ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,

τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε

ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;

πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,

ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·

ἁγὼ δικαιῶν μὴ παρʼ ἀγγέλων, τέκνα,

ἄλλων ἀκούειν αὐτὸς ὧδʼ ἐλήλυθα,

ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.

ἀλλʼ ὦ γεραιέ, φράζʼ, ἐπεὶ πρέπων ἔφυς

πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,

δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν

ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν

εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.

ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,

ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα

βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν

πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,

ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων

λεκτοί· τὸ δʼ ἄλλο φῦλον ἐξεστεμμένον

ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς

ναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.

πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν

ἤδη σαλεύει κἀνακουφίσαι κάρα

βυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου,

φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,

φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τε

ἀγόνοις γυναικῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς

σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,

ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼ

Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.

θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼ

οὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι,

ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου

κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·

ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν

σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,

καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον

οὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ

λέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον·

νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,

ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι

ἀλκήν τινʼ εὑρεῖν ἡμίν, εἴτε του θεῶν

φήμην ἀκούσας εἴτʼ ἀπʼ ἀνδρὸς οἶσθά του·

ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς

ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.

ἴθʼ, ὦ βροτῶν ἄριστʼ, ἀνόρθωσον πόλιν,

ἴθʼ, εὐλαβήθηθʼ· ὡς σὲ νῦν μὲν ἥδε γῆ

σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·

ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα

στάντες τʼ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.

ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν·

ὄρνιθι γὰρ καὶ τὴν τότʼ αἰσίῳ τύχην

παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.

ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,

ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·

ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς

ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.

ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι

προσήλθεθʼ ἱμείροντες· εὖ γὰρ οἶδʼ ὅτι

νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ

οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.

τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεται

μόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴ

ψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει.

ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε,

ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή,

πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·

ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,

ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως

Κρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ

ἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τι

δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.

καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ

λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα

ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.

ὅταν δʼ ἵκηται, τηνικαῦτʼ ἐγὼ κακὸς

μὴ δρῶν ἂν εἴην πάνθʼ ὅσʼ ἂν δηλοῖ θεός.

ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίως

Κρέοντα προσστείχοντα σημαίνουσί μοι.

ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ

σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι

ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα

πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.

τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.

ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,

τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;

ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι

κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.

ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς

οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.

εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,

ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.

ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω

τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.

λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα.

ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ

μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ

ἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν.

ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;

ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν

λύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν.

ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;

ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼν

γῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν.

ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.

τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς

τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.

οἳ δʼ εἰσὶ ποῦ γῆς; ποῦ τόδʼ εὑρεθήσεται

ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον

ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.

πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊος

ἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ;

θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν

πρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη.

οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ

κατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν;

θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν

ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι.

τὸ ποῖον; ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν,

ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ

ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ

ἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη;

δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότος

οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.

κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος

οὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι;

ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν

μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ·

ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ

πρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν·

ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον

γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα.

ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,

ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος.

ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂν

κἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι.

κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.

ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων

ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους,

ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω,

ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς

σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες.

ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν

καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται.

Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα

σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος.

ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου

Πυθῶνος ἀγλαὰς ἔβας

Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,

ἰήιε Δάλιε Παιάν,

ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον

ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.

εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.

πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα

γαιάοχόν τʼ ἀδελφεὰν

Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,

καὶ Φοῖβον ἑκαβόλον, ἰὼ

τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,

εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει

ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.

ὦ πόποι, ἀνάριθμα γὰρ φέρω

πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος

ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα

κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν

ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·

ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν

κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον

ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.

ὧν πόλις ἀνάριθμος ὄλλυται·

νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·

ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες

ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν

λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.

παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος

ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,

εὐῶπα πέμψον ἀλκάν.

Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων

φλέγει με περιβόατον, ἀντιάζω

παλίσσυτον δράμημα νωτίσαι πάτρας

ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας

εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων

Θρῄκιον κλύδωνα·

τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,

τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται·

τόν, ὦ τᾶν πυρφόρων

ἀστραπᾶν κράτη νέμων,

ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,

Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν

βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι

ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους

Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει·

τὸν χρυσομίτραν τε κικλήσκω,

τᾶσδʼ ἐπώνυμον γᾶς,

οἰνῶπα Βάκχον εὔιον,

Μαινάδων ὁμόστολον,

πελασθῆναι φλέγοντʼ

ἀγλαῶπι ¯ ˘ ¯

πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.

αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη

κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν,

ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·

ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ,

ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν

ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,

νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,

ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·

ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκου

κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,

τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·

κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖν

αὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν

ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής.

εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς

τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ

κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται.

εἰ δʼ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου

δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,

ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.

τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς

τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,

μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,

μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν

κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν·

ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος

τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ

μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.

ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι

τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·

κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις

εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,

κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·

ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος

ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος,

παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην.

ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν,

ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε

γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης.

οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,

ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,

ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος,

ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ

ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,

ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον,

κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος

μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·

νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη·

ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός,

ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,

ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,

τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ

τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.

καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς

μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ

μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ

τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·

ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις

τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη

χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.

ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.

οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω

δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν

Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.

δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς

ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.

τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.

εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.

ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι

μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν

σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα.

ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην.

ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς

πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.

καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη.

τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.

θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.

ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ.

ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος,

τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς,

ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ.

ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ

τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ

τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.

ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε

ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ,

πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως

οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην

σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν.

Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,

πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν

μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,

εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ

κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.

σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν

μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν,

ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ,

ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.

ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν

ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων.

φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη

λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ

εἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην.

τί δʼ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.

ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ

κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.

οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλει

τῇδʼ, ἥ σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν.

ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸν

πρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω—

μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶ

πάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι.

πάντες γὰρ οὐ φρονεῖτʼ· ἐγὼ δʼ οὐ μή ποτε

τἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά.

τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖς

ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;

ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼ

ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.

οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου

φύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε,

ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ;

ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦ

ναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις.

τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπη

κλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν;

ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.

οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.

οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις,

θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη.

καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω,

ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ

καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσον

μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων,

καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου.

ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι

ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας

τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ,

ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι.

οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε

τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;

πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.

πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.

πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν.

ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω.

οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων;

οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον.

φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.

ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.

εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον;

ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.

λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις

αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ.

ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς;

εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος.

ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶ

τυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ.

σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶ

οὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα.

μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲ

μήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν.

οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶ

ἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει.

Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;

Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί.

ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης

ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,

ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται,

εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις

δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,

ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,

λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,

ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,

δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν

μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός.

ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;

πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων,

ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον;

καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν

ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·

ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων

οὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών,

ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,

γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών·

ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις

παραστατήσειν τοῖς Κρεοντείοις πέλας.

κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε

ἀγηλατήσειν· εἰ δὲ μὴ ʼδόκεις γέρων

εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.

ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη

ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ,

δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ

μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν.

εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν

ἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.

οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ·

ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι.

λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας·

σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ,

οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα.

ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν

τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,

καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς

ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,

βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον.

βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,

ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,

ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις

ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;

ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,

ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.

πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα

προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν

κάκιον ὅστις ἐκτριβήσεταί ποτε.

ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν;

οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν

ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει;

οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις.

οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ

σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.

ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,

μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες.

ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν;

ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.

ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.

οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς;

τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν.

αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν.

ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει.

ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.

κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν

ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.

εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν

δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς.

λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι

ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον

τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,

ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς

φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται

τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος

καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι

σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.

φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν

ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ

γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς

ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν

εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,

φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν.

τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα

ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;

ὥρα νιν ἀελλάδων

ἵππων σθεναρώτερον

φυγᾷ πόδα νωμᾶν.

ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει

πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,

δειναὶ δʼ ἅμʼ ἕπονται

κῆρες ἀναπλάκητοι

ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα

φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν.

φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν

ὕλαν ἀνά τʼ ἄντρα καὶ

πέτρας ἰσόταυρος

μέλεος μελέῳ ποδὶ χηρεύων,

τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων

μαντεῖα· τὰ δʼ ἀεὶ

ζῶντα περιποτᾶται.

δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας

οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ.

πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω.

τί γὰρ ἢ Λαβδακίδαις

ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ

ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ

ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις

ἐπίκουρος ἀδήλων θανάτων.

ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν

εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται,

κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν

παραμείψειεν ἀνήρ.

ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην.

φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα

ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς

φρενὸς οὔποτʼ ὀφλήσει κακίαν.

ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος

κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,

πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς

ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι

λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον,

οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,

φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν

ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,

ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,

κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.

ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν

ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.

τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι

πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;

ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.

ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς

κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;

οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ.

αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.

οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις

τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας

ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς

λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;

φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν

ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;

ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε

δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;

ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,

ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα

θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται;

οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων

ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.

λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς

σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.

τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.

τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.

εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν

εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.

εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς

δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.

ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ

πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.

ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ

τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;

καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.

πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον

δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.

ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;

μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.

τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;

σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.

ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;

οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.

ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;

παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.

πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;

οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.

τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.

ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.

ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς

οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.

εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ

μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.

ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.

τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;

ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.

ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;

ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.

οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;

ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.

οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.

σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς

ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ

ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.

ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν

τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,

οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.

νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω,

εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.

πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν

ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;

οὔπω τοσοῦτον ἠπατημένος κυρῶ

ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.

νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,

νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·

τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι.

πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;

οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.

ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν

οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.

καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν

πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι·

τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς

κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς

ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών·

γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.

οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην

χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.

φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω

καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.

ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ

χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·

κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.

καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,

ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.

ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ

χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·

εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν

πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα.

τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;

ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.

ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.

ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;



οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω.

τὸ γοῦν ἐμόν.

ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν.

ἀλλʼ ἔφυς κακός.

εἰ δὲ ξυνίης μηδέν;

ἀρκτέον γʼ ὅμως.

οὔτοι κακῶς γʼ ἄρχοντος.

ὦ πόλις πόλις.

κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.

παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶ

τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς

τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.

τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν

γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς

οὕτω νοσούσης ἴδια κινοῦντες κακά;

οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,

καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε;

ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις

δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν

ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.

ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς

εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.

μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τι

δέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.

ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,

μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν,

ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι.

πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι.

τί σοι θέλεις δῆτʼ εἰκάθω;

τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι.

οἶσθʼ οὖν ἃ χρῄζεις;

οἶδα.

φράζε δὴ τί φής.

τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ

σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν.

εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ

ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.

οὐ τὸν πάντων θεῶν θεὸν πρόμον

Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον

ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω.

ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς

τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ

προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.

ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν

ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ.

τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα

ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται.

στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν

θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις

αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.

οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ;

πορεύσομαι,

σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος.

γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω;

μαθοῦσά γʼ ἥτις ἡ τύχη.

δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον.

ἀμφοῖν ἀπʼ αὐτοῖν;

ναίχι.

καὶ τίς ἦν λόγος;

ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας,

φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν.

ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,

τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;

ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,

ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα

πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν,

ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις

ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας,

τανῦν τʼ εὔπομπος, ἂν γένοιο.

πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲ

μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.

ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω·

Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.

λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.

φονέα με φησὶ Λαΐου καθεστάναι.

αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;

μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ

τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.

σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι

ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι

βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.

φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.

χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ

Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο,

ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,

ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.

καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ

λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς·

παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι

τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν

ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.

κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν

φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον

τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.

τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,

ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς

χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.

οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,

ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.

ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;

ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος

κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.

ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει.

καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος;

Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς

ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.

καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς;

σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς

ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει.

ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;

τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον;

μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν

τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων.

μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,

μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.

οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς

δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.

πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ.

δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·

δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.

καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ.

πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων

ἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης;

πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν .

κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία.

αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτε

ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;

οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος.

ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;

οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη

σέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα,

ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν

ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,

ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως.

κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρ

δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.

πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν;

πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι;

δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγαν

εἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω.

ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖν

κἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ.

κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδων

ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι

λέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών;

ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,

μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρ

ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη

τοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία,

σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.

ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃ

καλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.

κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν

μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας

μητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρως

τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.

κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ

ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ.

λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι

Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην

ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια

καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,

ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ

ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,

φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.

κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,

ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα

ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν

χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.

στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς

σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.

καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς

ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,

ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς

ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,

ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν

αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.

κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,

παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,

ὄχου παραστείχοντα τηρήσας, μέσον

κάρα διπλοῖς κέντροισί μου καθίκετο.

οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως

σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος

μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·

κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ

τούτῳ προσήκει Λαΐου τι συγγενές,

τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;

τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;

ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι

δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,

ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν

ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς.

λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν

χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;

ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,

καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν

μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ

μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν

Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.

ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν

κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;

μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας,

ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν

βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν

κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.

ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν

πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα.

καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος,

τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.

πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία;

ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων

σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος.

ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;

λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν

ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι

λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον·

οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·

εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς

τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.

ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο,

κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν·

πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε.

εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,

οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον

φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας

διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.

καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε

κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο.

ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ

βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον.

καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην

πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς.

πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους·

οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον.

εἴ μοι ξυνείη φέροντι

μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων

ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται

ὑψίποδες, οὐρανίαν

διʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος

πατὴρ μόνος, οὐδέ νιν

θνατὰ φύσις ἀνέρων

ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ·

μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.

ὕβρις φυτεύει τύραννον·

ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,

ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα,

ἀκρότατον εἰσαναβᾶσʼ

αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,

ἔνθʼ οὐ ποδὶ χρησίμῳ

χρῆται. τὸ καλῶς δʼ ἔχον

πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.

θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.

εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,

δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων,

κακά νιν ἕλοιτο μοῖρα,

δυσπότμου χάριν χλιδᾶς,

εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως

καὶ τῶν ἀσέπτων ἔρξεται

ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.

τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέλη

εὔξεται ψυχᾶς ἀμύνειν;

εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,

τί δεῖ με χορεύειν;

οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων,

οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν,

εἰ μὴ τάδε χειρόδεικτα

πᾶσιν ἁρμόσει βροτοῖς.

ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις,

Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοι

σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.

φθίνοντα γὰρ Λαΐου παλαίφατα

θέσφατʼ ἐξαιροῦσιν ἤδη,

κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·

ἔρρει δὲ τὰ θεῖα.

χώρας ἄνακτες, δόξα μοι παρεστάθη

ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν

στέφη λαβούσῃ κἀπιθυμιάματα.

ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν

λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ

ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,

ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.

ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,

πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,

ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,

ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·

ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον

κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.

ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου

τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου;

μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.

στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·

γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.

ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ

γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ.

αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶ

τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου

χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.

ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.

τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος;

ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα,

ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως.

τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν;

τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς

τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ.

τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;

οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.

πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;

εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.

ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος

μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,

ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων

τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε

πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο.

ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,

τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;

ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων

τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα.

οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει;

ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν

ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα.

τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ.

εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς,

εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα.

πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ;

σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή.

νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.

καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.

φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τι

τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω

κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ

κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν

κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε

ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ

κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ.

τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα

κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός.

οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;

ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.

μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.

καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;

τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης

κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;

εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.

σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·

πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν

μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳ

παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.

καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι,

εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶ

ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.

καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.

μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος.

ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ;

Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.

τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;

θεήλατον μάντευμα δεινόν, ὦ ξένε.

ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;

μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲ

χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε

πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.

ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι

μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως

τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν.

ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;

πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.

τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ,

ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;

καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.

καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως

σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.

ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.

ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.

πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.

εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν.

ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.

ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;

τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ.

ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;

πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν;

ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.

πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;

οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον.

καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;

ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ.

ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο;

δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.

κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα;

ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία.

σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως;

εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.

ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;

ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν.

ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;

σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ.

τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις;

ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·

οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν;

λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.

δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην.

ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.

ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.

οὐκ οἶδʼ· ὁ δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ.

ἦ γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών;

οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.

τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;

τῶν Λαΐου δήπου τις ὠνομάζετο.

ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;

μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.

ἦ κἄστʼ ἔτι ζῶν οὗτος, ὥστʼ ἰδεῖν ἐμέ;

ὑμεῖς γʼ ἄριστʼ εἰδεῖτʼ ἂν οὑπιχώριοι.

ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,

ὅστις κάτοιδε τὸν βοτῆρʼ ὃν ἐννέπει,

εἴτʼ οὖν ἐπʼ ἀγρῶν εἴτε κἀνθάδʼ εἰσιδών;

σημήναθʼ, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.

οἶμαι μὲν οὐδένʼ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν,

ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ

ἥδʼ ἂν τάδʼ οὐχ ἥκιστʼ ἂν Ἰοκάστη λέγοι.

γύναι, νοεῖς ἐκεῖνον, ὅντινʼ ἀρτίως

μολεῖν ἐφιέμεσθα; τόνδʼ οὗτος λέγει;

τί δʼ ὅντινʼ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ

ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.

οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως ἐγὼ λαβὼν

σημεῖα τοιαῦτʼ οὐ φανῶ τοὐμὸν γένος.

μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου

κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ.

θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ

μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.

ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.

οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς.

καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω.

τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι.

ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ.

ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;

ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει.

ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω

μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον.

τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας

ᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπως

μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά.

ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ,

κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι.

αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,

τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.

ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων

τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.

τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς

μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.

τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι

ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος.

εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,

οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,

οὐκ ἔσει τὰν αὔριον

πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν

καὶ τροφὸν καὶ ματέρʼ αὔξειν,

καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις.

ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη.

τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα

Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ;

ἢ σέ γʼ εὐνάτειρά τις

Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·

εἴθʼ ὁ Κυλλάνας ἀνάσσων,

εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του

Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.

εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,

πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ,

ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ

γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,

ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας

ἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μου

προύχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος.

ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦν

εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.

σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις;

τοῦτον, ὅνπερ εἰσορᾷς.

οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων

ὅσʼ ἄν σʼ ἐρωτῶ. Λαΐου ποτʼ ἦσθα σύ;

ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς.

ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά;

ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.

χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;

ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.

τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών;

τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;

τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω;

οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.

κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶς

ἀγνῶτʼ ἀναμνήσω νιν. εὖ γὰρ οἶδʼ ὅτι

κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,

ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί,

ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους

ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·

χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼ

ἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά.

λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον;

λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.

φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα

δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;

τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;

ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος.

οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;

ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ

δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη.

τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;

οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ.

λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ.

σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς.

μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ.

οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας;

δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;

τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ;

ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ.

ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον.

πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.

ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.

οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι.

πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός;

ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του.

τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;

μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον.

ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν.

τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.

ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;

οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν.

κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον.

κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθʼ· ἡ δʼ ἔσω

κάλλιστʼ ἂν εἴποι σὴ γυνὴ τάδʼ ὡς ἔχει.

ἦ γὰρ δίδωσιν ἥδε σοι;

μάλιστʼ, ἄναξ.

ὡς πρὸς τί χρείας;

ὡς ἀναλώσαιμί νιν.

τεκοῦσα τλήμων;

θεσφάτων γʼ ὄκνῳ κακῶν.

ποίων;

κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.

πῶς δῆτʼ ἀφῆκας τῷ γέροντι τῷδε σύ;

κατοικτίσας, ὦ δέσποθʼ, ὡς ἄλλην χθόνα

δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ

κάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ

ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.

ἰοὺ ἰού· τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ.

ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,

ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼ

οὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών.

ἰὼ γενεαὶ βροτῶν,

ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.

τίς γάρ, τίς ἀνὴρ πλέον

τᾶς εὐδαιμονίας φέρει

ἢ τοσοῦτον ὅσον δοκεῖν

καὶ δόξαντʼ ἀποκλῖναι;

τὸν σόν τοι παράδειγμʼ ἔχων,

τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν

οὐδὲν μακαρίζω·

ὅστις καθʼ ὑπερβολὰν

τοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου,

ὦ Ζεῦ, κατὰ μὲν φθίσας

τὰν γαμψώνυχα παρθένον

χρησμῳδόν, θανάτων δʼ ἐμᾷ

χώρᾳ πύργος ἀνέστα·

ἐξ οὗ καὶ βασιλεὺς καλεῖ

ἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν

Θήβαισιν ἀνάσσων.

τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος;

τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις

ξύνοικος ἀλλαγᾷ βίου;

ἰὼ κλεινὸν Οἰδίπου κάρα,

ἦ στέγας λιμὴν

αὑτὸς ἤρκεσεν

παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;

πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας,

σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε;

ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος,

δικάζει τʼ ἄγαμον γάμον πάλαι

τεκνοῦντα καὶ τεκνούμενον.

ἰώ, Λαΐειον ὦ τέκνον,

εἴθε σʼ εἴθε σε

μήποτʼ εἰδόμαν.

δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων

ἐκ στομάτων. τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκ

σέθεν

καὶ κατεκοίμασα τοὐμὸν ὄμμα.

ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι,

οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ

ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι

τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.

οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν

νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα

κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ

ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν

μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι.

λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ

βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς;

ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ

μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.

ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας;

αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν

ἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.

ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,

πεύσει τὰ κείνης ἀθλίας παθήματα.

ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω

θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ

λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς.

πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω

καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν,

μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν

θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι

τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.

γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς

ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι.

χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται·

βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ

οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,

ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.

φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,

γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου

κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.

λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις·

οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.

δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος

πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων

ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.

οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,

πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.

ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας

χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ

ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.

ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους

περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο,

ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,

αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν

οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά,

ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει

ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.

τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ

ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ

γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν

φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας

ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.

τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,

ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.

ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν

ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ

στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν

ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν.

νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;

βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα

τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,

τὸν μητέρʼ—αὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι,

ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι

μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.

ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος

δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.

δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε

διοίγεται· θέαμα δʼ εἰσόψει τάχα

τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι.

ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,

ὦ δεινότατον πάντων ὅσʼ ἐγὼ

προσέκυρσʼ ἤδη. τίς σʼ, ὦ τλῆμον,

προσέβη μανία; τίς ὁ πηδήσας

μείζονα δαίμων τῶν μακίστων

πρὸς σῇ δυσδαίμονι μοίρᾳ;

φεῦ φεῦ, δύστανʼ·

ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλων

πόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι,

πολλὰ δʼ ἀθρῆσαι·

τοίαν φρίκην παρέχεις μοι.

αἰαῖ αἰαῖ, δύστανος ἐγώ,

ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι

φθογγὰ διαπωτᾶται φοράδην;

ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου.

ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον.

ἰὼ σκότου

νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,

ἀδάματόν τε καὶ δυσούριστον ὄν.

οἴμοι,

οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμα

κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν.

καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν

διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.

ἰὼ φίλος,

σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ

ὑπομένεις με τὸν τυφλὸν κηδεύων.

φεῦ φεῦ.

οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,

καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.

ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς

ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων;

Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι,

ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα.

ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων.

τί γὰρ ἔδει μʼ ὁρᾶν,

ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;

ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς.

τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ

στερκτὸν ἢ προσήγορον

ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;

ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με,

ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον

τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς

ἐχθρότατον βροτῶν.

δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,

ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε.

ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας

μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου

ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.

τότε γὰρ ἂν θανὼν

οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος.

θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν.

οὔκουν πατρός γʼ ἂν φονεὺς

ἦλθον οὐδὲ νυμφίος

βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.

νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς,

ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.

εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν,

τοῦτʼ ἔλαχʼ Οἰδίπους.

οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·

κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός.

ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα,

μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι.

ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων

πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν

οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν

ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.

ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος,

βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;

οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·

οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων

ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ

κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς

ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων

ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν

φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου.

τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν

ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;

ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν

πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην

τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,

ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ

τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.

ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν

ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε

ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;

ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια

λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με

κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·

νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι.

ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη

δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,

αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο

ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι

οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν

ὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,

ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν

ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε

πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον,

νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα

αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.

ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν,

ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που

καλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιον

ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι.

ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν.

πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ

οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.

ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε

Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ

χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.

οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος;

τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ

πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός.

οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,

οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.

ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι

γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα

αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος

ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ

μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.

ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε·

τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν

μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά.

πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας,

ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ,

πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω.

καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;

ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου

θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ

πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.

ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις,

τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι.

οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν

χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.

οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ;

καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.

καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι,

τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον

θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·

ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε

πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν,

ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται

οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι

πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον,

ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω.

καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον

μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε

θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.

ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·

παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,

προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ

σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·

ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,

αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς

τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ

ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·

αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν

ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.

ἴθʼ ὦναξ,

ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν

δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον.

τί φημί;

οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν

δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων

ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;

λέγω τι;

λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε,

γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.

ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ

δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.

ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε

ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,

αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν

τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·

ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν

πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.

καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·

νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,

οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.

ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,

ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι

πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;

ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,

τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,

τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς

γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;

τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ

ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,

ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων

ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.

τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ;

οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ

χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.

ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ

ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,

ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς

πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,

μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.

ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν

πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.

ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.

πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,

οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος

ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω.

πειστέον, κεἰ μηδὲν ἡδύ.

πάντα γὰρ καιρῷ καλά.

οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι;

λέξεις, καὶ τότʼ εἴσομαι κλύων.

γῆς μʼ ὅπως πέμψεις ἄποικον.

τοῦ θεοῦ μʼ αἰτεῖς δόσιν.

ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω.

τοιγαροῦν τεύξει τάχα.

φῂς τάδʼ οὖν;

ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.

ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη.

στεῖχέ νυν, τέκνων δʼ ἀφοῦ.

μηδαμῶς ταύτας γʼ ἕλῃ μου.

πάντα μὴ βούλου κρατεῖν·

καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε,

ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,

οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,

εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.

ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν

ἡμέραν ἐπισκοποῦντα μηδένʼ ὀλβίζειν, πρὶν ἂν

τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.