αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην

ᾁσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν

εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος

ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

ἀφρῷ ἔνι μαλακῷ: τὴν δὲ χρυσάμπυκες Ὧραι

δέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν:

κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν

καλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσιν

ἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος:

δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν

ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ

Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ᾽ ἴοιεν

ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.

αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,

ἦγον ἐς ἀθανάτους: οἳ δ᾽ ἠσπάζοντο ἰδόντες

χερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος

εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι,

εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.

χαῖρ᾽ ἑλικοβλέφαρε, γλυκυμείλιχε: δὸς δ᾽ ἐν ἀγῶνι

νίκην τῷδε φέρεσθαι, ἐμὴν δ᾽ ἔντυνον ἀοιδήν.

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.