ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ

Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι

παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.

τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,

τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·

αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ

ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε

Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,

φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν

πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,

ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε

πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν

ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην

τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.

νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων

Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·

ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας

ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ

μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.

πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,

ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,

ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.

ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ

σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.

ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,

ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,

ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ

ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.

τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ

ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,

εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.

ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν

μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ

δίκας ἀροίμην τῶν φονευσάντων πάρα,

χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·

ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ

δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.

ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,

σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,

δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,

ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.

οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ

γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον.

λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ

Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ

μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.

ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα

τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,

ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων

δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.

ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,

λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς

στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,

τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,

ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,

ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν

φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας

φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.

τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼν

ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;

δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.

ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς

λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους

ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·

ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο

δεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.

ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,

δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,

σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι

δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·

καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,

ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων.

εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,

τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.

νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν

μέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης.

ἰώ μοί μοι δύστηνος.

καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς

ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.

ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις

μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;

ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου

πειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν,

πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει

νίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων.

ὦ φάος ἁγνὸν

καὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοι

πολλὰς μὲν θρήνων ᾠδάς,

πολλὰς δʼ ἀντήρεις ᾔσθου

στέρνων πληγὰς αἱμασσομένων,

ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·

τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ

ξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,

ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ

πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν

φοίνιος Ἄρης οὐκ ἐξένισεν,

μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς

Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι

σχίζουσι κάρα φονίῳ πελέκει,

κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλλης

ἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτως

αἰκῶς οἰκτρῶς τε θανόντος.

ἀλλʼ οὐ μὲν δὴ

λήξω θρήνων στυγερῶν τε γόων,

ἔστʼ ἂν παμφεγγεῖς ἄστρων

ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,

μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼν

ἐπὶ κωκυτῷ τῶνδε πατρῴων

πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.

ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης,

ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ

σεμναί τε θεῶν παῖδες Ἐρινύες,

αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,

αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,

ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς

φόνον ἡμετέρου,

καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·

μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ

λύπης ἀντίρροπον ἄχθος.

ὦ παῖ, παῖ δυστανοτάτας

Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ

τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν

τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα

ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα

κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν

ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.

ὦ γενέθλα γενναίων,

ἥκετʼ ἐμῶν καμάτων παραμύθιον.

οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με

φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,

μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.

ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,

ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,

αἰαῖ, ἱκνοῦμαι.

ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα

παγκοίνου λίμνας πατέρʼ ἀν-

στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.

ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον

ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,

ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.

τί μοι τῶν δυσφόρων ἐφίει;

νήπιος ὃς τῶν οἰκτρῶς

οἰχομένων γονέων ἐπιλάθεται.

ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,

ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,

ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.

ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,

ἅτʼ ἐν τάφῳ πετραίῳ

αἰεὶ δακρύεις.

οὔτοι σοὶ μούνᾳ, τέκνον,

ἄχος ἐφάνη βροτῶν,

πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,

οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,

οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,

κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,

ὄλβιος, ὃν ἁ κλεινὰ

γᾶ ποτε Μυκηναίων

δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι

βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.

ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,

τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,

δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον

οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται

ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ

ἔρχεται ἀγγελίας ἀπατώμενον;

ἀεὶ μὲν γὰρ ποθεῖ,

ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.

θάρσει μοι, θάρσει, τέκνον.

ἔτι μέγας οὐρανῷ

Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·

ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα

μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·

χρόνος γὰρ εὐμαρὴς θεός.

οὔτε γὰρ ὁ τὰν Κρῖσαν

βούνομον ἔχων ἀκτὰν

παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος

οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.

ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη

βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·

ἅτις ἄνευ τεκέων κατατάκομαι,

ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,

ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία

οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν

ἀεικεῖ σὺν στολᾷ,

κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις.

οἰκτρὰ μὲν νόστοις αὐδά,

οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις

ὅτε οἱ παγχάλκων ἀνταία

γενύων ὡρμάθη πλαγά.

δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,

δεινὰν δεινῶς προφυτεύσαντες

μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν

ἦν ὁ ταῦτα πράσσων.

ὦ πασᾶν κείνα πλέον ἁμέρα

ἐλθοῦσʼ ἐχθίστα δή μοι·

ὦ νύξ, ὦ δείπνων ἀρρήτων

ἔκπαγλʼ ἄχθη,

τοὺς ἐμὸς ἴδε πατὴρ

θανάτους αἰκεῖς διδύμαιν χειροῖν,

αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·

οἷς θεὸς ὁ μέγας Ὀλύμπιος

ποίνιμα πάθεα παθεῖν πόροι,

μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο

τοιάδʼ ἀνύσαντες ἔργα.

φράζου μὴ πόρσω φωνεῖν.

οὐ γνώμαν ἴσχεις ἐξ οἵων

τὰ παρόντʼ οἰκείας εἰς ἄτας

ἐμπίπτεις οὕτως αἰκῶς;

πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,

σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ

ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς

οὐκ ἐριστὰ πλάθειν.

δεινοῖς ἠναγκάσθην, δεινοῖς·

ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.

ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω

ταύτας ἄτας,

ὄφρα με βίος ἔχῃ.

τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,

πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;

ἄνετέ μʼ ἄνετε, παράγοροι·

τάδε γὰρ ἄλυτα κεκλήσεται,

οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι

ἀνάριθμος ὧδε θρήνων.

ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,

μάτηρ ὡσεί τις πιστά,

μὴ τίκτειν σʼ ἄταν ἄταις.

καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,

πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;

ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;

μήτʼ εἴην ἔντιμος τούτοις

μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,

ξυνναίοιμʼ εὔκηλος, γονέων

ἐκτίμους ἴσχουσα πτέρυγας

ὀξυτόνων γόων.

εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν

κείσεται τάλας,

οἱ δὲ μὴ πάλιν

δώσουσʼ ἀντιφόνους δίκας,

ἔρροι τʼ ἂν αἰδὼς

ἁπάντων τʼ εὐσέβεια θνατῶν.

ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα

καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς

λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.

αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ

πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.

ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,

σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,

πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;

ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ

θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·

ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,

ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν

ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς

ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι

λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.

ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,

ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω

τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα

φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους

σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,

ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,

τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς

ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν

ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·

ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι

ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·

ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,

εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε

πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,

ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ

θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.

ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας

κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς

τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην

αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα

τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.

αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ

φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·

ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ

τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;

κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ

τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.

τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς

ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς

βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;

οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν

κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;

ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.

τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας

ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,

ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,

ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.

ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ

παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.

μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου

καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.

ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,

οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς

πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.

φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας

λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;

ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,

θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει.

ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους

τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;

ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;

καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,

ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.

φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.

φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα.

καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ.

θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις.

πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.

μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ

τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,

Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν

φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.

τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις

ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,

κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις

θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;

καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι

ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος

λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ.

νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,

καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·

τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.

καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,

ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ

ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα.

δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,

κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.

ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα

κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.

ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς

ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·

ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις

σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,

ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης

οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.

οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;

ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι

κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.

οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.

λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι

τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.

σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,

ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.

ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ

μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,

τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία

τράπεζα κείσθω καὶ περιρρείτω βίος.

ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον

βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,

οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς

πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ

τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,

θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.

μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις

ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις

τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.

ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως

τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,

εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν

ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.

φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι

μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι.

ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ.

μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων,

ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου

φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ

στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά.

πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον

παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.

ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;

μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.

ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.

τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;

ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.

ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν;

ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.

βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;

καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.

ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.

μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.

ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.

σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.

καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.

πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.

πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.

ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.

σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;

οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.

χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.

ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα;

μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.

πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;

ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.

ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;

ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;

ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.

ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;

εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.

ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.

λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι

ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.

λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς

τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν

ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον

πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ

αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω

βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον

πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.

τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ

δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου.

πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι

πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.

πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν

ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·

εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.

ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν

τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις

οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι

κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·

ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει

κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς

τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ

κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.

ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ

πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς

οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.

σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ

γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,

ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,

ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ

κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς

λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;

οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ

τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας

κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως

ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα

καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.

αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ

ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,

καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς

ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,

ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις

χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.

οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον

πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·

ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε

ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν

πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.

πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,

εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.

δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον

δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.

πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ

σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·

ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν

δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.

εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας

λειπομένα σοφᾶς,

εἶσιν ἁ πρόμαντις

Δίκα δίκαια φερομένα χεροῖν κράτη·

μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.

ὕπεστί μοι θάρσος,

ἁδυπνόων κλύουσαν

ἀρτίως ὀνειράτων.

οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,

οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,

ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.

ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς

κρυπτομένα λόχοις

χαλκόπους Ἐρινύς.

ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων

γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.

πρὸ τῶνδέ τοί μʼ ἔχει

μή ποτε μή ποθʼ ἡμῖν

ἀψεγὲς πελᾶν τέρας

τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν

οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις,

εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.

ὦ Πέλοπος ἁ πρόσθεν

πολύπονος ἱππεία,

ὡς ἔμολες αἰανὴς

τᾷδε γᾷ.

εὖτε γὰρ ὁ ποντισθεὶς

Μυρτίλος ἐκοιμάθη,

παγχρύσων δίφρων

δυστάνοις αἰκίαις

πρόρριζος ἐκριφθείς,

οὔ τί πω

ἔλειπεν ἐκ τοῦδʼ οἴκου

πολύπονος αἰκία.

ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·

οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ

μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·

νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει

ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ

ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης

ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·

ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε

λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.

πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ

ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς

ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·

ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,

ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·

ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,

τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη

θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ

λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.

εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων

ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;

ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.

ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν

τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;

πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,

οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς

καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;

ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων

ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;

ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ

παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;

οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;

δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·

φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.

ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις

δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,

γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.

ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι

λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·

ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ

λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.

καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους

ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.

καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν

τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,

εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι

ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν

πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.

ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος

ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·

ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.

πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς

παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν

στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς

ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.

κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη

κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον

τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.

ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις

ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.

ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις

ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.

εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων

ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν

χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;

ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς

μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.

εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι

πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.

ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.

εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν

αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,

ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ

πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,

καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς

κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.

πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς

ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;

αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν

ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.

ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,

ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα

κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότιν

ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,

ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς

πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·

ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,

τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·

ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα

ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,

ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα

κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν

εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.

εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,

σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.

ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ

ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.

ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,

ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,

καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ

χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;

εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,

κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα

ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.

ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ

ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·

αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.

ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη

καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.

σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς

τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.

ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους

τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.

ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι

λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.

οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς

θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;

ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ

τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.

ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι

πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους

εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.

κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,

κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις

ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει

πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,

μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ

σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.

ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.

ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα

δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,

εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,

εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·

καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες

δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,

ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ

δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,

φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν

εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ

δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.

ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων

δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.

τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ

ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·

τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.

ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς

εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;

τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.

ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ

κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.

μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.

ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους

ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.

ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου

πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.

Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.

τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν

ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.

τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.

οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.

τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.

θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.

ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.

σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,

τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;

κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.

κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος

πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,

ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων

δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,

εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·

δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα

νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.

χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω

οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·

ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς

δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,

τούτων ἐνεγκὼν πάντα τἀπινίκια

ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,

ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος

Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.

καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν

βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.

κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν

ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,

εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.

εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο

Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·

κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων

ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας

ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·

ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·

ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·

Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.

στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς

κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,

χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα

ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν

ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος

κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω

φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι

φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι

χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.

ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις

ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.

κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων

ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς

σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.

καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·

ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι

πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς

τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον

μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·

κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ

ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο

ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.

γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος

ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς

κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.

ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων

πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·

ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,

ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς

πώλοις διώκει, κἀξισώσαντε ζυγὰ

ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος

κάρα προβάλλων ἱππικῶν ὀχημάτων.

καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους

ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·

ἔπειτα λύων ἡνίαν ἀριστερὰν

κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν

παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας

κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται

τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ

πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.

στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα

δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,

οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,

φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ

σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,

μόλις κατασχεθόντες ἱππικὸν δρόμον,

ἔλυσαν αἱματηρόν, ὥστε μηδένα

γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.

καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ

χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ

φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,

ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.

τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ

ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,

μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.

φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι

πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.

ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,

ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,

εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.

τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;

δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς

πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.

μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.

οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,

εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια

προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,

μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς

ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς

ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι

φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;

ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας

ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν

χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.

νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου

πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη

ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ

ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που

τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.

οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,

Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων

πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;

οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.

ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.

ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.

ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.

οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.

πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.

πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,

εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.

οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ.

ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν

πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.

ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν

ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.

ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη

δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ

τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;

ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.

Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.

ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς

αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,

σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε

κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;

μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη

καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν

ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ

φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;

ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου

ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ

παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.

πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,

τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,

λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.

ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων

Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;

ἒ ἔ, αἰαῖ.

ὦ παῖ, τί δακρύεις;

φεῦ.

μηδὲν μέγʼ ἀΰσῃς.

ἀπολεῖς.

πῶς;

εἰ τῶν φανερῶς οἰχομένων

εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας

μᾶλλον ἐπεμβάσει.

οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις

ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας

ἒ ἔ, ἰώ.

πάμψυχος ἀνάσσει.

φεῦ.

φεῦ δῆτʼ· ὀλοὰ γὰρ

ἐδάμη.

ναί.

οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ

ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,

φροῦδος ἀναρπασθείς.

δειλαία δειλαίων κυρεῖς.

κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,

πανσύρτῳ παμμήνῳ πολλῶν

δεινῶν στυγνῶν τʼ αἰῶνι.

εἴδομεν ἁθρήνεις.

μή μέ νυν μηκέτι

παραγάγῃς, ἵνʼ οὐ

τί φής;

πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων

εὐπατριδᾶν ἀρωγαί.

πᾶσι θνατοῖς ἔφυ μόρος.

ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις

οὕτως, ὡς κείνῳ δυστάνῳ,

τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;

ἄσκοπος ἁ λώβα.

πῶς γὰρ οὔκ; εἰ ξένος

ἄτερ ἐμᾶν χερῶν

παπαῖ.

κέκευθεν, οὔτε του τάφου ἀντιάσας

οὔτε γόων παρʼ ἡμῶν.

ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι

τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·

φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν

πάροιθεν εἶχες καὶ κατέστενες κακῶν

πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων

ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;

πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ

κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.

ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς

σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;

μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει

λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.

οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον

τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;

ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ

σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.

τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι

βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;

πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου

τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.

σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.

καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.

ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,

ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους

πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ

πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.

ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ

μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.

ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,

τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ

πυρᾶς νεώρη βόστρυχον τετμημένον·

κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι

ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν

πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·

καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,

χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.

καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι

μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·

τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;

κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,

οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς

ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.

ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ

τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·

ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.

ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι

οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.

νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως

πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.

φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.

τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;

οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.

πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;

τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι

σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.

οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;

τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο.

καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται.

κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.

οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν

τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;

οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος

μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα.

ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους

τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα

ἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην,

τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά.

οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ,

τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.

ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;

οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν.

τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;

τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.

ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι.

ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.

ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.

ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.

παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων

ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν

ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.

ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ

θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας

φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·

νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,

ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου

ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν

Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.

ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων

βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν

πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,

πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου

ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.

καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως

τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ

Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος

βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.

ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,

πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω

θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·

ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα

καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων

τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.

λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην

σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;

τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν

τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·

ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,

ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,

ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ

ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·

τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,

τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει

τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.

τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,

ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.

ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,

σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,

παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι

ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.

ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία

καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.

καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν

ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν

τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.

ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος

αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;

οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,

σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.

δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,

ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.

τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν

ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;

ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ

κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.

λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ

βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.

οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν

χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.

ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν

ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος,

κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα

ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,

αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,

σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.

πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ

κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.

ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼ

ᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην.

ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέον

τοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν.

φεῦ·

εἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς

θνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω.

ἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.

ἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν.

ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.

εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.

ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.

ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.

ἀλλʼ οὔ ποτʼ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.

μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.

ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.

ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.

ἐλθοῦσα μητρὶ ταῦτα πάντʼ ἔξειπε σῇ.

οὐδʼ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σʼ ἐγώ.

ἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις.

ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.

τῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ;

ὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν.

ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.

εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.

τί δʼ; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;

ἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.

τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.

ἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ.

καὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε.

καὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;

βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.

φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.

πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.

ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπη

τολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους.

ἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε,

οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ

πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.

ἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι

φρονεῖν, φρόνει τοιαῦθʼ. ὅταν γὰρ ἐν κακοῖς

ἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη.

τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς

κηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ-

ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;

ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰν

καὶ τὰν οὐρανίαν Θέμιν,

δαρὸν οὐκ ἀπόνητοι.

ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν

ὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ

ὀνείδη·

ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ

φύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί-

τᾳ· πρόδοτος δὲ μόνα σαλεύει

Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς

δειλαία στενάχουσʼ, ὅπως

ἁ πάνδυρτος ἀηδών,

οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα,

διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;

οὐδεὶς τῶν ἀγαθῶν γὰρ

ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει

νώνυμος, ὦ παῖ παῖ.

ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου,

τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,

σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι.

ζῴης μοι καθύπερθεν

χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον

νῦν ὑπόχειρ ναίεις·

ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ

βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν

ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.

ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν

ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;

τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;

Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.

ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.

τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν

ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;

ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.

ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι

Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,

οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν

φήμης φέροντες ἐμφανῆ τεκμήρια;

οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρων

ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.

τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος.

φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ

τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.

οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς

πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.

εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,

τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.

ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε

κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,

ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ

ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.

δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς

ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,

ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.

ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ

ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων

οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.

νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,

δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ.

ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,

πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν

κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,

ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,

τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.

νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς

κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,

κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ

λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς

ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,

ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας

σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.

οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς

ἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶ

πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε

μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,

οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,

ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.

νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ

θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας

θύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ·

τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·

γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς

μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις

φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος

τιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς

δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,

ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης

μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.

οἴμοι μοι.

ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.

ὦ δεινοτάτας, οἴμοι μοι,

πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·

ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.

τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος,

τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω

ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,

ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ

τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.

τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.

θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,

θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.

πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.

φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν

ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.

τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;

ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;

τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον.

οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.

οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;

ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον.

οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε.

φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,

τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;

ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.

ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;

ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.

καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.

καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;

ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος

τοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;

τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.

τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;

μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.

τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;

καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.

οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;

οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.

ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.

μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ.

μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.

οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;

ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα.

ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.

μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.

μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε.

πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.

μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα.

οὔ φημʼ ἐάσειν.

ὦ τάλαινʼ ἐγὼ σέθεν,

Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.

εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.

πῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω;

οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.

οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;

ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν.

εἴπερ γʼ Ὀρέστου σῶμα βαστάζω τόδε;

ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον.

ποῦ δʼ ἔστʼ ἐκείνου τοῦ ταλαιπώρου τάφος;

οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.

πῶς εἶπας, ὦ παῖ;

ψεῦδος οὐδὲν ὧν λέγω.

ἦ ζῇ γὰρ ἁνήρ;

εἴπερ ἔμψυχός γʼ ἐγώ.

ἦ γὰρ σὺ κεῖνος;

τήνδε προσβλέψασά μου

σφραγῖδα πατρὸς ἔκμαθʼ εἰ σαφῆ λέγω.

ὦ φίλτατον φῶς.

φίλτατον, συμμαρτυρῶ.

ὦ φθέγμʼ, ἀφίκου;

μηκέτʼ ἄλλοθεν πύθῃ,

ἔχω σε χερσίν;

ὡς τὰ λοίπʼ ἔχοις ἀεί.

ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,

ὁρᾶτʼ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν

θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.

ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι

γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.

ἰὼ γοναί,

γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,

ἐμόλετʼ ἀρτίως,

ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε.

πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε.

τί δʼ ἔστιν;

σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.

ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,

τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,

περισσὸν ἄχθος ἔνδον

γυναικῶν ὂν αἰεί.

ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης

ἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που.

ὀτοτοτοτοῖ τοτοῖ,

ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,

οὐδέ ποτε λησόμενον ἁμέτερον

οἷον ἔφυ κακόν.

ἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσία

φράζῃ, τότʼ ἔργων τῶνδε μεμνῆσθαι χρεών.

ὁ πᾶς ἐμοί,

ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν

τάδε δίκᾳ χρόνος·

μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.

ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.

τί δρῶσα;

οὗ μή ʼστι καιρὸς μὴ μακρὰν βούλου λέγειν.

τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος

μεταβάλοιτʼ ἂν ὧδε σιγὰν λόγων;

ἐπεί σε νῦν ἀφράστως

ἀέλπτως τʼ ἐσεῖδον.

τότʼ εἶδες, εὖτε θεοί μʼ ἐπώτρυναν μολεῖν



ἔφρασας ὑπερτέραν

τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν

ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον

αὐτὸ τίθημʼ ἐγώ.

τὰ μέν σʼ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ

δέδοικα λίαν ἡδονῇ νικωμένην.

ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν

ἐπαξιώσας ὧδέ μοι φανῆναι,

μή τί με, πολύπονον ὧδʼ ἰδὼν

τί μὴ ποήσω;

μή μʼ ἀποστερήσῃς

τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.

ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.

ξυναινεῖς;

τί μὴν οὔ;

ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν,

οὐδʼ ἂν ἔσχον ὁρμὰν

ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,

τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲ

φιλτάταν ἔχων πρόσοψιν,

ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν.

τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,

καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,

μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων

ἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·

χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.

ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ

σήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοι

γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.

οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεται

φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·

ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃ

στέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότε

χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.

ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλον

καὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰς

πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,

κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺ

αὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς

ὑπηρετοίην τῷ παρόντι δαίμονι.

ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων

ὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,

μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡς

γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα.

μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,

κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷ

δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,

ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τε

καὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα·

ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂν

τέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν.

ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,

ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη

οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς

ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.

σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.

εἴσιτʼ, ὦ ξένοι,

ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις

δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών.

ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,

πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι

ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,

ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς

τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;

ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼ

πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις

τὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·

νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.

καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων

καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς

εἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸν

ἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή.

πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;

καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.

ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.

εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.

χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;

τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,

καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.

τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον.

οὐχὶ ξυνίης;

οὐδέ γʼ ἐς θυμὸν φέρω.

οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;

ποίῳ; τί φωνεῖς;

οὗ τὸ Φωκέων πέδον

ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.

ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ

μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;

ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις.

ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων

Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,

ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;

ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχων

ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι

ξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά με

λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί;

χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·

χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼ

ἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ.

ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους

πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι,

αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.

σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι

νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,

νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον,

φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις

ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.

οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων,

Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχος

χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη

θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.

ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε

ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ

ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.

νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχω

αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων

ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,

καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια

τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.

ἴδεθʼ ὅποι προνέμεται

τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.

βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι

μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,

ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ

τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.

παράγεται γὰρ ἐνέρων

δολιόπους ἀρωγὸς εἴσω στέγας,

ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,

νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς

Ἑρμῆς σφʼ ἄγει δόλον σκότῳ

κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει.

ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα

τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.

πῶς δή; τί νῦν πράσσουσιν;

ἡ μὲν ἐς τάφον

λέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας.

σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί;

φρουρήσουσʼ ὅπως

Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.

αἰαῖ. ἰὼ στέγαι

φίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι.

βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι;

ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.

οἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;

ἰδοὺ μάλʼ αὖ θροεῖ τις.

ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.

ἀλλʼ οὐκ ἐκ σέθεν

ᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ.

ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι

μοῖρα καθαμερία φθίνει φθίνει.

ὤμοι πέπληγμαι.

παῖσον, εἰ σθένεις, διπλῆν.

ὤμοι μάλʼ αὖθις.

εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ.

τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.

παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν

κτανόντων οἱ πάλαι θανόντες.

καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ

στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.

Ὀρέστα, πῶς κυρεῖτε;

τἀν δόμοισι μὲν

καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.

τέθνηκεν ἡ τάλαινα;

μηκέτʼ ἐκφοβοῦ

μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.

παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.

ὦ παῖδες, οὐκ ἄψορρον;

εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;

ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου

χωρεῖ γεγηθὼς

βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,

νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν.

θάρσει· τελοῦμεν.

ᾗ νοεῖς ἔπειγέ νυν.

καὶ δὴ βέβηκα.

τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.

διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν

πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς

ὀρούσῃ πρὸς δίκας ἀγῶνα.

τίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι,

οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον

λελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις;

σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος

χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν

οἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι.

ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν

ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.

ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.

ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.

ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;

οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.

πάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;

πάρεστι δῆτα, καὶ μάλʼ ἄζηλος θέα.

ἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως.

χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.

σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας

πᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν,

ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος

ἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν

στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν

ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.

καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳ

νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.

ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐ

πεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω.

χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπως

τὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ.

αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν,

τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.

ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,

εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.

αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει.

οἴμοι, τί λεύσσω;

τίνα φοβεῖ; τίνʼ ἀγνοεῖς;

τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;

οὐ γὰρ αἰσθάνει πάλαι

ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;

οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπως

ὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ.

καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.

ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες

κἂν σμικρὸν εἰπεῖν.

μὴ πέρα λέγειν ἔα

πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.

τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων

θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;

ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες

ταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν,

ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶν

μόνον γένοιτο τῶν πάλαι λυτήριον.

χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ

νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.

τί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸν

τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;

μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανες

πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.

ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν

τά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;

τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος.

ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.

πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται.

ἀλλʼ ἕρφʼ.

ὑφηγοῦ.

σοὶ βαδιστέον πάρος.

ἦ μὴ φύγω σε;

μὴ μὲν οὖν καθʼ ἡδονὴν

θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.

χρῆν δʼ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,

ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει,

κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.

ὦ σπέρμʼ Ἀτρέως, ὡς πολλὰ παθὸν

διʼ ἐλευθερίας μόλις ἐξῆλθες

τῇ νῦν ὁρμῇ τελεωθέν.