ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,

μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο

ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,

πρωθήβῃ: καλαὶ δὲ περισσείοντο ἔθειραι,

κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις

πορφύρεον: τάχα δ᾽ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς

ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,

Τυρσηνοί: τοὺς δ᾽ ἦγε κακὸς μόρος: οἳ δὲ ἰδόντες

νεῦσαν ἐς ἀλλήλους, τάχα δ᾽ ἔκθορον. αἶψα δ᾽ ἑλόντες

εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.

υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων

εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.

τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον

χειρῶν ἠδὲ ποδῶν: ὃ δὲ μειδιάων ἐκάθητο

ὄμμασι κυανέοισι: κυβερνήτης δὲ νοήσας

αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε:

δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ᾽ ἑλόντες,

καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.

ἢ γὰρ Ζεὺς ὅδε γ᾽ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων

ἠὲ Ποσειδάων: ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν

εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν.

ἀλλ᾽ ἄγετ᾽, αὐτὸν ἀφῶμεν ἐπ᾽ ἠπείροιο μελαίνης

αὐτίκα: μηδ᾽ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς

ὄρσῃ ἔπ᾽ ἀργαλέους τ᾽ ἀνέμους καὶ λαίλαπα πολλήν.

Ὣς φάτο: τὸν δ᾽ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ:

δαιμόνι᾽, οὖρον ὅρα, ἅμα δ᾽ ἱστίον ἕλκεο νηὸς

σύμπανθ᾽ ὅπλα λαβών: ὅδε δ᾽ αὖτ᾽ ἄνδρεσσι μελήσει.

ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον

ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω: ἐς δὲ τελευτὴν

ἔκ ποτ᾽ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα

οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.

ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.

ἔμπνευσεν δ᾽ ἄνεμος μέσον ἱστίον: ἀμφὶ δ᾽ ἄρ᾽ ὅπλα

καττάνυσαν: τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.

οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν

ἡδύποτος κελάρυζ᾽ εὐώδης, ὤρνυτο δ᾽ ὀδμὴ

ἀμβροσίη: ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.

αὐτίκα δ᾽ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη

ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ

βότρυες: ἀμφ᾽ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,

ἄνθεσι τηλεθάων, χαρίεις δ᾽ ἐπὶ καρπὸς ὀρώρει:

πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον: οἳ δὲ ἰδόντες,

νῆ᾽ ἤδη τότ᾽ ἔπειτα κυβερνήτην ἐκέλευον

γῇ πελάαν: ὃ δ᾽ ἄρα σφι λέων γένετ᾽ ἔνδοθι νηὸς

δεινὸς ἐπ᾽ ἀκροτάτης, μέγα δ᾽ ἔβραχεν, ἐν δ᾽ ἄρα μέσσῃ

ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων:

ἂν δ᾽ ἔστη μεμαυῖα: λέων δ᾽ ἐπὶ σέλματος ἄκρου

δεινὸν ὑπόδρα ἰδών: οἳ δ᾽ ἐς πρύμνην ἐφόβηθεν,

ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα

ἔσταν ἄρ᾽ ἐκπληγέντες: ὃ δ᾽ ἐξαπίνης ἐπορούσας

ἀρχὸν ἕλ᾽, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες

πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,

δελφῖνες δ᾽ ἐγένοντο: κυβερνήτην δ᾽ ἐλεήσας

ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον:

θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ:

εἰμὶ δ᾽ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ

Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.

χαῖρε, τέκος Σεμέλης εὐώπιδος: οὐδέ πη ἔστι

σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.