, ὀτοτοτοῖ.

ἔα ἔα μάλα·

πῶς ἔχει; πῶς κέκρανται δόμοις;

ἀποσταθῶμεν πράγματος τελουμένου,

ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶν

εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.

οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·

οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν.

Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε

ὅπως τάχιστα, καὶ γυναικείους πύλας

μοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ,

οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;

ἰοὺ ἰού.

κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην

ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;

ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας

αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.

τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;

τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.

οἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.

δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν.

δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·

εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα·

ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ.

σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει.

οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία.

φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ

κείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε.

ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον,

μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα

οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.

Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;

ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα

τὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα;

ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.

κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.

ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.

καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός·

τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖς

τὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς.

ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.

πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;

ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.

καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον.

οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;

τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές.

οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους.

αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.

ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;

αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς.

μὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.

μὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη.

ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.

τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω.

κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.

σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.

ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.

τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;

ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.

πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.

οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην.

ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.

ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.

στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.

ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε

τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,

ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.

ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,

βαρύδικος ποινά·

ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονος

διπλοῦς λέων, διπλοῦς Ἄρης.

ἔλασε δʼ ἐς τὸ πᾶν

ὁ πυθόχρηστος φυγὰς

θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.

ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων

ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς

ὑπαὶ δυοῖν μιαστόροιν,

δυσοίμου τύχας.

ἔμολε δʼ ᾧ μέλει κρυπταδίου μάχας

δολιόφρων ποινά·

ἔθιγε δʼ ἐν μάχᾳ χερὸς ἐτήτυμος

Διὸς κόρα—Δίκαν δέ νιν

προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—

ὀλέθριον πνέουσʼ ἐν ἐχθροῖς κότον.

ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων

ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς

ὑπαὶ δυοῖν μιαστόροιν,

δυσοίμου τύχας.

τά περ ὁ Λοξίας ὁ Παρνασσίας

μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-

ξεν ἀδόλως δόλοις

βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται.

κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ

ὑπουργεῖν κακοῖς.

ἄξια δʼ οὐρανοῦχον ἀρχὰν σέβειν.

πάρα τε φῶς ἰδεῖν

μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων.

ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον

χαμαιπετεῖς ἔκεισθʼ ἀεί.

τάχα δὲ παντελὴς χρόνος ἀμείψεται

πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας

πᾶν ἐλαθῇ μύσος

καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.

τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν

ἰδεῖν ἀκοῦσαι πρευμενεῖς

μετοίκοις δόμων πεσοῦνται πάλιν.

πάρα τε φῶς ἰδεῖν

μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων.

ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον

χαμαιπετεῖς ἔκεισθʼ ἀεί.

ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα

πατροκτόνους τε δωμάτων πορθήτορας.

σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,

φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη

πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι.

ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ

καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.

ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,

τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,

πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.

ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν

στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,

οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε

Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,

ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,

ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον

τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·

ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·

ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,

ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,

φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,

τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ

σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον

τόλμης ἕκατι κἀκδίκου φρονήματος.

τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;

ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον

δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,

ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.

τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,

ξένων ἀπαιόλημα κἀργυροστερῆ

βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι

πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.

τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ

γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.

αἰαῖ αἰαῖ μελέων ἔργων·

στυγερῷ θανάτῳ διεπράχθης.

ἒ ἔ,

μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.

ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι

φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.

φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,

πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.

νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,

πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε.

ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,

ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.

οὔτις μερόπων ἀσινὴς βίοτον

διὰ παντὸς ἀπήμονʼ ἀμείψει.

ἒ ἔ,

μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.

ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,

ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου

ἐξωτέρω· φέρουσι γὰρ νικώμενον

φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος

ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ.

ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις

κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,

πατροκτόνον μίασμα καὶ θεῶν στύγος.

καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι

τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ

πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς

εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·

τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.

καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος

ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι

μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,

πυρός τε φέγγος ἄφθιτον κεκλημένον,

φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν

ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.

καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ

τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·

ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,

ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.

ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα

φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά,

ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,

δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.

ἆ, ἆ.

δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην

φαιοχίτωνες καὶ πεπλεκτανημέναι

πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.

τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,

στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.

οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·

σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.

ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·

ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.

ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,

κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.

εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν

ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.

ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·

ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.

ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων

θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.

ὅδε τοι μελάθροις τοῖς βασιλείοις

τρίτος αὖ χειμὼν

πνεύσας γονίας ἐτελέσθη.

παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν

μόχθοι τάλανές τε Θυέστου ·

δεύτερον ἀνδρὸς βασίλεια πάθη·

λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν

πολέμαρχος ἀνήρ·

νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,

ἢ μόρον εἴπω;

ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει

μετακοιμισθὲν μένος ἄτης;