]κιο[

]πειτα[

] ἐ πεσσύθ[ην

]γ[ ]λ[

]ω[

[πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω [β]ροτο[ῖς

[καὶ δῶρʼ ὑπις]χνοῦμαι τελεῖ[ν

[ ἀ]πόπροθεν·

ον[ δύς]λοφον φρενὶ

τα[ βο]ῦς ἀμολγάδας

[μός]χους [τε καὶ νέων νόμευμ]α πορτίδων

[ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ

[λαθ]ραῖʼ ἰόν[τα τῆλε βου]στάθμου κάπης

[ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην

[οὔτʼ ἂ]ν θεῶν τιν[ʼ οὔτʼ ἐφημ]έρων βροτῶν

[δρᾶς]αι τόδʼ ἔργ[ον ὧδερσθβ; πρὸς τόλμαν πεσεῖν.

[ταῦτ]ʼ οὖν ἐπείπερ [ἔμα]θον ἐκπλαγεὶς ὄκνῳ

[στείχ]ῶ, ματεύω, παντελὲς κήρυγμʼ ἔχων

[θεοῖ]ς βροτοῖς τε μηδένʼ ἀγνοεῖν τάδε.

[ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ·

[Θρᾳκ]ῶν δʼ ἐπῆλθ[ο]ν φ[ῦ]λα τ[οῦ] παντὸς στρατ[οῦ

[ἀλλʼ οὔ]τις[ 
 ]



ς

λ κιο

ις ἔπειτα [δὲ

[τ]ὰ Θεσσαλῶν [τʼ ἔγκαρπα πεδίʼ ἐ]πεσσύθ[ην

Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ]εις,

[ἔπει]τα δʼ[



ς Δωρικο[

[ γεί]τονʼ ἐνθ[εν

[ ]ήκω ξυν[]α[

[ Κυλ]λήνης τε δύ[σβατον

[ ]τε χῶρον, ἐς δʼ ὑλ[

[ὡς εἴτε ποι]μὴν εἴτʼ ἀγρωστή[ρων τις ἢ

[μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται

[ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους

[θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε,

[τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ,

[τῷδʼ α]ὐτόχρημα μισθός ἐσθʼ ὁ κε[ίμενος.

[ὦ Φοῖβε,] σοῦ φώνημαθʼ ὡς ἐπέκλυον

[βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμας[ι,

[ς]πουδῇ τάδʼ, ἣ πάρεστι πρεσβύτῃ [μαθών

[ς]οί, Φοῖβʼ Ἄπολλον, προσφιλὴς εὐε[ργέτης

θέλων γενέσθαι τῷδʼ ἐπεσσύθην δρ[ό]μ[ῳ,

ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγ[έ]σω.

τ[ὸ]τʼ αγγε[λό]ς μοι κείμενον χρ[υ]σο[ν ς]τέφε

μά[λι]στʼ ἐπ αις[ι π]ρόσθε ς ν,

παῖδας δʼ εμ[οὺ]ς ὄσσοισι αυε βα

[ ιμ]ʼ [ἂ]ν εἴπερ ἐκτε[λ]εῖς ἅπερ λέγεις

[ ]ώσω· μοῦνον ἐμπ[έδου τ]άδε.

τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν.

[ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ.

[ ]ις ε ζητ [

[ ]εσο[



α[ ]

τί τοῦτο; πο[ι λέγ]εις;

ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων.

ἴθʼ ἄγε δ[ 
 ]

πόδα βά[σιν τε ]ν

ἀπαπαπ[αῖ 
 ]

ὢ ὤ, σέ τοι [ 
 ]

ἔπιθι κλωπ[ 
 ]

ὑπόνομα κ[ 
 ]

διανύτων ό[ 
 ]

πατρικὰν γῆρ[υν 
 ]

πῶς πᾷ τὰ λάθρι[α νύχια ]

κλέμματα ποσσὶ[ 
 ]

εἴ πως, ἂν τύχω, πο[ 
 ]

πατρί τʼ ἐλεύθερον β[ ] μετ[ ]

ξυνάμα θεὸς ὁ φίλος ἀνέτω

πόνους, προφήνας ἀρίζηλα

χρυσοῦ παραδείγματα.

θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε,

τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται,

λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι

Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ.

[τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος,

[ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε

[Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της.

[ ]α[ ]τ[ ]ς τοῦ λό[γου ]θʼ ἅμα[

μήνυ[τρα

ἰὼ ς[

ϋηο[

δʼ οὐδ[

φησίν τις; ἢ[

ἔοικεν ἤδη κ[

ἄγʼ εἷα δὴ πᾶς ς[

ῥινηλατῶν ὀσμ[αῖσι

αὔρας ἐάν πῃ πρ[ 
 ]

διπλοῦς ὀκλάζω[ν ]ν

ὕποσμος ἐν χρῷ [ 
 ]

οὕτως ἔρευναν καὶ π[ ]

ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν.

θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·

ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρ τει.

ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα.

σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει.

τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;

τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;

δοκεῖ πάνυ.

σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.

ἰδοὺ ἰδού·

καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.

ἄθρει μάλα.

αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε [τρού]μ[ε]νον.

χ[ώ]ρει δρόμῳ καὶ τα[ ]ν ἔχου

οπ[ ][ ]μενος

ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ

οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.

ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε

κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.

ἔα μάλα·

παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα

εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.

τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;

εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ

ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·

δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.

τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,

πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν

πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·

[ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,

[ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.

[τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;

ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.

ὕ [ὗ] ὕ ὗ.

τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;

τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;

α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν

τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;

ς[ίγα μὲν οὖν.]

τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;

ἄ[κουε δή.

καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;

ἐμοὶ πιθοῦ.

ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.

ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,

[ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα

ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν.

τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,

μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα

κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ

φόβον βλέποντες, πάν[τα] δειματούμενοι,

ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα

διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον

κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,

πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.

τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,

οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο

κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,

οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,

οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν

[π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου

[ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται

[ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,

[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,

πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,

ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,

καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν

ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε.

εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε

τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,

κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.

πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,

ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·

γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.

ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,

κυνορτικὸν σύριγμα διακαλούμεν[ος.

ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·

ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ.

ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς.

τί μάτην ὑπέκλαγες, ὑπέκριγες

ὑπό μʼ ἴδες; ἔχεται

ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ;

ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.

ἐμὸς εἶ, ἀνάγου.

δεῦτʼ ὤ, τίς ὅδε [ ]της

ὁ δράκις, ὁ γράπις, [ 
 ]

[Ο]ὐρίας Οὐρίας, αδ[ ]κεις

παρέβης· μεθυ[ 
 ]

ὅ τι ποτε φερε[ ]ι[ ]ν

ἔποχον ἔχει τι[ 
 ]

στίβος ὁδενες[ 
 ]

στράτιος, στράτ[ιος ]υ[ ]

δεῦρʼ ἕπου· τ[ ]δρ[ ]

ἔνι β[ο]ῦς ἔνι πονο[

μὴ μεθῇ κρ[ο]κι [

σὺ τί καλ[ὸ]ν ἐπιδ[

ὅδε γʼ ἀγαθὸς ὁ τρε[

κατὰ νόμον ἕπετα[ι

ἐφέπου, ἐφέπου μ[

ὀπποποῖ· ἆ μιαρέ, γε[

ἦ τάχʼ ὁπόταν ἀπίη[ις

ἀπελεύθερος ὢν ολ [

ἀλλὰ μὴ παραπλακ[

ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι[

τ[ὸ] δὲ πλάγιον ἔχομ[εν

πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;

οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον;

σί[γα·] τί ἔστιν;

οὐ μενῶ.

μένʼ, ε[ἰ] δύνᾳ.

οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις]

ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν

τὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν [ ]ε[

μὴ πλεῖστ[ον] ἔτι ς[ ]ν [ ] χρόνον.

ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι]

οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς

εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.]

ἶὼ γ[

φθέγ[μα ]ου

[ ]ηδ[ μισ-]

θο[ν δ]όμοισιν ὀλβίσῃς.

ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα

φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω

π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν

ὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.

θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον

ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;

τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,

οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,

ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς

δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων

ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν

σὺν ἐγγόνοις νύμφαισι καὶ π αί δων ὄχλῳ;

νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων

μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον

ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν

ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς,

ὁμοῦ δʼ ἂν αὖτι[ς ] αι φωρ[

γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν [ ]έναι·

αὖτις δʼ α[ ]τ[ ] μενων [ ]α

κηρυκ[ ] ι[ ] κηρυγμα [

καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι

[κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ]

[καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[ ]μ[

[φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων

φ[ ]η[ ] νων ὑμᾶς νοσεῖν

νο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν;

νύμφη βαθύζωνε π[αῦσαι χόλου ]

τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι

δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν

γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.

μή με μὴ προψαλ[άξῃς κακοῖς,

ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ-

μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα-

στῶς ἐγάρυσε θέσπιν αὐδά[ν.

ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα,

καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν

ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων

νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν

ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.

ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι

ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.

τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,

ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·

τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον

καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.

ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς

ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,

αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·

καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,

Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.

Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος

[ ]εύσατο·

[ ]υ [ ]φιλας

[ ] λήθῃ τῆς βαθυζώνου θεᾶς

[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·

[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·

[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·

[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα

[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν

[ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.

[ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα

[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.

[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς

[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,

[κἀξορ]μενίζει κοὐκέτι σχολάζεται

[βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.

[δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει.

[ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον

καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ

ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο·

τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς

ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]

ἄφραστ[ο ] παῖς βοῆς

παιδο[ ]μαζεις[

θηρευμ[α ]λέγεις

φώνημ[α ]σεθου[

τόνδʼ αφ[ ]ον[

τως ἐξεφ[ ]

ροντʼ ἄπα[ ] ἐ[κ θανόν-

τος πορίζειν τοιάνδε γῆρυν.

μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.

καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;

πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ.

ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;

βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος.

ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις;

πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.

οὐδʼ ὡς ἰχνευμ ων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίν οσ ;

οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον.

ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν;

νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.

τ[ί δʼ αὖ τὸ ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον.

[ ]λο[ φ]ορίνη σύγγονος τῶν ὀστράκων.

[ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις.

[τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ.

[ 
 ] κτέανον ησύ[ ] τινι;

[ 
 ] δέρμα κ[ ]στ [

[ 
 ]ον ὧδ[ε] κλαγγάνει [

[ 
 ]όρως ἐρείδεται

[ 
 ]πλεκτα [

[ 
 ]λάδος κ[

[ 
 κόλ]λοπες δε[

[ 
 ]αμματω [

[ 
 ]ον[



καὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]ν

κείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλος

ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας.

οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο.

ὀ ρθ οψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου,

πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ-

χωρʼ ἐπανθεμίζει.

τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην,

ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς

ταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺς

ἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι.

σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε-

φθῇς μ η δὲ δυσφορηθῇς.

[τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας;

[οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [ θέλω.

[μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φ η λήτην κα[λεῖς;

[ 
 ]αν αὐτῇ τῇ κλο[πῇ.

[ 
 ε]ἴ γε τἀληθῆ λέ[γεις.

[ 
 τ]ἀληθῆ λέγ[ω.

[ 
 κεκλο]φεναισαφ[

[ 
 ]δε βοῦς πάνυ

[ 
 ]ᾳ καθήρ[μ]ο[σε

[ 
 ]λου τεμὼν

[ 
 ]φο δ[ο]ρα[



[ 
 ] ἄρτι μανθάνω χρόνῳ

[ 
 ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ

[ 
 ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.

[σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων,

[εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς

[ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·

[τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ

[μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον·

[οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ

[οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.

[εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει

[ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ π ει ν ῇ δόμος.

[ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν

[πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.

ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ

π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.

παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.

[ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ

[χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λ έ γ ω.

στρέφου λυγίζου τε μύθοις, ὁποι-

´άν θέλεις βάξιν εὕρισκʼ ἀπό-

ψηκτον· οὐ γάρ με ταῦτα πείσεις,

ὅ πως τὸ χρῆμʼ οὗτος εἰργασμένος

ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν

που δοράς [ ἢ] ʼπὸ τῶν Λοξίου.

[μ]ή με τᾶ[σδʼ ἐ]ξ ὁδοῦ βίβαζε.



[ὁ Ζ]εὺς γὰρ ]

[ὁ] παῖς κλο[π

[εἰ] τοι πονη[ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ.

[κ]ακῶς ἀκού[ειν οὐ πρέπει Διὸς γόνῳ.

[ε]ἰ δʼ ἔστʼ ἀλη[θῆ, χρή με καὶ λέγειν τάδε.

[ο]ὐ μὴ ταδʼ [εἴπῃς



ποῦ καὶ βόες νέμουσι τ[

π[λ]είους δέ γʼ ἤδη νῦν [

τ[ί]ς, ὦ πόνηρʼ, ἔχει; τί πλε[

ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλη[ιμένος.

[τὸ]ν παῖδα παῦσαι τοῦ Διὸς [ κακῶς λέγων.

π[α]ύοιμ[ʼ ἄ]ν [, εἰ] τὰς βοῦς τις ἐ[ξελᾶν θέλοι.

ἤδη με πνίγεις καὶ σὺ χα[ἰ βόες σέθεν.

[ ]λεισεπ[ ]υ[ ἐ]ξελαυν[



ἰοὺ ἰοὺ [

ἥν τʼ ἔφη π[

οὗτος οὐ φ[

ω Λ[οξία

ιω δ[

ὦ Λοξία, δε[

καὶ παρη[

τῶν [β]οῶ[ν

[ ]νυ[

ε[ ]ει[

βο[

οπο[

πρ[

μισθ̀ς [

ἐλεύθερο[

τὸν ἐγ[