μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·

ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος

ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,

ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι

φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.

χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατʼ ἀοιδήν·

αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.