ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε

πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον·

καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ

Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,

πάλαι κυνηγετοῦντα καὶ μετρούμενον

ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς

εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον. εὖ δέ σʼ ἐκφέρει

κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.

ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα

στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.

καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης

ἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάριν

σπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς.

ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,

ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,

φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶ

χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.

καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ

βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ·

κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι.

νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον

ἔχει περάνας, εἴπερ εἴργασται τάδε·

ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα·

κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ.

ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν

λείας ἁπάσας καὶ κατηναρισμένας

ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.

τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.

καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον

πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει

φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ

κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,

τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.

καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος

τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.

ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην

τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.

ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;

ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.

καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα;

χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.

τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν;

δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.

ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν;

κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ.

ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;

νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.

ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο;

καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.

καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;

ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι

γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,

καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε

λείας ἄδαστα βουκόλων φρουρήματα·

ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον

κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθʼ ὅτε

δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,

ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν.

ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις

ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.

κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου,

τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν

ποίμνας τε πάσας εἰς δόμους κομίζεται,

ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,

καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται.

δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,

ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.

θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου

τὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους

αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.

οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας

δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·

Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.

τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφʼ ἔξω κάλει.

οὐ σῖγʼ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;

μὴ πρὸς θεῶν, ἀλλʼ ἔνδον ἀρκείτω μένων.

τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν;

ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.

οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;

ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.

μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;

φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.

ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας.

πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;

ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.

γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.

σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων.

μένοιμʼ ἄν· ἤθελον δʼ ἂν ἐκτὸς ὢν τυχεῖν.

ὦ οὕτος, Αἴας, δεύτερόν σε προσκαλῶ.

τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;

ὦ χαῖρʼ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,

ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ

στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.

καλῶς ἔλεξας· ἀλλʼ ἐκεῖνό μοι φράσον,

ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;

κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;

ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι.

τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ.

θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα.

εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,

ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;

ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου;

ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.

ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω

θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.

πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;

πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης.

τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;

μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ.

χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι·

κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.

σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,

χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.

χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτʼ ἐφίεμαι,

τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι.

ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;

τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος

ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;

ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν

δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,

ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ,

οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·

ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν

εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.

τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον

μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,

μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον

ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.

ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν

ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας

θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου

Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,

σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω·

σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς

λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,

μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι

πτηνῆς ὡς ὄμμα πελείας.

ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς

μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς

ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ

λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν

βοτὰ καὶ λείαν,

ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,

κτείνοντʼ αἴθωνι σιδήρῳ.

τοιούσδε λόγους ψιθύρους πλάσσων

εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,

καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν

εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων

τοῦ λέξαντος χαίρει μᾶλλον

τοῖς σοῖς ἄχεσιν καθυβρίζων.

τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς

οὐκ ἂν ἁμάρτοις· κατὰ δʼ ἄν τις ἐμοῦ

τοιαῦτα λέγων οὐκ ἂν πείθοι·

πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.

καίτοι σμικροὶ μεγάλων χωρὶς

σφαλερὸν πύργου ῥῦμα πέλονται·

μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν

καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων.

ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους

τούτων γνώμας προδιδάσκειν.

ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ

χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ

ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.

ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν,

παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι·

μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες

τάχʼ ἂν ἐξαίφνης, εἰ σὺ φανείης,

σιγῇ πτήξειαν ἄφωνοι.

ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις—

ὦ μεγάλα φάτις, ὦ

μᾶτερ αἰσχύνας ἐμᾶς—

ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,

ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,

ἤ ῥα κλυτῶν ἐνάρων

ψευσθεῖσʼ, ἀδώροις, εἴτʼ ἐλαφαβολίας;

ἢ χαλκοθώραξ μή τινʼ Ἐνυάλιος

μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις

μαχαναῖς ἐτίσατο λώβαν;

οὔ ποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά,

παῖ Τελαμῶνος, ἔβας

τόσσον, ἐν ποίμναις πίτνων·

ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοι

καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.

εἰ δʼ ὑποβαλλόμενοι

κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς

ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,

μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαις

ὄμμʼ ἔχων κακὰν φάτιν ἄρῃ.

ἀλλʼ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι

στηρίζει ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷ

ἄταν οὐρανίαν φλέγων.

ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβητα

ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,

πάντων καγχαζόντων

γλώσσαις βαρυάλγητα·

ἐμοὶ δʼ ἄχος ἕστακεν.

ναὸς ἀρωγοὶ τῆς Αἴαντος,

γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδῶν,

ἔχομεν στοναχὰς οἱ κηδόμενοι

τοῦ Τελαμῶνος τηλόθεν οἴκου.

νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς

Αἴας θολερῷ

κεῖται χειμῶνι νοσήσας.

τί δʼ ἐνήλλακται τῆς ἡμερίας

νὺξ ἥδε βάρος;

παῖ τοῦ Φρυγίου Τελεύταντος,

λέγʼ, ἐπεὶ σὲ λέχος δουριάλωτον

στέρξας ἀνέχει θούριος Αἴας·

ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις.

πῶς δῆτα λέγω λόγον ἄρρητον;

θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.

μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς

νύκτερος Αἴας ἀπελωβήθη.

τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον

χειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ,

κείνου χρηστήρια τἀνδρός.

οἵαν ἐδήλωσας ἀνέρος αἴθονος

ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,

τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,

τὰν ὁ μέγας μῦθος ἀέξει.

οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ

θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς

κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.

ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν

δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·

ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας,

τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ.

δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν

τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν

ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω

κίονι δήσας

μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν

παίει λιγυρᾷ μάστιγι διπλῇ,

κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων

κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.

ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασι

κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι

ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον

ποντοπόρῳ ναῒ μεθεῖναι.

τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι

καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη

ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει.

οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς

ᾄξας ὀξὺς νότος ὣς λήγει,

καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·

τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,

μηδενὸς ἄλλου παραπράξαντος,

μεγάλας ὀδύνας ὑποτείνει.

ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ·

φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.

πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,

φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,

ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;

τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.

ἡμεῖς ἄρʼ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.

πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις.

ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ,

αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς,

ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·

νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,

κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ

ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.

ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά;

ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ

πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος

μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;

ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.

τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;

δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.

ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.

κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι

λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν

ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς.

κἀγὼ ʼπιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς,

Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων

κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων

σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.

ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα·

γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.

κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος.

καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·

ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ

ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν.

καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων

ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους

ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων.

τέλος δʼ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι

λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,

τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,

ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτίσαιτʼ ἰών·

κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,

ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,

καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,

παίσας κάρα ʼθώϋξεν· ἐν δʼ ἐρειπίοις

νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου,

κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·

ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη,

εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,

κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτέ.

κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον

ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.

ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,

ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ·

πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους

τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν·

ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων

ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.

νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ

ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς

σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·

καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.

τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.

ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην,

ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι·

φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις

ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

ἰώ μοί μοι.

τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε

Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;

ἰώ μοί μοι.

ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι

νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.

ἰὼ παῖ παῖ.

ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.

τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.

Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ

λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι;

ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε.

τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι.

ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι

τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.

ἰὼ

φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,

μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ,

ἴδεσθέ μʼ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης

ἀμφίδρομον κυκλεῖται.

οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.

δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.

ἰὼ

γένος ναΐας ἀρωγὸν τέχνας,

ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,

σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντʼ·

ἀλλά με συνδάϊξον.

εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς

ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,

τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,

ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;

ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.

μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.

οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;

αἰαῖ αἰαῖ.

ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.

ὦ δύσμορος, ὃς χερὶ μὲν

μεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι

βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις

ἐρεμνὸν αἷμʼ ἔδευσα.

τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;

οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχειν.

ἰὼ πάνθʼ ὁρῶν ἁπάντων τʼ ἀεὶ

κακῶν ὄργανον, τέκνον Λαρτίου,

κακοπινέστατόν τʼ ἄλημα στρατοῦ,

ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.

ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.

ἴδοιμι μήν νιν, καίπερ ὧδʼ ἀτώμενος.

ἰώ μοί μοι.

μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;

ὦ Ζεῦ, προγόνων προπάτωρ,

πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,

τούς τε δισσάρχας ὀλέσσας βασιλῆς

τέλος θάνοιμι καὐτός;

ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν

εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;

ἰὼ

σκότος, ἐμὸν φάος,

ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,

ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα,

ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων

ἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων.

ἀλλά μʼ ἁ Διὸς

ἀλκίμα θεὸς

ὀλέθριʼ αἰκίζει.

ποῖ τις οὖν φύγῃ;

ποῖ μολὼν μενῶ;

εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδʼ

ὁμοῦ πέλας, μώραις δʼ ἄγραις προσκείμεθα,

πᾶς δὲ στρατὸς δίπαλτος ἄν με

χειρὶ φονεύοι.

ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμον

φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.

ἰὼ

πόροι ἁλίρροθοι

πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον,

πολὺν πολύν με δαρόν τε δὴ

κατείχετʼ ἀμφὶ Τροίαν χρόνον· ἀλλʼ οὐκέτι μʼ, οὐκ

ἔτʼ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.

ὦ Σκαμάνδριοι

γείτονες ῥοαί,

εὔφρονες Ἀργείοις,

οὐκέτʼ ἄνδρα μὴ

τόνδʼ ἴδητʼ, ἔπος

ἐξερῶ μέγʼ, οἷον οὔτινα

Τροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸ

Ἑλλανίδος· τανῦν δʼ ἄτιμος

ὧδε πρόκειμαι.

οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν

ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.

αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον

τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;

νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ

καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·

ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς

τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ

πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·

ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον

Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει

οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,

ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.

καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ·

εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι

κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,

οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.

νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας

ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.

κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι

γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε

δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.

νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ

ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴν

ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,

ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·

κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,

ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν

βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.

καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς

ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,

ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.

πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας

μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;

καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς

Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν

γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;

οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν

πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις

καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;

ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.

οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα

τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ

μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.

αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,

κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.

τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει

προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;

οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν

ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·

ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι

τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον.

οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον,

Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·

παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις

γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.

ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης

οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.

ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός,

εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·

νῦν δʼ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδʼ ἔδοξέ που

καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ

τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,

καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς

εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,

μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν

τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι.

ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,

ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ

βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο

ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.

καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ

λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν

Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,

οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.

τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,

σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.

ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ

γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα

πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις

θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·

οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας

τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος

ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν

κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.

ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω

πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δόρει,

καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε

καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.

τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;

τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.

ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν

μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.

χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·

ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,

οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.

Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ

θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.

καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,

ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.

ἀλλʼ ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.

κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.

καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.

ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;

μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.

πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.

ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι.

ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.

τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;

δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.

καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.

τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;

ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων

ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.

ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;

καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.

αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ

νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,

εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν.

ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς

δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.

ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,

τὰ δʼ ἄλλʼ ὅμοιος· καὶ γένοιʼ ἂν οὐ κακός.

καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,

ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνει κακῶν·

ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,

τὸ μὴ φρονεῖν γὰρ κάρτʼ ἀνώδυνον κακόν

ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.

ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς

δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ʼτράφης.

τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν

ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.

οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ

στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ.

τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι

λείψω τροφῆ τʼ ἄοκνον ἔμπα, κεἰ τανῦν

τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.

ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,

ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν,

κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως

τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων

Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω,

ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,

μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ ,

καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς

θήσουσʼ Ἀχαιοῖς μήθʼ ὁ λυμεὼν ἐμός.

ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,

Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων

πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·

τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.

ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου

καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους

δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.

πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ

θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.

δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν·

οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.

ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί;

μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.

οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου

καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.

ἄγαν γε λυπεῖς· οὐ κάτοισθʼ ἐγὼ θεοῖς

ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι;

εὔφημα φώνει.

τοῖς ἀκούουσιν λέγε.

σὺ δʼ οὐχὶ πείσει;

πόλλʼ ἄγαν ἤδη θροεῖς.

ταρβῶ γάρ, ὦναξ.

οὐ ξυνέρξεθʼ ὡς τάχος;

πρὸς θεῶν, μαλάσσου.

μῶρά μοι δοκεῖς φρονεῖν,

εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.

ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που

ναίεις ἁλίπλακτος, εὐδαίμων,

πᾶσιν περίφαντος ἀεί·

ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος

Ἰδαῖα μίμνων λειμώνιʼ ἔπαυλα μηνῶν

ἀνήριθμος αἰὲν εὐνῶμαι

χρόνῳ τρυχόμενος,

κακὰν ἐλπίδʼ ἔχων

ἔτι μέ ποτʼ ἀνύσειν

τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.

καί μοι δυσθεράπευτος Αἴας

ξύνεστιν ἔφεδρος, ὤμοι μοι,

θείᾳ μανίᾳ ξύναυλος·

ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ

κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώτας

φίλοις μέγα πένθος ηὕρηται.

τὰ πρὶν δʼ ἔργα χεροῖν

μεγίστας ἀρετᾶς

ἄφιλα παρʼ ἀφίλοις

ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις.

ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,

λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα

φρενομόρως ἀκούσῃ,

αἴλινον αἴλινον

οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς

ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς

θρηνήσει, χερόπλακτοι δʼ

ἐν στέρνοισι πεσοῦνται

δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.

κρείσσων παρʼ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,

ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος

πολυπόνων Ἀχαιῶν,

οὐκέτι συντρόφοις

ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.

ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι

παιδὸς δύσφορον ἄταν,

ἃν οὔπω τις ἔθρεψεν

αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.

ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος

φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται·

κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται

χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.

κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε,

βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα

πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν

χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.

ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους

λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ

μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·

μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω,

κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,

γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·

ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.

ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην

παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου,

οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.

ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία,

ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.

τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς

εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.

ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;

καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα

τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς

χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·

ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος

τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·

δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε

στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος

λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει.

ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;

ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι

ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος,

ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον

τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,

ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ

βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν.

ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ

ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι,

εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.

ὑμεῖς δʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε

τιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατε

μέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα.

ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον·

ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσως

πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.

ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτόμαν.

ἰὼ ἰὼ Πὰν Πάν,

ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου

πετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦ

θεῶν χοροποίʼ ἄναξ, ὅπως μοι

Νύσια Κνώσιʼ ὀρχήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς·

νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.

Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων

ὁ Δάλιος εὔγνωστος

ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.

ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.

ἰὼ ἰώ, νῦν αὖ,

νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος

θοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴας

λαθίπονος πάλιν, θεῶν δʼ αὖ

πάνθυτα θέσμιʼ ἐξήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ.

πάνθʼ ὁ μέγας χρόνος μαραίνει,

κοὐδὲν ἀναύδατον φατίσαιμʼ ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων

Αἴας μετανεγνώσθη

θυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων.

ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·

Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ

κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον

κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.

στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ

μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν

ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ,

τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ

ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι

τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν·

ὥστʼ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν

κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.

λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω

ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.

ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;

τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.

οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας

βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.

ἰοὺ ἰού·

βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν

πέμπων ἔπεμψεν ἢ ʼφάνην ἐγὼ βραδύς.

τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον;

τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης

μὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.

ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς

γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.

ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,

εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.

ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει;

τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.

ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου

Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,

εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως

θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ

εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε

Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,

εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.

ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ

δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.

τὰ γὰρ περισσὰ κἀνόνητα σώματα

πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις

ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν

βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.

κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος

ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.

ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει

βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν.

ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο·

πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ

κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα

κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.

τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον

δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν

ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,

τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·

ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας

ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη.

τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς

ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.

ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχʼ ἂν

γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.

τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας

πέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰς

Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,

οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.

ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,

ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ·

ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.

τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην

κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;

τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων

Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ.

οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;

οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,

θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.

καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.

ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται

σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.

ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;

πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον

ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.

οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών;

τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν

τὴν νῦν, ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει.

οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,

καὶ σπεύσαθʼ, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,

οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους

ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.

ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη

καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.

οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·

ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω.

χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ

σῴζειν θέλοντας ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.

χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·

τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται,

ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος

γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή·

δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ

μάλιστα μισηθέντος ἐχθίστου θʼ ὁρᾶν·

πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,

σιδηροβρῶτι θηγάνῃ νεηκονής·

ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ,

εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.

οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι

σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.

αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν.

πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν

Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ

πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,

καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος

ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ.

τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα

πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,

ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι

πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.

καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους

ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,

σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ

πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,

καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους

ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ

αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς

πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.

ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,

γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·

σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν

Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα

ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν

ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν

γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.

ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν,

ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.

ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,

ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.

ὦ Θάνατε Θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών.

καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.

σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,

καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,

πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.

ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον

Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον

κλειναί τʼ Ἀθῆναι καὶ τὸ σύντροφον γένος

κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωϊκὰ

πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·

τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,

τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.

πόνος πόνῳ πόνον φέρει.

πᾷ πᾷ

πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;

κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.

ἰδού.

δοῦπον αὖ κλύω τινά.

ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.

τί οὖν δή;

πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν

ἔχεις οὖν;

πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.

ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν

κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.

τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων

ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,

ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν

Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον

εἴ ποθι πλαζόμενον λεύσσων

ἀπύοι; σχέτλια γὰρ

ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων

οὐρίῳ μὴ πελάσαι δρόμῳ,

ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.

ἰώ μοί μοι.

τίνος βοὴ πάραυλος ἐξέβη νάπους;

ἰὼ τλήμων.

τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ

Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην.

ᾤχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι.

τί δʼ ἔστιν;

Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς

κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.

ὤμοι ἐμῶν νόστων·

ὤμοι, κατέπεφνες, ἄναξ,

τόνδε συνναύταν, τάλας

ὦ ταλαίφρων γύναι·

ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.

τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος;

αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ

πηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ.

ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης, ἄφαρκτος φίλων·

ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄϊδρις,

κατημέλησα. πᾷ πᾷ

κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;

οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ

φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ

οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν

φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας

πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς.

οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;

ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι,

πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.

ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις,

ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.

ἔμελλες, τάλας, ἔμελλες χρόνῳ

στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν

μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι

πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες

ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις

οὐλίῳ σὺν πάθει.

μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος

πημάτων, ἦμος ἀριστόχειρ

ὅπλων ἔκειτʼ ἀγὼν πέρι.

ἰώ μοί μοι.

χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.

ἰώ μοί μοι.

οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,

τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.

σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν.

ξυναυδῶ.

οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ

χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.

ὤμοι, ἀναλγήτων

δισσῶν ἐθρόησας ἄναυδʼ

ἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει.

ἀλλʼ ἀπείργοι θεός.

οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα.

ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.

τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς

Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν.

ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,

γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν

πολὺν γέλωτα, φεῦ φεῦ,

ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.

οἱ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς

τοῖς τοῦδʼ· ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν,

θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.

οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν

ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.

ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,

αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν

ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.

τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα;

θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.

πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.

Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ

λιπὼν ἀνίας καὶ γόους διοίχεται.

ἰώ μοί μοι.

σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν

βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος.

ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί,

ἆρʼ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;

ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο.

ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.

ὡς ὧδʼ ἐχόντων

ὦ τάλας ἐγώ, τάλας.

πάρα στενάζειν.

ὦ περισπερχὲς πάθος.

ἄγαν γε, Τεῦκρε.

φεῦ τάλας· τί γὰρ τέκνον

τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;

μόνος παρὰ σκηναῖσιν.

οὐχ ὅσον τάχος

δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς

σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;

ἴθʼ, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι

φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.

καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν

ἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.

ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ

ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,

ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴ

μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην.

ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην

μόρον διώκων κἀξιχνοσκοπούμενος.

ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος

διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.

ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν

ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι.

οἴμοι.

ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.

ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,

ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.

ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,

τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ;

ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα,

δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως

χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα

μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.

οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν

τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,

τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ

σέ, φίλτατʼ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ

κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.

τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,

ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.

τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,

δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς.

τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοι

πολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα.

καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.

οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ·

τοῦδʼ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφʼ οὗ

φονέως ἄρʼ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ

ἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;

σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.

Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα,

ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων

ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον·

οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχων

πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι.

ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσεν ξίφος

κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;

ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ

φάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·

ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα,

κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.

μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳ

φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.

βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖς

γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ.

τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ;

Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.

ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.

οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν

μὴ συγκομίζειν, ἀλλʼ ἐᾶν ὅπως ἔχει.

τίνος χάριν τοσόνδʼ ἀνήλωσας λόγον;

δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ.

οὔκουν ἂν εἴποις ἥντινʼ αἰτίαν προθείς;

ὁθούνεκʼ αὐτὸν ἐλπίσαντες οἴκοθεν

ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,

ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·

ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον

νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει·

κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,

ἡμεῖς μὲν ἂν τήνδʼ ἣν ὅδʼ εἴληχεν τύχην

θανόντες ἂν προυκείμεθʼ αἰσχίστῳ μόρῳ,

οὗτος δʼ ἂν ἔζη. νῦν δʼ ἐνήλλαξεν θεὸς

τὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.

ὧν εἵνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένων

τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,

ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος

ὄρνισι φορβὴ παραλίοις γενήσεται.

πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.

εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν,

πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς,

χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθʼ ὅπου

λόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν.

καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην

μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.

οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς

φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,

οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι,

μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων.

ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,

δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.

δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ,

σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο·

ὅπου δʼ ὑβρίζειν δρᾶν θʼ ἃ βούλεται παρῇ,

ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ

ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.

ἀλλʼ ἑστάτω μοι καὶ δέος τι καίριον,

καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα

οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.

ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν

αἴθων ὑβριστής, νῦν δʼ ἐγὼ μέγʼ αὖ φρονῶ.

καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως

μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.

Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς

εἶτʼ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.

οὐκ ἄν ποτʼ, ἄνδρες, ἄνδρα θαυμάσαιμʼ ἔτι,

ὃς μηδὲν ὢν γοναῖσιν εἶθʼ ἁμαρτάνει,

ὅθʼ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι

τοιαῦθʼ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη·

ἄγʼ εἴπʼ ἀπʼ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν

τόνδʼ ἄνδρʼ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;

οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;

ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν

ἔξεστʼ ἀνάσσειν ὧν ὅδʼ ἤγαγʼ οἴκοθεν;

Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·

οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον

ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.

ὕπαρχος ἄλλων δεῦρʼ ἔπλευσας, οὐχ ὅλων

στρατηγός, ὥστʼ Αἴαντος ἡγεῖσθαί ποτε.

ἀλλʼ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμνʼ ἔπη

κόλαζʼ ἐκείνους· τόνδε δʼ, εἴτε μὴ σὺ φὴς

εἴθʼ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ

θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.

οὐ γάρ τι τῆς σῆς εἵνεκʼ ἐστρατεύσατο

γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,

ἀλλʼ εἵνεχʼ ὅρκων οἷσιν ἦν ἐνώμοτος,

σοῦ δʼ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.

πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν

καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου

οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.

οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·

τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικʼ ᾖ, δάκνει.

ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.

οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.

μέγʼ ἄν τι κομπάσειας, ἀσπίδʼ εἰ λάβοις.

κἂν ψιλὸς ἀρκέσαιμι σοί γʼ ὡπλισμένῳ.

ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.

ξὺν τῷ δικαίῳ γὰρ μέγʼ ἔξεστιν φρονεῖν.

δίκαια γὰρ τόνδʼ εὐτυχεῖν κτείναντά με;

κτείναντα; δεινόν γʼ εἶπας, εἰ καὶ ζῇς θανών.

θεὸς γὰρ ἐκσῴζει με, τῷδε δʼ οἴχομαι.

μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.

ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;

εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.

τούς γʼ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.

ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;

μισοῦντʼ ἐμίσει· καὶ σὺ τοῦτʼ ἠπίστασο.

κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.

ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδʼ ἐσφάλη.

πόλλʼ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.

τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.

οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.

ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον.

ἀλλʼ ἀντακούσει τοῦτον ὡς τεθάψεται.

ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺν

ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,

ᾧ φθέγμʼ ἂν οὐκ ἂν ηὗρες, ἡνίκʼ ἐν κακῷ

χειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶς

πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.

οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα

σμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγας

χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.

ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων,

ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.

κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ

ὀργήν θʼ ὅμοιος εἶπε τοιοῦτον λόγον·

ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·

εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.

τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών.

ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,

οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;

ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις

λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα.

ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν

ἀνδρὸς ματαίου φλαῦρʼ ἔπη μυθουμένου.

ἔσται μεγάλης ἔριδός τις ἀγών.

ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύνας

σπεῦσον κοίλην κάπετόν τινʼ ἰδεῖν

τῷδʼ, ἔνθα βροτοῖς τὸν ἀείμνηστον

τάφον εὐρώεντα καθέξει.

καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι

πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,

τάφον περιστελοῦντε δυστήνου νεκροῦ.

ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας

ἱκέτης ἔφαψαι πατρός, ὅς σʼ ἐγείνατο.

θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων

κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,

ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ

βίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,

κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,

γένους ἅπαντος ῥίζαν ἐξημημένος,

αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον.

ἔχʼ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε

κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.

ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας

παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μολὼν

τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ.

τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,

τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων

μόχθων ἄταν ἐπάγων

ἄν τὰν εὐρώδεα Τρωΐαν,

δύστανον ὄνειδος Ἑλλάνων;

ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν

κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλων

Ἕλλασιν κοινὸν Ἄρη.

ἰὼ πόνοι πρόγονοι πόνων·

κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.

ἐκεῖνος οὔτε στεφάνων

οὔτε βαθεῖαν κυλίκων

νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,

οὔτε γλυκὺν αὐλῶν ὄτοβον,

δύσμορος, οὔτʼ ἐννυχίαν

τέρψιν ἰαύειν.

ἐρώτων δʼ ἐρώτων ἀπέπαυσεν, ὤμοι.

κεῖμαι δʼ, ἀμέριμνος οὕτως,

ἀεὶ πυκιναῖς δρόσοις

τεγγόμενος κόμας,

λυγρᾶς μνήματα Τροίας.

καὶ πρὶν μὲν αἰὲν νυχίου

δείματος ἦν μοι προβολὰ

καὶ βελέων θούριος Αἴας·

νῦν δʼ οὗτος ἀνεῖται στυγερῷ

δαίμονι· τίς μοι, τίς ἔτʼ οὖν

τέρψις ἐπέσται;

γενοίμαν ἵνʼ ὑλᾶεν ἔπεστι πόντου

πρόβλημʼ ἁλίκλυστον, ἄκραν

ὑπὸ πλάκα Σουνίου,

τὰς ἱερὰς ὅπως

προσείποιμεν Ἀθάνας.

καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην

Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον·

δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.

σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοι

τλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτὶ χανεῖν;

σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,

ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο

ὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις,

ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,

κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν

ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω

ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.

ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;

ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα;

ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;

οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;

πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων

ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,

εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί,

κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις

εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,

ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που

ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι.

ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε

κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου,

εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν

καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.

ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς

οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,

ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.

μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως

μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.

καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον

ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσει τινά·

ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς,

θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.

οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν

ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον,

ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;

σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ·

τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.

εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·

τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.

φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς

χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται,

εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρῶν λόγων,

Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις

τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.

ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα.

ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη,

οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα

ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,

ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς

ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν

ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις

πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη

πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;

τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε,

ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;

ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα;

χὤτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου

λαχών τε κἀκέλευστος ἦλθʼ ἐναντίος,

οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,

ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου

κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;

ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών,

ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.

δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς;

οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ

ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;

Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε δυσσεβέστατον,

προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;

αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗ

λαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρ

ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.

τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν;

ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,

ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴν

ἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦν

βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν

δώρημα κείνῳ ʼδωκεν Ἀλκμήνης γόνος.

ἆρʼ ὧδʼ ἄριστος ἐξ ἀριστέοιν δυοῖν

βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,

οὓς νῦν σὺ τοιοῖσδʼ ἐν πόνοισι κειμένους

ὠθεῖς ἀθάπτους, οὐδʼ ἐπαισχύνει λέγων;

εὖ νυν τόδʼ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,

βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.

ἐπεὶ καλόν μοι τοῦδʼ ὑπερπονουμένῳ

θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ

γυναικός, ἢ τοῦ σοῦ γʼ ὁμαίμονος λέγω;

πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·

ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ

καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς.

ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς,

εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.

τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην

βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ.

οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,

ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως;

ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω

κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.

ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.

τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;

οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς

ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.

ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ

σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;

εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ

φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω.

ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν

μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν·

μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω

τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.

κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ,

ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων,

ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ

οὐκ ἀντατιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν

ἕνʼ ἄνδρʼ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι

Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.

ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι·

οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους

φθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι,

βλάπτειν τὸν ἐσθλόν, οὐδʼ ἐὰν μισῶν κυρῇς.

σὺ ταῦτʼ, Ὀδυσσεῦ, τοῦδʼ ὑπερμαχεῖς ἐμοί;

ἔγωγʼ· ἐμίσουν δʼ, ἡνίκʼ ἦν μισεῖν καλόν.

οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;

μὴ χαῖρʼ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.

τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.

ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.

κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.

παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.

μέμνησʼ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.

ὅδʼ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτʼ ἦν.

τί ποτε ποήσεις; ἐχθρὸν ὧδʼ αἰδεῖ νέκυν;

νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.

τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.

ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.

τοιούσδʼ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;

σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.

ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.

ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.

ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;

ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι.

ἦ πάνθʼ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.

τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν;

σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.

ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσει.

ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ ὡς ἐγὼ

σοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν,

οὗτος δὲ κἀκεῖ κἀνθάδʼ ὢν ἔμοιγʼ ὁμῶς

ἔχθιστος ἔσται· σοὶ δὲ δρᾶν ἔξεσθʼ ἃ χρῇς.

ὅστις σʼ, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν

φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστʼ ἀνήρ.

καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδʼ ἀγγέλλομαι,

ὅσον τότʼ ἐχθρὸς ἦ, τοσόνδʼ εἶναι φίλος.

καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω

καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων

χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.

ἄριστʼ Ὀδυσσεῦ, πάντʼ ἔχω σʼ ἐπαινέσαι

λόγοισι, καί μʼ ἔψευσας ἐλπίδος πολύ.

τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ

μόνος παρέστης χερσίν, οὐδʼ ἔτλης παρὼν

θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,

ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν

αὐτός τε χὠ ξύναιμος ἠθελησάτην

λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.

τοιγάρ σφʼ Ὀλύμπου τοῦδʼ ὁ πρεσβεύων πατὴρ

μνήμων τʼ Ἐρινὺς καὶ τελεσφόρος Δίκη

κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον

τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.

σὲ δʼ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,

τάφου μὲν ὀκνῶ τοῦδʼ ἐπιψαύειν ἐᾶν,

μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ·

τὰ δʼ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ

θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.

ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ

ἀνὴρ καθʼ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.

ἀλλʼ ἤθελον μέν· εἰ δὲ μή ʼστί σοι φίλον

πράσσειν τάδʼ ἡμᾶς, εἶμʼ ἐπαινέσας τὸ σόν.

ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται

χρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετον

χερσὶ ταχύνατε, τοὶ δʼ ὑψίβατον

τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίων

θέσθʼ ἐπίκαιρον·

μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλη

τὸν ὑπασπίδιον κόσμον φερέτω.

παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις,

φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ

τάσδʼ ἐπικούφιζʼ· ἔτι γὰρ θερμαὶ

σύριγγες ἄνω φυσῶσι μέλαν

μένος. ἀλλʼ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ

φησὶ παρεῖναι, σούσθω, βάτω,

τῷδʼ ἀνδρὶ πονῶν τῷ πάντʼ ἀγαθῷ

κοὐδενί πω λῴονι θνητῶν

Αἴαντος, ὅτʼ ἦν, τότε φωνῶ.

ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν

γνῶναι· πρὶν ἰδεῖν δʼ οὐδεὶς μάντις

τῶν μελλόντων, ὅ τι πράξει.