Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως

οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·

εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,

Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν

ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις

οἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριος

ἐπώνυμος γένοιτο Καδμείων πόλει.

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτι

ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές,

πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων

βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε·

τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·

ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρους

πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.

καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός·

χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις

καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.

νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,

χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·

οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.

ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτων

ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

πύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοις

μίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδων

ταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.

σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·

καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,

αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων·

ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,

ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος

καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,

Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβον

ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς

θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,

ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·

μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους

πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ

λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα.

σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων

ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.

καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·

κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν

ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.

πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως

πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος·

ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς

χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς

χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.

σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος

φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς

Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·

καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·

κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον

ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου

εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,

μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον

ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος

φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·

ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν

ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν·

γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν·

πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

θρέομαι φοβερὰ μεγάλʼ ἄχη·

μεθεῖται στρατός· στρατόπεδον λιπὼν

ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·

αἰθερία κόνις με πείθει φανεῖσʼ,

ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.

ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ-

τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼ

ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.

ἰὼ ἰὼ

ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν

βοᾷ τειχέων ὕπερ ἀλεύσατε.

ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-

τρεπὴς ἐπὶ πόλιν διώκων πόδα .

τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσει

θεῶν ἢ θεᾶν;

πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσω

βρέτη δαιμόνων;

ἰὼ μάκαρες εὔεδροι,

ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-

λομεν ἀγάστονοι;

ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον;

πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ-

φὶ λιτάνʼ ἕξομεν;

κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.

τί ῥέξεις; προδώσεις, παλαίχθων

Ἄρης, τὰν τεάν;

ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι-

δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου.

θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·

ἴδετε παρθένων

ἱκέσιον λόχον δουλοσύνας ὕπερ.

κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν

καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.

ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές,

πάντως ἄρηξον δαΐων ἅλωσιν.

Ἀργέιοι δὲ πόλισμα Κάδμου

κυκλοῦνται· φόβος δʼ ἀρῄων ὅπλων

δονεῖ , διὰ δέ τοι γενύων ἱππίων

κινύρονται φόνον χαλινοί.

ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦ

δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις



προσίστανται πάλῳ λαχόντες.

σύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος,

ῥυσίπολις γενοῦ,

Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξ

ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,

ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.

σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον

Κάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς.

καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ,

ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος

γεγόναμεν· λιταῖσί σε θεοκλύτοις

ἀυτοῦσαι πελαζόμεσθα.

καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦ

στρατῷ δαΐῳ στόνων ἀντίτας.

σύ τʼ, ὦ Λατογένει-

α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα .

ἒ ἒ ἒ ἔ,

ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·

ὦ πότνιʼ Ἥρα.

ἔλακον ἀξόνων βριθομένων χνόαι.

Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,

δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται.

τί πόλις ἄμμι πάσχει, τί γενήσεται;

ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός;

ἒ ἒ ἒ ἔ,

ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται·

ὦ φίλʼ Ἄπολλον·

κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,

παῖ Διός, ὅθεν

πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.

σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεως

ἑπτάπυλον ἕδος ἐπιρρύου.

ἰὼ παναρκεῖς θεοί,

ἰὼ τέλειοι τέλειαί τε γᾶς

τᾶσδε πυργοφύλακες,

πόλιν δορίπονον μὴ προδῶθʼ

ἑτεροφώνῳ στρατῷ.

κλύετε παρθένων κλύετε πανδίκως

χειροτόνους λιτάς.

ἰὼ φίλοι δαίμονες,

λυτήριοί τʼ ἀμφιβάντες πόλιν,

δείξαθʼ ὡς φιλοπόλεις,

μέλεσθέ θʼ ἱερῶν δημίων,

μελόμενοι δʼ ἀρήξατε·

φιλοθύτων δέ τοι πόλεος ὀργίων

μνήστορες ἐστέ μοι.

ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετά,

ἦ ταῦτʼ ἄριστα καὶ πόλει σωτήρια,

στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,

βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν

αὔειν, λακάζειν, σωφρόνων μισήματα;

μήτʼ ἐν κακοῖσι μήτʼ ἐν εὐεστοῖ φίλῃ

ξύνοικος εἴην τῷ γυναικείῳ γένει.

κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,

δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν.

καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς

θεῖσαι διερροθήσατʼ ἄψυχον κάκην·

τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται,

αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα.

τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.

κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,

ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,

ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται,

λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον.

μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,

τἄξωθεν· ἔνδον δʼ οὖσα μὴ βλάβην τίθει.

ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;

ὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού-

σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,

ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,

ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμα

πυριγενετᾶν χαλινῶν.

τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν

πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,

νεὼς καμούσης ποντίῳ πρὸς κύματι ;

ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-

χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος

ὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·

δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως

ἵνʼ ὑπερέχοιεν ἀλκάν.

πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς

τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶν

ἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼ

ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ

ἁπτόμενον πυρὶ δαΐῳ.

μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·

πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας

μήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος.

ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα·

πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανον

κἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτων

κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.

ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήρια

θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·

σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

διὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον,

δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει.

τίς τάδε νέμεσις στυγεῖ;

οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·

ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,

εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ.

ποτίφατον κλύουσα πάταγον ἀνάμιγα

ταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν,

τίμιον ἕδος, ἱκόμαν.

μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.

τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων.

μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν.

στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.

δέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται.

οὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν;

ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

οὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε;

θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.

ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.

ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

παλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων;

ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.

λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι.

σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων,

εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·

κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺ

ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,

Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,

θάρσος φίλοις, λύουσα πολέμιον φόβον.

ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,

πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,

Δίρκης τε πηγαῖς, ὕδατί τʼ Ἰσμηνοῦ λέγω

εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,

μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,

ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαι

θύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα,

στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις.

στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα.

τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,

μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·

οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.

ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον

εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,

πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους

λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

μέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ·

γείτονες δὲ καρδίας

μέριμναι ζωπυροῦσι τάρβος

τὸν ἀμφιτειχῆ λεών,

δράκοντας ὥς τις τέκνων

ὑπερδέδοικεν λεχαίων δυσευνάτορας

πάντρομος πελειάς.

τοὶ μὲν γὰρ ποτὶ πύργους

πανδαμεὶ πανομιλεὶ

στείχουσιν. τί γένωμαι;

τοὶ δʼ ἐπʼ ἀμφιβόλοισιν

ἰάπτουσι πολίταις

χερμάδʼ ὀκριόεσσαν.

παντὶ τρόπῳ, Διογενεῖς

θεοί, πόλιν καὶ στρατὸν

Καδμογενῆ ῥύεσθε.

ποῖον δʼ ἀμείψεσθε γαίας πέδον

τᾶσδʼ ἄρειον, ἐχθροῖς

ἀφέντες τὰν βαθύχθονʼ αἶαν,

ὕδωρ τε Διρκαῖον, εὐ-

τραφέστατον πωμάτων

ὅσων ἵησιν Ποσει-

δᾶν ὁ γαιάοχος

Τηθύος τε παῖδες.

πρὸς τάδʼ, ὦ πολιοῦχοι

θεοί, τοῖσι μὲν ἔξω

πύργων ἀνδρολέτειραν

κῆρα, ῥίψοπλον ἄταν,

ἐμβαλόντες ἄροισθε

κῦδος τοῖσδε πολίταις.

καὶ πόλεως ῥύτορες ἔστʼ

εὔεδροί τε στάθητʼ

ὀξυγόοις λιταῖσιν.

οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίαν

Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν

δουλίαν ψαφαρᾷ σποδῷ

ὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθεν

περθομέναν ἀτίμως,

τὰς δὲ κεχειρωμένας ἄγεσθαι,

ἒ ἔ, νέας τε καὶ παλαιὰς

ἱππηδὸν πλοκάμων, περιρ-

ρηγνυμένων φαρέων. βοᾷ

δʼ ἐκκενουμένα πόλις,

λαΐδος ὀλλυμένας μιξοθρόου·

βαρείας τοι τύχας προταρβῶ.

κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποις

νομίμων προπάροιθεν διαμεῖψαι

δωμάτων στυγερὰν ὁδόν·

τί; τὸν φθίμενον γὰρ προλέγω

βέλτερα τῶνδε πράσσειν·

πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,

ἒ ἔ, δυστυχῆ τε πράσσει.

ἄλλος δʼ ἄλλον ἄγει, φονεύ-

ει, τὰ δὲ πυρφορεῖ· καπνῷ

δὲ χραίνεται πόλισμʼ ἅπαν·

μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμας

μιαίνων εὐσέβειαν Ἄρης.

κορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλιν

δʼ ὁρκάνα

πυργῶτις· πρὸς ἀνδρὸς δʼ ἀνὴρ

ἀμφὶ δορὶ κλίνεται·

βλαχαὶ δʼ αἱματόεσσαι

τῶν ἐπιμαστιδίων

ἀρτιτρεφεῖς βρέμονται.

ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·

ξυμβολεῖ φέρων φέροντι,

καὶ κενὸς κενὸν καλεῖ,

ξύννομον θέλων ἔχειν,

οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι.

τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα.

παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν

ἀλγύνει κυρήσας· πικρὸν δʼ

ὄμμα θαλαμηπόλων·

πολλὰ δʼ ἀκριτόφυρτος

γᾶς δόσις οὐτιδανοῖς

ἐν ῥοθίοις φορεῖται.

δμωίδες δὲ καινοπήμονες νέαι·

τλάμονʼ εὐνὰν αἰχμάλωτον

ἀνδρὸς εὐτυχοῦντος ὣς

δυσμενοῦς ὑπερτέρου

ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,

παγκλαύτων ἀλγέων ἐπίρροθον.

ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,

σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος

εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·

σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.

λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,

ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν

βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν

ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.

Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος

μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·

θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,

σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.

τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους

σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω

χαλκήλατοι κλάζουσι κώδωνες φόβον·

ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,

φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·

λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,

πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.

τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς

βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,

ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,

ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.

τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν

κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,

οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα·

λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.

καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος

ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,

τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.

εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,

τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε

γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,

καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.

ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον

τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων,

μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον

τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.

αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.

σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,

ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,

Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·

Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται

εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν

θεοὶ δοῖεν, ὡς δικαίως πόλεως

πρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη-

φόρους μόρους ὑπὲρ φίλων

ὀλομένων ἰδέσθαι.

τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·

Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις,

γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου

μείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ,

πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη·

θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν

καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς

ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.

τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς

μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·

ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,

φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·

χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.

τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,

τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.

τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων

ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος·

Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,

θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα

χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν

πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη·

πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον

ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον

μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.

ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν,

αἴθων τέτακται λῆμα, Πολυφόντου βία,

φερέγγυον φρούρημα, προστατηρίας

Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς.

λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται,

κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,

πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν

θʼ ἑδωλίων ὑπερκόπῳ

δορί ποτʼ ἐκλαπάξαι.

καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις

λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος

ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους,

πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.

ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας

δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.

φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,

μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.

ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον·

ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσεις

στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.

βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,

ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων.

καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον

πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·

καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,

Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν

γένους,

ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων

βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,

ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,

ἢ καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδος

ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.

ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ

πρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει

μαινομένᾳ φρενί, τώς νιν

Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.

τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,

Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·

ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,

ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.

ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν

ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,

Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα

λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·

ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος

προσηδάφισται κοιλογάστορος κύκλου.

αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει

βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.

τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·

Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.

πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,

πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,

εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·

Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,

ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων

ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,

οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν

μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.

ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,

ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων

θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει,

Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος

σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·

κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.

τοιάδε μέντοι προσφίλεια δαιμόνων·

πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων,

εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·

εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας,

Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος

σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών.

πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼ

ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας

δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ

δαροβίοισι θεοῖσιν,

πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.

οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,

τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος·

ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ

σέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον,

ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ

Διός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου

βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·

στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων,

ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.

ὁ δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,

φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται.

οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις·

τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ

σάκει, κυκλωτῷ σώματος προβλήματι,

Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένην

γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,

φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα,

ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη.

ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην,

μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον,

Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρ

μέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς,

πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός.

εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,

αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·

ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο.

ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα,

ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον,

Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου·

ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ

ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,

οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους

εἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος·

ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται,

πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν.

θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ.

ἱκνεῖται λόγος διὰ στηθέων,

τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται,

μεγάλα μεγαληγόρων κλυούσᾳ

ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ

θεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ.

ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον,

ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·

Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος

κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·

τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,

μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,

Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,

κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον.

καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,

ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,

δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος,

καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα·

ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,

καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,

πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

πορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα;

μητρός τε πηγὴν τίς κατασβέσει δίκη;

πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ

ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,

μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.

μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον.

τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχων

πάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ.

οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει,

βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,

ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας

πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς

δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.

ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆς

κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·

ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.

ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ

ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ

ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,

ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν

ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,

ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,

πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.

οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,

σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,

μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς

θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,

τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,

Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις

οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,

ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,

εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·

φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.

ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν,

ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,

γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει,

ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεται

παρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.

θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

κλύοντες θεοὶ δικαίας λιτὰς

ἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ,

δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶς

ἐπιμόλους· πύργων δʼ ἔκτοθεν

βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.

τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαις

λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει

οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·

πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,

ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας,

σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,

ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην

φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.

τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίους

καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν

τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.

ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος

διπλοῦν τε σῆμα προσμεμηχανημένον.

χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν

ἄγει γυνή τις σωφρόνως ἡγουμένη.

Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματα

λέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλιν

ἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς.

τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα.

σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·

ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτων

μέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,

ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·

ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.

ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει,

μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.

ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,

τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ,

εἴ νιν κατάξει χρυσότευκτα γράμματα

ἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.

εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν

ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν·

ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον,

οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω,

οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος,

Δίκη προσεῖδε καὶ κατηξιώσατο·

οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ

οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.

ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμος

Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.

τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι

αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;

ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,

ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχος

κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.

μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ

ὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ·

ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις

ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον.

ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος,

οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.

εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ

ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·

κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς.

τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-

θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δʼ

ἔκβαλʼ ἔρωτος ἀρχάν.

ἐπεὶ τὸ πρᾶγμα κάρτʼ ἐπισπέρχει θεός,

ἴτω κατʼ οὖρον κῦμα Κωκυτοῦ λαχὸν

Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.

ὠμοδακής σʼ ἄγαν ἵμερος ἐξοτρύ-

νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν

αἵματος οὐ θεμιστοῦ.

φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰ

ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,

λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.

ἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή-

σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκ

εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν

θεοὶ θυσίαν δέχωνται;

θεοῖς μὲν ἤδη πως παρημελήμεθα,

χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται·

τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον;

νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων

λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-

λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ

πνεύματι· νῦν δʼ ἔτι ζεῖ.

ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·

ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτων

ὄψεις, πατρῴων χρημάτων δατήριοι.

πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.

λέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.

μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις.

τεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ.

νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.

οὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.

ἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;

θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.

πέφρικα τὰν ὠλεσίοικον

θεόν, οὐ θεοῖς ὁμοίαν,

παναλαθῆ κακόμαντιν

πατρὸς εὐκταίαν Ἐρινὺν

τελέσαι τὰς περιθύμους

κατάρας Οἰδιπόδα βλαψίφρονος·

παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει.

ξένος δὲ κλήρους ἐπινωμᾷ,

Χάλυβος Σκυθᾶν ἄποικος,

κτεάνων χρηματοδαίτας

πικρός, ὠμόφρων σίδαρος,

χθόνα ναίειν διαπήλας,

ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,

τῶν μεγάλων πεδίων ἀμοίρους.

ἐπεὶ δʼ ἂν αὐτοκτόνως

αὐτοδάικτοι θάνωσι,

καὶ γαΐα κόνις πίῃ

μελαμπαγὲς αἷμα φοίνιον,

τίς ἂν καθαρμοὺς πόροι,

τίς ἄν σφε λούσειεν; ὦ

πόνοι δόμων νέοι παλαι-

οῖσι συμμιγεῖς κακοῖς.

παλαιγενῆ γὰρ λέγω

παρβασίαν ὠκύποινον·

αἰῶνα δʼ ἐς τρίτον μένει·

Ἀπόλλωνος εὖτε Λάιος

βίᾳ, τρὶς εἰπόντος ἐν

μεσομφάλοις Πυθικοῖς

χρηστηρίοις θνᾴσκοντα γέν-

νας ἄτερ σῴζειν πόλιν,

κρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶν

ἐγείνατο μὲν μόρον αὑτῷ,

πατροκτόνον Οἰδιπόδαν,

ὅστε ματρὸς ἁγνὰν

σπείρας ἄρουραν, ἵνʼ ἐτράφη,

ῥίζαν αἱματόεσσαν

ἔτλα· παράνοια συνᾶγε

νυμφίους φρενώλεις.

κακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει·

τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρει

τρίχαλον, ὃ καὶ περὶ πρύμ-

ναν πόλεως καχλάζει.

μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγου

τείνει, πύργος ἐν εὔρει.

δέδοικα δὲ σὺν βασιλεῦσι

μὴ πόλις δαμασθῇ.

τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν

βαρεῖαι καταλλαγαί· τὰ δʼ ὀλοὰ

πελόμενʼ οὐ παρέρχεται.

πρόπρυμνα δʼ ἐκβολὰν φέρει

ἀνδρῶν ἀλφηστᾶν

ὄλβος ἄγαν παχυνθείς.

τίνʼ ἀνδρῶν γὰρ τοσόνδʼ ἐθαύμασαν

θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ

πολύβατός τʼ ἀγὼν βροτῶν,

ὅσον τότʼ Οἰδίπουν τίον,

τὰν ἁρπαξάνδραν

κῆρʼ ἀφελόντα χώρας;

ἐπεὶ δʼ ἀρτίφρων

ἐγένετο μέλεος ἀθλίων

γάμων, ἐπʼ ἄλγει δυσφορῶν

μαινομένᾳ κραδίᾳ

δίδυμα κάκʼ ἐτέλεσεν·

πατροφόνῳ χερὶ τῶν

κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη·

τέκνοις δʼ ἀγρίας

ἐφῆκεν ἐπικότους τροφᾶς,

αἰαῖ, πικρογλώσσους ἀράς,

καί σφε σιδαρονόμῳ

διὰ χερί ποτε λαχεῖν

κτήματα· νῦν δὲ τρέω

μὴ τελέσῃ καμψίπους Ἐρινύς.

θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.

πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·

πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·

πόλις δʼ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου

πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.

στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις

ἐφραξάμεσθα μονομάχοισι προστάταις·

καλῶς ἔχει τὰ πλεῖστʼ, ἐν ἓξ πυλώμασι·

τὰς δʼ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης

ἄναξ Ἀπόλλων εἵλετʼ, Οἰδίπου γένει

κραίνων παλαιὰς Λαΐου δυσβουλίας.

τί δʼ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;

πόλις σέσωσται· βασιλέες δʼ ὁμόσποροι—

τίνες; τί δʼ εἶπας; παραφρονῶ φόβῳ λόγου.

φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι —

οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.

οὐδʼ ἀμφιλέκτως μὴν κατεσποδημένοι—

ἐκεῖθι κεῖσθον ; βαρέα δʼ οὖν ὅμως φράσον.

ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.

οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθʼ ἅμα ;

οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.

αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος.

τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·

πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται,

δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ

Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.

ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός,

πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι.

πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροιν

πέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.

ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι

δαίμονες, οἳ δὴ Κάδμου πύργους

τούσδε ῥύεσθε,

πότερον χαίρω κἀπολολύξω

πόλεως ἀσινεῖ σωτῆρι . .,

ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας

ἀτέκνους κλαύσω πολεμάρχους;

οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν

καὶ πολυνεικεῖς

ὤλοντʼ ἀσεβεῖ διανοίᾳ.

ὦ μέλαινα καὶ τελεία

γένεος Οἰδίπου τʼ ἀρά,

κακόν με καρδίαν τι περιπίτνει κρύος.

ἔτευξα τύμβῳ μέλος

Θυιὰς αἱματοσταγεῖς

νεκροὺς κλύουσα δυσμόρως

θανόντας· ἦ δύσορνις ἅ-

δε ξυναυλία δορός.

ἐξέπραξεν, οὐδʼ ἀπεῖπεν

πατρόθεν εὐκταία φάτις·

βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν.

μέριμνα δʼ ἀμφὶ πτόλιν·

θέσφατʼ οὐκ ἀμβλύνεται.

ἰὼ πολύστονοι, τόδʼ ἠρ-

γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ-

ακτὰ πήματʼ οὐ λόγῳ.

τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·

διπλαῖ μέριμναι, διδυμάνορα

κάκʼ αὐτοφόνα, δίμοιρα τέ-

λεια τάδε πάθη. τί φῶ;

τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνων

δόμων ἐφέστιοι;

ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρον

ἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν

πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεται

τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα,

τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον

πάνδοκον εἰς ἀφανῆ τε χέρσον.

ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος

πικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη,

θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως

οἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπων

στηθέων ἥσειν ἄλγος ἐπάξιον.

ἡμᾶς δὲ δίκη πρότερον φήμης

τὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύος

ἰαχεῖν Ἀίδα τʼ

ἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν.

ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι

στρόφον ἐσθῆσιν περιβάλλονται,

κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς

μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.

ἰὼ ἰὼ δύσφρονες,

φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,

δόμους πατρῴους ἑλόν-

τες μέλεοι σὺν αἰχμᾷ.

μέλεοι δῆθʼ οἳ μελέους θανάτους

εὕροντο δόμων ἐπὶ λύμῃ.

ἰὼ ἰὼ δωμάτων

ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας

ἰδόντες, ἤδη διήλ-

λαχθε σὺν σιδάρῳ.

κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδα

πότνιʼ Ἐρινὺς ἐπέκρανεν.

διʼ εὐωνύμων τετυμμένοι,

τετυμμένοι δῆθʼ,

ὁμοσπλάγχνων τε πλευρωμάτων



αἰαῖ δαιμόνιοι,

αἰαῖ δʼ ἀντιφόνων

θανάτων ἀραί.

διανταίαν λέγεις πλαγὰν δόμοισι καὶ

σώμασιν πεπλαγμένους, ἐννέπω

ἀναυδάτῳ μένει

ἀραίῳ τʼ ἐκ πατρὸς

οὐ διχόφρονι πότμῳ.

διήκει δὲ καὶ πόλιν στόνος,

στένουσι πύργοι,

στένει πέδον φίλανδρον· μένει

κτέανα δʼ ἐπιγόνοις,

διʼ ὧν αἰνομόροις,

διʼ ὧν νεῖκος ἔβα

καὶ θανάτου τέλος.

ἐμοιράσαντο δʼ ὀξυκάρδιοι

κτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν.

διαλλακτῆρι δʼ οὐκ

ἀμεμφεία φίλοις,

οὐδʼ ἐπίχαρις Ἄρης.

σιδαρόπλακτοι μὲν ὧδʼ ἔχουσιν,

σιδαρόπλακτοι δὲ τοὺς μένουσι,

τάχʼ ἄν τις εἴποι, τίνες;

τάφων πατρῴων λαχαί.

ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺς

προπέμπει δαϊκτὴρ γόος αὐ-

τόστονος, αὐτοπήμων,

δαϊόφρων δʼ· , οὐ φιλογαθής, ἐτύμως

δακρυχέων ἐκ φρενός, ἃ

κλαιομένας μου μινύθει

τοῖνδε δυοῖν ἀνάκτοιν.

πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν

ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,

ξένων τε πάντων στίχας

πολυφθόρους ἐν δαΐ.

δυσδαίμων σφιν ἁ τεκοῦσα

πρὸ πασᾶν γυναικῶν ὁπόσαι

τεκνογόνοι κέκληνται.

παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα

τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ-

τασαν ὑπʼ ἀλλαλοφόνοις

χερσὶν ὁμοσπόροισιν.

ὁμόσποροι δῆτα καὶ πανώλεθροι,

διατομαῖς οὐ φίλοις,

ἔριδι μαινομένᾳ,

νείκεος ἐν τελευτᾷ.

πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ

ζόα φονορύτῳ

μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι.

πικρὸς λυτὴρ νεικέων ὁ πόντιος

ξεῖνος ἐκ πυρὸς συθεὶς

θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων

κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-

αν τιθεὶς ἀλαθῆ.

ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι

διοδότων ἀχθέων·

ὑπὸ δὲ σώματι γᾶς

πλοῦτος ἄβυσσος ἔσται.

ἰὼ πολλοῖς ἐπανθίσαντες

πόνοισι γενεάν·

τελευταῖαι δʼ ἐπηλάλαξαν

Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου

παντρόπῳ φυγᾷ γένους.

ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις,

ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-

σας ἔληξε δαίμων.

παισθεὶς ἔπαισας.

σὺ δʼ ἔθανες κατακτανών.

δορὶ δʼ ἔκανες—

δορὶ δʼ ἔθανες—

μελεοπόνος.

μελεοπαθής.

ἴτω γόος.

ἴτω δάκρυ.

πρόκεισαι —

κατακτάς.

ἠέ.

ἠέ.

μαίνεται γόοισι φρήν.

ἐντὸς δὲ καρδία στένει.

ἰὼ ἰὼ πάνδυρτε σύ.

σὺ δʼ αὖτε καὶ πανάθλιε.

πρὸς φίλου γʼ· ἔφθισο.

καὶ φίλον ἔκτανες.

διπλᾶ λέγειν—

διπλᾶ δʼ ὁρᾶν—

ἄχθεα τῶνδε τάδʼ ἐγγύθεν.

πέλας ἀδελφέʼ ἀδελφεῶν.

ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τʼ Οἰδίπου σκιά,

μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

ἠέ.

ἠέ.

δυσθέατα πήματα —

ἔδειξεν ἐκ φυγᾶς ἐμοί.

οὐδʼ ἵκεθʼ ὡς κατέκτανεν.

σωθεὶς δὲ πνεῦμʼ ἀπώλεσεν.

ὤλεσε δῆτʼ ἄγαν .

καὶ τὸν ἐνόσφισεν.

τάλαν γένος.

τάλαν πάθος.

δύστονα κήδεʼ ὁμαίμονα.

δίυγρα τριπάλτων πημάτων.

ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τʼ Οἰδίπου σκιά,

μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

σὺ τοί νιν οἶσθα διαπερῶν—

σὺ δʼ οὐδὲν ὕστερος μαθών—

ἐπεὶ κατῆλθες ἐς πόλιν,

δορός γε τῷδʼ ἀντηρέτας.

ὀλοὰ λέγειν.

ὀλοὰ δʼ ὁρᾶν.

ἰὼ πόνος—

ἰὼ κακά—

δώμασι καὶ χθονί.

πρὸ πάντων δʼ ἐμοί.

καὶ τὸ πρόσω γʼ ἐμοί.

ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ.

ἰὼ πάντων πολυστονώτατοι.

ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ.

ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός;

ἰώ, ὅπου ʼσʼτι τιμιώτατον.

ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.

δοκοῦντα καὶ δόξαντʼ ἀπαγγέλλειν με χρὴ

δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·

Ἐτεοκλέα μὲν τόνδʼ ἐπʼ εὐνοίᾳ χθονὸς

θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·

στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετʼ ἐν πόλει

ἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερ

τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.

οὕτω μὲν ἀμφὶ τοῦδʼ ἐπέσταλται λέγειν·

τούτου δʼ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν

ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,

ὡς ὄντʼ ἀναστατῆρα Καδμείων χθονός,

εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ

τῷ τοῦδʼ·. ἄγος δὲ καὶ θανὼν κεκτήσεται

θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε

στράτευμʼ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.

οὕτω πετηνῶν τόνδʼ ὑπʼ οἰωνῶν δοκεῖ

ταφέντʼ ἀτίμως τοὐπιτίμιον λαβεῖν,

καὶ μήθʼ ὁμαρτεῖν τυμβοχόα χειρώματα

μήτʼ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,

ἄτιμον εἶναι δʼ ἐκφορᾶς φίλων ὕπο.

τοιαῦτʼ ἔδοξε τῷδε Καδμείων τέλει.

ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·

ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,

ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ

θάψασʼ ἀδελφὸν τὸν ἐμόν, οὐδʼ αἰσχύνομαι

ἔχουσʼ ἄπιστον τήνδʼ ἀναρχίαν πόλει.

δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,

μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.

τοιγὰρ θέλουσʼ ἄκοντι κοινώνει κακῶν

ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.

τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες

λύκοι σπάσονται· μὴ δοκησάτω τινί.

τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,

γυνή περ οὖσα, τῷδε μηχανήσομαι,

κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.

καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν·

θάρσει, παρέσται μηχανὴ δραστήριος.

αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.

αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.

τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.

τράχυνʼ· ἄθαπτος δʼ οὗτος οὐ γενήσεται.

ἀλλʼ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;

ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.

οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.

παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.

ἀλλʼ εἰς ἅπαντας ἀνθʼ ἑνὸς τόδʼ ἔργον ἦν.

ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.

ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.

ἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ.

φεῦ φεῦ.

ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς

Κῆρες Ἐρινύες, αἵτʼ Οἰδιπόδα

γένος ὠλέσατε πρυμνόθεν οὕτως,

τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;

πῶς τολμήσω μήτε σὲ κλαίειν

μήτε προπέμπειν ἐπὶ τύμβον ·

ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι

δεῖμα πολιτῶν.

σύ γε μὴν πολλῶν πενθητήρων

τεύξει· κεῖνος δʼ ὁ τάλας ἄγοος

μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς

εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ;

δράτω τι πόλις καὶ μὴ δράτω

τοὺς κλαίοντας Πολυνείκη.

ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν

αἵδε προπομποί. καὶ γὰρ γενεᾷ

κοινὸν τόδʼ ἄχος, καὶ πόλις ἄλλως

ἄλλοτʼ ἐπαινεῖ τὰ δίκαια.

ἡμεῖς δʼ ἅμα τῷδʼ, ὥσπερ τε πόλις

καὶ τὸ δίκαιον ξυνεπαινεῖ.

μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν

ὅδε Καδμείων ἤρυξε πόλιν

μὴ ʼνατραπῆναι μηδʼ ἀλλοδαπῷ

κύματι φωτῶν

κατακλυσθῆναι τὰ μάλιστα.