Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,

Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,

ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,

Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,

αἰδοίη: μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,

ἄντρῳ ναιετάουσα παλισκίῳ: ἔνθα Κρονίων

νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην:

λάνθανε δ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους.

καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ:

σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

[ χαῖρ᾽. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων. ]