Τάδε μὲν Περσῶν τῶν οἰχομένων

Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται,

καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων

ἑδράνων φύλακες, κατὰ πρεσβείαν

οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς

Δαρειογενὴς

εἵλετο χώρας ἐφορεύειν.

ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ

καὶ πολυχρύσου στρατιᾶς ἤδη

κακόμαντις ἄγαν ὀρσολοπεῖται

θυμὸς ἔσωθεν.

πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς

ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει,

κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς

ἄστυ τὸ Περσῶν ἀφικνεῖται·

οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων

καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος

προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων.

τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην

πολέμου στῖφος παρέχοντες·

οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης

καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης,

ταγοὶ Περσῶν,

βασιλῆς βασιλέως ὕποχοι μεγάλου,

σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,

τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται,

φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην

ψυχῆς εὐτλήμονι δόξῃ·

Ἀρτεμβάρης θʼ ἱππιοχάρμης

καὶ Μασίστρης, ὅ τε τοξοδάμας

ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ,

ἵππων τʼ ἐλατὴρ Σοσθάνης.

ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμων

Νεῖλος ἔπεμψεν· Σουσισκάνης,

Πηγασταγὼν Αἰγυπτογενής,

ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων

μέγας Ἀρσάμης, τάς τʼ ὠγυγίους

Θήβας ἐφέπων Ἀριόμαρδος,

καὶ ἑλειοβάται ναῶν ἐρέται

δεινοὶ πλῆθός τʼ ἀνάριθμοι.

ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν

ὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲς

κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς

Ἀρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι,

καὶ πολύχρυσοι Σάρδεις ἐπόχους

πολλοῖς ἅρμασιν ἐξορμῶσιν,

δίρρυμά τε καὶ τρίρρυμα τέλη,

φοβερὰν ὄψιν προσιδέσθαι.

στεῦται δʼ ἱεροῦ Τμώλου πελάται

ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,

Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,

καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼ

ἡ πολύχρυσος πάμμικτον ὄχλον

πέμπει σύρδην, ναῶν τʼ ἐπόχους

καὶ τοξουλκῷ λήματι πιστούς·

τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσης

Ἀσίας ἕπεται

δειναῖς βασιλέως ὑπὸ πομπαῖς.

τοιόνδʼ ἄνθος Περσίδος αἴας

οἴχεται ἀνδρῶν,

οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις

θρέψασα πόθῳ στένεται μαλερῷ,

τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν

τείνοντα χρόνον τρομέονται.

πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη

βασίλειος στρατὸς εἰς ἀν-

τίπορον γείτονα χώραν,

λινοδέσμῳ σχεδίᾳ πορθ-

μὸν ἀμείψας

Ἀθαμαντίδος Ἕλλας,

πολύγομφον ὅδισμα

ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.

πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων

ἐπὶ πᾶσαν χθόνα ποιμα-

νόριον θεῖον ἐλαύνει

διχόθεν, πεζονόμον τʼ ἔκ

τε θαλάσσας,

ἐχυροῖσι πεποιθὼς

στυφελοῖς ἐφέταις, χρυ-

σογόνου γενεᾶς ἰσόθεος φώς.

κυάνεον δʼ ὄμμασι λεύσσων

φονίου δέργμα δράκοντος,

πολύχειρ καὶ πολυναύτας,

Σύριόν θʼ ἅρμα διώκων,

ἐπάγει δουρικλύτοις ἀν-

δράσι τοξόδαμνον Ἄρη.

δόκιμος δʼ οὔτις ὑποστὰς

μεγάλῳ ῥεύματι φωτῶν

ἐχυροῖς ἕρκεσιν εἴργειν

ἄμαχον κῦμα θαλάσσας·

ἀπρόσοιστος γὰρ ὁ Περσᾶν

στρατὸς ἀλκίφρων τε λαός.

θεόθεν γὰρ κατὰ Μοῖρʼ

ἐκράτησεν τὸ παλαι-

όν, ἐπέσκηψε δὲ Πέρσαις

πολέμους πυργοδαΐκτους

διέπειν ἱππιοχάρμας

τε κλόνους

πόλεών τʼ ἀναστάσεις.

ἔμαθον δʼ εὐρυπόροι-

ο θαλάσσας πολιαι-

νομένας πνεύματι λάβρῳ

ἐσορᾶν πόντιον ἄλσος,

πίσυνοι λεπτοδόμοις πεί-

σμασι λα-

οπόροις τε μαχαναῖς.

δολόμητιν δʼ ἀπάταν θεοῦ

τίς ἀνὴρ θνατὸς ἀλύξει;

τίς ὁ κραιπνῷ ποδὶ πήδη-

μα τόδʼ εὐπετῶς ἀνᾴσσων;

φιλόφρων γὰρ παρασαίνει

βροτὸν εἰς ἄρκυας Ἄτα,

τόθεν οὐκ ἔστιν ὕπερθέν

νιν ἄνατον ἐξαλύξαι.

ταῦτά μοι μελαγχίτων

φρὴν ἀμύσσεται φόβῳ,

ὀᾶ, Περσικοῦ στρατεύματος

τοῦδε, μὴ πόλις πύθη-

ται κένανδρον μέγʼ ἄστυ Σουσίδος,

καὶ τὸ Κισσίων πόλισμʼ

ἀντίδουπον ᾄσεται,

ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη-

θὴς ὅμιλος ἀπύων,

βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς.

πᾶς γὰρ ἱππηλάτας

καὶ πεδοστιβὴς λεὼς

σμῆνος ὣς ἐκλέλοιπεν μελισ-

σᾶν σὺν ὀρχάμῳ στρατοῦ,

τὸν ἀμφίζευκτον ἐξαμείψας

ἀμφοτέρας ἅλιον

πρῶνα κοινὸν αἴας.

λέκτρα δʼ ἀνδρῶν πόθῳ

πίμπλαται δακρύμασιν·

Περσίδες δʼ ἁβροπενθεῖς ἑκά-

στα πόθῳ φιλάνορι

τὸν αἰχμάεντα θοῦρον εὐνα-

τῆρʼ ἀποπεμψαμένα

λείπεται μονόζυξ.

ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι

στέγος ἀρχαῖον,

φροντίδα κεδνὴν καὶ βαθύβουλον

θώμεθα, χρεία δὲ προσήκει,

πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς

Δαρειογενής,

τὸ πατρωνύμιον γένος ἡμέτερον·

πότερον τόξου ῥῦμα τὸ νικῶν,

ἢ δορικράνου

λόγχης ἰσχὺς κεκράτηκεν.

ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς

φάος ὁρμᾶται μήτηρ βασιλέως,

βασίλεια δʼ ἐμή· προσπίτνω·

καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν

πάντας μύθοισι προσαυδᾶν.

ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,

μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·

θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,

εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.

ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους

καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.

κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ

μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι,

μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ

ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.

ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,

μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν

μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.

ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος·

ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.

πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου

τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·

πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.

εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι

μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·

εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.

πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν

ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν

Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·

ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην

ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.

ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,

ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,

ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,

μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,

κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους

ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα

κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.

τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,

τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν

κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο

ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων

τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ

ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,

ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου

διασπαράσσει καὶ ξυναρπάζει βίᾳ

ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.

πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται

Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ

Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.

καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.

ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου

ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ

βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν

θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.

ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν

Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·

μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ

πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα

τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας

παρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν,

ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς

πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,

κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,

σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις

οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,

εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,

τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν

καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς

Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε,

σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,

ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,

τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.

ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.

εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.

ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς

παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.

ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,

πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,

εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω,

ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.

τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.

ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;

πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.

ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;

καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.

καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;

ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.

πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;

οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.

τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;

οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι.

πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;

ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.

δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.

ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον.

τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,

καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.

ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,

ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,

ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς

ὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν.

ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·

ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,

Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.

ἄνιʼ ἄνια κακὰ

νεόκοτα καὶ δάιʼ·. αἰαῖ,

διαίνεσθε, Πέρσαι,

τόδʼ ἄχος κλύοντες.

ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα·

αὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος.

ἦ μακροβίοτος

ὅδε γέ τις αἰὼν ἐφάνθη

γεραιοῖς, ἀκούειν

τόδε πῆμʼ ἄελπτον.

καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,

Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά.

ὀτοτοτοῖ, μάταν

τὰ πολλὰ βέλεα παμμιγῆ

γᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ-

αν ἐφʼ Ἑλλάδα χώραν.

πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων

Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.

ὀτοτοτοῖ, φίλων

ἁλίδονα μέλεα πολυβαφῆ

κατθανόντα λέγεις φέρε-

σθαι πλάγκτʼ ἐν διπλάκεσσιν.

οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτο

στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς

ἴυζʼ ἄποτμον Πέρσαις

δυσαιανῆ βοὰν

δᾴοις, ὡς πάντα παγκάκως

ἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος.

ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν.

φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.

στυγναί γʼ Ἀθᾶναι δᾴοις·

μεμνῆσθαί τοι πάρα

ὡς πολλὰς Περσίδων μάταν

ἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους.

σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη

κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ

τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη.

ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρειν

θεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθος

λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.

τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν

τῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳ

ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;

Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.

ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς

στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν.

χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς

πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·

Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς

θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.

Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,

οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα

δινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα·

πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου

Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος

Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.

Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,

ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,

πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα

ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.

καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,

σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.

Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ

νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι

πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος,

Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν

ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,

κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς·

Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,

Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον

ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.

τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.

πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά.

αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.

ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν·

πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,

ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι

μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον

ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν

ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα

ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος·

Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν

ὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχει

ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος.

μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;

ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν,

τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.

θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.

ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις;

ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.

ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·

τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,

ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;

ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ

φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.

ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ

ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,

ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,

Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν

ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε

δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.

ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον

Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,

πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,

εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα

λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,

τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν

ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,

ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ·

ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν,

ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,

πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.

τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός·

οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.

οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ

δεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρ

τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον.

ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο

καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ

ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης·

τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς·

πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος,

καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν

ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.

καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς

κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·

ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα

πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,

πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα

μολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμα

ἀντηλάλαξε νησιώτιδος πέτρας

ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν

γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ

παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,

ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·

σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν.

εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ

ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,

θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.

τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας

ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος

ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν

πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε,

ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ

παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,

θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.

καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος

ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή.

εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον

ἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ

ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς

κόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ.

τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ

ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν

ἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν,

αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοις

παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον,

Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως

κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ

σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν,

ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.

ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον,

φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,

ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.

τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον

ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων

ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦ

κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,

ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο.

κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματα

στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.

εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷ

πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.

αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα

Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.

εὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν·

τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθους

ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.

καὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη;

λέξον τίνʼ αὖ φὴς τήνδε συμφορὰν στρατῷ

ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.

Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,

ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,

αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,

τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.

οἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.

ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;

νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,

βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος

Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.

ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶν

φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,

κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,

φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων,

κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς

ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,

αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας

ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ

κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν

ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν

πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο

θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν·

τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου

παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,

ἕως ἁπάντων ἐξαπέφθειραν βίον.

Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·

ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,

ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·

ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,

πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,

ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι

πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.

ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶν

Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν

κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν

οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·

ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν

τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.

σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,

ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς;

ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην

κατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·

στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ

διώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος

δίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶ

διεκπερῶμεν ἔς τε Φωκέων χθόνα

καὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ

Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·

κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον

καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους

βορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνον

δίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε.

Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων

χώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον,

Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος,

Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸς

χειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν

ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις

τὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετο

λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.

ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο

στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·

χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ

ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.

φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος

μέσον πόρον διῆκε, θερμαίνων φλογί.

πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοι

ὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου.

ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,

Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,

ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,

ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν

Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.

ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγων

κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς

ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.

οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ·

ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,

ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.

ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε.

ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις

ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·

ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα

ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—

ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις,

ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.

ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοις

πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·

καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ,

παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους,

μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.

ὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν

τῶν μεγαλαύχων καὶ πολυάνδρων

στρατιὰν ὀλέσας

ἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνων

πένθει δνοφερῷ κατέκρυψας·

πολλαὶ δʼ ἀταλαῖς χερσὶ καλύπτρας

κατερεικόμεναι

διαμυδαλέοις δάκρυσι κόλπους

τέγγουσʼ, ἄλγους μετέχουσαι.

αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν

ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,

λέκτρων εὐνὰς ἁβροχίτωνας,

χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,

πενθοῦσι γόοις ἀκορεστοτάτοις.

κἀγὼ δὲ μόρον τῶν οἰχομένων

αἴρω δοκίμως πολυπενθῆ.

νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼ

Ἀσιὰς ἐκκενουμένα.

Ξέρξης μὲν ἄγαγεν, ποποῖ,

Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ,

Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνως

βαρίδεσσι ποντίαις.

τίπτε Δαρεῖος μὲν οὕ-

τω τότʼ ἀβλαβὴς ἐπῆν

τόξαρχος πολιήταις,

Σουσίδαις φίλος ἄκτωρ;

πεζούς τε γὰρ καὶ θαλασσίους

λινόπτεροι κυανώπιδες

νᾶες μὲν ἄγαγον, ποποῖ,

νᾶες δʼ ἀπώλεσαν, τοτοῖ,

νᾶες πανωλέθροισιν ἐμβολαῖς,

αἵ τʼ Ἰαόνων χέρες.

τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼ

αὐτὸν εἰσακούομεν

Θρῄκης ἂμ πεδιήρεις

δυσχίμους τε κελεύθους.

τοὶ δʼ ἄρα πρωτόμοιροι, φεῦ,

λειφθέντες πρὸς ἀνάγκας, ἠέ,

ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,

σύρονται · στένε καὶ δακνά-

ζου, βαρὺ δʼ ἀμβόασον

οὐράνιʼ ἄχη, ὀᾶ·

τεῖνε δὲ δυσβάυκτον

βοᾶτιν τάλαιναν αὐδάν.

γναπτόμενοι δὲ δίνᾳ, φεῦ,

σκύλλονται πρὸς ἀναύδων, ἠέ,

παίδων τᾶς ἀμιάντου, ὀᾶ.

πενθεῖ δʼ ἄνδρα δόμος στερη-

θείς τοκέες τʼ ἄπαιδες

δαιμόνιʼ ἄχη, ὀᾶ,

δυρόμενοι γέροντες

τὸ πᾶν δὴ κλύουσιν ἄλγος.

τοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴν

οὐκέτι περσονομοῦνται,

οὐδʼ ἔτι δασμοφοροῦσιν

δεσποσύνοισιν ἀνάγκαις,

οὐδʼ ἐς γᾶν προπίτνοντες

ἅζονται· βασιλεία

γὰρ διόλωλεν ἰσχύς.

οὐδʼ ἔτι γλῶσσα βροτοῖσιν

ἐν φυλακαῖς· λέλυται γὰρ

λαὸς ἐλεύθερα βάζειν,

ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.

αἱμαχθεῖσα δʼ ἄρουραν

Αἴαντος περικλύστα

νᾶσος ἔχει τὰ Περσᾶν.

φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,

ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων

κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ·

ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι

τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην.

ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα

ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,

βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·

τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.

τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων

χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν

ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς

φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια,

βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,

τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,

λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,

ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο

ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·

τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον

ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,

ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,

ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων

ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα

Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ

τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

βασίλεια γύναι, πρέσβος Πέρσαις,

σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,

ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα

φθιμένων πομποὺς

εὔφρονας εἶναι κατὰ γαίας.

ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,

Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,

πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς·

εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,

μόνος ἂν θνητῶν πέρας εἴποι.

ἦ ῥʼ ἀίει μου μακαρίτας

ἰσοδαίμων βασιλεὺς

βάρβαρʼ ἀσαφηνῆ

ἱέντος τὰ παναίολʼ αἰ-

ανῆ δύσθροα βάγματʼ, ἢ

παντάλανʼ ἄχη διαβοάσω;

νέρθεν ἆρα κλύει μου;

ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι

χθονίων ἁγεμόνες

δαίμονα μεγαυχῆ

ἰόντʼ αἰνέσατʼ ἐκ δόμων,

Περσᾶν Σουσιγενῆ θεόν·

πέμπετε δʼ ἄνω οἷον οὔπω

Περσὶς αἶʼ ἐκάλυψεν.

ἦ φίλος ἁνήρ, φίλος ὄχθος·

φίλα γὰρ κέκευθεν ἤθη.

Ἀιδωνεὺς δʼ ἀναπομ-

πὸς ἀνείης, Ἀιδωνεύς,

θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.

οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ

πολεμοφθόροισιν ἄταις,

θεομήστωρ δʼ ἐκικλή-

σκετο Πέρσαις, θεομήστωρ δʼ

ἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.

βαλήν, ἀρχαῖος βαλήν,

ἴθι, ἱκοῦ·

ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου,

κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,

βασιλείου τιάρας

φάλαρον πιφαύσκων.

βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.

ὅπως αἰανῆ κλύῃς

νέα τʼ ἄχη,

δέσποτα δεσπότου φάνηθι.

Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται·

νεολαία γὰρ ἤδη

κατὰ πᾶσʼ ὄλωλεν.

βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.

αἰαῖ αἰαῖ·

ὦ πολύκλαυτε φίλοισι θανών,

τί τάδε δυνάτα δυνάτα

περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια;

πᾶσαι γᾷ τᾷδʼ

ἐξέφθινται τρίσκαλμοι

νᾶες ἄναες ἄναες.

ὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆς

Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;

στένει, κέκοπται, καὶ χαράσσεται πέδον.

λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας

ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.

ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου

καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις

οἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον,

ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ

λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.

ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ

ἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου.

τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν·

σέβομαι μὲν προσιδέσθαι,

σέβομαι δʼ ἀντία λέξαι

σέθεν ἀρχαίῳ περὶ τάρβει.

ἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,

μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων

εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.

δίεμαι μὲν χαρίσασθαι,

δίεμαι δʼ ἀντία φάσθαι,

λέξας δύσλεκτα φίλοισιν.

ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,

τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι,

κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι

λέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.

πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ

γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω.

ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ

ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν

βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,

νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.

πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.

διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.

τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει;

οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός.

τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.

θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.

πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας;

ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.

πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;

μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον.

καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν·

ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.

φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.

ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε;

ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.

ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;

πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.

ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.

Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.

ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν.

μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—

πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;

ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον;

ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις.

φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν

Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που

διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς·

ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.

νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.

παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·

ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν

ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·

καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις

περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,

θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,

καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν

εἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος

οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.

ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται

θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοις

πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο

ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν.

τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν

τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.

τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον

μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω

τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,

ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,

ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου

ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.

Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·

ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν·

φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.

τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,

ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·

Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,

Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.

θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.

Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.

πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ

θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ

Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,

ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος.

ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης.

κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον,

κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·

ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.

Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,

κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·

εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,

ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν,

οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.

τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις

λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι

πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;

εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον,

μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.

αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.

πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;

κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.

ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.

ἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις

στρατὸς κυρήσει νοστίμου σωτηρίας.

πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων

περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;

παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν

χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα

βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ.

κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ

λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.

μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς

ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·

οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν,

ὕβρεως ἄποινα κἀθέων φρονημάτων·

οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτη

ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·

βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματα

πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.

τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα

πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν

κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται.

τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς

πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·

θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ

ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν

ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.

ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυν

ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.

τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια

μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις

ὑπερφρονήσας τὸν παρόντα δαίμονα

ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.

Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν

φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.

πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,

πινύσκετʼ εὐλόγοισι νουθετήμασιν,

λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει.

σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,

ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς

λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ

κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι

στημορραγοῦσι ποικίλων ἐσθημάτων.

ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·

μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.

ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.

ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμως

ψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν,

ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.

ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι

ἤλγησʼ ἀκούσας βαρβάροισι πήματα.

ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ

ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,

ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι

ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.

ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων

ὑπαντιάζειν παιδί μου πειράσομαι.

οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.

ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-

λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,

εὖθʼ ὁ γηραιὸς

πανταρκὴς ἀκάκας

ἄμαχος βασιλεὺς

ἰσόθεος Δαρεῖος ἆρχε χώρας.

πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-

φαινόμεθʼ, ἠδὲ νομίσματα πύργινα

πάντʼ ἐπηύθυνε,

νόστοι δʼ ἐκ πολέμων

ἀπόνους ἀπαθεῖς

ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.

ὅσσας δʼ εἷλε πόλεις πόρον

οὐ διαβὰς Ἅλυος ποταμοῖο,

οὐδʼ ἀφʼ ἑστίας συθείς,

οἷαι Στρυμονίου πελά-

γους Ἀχελωίδες εἰσὶ πάροικοι

Θρῃκίων ἐπαύλων,

λίμνας τʼ ἔκτοθεν αἳ κατὰ

χέρσον ἐληλαμέναι πέρι πύργον

τοῦδʼ ἄνακτος ἄιον,

Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν

εὐχόμεναι, μυχία τε Προποντίς,

καὶ στόμωμα Πόντου·

νᾶσοί θʼ αἳ κατὰ πρῶνʼ

ἅλιον περίκλυστοι

τᾷδε γᾷ προσήμεναι

οἵα Λέσβος ἐλαι-

όφυτός τε Σάμος, Χίος

ἠδὲ Πάρος, Νάξος, Μύκο-

νος, Τήνῳ τε συνάπτουσʼ

Ἀνδρος ἀγχιγείτων,

καὶ τὰς ἀγχιάλους

ἐκράτυνε μεσάκτους,

Λῆμνον, Ἰκάρου θʼ ἕδος,

καὶ Ῥόδον ἠδὲ Κνίδον

Κυπρίας τε πόλεις, Πάφον,

ἠδὲ Σόλους, Σαλαμῖνά τε,

τᾶς νῦν ματρόπολις τῶνδʼ

αἰτία στεναγμῶν.

καὶ τὰς εὐκτεάνους κατὰ

κλῆρον Ἰαόνιον πολυάνδρους

Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν.

ἀκάματον δὲ παρῆν σθένος

ἀνδρῶν τευχηστήρων

παμμίκτων τʼ ἐπικούρων.

νῦν δʼ οὐκ ἀμφιλόγως

θεότρεπτα τάδʼ αὖ

φέρομεν πολέμοισι

δμαθέντες μεγάλως

πλαγαῖσι ποντίαισιν.

ἰώ,

δύστηνος ἐγὼ στυγερᾶς μοίρας

τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,

ὡς ὠμοφρόνως δαίμων ἐνέβη

Περσῶν γενεᾷ· τί πάθω τλήμων;

λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη

τήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν.

εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶν

τῶν οἰχομένων

θανάτου κατὰ μοῖρα καλύψαι.

ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς

καὶ περσονόμου τιμῆς μεγάλης,

κόσμου τʼ ἀνδρῶν,

οὓς νῦν δαίμων ἐπέκειρεν.

γᾶ δʼ αἰάζει τὰν ἐγγαίαν

ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου

σάκτορι Περσᾶν. ᾁδοβάται γὰρ

πολλοὶ φῶτες, χώρας ἄνθος,

τοξοδάμαντες, πάνυ ταρφύς τις

μυριὰς ἀνδρῶν, ἐξέφθινται.

αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.

Ἀσία δὲ χθών, βασιλεῦ γαίας,

αἰνῶς αἰνῶς

ἐπὶ γόνυ κέκλιται.

ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸς

μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ

κακὸν ἄρʼ ἐγενόμαν.

πρόσφθογγόν σοι νόστου τὰν

κακοφάτιδα βοάν,

κακομέλετον ἰὰν

Μαριανδυνοῦ θρηνητῆρος

πέμψω πέμψω,

πολύδακρυν ἰαχάν.

ἵετʼ αἰανῆ καὶ πάνδυρτον

δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ

μετάτροπος ἐπʼ ἐμοί.

ἥσω τοι τὰν πάνδυρτον,

σὰ πάθη τε σέβων

ἁλίτυπά τε βάρη,

πόλεως γέννας πενθητῆρος·

κλάγξω κλάγξω

δὲ γόον ἀρίδακρυν.

Ἰάνων γὰρ ἀπηύρα,

Ἰάνων ναύφρακτος

Ἄρης ἑτεραλκὴς

νυχίαν πλάκα κερσάμενος

δυσδαίμονά τʼ ἀκτάν.

οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.—

ποῦ δὲ φίλων ἄλλος ὄχλος,

ποῦ δέ σοι παραστάται,

οἷος ἦν Φαρανδάκης,

Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ-

γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ

Ἀγβάτανα λιπών;

ὀλοοὺς ἀπέλειπον

Τυρίας ἐκ ναὸς

ἔρροντας ἐπʼ ἀκταῖς

Σαλαμινιάσι στυφελοῦ

θείνοντας ἐπʼ ἀκτᾶς.

οἰοιοῖ, βόα · ποῦ σοι Φαρνοῦχος

Ἀριόμαρδός τʼ ἀγαθός,

ποῦ δὲ Σευάλκης ἄναξ,

ἢ Λίλαιος εὐπάτωρ,

Μέμφις, Θάρυβις, καὶ Μασίστρας,

Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας;

τάδε σʼ ἐπανερόμαν.

ἰὼ ἰώ μοί μοι

τὰς ὠγυγίους κατιδόντες

στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,

ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.

ἦ καὶ τὸν Περσᾶν αὐτοῦ

τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν

μυρία μυρία πεμπαστὰν

Βατανώχου παῖδʼ Ἄλπιστον



τοῦ Σησάμα τοῦ Μεγαβάτα,

Πάρθον τε μέγαν τʼ Οἰβάρην

ἔλιπες ἔλιπες;

ὢ ὢ ὢ δᾴων.

Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.

ἰὼ ἰὼ δῆτα

ἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκεις

κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων.

βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ.

καὶ μὴν ἄλλους γε ποθοῦμεν,

Μάρδων ἀνδρῶν μυριοταγὸν

Ξάνθιν ἄρειόν τʼ Ἀγχάρην,

Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην

ἱππιάνακτας,

Κηγδαδάταν καὶ Λυθίμναν

Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον.

ἔταφον ἔταφον,

οὐκ ἀμφὶ σκηναῖς

τροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους.

βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.

βεβᾶσιν, οἴ, νώνυμοι.

ἰὴ ἰή, ἰὼ ἰώ.

ἰὼ ἰώ, δαίμονες,

ἔθεθʼ ἄελπτον κακὸν

διαπρέπον, οἷον δέδορκεν Ἄτα.

πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ·

πεπλήγμεθʼ· εὔδηλα γάρ·

νέᾳ νέᾳ δύᾳ δύᾳ.

κύρσαντες οὐκ εὐτυχῶς

Ἰάνων ναυβατᾶν.

δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.

πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ-

τον τάλας πέπληγμαι.

τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.

ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;

ὁρῶ ὁρῶ.

τόνδε τʼ ὀιστοδέγμονα—

τί τόδε λέγεις σεσωσμένον;

θησαυρὸν βελέεσσιν;

βαιά γʼ ὡς ἀπὸ πολλῶν.

ἐσπανίσμεθʼ ἀρωγῶν.

Ἰάνων λαὸς οὐ φυγαίχμας.

ἀγανόρειος· κατεῖ-

δον δὲ πῆμʼ ἄελπτον.

τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;

πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ.

παπαῖ παπαῖ.

καὶ πλέον ἢ παπαῖ μὲν οὖν.

δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—

λυπρά, χάρματα δʼ ἐχθροῖς.

καὶ σθένος γʼ ἐκολούσθη—

γυμνός εἰμι προπομπῶν.

φίλων ἄταισι ποντίαισιν·

δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι.

αἰαῖ αἰαῖ, δύα δύα.

βόα νυν ἀντίδουπά μοι.

δόσιν κακὰν κακῶν κακοῖς.

ἴυζε μέλος ὁμοῦ τιθείς.

ὀτοτοτοτοῖ.

βαρεῖά γʼ ἅδε συμφορά.

οἲ μάλα καὶ τόδʼ ἀλγῶ.

ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν.

διαίνομαι γοεδνὸς ὤν.

βόα νυν ἀντίδουπά μοι.

μέλειν πάρεστι, δέσποτα.

ἐπορθίαζέ νυν γόοις.

ὀτοτοτοτοῖ.

μέλαινα δʼ ἀμμεμείξεται,

οἴ, στονόεσσα πλαγά.

καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον.

ἄνιʼ ἄνια.

καί μοι γενείου πέρθε λευκήρη τρίχα.

ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.

ἀύτει δʼ ὀξύ.

καὶ τάδʼ ἔρξω.

πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.

ἄνιʼ ἄνια.

καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν.

ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.

διαίνου δʼ ὄσσε.

τέγγομαί τοι.

βόα νυν ἀντίδουπά μοι.

οἰοῖ οἰοῖ.

αἰακτὸς ἐς δόμους κίε.

ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος .

ἰωὰ δὴ κατʼ ἄστυ.

ἰωὰ δῆτα, ναὶ ναί.

γοᾶσθʼ ἁβροβάται.

ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.

ἰὴ ἰὴ τρισκάλμοισιν,

ἰὴ ἰή, βάρισιν ὀλόμενοι.

πέμψω τοί σε δυσθρόοις γόοις.