ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα

Διόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη

Σεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·

μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν

πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.

ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας

τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια

τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,

ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν.

αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε

τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν

πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ.

λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας

Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας

Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα

Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα

Ἀσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλα

κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦ

πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,

ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,

τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς

τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.

πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος

ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς

θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·

ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,

Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,

Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος

ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,

Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν

Ζῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.

τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼ

μανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν·

σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν,

καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι

γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·

ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι

χλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.

δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει,

ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,

Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερ

φανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.

Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα

Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,

ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄπο

ὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει.

ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι

πᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα,

τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,

δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις

ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν

ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.

ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχω

μορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.

ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,

θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων

ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,

αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν

τύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα,

βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε

κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.

ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς

ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.

Ἀσίας ἀπὸ γᾶς

ἱερὸν Τμῶλον ἀμείψασα θοάζω

Βρομίῳ πόνον ἡδὺν κάματόν τʼ εὐκάματον,

Βάκχιον εὐαζομένα.

τίς ὁδῷ τίς ὁδῷ; τίς;

μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφημον

ἅπας ἐξοσιούσθω·

τὰ νομισθέντα γὰρ αἰεὶ

Διόνυσον ὑμνήσω.

ὦ

μάκαρ, ὅστις εὐδαίμων

τελετὰς θεῶν εἰδὼς

βιοτὰν ἁγιστεύει καὶ

θιασεύεται ψυχὰν

ἐν ὄρεσσι βακχεύων

ὁσίοις καθαρμοῖσιν,

τά τε ματρὸς μεγάλας ὄργια

Κυβέλας θεμιτεύων,

ἀνὰ θύρσον τε τινάσσων,

κισσῷ τε στεφανωθεὶς

Διόνυσον θεραπεύει.

ἴτε βάκχαι, ἴτε βάκχαι,

Βρόμιον παῖδα θεὸν θεοῦ

Διόνυσον κατάγουσαι

Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς

εὐρυχόρους ἀγυιάς, τὸν Βρόμιον·

ὅν

ποτʼ ἔχουσʼ ἐν ὠδίνων

λοχίαις ἀνάγκαισι

πταμένας Διὸς βροντᾶς νηδύος

ἔκβολον μάτηρ

ἔτεκεν, λιποῦσʼ αἰῶνα

κεραυνίῳ πληγᾷ·

λοχίοις δʼ αὐτίκα νιν δέξατο

θαλάμαις Κρονίδας Ζεύς,

κατὰ μηρῷ δὲ καλύψας

χρυσέαισιν συνερείδει

περόναις κρυπτὸν ἀφʼ Ἥρας.

ἔτεκεν δʼ, ἁνίκα Μοῖραι

τέλεσαν, ταυρόκερων θεὸν

στεφάνωσέν τε δρακόντων

στεφάνοις, ἔνθεν ἄγραν θηροτρόφον

μαινάδες ἀμφιβάλλονται

πλοκάμοις.

ὦ Σεμέλας τροφοὶ Θῆβαι,

στεφανοῦσθε κισσῷ·

βρύετε βρύετε χλοήρει

μίλακι καλλικάρπῳ

καὶ καταβακχιοῦσθε δρυὸς

ἢ ἐλάτας κλάδοισι,

στικτῶν τʼ ἐνδυτὰ νεβρίδων

στέφετε λευκοτρίχων πλοκάμων

μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς

ὁσιοῦσθʼ· αὐτίκα γᾶ πᾶσα χορεύσει—

Βρόμιος ὅστις ἄγῃ θιάσουσ—

εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει

θηλυγενὴς ὄχλος

ἀφʼ ἱστῶν παρὰ κερκίδων τʼ

οἰστρηθεὶς Διονύσῳ.

ὦ θαλάμευμα Κουρήτων

ζάθεοί τε Κρήτας

Διογενέτορες ἔναυλοι,

ἔνθα τρικόρυθες ἄντροις

βυρσότονον κύκλωμα τόδε

μοι Κορύβαντες ηὗρον·

βακχείᾳ δʼ ἀνὰ συντόνῳ

κέρασαν ἁδυβόᾳ Φρυγίων

αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς

χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν·

παρὰ δὲ μαινόμενοι Σάτυροι

ματέρος ἐξανύσαντο θεᾶς,

ἐς δὲ χορεύματα

συνῆψαν τριετηρίδων,

αἷς χαίρει Διόνυσος.

ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαίων

πέσῃ πεδόσε, νεβρίδος

ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων

αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμενος

ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος,

εὐοἷ.

ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν

νέκταρι.

Συρίας δʼ ὡς λιβάνου καπνὸν

ὁ Βακχεὺς ἀνέχων

πυρσώδη φλόγα πεύκας

ἐκ νάρθηκος ἀίσσει

δρόμῳ καὶ χοροῖσιν

πλανάτας ἐρεθίζων

ἰαχαῖς τʼ ἀναπάλλων,

τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων.

ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει·

Ὦ ἴτε βάκχαι,

ὦ ἴτε βάκχαι,

Τμώλου χρυσορόου χλιδᾷ

μέλπετε τὸν Διόνυσον

βαρυβρόμων ὑπὸ τυμπάνων,

εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν

ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,

λωτὸς ὅταν εὐκέλαδος

ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα

φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομένα

δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέρι

φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.

τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,

Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίαν

λιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε.

ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι

ζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέρι

ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,

θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν

στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.

ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων

σοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν·

ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ·

δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς

Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς

ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.

ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα

καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι

γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.

ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν

θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως

γέροντες ὄντες.

ταὔτʼ ἐμοὶ πάσχεις ἄρα·

κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.

οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;

ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.

γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.

ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.

μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;

μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.

μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.

ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.

οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.

οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.

πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ

κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,

οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.

ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,

μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;

οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον

εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,

ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν

κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.

ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς,

ἐγὼ προφήτης σοι λόγων γενήσομαι.

Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,

Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.

ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;

ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός,

κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά,

γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι

πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις

ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα

Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·

πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι

κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν

πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,

πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,

τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.

ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας

σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·

ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,

Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι,

Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω.

καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν

παύσω κακούργου τῆσδε βακχείας τάχα.

λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος,

γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,

ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,

οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,

ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται

τελετὰς προτείνων εὐίους νεάνισιν.

εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,

παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε

κόμας, τράχηλον σώματος χωρὶς τεμών.

ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,

ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός,

ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις

σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.

ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια,

ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;

ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπον

ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ

πατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων—

νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ,

τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.

οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν

θύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;

σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλεις

τὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέον

σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.

εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,

καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,

τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ

ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,

οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.

τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς

Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,

Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;

ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς

καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·

σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,

ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.

θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ

κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.

οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,

οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος

καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,

τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—

γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·

αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·

ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος

βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο

θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς

λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,

ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν

δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.

οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,

ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.

καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς

μηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.

ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου

Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,

Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ·

Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.

ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου

αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,



Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν

βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,

ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς

Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.

μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον

καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·

ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,

λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.

Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·

στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν

φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.

μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.

ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις

πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,

πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,

μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ·

μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,

μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,

φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχου

καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.

οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει

γυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσει

τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀεί

τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν

οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.

ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις

πολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις·

κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.

ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,

κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν,

πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον,

κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.

μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις

ἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς.

ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,

τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.

ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.

οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.

νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.

κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,

παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς

ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν,

ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.

ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,

ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο

διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις

Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.

ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα

κισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.

οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,

μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;

τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλον

δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,

ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ

μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,

ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,

καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες.

μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.

οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε

τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον

καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.

κἄνπερ λάβητε, δέσμιον πορεύσατε

δεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν

θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.

ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων.

μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.

στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα

ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου

ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον

δρᾶν. ἀλλʼ ἕπου μοι κισσίνου βάκτρου μέτα,

πειρῶ δʼ ἀνορθοῦν σῶμʼ ἐμόν, κἀγὼ τὸ σόν·

γέροντε δʼ αἰσχρὸν δύο πεσεῖν· ἴτω δʼ ὅμως,

τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.

Πενθεὺς δʼ ὅπως μὴ πένθος εἰσοίσει δόμοις

τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,

τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.

Ὁσία πότνα θεῶν,

Ὁσία δʼ ἃ κατὰ γᾶν

χρυσέαν πτέρυγα φέρεις,

τάδε Πενθέως ἀίεις;

ἀίεις οὐχ ὁσίαν

ὕβριν ἐς τὸν Βρόμιον, τὸν

Σεμέλας, τὸν παρὰ καλλιστεφάνοις

εὐφροσύναις δαίμονα

πρῶτον μακάρων; ὃς τάδʼ ἔχει,

θιασεύειν τε χοροῖς

μετά τʼ αὐλοῦ γελάσαι

ἀποπαῦσαί τε μερίμνας,

ὁπόταν βότρυος ἔλθῃ

γάνος ἐν δαιτὶ θεῶν, κισσοφόροις

δʼ ἐν θαλίαις ἀνδράσι

κρατὴρ ὕπνον ἀμφιβάλλῃ

ἀχαλίνων στομάτων

ἀνόμου τʼ ἀφροσύνας

τὸ τέλος δυστυχία·

ὁ δὲ τᾶς ἡσυχίας

βίοτος καὶ τὸ φρονεῖν

ἀσάλευτόν τε μένει καὶ

συνέχει δώματα· πόρσω

γὰρ ὅμως αἰθέρα ναίοντες

ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.

τὸ σοφὸν δʼ οὐ σοφία

τό τε μὴ θνητὰ φρονεῖν.

βραχὺς αἰών· ἐπὶ τούτῳ

δέ τις ἂν μεγάλα διώκων

τὰ παρόντʼ οὐχὶ φέροι. μαινομένων

οἵδε τρόποι καὶ

κακοβούλων παρʼ ἔμοιγε φωτῶν.

ἱκοίμαν ποτὶ Κύπρον,

νᾶσον τᾶς Ἀφροδίτας,

ἵνʼ οἱ θελξίφρονες νέμονται

θνατοῖσιν Ἔρωτες,

Πάφον θʼ ἃν ἑκατόστομοι

βαρβάρου ποταμοῦ ῥοαὶ

καρπίζουσιν ἄνομβροι.

οὗ δʼ ἁ καλλιστευομένα

Πιερία μούσειος ἕδρα,

σεμνὰ κλιτὺς Ὀλύμπου,

ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,

πρόβακχʼ εὔιε δαῖμον.

ἐκεῖ Χάριτες,

ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκχαις

θέμις ὀργιάζειν.

ὁ δαίμων ὁ Διὸς παῖς

χαίρει μὲν θαλίαισιν,

φιλεῖ δʼ ὀλβοδότειραν Εἰρήναν,

κουροτρόφον θεάν.

ἴσαν δʼ ἔς τε τὸν ὄλβιον

τόν τε χείρονα δῶκʼ ἔχειν

οἴνου τέρψιν ἄλυπον·

μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει,

κατὰ φάος νύκτας τε φίλας

εὐαίωνα διαζῆν,

σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε

περισσῶν παρὰ φωτῶν·

τὸ πλῆθος ὅ τι

τὸ φαυλότερον ἐνόμισε χρῆταί

τε, τόδʼ ἂν δεχοίμαν.

Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότες

ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.

ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν

φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας

οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,

γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο

ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.

κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼν

ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.

ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας

κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,

φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας

σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·

αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν

κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.

πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως

ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.

μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν

οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.

ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,

ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει·

πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,

γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·

λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,

οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,

τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.

πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.

οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.

τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.

οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.

ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.

πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;

Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.

Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;

οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.

πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;

ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.

τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;

ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.

ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;

οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.

εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.

ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.

τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;

ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.

τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.

δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.

ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;

πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.

φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.

τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.

τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;

νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.

τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.

κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.

δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.

σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.

ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.

εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;

πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.

ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.

ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.

αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.

εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.

λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.

ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.

καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.

καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.

παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.

λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.

αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.

ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.

οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.

Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.

ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.

χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας

φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.

ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρει

κακῶν συνεργοὺς ἢ διεμπολήσομεν

ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου

παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.

στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν

παθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων

μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·

ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.



Ἀχελῴου θύγατερ,

πότνιʼ εὐπάρθενε Δίρκα,

σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς

τὸ Διὸς βρέφος ἔλαβες,

ὅτε μηρῷ πυρὸς ἐξ ἀθανάτου

Ζεὺς ὁ τεκὼν ἥρπασέ

νιν, τάδʼ ἀναβοάσας·

Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρσενα

τάνδε βᾶθι νηδύν·

ἀναφαίνω σε τόδʼ, ὦ Βάκχιε,

Θήβαις ὀνομάζειν.

σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,

στεφανηφόρους ἀπωθῇ

θιάσους ἔχουσαν ἐν σοί.

τί μʼ ἀναίνῃ; τί με φεύγεις;

ἔτι ναὶ τὰν βοτρυώδη

Διονύσου χάριν οἴνας,

ἔτι σοι τοῦ Βρομίου μελήσει.

οἵαν οἵαν ὀργὰν

ἀναφαίνει χθόνιον

γένος ἐκφύς τε δράκοντός

ποτε Πενθεύς, ὃν Ἐχίων

ἐφύτευσε χθόνιος,

ἀγριωπὸν τέρας, οὐ φῶτα

βρότειον, φόνιον δʼ ὥστε

γίγαντʼ ἀντίπαλον θεοῖς·

ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦ

Βρομίου τάχα ξυνάψει,

τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώματος

ἤδη θιασώταν

σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.

ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖ

Διόνυσε, σοὺς προφήτας

ἐν ἁμίλλαισιν ἀνάγκας;

μόλε, χρυσῶπα τινάσσων,

ἄνα, θύρσον κατʼ Ὄλυμπον,

φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες.

πόθι Νύσας ἄρα τᾶς θηροτρόφου

θυρσοφορεῖς

θιάσους, ὦ Διόνυσʼ, ἢ

κορυφαῖς Κωρυκίαις;

τάχα δʼ ἐν ταῖς πολυδένδρεσσιν

Ὀλύμπου θαλάμαις, ἔνθα

ποτʼ Ὀρφεὺς κιθαρίζων

σύναγεν δένδρεα μούσαις,

σύναγεν θῆρας ἀγρώτας.

μάκαρ ὦ Πιερία,

σέβεταί σʼ Εὔιος, ἥξει

τε χορεύσων ἅμα βακχεύμασι,

τόν τʼ ὠκυρόαν

διαβὰς Ἀξιὸν εἱλισσομένας

Μαινάδας ἄξει,

Λυδίαν πατέρα τε, τὸν

τᾶς εὐδαιμονίας βροτοῖς

ὀλβοδόταν, τὸν ἔκλυον

εὔιππον χώραν ὕδασιν

καλλίστοισι λιπαίνειν.

ἰώ,

κλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς,

ἰὼ βάκχαι, ἰὼ βάκχαι.

τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδος

ἀνά μʼ ἐκάλεσεν Εὐίου;

ἰὼ ἰώ, πάλιν αὐδῶ,

ὁ Σεμέλας, ὁ Διὸς παῖς.

ἰὼ ἰὼ δέσποτα δέσποτα,

μόλε νυν ἡμέτερον ἐς

θίασον, ὦ Βρόμιε Βρόμιε.

σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.

ἆ ἆ,

τάχα τὰ Πενθέως μέλαθρα διατινάξεται

πεσήμασιν.

— ὁ Διόνυσος ἀνὰ μέλαθρα·

σέβετέ νιν. — σέβομεν ὤ.

— εἴδετε λάινα κίοσιν ἔμβολα

διάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλαλάζεται

λάζεται στέγας ἔσω.

ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·

σύμφλεγε σύμφλεγε δώματα Πενθέος.

ἆ ἆ,

πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,

Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν

ποτε κεραυνόβολος ἔλιπε φλόγα

Δίου βροντᾶς;

δίκετε πεδόσε τρομερὰ σώματα

δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ

ἄνω κάτω τιθεὶς ἔπεισι

μέλαθρα τάδε Διὸς γόνος.

βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ

πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου

διατινάξαντος † δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε †

σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.

ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,

ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.

εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,

Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;

πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;

ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;

αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.

οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;

ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν

οὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο.

πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων,

τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,

θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,

χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼν

ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ

ἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ

πῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,

ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν

ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.

διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,

ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.

κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,

φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένος

ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ , ὡς σφάζων ἐμέ.

πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·

δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν

πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο

διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ

ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ

δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.

ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —

ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;

ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.

πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.

πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,

ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.

ἔα ἔα·

ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος

φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;

στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.

πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;

οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις;

τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.

ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.



ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.

κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.

τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;

σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν.

ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.

κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,

ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·

ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.

Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,

ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτε

λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.

ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;

βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς

οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,

ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,

ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.

θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ

φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·

τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,

καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.

λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.

τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.

ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,

τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας

γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.

ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας

μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος

ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.

ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,

ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου

μήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ.

ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,

αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην,

αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα

εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς

ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ

θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.

ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις

σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,

μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.

αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον

ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας,

νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.

καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας

νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων

σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς

ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.

αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων

ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,

ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι

βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους

στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.

θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,

ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·

ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,

καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·

ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,

ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα

γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων

θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.

ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις

εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.

ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,

κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν

ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·

καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων

ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας

ναίοντες ὀρέων, θέλετε θηρασώμεθα

Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων

χάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγειν

ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις

κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην

ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,

Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον

Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄρος

καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.

κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·

κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,

λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.

ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,

θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,

ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.

ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν

βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην

μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.

καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν

μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,

ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.

εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασιν

ῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ

ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.

ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι

τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,

μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.

θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ

ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.

χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ

πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς

εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·

Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας

νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,

ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω

διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·

ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο

προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,

οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις

πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο

ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·

οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ.

τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,

κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν

ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ

γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.

πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,

κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.

νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων

γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.

τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα,

δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας,

κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,

τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.

οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις

οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.

ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους

πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται·

Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.

ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται

ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.

ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν

πύλας· κέλευε πάντας ἀσπιδηφόρους

ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας

πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ

ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν

βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε,

εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν.

πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,

Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως

οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ,

ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται

κινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο.

οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼν

σῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;

θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος

πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.

θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,

πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.

φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδας

θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους

ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,

ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.

ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε.

τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;

ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.

οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ.

ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς;

ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί.

καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ.

ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.

ἆ.

βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;

μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.

τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;

λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.

ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;

σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.

ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.

ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.

ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;

ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.

στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.

τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;

μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.

εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.

Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.

πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;

ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.

τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.

οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.

στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;

κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.

τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;

πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.

ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;

θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.

οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.

ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.

ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.

σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.

καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;

ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.

πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.

ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι.

ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.

στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι

ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.

γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,

ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.

Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·

τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,

ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ

οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,

ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.

χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν

γυναικόμορφον ἀγόμενον διʼ ἄστεως

ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.

ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν

ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,

Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς

Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,

δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.

ἆρʼ ἐν παννυχίοις χοροῖς

θήσω ποτὲ λευκὸν

πόδʼ ἀναβακχεύουσα, δέραν

εἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ,

ὡς νεβρὸς χλοεραῖς ἐμπαίζουσα

λείμακος ἡδοναῖς,

ἡνίκʼ ἂν φοβερὰν φύγῃ

θήραν ἔξω φυλακᾶς

εὐπλέκτων ὑπὲρ ἀρκύων,

θωΰσσων δὲ κυναγέτας

συντείνῃ δράμημα κυνῶν·

μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλλαις

θρῴσκει πεδίον

παραποτάμιον, ἡδομένα

βροτῶν ἐρημίαις σκιαροκόμοιό

τʼ ἔρνεσιν ὕλας.

τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον

παρὰ θεῶν γέρας ἐν βροτοῖς

ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς

τῶν ἐχθρῶν κρείσσω κατέχειν;

ὅ τι καλὸν φίλον ἀεί.

ὁρμᾶται μόλις, ἀλλʼ ὅμως

πιστόν τι τὸ θεῖον

σθένος· ἀπευθύνει δὲ βροτῶν

τούς τʼ ἀγνωμοσύναν τιμῶντας

καὶ μὴ τὰ θεῶν αὔξοντας

σὺν μαινομένᾳ δόξᾳ.

κρυπτεύουσι δὲ ποικίλως

δαρὸν χρόνου πόδα καὶ

θηρῶσιν τὸν ἄσεπτον. οὐ

γὰρ κρεῖσσόν ποτε τῶν νόμων

γιγνώσκειν χρὴ καὶ μελετᾶν.

κούφα γὰρ δαπάνα νομίζειν

ἰσχὺν τόδʼ ἔχειν,

ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον,

τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον

ἀεὶ φύσει τε πεφυκός.

τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον

παρὰ θεῶν γέρας ἐν βροτοῖς

ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς

τῶν ἐχθρῶν κρείσσω κατέχειν;

ὅ τι καλὸν φίλον ἀεί.

εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας

ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν·

εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων

ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον

ὄλβῳ καὶ δυνάμει παρῆλθεν.

μυρίαι δʼ ἔτι μυρίοις

εἰσὶν ἐλπίδες· αἳ μὲν

τελευτῶσιν ἐν ὄλβῳ

βροτοῖς, αἳ δʼ ἀπέβησαν·

τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτος

εὐδαίμων, μακαρίζω.

σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶν

σπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω,

ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,

σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,

μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·

πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.

καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,

δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον·

καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς

καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.

ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.

ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,

ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.

τί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσιν

ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς;

αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν.

ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε,

οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.

ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼ

καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.

ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,

πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.

ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.

ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων

στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.

κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·

τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.

ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,

ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.

πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ

ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;

ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ

αἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.

ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς

αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;

δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας

οὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ.

μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω

κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;

μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα

καὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα.

καλῶς ἔλεξας· οὐ σθένει νικητέον

γυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας.

κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,

ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.

καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς

λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.

οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ·

λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.

κόμιζε διὰ μέσης με Θηβαίας χθονός·

μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε.

μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος·

τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.

ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος,

κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.

ἡ τεκοῦσά γε.

ἐπίσημον ὄντα πᾶσιν.

ἐπὶ τόδʼ ἔρχομαι.

φερόμενος ἥξεις

ἁβρότητʼ ἐμὴν λέγεις.

ἐν χερσὶ μητρός.

καὶ τρυφᾶν μʼ ἀναγκάσεις.

τρυφάς γε τοιάσδε.

ἀξίων μὲν ἅπτομαι.

δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη,

ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.

ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροι

Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω

τόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼ

καὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.

ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος,

θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι,

ἀνοιστρήσατέ νιν

ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ

λυσσώδη κατάσκοπον μαινάδων.

μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας

ἢ σκόλοπος ὄψεται

δοκεύοντα, μαινάσιν δʼ ἀπύσει·

Τίς ὅδʼ ὀρειδρόμων

μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼ

ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;

οὐ γὰρ ἐξ αἵματος

γυναικῶν ἔφυ, λεαίνας δέ τινος

ὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος.

ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος

φονεύουσα λαιμῶν διαμπὰξ

τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος

γόνον γηγενῆ.

ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷ

περὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶς

μανείσᾳ πραπίδι

παρακόπῳ τε λήματι στέλλεται,

τἀνίκατον ὡς κρατήσων βίᾳ,

γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσιστος

ἐς τὰ θεῶν ἔφυ·

βροτείως τʼ ἔχειν ἄλυπος βίος.

τὸ σοφὸν οὐ φθονῶ·

χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλα

φανερά τʼ· ὤ, νάει ν ἐπὶ τὰ καλὰ βίον,

ἦμαρ ἐς νύκτα τʼ εὐαγοῦντʼ

εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμα

δίκας ἐκβαλόντα τιμᾶν θεούς.

ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος

φονεύουσα λαιμῶν διαμπὰξ

τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος

τόκον γηγενῆ.

φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν

δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.

ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν

γελῶντι προσώπῳ περίβαλε βρόχον

θανάσιμον ὑπʼ ἀγέλαν πεσόντι

τὰν μαινάδων.

ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα,

Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς

δράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος,

ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμως

χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν .

τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;

Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.

ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.

πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖς

χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;

εὐάζω ξένα μέλεσι βαρβάροις·

οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.

Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις



ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι

κράτος ἔχουσʼ ἐμόν.

συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις

κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.

ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει

ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;

ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς

λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,

λέπας Κιθαιρώνειον εἰσεβάλλομεν

Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην—

ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.

πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,

τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο

σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.

ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,

πεύκαισι συσκιάζον, ἔνθα μαινάδες

καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.

αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα

κισσῷ κομήτην αὖθις ἐξανέστεφον,

αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,

βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.

Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον

ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν,

οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων·

ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,

ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.

τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·

λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον

κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·

κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς

τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·

ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων

ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.

Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,

ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω

ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,

ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,

ἔχουσα νώτοις δεσπότην ἐφήμενον·

ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας.

ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,

καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,

ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι

Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,

ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια

γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.

καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν

καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.

σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη

φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.

αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι

ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.

ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν

σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,

ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες

ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,

μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι

πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης

ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.

ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,

πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους

ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,

ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.

ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος

Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.

κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων

καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.

τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους

ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.

ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,

ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ

πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην

θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ

χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα

προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·

ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς

πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν

Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.

πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου

καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο

ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι

τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος

ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν

Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·

οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς

ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.

ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους

κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,

ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.

λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,

πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος

ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,

ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·

Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,

ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς

ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,

ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,

αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,

ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ

πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη

χεῖρας διεσφαίριζε σάρκα Πενθέως.

κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις

πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,

οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,

ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,

πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρου

φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,

λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.

χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη

τειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιον

τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,

τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.

ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷ

ἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.

τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν

κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον

θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.

ἀναχορεύσωμεν Βάκχιον,

ἀναβοάσωμεν ξυμφορὰν

τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα·

ὃς τὰν θηλυγενῆ στολὰν

νάρθηκά τε, πιστὸν Ἅιδαν,

ἔλαβεν εὔθυρσον,

ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.

βάκχαι Καδμεῖαι,

τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε

ἐς στόνον, ἐς δάκρυα.

καλὸς ἀγών, χέρʼ αἵματι στάζουσαν

περιβαλεῖν τέκνου.

ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην

Πενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοις

ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.

Ἀσιάδες βάκχαι —

τί μʼ ὀροθύνεις, ὤ;

φέρομεν ἐξ ὀρέων

ἕλικα νεότομον ἐπὶ μέλαθρα,

μακάριον θήραν.

ὁρῶ καί σε δέξομαι σύγκωμον.

ἔμαρψα τόνδʼ ἄνευ βρόχων

λέοντος ἀγροτέρου νέον ἶνιν·

ὡς ὁρᾶν πάρα.

πόθεν ἐρημίας;

Κιθαιρὼν

Κιθαιρών;

κατεφόνευσέ νιν.

τίς ἁ βαλοῦσα;

πρῶτον ἐμὸν τὸ γέρας.

μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις.

τίς ἄλλα;

τὰ Κάδμου

τί Κάδμου;

γένεθλα

μετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼ

ἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα.



μέτεχέ νυν θοίνας.

τί; μετέχω, τλᾶμον;

νέος ὁ μόσχος ἄρτι

γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχα

κατάκομον θάλλει.

πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ.

ὁ Βάκχιος κυναγέτας

σοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρα

τόνδε μαινάδας.

ὁ γὰρ ἄναξ ἀγρεύς.

ἐπαινεῖς;

ἐπαινῶ.

τάχα δὲ Καδμεῖοι

καὶ παῖς γε Πενθεὺς

ματέρʼ ἐπαινέσεται,

λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.

περισσάν.

περισσῶς.

ἀγάλλῃ;

γέγηθα,

μεγάλα μεγάλα καὶ

φανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.

δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον

ἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας.

ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς

ναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν,

Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,

οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,

οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι

χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν

καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;

ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν,

χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.

ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.

Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼν

πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,

ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε

λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ.

ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος

Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,

οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν

φέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς

διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ

λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.

ἤκουσα γάρ του θυγατέρων τολμήματα,

ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς

σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·

πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι

τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.

καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲ

τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμα

ἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,

τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ

στείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν·

λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.

πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,

πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ

θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ,

ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας

ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.

φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε

λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις

ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·

γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν

κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,

μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.

ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,

φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.

καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν

ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.

οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν·

ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν,

Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς.

ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ

ἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς

εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,

ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα

θηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνον

οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ,

σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν

καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;

φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατε

ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους

ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε,

οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν.

τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;

πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.

ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;

ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;

λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.

τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;

οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως

ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.

κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;

ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.

ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;

Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.

τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;

Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.

τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;

λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.

σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.

ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν;

ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.

ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ.

μῶν σοι λέοντι φαίνεται προσεικέναι;

οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα.

ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.

τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας;

δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει.

λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει.

σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.

ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις;

οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.

τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε;

ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.

ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;

ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις.

Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω.

ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.

τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;

ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω.

ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;



Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς;

ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν.

τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,

ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμους

κἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς

τῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύος

αἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ,

ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον,

τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,

πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ

οὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸν

κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.

νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι

ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος

ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.

ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμως

τῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον—

οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,

τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον,

λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον;

τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;

λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ.

νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ.

οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.

εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,

ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.

τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκην

παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.

ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη



δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ

ἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον,

ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.

ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,

ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.

πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι

πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον

διαρπάσωσι, νόστον ἄθλιον πάλιν

σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται

μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.

ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω

Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν

ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον

εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.

Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.

ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.

ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.

καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.

ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.

πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.

αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.

τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει;

ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν

πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί,

ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι

γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον

ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.

καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν,

δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν

ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,

ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι

κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην

Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.

ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.

τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,

ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;

ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;

οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.

χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία

πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ

φυγὰς ἐκ θαλάμων.

στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου



στένομαί σε, πάτερ.

κἀγὼ σέ , τέκνον,

καὶ σὰς ἐδάκρυσα κασιγνήτας.

δεινῶς γὰρ τάνδʼ αἰκείαν

Διόνυσος ἄναξ τοὺς σοὺς εἰς

οἴκους ἔφερεν.

καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,

ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.

χαῖρε, πάτερ, μοι.

χαῖρʼ, ὦ μελέα

θύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις.

ἄγετʼ, ὦ πομποί, με κασιγνήτας

ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.

ἔλθοιμι δʼ ὅπου

μήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸς

μήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ,

μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται·

Βάκχαις δʼ ἄλλαισι μέλοιεν.

πολλαὶ μορφαὶ τῶν δαιμονίων,

πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·

καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,

τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.

τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.