Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,

Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.

Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς

ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις

ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι

ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.

τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,

θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι

ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,

ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα

στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.

Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς

ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·

ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν

δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.

πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·

ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.

τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,

ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι

προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ

ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν

ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ

χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι

ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,

πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·

ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ

τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.

τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.

θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον

βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.

ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν

ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·

πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς

φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.

ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.

εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;

τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,

ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.

σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων

οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ

τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

ὦ πολλὰ μισηθεῖσα χειρωναξία.

τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ

τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

ἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·

ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.

ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.

οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,

ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ;

καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει

ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.

δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

ἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως.

καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα

μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.

πλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.

ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον

στέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως.

αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.

σὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερ

στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.

ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.

ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.

ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.

δρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν.

ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.

χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.

καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.

ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·

ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.

ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.

σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίαν

ὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι.

στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.

ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα

συλῶν ἐφημέροισι προστίθει. τί σοι

οἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων;

ψευδωνύμως σε δαίμονες Προμηθέα

καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,

ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης.

ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,

ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων

ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,

καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.

ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός.

δέρχθηθʼ οἵαις αἰκείαισιν

διακναιόμενος τὸν μυριετῆ

χρόνον ἀθλεύσω.

τοιόνδʼ ὁ νέος ταγὸς μακάρων

ἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ.

φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενον

πῆμα στενάχω, πῇ ποτε μόχθων

χρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι.

καίτοι τί φημι; πάντα προυξεπίσταμαι

σκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιον

πῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ

αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτι

τὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος.

ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας

οἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέρα

πορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας.

ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς

πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης

πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.

τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω

ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.

ἆ ἆ ἔα ἔα.

τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής,

θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;

ἵκετο τερμόνιον ἐπὶ πάγον

πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;

ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν

τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς

διʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοι

τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,

διὰ τὴν λίαν φιλότητα βροτῶν.

φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύω

πέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖς

πτερύγων ῥιπαῖς ὑποσυρίζει.

πᾶν μοι φοβερὸν τὸ προσέρπον.

μηδὲν φοβηθῇς· φιλία

γὰρ ἅδε τάξις πτερύγων

θοαῖς ἁμίλλαις προσέβα

τόνδε πάγον, πατρῴας

μόγις παρειποῦσα φρένας.

κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι·

κτύπου γὰρ ἀχὼ χάλυβος

διῇξεν ἄντρων μυχόν, ἐκ

δʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·

σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ.

αἰαῖ αἰαῖ,

τῆς πολυτέκνου Τηθύος ἔκγονα,

τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένου

χθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδες

πατρὸς, Ὠκεανοῦ,

δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ,

προσπορπατὸς τῆσδε φάραγγος

σκοπέλοις ἐν ἄκροις

φρουρὰν ἄζηλον ὀχήσω.

λεύσσω, Προμηθεῦ· φοβερὰ

δʼ ἐμοῖσιν ὄσσοις ὀμίχλα

προσῇξε πλήρης δακρύων

σὸν δέμας εἰσιδούσᾳ

πέτραις προσαυαινόμενον

ταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις.

νέοι γὰρ οἰακονόμοι

κρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖς

δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.

τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.

εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδου

τοῦ νεκροδέγμονος εἰς ἀπέρατον

Τάρταρον ἧκεν,

δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,

ὡς μήτε θεὸς μήτε τις ἄλλος

τοῖσδʼ ἐπεγήθει.

νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλας

ἐχθροῖς ἐπίχαρτα πέπονθα.

τίς ὧδε τλησικάρδιος

θεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;

τίς οὐ ξυνασχαλᾷ κακοῖς

τεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶ

θέμενος ἄγναμπτον νόον

δάμναται Οὐρανίαν

γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ

τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.

ἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖς

ἐν γυιοπέδαις αἰκιζομένου,

χρείαν ἕξει μακάρων πρύτανις,

δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτου

σκῆπτρον τιμάς τʼ ἀποσυλᾶται.

καί μʼ οὔτι μελιγλώσσοις πειθοῦς

ἐπαοιδαῖσιν θέλξει, στερεάς τʼ

οὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼ

καταμηνύσω,

πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ

ποινάς τε τίνειν

τῆσδʼ αἰκείας ἐθελήσῃ.

σὺ μὲν θρασύς τε καὶ πικραῖς

δύαισιν οὐδὲν ἐπιχαλᾷς,

ἄγαν δʼ ἐλευθεροστομεῖς.

ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·

δέδια δʼ ἀμφὶ σαῖς τύχαις,

πᾷ ποτε τῶνδε πόνων

χρή σε τέρμα κέλ-

σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ

ἀπαράμυθον ἔχει Κρόνου παῖς.

οἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷ

τὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίω

μαλακογνώμων

ἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ·

τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴν

εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα

σπεύδων σπεύδοντί ποθʼ ἥξει.

πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,

ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,

οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·

δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.

ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,

ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.

ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου

στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,

οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,

ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν

σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,

ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν

Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,

οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς

ἀτιμάσαντες καρτεροῖς φρονήμασιν

ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·

ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,

καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,

τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,

ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν

χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.

τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου

οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.

κράτιστα δή μοι τῶν παρεστώτων τότε

ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα

ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.

ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς

κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον

αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ

ὁ τῶν θεῶν τύραννος ὠφελημένος

κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο.

ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι

νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.

ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα

αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.

ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον

καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα

ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο

ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον

οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος

τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.

καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.

ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς

τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.

τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,

πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·

θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν

οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς

ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.

σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος

ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ

μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε

ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.

καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ.

μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;

θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.

τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.

μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.

πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.

καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;

ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.

τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—

αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.

οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;

οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.

δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι

ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν

καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν

μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.

ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα

ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς

πράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην.

ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·

θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.

οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί με

κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,

τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου.

καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη,

πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας

ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.

πίθεσθέ μοι πίθεσθε, συμπονήσατε

τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη

πρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει.

οὐκ ἀκούσαις ἐπεθώυξας

τοῦτο, Προμηθεῦ.

καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον

θᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸν

πόρον οἰωνῶν, ὀκριοέσσῃ

χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους

χρῄζω διὰ παντὸς ἀκοῦσαι.

ἥκω δολιχῆς τέρμα κελεύθου

διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,

τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸν

γνώμῃ στομίων ἄτερ εὐθύνων·

ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.

τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως

ἐσαναγκάζει,

χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ

μείζονα μοῖραν νείμαιμʼ ἢ σοί.

γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην

χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ

σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·

οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ

φίλος ἐστὶ βεβαιότερός σοι.

ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν

ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν

ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ

αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα

ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας

ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;

δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,

τὸν συγκαταστήσαντα τὴν τυραννίδα,

οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.

ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι

θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.

γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους

νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.

εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους

ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω

θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον

παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.

ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,

ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.

ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·

τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου

γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.

σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,

πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.

οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ

πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι

τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.

καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι

ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.

σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.

ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι

γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;

ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς

τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.

καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.

πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.

πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.

πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς

ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.

ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.

αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ

δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.

τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·

προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ

μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν

ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.

ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·

ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα

θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.

οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι

τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους

ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς

ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.

τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα

ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας

ἑκατογκάρανον πρὸς βίαν χειρούμενον

Τυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς,

σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·

ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας,

ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ·

ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,

καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,

ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων

κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς

ἐφεψαλώθη κἀξεβροντήθη σθένος.

καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας

κεῖται στενωποῦ πλησίον θαλασσίου

ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·

κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ

Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε

ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις

τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·

τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον

θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,

καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.

σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου

χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·

ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,

ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.

οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι

ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;

ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ

καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.

ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα

ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.

μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν.

ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ

κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.

ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε.

σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.

μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.

ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;

τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ.

ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.

στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.

ὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον.

λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς

τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν

σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.

στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·

δακρυσίστακτα δʼ ἀπʼ ὄσσων

ῥαδινὰν λειβομένα ῥέος παρειὰν

νοτίοις ἔτεγξα παγαῖς·

ἀμέγαρτα γὰρ τάδε Ζεὺς

ἰδίοις νόμοις κρατύνων

ὑπερήφανον θεοῖς τοῖς

πάρος ἐνδείκνυσιν αἰχμάν.

πρόπασα δʼ ἤδη στονόεν λέλακε χώρα,

μεγαλοσχήμονά ἀρχαι-

οπρεπῆ στένουσι τὰν σὰν

ξυνομαιμόνων τε τιμάν,

ὁπόσοι τʼ ἔποικον ἁγνᾶς

Ἀσίας ἕδος νέμονται,

μεγαλοστόνοισι σοῖς πή-

μασι συγκάμνουσι θνατοί.

Κολχίδος τε γᾶς ἔνοικοι

παρθένοι, μάχας ἄτρεστοι,

καὶ Σκύθης ὅμιλος, οἳ γᾶς

ἔσχατον τόπον ἀμφὶ Μαι-

ῶτιν ἔχουσι λίμναν,

Ἀραβίας τʼ ἄρειον ἄνθος,

ὑψίκρημνον οἳ πόλισμα

Καυκάσου πέλας νέμονται,

δάιος στρατός, ὀξυπρῴ-

ροισι βρέμων ἐν αἰχμαῖς.

μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις

δαμέντʼ ἀδαμαντοδέτοις

Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,

Ἄτλαντος αἰὲν ; ὑπέροχον σθένος κραταιόν,

ὃς οὐράνιόν τε πόλον

νώτοις στέγων ὑποστενάζει.

βοᾷ δὲ πόντιος κλύδων

ξυμπίτνων, στένει βυθός,

κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,

παγαί θʼ ἁγνορύτων ποταμῶν

στένουσιν ἄλγος οἰκτρόν.

μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ

σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,

ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.

καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα

τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν;

ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν

ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα

ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν

ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.

λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων,

ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος·

οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,

κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτων

ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον

ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς

δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·

κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροι

μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.

ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ

οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου

θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν

ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ

ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.

καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,

ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,

μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην.

κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα

ζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπως

θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων

γένοινθʼ , ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίους

ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.

θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦ

λινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα.

τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλας

βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳ

τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.

πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν

πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον

πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις

εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.

τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,

οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.

τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,

οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,

οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων

χρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισιν

ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,

αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.

τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,

κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ

ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους

ἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους·

γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς

διώρισʼ, οἵτινές τε δεξιοὶ φύσιν

εὐωνύμους τε, καὶ δίαιταν ἥντινα

ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες

ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·

σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα

ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν

χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν.

κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν

ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην

ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα

ἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα.

τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸς

κεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα,

χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς

φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;

οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων.

βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,

πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.

μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,

σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ

εὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτι

λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.

οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος

κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς

δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·

τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ.

τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;

Μοῖραι τρίμορφοι μνήμονές τʼ Ἐρινύες

τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;

οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.

τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;

τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει.

ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.

ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶς

καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος

ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ

δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.

μηδάμʼ ὁ πάντα νέμων

θεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,

μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα

βουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,

μηδʼ ἀλίτοιμι λόγοις·

ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη·

ἁδύ τι θαρσαλέαις

τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς

θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-

σω δέ σε δερκομένα

μυρίοις μόχθοις διακναιόμενον .

Ζῆνα γὰρ οὐ τρομέων

ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.

φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος·

εἰπὲ ποῦ τίς ἀλκά;

τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθης

ὀλιγοδρανίαν ἄκικυν,

ἰσόνειρον, ᾇ τὸ φωτῶν

ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε

τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.

ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο-

ὰς τύχας, Προμηθεῦ.

τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα

τόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰ

καὶ λέχος σὸν ὑμεναίουν

ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις

ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.

τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν

τόνδε χαλινοῖς ἐν πετρίνοισιν

χειμαζόμενον;

τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;

σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι.

ἆ ἆ, ἒ ἔ,

χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,

εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαι

τὸν μυριωπὸν εἰσορῶσα βούταν.

ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων,

ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.

ἀλλʼ, ἐμὲ τὰν τάλαιναν

ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ

τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.

ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ

ἀχέτας ὑπνοδόταν νόμον·

ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη-

λέπλαγκτοι πλάναι;

τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼ

ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν

πημοναῖσιν; ἓ ἕ,

οἰστρηλάτῳ δὲ δείματι

δειλαίαν παράκοπον ὧδε τείρεις;

πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ

ποντίοις δάκεσι δὸς βοράν,

μηδέ μοι φθονήσῃς

εὐγμάτων, ἄναξ.

ἄδην με πολύπλανοι πλάναι

γεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπα

πημονὰς ἀλύξω.

κλύεις φθέγμα τᾶς βούκερω παρθένου;

πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,

τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ

ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους

Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.

πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;

εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;

τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ

ἔτυμα προσθροεῖς;

θεόσυτόν τε νόσον ὠνόμασας, ἃ

μαραίνει με χρίουσα κέντροις, ἰώ ,

φοιταλέοισιν ἓ ἕ·

σκιρτημάτων δὲ νήστισιν

αἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας

ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-

δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,

οἷʼ ἐγὼ μογοῦσιν;

ἀλλά μοι τορῶς

τέκμηρον ὅ τι μʼ ἐπαμμένει

παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,

δεῖξον, εἴπερ οἶσθα·

θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.

λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,

οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ,

ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.

πυρὸς βροτοῖς δοτῆρʼ ὁρᾷς Προμηθέα.

ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,

τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;

ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.

οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;

λέγʼ ἥντινʼ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου.

σήμηνον ὅστις ἐν φάραγγί σʼ ὤχμασεν.

βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.

ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;

τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.

καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης

δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.

τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.

μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν.

ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.

τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;

φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας.

μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.

ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.

μήπω γε· μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε.

τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,

αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·

τὰ λοιπὰ δʼ ἄθλων σοῦ διδαχθήτω πάρα.

σὸν ἔργον, Ἰοῖ, ταῖσδʼ ὑπουργῆσαι χάριν,

ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.

ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας

ἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ

πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.

οὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,

σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε

πεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαι

θεόσσυτον χειμῶνα καὶ διαφθορὰν

μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.

αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι

ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν

λείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη,

τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου

τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει

πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν

θέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχος

τὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺν

λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,

ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.

τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι

συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ

ἔτλην γεγωνεῖν νυκτίφοιτʼ ὀνείρατα.

ὁ δʼ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς

θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ

δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.

ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους

χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους.

τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ

σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη

ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,

ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·

κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν

κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.

τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν

ἐξήλασέν με κἀπέκλῃσε δωμάτων

ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν

Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.

εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι

ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ

μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι

ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος

Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς

ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς

ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.

ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος

τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ

μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.

κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι

λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας

ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ

αἴσχιστον εἶναί φημι συνθέτους λόγους.

ἔα ἔα, ἄπεχε, φεῦ·

οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένους

μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,

οὐδʼ ὧδε δυσθέατα καὶ δύσοιστα

πήματα, λύματα, δείματα ἀμ-

φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.

ἰὼ ἰὼ μοῖρα μοῖρα,

πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.

πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·

ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.

λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ

τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.

τὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρα

κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετε

τὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης·

τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθη

τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.

σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους

θυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ.

πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰς

στρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας·

Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας

πεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοις

ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·

οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδας

χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.

λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες

οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.

ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.

ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,

ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,

πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν

ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος

κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ

κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν

βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν

ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε

κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα

τραχεῖα πόντου Σαλμυδησσία γνάθος

ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·

αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως.

ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις

Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ

λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·

ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας

τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος

κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον

ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ

ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς

βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς

χρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας.

πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων

μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,

εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις.

ἰώ μοί μοι, ἒ ἔ.

σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που

δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;

ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;

δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.

τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει

ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,

ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων

ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν

ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.

ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,

ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·

αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·

νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενον

μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.

ἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;

ἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν.

πῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;

ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.

πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;

πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.

ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.

γαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ.

θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.

τί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.

ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;

ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.

οὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης;

οὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς.

τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;

τῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών.

πῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν;

τρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς.

ἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία.

καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.

μή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει.

δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.

ποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου.

δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι

φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ.

τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάριν

θέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·

καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,

ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.

ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι

τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.

σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,

ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.

ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,

πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς



πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃ

πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα

αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι

τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι,

μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεται

ἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ.

πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,

δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,

ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.

τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·

ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·

ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας

γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν

Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον

οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·

τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν

ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου

ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.

τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ

καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο

ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.

οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα

Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,

Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.

τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,

ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·

σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.

εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον

ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,

λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν

δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.

τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν.

ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,

ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω,

τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν.

ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,

πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.

ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,

τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα

μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,

τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,

ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως

προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ

μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;

ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν

κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,

ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·

χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,

σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,.

τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.

σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,

ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.

τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,

ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.

ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,

Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·

ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα

ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.

ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων

τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται

ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·

πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαις

πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεται

θηλύσπορος, φεύγουσα συγγενῆ γάμον

ἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας,

κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,

ἥξουσι θηρεύοντες οὐ θηρασίμους

γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·

Πελασγία δὲ δέξεται θηλυκτόνῳ

Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.

γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,

δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·

τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.

μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ

κτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεται

γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,

κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·

αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος.

μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς.

σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς

τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ

λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς

μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·

ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου

εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.

ἐλελεῦ ἐλελεῦ,

ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς

μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις

χρίει μʼ ἄπυρος·

κραδία δὲ φόβῳ φρένα λακτίζει.

τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην,

ἔξω δὲ δρόμου φέρομαι λύσσης

πνεύματι μάργῳ, γλώσσης ἀκρατής·

θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆ

στυγνῆς πρὸς κύμασιν ἄτης.

ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς

πρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ-

σᾳ διεμυθολόγησεν,

ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ,

καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων

μήτε τῶν γέννᾳ μεγαλυνομένων

ὄντα χερνήταν ἐραστεῦσαι γάμων.

μήποτε μήποτέ μʼ, ὦ

πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά-

τειραν ἴδοισθε πέλουσαν·

μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.

ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν

εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν

δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.

ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,

ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶν

ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.

ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·

οὐδʼ ἔχω τίς ἂν γενοίμαν.

τὰν Διὸς γὰρ οὐχ ὁρῶ

μῆτιν ὅπα φύγοιμʼ ἄν.

ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,

ἔσται ταπεινός, οἷον ἐξαρτύεται

γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος

θρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰ

Κρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,

ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.

τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν

δύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.

ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν

θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις

πιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος.

οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ

πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·

τοῖον παλαιστὴν νῦν παρασκευάζεται

ἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·

ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,

βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·

θαλασσίαν τε γῆς τινάκτειραν νόσον

τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.

πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται

ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.

σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός.

ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω.

καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;

καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους.

πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη;

τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;

ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι.

ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι.

οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.

σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί.

ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.

δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,

ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.

ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,

τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·

πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.

σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,

τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροις

πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·

πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμους

αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.

καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,

ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς

ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτι

Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.

σεμνόστομός γε καὶ φρονήματος πλέως

ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.

νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ

ναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼ

δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;

τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι

αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ

ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;

πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ

κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·

πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.

τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν

ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.

τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,

σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ.

κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ

ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.

οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.

χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.

χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ

ἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω.

ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;

ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,

ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως.

κλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον.

νοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.

εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.

ὤμοι.

ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.

ἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος.

καὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι.

σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην.

ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.

καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν.

ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με.

οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστερος

εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;

οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳ

προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,

πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.

πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,

λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι

χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.

γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαι

πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.

ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται.

ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.

τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε

πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,

ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν.

εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸς

γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,

καὶ λιπαρήσω τὸν μέγα στυγούμενον

γυναικομίμοις ὑπτιάσμασιν χερῶν

λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.

λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·

τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς

ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς

πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.

ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·

αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς

αὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει.

σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,

οἷός σε χειμὼν καὶ κακῶν τρικυμία

ἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα

φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ

πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας

τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.

μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου

ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί

πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως

διαρταμήσει σώματος μέγα ῥάκος,

ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,

κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται.

τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,

πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων

φανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖν

Ἅιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη.

πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένος

ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·

ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα

τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲ

πάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίαν

εὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ.

ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται

λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν

μεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.

πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.

εἰδότι τοί μοι τάσδʼ ἀγγελίας

ὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶς

ἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές.

πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲν

πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼ

ἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼ

ἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένων

αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,

κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ

συγχώσειεν τῶν οὐρανίων

ἄστρων διόδους· εἴς τε κελαινὸν

Τάρταρον ἄρδην ῥίψειε δέμας

τοὐμὸν ἀνάγκης στερραῖς δίναις·

πάντως ἐμέ γʼ οὐ θανατώσει.

τοιάδε μέντοι τῶν φρενοπλήκτων

βουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι.

τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν

ἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν;

ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναις

συγκάμνουσαι ταῖς τοῦδε τόπων

μετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς,

μὴ φρένας ὑμῶν ἠλιθιώσῃ

βροντῆς μύκημʼ ἀτέραμνον.

ἄλλο τι φώνει καὶ παραμυθοῦ μʼ

ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που

τοῦτό γε τλητὸν παρέσυρας ἔπος.

πῶς με κελεύεις κακότητʼ ἀσκεῖν;

μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω·

τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,

κοὐκ ἔστι νόσος

τῆσδʼ ἥντινʼ ἀπέπτυσα μᾶλλον.

ἀλλʼ οὖν μέμνησθʼ ἁγὼ προλέγω

μηδὲ πρὸς ἄτης θηραθεῖσαι

μέμψησθε τύχην, μηδέ ποτʼ εἴπηθʼ

ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον

πῆμʼ εἰσέβαλεν· μὴ δῆτʼ αὐταὶ δʼ

ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ

κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως

εἰς ἀπέρατον δίκτυον ἄτης

ἐμπλεχθήσεσθʼ ὑπʼ ἀνοίας.

καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ

χθὼν σεσάλευται·

βρυχία δʼ ἠχὼ παραμυκᾶται

βροντῆς, ἕλικες δʼ ἐκλάμπουσι

στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν

εἱλίσσουσι· σκιρτᾷ δʼ ἀνέμων

πνεύματα πάντων εἰς ἄλληλα

στάσιν ἀντίπνουν ἀποδεικνύμενα·

ξυντετάρακται δʼ αἰθὴρ πόντῳ.

τοιάδʼ ἐπʼ ἐμοὶ ῥιπὴ Διόθεν

τεύχουσα φόβον στείχει φανερῶς.

ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων

αἰθὴρ κοινὸν φάος εἱλίσσων,

ἐσορᾷς μʼ ὡς ἔκδικα πάσχω.