τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας

χώρους ἀφίγμεθʼ ἢ τίνων ἀνδρῶν πόλιν;

τίς τὸν πλανήτην Οἰδίπουν καθʼ ἡμέραν

τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;

σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δʼ ἔτι

μεῖον φέροντα, καὶ τόδʼ ἐξαρκοῦν ἐμοί·

στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν

μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.

ἀλλʼ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις

ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,

στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα

ὅπου ποτʼ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν

ξένοι πρὸς ἀστῶν, ἃν δʼ ἀκούσωμεν τελεῖν.

πάτερ ταλαίπωρʼ Οἰδίπους, πύργοι μέν, οἳ

πόλιν στέγουσιν, ὡς ἀπʼ ὀμμάτων, πρόσω·

χῶρος δʼ ὅδʼ ἱερός, ὡς ἀπεικάσαι, βρύων

δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δʼ

εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες·

οὗ κῶλα κάμψον τοῦδʼ ἐπʼ ἀξέστου πέτρου·

μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.

κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.

χρόνου μὲν οὕνεκʼ οὐ μαθεῖν με δεῖ τόδε.

ἔχεις διδάξαι δή μʼ ὅποι καθέσταμεν;

τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.

πᾶς γάρ τις ηὔδα τοῦτό γʼ ἡμὶν ἐμπόρων.

ἀλλʼ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;

ναί, τέκνον, εἴπερ ἐστί γʼ ἐξοικήσιμος.

ἀλλʼ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν

οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.

ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον;

καὶ δὴ μὲν οὖν παρόντα· χὤ τί σοι λέγειν

εὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε.

ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ

αὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιος

σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—

πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδρας

ἔξελθʼ· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.

τίς δʼ ἔσθʼ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;

ἄθικτος οὐδʼ οἰκητός· αἱ γὰρ ἔμφοβοι

θεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.

τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;

τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂν

εἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά.

ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·

ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι.

τί δʼ ἐστὶ τοῦτο;

ξυμφορᾶς ξύνθημʼ ἐμῆς.

ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεως

δίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ.

πρός νυν θεῶν, ὦ ξεῖνε, μή μʼ ἀτιμάσῃς,

τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι.

σήμαινε, κοὐκʼ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ.

τίς ἔσθʼ ὁ χῶρος δῆτʼ, ἐν ᾧ βεβήκαμεν;

ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων·

χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νιν

σεμνὸς Ποσειδῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς

Τιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον,

χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,

ἔρεισμʼ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι

τόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσιν

ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα

τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.

τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὦ ξένʼ, οὐ λόγοις

τιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.

ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;

καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι.

ἄρχει τις αὐτῶν ἢ ʼπὶ τῷ πλήθει λόγος;

ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται.

οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;

Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.

ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;

ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;

ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.

καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;

ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν.

οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ

γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,

αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼ

τοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταις

λέξω τάδʼ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι

εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.

ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;

βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,

ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.

ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας

πρώτων ἐφʼ ὑμῶν τῆσδε γῆς ἔκαμψʼ ἐγώ,

Φοίβῳ τε κἀμοὶ μὴ γένησθʼ ἀγνώμονες,

ὅς μοι, τὰ πόλλʼ ἐκεῖνʼ ὅτʼ ἐξέχρη κακά,

ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,

ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν

σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,

ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,

κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,

ἄτην δὲ τοῖς πέμψασιν, οἵ μʼ ἀπήλασαν·

σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα,

ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας,

ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν

οὐκ ἔσθʼ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν

ἐξήγαγʼ εἰς τόδʼ ἄλσος· οὐ γὰρ ἄν ποτε

πρώταισιν ὑμῖν ἀντέκυρσʼ ὁδοιπορῶν,

νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην

βάθρον τόδʼ ἀσκέπαρνον. ἀλλά μοι, θεαί,

βίου κατʼ ὀμφὰς τὰς Ἀπόλλωνος δότε

πέρασιν ἤδη καὶ καταστροφήν τινα,

εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ

μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.

ἴτʼ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,

ἴτʼ, ὦ μεγίστης Παλλάδος καλούμεναι

πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,

οἰκτίρατʼ ἀνδρὸς Οἰδίπου τόδʼ ἄθλιον

εἴδωλον· οὐ γὰρ δὴ τόδʼ ἀρχαῖον δέμας.

σίγα· πορεύονται γὰρ οἵδε δή τινες

χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι.

σιγήσομαί τε καὶ σύ μʼ ἐξ ὁδοῦ πόδα

κρύψον κατʼ ἄλσος, τῶνδʼ ἕως ἂν ἐκμάθω

τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν

ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.

ὅρα. τίς ἄρʼ ἦν; ποῦ ναίει;

ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντων

ὁ πάντων ἀκορέστατος;

προσδέρκου λεῦσσέ νιν,

προσπεύθου πανταχῇ.

πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼ

ἔγχωρος· προσέβα γὰρ οὐκ

ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς

τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν,

ἃς τρέμομεν λέγειν

καὶ παραμειβόμεσθʼ ἀδέρκτως,

ἀφώνως, ἀλόγως τὸ τᾶς.

εὐφάμου στόμα φροντίδος

ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν

λόγος οὐδὲν ἅζονθʼ,

ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω

δύναμαι τέμενος

γνῶναι ποῦ μοί ποτε ναίει.

ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,

τὸ φατιζόμενον.

ἰὼ ἰώ,

δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.

μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον.

Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς;

οὐ πάνυ μοίρας εὐδαιμονίσαι

πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας.

δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις

ὄμμασιν εἷρπον

κἀπὶ σμικροῖς μέγας ὥρμουν.

ἐή, ἀλαῶν ὀμμάτων

ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων

μακραίων γʼ, ὅσʼ ἐπεικάσαι.

ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοὶ

προσθήσει τάσδʼ ἀράς.

περᾷς γάρ, περᾷς· ἀλλʼ ἵνα τῷδʼ ἐν ἀ-

φθέγκτῳ μὴ προπέσῃς νάπει

ποιάεντι, κάθυδρος οὗ

κρατὴρ μειλιχίων ποτῶν

ῥεύματι συντρέχει,

τόν, ξένε πάμμορʼ, εὖ φύλαξαι;

μετάσταθʼ ἀπόβαθι. πολ-

λὰ κέλευθος ἐρατύει·

κλύεις, ὦ πολύμοχθʼ ἀλᾶτα;

λόγον εἴ τινʼ οἴσεις

πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,

ἵνα πᾶσι νόμος,

φώνει· πρόσθεν δʼ ἀπερύκου.

θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;

ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν,

εἴκοντας ἃ δεῖ κἀκούοντας.

πρόσθιγέ νύν μου.

ψαύω καὶ δή.

ὦ ξένε, μὴ δῆτʼ ἀδικηθῶ σοὶ

πιστεύσας καὶ μεταναστάς.

οὔ τοι μήποτέ σʼ ἐκ τῶνδʼ ἑδράνων,

ὦ γέρον, ἄκοντά τις ἄξει.

ἔτʼ οὖν;

ἔτι βαῖνε πόρσω.

ἔτι;

προβίβαζε, κούρα,

πόρσω· σὺ γὰρ ἀΐεις.







ἕπεο μάν, ἕπεʼ ὧδʼ ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σʼ ἄγω.



τόλμα ξεῖνος ἐπὶ ξένης,

ὦ τλάμων, ὅ τι καὶ πόλις

τέτροφεν ἄφιλον ἀποστυγεῖν

καὶ τὸ φίλον σέβεσθαι.

ἄγε νυν σύ με, παῖ,

ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες

τὸ μὲν εἴποιμεν, τὸ δʼ ἀκούσαιμεν,

καὶ μὴ χρείᾳ πολεμῶμεν.

αὐτοῦ· μηκέτι τοῦδʼ αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς.

οὕτως;

ἅλις, ὡς ἀκούεις.

ἦ ἑσθῶ;

λέχριός γʼ ἐπʼ ἄκρου

λᾶος βραχὺς ὀκλάσας.

πάτερ, ἐμὸν τόδʼ· ἐν ἁσυχαίᾳ

ἰώ μοί μοι.

βάσει βάσιν ἅρμοσαι,

γεραὸν ἐς χέρα σῶμα σὸν

προκλίνας φιλίαν ἐμάν.

ὤμοι δύσφρονος ἄτας.

ὦ τλάμων, ὅτε νῦν χαλᾷς,

αὔδασον, τίς ἔφυς βροτῶν;

τίς ὁ πολύπονος ἄγει; τίνʼ ἂν

σοῦ πατρίδʼ ἐκπυθοίμαν;

ὦ ξένοι,

ἀπόπτολις· ἀλλὰ μὴ

τί τόδʼ ἀπεννέπεις, γέρον;

μὴ μὴ μή μʼ ἀνέρῃ τίς εἰμι,

μηδʼ ἐξετάσῃς πέρα ματεύων.

τί τόδʼ;

αἰνὰ φύσις.

αὔδα.

τέκνον, ὤμοι, τί γεγώνω;

τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν.

ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;

λέγʼ, ἐπείπερ ἐπʼ ἔσχατα βαίνεις.

ἀλλʼ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.

μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.

Λαΐου ἴστε τινʼ;

ὢ ἰοὺ ἰού.

τό τε Λαβδακιδᾶν γένος;

ὦ Ζεῦ.

ἄθλιον Οἰδιπόδαν;

σὺ γὰρ ὅδʼ εἶ;

δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ.

ἰὼ ὢ ὤ.

δύσμορος.

ὢ ὤ.

θύγατερ, τί ποτʼ αὐτίκα κύρσει;

ἔξω πόρσω βαίνετε χώρας.

ἃ δʼ ὑπέσχεο ποῖ καταθήσεις,

οὐδενὶ μοιριδία τίσις ἔρχεται

ἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δʼ ἀπά-

ταις ἑτέραις ἑτέρα παραβαλλομέ-

να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-

χειν. σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοπος

αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,

μή τι πέρα χρέος

ἐμᾷ πόλει προσάψῃς.

ὦ ξένοι

αἰδόφρονες, ἀλλʼ ἐπεὶ

γεραὸν πατέρα τόνδʼ ἐμὸν

οὐκ ἀνέτλατʼ, ἔργων

ἀκόντων ἀΐοντες αὐδάν,

ἀλλʼ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθʼ, ἃ

πατρὸς ὑπὲρ τοὐμοῦ μόνου

ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα

ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφʼ αἵματος

ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον

αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ

κείμεθα τλάμονες. ἀλλʼ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν·

πρός σʼ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,

ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·

οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,

εἰ θεὸς ἄγοι,

ἐκφυγεῖν δύναιτο.

ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου

οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·

τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν

φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.

τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς

μάτην ῥεούσης ὠφέλημα γίγνεται,

εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας

εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον

σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;

κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων

ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε,

ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε

σῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μου

πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα,

εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,

ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶς

ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,

ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν

ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;

νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,

ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.

ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,

ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,

καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς

μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ

βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,

βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του

μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.

ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας

ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,

ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,

ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα

τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,

ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων

ὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ ὁ κύριος

παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,

τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲ

μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.

ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα

πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ

οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς

ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.

καὶ ποῦ ʼσθʼ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;

πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,

ὃς κἀμὲ δεῦρʼ ἔπεμψεν, οἴχεται στελῶν.

ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τινʼ ἐντροπὴν

ἢ φροντίδʼ, ἕξειν, αὐτὸν ὥστʼ ἐλθεῖν πέλας;

καὶ κάρθʼ, ὅταν περ τοὔνομʼ αἴσθηται τὸ σόν.

τίς δʼ ἔσθʼ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;

μακρὰ κέλευθος· πολλὰ δʼ ἐμπόρων ἔπη

φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,

θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν

ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς

εὕδει, κλύων σοῦ δεῦρʼ ἀφίξεται ταχύς.

ἀλλʼ εὐτυχὴς ἵκοιτο τῇ θʼ αὑτοῦ πόλει

ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;

ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;

τί δʼ ἔστι, τέκνον Ἀντιγόνη;

γυναῖχʼ ὁρῶ

στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ

πώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστεγὴς

κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.

τί φῶ;

ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;

καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.

τάλαινα.

οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτων

σαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτι

μόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα.

πῶς εἶπας, ὦ παῖ;

παῖδα σήν, ἐμὴν δʼ ὁρᾶν

ὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν.

ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ

ἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλις

εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.

ὦ τέκνον, ἥκεις;

ὦ πάτερ δύσμοιρʼ ὁρᾶν.

τέκνον, πέφηνας;

οὐκ ἄνευ μόχθου γέ μοι.

πρόσψαυσον, ὦ παῖ.

θιγγάνω δυοῖν ὁμοῦ.

ὦ σπέρμʼ ὅμαιμον.

ὦ δυσάθλιαι τροφαί.

ἦ τῆσδε κἀμοῦ;

δυσμόρου τʼ ἐμοῦ τρίτης.

τέκνον, τί δʼ ἦλθες;

σῇ, πάτερ, προμηθίᾳ.

πότερα πόθοισι;

καὶ λόγων γʼ αὐτάγγελος,

ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.

οἱ δʼ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν;

εἴσʼ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν.

ὦ πάντʼ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις

φύσιν κατεικασθέντε καὶ βίου τροφάς·

ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας

θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι

τἄξω βίου τροφεῖα πορσύνουσʼ ἀεί.

σφῷν δʼ, ὦ τέκνʼ, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,

κατʼ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,

σφὼ δʼ ἀντʼ ἐκείνων τἀμὰ δυστήνου κακὰ

ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας

τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,

ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένη

γερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίαν

ὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη,

πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασιν

μοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆς

οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.

σὺ δʼ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ

μαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,

ἃ τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μου

πιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην·

νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ

φέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;

ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς

ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι.

ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,

ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,

παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι

πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.

ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ

νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.

πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε

θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,

λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,

οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·

νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς

εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,

ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.

χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς

τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων

ἀποστερίσκει, κἀξελήλακεν πάτρας.

ὁ δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ ὁ πληθύων λόγος,

τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει

κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους

ὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδον

τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.

ταῦτʼ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,

ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ

πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.

ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺς

ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;

ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν.

ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;

σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ

θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν.

τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;

ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.

ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;

νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.

γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.

καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν

ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.

ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.

ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως

κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων.

ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου;

κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.

κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.

τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας

χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς.

ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;

ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ.

οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.

ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.

ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;

τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.

ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;

ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.

καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;

ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.

παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;

ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.

κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος

τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;

ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως.

ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην

ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος

αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,

ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·

ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει

μείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλιν

ἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲ

οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον

οὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος

αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς.

εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότε

πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.

οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν,

ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοι

τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,

οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν·

χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,

κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι

μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,

τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳ

ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν,

οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν

οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν

φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.

ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις

δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου

καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·

τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους

καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.

ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,

οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ

ὄνησις ἥξει· τοῦτʼ ἐγῷδα, τῆσδέ τε

μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ

παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.

πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ

μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.

ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦ

προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς

ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν

σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους.

ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,

αὐτός τε παῖδές θʼ αἵδʼ· ἐπεὶ δὲ τῆσδε γῆς

σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ,

παραινέσαι σοι βούλομαι τὰ σύμφορα.

ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει.

θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς

τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.

τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.

πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς

κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών.

ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;

κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,

ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.

θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;

οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.

εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;

χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.

ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;

τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.

τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.

ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.

ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;

τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν

τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.

τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.

ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν

στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,

αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,

ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·

ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι

δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·

ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι.

ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;

ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.

ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν

τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν·

σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.

ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν

ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.

ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με

μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας

ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.

ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα

χρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.

τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ του

σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.

χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε

φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ

οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.

δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν·

ὅμως δʼ ἔραμαι πυθέσθαι

τί τοῦτο;

τᾶς δειλαίας ἀπόρου φανείσας

ἀλγηδόνος, ᾇ ξυνέστας.

μὴ πρὸς ξενίας ἀνοίξῃς

τᾶς σᾶς ἃ πέπονθʼ ἀναιδῆ.

τό τοι πολὺ καὶ μηδαμὰ λῆγον

χρῄζω, ξεῖνʼ, ὀρθὸν ἄκουσμʼ ἀκοῦσαι.

ὤμοι.

στέρξον, ἱκετεύω.

φεῦ φεῦ.

πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.

ἤνεγκʼ οὖν κακότατʼ, ὦ ξένοι, ἤνεγκʼ ἀέκων μέν,

θεὸς ἴστω,

τούτων δʼ αὐθαίρετον οὐδέν.

ἀλλʼ ἐς τί;

κακᾷ μʼ εὐνᾷ πόλις οὐδὲν ἴδριν

γάμων ἐνέδησεν ἄτᾳ.

ἦ ματρόθεν, ὡς ἀκούω,

δυσώνυμα λέκτρʼ ἐπλήσω;

ὤμοι θάνατος μὲν τάδʼ ἀκούειν,

ὦ ξεῖνʼ· αὗται δὲ δύʼ ἐξ ἐμοῦ μὲν

πῶς φῄς;

παῖδε, δύο δʼ ἄτα

ὦ Ζεῦ.

ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.

σαί τʼ εἴσʼ ἄρʼ ἀπόγονοί τε καὶ

κοιναί γε πατρὸς ἀδελφεαί.

ἰώ.

ἰὼ δῆτα μυρίων γʼ ἐπιστροφαὶ κακῶν.

ἔπαθες

ἔπαθον ἄλαστʼ ἔχειν.

ἔρεξας

οὐκ ἔρεξα.

τί γάρ;

ἐδεξάμην

δῶρον, ὃ μήποτʼ ἐγὼ ταλακάρδιος

ἐπωφέλησας πόλεος ἐξελέσθαι.

δύστανε, τί γάρ; ἔθου φόνον

τί τοῦτο; τί δʼ ἐθέλεις μαθεῖν;

πατρός;

παπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον,

ἔκανες

ἔκανον. ἔχει δέ μοι

τί τοῦτο;

πρὸς δίκας τι.

τί γάρ;

ἐγὼ φράσω.

καὶ γὰρ ἄν, οὓς ἐφόνευσʼ, ἔμʼ ἀπώλεσαν·

νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδʼ ἦλθον.

καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνος

Θησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα.

πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ

τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς

ἔγνωκά σʼ, ὦ παῖ Λαΐου, τανῦν θʼ ὁδοῖς

ἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι.

σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα

δηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσας

θέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίνα

πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων,

αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.

δίδασκε· δεινὴν γάρ τινʼ ἂν πρᾶξιν τύχοις

λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,

ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,

ὥσπερ σύ, χὢς εἷς πλεῖστʼ ἀνὴρ ἐπὶ ξένης

ἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ·

ὥστε ξένον γʼ ἂν οὐδένʼ ὄνθʼ, ὥσπερ σὺ νῦν,

ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ

ἔξοιδʼ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον

οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.

Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ

παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι.

σὺ γάρ μʼ ὅς εἰμι κἀφʼ ὅτου πατρὸς γεγὼς

καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·

ὥστʼ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν

εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.

τοῦτʼ αὐτὸ νῦν δίδασχʼ, ὅπως ἂν ἐκμάθω.

δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας

σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ

κέρδη παρʼ αὐτοῦ κρείσσονʼ ἢ μορφὴ καλή.

ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;

χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.

ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;

ὅταν θάνω ʼγὼ καὶ σύ μου ταφεὺς γένῃ

τὰ λοίσθιʼ αἰτεῖ τοῦ βίου, τὰ δʼ ἐν μέσῳ

ἢ λῆστιν ἴσχεις ἢ διʼ οὐδενὸς ποεῖ.

ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.

ἀλλʼ ἐν βραχεῖ δὴ τήνδε μʼ ἐξαιτεῖ χάριν.

ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.

πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;—

κεῖνοι κομίζειν κεῖσʼ ἄναξ, χρῄζουσί με.

ἀλλʼ εἰ θέλοντά γʼ οὐδὲ σοὶ φεύγειν καλόν.

ἀλλʼ οὐδʼ, ὅτʼ αὐτὸς ἤθελον, παρίεσαν.

ὦ μῶρε, θυμὸς δʼ ἐν κακοῖς οὐ ξύμφορον.

ὅταν μάθῃς μου, νουθέτει, τανῦν δʼ ἔα.

δίδασκʼ· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.

πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.

ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;

οὐ δῆτʼ, ἐπεὶ πᾶς τοῦτό γʼ Ἑλλήνων θροεῖ.

τί γὰρ τὸ μεῖζον ἢ κατʼ ἄνθρωπον νοσεῖς;

οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην

πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι

πάλιν κατελθεῖν μήποθʼ, ὡς πατροκτόνῳ.

πῶς δῆτα σʼ ἂν πεμψαίαθʼ, ὥστʼ οἰκεῖν δίχα;

τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.

ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;

ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί.

καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά;

ὦ φίλτατʼ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται

θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.

τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ ὁ παγκρατὴς χρόνος.

φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,

θνῄσκει δὲ πίστις, βλαστάνει δʼ ἀπιστία,

καὶ πνεῦμα ταὐτὸν οὔποτʼ οὔτʼ ἐν ἀνδράσιν

φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.

τοῖς μὲν γὰρ ἤδη, τοῖς δʼ ἐν ὑστέρῳ χρόνῳ

τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.

καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ

καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος

χρόνος τεκνοῦται νύκτας ἡμέρας τʼ ἰών,

ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα

δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου·

ἵνʼ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς

ψυχρός ποτʼ αὐτῶν θερμὸν αἷμα πίεται,

εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.

ἀλλʼ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητʼ ἔπη,

ἔα μʼ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον

πιστὸν φυλάσσων, κοὔποτʼ Οἰδίπουν ἐρεῖς

ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων

τῶν ἐνθάδʼ, εἴπερ μὴ θεοὶ ψεύσουσί με.

ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτʼ ἔπη

γῇ τῇδʼ ὅδʼ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.

τίς δῆτʼ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι

τοιοῦδʼ, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος

κοινή παρʼ ἡμῖν αἰέν ἐστιν ἑστία;

ἔπειτα δʼ ἱκέτης δαιμόνων ἀφιγμένος

γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.

ἁγὼ σεβισθεὶς οὔποτʼ ἐκβαλῶ χάριν

τὴν τοῦδε, χώρᾳ δʼ ἔμπολιν κατοικιῶ.

εἰ δʼ ἐνθάδʼ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν

τάξω φυλάσσειν, εἴτʼ ἐμοῦ στείχειν μέτα,

τόδʼ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι

κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.

ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.

τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;

εἴ μοι θέμις γʼ ἦν· ἀλλʼ ὁ χῶρός ἐσθʼ ὅδε,

ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.

ἐν ᾧ κρατήσω τῶν ἔμʼ ἐκβεβληκότων.

μέγʼ ἂν λέγοις δώρημα τῆς συνουσίας.

εἰ σοί γʼ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.

θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ.

οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι.

οὔκουν πέρα γʼ ἂν οὐδὲν ἢ λόγῳ φέροις.

πῶς οὖν ποήσεις;

τοῦ μάλιστʼ ὄκνος σʼ ἔχει;

ἥξουσιν ἄνδρες

ἀλλὰ τοῖσδʼ ἔσται μέλον.

ὅρα με λείπων

μὴ δίδασχʼ ἃ χρή με δρᾶν.

ὀκνοῦντʼ ἀνάγκη.

τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.

οὐκ οἶσθʼ ἀπειλὰς

οἶδʼ ἐγώ σε μή τινα

ἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ.

πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη

θυμῷ κατηπείλησαν, ἀλλʼ ὁ νοῦς ὅταν

αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.

κείνοις δʼ ἴσως κεἰ δείνʼ ἐπερρώσθη λέγειν

τῆς σῆς ἀγωγῆς, οἶδʼ ἐγώ, φανήσεται

μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.

θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ

γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·

ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδʼ ὅτι

τοὐμὸν φυλάξει σʼ ὄνομα μὴ πάσχειν κακῶς.

εὐίππου, ξένε, τᾶσδε χώρας

ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,

τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ

ἁ λίγεια μινύρεται

θαμίζουσα μάλιστʼ ἀηδὼν

χλωραῖς ὑπὸ βάσσαις,

τὸν οἰνωπὸν ἔχουσα κισσὸν

καὶ τὰν ἄβατον θεοῦ

φυλλάδα μυριόκαρπον ἀνήλιον

ἀνήνεμόν τε πάντων

χειμώνων· ἵνʼ ὁ βακχιώτας

ἀεὶ Διόνυσος ἐμβατεύει

θεαῖς ἀμφιπολῶν τιθήναις.

θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας

ὁ καλλίβοτρυς κατʼ ἦμαρ ἀεὶ

νάρκισσος, μεγάλαιν θεαῖν

ἀρχαῖον στεφάνωμʼ, ὅ τε

χρυσαυγὴς κρόκος· οὐδʼ ἄϋπνοι

κρῆναι μινύθουσιν

Κηφισοῦ νομάδες ῥεέθρων,

ἀλλʼ αἰὲν ἐπʼ ἤματι

ὠκυτόκος πεδίων ἐπινίσσεται

ἀκηράτῳ σὺν ὄμβρῳ

στερνούχου χθονός· οὐδὲ Μουσᾶν

χοροί νιν ἀπεστύγησαν οὐδʼ ἁ

χρυσάνιος Ἀφροδίτα.

ἔστιν δʼ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω

οὐδʼ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν

φύτευμʼ ἀχείρωτον αὐτόποιον,

ἐγχέων φόβημα δαΐων,

ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,

γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·

τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳ

συνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος

λεύσσει νιν μορίου Διὸς

χἀ γλαυκῶπις Ἀθάνα.

ἄλλον δʼ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον

δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον,

εὔιππον, εὔπωλον, εὐθάλασσον.

ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς

τόδʼ εἷσας αὔχημʼ, ἄναξ Ποσειδάν,

ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν

πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.

ἁ δʼ εὐήρετμος ἔκπαγλʼ ἁλία χερσὶ παραπτομένα πλάτα

θρῴσκει, τῶν ἑκατομπόδων

Νηρῄδων ἀκόλουθος.

ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον,

νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.

τί δʼ ἔστιν, ὦ παῖ, καινόν;

ἆσσον ἔρχεται

Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.

ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ

φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.

θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,

τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.

ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,

ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας

φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,

ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.

ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ

γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι

σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.

ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην

πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,

οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ

πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει

τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.

ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ

ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς

καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ,

ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν

κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,

ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,

ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς

βιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλας

οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν

ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,

ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα

πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων

ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.

ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,

ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;

ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν

πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ

κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν

τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως

εἰπών· ἐπαξία γάρ· ἡ δʼ οἴκοι πλέον

δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.

ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων

λόγου δικαίου μηχάνημα ποικίλον,

τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις

ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;

πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς

νοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,

οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν·

ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς ἦ θυμούμενος

καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,

τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι

τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·

νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι

ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,

πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.

καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;

ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν

μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,

πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε

δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·

ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;

τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,

λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά.

φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.

ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,

ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι

κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.

οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ

χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·

ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς

χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.

ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;

πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,

Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.

τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα,

πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν

κάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια.

ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ τείθων, ἴθι·

ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς

οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.

πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά,

ἤ σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐς τῷ νῦν λόγῳ;

ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ

πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.

ὦ δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ

φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;

γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ

δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.

χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.

ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.

οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.

ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με

φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.

μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους

οἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέ

τίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;

ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.

ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις;

παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ

ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.

οἴμοι.

τάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε.

τὴν παῖδʼ ἔχεις μου;

τήνδε τʼ οὐ μακροῦ χρόνου.

ἰὼ ξένοι, τί δράσετʼ; ἦ προδώσετε,

κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;

χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν

δίκαια πράσσεις οὔθʼ ἃ πρόσθεν εἴργασαι.

ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν

ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.

οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω

θεῶν ἄρηξιν ἢ βροτῶν;

τί δρᾷς, ξένε;

οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.

ὦ γῆς ἄνακτες.

ὦ ξένʼ, οὐ δίκαια δρᾷς.

δίκαια.

πῶς δίκαια;

τοὺς ἐμοὺς ἄγω.

ἰὼ πόλις.

τί δρᾷς, ὦ ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν.

εἴργου.

σοῦ μὲν οὔ, τάδε γε μωμένου.

πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.

οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;

μέθες χεροῖν

τὴν παῖδα θᾶσσον.

μὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς.

χαλᾶν λέγω σοι.

σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.

πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·

πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.

ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.

ποῦ, τέκνον, εἴ μοι;

πρὸς βίαν πορεύομαι.

ὄρεξον, ὦ παῖ, χεῖρας.

ἀλλʼ οὐδὲν σθένω.

οὐκ ἄξεθʼ ὑμεῖς;

ὦ τάλας ἐγώ, τάλας.

οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι

ὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλεις

πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ

ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως,

νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε,

ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ

δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,

ὀργῇ χάριν δούς, ἥ σʼ ἀεὶ λυμαίνεται.

ἐπίσχες αὐτοῦ, ξεῖνε.

μὴ ψαύειν λέγω.

οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.

καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα

θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.

ἀλλʼ ἐς τί τρέψει;

τόνδʼ ἀπάξομαι λαβών.

δεινὸν λέγοις ἄν.

τοῦτο νῦν πεπράξεται.

ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.

ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;

αὐδῶ σιωπᾶν.

μὴ γὰρ αἵδε δαίμονες

θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,

ὅς μʼ, ὦ κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας

πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.

τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν

ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον

τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.

ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;

ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι

ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.

οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ

κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.

ἰὼ τάλας.

ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.

δοκῶ.

τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.

τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.

ἀκούεθʼ οἷα φθέγγεται;

τά γʼ οὐ τελεῖ.

ἴστω μέγας Ζεύς.

Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.

ἆρʼ οὐχ ὕβρις τάδʼ;

ὕβρις, ἀλλʼ ἀνεκτέα.

ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,

μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.

τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ

βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ

τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,

οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.

ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,

πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.

τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε.

Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων

ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.

πῶς εἶπας;

οἷά περ πέπονθʼ ἀκήκοας.

οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν

πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν

ἄνιππον ἱππότην τε θυμάτων ἄπο

σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι

μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,

ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ

ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.

ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ,

εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,

ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.

νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,

τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.

οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν

κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·

ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως

οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·

ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν

κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς

τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν

ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,

καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ

ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.

καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·

οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,

οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο

συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ

ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.

οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,

οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,

ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς

οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην

ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.

σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν

τὴν αὐτὸς αὑτοῦ, καί σʼ ὁ πληθύων χρόνος

γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.

εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,

τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά,

εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις

εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι

τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.

ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ

φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.

ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,

ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς,

τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι

οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι

ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.

ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον

κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι

ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.

τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον

ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ

τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·

ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.

καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς

αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·

ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.

θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν

θανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.

πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ

ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω,

σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,

καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.

ὦ λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,

πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;

ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς

τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας

ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,

τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.

ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ

ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου

τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.

ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ

χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν,

πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,

ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,

οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ἦ;

εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην,

ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,

μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων,

πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις;

μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους

οὔσης ὁμαίμου σῆς μʼ ἀναγκάζων λέγειν,

οἵους ἐρῶ τάχʼ· οὐ γὰρ οὖν σιγήσομαι,

σοῦ γʼ εἰς τόδʼ ἐξελθόντος ἀνόσιον στόμα.

ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν,

οὐκ εἰδότʼ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,

αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.

ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲ

κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν

ἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε.

ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἁλώσομαι κακὸς

γάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοι

φόνους πατρῴους ἐξονειδίζων πικρῶς.

ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.

εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε

κτείνοι παραστάς, πότερα πυνθάνοιʼ ἂν εἰ

πατήρ σʼ ὁ καίνων ἢ τίνοιʼ ἂν εὐθέως;

δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον

τίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.

τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,

θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς

ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.

σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸν

λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,

τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.

καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,

καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·

κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει,

ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται

τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·

ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ

αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.

ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ

καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς

ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς

οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.

ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ

αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν.

ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι

σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.

τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;

ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με

χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις

τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί·

εἰ δʼ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.

ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε

χώρας φυγόντες τῆσδʼ ἐπεύξωνται θεοῖς.

ἀλλʼ ἐξυφηγοῦ· γνῶθι δʼ ὡς ἔχων ἔχει

καί σʼ εἷλε θηρῶνθʼ ἡ τύχη· τὰ γὰρ δόλῳ

τῷ μὴ δικαίῳ κτήματʼ οὐχὶ σῴζεται.

κοὐκ ἄλλον ἕξεις εἰς τάδʼ· ὡς ἔξοιδά σε

οὐ ψιλὸν οὐδʼ ἄσκευον ἐς τοσήνδʼ ὕβριν

ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,

ἀλλʼ ἔσθʼ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.

ἃ δεῖ μʼ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν

ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.

νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι

δοκεῖ λελέχθαι χὤτε ταῦτʼ ἐμηχανῶ;

οὐδὲν σὺ μεμπτὸν ἐνθάδʼ ὢν ἐρεῖς ἐμοί·

οἴκοι δὲ χἠμεῖς εἰσόμεσθʼ ἃ χρὴ ποεῖν.

χωρῶν ἀπείλει νῦν· σὺ δʼ ἡμίν, Οἰδίπους,

ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,

ἢν μὴ θάνω ʼγὼ πρόσθεν, οὐχὶ παύσομαι

πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.

ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν

καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.

εἴην ὅθι δαΐων

ἀνδρῶν τάχʼ ἐπιστροφαὶ

τὸν χαλκοβόαν Ἄρη

μείξουσιν, ἢ πρὸς Πυθίαις

ἢ λαμπάσιν ἀκταῖς,

οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη

θνατοῖσιν, ὧν καὶ χρυσέα

κλῂς ἐπὶ γλώσσᾳ βέβακε

προσπόλων Εὐμολπιδᾶν·

ἔνθʼ οἶμαι τὸν ἐγρεμάχαν

Θησέα καὶ τὰς διστόλους

ἀδμῆτας ἀδελφὰς

αὐτάρκει τάχʼ ἐμμίξειν βοᾷ

τούσδʼ ἀνὰ χώρους·

ἤ που τὸν ἐφεσπέρου

πέτρας νιφάδος πελῶσʼ

Οἰάτιδος εἰς νόμον,

πώλοισιν ἢ ῥιμφαρμάτοις

φεύγοντες ἁμίλλαις.

ἁλώσεται· δεινὸς ὁ προσχώρων Ἄρης,

δεινὰ δὲ Θησειδᾶν ἀκμά.

πᾶς γὰρ ἀστράπτει χαλινός,

πᾶσα δʼ ὁρμᾶται καθεῖσʼ

ἀμπυκτήρια στομίων

ἄμβασις, οἳ τὰν ἱππίαν

τιμῶσιν Ἀθάναν

καὶ τὸν πόντιον γαιάοχον

Ῥέας φίλον υἱόν.

ἔρδουσʼ ἢ μέλλουσιν; ὡς

προμνᾶταί τί μοι

γνώμα τάχʼ ἀντάσειν

τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη.

τελεῖ τελεῖ Ζεύς τι κατʼ ἆμαρ

μάντις εἴμʼ ἐσθλῶν ἀγώνων.

εἴθʼ ἀελλαία ταχύρρωστος πελειὰς

αἰθερίας νεφέλας κύρσαιμʼ ἄνωθʼ ἀγώνων

αἰωρήσασα τοὐμὸν ὄμμα.

ἰὼ θεῶν πάνταρχε, παντ-

όπτα Ζεῦ, πόροις

γᾶς τᾶσδε δαμούχοις

σθένει ʼπινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον,

σεμνά τε παῖς Παλλὰς Ἀθάνα.

καὶ τὸν ἀγρευτὰν Ἀπόλλω

καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν

ὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰς

μολεῖν γᾷ τᾷδε καὶ πολίταις.

ὦ ξεῖνʼ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς

ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ

τάσδʼ ἆσσον αὖθις ὧδε προσπολουμένας.

ποῦ ποῦ; τί φής; πῶς εἶπας;

ὦ πάτερ πάτερ,

τίς ἂν θεῶν σοι τόνδʼ ἄριστον ἄνδρʼ ἰδεῖν

δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;

ὦ τέκνον, ἦ πάρεστον;

αἵδε γὰρ χέρες

Θησέως ἔσωσαν φιλτάτων τʼ ὀπαόνων.

προσέλθετʼ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ

ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.

αἰτεῖς ἃ τεύξει· σὺν πόθῳ γὰρ ἡ χάρις.

ποῦ δῆτα, ποῦ ʼστόν;

αἵδʼ ὁμοῦ πελάζομεν.

ὦ φίλτατʼ ἔρνη.

τῷ τεκόντι πᾶν φίλον.

ὦ σκῆπτρα φωτός.

δυσμόρου γε δύσμορα.

ἔχω τὰ φίλτατʼ, οὐδʼ ἔτʼ ἂν πανάθλιος

θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.

ἐρείσατʼ, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον

ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον

τοῦ πρόσθʼ ἐρήμου τοῦδε δυστήνου πλάνου.

καί μοι τὰ πραχθέντʼ εἴπαθʼ ὡς βράχιστʼ, ἐπεὶ

ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.

ὅδʼ ἔσθʼ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,

οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδʼ ἔσται βραχύ.

ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς

τέκνʼ εἰ φανέντʼ ἄελπτα μηκύνω λόγον.

ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι

τέρψιν παρʼ ἄλλου μηδενὸς πεφασμένην·

σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.

καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,

αὐτῷ τε καὶ γῇ τῇδʼ, ἐπεὶ τό γʼ εὐσεβὲς

μόνοις παρʼ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ

καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.

εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·

ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·

καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς

ψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα.

καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼς

θιγεῖν θελήσαιμʼ ἀνδρός, ᾧ τίς οὐκ ἔνι

κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,

οὐδʼ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν

μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.

σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου

μέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας.

οὔτʼ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,

τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω,

οὔτʼ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδʼ ἔπη.

βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.

οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν

λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.

δείκνυμι δʼ· ὧν γὰρ ὤμοσʼ οὐκ ἐψευσάμην

οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμʼ ἄγων

ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.

χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην

κομπεῖν, ἅ γʼ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;

λόγος δʼ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ

στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ

σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·

πρᾶγος δʼ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.

τί δʼ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με

ὡς μὴ εἰδότʼ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει.

φασίν τινʼ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν

οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως

βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρʼ ᾧ

θύων ἔκυρον, ἡνίχʼ ὡρμώμην ἐγώ.

ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι·

οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,

βραχύν τινʼ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.

ποῖόν τινʼ; οὐ γὰρ ἥδʼ ἕδρα σμικροῦ λόγου.

σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον

αἰτεῖν ἀπελθεῖν τʼ ἀσφαλῶς τῆς δεῦρʼ ὁδοῦ.

τίς δῆτʼ ἂν εἴη τήνδʼ ὁ προσθακῶν ἕδραν;

ὅρα κατʼ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς

ἔσθʼ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.

ὦ φίλτατε, σχὲς οὗπερ εἶ.

τί δʼ ἔστι σοι;

μή μου δεηθῇς.

πράγματος ποίου; λέγε.

ἔξοιδʼ ἀκούων τῶνδʼ ὅς ἐσθʼ ὁ προστάτης.

καὶ τίς ποτʼ ἐστὶν ὅν γʼ ἐγὼ ψέξαιμί τι;

παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ

ἄλγιστʼ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.

τί δʼ; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ

χρῄζεις; τί σοι τοῦτʼ ἐστὶ λυπηρὸν κλύειν;

ἔχθιστον, ὦναξ, φθέγμα τοῦθʼ ἥκει πατρί·

καὶ μή μʼ ἀνάγκῃ προσβάλῃς τάδʼ εἰκαθεῖν.

ἀλλʼ εἰ τὸ θάκημʼ ἐξαναγκάζει, σκόπει

μή σοι πρόνοιʼ ᾖ τοῦ θεοῦ φυλακτέα.

πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.

τὸν ἄνδρʼ ἔασον τόνδε τῇ θʼ αὑτοῦ φρενὶ

χάριν παρασχεῖν τῷ θεῷ θʼ ἃ βούλεται,

καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.

οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει

γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.

λόγων δʼ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς

ηὑρημένʼ ἔργα τῷ λόγῳ μηνύεται.

ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε

τὰ τῶν κακίστων δυσσεβέστατʼ, ὦ πάτερ,

θέμις σέ γʼ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.

ἀλλʼ ἔασον· εἰσὶ χἀτέροις γοναὶ κακαὶ

καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι

φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.

σὺ δʼ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει

πατρῷα καὶ μητρῷα πήμαθʼ ἅπαθες·

κἂν κεῖνα λεύσσῃς, οἶδʼ ἐγώ, γνώσει κακοῦ

θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.

ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα,

τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.

ἀλλʼ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν

δίκαια προσχρῄζουσιν, οὐδʼ αὐτὸν μὲν εὖ

πάσχειν, παθόντα δʼ οὐκ ἐπίστασθαι τίνειν.

τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με

λέγοντες· ἔστω δʼ οὖν ὅπως ὑμῖν φίλον.

μόνον, ξένʼ, εἴπερ κεῖνος ὧδʼ ἐλεύσεται,

μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.

ἅπαξ τὰ τοιαῦτʼ, οὐχὶ δὶς χρῄζω κλύειν,

ὦ πρέσβυ. κομπεῖν δʼ οὐχὶ βούλομαι· σὺ δʼ ὢν

σῶς ἴσθʼ, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.

ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶς

ζώειν, σκαιοσύναν φυλάσσων

ἐν ἐμοὶ κατάδηλος ἔσται.

ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ

λύπας ἐγγυτέρω, τὰ τέρποντα δʼ οὐκ ἂν ἴδοις ὅπου,

ὅταν τις ἐς πλέον πέσῃ

τοῦ δέοντος· ὁ δʼ ἐπίκουρος ἰσοτέλεστος,

Ἄϊδος ὅτε μοῖρʼ ἀνυμέναιος

ἄλυρος ἄχορος ἀναπέφηνε,

θάνατος ἐς τελευτάν.

μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον· τὸ δʼ, ἐπεὶ φανῇ,

βῆναι κεῖθεν ὅθεν περ ἥκει,

πολὺ δεύτερον, ὡς τάχιστα.

ὡς εὖτʼ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον,

τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι;

φθόνος, στάσεις, ἔρις, μάχαι

καὶ φόνοι· τό τε κατάμεμπτον ἐπιλέλογχε

πύματον ἀκρατὲς ἀπροσόμιλον

γῆρας ἄφιλον, ἵνα πρόπαντα

κακὰ κακῶν ξυνοικεῖ.

ἐν ᾧ τλάμων ὅδʼ, οὐκ ἐγὼ μόνος,

πάντοθεν βόρειος ὥς τις

ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται,

ὣς καὶ τόνδε κατʼ ἄκρας

δειναὶ κυματοαγεῖς

ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,

αἱ μὲν ἀπʼ ἀελίου δυσμᾶν,

αἱ δʼ ἀνατέλλοντος·

αἱ δʼ ἀνὰ μέσσαν ἀκτῖνʼ,

αἱ δʼ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.

καὶ μὴν ὅδʼ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος

ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, διʼ ὄμματος

ἀστακτὶ λείβων δάκρυον ὧδʼ ὁδοιπορεῖ.

τίς οὗτος;

ὅνπερ καὶ πάλαι κατείχομεν

γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.

οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ

πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδʼ ὁρῶν

πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς

σὺν σφῷν ἐφηύρηκʼ ἐνθάδʼ ἐκβεβλημένον

ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς

γέρων γέροντι συγκατῴκηκεν πίνος

πλευρὰν μαραίνων, κρατὶ δʼ ὀμματοστερεῖ

κόμη διʼ αὔρας ἀκτένιστος ᾄσσεται·

ἀδελφὰ δʼ, ὡς ἔοικε, τούτοισιν φορεῖ

τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.

ἁγὼ πανώλης ὄψʼ ἄγαν ἐκμανθάνω·

καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς

ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ʼξ ἄλλων πύθῃ.

ἀλλʼ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων

Αἰδὼς ἐπʼ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,

παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων

ἄκη μέν ἐστι, προσφορὰ δʼ οὐκ ἔστʼ ἔτι.

τί σιγᾷς;

φώνησον, ὦ πάτερ, τι· μή μʼ ἀποστραφῇς.

οὐδʼ ἀνταμείβει μʼ οὐδέν, ἀλλʼ ἀτιμάσας

πέμψεις ἄναυδος, οὐδʼ ἃ μηνίεις φράσας;

ὦ σπέρματʼ ἀνδρὸς τοῦδʼ, ἐμαὶ δʼ ὁμαίμονες,

πειράσατʼ ἀλλʼ ὑμεῖς γε κινῆσαι πατρὸς

τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,

ὡς μή μʼ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,

οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.

λέγʼ, ὦ ταλαίπωρʼ, αὐτὸς ὧν χρείᾳ πάρει·

τὰ πολλὰ γάρ τοι ῥήματʼ ἢ τέρψαντά τι,

ἢ δυσχεράναντʼ ἢ κατοικτίσαντά πως,

παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.

ἀλλʼ ἐξερῶ· καλῶς γὰρ ἐξηγεῖ σύ μοι·

πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος

ἀρωγόν, ἔνθεν μʼ ὧδʼ ἀνέστησεν μολεῖν

ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ

λέξαι τʼ ἀκοῦσαί τʼ ἀσφαλεῖ σὺν ἐξόδῳ.

καὶ ταῦτʼ ἀφʼ ὑμῶν, ὧ ξένοι, βουλήσομαι

καὶ ταῖνδʼ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί.

ἃ δʼ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.

γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,

τοῖς σοῖς πανάρχοις οὕνεκʼ ἐνθακεῖν θρόνοις

γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.

ἀνθʼ ὧν μʼ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,

γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ

οὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών,

πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν

τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.

ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.

ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,

λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας

ἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας

πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,

ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον

ξὺν τοῖσδʼ ἀγείρας ἢ θάνοιμι πανδίκως

ἢ τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς.

εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;

σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων

αὐτός τʼ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,

οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε

λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν·

οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν

δόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς·

ὁ δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκος

Τυδεύς. τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς·

τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρ

Ταλαός· ὁ πέμπτος δʼ εὔχεται κατασκαφῇ

Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·

ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,

ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ

μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·

ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ

πότμου φυτευθείς, σός γέ τοι καλούμενος,

ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.

οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,

ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι

μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ

τῷδʼ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,

ὅς μʼ ἐξέωσε κἀπεσύλησεν πάτρας.

εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,

οἷς ἂν σὺ προσθῇ, τοῖσδʼ ἔφασκʼ εἶναι κράτος.

πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων

αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ

πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ.

ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε

κἀγώ, τὸν αὐτὸν δαίμονʼ ἐξειληχότες.

ὁ δʼ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,

κοινῇ καθʼ ἡμῶν ἐγγελῶν ἁβρύνεται·

ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί,

βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.

ὥστʼ ἐν δόμοισι τοῖσι σοῖς στήσω σʼ ἄγων.

στήσω δʼ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.

καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι

κομπεῖν, ἄνευ σοῦ δʼ οὐδὲ σωθῆναι σθένω.

τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκʼ, Οἰδίπους

εἰπὼν ὁποῖα ξύμφορʼ ἔκπεμψαι πάλιν.

ἀλλʼ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός

μὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ

Θησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους,

οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·

νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦ

τοιαῦθʼ ἃ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον·

ὅς γʼ, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,

ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει,

τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασας

κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,

ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ

ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.

οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα

τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·

σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,

σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος

ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.

εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς

τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·

νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,

αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·

ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.

τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω

ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι

πρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθʼ ὅπως πόλιν

κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι

πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.

τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ

νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,

ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν

καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς

τοιώδʼ ἐφύτην· αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.

τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους

κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος

Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.

σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,

κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,

ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου

δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε

τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ

θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.

τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου

στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ,

καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη

τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.

καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν

καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα

πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους

τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.

Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς

ξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν.

οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας,

οἴμοι δʼ ἑταίρων· οἷον ἆρʼ ὁδοῦ τέλος

Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,

τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι

ἔξεσθʼ ἑταίρων, οὐδʼ ἀποστρέψαι πάλιν,

ἀλλʼ ὄντʼ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.

ὦ τοῦδʼ ὅμαιμοι παῖδες, ἀλλʼ ὑμεῖς, ἐπεὶ

τὰ σκληρὰ πατρὸς κλύετε ταῦτʼ ἀρωμένου,

μή τοί με πρὸς θεῶν σφώ γʼ, ἐὰν αἱ τοῦδʼ ἀραὶ

πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους

νόστος γένηται, μή μʼ ἀτιμάσητέ γε,

ἀλλʼ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.

καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον

τοῦδʼ, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα

ἔτʼ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.

Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.

ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.

στρέψαι στράτευμʼ ἐς Ἄργος ὡς τάχιστά γε,

καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ.

ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν

στράτευμʼ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;

τί δʼ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι

πάτραν κατασκάψαντι κέρδος ἔρχεται;

αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντʼ ἐμὲ

οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.

ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει

μαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;

χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα.

οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων

τὰ τοῦδʼ ἕπεσθαι τἀνδρός, οἷʼ ἐθέσπισεν;

οὐκ ἀγγελοῦμεν φλαῦρʼ· ἐπεὶ στρατηλάτου

χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.

οὕτως ἄρʼ, ὦ παῖ, ταῦτά σοι δεδογμένα;

καὶ μή μʼ ἐπίσχῃς γʼ· ἀλλʼ ἐμοὶ μὲν ἥδʼ ὁδὸς

ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ

πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδʼ ἐρινύων·

σφῷν δʼ εὖ διδοίη Ζεύς, τάδʼ εἰ θανόντι μοι

τελεῖτʼ, ἐπεὶ οὔ μοι ζῶντί γʼ αὖθις ἕξετον.

μέθεσθε δʼ ἤδη χαίρετόν τʼ· οὐ γάρ μʼ ἔτι

βλέποντʼ ἐσόψεσθʼ αὖθις.

ὦ τάλαινʼ ἐγώ.

μή τοί μʼ ὀδύρου.

καὶ τίς ἄν σʼ ὁρμώμενον

εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;

εἰ χρή, θανοῦμαι.

μὴ σύ γʼ, ἀλλʼ ἐμοὶ πιθοῦ.

μὴ πεῖθʼ ἃ μὴ δεῖ.

δυστάλαινά τἄρʼ ἐγώ, εἴ σου στερηθῶ.

ταῦτα δʼ ἐν τῷ δαίμονι

καὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δʼ οὖν ἐγὼ

θεοῖς ἀρῶμαι μή ποτʼ ἀντῆσαι κακῶν·

ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.

νέα τάδε νεόθεν ἦλθέ μοι

κακὰ βαρύποτμὰ παρʼ ἀλαοῦ ξένου,

εἴ τι μοῖρα μὴ κιγχάνει.

μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.

ὁρᾷ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,

τὰ δὲ παρʼ ἦμαρ αὖθις αὔξων ἄνω.

ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.

ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,

τὸν πάντʼ ἄριστον δεῦρο Θησέα πόροι;

πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ ᾧ καλεῖς;

Διὸς πτερωτὸς ἥδε μʼ αὐτίκʼ ἄξεται

βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθʼ ὡς τάχος.

μέγας, ἴδε, μάλʼ ὅδʼ ἐρείπεται

κτύπος ἄφατος διόβολος· ἐς δʼ ἄκραν

δεῖμʼ ὑπῆλθε κρατὸς φόβαν.

ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.

τί μὰν ἀφήσει τέλος; δέδοικα δʼ· οὐ γὰρ ἅλιον

ἀφορμᾷ ποτʼ, οὐκ ἄνευ ξυμφορᾶς.

ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.

ὦ παῖδες, ἥκει τῷδʼ ἐπʼ ἀνδρὶ θέσφατος

βίου τελευτὴ κοὐκέτʼ ἔστʼ ἀποστροφή.

πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;

καλῶς κάτοιδʼ· ἀλλʼ ὡς τάχιστά μοι μολὼν

ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.

ἔα ἔα, ἰδοὺ μάλʼ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.

ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ

ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.

ἐναισίου δὲ σοῦ τύχοιμι, μηδʼ ἄλαστον ἄνδρʼ ἰδὼν

ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ.

ἆρʼ ἐγγὺς ἁνήρ; ἆρʼ ἔτʼ ἐμψύχου, τέκνα,

κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;

τί δʼ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;

ἀνθʼ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν

δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.

ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθʼ, εἴτʼ ἄκρα,

περὶ γύαλʼ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνεις

βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.

ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖ

δικαίαν χάριν παρασχεῖν παθών.

σπεῦσον ἄϊσσʼ, ὦναξ.

τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος,

σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;

μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία

χάλαζʼ ἐπιρράξασα; πάντα γὰρ θεοῦ

τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.

ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν

τύχην τις ἐσθλὴν τῆσδʼ ἔθηκε τῆς ὁδοῦ.

τί δʼ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;

ῥοπὴ βίου μοι· καί σʼ ἅπερ ξυνῄνεσα

θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.

τῷ δʼ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ;

αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,

ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων.

πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;

αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε

στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.

πείθεις με· πολλὰ γάρ σε θεσπίζονθʼ ὁρῶ

κοὐ ψευδόφημα· χὤ τι χρὴ ποιεῖν λέγε.

ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοι

γήρως ἄλυπα τῇδε κείσεται πόλει.

χῶρον μὲν αὐτὸς αὐτίκʼ ἐξηγήσομαι,

ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.

τοῦτον δὲ φράζε μή ποτʼ ἀνθρώπων τινί,

μήθʼ οὗ κέκευθε μήτʼ ἐν οἷς κεῖται τόποις·

ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε

δορός τʼ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ.

ἃ δʼ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ,

αὐτὸς μαθήσει, κεῖσʼ ὅταν μόλῃς μόνος·

ὡς οὔτʼ ἂν ἀστῶν τῶνδʼ ἂν ἐξείποιμί τῳ

οὔτʼ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως.

ἀλλʼ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος

τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ

σήμαινʼ, ὁ δʼ αἰεὶ τὠπιόντι δεικνύτω.

χοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλιν

σπαρτῶν ἀπʼ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,

κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν.

θεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταν

τὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·

ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.

τὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν.

χῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,

στείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα.

ὦ παῖδες, ὧδʼ ἕπεσθʼ· ἐγὼ γὰρ ἡγεμὼν

σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.

χωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ με

αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα

μοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.

τῇδʼ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μʼ ἄγει

Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.

ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν,

νῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας.

ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον

κρύψων παρʼ Ἅιδην. ἀλλά, φίλτατε ξένων,

αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ

εὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ

μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.

εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν

καὶ σὲ λιταῖς σεβίζειν,

ἐννυχίων ἄναξ,

Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαι

ἄπονα μήτʼ ἐπὶ βαρυαχεῖ

ξένον ἐξανύσαι

μόρῳ τὰν παγκευθῆ κάτω

νεκρῶν πλάκα καὶ Στύγιον δόμον.

πολλῶν γὰρ ἂν καὶ μάταν

πημάτων ἱκνουμένων

πάλιν σφε δαίμων δίκαιος αὔξοι.

ὦ χθόνιαι θεαὶ σῶμά τʼ ἀνικάτου

θηρός, ὃν ἐν πύλαισι

ταῖσι πολυξένοις

εὐνᾶσθαι κνυζεῖσθαί τʼ ἐξ ἄντρων

ἀδάματον φύλακα παρʼ Ἁίδᾳ

λόγος αἰὲν ἔχει·

τόν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου,

κατεύχομαι ἐν καθαρῷ βῆναι

ὁρμωμένῳ νερτέρας

τῷ ξένῳ νεκρῶν πλάκας·

σέ τοι κικλήσκω τὸν αἰένυπνον.

ἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂν

τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα·

ἃ δʼ ἦν τὰ πραχθέντʼ, οὔθʼ ὁ μῦθος ἐν βραχεῖ

φράσαι πάρεστιν οὔτε τἄργʼ ὅσʼ ἦν ἐκεῖ.

ὄλωλε γὰρ δύστηνος;

ὡς λελοιπότα

κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο.

πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ;

ταῦτʼ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.

ὡς μὲν γὰρ ἐνθένδʼ εἷρπε, καὶ σύ που παρὼν

ἔξοισθʼ, ὑφηγητῆρος οὐδενὸς φίλων,

ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος.

ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν

χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,

ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,

κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως

Περίθου τε κεῖται πίστʼ ἀεὶ ξυνθήματα.

ἀφʼ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου

κοίλης τʼ ἀχέρδου κἀπὸ λαΐνου τάφου,

καθέζετʼ· εἶτʼ ἔλυσε δυσπινεῖς στολάς.

κἄπειτʼ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν

ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν·

τὼ δʼ εὐχλόου Δήμητρος εἰς προσόψιον

πάγον μολοῦσαι τάσδʼ ἐπιστολὰς πατρὶ

ταχεῖ ʼπόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νιν

ἐσθῆτί τʼ ἐξήσκησαν ᾗ νομίζεται.

ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν

κοὐκ ἦν ἔτʼ οὐδὲν ἀργὸν ὧν ἐφίετο,

κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι

ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα

πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν

στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.

ὁ δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,

πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα,

οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.

ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι

τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·

σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνον

τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.

τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον

ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι

τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.

τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοι

λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος

γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,

ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς

θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας

στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,

καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·

ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν

χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.

ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,

αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.

κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα,

δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,

ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον

μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν

μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί.

ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα

κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.

ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους

ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·

ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ

χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμις

λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,

ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα· πλὴν ὁ κύριος

Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.

τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν

ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις

στένοντες ὡμαρτοῦμεν. ὡς δʼ ἀπήλθομεν,

χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν

τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι,

ἄνακτα δʼ αὐτὸν ὀμμάτων ἐπίσκιον

χεῖρʼ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος

φόβου φανέντος οὐδʼ ἀνασχετοῦ βλέπειν.

ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ

ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθʼ ἅμα

καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.

μόρῳ δʼ ὁποίῳ κεῖνος ὤλετʼ, οὐδʼ ἂν εἷς

θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.

οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ

κεραυνὸς ἐξέπραξεν οὔτε ποντία

θύελλα κινηθεῖσα τῷ τότʼ ἐν χρόνῳ,

ἀλλʼ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων

εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον.

ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις

ἀλγεινὸς ἐξεπέμπετʼ, ἀλλʼ εἴ τις βροτῶν

θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,

οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.

ποῦ δʼ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;

αἵδʼ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες

φθόγγοι σφε σημαίνουσι δεῦρʼ ὁρμωμένας.

αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ

οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον

ἄλαστον αἷμα δυσμόροιν στενάζειν,

ᾧτινι τὸν πολὺν

ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,

ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομεν

ἰδόντε καὶ παθόντε.

τί δʼ ἔστιν;

ἔστιν μὲν εἰκάσαι, φίλοι.

βέβηκεν;

ὡς μάλιστʼ ἂν ἐν πόθῳ λάβοις.

τί γάρ, ὅτῳ μήτʼ Ἄρης

μήτε πόντος ἀντέκυρσεν,

ἄσκοποι δὲ πλάκες ἔμαρψαν

ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.

τάλαινα· νῶν δʼ ὀλεθρία

νὺξ ἐπʼ ὄμμασιν βέβακε.

πῶς γὰρ ἤ τινʼ ἀπίαν

γᾶν ἢ πόντιον κλύδωνʼ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;

οὐ κάτοιδα. κατά με φόνιος

Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ

τάλαιναν, ὡς ἔμοιγʼ ὁ μέλλων βίος οὐ βιωτός.

ὦ διδύμα τέκνων ἀρίστα,

τὸ φέρον ἐκ θεοῦ φέρειν,

μηδὲν ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτʼ ἔβητον.

πόθος τοὶ καὶ κακῶν ἄρʼ ἦν τις.

καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον,

ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.

ὦ πάτερ, ὦ φίλος,

ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος·

οὐδέ γʼ ἔνερθʼ ἀφίλητος ἐμοί ποτε

καὶ τᾷδε μὴ κυρήσῃς.

ἔπραξεν;

ἔπραξεν οἷον ἤθελεν.

τὸ ποῖον;

ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας

ἔθανε· κοίταν δʼ ἔχει

νέρθεν εὐσκίαστον αἰέν,

οὐδὲ πένθος ἔλιπʼ ἄκλαυτον.

ἀνὰ γὰρ ὄμμα σε τόδʼ, ὦ πάτερ, ἐμὸν

στένει δακρῦον, οὐδʼ ἔχω

πῶς με χρὴ τὸ σὸν τάλαιναν

ἀφανίσαι τοσόνδʼ ἄχος.

ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλʼ

ἔρημος ἔθανες ὧδέ μοι.

ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδʼ





ἐπαμμένει σέ τʼ, ὦ φίλα, τὰς πατρὸς ὧδʼ ἐρήμας;

ἀλλʼ ἐπεὶ ὀλβίως γʼ ἔλυσεν

τὸ τέλος, ὦ φίλαι, βίου,

λήγετε τοῦδʼ ἄχους· κακῶν γὰρ δυσάλωτος οὐδείς.

πάλιν, φίλα, συθῶμεν.

ὡς τί ῥέξομεν;

ἵμερος ἔχει με.

τίς;

τὰν χθόνιον ἑστίαν ἰδεῖν

τίνος;

πατρός, τάλαινʼ ἐγώ.

θέμις δὲ πῶς τάδʼ ἐστί; μῶν

οὐχ ὁρᾷς;

τί τόδε ἐπέπληξας;

καὶ τόδʼ, ὡς

τί τόδε μάλʼ αὖθις;

ἄταφος ἔπιτνε δίχα τε παντός.

ἄγε με, καὶ τότʼ ἐπενάριξον.

αἰαῖ, δυστάλαινα, ποῦ δῆτʼ

αὖθις ὧδʼ ἔρημος ἄπορος

αἰῶνα τλάμονʼ ἕξω;

φίλαι, τρέσητε μηδέν.

ἀλλὰ ποῖ φύγω;

καὶ πάρος ἀπέφυγε

τί;

τὰ σφῷν τὸ μὴ πίτνειν κακῶς.

φρονῶ.

τί δῆθʼ ὅπερ νοεῖς;

ὅπως μολούμεθʼ ἐς δόμους,

οὐκ ἔχω.

μηδέ γε μάτευε.

μόγος ἔχει.

καὶ πάρος ἐπεῖχε.

τοτὲ μὲν ἄπορα, τοτὲ δʼ ὕπερθεν.

μέγʼ ἄρα πέλαγος ἐλάχετόν τι.

ναὶ ναί.

ξύμφημι καὐτός.

αἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ;

ἐλπίδων γὰρ ἐς τίνʼ ἔτι με

δαίμων τανῦν γʼ ἐλαύνει;

παύετε θρήνων, παῖδες· ἐν οἷς γὰρ

χάρις ἡ χθονία ξύνʼ ἀπόκειται,

πενθεῖν οὐ χρή· νέμεσις γάρ.

ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.

τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;

τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.

ἀλλʼ οὐ θεμιτόν.

πῶς εἶπας, ἄναξ, κοίρανʼ Ἀθηνῶν;

ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος

μήτε πελάζειν ἐς τούσδε τόπους

μήτʼ ἐπιφωνεῖν μηδένα θνητῶν

θήκην ἱεράν, ἣν κεῖνος ἔχει.

καὶ ταῦτά μʼ ἔφη πράσσοντα καλῶς

χώραν ἕξειν αἰὲν ἄλυπον.

ταῦτʼ οὖν ἔκλυεν δαίμων ἡμῶν

χὠ πάντʼ ἀΐων Διὸς Ὅρκος.

ἀλλʼ εἰ τάδʼ ἔχει κατὰ νοῦν κείνῳ,

ταῦτʼ ἂν ἀπαρκοῖ· Θήβας δʼ ἡμᾶς

τὰς ὠγυγίους πέμψον, ἐάν πως

διακωλύσωμεν ἰόντα φόνον

τοῖσιν ὁμαίμοις.

δράσω καὶ τάδε καὶ πάνθʼ ὁπόσʼ ἂν

μέλλω πράσσειν πρόσφορά θʼ ὑμῖν

καὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει,

πρὸς χάριν· οὐ δεῖ μʼ ἀποκάμνειν.

ἀλλʼ ἀποπαύετε μηδʼ ἐπὶ πλείω

θρῆνον ἐγείρετε·

πάντως γὰρ ἔχει τάδε κῦρος.