ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,

ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν

ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;

οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ

οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ

τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.

καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλει

κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;

ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει

πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;

ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλων

οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου

δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,

μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·

ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς

ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον,

οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.

ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶν

τοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις.

τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.

οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων

τὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει;

Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης

χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς

ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·

τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν

ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ

τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,

ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν

θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.

τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ

κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν,

καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν

σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν

οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,

φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.

οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα

εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.

τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ

λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;

εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.

ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἰ;

εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.

ἢ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;

τὸν γοῦν ἐμὸν καὶ τὸν σόν ἢν σὺ μὴ θέλῃς

ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι.

ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;

ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.

οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ

ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,

πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς

ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.

ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,

πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·

τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν

αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον

κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.

νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει

ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ

ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.

ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι

ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.

ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων,

καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.

ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς

ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,

τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ

περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.

οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι

πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα.

ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ

θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.

φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα,

ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος

ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.

ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ,

τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.

ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ

βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.

σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον

χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.

οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.

μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.

ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ

τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ.

οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει

σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.

θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.

ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή.

εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς.

οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.

ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.

εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,

ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.

ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν

παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ

τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.

ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτι

ἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη.

ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν

Θήβᾳ τῶν προτέρων φάος,

ἐφάνθης ποτʼ, ὦ χρυσέας

ἁμέρας βλέφαρον,

Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,

τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ

φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ·

ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους

ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων

ὀξέα κλάζων

ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,

λευκῆς χιόνος πτέρυγι στεγανός,

πολλῶν μεθʼ ὅπλων

ξύν θʼ ἱπποκόμοις κορύθεσσιν.

στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ

λόγχαις ἑπτάπυλον στόμα

ἔβα, πρίν ποθʼ ἁμετέρων

αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων

πευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη

πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.

Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους

ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν

πολλῷ ῥεύματι προσνισσομένους

χρυσοῦ καναχῆς ὑπεροπλίαις,

παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων

ἐπʼ ἄκρων ἤδη

νίκην ὁρμῶντʼ ἀλαλάξαι.

ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς

πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ

βακχεύων ἐπέπνει

ῥιπαῖς ἐχθίστων ἀνέμων.

εἶχε δʼ ἄλλᾳ τὰ μέν,

ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης

δεξιόσειρος.

ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις

ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον

Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη,

πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς

μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν

δικρατεῖς λόγχας στήσαντʼ ἔχετον

κοινοῦ θανάτου μέρος ἄμφω.

ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα

τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,

ἐκ μὲν δὴ πολέμων

τῶν νῦν θέσθαι λησμοσύναν,

θεῶν δὲ ναοὺς χοροῖς

παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων

Βάκχιος ἄρχοι.

ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,

Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς

νεαραῖσι θεῶν ἐπὶ συντυχίαις

χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,

ὅτι σύγκλητον τήνδε γερόντων

προὔθετο λέσχην,

κοινῷ κηρύγματι πέμψας;

ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ

πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.

ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα

ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου

σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,

τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν,

κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι

παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.

ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν

καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ

πληγέντες αὐτόχειρι σὺν μιάσματι,

ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω

γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων.

ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν

ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν

ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.

ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν

μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων

ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει

κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·

καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας

φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.

ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,

οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν

στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,

οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς

θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι

ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι

πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.

τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν,

καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω

ἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι·

Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν

ὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει,

τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαι

ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.

τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,

ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ

πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος

κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,

τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ

μήτε κτερίζειν μήτε κωκῦσαί τινα,

ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας

καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν.

τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ

τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων·

ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν

καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.

σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον,

τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·

νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι

καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.

ὡς ἂν σκοποὶ νῦν εἴτε τῶν εἰρημένων.

νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.

ἀλλʼ εἴσʼ ἑτοῖμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.

τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;

τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.

οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.

καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδων

ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.

ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο

δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.

πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,

ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·

ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·

τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;

τλήμων, μενεῖς αὖ; κεἰ τάδʼ εἴσεται Κρέων

ἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει;

τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.

χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.

τέλος γε μέντοι δεῦρʼ ἐνίκησεν μολεῖν

σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δʼ ὅμως·

τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,

τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.

τί δʼ ἐστὶν ἀνθʼ οὗ τήνδʼ ἔχεις ἀθυμίαν;

φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ

πρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν,

οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.

εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ

τὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον.

τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν.

οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει;

καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως

θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν

κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·

τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;

οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν

πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ

καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη

τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.

ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος

δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.

ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,

λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις

σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν

ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.

λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,

φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο

πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.

εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,

κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.

ἦμεν δʼ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν

καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,

τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι

τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.

τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,

λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα

νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν

οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς

πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον

σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.

καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα

πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.

πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·

στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.

ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον

τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι

παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,

μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.

λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων

πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.

πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην

ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας

ναοὺς πυρώσων ἦλθε κἀναθήματα

καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;

ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;

οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως

ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,

κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ

λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.

ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς

παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.

οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος

κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις

πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·

τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας

χρηστὰς πρὸς αἰσχρὰ πράγματʼ ἵστασθαι βροτῶν·

πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν

καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.

ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,

χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.

ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,

εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·

εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου

εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,

οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν

ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν,

ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον

τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι

οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.

ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας

ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.

εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;

οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;

ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει;

τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;

ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.

οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.

οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ.

καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.

φεῦ·

ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.

κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ

φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι

τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.

ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι

ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,

οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με·

καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆς

σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.

πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.

τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ

χωρεῖ, περιβρυχίοισιν

περῶν ὑπʼ οἴδμασιν.

θεῶν τε τὰν ὑπερτάταν, Γᾶν

ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται

ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος

ἱππείῳ γένει πολεύων.

κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει

καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσιν

σπείραισι δικτυοκλώστοις,

περιφραδὴς ἀνήρ·

κρατεῖ δὲ μηχαναῖς ἀγραύλου

θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ

ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν

οὔρειόν τʼ ἀκμῆτα ταῦρον.

καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους

ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων

πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη

παντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεται

τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται·

νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται.

σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχων

τοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει,

νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν,

ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν

ξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιος

γένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει.

ἐς δαιμόνιον τέρας ἀμφινοῶ

τόδε· πῶς εἰδὼς ἀντιλογήσω

τήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην.

ὦ δύστηνος

καὶ δυστήνου πατρὸς Οἰδιπόδα,

τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν

τοῖς βασιλείοισιν ἄγουσι νόμοις

καὶ ἐν ἀφροσύνῃ καθελόντες;

ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·

τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;

ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.

τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;

ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.

ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ

σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ

ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε

ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ

ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,

ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,

κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον

κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,

ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.

καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν

καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος

δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.

ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;

αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.

ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;

ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν

ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;

καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;

τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,

πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,

πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν

νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,

καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,

ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,

ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις

κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.

χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι

μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος

καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς

τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,

πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην

ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας

αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.

καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,

ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς

ὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆς

εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.

οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,

γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς

ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.

καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,

ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου

χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.

χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν

θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,

καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν

πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,

ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.

τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι

ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν

ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν

ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.

σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,

φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε·

καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις

ἔξω βαρείας αἰτίας ἐλεύθερον·

σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,

ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;

ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.

καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;

οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,

οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη

τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.

οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ

κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν

νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.

οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε

ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.

τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς

φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην

δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;

κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου

πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.

ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς

ζῇ, πῶς ὅδʼ Οὐχὶ κατθανὼν κέρδος φέρει;

οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν

παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς

μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,

κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.

σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,

σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.

δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς

τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.

ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα

πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον

σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ

θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·

σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους

ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει

φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.

αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,

νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·

ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,

τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.

ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,

εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.

ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα

τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,

αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον

μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον

ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.

καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως

λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.

φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς

τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·

μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις

ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.

θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;

ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.

τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων

ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·

οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.

καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον

κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ

τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν

λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.

ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ

κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.

σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.

ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.

σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;

οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.

οὔκουν ὅμαιμος χὠ καταντίον θανών;

ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.

πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;

οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.

εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.

οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.

πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.

ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.

ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.

τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;

οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.

οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.

κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει

κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.

καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη,

φιλάδελφα κάτω δάκρυʼ εἰβομένη·

νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν

ῥέθος αἰσχύνει,

τέγγουσʼ εὐῶπα παρειάν.

σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη

λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον

τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,

φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου

φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;

δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ

καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.

ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ

οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.

ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι

ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.

ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·

λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.

μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ

θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι.

μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες

ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ.

καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;

Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.

τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη;

ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ.

τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ;

σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν.

οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;

σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.

ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.

καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν.

καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία.

θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι

τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.

τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως

ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.

οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει

νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.

σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.

τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον;

ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι.

ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;

ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.

οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα.

κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.

ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ.

ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.

ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;

Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ.

δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν.

καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτʼ, ἀλλά νιν

κομίζετʼ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ

γυναῖκας εἶναι τάσδε μηδʼ ἀνειμένας.

φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας

ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.

εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.

οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας

οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·

ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν

Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,

κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ

δυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί.

ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι

πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ,

οὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπει

θεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὕπερ

ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις,

κατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρων

ἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς.

τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;

τὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων,

οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ

δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.

τό τʼ ἔπειτα καὶ τὸ μέλλον

καὶ τὸ πρὶν ἐπαρκέσει

νόμος ὅδʼ, οὐδὲν ἕρπει

θνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας.

ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,

πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων·

εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις

προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.

τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν

τῷδʼ ἔμμεν ὅτῳ φρένας

θεὸς ἄγει πρὸς ἄταν·

πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.

ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν

νέατον γέννημʼ· ἆρʼ ἀχνύμενος

τάλιδος ἥκει μόρον Ἀντιγόνης,

ἀπάτης λεχέων ὑπεραλγῶν;

τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον.

ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων

τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;

ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;

πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων

χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι.

ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος

μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.

οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,

γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.

τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς

κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,

ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς

καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.

ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,

τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους

φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;

μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς

γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι

ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,

γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ

γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;

ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες

τὴν παῖδʼ ἐν Αἴδου τήνδε νυμφεύειν τινί.

ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ

πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,

ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,

ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία

ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει

ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους

ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ

χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.

ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται

ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,

οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.

ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν

καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.

καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ

καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,

δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον

μένειν δίκαιον κἀγαθὸν παραστάτην.

ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.

αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους

οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς

τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων

σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.

οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,

κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.

κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,

κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.

ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,

λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.

πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,

πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.

ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,

οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.

γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.

σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα

λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.

τὸ γὰρ σὸν ὄμμα δεινὸν, ἀνδρὶ δημότῃ

λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·

ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,

τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,

πασῶν γυναικῶν ὡς ἀναξιωτάτη

κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.

ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς

πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν

εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.

οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;

τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.

ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,

οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,

τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις

ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;

μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,

ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.

ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,

ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,

οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.

ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν

πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.

ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα

δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,

τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.

αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα

τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω

στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.

ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.

γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου

πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ

φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·

εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,

καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.

ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,

μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.

οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ

φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;

μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος,

οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.

ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;

οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.

οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;

οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.

πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;

ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;

ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;

πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.

οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;

καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.

ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.

εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.

ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;

οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.

ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;

οὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν.

ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.

οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.

ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.

καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.

ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς.

ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα.

ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς;

τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;

κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.

εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν.

γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.

βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;

ἄληθες; ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι,

χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.

ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκα

παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.

οὐ δῆτʼ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,

οὔθʼ ἥδʼ ὀλεῖται πλησία, σύ τʼ οὐδαμὰ

τοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν,

ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.

ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·

νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.

δράτω· φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών·

τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου.

ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;

οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.

μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;

ἄγων ἔρημος ἔνθʼ ἂν ᾖ βροτῶν στίβος

κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,

φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,

ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις.

κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,

αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,

ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι

πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.

Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,

ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,

φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς·

καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς

οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν.

σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,

σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·

νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου

νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς

θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς, Ἀφροδίτα.

νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν

ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ

οὐκέτι πηγὰς δύναμαι δάκρυ

τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον

τήνδʼ Ἀντιγόνην ἀνύτουσαν.

ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν

στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,

κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει

τὰν Ἀχέροντος

ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός

πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.

οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ

ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,

οὔτε φθινάσιν πληγεῖσα νόσοις

οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,

ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ

θνητῶν Ἅιδην καταβήσει.

ἤκουσα δὴ λυγρότατον ὀλέσθαι τὰν Φρυγίαν ξέναν

Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς

πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,

ὡς φάτις ἀνδρῶν,

χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις

δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.

ἀλλὰ θεός τοι καὶ θεογεννής,

ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.

καίτοι φθιμένῃ μέγα κἀκοῦσαι

τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.

ζῶσαν καὶ ἔπειτα θανοῦσαν.

οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.

οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;

ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·

ἰὼ Διρκαῖαι κρῆναι

Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,

οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις

πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·

ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα

μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.

προβᾶσʼ ἐπʼ ἔσχατον θράσους

ὑψηλὸν ἐς Δίκας βάθρον

προσέπεσες, ὦ τέκνον, πολύ·

πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.

ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,

πατρὸς τριπόλιστον οἶκτον τού τε πρόπαντος

ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.

ἰὼ ματρῷαι λέκτρων

ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,

οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·

πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.

ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,

θανὼν ἔτʼ οὖσαν κατήναρές με.

σέβειν μὲν εὐσέβειά τις,

κράτος δʼ ὅτῳ κράτος μέλει

παραβατὸν οὐδαμᾷ πέλει·

σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.

ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι

τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε

λαμπάδος ἱερὸν ὄμμα

θέμις ὁρᾶν ταλαίνᾳ.

τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον

οὐδεὶς φίλων στενάζει.

ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν

ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν;

οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ

τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,

ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν

εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·

ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην

μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.

ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς

οἴκησις ἀείφρουρος, οἷ πορεύομαι

πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς

πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·

ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ

κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.

ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω

φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,

μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·

ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ

ἔλουσα κἀκόσμησα κἀπιτυμβίους

χοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸν

δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.

καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.

οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,

οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,

βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.

τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;

πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,

καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,

μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν

οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.

τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ

νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν

καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.

καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν

ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου

μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,

ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος

ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.

ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;

τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι

βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ

τὴν δυσσέβειαν εὐσεβοῦσʼ, ἐκτησάμην.

ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά,

παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·

εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ

πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.

ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ

ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν.

τοιγὰρ τούτων τοῖσιν ἄγουσιν

κλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ.

οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτω

τοὔπος ἀφῖκται.

θαρσεῖν οὐδὲν παραμυθοῦμαι

μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.

ὦ γῆς Θήβης ἄστυ πατρῷον

καὶ θεοὶ προγενεῖς,

ἄγομαι δὴ κοὐκέτι μέλλω.

λεύσσετε, Θήβης οἱ κοιρανίδαι

τὴν βασιλειδᾶν μούνην λοιπήν,

οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,

τὴν εὐσεβίαν σεβίσασα.

ἔτλα καὶ Δανάας οὐράνιον φῶς

ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·

κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·

καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ,

καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.

ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά·

οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι

κελαιναὶ νᾶες ἐκφύγοιεν.

ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος,

Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς

ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.

οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει

ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις

ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.

παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ,

φιλαύλους τʼ ἠρέθιζε Μούσας.

παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸς

ἀκταὶ Βοσπόριαι ἥδʼ ὁ Θρῃκῶν ἄξενος

Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης

δισσοῖσι Φινείδαις

εἶδεν ἀρατὸν ἕλκος

τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος

ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις

ἀραχθέντων, ὑφʼ αἱματηραῖς

χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.

κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν

κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·

ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων

ἄντασʼ Ἐρεχθειδᾶν,

τηλεπόροις δʼ ἐν ἄντροις

τράφη θυέλλαισιν ἐν πατρῴαις

Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου

θεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳ

Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.

Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν

δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ

αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.

τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;

ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.

οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.

τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.

ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.

φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.

τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.

γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.

εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον

ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,

ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ

κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.

καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς

ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.

εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην

βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων

Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ

μυδῶσα κηκὶς μηρίων ἐτήκετο

κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι

χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς

μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.

τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,

φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.

ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.

καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.

βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς

πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς

τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.

κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι

θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,

οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς

ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.

ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ

τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·

ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ

ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν

πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.

αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.

ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα

κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;

εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ

ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.

ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ

τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς

ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους

ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.

κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων

ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν

χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,

οὐδʼ εἰ θέλουσʼ, οἱ Ζηνὸς αἰετοὶ βορὰν

φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,

οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ

θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι

θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.

πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν

χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους

αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.

φεῦ.

ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,

τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;

ὅσῳ κράτιστον κτημάτων εὐβουλία;

ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.

ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.

οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.

καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.

τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.

τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.

ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;

οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.

σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.

ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.

κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.

οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.

ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.

ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι

τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,

ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα

νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,

ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω

ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,

ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν

ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.

ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω

θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.

τούτων σε λωβητῆρες ὑστεροφθόροι

λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,

ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.

καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος

λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ

ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.

ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,

ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν

ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων

ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.

τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης

ἀφῆκα θυμῷ, καρδίας τοξεύματα

βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.

ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα

τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,

καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν

τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.

ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·

ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼ

τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,

μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.

ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.

τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ

ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.

εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.

τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ.

ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης

ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.

καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;

ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ

θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.

οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι

τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.

δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.

ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες,

οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν

ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον.

ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη,

αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι.

δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους

ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.

πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα

καὶ Διὸς βαρυβρεμέτα

γένος, κλυτὰν ὃς ἀμφέπεις

Ἰταλίαν, μέδεις δὲ

παγκοίνοις, Ἐλευσινίας

Δῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν

ὁ ματρόπολιν Θήβαν

ναιετῶν παρʼ ὑγρῶν

Ἰσμηνοῦ ῥείθρων ἀγρίου τʼ ἐπὶ σπορᾷ δράκοντος

σὲ δʼ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε

λιγνύς, ἔνθα Κωρύκιαι

στείχουσι νύμφαι Βακχίδες,

Κασταλίας τε νᾶμα.

καί σε Νυσαίων ὀρέων

κισσήρεις ὄχθαι χλωρά τʼ ἀκτὰ

πολυστάφυλος πέμπει,

ἀμβρότων ἐπέων

εὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς·

τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεων

ματρὶ σὺν κεραυνίᾳ·

καὶ νῦν, ὡς βιαίας ἔχεται

πάνδαμος πόλις ἐπὶ νόσου,

μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν

ἢ στονόεντα πορθμόν.

ἰὼ πῦρ πνειόντων χοράγʼ ἄστρων, νυχίων

φθεγμάτων ἐπίσκοπε,

παῖ Διὸς γένεθλον, προφάνηθʼ

ὦναξ, σαῖς ἅμα περιπόλοις

Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι

τὸν ταμίαν Ἴακχον.

Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,

οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον

οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.

τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει

τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·

καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.

Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,

σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα

λαβών τε χώρας παντελῆ μοναρχίαν

ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·

καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς

ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ

ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.

πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα

καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ

τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς

οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;

τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.

καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε.

Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται.

πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;

αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.

ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.

ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.

καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ

δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων

ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.

ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην

πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς

ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.

καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης

χαλῶσα καί με φθόγγος οἰκείου κακοῦ

βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι

δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι

ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·

κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.

ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ

κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.

τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον

ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.

ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει

πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς

κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·

καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν

Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν

λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν

θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν,

καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς

χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης

νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.

φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων

κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,

καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.

τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς

ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος

ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,

ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην

κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;

παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,

ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ

ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ

δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος

φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.

τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων

ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι

τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,

βρόχῳ μιτώδει σινδόνος καθημμένην,

τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,

εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν

καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.

ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω

χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·

ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα

νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;

ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.

τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,

πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους

ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου

πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος

αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς

ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν

ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.

καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν

λευκῇ παρειᾷ φοινίου σταλάγματος.

κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ

τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,

δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν

ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.

τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν

φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.

καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι

ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους

οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω

δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.

γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.

οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ

δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.

ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον

κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,

δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις,

καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.

καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει

μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,

εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν

ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.

ἰὼ

φρενῶν δυσφρόνων ἁμαρτήματα

στερεὰ θανατόεντʼ,

ὦ κτανόντας τε καὶ

θανόντας βλέποντες ἐμφυλίους.

ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.

ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ

αἰαῖ αἰαῖ,

ἔθανες, ἀπελύθης

ἐμαῖς οὐδὲ σαῖς δυσβουλίαις.

οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.

οἴμοι,

ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ

θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων

ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,

οἴμοι, λακπάτητον ἀντρέπων χαράν.

φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.

ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,

τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις

ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.

τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;

γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,

δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.

ἰώ.

ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,

τί μʼ ἄρα τί μʼ ὀλέκεις;

ὦ κακάγγελτά μοι

προπέμψας ἄχη, τίνα θροεῖς λόγον;

αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω.

τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον,

αἰαῖ αἰαῖ,

σφάγιον ἐπʼ ὀλέθρῳ

γυναικεῖον ἀμφικεῖσθαι μόρον;

ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.

οἴμοι,

κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας.

τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;

ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,

τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν.

φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.

ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει

λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν

τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,

αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς

πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.

αἰαῖ αἰαῖ,

ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν

ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;

δείλαιος ἐγώ, αἰαῖ,

δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.

ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων

πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων

ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ;

παίσας ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως

παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος.

ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν

ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας.

ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος,

ἐγώ, φάμʼ ἔτυμον. ἰὼ πρόσπολοι,

ἄγετέ μʼ ὅτι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών,

τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.

κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.

βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.

ἴτω ἴτω,

φανήτω μόρων ὁ κάλλιστʼ ἔχων

ἐμοὶ τερμίαν ἄγων ἁμέραν

ὕπατος· ἴτω ἴτω,

ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.

μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ μέλειν

πράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν

ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.

μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης

οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.

ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών,

ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον

σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω

ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ

λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι

πότμος δυσκόμιστος εἰσήλατο.

πολλῷ τὸ φρονεῖν εὐδαιμονίας

πρῶτον ὑπάρχει. χρὴ δὲ τά γʼ εἰς θεοὺς

μηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοι

μεγάλας πληγὰς τῶν ὑπεραύχων

ἀποτίσαντες

γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.