Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως

στόλον ἡμέτερον νάιον ἀρθέντʼ

ἀπὸ προστομίων λεπτοψαμάθων

Νείλου. Δίαν δὲ λιποῦσαι

χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,

οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν

ψήφῳ πόλεως γνωσθεῖσαν,

ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ

γάμον Αἰγύπτου παίδων ἀσεβῆ

ʼξʼονοταζόμεναι.

Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος

καὶ στασίαρχος τάδε πεσσονομῶν

κύδιστʼ ἀχέων ἐπέκρανε,

φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,

κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ

γένος ἡμέτερον τῆς οἰστροδόνου

βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας

Διὸς εὐχόμενον τετέλεσται.

τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον

τῆσδʼ ἀφικοίμεθα

σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις

ἐριοστέπτοισι κλάδοισιν;

ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,

ὕπατοί τε θεοί, καὶ βαρύτιμοι

χθόνιοι θήκας κατέχοντες,

καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ

ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην

τὸν θηλυγενῆ στόλον αἰδοίῳ

πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ

ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,

πρὶν πόδα χέρσῳ τῆ δʼ ἐν ἀσώδει

θεῖναι, ξὺν ὄχῳ ταχυήρει

πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι

χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ

ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας

ἁλὸς ἀντήσαντες, ὄλοιντο,

πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,

σφετεριξάμενοι πατραδέλφειαν

τήνδʼ ἀεκόντων ἐπιβῆναι.

νῦν δʼ ἐπικεκλομένα

Δῖον πόρτιν ὑπερ-

πόντιον τιμάορʼ, ἶνίν τʼ

ἀνθονομούσας προγόνου

βοὸς ἐξ ἐπιπνοίας

Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ

ἐπεκραίνετο μόρσιμος αἰὼν

εὐλόγως,

Ἔπαφόν τʼ ἐγέννασεν·

ὅντʼ ἐπιλεξαμένα,

νῦν ἐν ποιονόμοις

ματρὸς ἀρχαίας τόποις τῶν

πρόσθε πόνων μνασαμένα,

τά τε νῦν ἐπιδείξω

πιστὰ τεκμήρια γαιονόμοις,

τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται.

γνώσεται

δὲ λόγους τις ἐν μάκει.

εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων

ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων,

δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας

Μήτιδος οἰκτρᾶς ἀλόχου,

κιρκηλάτου τʼ ἀηδόνος,

ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομένα

πενθεῖ μὲν οἶκτον ἠθέων·

ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως

ὤλετο πρὸς χειρὸς ἕθεν

δυσμάτορος κότου τυχών·

τὼς καὶ ἐγὼ φιλόδυρ-

τος Ἰαονίοισι νόμοισι

δάπτω τὰν ἁπαλὰν

Νειλοθερῆ παρειὰν

ἀπειρόδακρύν τε καρδίαν.

γοεδνὰ δʼ ἀνθεμίζομαι

δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς

ἀερίας ἀπὸ γᾶς

εἴ τις ἐστὶ κηδεμών.

ἀλλά, θεοὶ γενέται

κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες·

ἥβᾳ μὴ τέλεον

δόντες ἔχειν παρʼ αἶσαν,

ὕβριν δʼ ἑτοίμως στυγοῦντες,

πέλοιτʼ ἂν ἔνδικοι γάμοις.

ἔστι δὲ κἀκ πολέμου τειρομένοις

βωμὸς ἀρῆς φυγάσιν

ῥῦμα, δαιμόνων σέβας.

εὖ δʼ εἴη Διόθεν παναληθῶς.

Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.

παντᾷ τοι φλεγέθει

κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ

μερόπεσσι λαοῖς.

πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ,

κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.

δαυλοὶ γὰρ πραπίδων

δάσκιοί τε τείνουσιν πόροι

κατιδεῖν ἄφραστοι.

ἰάπτει δʼ ἐλπίδων

ἀφʼ ὑψιπύργων πανώλεις

βροτούς, βίαν δʼ

οὔτινʼ ἐξοπλίζει·

πᾶν ἄπονον δαιμονίων.

ἥμενος ὃν φρόνημά πως

αὐτόθεν ἐξέπραξεν ἔμπας

ἑδράνων ἐφʼ ἁγνῶν.

ἰδέσθω δʼ εἰς ὕβριν

βρότειον, οἵα νεάζει

πυθμὴν διʼ ἁ-

μὸν γάμον τεθαλὼς

δυσπαραβούλοισι φρεσίν,

καὶ διάνοιαν μαινόλιν

κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ

ἀπάτᾳ μεταγνούς.

τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω

λιγέα βαρέα δακρυοπετῆ,

ἰὴ ἰή,

ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη

ζῶσα γόοις με τιμῶ.

ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,

καρβᾶνα δʼ αὐδὰν

εὖ, γᾶ, κοννεῖς.

πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι

λινοσινεῖ

Σιδονία καλύπτρᾳ.

θεοῖς δʼ ἐναγέα τέλεα πελομένων καλῶς

ἐπίδρομʼ, ὁπόθι θάνατος ἀπῇ.

ἰὼ ἰώ,

ἰὼ δυσάγκριτοι πόνοι.

ποῖ τόδε κῦμʼ ἀπάξει;

ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,

καρβᾶνα δʼ αὐδὰν

εὖ, γᾶ, κοννεῖς.

πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι

λινοσινεῖ

Σιδονίᾳ καλύπτρᾳ.

πλάτα μὲν οὖν λινορραφής τε

δόμος ἅλα στέγων δορὸς

ἀχείματόν μʼ ἔπεμπε σὺν πνοαῖς·

οὐδὲ μέμφομαι·

τελευτὰς δʼ ἐν χρόνῳ

πατήρ μοι παντόπτας

πρευμενεῖς κτίσειεν,

σπέρμα σεμνᾶς μέγα ματρὸς

εὐνὰς ἀνδρῶν, ἒ ἔ,

ἄγαμον ἀδάματον ἐκφυγεῖν.

θέλουσα δʼ αὖ θέλουσαν ἁγνά μʼ

ἐπιδέτω Διὸς κόρα,

ἔχουσα σέμνʼ ἐνώπιʼ ἀσφαλῶς,

παντὶ δὲ σθένει

διωγμοῖς ἀσχαλῶσʼ

ἀδμήτας ἀδμήτα

ῥύσιος γενέσθω,

σπέρμα σεμνᾶς μέγα ματρὸς

εὐνὰς ἀνδρῶν, ἒ ἔ,

ἄγαμον ἀδάματον ἐκφυγεῖν.

εἰ δὲ μή, μελανθὲς

ἡλιόκτυπον γένος

τὸν γάιον,

τὸν πολυξενώτατον

Ζῆνα τῶν κεκμηκότων

ἱξόμεθα σὺν κλάδοις

ἀρτάναις θανοῦσαι,

μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.

ἆ Ζήν, Ἰοῦς ἰῷ

μῆνις μάστειρʼ ἐκ θεῶν·

κοννῶ δʼ ἄγαν

γαμετᾶς οὐρανόνικον.

χαλεποῦ γὰρ ἐκ

πνεύματος εἶσι χειμών.

καὶ τότʼ οὐ δικαίοις

Ζεὺς ἐνέξεται λόγοις,

τὸν τᾶς βοὸς

παῖδʼ ἀτιμάσας, τὸν αὐ-

τός ποτʼ ἔκτισεν γόνῳ,

νῦν ἔχων παλίντροπον

ὄψιν ἐν λιταῖσιν;

ὑψόθεν δʼ εὖ κλύοι καλούμενος.

ἆ Ζήν, Ἰοῦς ἰῶ ,

μῆνις μάστειρʼ ἐκ θεῶν·

κοννῶ δʼ ἄγαν

γαμετᾶς οὐρανόνικον

χαλεποῦ γὰρ ἐκ

πνεύματος εἶσι χειμών.

παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε

πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.

καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν

αἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας.

ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·

σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·

ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον

λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν·

τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται

ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.

ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος

ὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον,

ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι,

πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν.

κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος

ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς

ἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός,

σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,

αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη

ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,

τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.

φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,

τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων

ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.

καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ

γένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.

μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.

θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.

φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν

κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι·

ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος·

θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.

μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος.

ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.

κείνου θέλοντος εὖ τελευτήσει τάδε.



καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.

καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—

ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν.

εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.

συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.

τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;

ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.

ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.

Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.

ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.

πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίαν

σέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδων

ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,

ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.

ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα

ἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν

φύγῃ ματαίων αἰτίας, πράξας τάδε.

κἀκεῖ δικάζει τἀπλακήμαθʼ, ὡς λόγος,

Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.

σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,

ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.

ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολον

πέπλοισι βαρβάροισι καὶ πυκνώμασι

χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς

ἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων.

ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,

ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν

ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.

κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων

κεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·

μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.

καὶ τἄλλα πόλλʼ ἔτʼ εἰκάσαι δίκαιον ἦν,

εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.

εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,

ἢ ῥήτορʼ ἱεροράβδον, ἢ πόλεως ἀγόν;

πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί.

τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος

ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.

ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον

γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.

καὶ πᾶσαν αἶαν, ἧς διʼ ἁγνὸς ἔρχεται

Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.

ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,

Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,

ὄρη τε Δωδωναῖα. συντέμνει δʼ ὅρος

ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.

αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε

πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας

ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα

τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,

τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν

χρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχη

δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.

τούτων ἄκη τομαῖα καὶ λυτήρια

πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ

μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.

ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια

γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος

ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·

καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.

ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,

ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.

Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι

γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.

καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,

Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις

εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·

τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσιν

εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα

παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.

καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας,

εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα

ὑμᾶς. διδαχθεὶς δʼ ἂν τόδʼ εἰδείην πλέον,

ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.

κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ

Ἰὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί;

ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.

μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;

κἄκρυπτά γʼ Ἥρας ταῦτα τἀμπαλάγματα.

πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;

βοῦν τὴν γυναῖκʼ ἔθηκεν Ἀργεία θεός.

οὔκουν πελάζει Ζεὺς ἐπʼ εὐκραίρῳ βοΐ;

φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.

τί δῆτα πρὸς ταῦτʼ ἄλοχος ἰσχυρὰ Διός;

τὸν πάνθʼ ὁρῶντα φύλακʼ ἐπέστησεν βοΐ.

ποῖον πανόπτην οἰοβουκόλον λέγεις;

Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.

τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;

βοηλάτην μύωπα κινητήριον.

οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.

τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.

καὶ ταῦτʼ ἔλεξας πάντα συγκόλλως ἐμοί.

καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.

καὶ Ζεύς γʼ ἐφάπτωρ χειρὶ φιτύει γόνον.

τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;

Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.



Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.





τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις;

Βῆλον δίπαιδα πατέρα τοῦδʼ ἐμοῦ πατρός.

τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.

Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις.

καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ.

Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένος

πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.

δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς

τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα

λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά.

πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·

ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴν

κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,

ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;

τί φὴς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν,

λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;

ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.

πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;

τίς δʼ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;

σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.

καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή.

πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;

αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.

βαρέα σύ γʼ εἶπας, πόλεμον ἄρασθαι νέον.

ἀλλʼ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.

εἴπερ γʼ ἀπʼ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.

αἰδοῦ σὺ πρύμναν πόλεος ὧδʼ ἐστεμμένην.

πέφρικα λεύσσων τάσδʼ ἕδρας κατασκίους.

βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.

Παλαίχθονος τέκος, κλῦθί μου

πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.

ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,

λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις

ἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ-

κε φράζουσα βοτῆρι μόχθους.

ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον

νεύονθʼ ὅμιλον τόνδʼ ἀγωνίων θεῶν.

εἴη δʼ ἄνατον πρᾶγμα τοῦτʼ ἀστοξένων.

μηδʼ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει

νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.

ἴδοιτο δῆτʼ ἄνατον φυγὰν

ἱκεσία Θέμις Διὸς κλαρίου.

σὺ δὲ παρʼ ὀψιγόνου μάθε γεραιόφρων·

ποτιτρόπαιον αἰδόμενος οὖνπερ

ἱεροδόκα

θεῶν λήματʼ ἀπʼ ἀνδρὸς ἁγνοῦ.

οὔτοι κάθησθε δωμάτων ἐφέστιοι

ἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις,

ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.

ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος,

ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.

σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον.

πρύτανις ἄκριτος ὤν,

κρατύνεις βωμόν, ἑστίαν χθονός,

μονοψήφοισι νεύμασιν σέθεν,

μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέος

πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.

ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,

ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ.

οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς.

ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας

δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.

τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,

φύλακα πολυπόνων

βροτῶν, οἳ τοῖς πέλας προσήμενοι

δίκας οὐ τυγχάνουσιν ἐννόμου.

μένει τοι Ζηνὸς ἱκταίου κότος

δυσπαραθέλκτους παθόντος οἴκτοις.

εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν

νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους

εἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι;

δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,

ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.

μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος

κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι

μῆχαρ ὁρίζομαι γάμου δύσφρονος

φυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκαν

κρῖνε σέβας τὸ πρὸς θεῶν.

οὐκ εὔκριτον τὸ κρῖμα. μή μʼ αἱροῦ κριτήν.

εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε

πράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε

εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,

ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.

ἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖ

Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως

ἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις.

τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ-

γεῖς τὸ δίκαιον ἔρξας;

δεῖ τοι βαθείας φροντίδος σωτηρίου,

δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν

δεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον,

ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,

αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς,

καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται

μήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμένας

ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν

βαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα,

ὃς οὐδʼ ἐν Ἅιδου τὸν θανόντʼ ἐλευθεροῖ.

μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;

φρόντισον καὶ γενοῦ

πανδίκως εὐσεβὴς

πρόξενος· τὰν φυγάδα μὴ προδῷς,

τὰν ἕκαθεν ἐκβολαῖς

δυσθέοις ὀρμέναν·

μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶν

πολυθέων ῥυσια-

σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.

γνῶθι δʼ ὕβριν ἀνέρων

καὶ φύλαξαι κότον.

μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν

ἀπὸ βρετέων βίᾳ

δίκας ἀγομέναν

ἱππηδὸν ἀμπύκων,

πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν.

ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,

ὁπότερʼ ἂν κτίσῃς,

μένει ἄρ ἐκτίνειν

ὁμοιΐαν θέμιν.

τάδε φράσαι δίκαια Διόθεν κράτη.

καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται.

ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν

πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος

στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.

ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.

καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,

ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου

γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν·

καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,

γένοιτο μύθου μῦθος ἂν θελκτήριος

ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια .

ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,

δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια

θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.

ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι

θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν

εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν.

πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων.

ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.

ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων

τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.

ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—

λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ.

εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ—

τί σοι περαίνει μηχανὴ συζωμάτων;

νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.

ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν.

ἤκουσα μαστικτῆρα καρδίας λόγον.

ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.

καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,

κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·

ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον

τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.

εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,

μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.

εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν

σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,

πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,

ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;

ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον

ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.

σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,

κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν

βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων

θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ

πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος

ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.

καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε

ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,

ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·

τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.

πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,

αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.

ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων

ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν

βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας

εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως

στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.

Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος

τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·

καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.

στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.

ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·

καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν

ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.

τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·

ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;

κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.

καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.

λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε.

καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;

οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν.

ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;

εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.

οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.

ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον.

σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.

ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.

ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους

στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·

καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.

πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους

λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν.

ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι.

πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.

ἄναξ ἀνάκτων, μακάρων

μακάρτατε καὶ τελέων

τελειότατον κράτος, ὄλβιε Ζεῦ,

πιθοῦ τε καὶ γένει σῷ

ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.

λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ

τὰν μελανόζυγʼ ἄταν.

τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν

παλαίφατον ἁμέτερον

γένος φιλίας προγόνου γυναικὸς

νέωσον εὔφρονʼ αἶνον,

γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς·

Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι

γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι.

παλαιὸν, δʼ εἰς ἴχνος μετέσταν

ματέρος ἀνθονόμους ἐπωπάς,

λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ

οἴστρῳ ἐρεθομένα

φεύγει ἁμαρτίνοος,

πολλὰ βροτῶν διαμειβομένα

φῦλα, διχῇ δʼ ἀντίπορον

γαῖαν ἐν αἴσᾳ διατέμ-

νουσα πόρον κυματίαν ὁρίζει·

ἰάπτει δʼ Ἀσίδος διʼ αἴας

μηλοβότου Φρυγίας διαμπάξ.

περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,

Λύδιά τε γύαλα,

καὶ διʼ ὀρῶν Κιλίκων

Παμφύλων τε γένη διορνυμένα

καί ποταμοὺς ἀενάους

καὶ βαθύπλουτον χθόνα καὶ

τὰν Ἀφροδίτας πολύπυρον αἶαν.

ἱκνεῖται δὴ σινουμένα βέλει

βουκόλου πτερόεντος

Δῖον πάμβοτον ἄλσος,

λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται

Τυφῶ μένος,

ὕδωρ τε Νείλου νόσοις ἄθικτον,

μαινομένα πόνοις ἀτί-

μοις ὀδύναις τε κεντροδα-

λήτισι, θυιὰς Ἥρας.

βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι

χλωρῷ δείματι θυμὸν

πάλλοντʼ ὄψιν ἀήθη,

βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,

τὰν μὲν βοός,

τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν.

καὶ τότε δὴ τίς ἦν ὁ θέλ-

ξας πολύπλαγκτον ἀθλίαν

οἰστροδόνητον Ἰώ;

διʼ αἰῶνος κρέων ἀπαύστου

Ζεὺς

Διὸς δʼ ἀπημάντῳ σθένει

καὶ θείαις ἐπιπνοίαις

παύεται, δακρύων δʼ ἀπο-

στάζει πένθιμον αἰδῶ.

λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ

γείνατο παῖδʼ ἀμεμφῆ,

διʼ αἰῶνος μακροῦ πάνολβον·

ἔνθεν πᾶσα βοᾷ χθών,

φυσιζόου γένος τόδε

Ζηνός ἐστιν ἀληθῶς·

τίς γὰρ ἂν κατέπαυσεν Ἥ-

ρας νόσους ἐπιβούλους;

Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων

ἐξ Ἐπάφου κυρήσαις.

τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν

κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις;

αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ

γένους παλαιόφρων μέγας

τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.

ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων

τὸ μεῖον κρεισσόνων κρατύνει.

οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.

πάρεστι δʼ ἔργον ὡς ἔπος

σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.

θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·

δήμου δέδοκται παντελῆ ψηφίσματα.

ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί

ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,

δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.

ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,

ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·

πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις

ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·

ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους

κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·

καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ

ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,

τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων

ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.

τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων

ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον

μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου

πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα

λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν

ἀμήχανον βόσκημα πημονῆς πέλειν.

τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς

ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.

δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς

δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος

ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις

εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.

Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου

στόματος τιμὰς ἐπʼ ἀληθείᾳ,

τέρμονʼ ἄμεμπτον προσαπαντᾶν.

νῦν ὅτε καί, θεοὶ

διογενεῖς, κλύοιτʼ εὐ-

κταῖα γένει χεούσας·

μήποτε πυρίφατον

γᾶν Πελασγίαν πόλιν

τὸν ἄκορον βοᾶς,

κτίσαι μάχλον Ἄπη,

τὸν ἀρότοις θερί-

ζοντα βροτοὺς ἐν ἄλλοις,

οὕνεκʼ ᾤκτισαν ἡμᾶς,

ψῆφον δʼ εὔφρονʼ ἔθεντο,

αἰδοῦνται δʼ ἱκέτας Διός,

ποίμναν τάνδʼ ἀμέγαρτον·

οὐδὲ μετʼ ἀρσένων

ψῆφον ἔθεντʼ ἀτιμώ-

σαντες ἔριν γυναικῶν,

Δῖον ἐπιδόμενοι

πράκτορά τε σκοπὸν

δυσπολέμητον, ὃν οὐ

τίς ἂν δόμος ἔχοι

ἐπʼ ὀρόφων μιαί-

νοντα; βαρὺς δʼ ἐφίζει.

ἅζονται γὰρ ὁμαίμους

Ζηνὸς ἵκτορας ἁγνοῦ.

τοιγάρτοι καθαροῖσι βω-

μοῖς θεοὺς ἀρέσονται.

τοιγὰρ ὑποσκίων

ἐκ στομάτων ποτά-

σθω φιλότιμος εὐχά,

μήποτε λοιμὸς ἀνδρῶν

τάνδε πόλιν κενώσαι·

μηδʼ ἐπιχωρίοις ἔρις

πτώμασιν αἱματίσαι πέδον γᾶς.

ἥβας δʼ ἄνθος ἄδρεπτον

ἔστω, μηδʼ Ἀφροδίτας

εὐνάτωρ βροτολοιγὸς Ἄ-

ρης κέρσειεν ἄωτον.

καὶ γεραροῖσι πρε-

σβυτοδόκοι γεμόν-

των θυμέλαι φλεγόντων.

τὼς πόλις εὖ νέμοιτο

Ζῆνα μέγαν σεβόντων,

τὸν ξένιον δʼ ὑπερτάτως,

ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.

τίκτεσθαι δʼ ἐφόρους γᾶς

ἄλλους εὐχόμεθʼ ἀεί,

Ἄρτεμιν δʼ Ἑκάταν γυναι-

κῶν λόχους ἐφορεύειν.

μηδέ τις ἀνδροκμὴς

λοιγὸς ἐπελθέτω

τάνδε πόλιν δαΐζων,

ἄχορον ἀκίθαριν

δακρυογόνον Ἄρη

βοάν τʼ ἔνδημον ἐξοπλίζων.

νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶν

ἵζοι κρατὸς ἀτερπής·

εὐμενὴς δʼ ὁ Λύκειος ἔ-

στω πάσᾳ νεολαίᾳ.

καρποτελῆ δέ τοι

Ζεὺς ἐπικραινέτω

φέρματι γᾶν πανώρῳ.

πρόνομα δὲ βότʼ ἀγροῖς

πολύγονα τελέθοι·

τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν.

εὔφαμον δʼ ἐπὶ βωμοῖς

μοῦσαν θείατʼ ἀοιδοί.

ἁγνῶν τʼ ἐκ στομάτων φερέ-

σθω φάμα φιλοφόρμιγξ.

φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς

τὸ δάμιον, τὸ πτόλιν κρατύνει,

προμαθὶς εὐκοινόμητις ἀρχά.

ξένοισί τʼ εὐξυμβόλους,

πρὶν ἐξοπλίζειν Ἄρη,

δίκας ἄτερ πημάτων διδοῖεν.

θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν ἀεὶ

τίοιεν ἐγχωρίοις πατρῴαις

δαφνηφόροις βουθύτοισι τιμαῖς.

τὸ γὰρ τεκόντων σέβας

τρίτον τόδʼ ἐν θεσμίοις

Δίκας γέγραπται μεγιστοτίμου.

εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.

ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸς

ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.

ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ

τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει·

στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,

καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν,

οἴακος εὐθυντῆρος ὑστάτου νεὼς

ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.

πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις

γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,

καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία

εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα

στείλασα λαῖφος παγκρότως ἐρέσσεται.

ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως

πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.

ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών.

ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,

ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.

ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.

ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,

ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.

θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳ

θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.

πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι

ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου.

περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμως

πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.

παροίχομαι, πάτερ, δείματι.

ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,

θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ.

ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος

μάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.

δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδας

νῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳ

πολεῖ μελαγχίμῳ σὺν στρατῷ.

πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίας

θάλπει βραχίονʼ εὖ κατερρινημένους.

μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.

γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.

οὐλόφρονες, δὲ καὶ δολιομήτιδες

δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-

μῶν ἀλέγοντες οὐδέν.

καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ ὦ τέκνα,

εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.

οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη

δείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ.

περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένει

μεμαργωμένοι κυνοθρασεῖς, θεῶν

οὐδὲν ἐπαΐοντες.

ἀλλʼ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν

εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.

ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων

ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.

οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,

οὐδʼ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια

ἐς γῆν ἐνεγκεῖν, οὐδʼ ἐν ἀγκυρουχίαις

θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,

ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα

ἐς νύκτʼ ἀποστείχοντος ἡλίου. φιλεῖ

ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.

οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦ

καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ

φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·



πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεται

πόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί.

ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,

τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας

χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;

μέλας γενοίμαν καπνὸς

νέφεσσι γειτονῶν Διός·

τὸ πᾶν δʼ ἄφαντος

ἀμπετὴς ἀιδνὸς ὡς

κόνις ἄτερθε πτερύγων ὀλοίμαν.

ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν·

κελαινόχρως δὲ πάλλεταί μου καρδία.

πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.

θέλοιμι δʼ ἂν μορσίμου

βρόχου τυχεῖν ἐν ἀρτάναις,

πρὶν ἄνδρʼ ἀπευκτὸν

τῷδε χριμφθῆναι χροΐ.

πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι.

πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος,

πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,

ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-

δεικτος οἰόφρων κρεμὰς

γυπιὰς πέτρα, βαθὺ

πτῶμα μαρτυροῦσά μοι,

πρὶν δαΐκτορος βίᾳ

καρδίας γάμου κυρῆσαι;

κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις

ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·

τὸ γὰρ θανεῖν ἐλευθεροῦ-

ται φιλαιάκτων κακῶν. ἐλθέτω

ἐλθέτω μόρος, πρὸ κοί-

τας γαμηλίου τυχών.

ἀμφυγᾶς τίνʼ ἔτι πόρον

τέμνω γάμου λυτῆρα;

ἴυζε δʼ ὀμφὰν οὐρανίαν

μέλεα μέλη λιτανὰ θεοῖς·

τέλεα δέ πως πελόμενά μοι

λύσιμά τʼ ἄχιμά τʼ ἔπιδε, πάτερ,

βίαια μὴ φαιδρῶς ὁρῶν

ὄμμασιν ἐνδίκοις.

σεβίζου δʼ ἱκέτας σέθεν,

γαιάοχε παγκρατὲς Ζεῦ.

γένος γὰρ Αἰγύπτειον ὕβριν

δύσφορον ἀρσενογενὲς

μετά με δρόμοισι διόμενοι

φυγάδα μάταισι πολυθρόοις

βίαια δίζηνται λαβεῖν.

σὸν δʼ ἐπίπαν ζυγὸν

ταλάντου. τί δʼ ἄνευ σέθεν

θνατοῖσι τέλειόν ἐστιν;

ό ό ό, ά ά ά·

ὅδε μάρπτις νάιος γάιος.

τῶν πρό, μάρπτι, κάμνοις·

ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ

δυϊαν βοᾶν ἀμφαίνω.

ὁρῶ τάδε φροίμια πράξαν πόνων

βιαίων ἐμῶν. ἠὲ ἠέ.

βαῖνε φυγᾷ πρὸς ἀλκάν·

βλοσυρόφρονα χλιδᾷ

δύσφορα ναῒ κἀν γᾷ.

γαϊάναξ προτάσσου.

σοῦσθε σοῦσθʼ ἐπὶ βᾶ-

ριν ὅπως ποδῶν ἔχετε

οὐκοῦν οὐκοῦν

τιλμοὶ τιλμοὶ καὶ στιγμοί,

πολυαίμων φόνιος

ἀποκοπὰ κρατός.

σοῦσθε σοῦσθʼ ὀλύμεναι ὀλόμενʼ ἐπαμίδα.

εἴθʼ ἀνὰ πολύρυτον

ἁλμήεντα πόρον

δεσποσίῳ ξὺν ὕβρει,

γομφοδέτῳ τε δόρει διώλου.

αἵμονες ὡς ἐπάμιδα

ησυδουπιάπιτα

κελεύω βοᾶν μεθέσθαι

ἴχαρ φρενί τʼ ἄταν.

ἰοὺ ἰού.

λεῖφʼ ἕδρανα, κίʼ ἐς δόρυ.

ἀτίετον ἄπολιν οὐ σέβω.

μήποτε πάλιν ἴδοιμʼ

ἀλφεσίβοιον ὕδωρ,

ἔνθεν ἀεξόμενον

ζώφυτον αἷμα βροτοῖσι θάλλει.

ἔγγαιος ἐγὼ βαθυχαῖος

βαθρείας βαθρείας, γέρον.

σὺ δʼ ἐν ναῒ ναῒ βάσῃ

τάχα θέλεος ἀθέλεος,

βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.

βάτεαι βαθυμιτροκακὰ παθῶν

ὀλόμεναι παλάμαις .

αἰαῖ αἰαῖ.

αἲ γὰρ δυσπαλάμως ὄλοιο

διʼ ἁλίρρυτον ἄλσος,

κατὰ Σαρπηδόνιον

χῶμα πολύψαμμον ἀλαθεὶς

Εὐρεΐαισιν αὔραις.

ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.

Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.

ἴυζε καὶ

βόα, χέον πικρότερον οἰζύος νόμον.

οἰοῖ οἰοῖ,

λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων

περί, χάμψα, βρυάζεις·

ὃς ἐπωπᾷ σʼ, ὁ μέγας

Νεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ-

ψειεν ἄιστον ὕβριν.

βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον

ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.

ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμʼ ἅζεται.

οἰοῖ, πάτερ, βρέτεος ἄρος

ἀτᾷ μʼ·· ἅλαδʼ ἄγει

ἄραχνος ὡς βάδην.

ὄναρ ὄναρ μέλαν,

ὀτοτοτοτοῖ,

μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν

φοβερὸν ἀπότρεπε,

ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.

οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε·

οὐ γάρ μʼ ἔθρεψαν, οὐδʼ ἐγήρασαν τροφῇ.

μαιμᾷ πέλας δίπους ὄφις·



ἔχιδνα δʼ ὥς μέ τις

πόδα δακοῦσʼ ἔχει.

ὀτοτοτοτοῖ,

μᾶ Γᾶ μᾶ Γᾶ βοὰν

φοβερὸν ἀπότρεπε,

ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.

εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,

λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.

διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν—

πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα

ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν.

ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.

ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης,

ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων.

οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος

ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα;

ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;

κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν·

καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.

τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ;

ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.

πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω.

ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;

Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.

θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.

τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.

οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;

ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.

κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.

ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον.

οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.

λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.

ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι.

ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—

καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς

ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς

ἥκειν γυναικῶν αὐτανέψιον στόλον;

οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο

Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ

ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος

πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.

τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν

εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.

ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν

ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.

τοία δὲ δημόπρακτος ἐκ πόλεως μία

ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ

στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς

γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.

ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα

οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,

σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου

γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.

ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.

εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.

ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας

εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.

ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι

θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,

πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.

καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,

δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.

ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους

πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,

πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.

τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα

πάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼ

ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται

ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;

ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,

δῖε Πελασγῶν.

πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον

πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον

καὶ βούλαρχον. τοῦ γὰρ προτέρα

μῆτις, ὅπου χρὴ δώματα ναίειν

καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν

ψόγον ἀλλοθρόοις

εὔτυκος· εἴη δὲ τὰ λῷστα.

σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ

βάξει λαῶν ἐγχώρων



τάσσεσθε, φίλαι δμωίδες, οὕτως

ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν

Δαναὸς θεραποντίδα φερνήν.

ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,

θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,

σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.

καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς

φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·

ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους

ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,

καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν

λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.

τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς

χάριν σέβεσθαι τιμιωτέραν χρεών.

καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις

πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,

ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.

πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει

κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως.

ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,

ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.

τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·

θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;

καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.

καρπώματα στάζοντα κηρύσσει Κύπρις

καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,

καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι

πᾶς τις παρελθὼν ὄμματος θελκτήριον

τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.

πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος

πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,

μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς

πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα

τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,

οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.

μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,

τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.

τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.

ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ.

εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,

ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.

ἴτε μὰν ἀστυάνακτας

μάκαρας θεοὺς γανάοντες πολιούχους

τε καὶ οἳ χεῦμʼ Ἐρασίνου

περιναίουσιν παλαιόν.

ὑποδέξασθε δʼ ὀπαδοὶ

μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶν

ἐχέτω, μηδʼ ἔτι Νείλου

προχοὰς σέβωμεν ὕμνοις.

ποταμοὺς δʼ οἳ διὰ χώρας

θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,

λιπαροῖς χεύμασι γαίας

τόδε μειλίσσοντες οὖδας.

ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ

στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας

γάμος ἔλθοι Κυθερείας·

στυγίων πέλοι τόδʼ ἆθλον.

Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων

δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ.

τίεται δʼ αἰολόμητις

θεὸς ἔργοις ἐπὶ σεμνοῖς.

μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν

Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον

τελέθει θέλκτορι Πειθοῖ.

δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας

ψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων.

φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγη

πολέμους θʼ αἱματόεντας προφοβοῦμαι.

τί ποτʼ εὔπλοιαν ἔπραξαν

ταχυπόμποισι διωγμοῖς;

ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν.

Διὸς οὐ παρβατός ἐστιν

μεγάλα φρὴν ἀπέρατος·

μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ

προτερᾶν πέλοι γυναικῶν.

ὁ μέγας Ζεὺς ἀπαλέξαι

γάμον Αἰγυπτογενῆ μοι.

τὸ μὲν ἂν βέλτατον εἴη·

σὺ δὲ θέλγοις ἂν ἄθελκτον.

σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον.

τί δὲ μέλλω φρένα Δίαν

καθορᾶν, ὄψιν ἄβυσσον;

μέτριον νῦν ἔπος εὔχου·

τίνα καιρόν με διδάσκεις;

τὰ θεῶν μηδὲν ἀγάζειν.

Ζεὺς ἄναξ ἀποστεροί-

η γάμον δυσάνορα

δάιον, ὅσπερ Ἰὼ

πημονᾶς ἐλύσατʼ εὖ

χειρὶ παιωνίᾳ κατασχεθών,

εὐμενῆ βίαν κτίσας.

καὶ κράτος νέμοι γυναι-

ξίν· τὸ βέλτερον κακοῦ

καὶ τὸ δίμοιρον αἰνῶ,

καὶ δίκᾳ δίκας ἕπε-

σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις

μαχαναῖς θεοῦ πάρα.