κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι

μείλιχα δῶρα δίδωσιν, ἐφ᾽ ἱμερτῷ δὲ προσώπῳ

αἰεὶ μειδιάει καὶ ἐφ᾽ ἱμερτὸν θέει ἄνθος.

χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα

εἰναλίης τε Κύπρου: δὸς δ᾽ ἱμερόεσσαν ἀοιδήν.

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.