ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν

ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ᾽ ἀνθρώπων

ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,

καλὸν ἔχουσα γέρας καὶ τίμιον: οὐ γὰρ ἄτερ σοῦ

εἰλαπίναι θνητοῖσιν, ἵν᾽ οὐ πρώτῃ πυμάτῃ τε

Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον:

καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,

ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,

ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.

5ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν

εἰδότες: ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων

εἰδότες ἔργματα καλὰ νόῳ θ᾽ ἕσπεσθε καὶ ἥβῃ.

χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς:

αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.