ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,

Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,

Κάστορά θ᾽ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,

τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο

μιχθεῖσ᾽ ἐν φιλότητι κελαινεφέι Κρονίωνι

σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων

ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι

χειμέριαι κατὰ πόντον ἀμείλιχον: οἳ δ᾽ ἀπὸ νηῶν

εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο

ἄρνεσσιν λευκοῖσιν, ἐπ᾽ ἀκρωτήρια βάντες

πρύμνης: τὴν δ᾽ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης

θῆκαν ὑποβρυχίην: οἳ δ᾽ ἐξαπίνης ἐφάνησαν

ξουθῇσι πτερύγεσσι δι᾽ αἰθέρος ἀίξαντες,

αὐτίκα δ᾽ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,

κύματα δ᾽ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,

σήματα καλά, πόνου ἀπονόσφισιν: οἳ δὲ ἰδόντες

γήθησαν, παύσαντο δ᾽ ὀιζυροῖο πόνοιο.

χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων:

αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.