Παλλάδ᾽ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ᾽ ἀείδειν

γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,

παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,

Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς

σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε᾽ ἔχουσαν,

χρύσεα, παμφανόωντα: σέβας δ᾽ ἔχε πάντας ὁρῶντας

ἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο

ἐσσυμένως ὤρουσεν ἀπ᾽ ἀθανάτοιο καρήνου,

σείσασ᾽ ὀξὺν ἄκοντα: μέγας δ᾽ ἐλελίζετ᾽ Ὄλυμπος

δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα

σμερδαλέον ἰάχησεν: ἐκινήθη δ᾽ ἄρα πόντος,

κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ᾽ ἅλμη

ἐξαπίνης: στῆσεν δ᾽ Ὑπερίονος ἀγλαὸς υἱὸς

ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη

εἵλετ᾽ ἀπ᾽ ἀθανάτων ὤμων θεοείκελα τεύχη

Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς.

καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο:

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.