ΤΟ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπὶ Ἰερεμίαν τὸν τοῦ Χελκίουυ 
ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμείν·

ὃς ἐγενήθη
λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ἰ ωσεία υἱοῦ Ἀμὼς βασιλέως 
ούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ.

καὶ ἐγένετο
ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα ἕως
ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα, ἕως τῆς
αἰχμαλωσίας Ἰερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς αὐτόν

Πρὸ τοῦ με πλάσαι σε
ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἡγίακά σε, προφήτην
εἰς ἔθνη τέθεικά σε.

καὶ εἶπα Ὁ ὣν δέσποτα Κύριε, ἰδοὺ
οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγὼ εἰμι.

καὶ εἶπεν Κύριος
πρὸς μέ Μὴ λέγε ὅτι Νεώτερος ἐγὼ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν
ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι
λαλήσεις.

μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ
εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.

καὶ ἐξέτεινεν Κύριος τὴν
χεῖρα αὐτοῦ πρὸς μέ καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν Κύριος
πρὸς μέ Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου.

ἰδοὺ
καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν
καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα
Βακτηρίαν καρυίνην.

καὶ εἶπεν Κύριος πρὸς μέ Καλῶς ἑώρακας,
διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτοὺς.

καὶ
ἐγένετο λόγος Κυρίου πρὸς μέ ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ
εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου
βορρᾶ.

καὶ εἶπεν Κύριος πρὸς μέ Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται
τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

διότι
ἰδοὺ ἐγὼ συνκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει
Κύριος, καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ
πρόθυρα τῶν πυλῶν Ἰερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ
αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα.

καὶ λαλήσω πρὸς αὐτοὺς
μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐνκατέλιπόν με καὶ
ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν
αὐτῶν.

καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν
πάντα ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν
μηδέ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμὶ τοῦ ἐξαιρεῖσθαί σε,
λέγει Κύριος.

ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν
ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυροῦν πᾶσιν τοῖς βασιλεῦσιν Ἰούδα
καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς·

καὶ πολεμήσουσίν σε
καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί
σε, εἶπεν Κύριος.

Καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐμνήσθην ἐλέους νεότητός σου
καὶ ἀγάπης τελειώσεως αὐτοῦ, ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ,
 

 
λέγει Κύριος.

ἅγιος Ἰσραὴλ τῷ κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· 
πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπʼ αὐτούς.
φησὶν Κύριος.

Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰαωὼβ καὶ πᾶσα πατριὰ οἴκου
Ἰσραήλ.

τάδε λέγει Κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ
πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπʼ ῤμοῦ, καὶ ἐπορεύθησαν
ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν; καὶ οὐκ εἶπαν Ποῦ ἐστιν
Κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν
τῇ ἐρήμφῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν
γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἄνθρωπος
ἐκεῖ;

καὶ ἤγαγον ὑμῆς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν ὑμᾶς τοὺς
καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν
γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα.

οἱ ἱερεῖς
οὐκ εἶπαν Ποῦ ἐστιν Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό
με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον
τῇ Βάαλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.

δὰ τοῦτο
ἔτι κριθήσομαι πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.

διότι ἔλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδιτε, καὶ εἰς Κηδιὶρ
ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα,

εἰ
ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶν θεοί ὁ δὲ λαός
μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται.

ἐξέστη
ὁ οὐρανὸς ἐπὶ τούτῳ κρῖ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.

ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐνατέλιπον, πηγὴν
ὕδατος ζωῆς, καὶ ὥρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἱ οὐ δυνήσονται
ὕδωρ συνέχειν.

μὴ δοῦλός ἐστιν Ἰσραήλ, ἢ οἰκογενής ἐστιν;
διὰ τί εἰς προνομὴν ἐγένετο;

ἐπ᾿ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν
 

 
 τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις
αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι

καὶ υἱοὶ Μέμφεως
καὶ Ταφωὰς ἔγνωσάν σε καὶ κατέπαιζόν σου· οὐχὶ ταῦτα ἐποίησέν
σοι τὸ καταλιπεῖν σε ἐμέ;

λέγει Κύριος ὁ θεός σου.

καὶ νῖν τί
σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηὼν; καὶ τί σοι καὶ τῇ
ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;

παιδεύσει σε ἡ ἀποστασία
σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι καὶ ἴδε ὅτι πικρόν
σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος ὁ θεός σου· καὶ οὐκ εὐδόκησα
ἐπὶ σοί, λέγει Κύριος ὁ θεός σου.

ὅτι ἀπʼ αἰῶνος συνέτριψας τὸν
ζυγόν σου· διέσπασας τοὺς δεσμοὺς σου, καὶ εἶπας Οὐ δουλεύσω σοι,
ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου
κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.

ἐγὼ δὲ ἐφύτευσά
σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς
πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;

ἐὰν ἀποπλύνῃς ἐν νίτρῳ καὶ πληθύνῆς
σεαυτῇ ποίαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῖ,
λέγει Κύρος.

πῶς ἐρεῖς Οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην;
ἴδε τὰς ὁδοὺς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας.
ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν,

τὰς ὁδοὺς αὐτἢς ἐπλάτυνεν ἐφʼ ὕδατα
ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη· τίς
ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ
ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν,

ἀπόστρεψον τὸν πόδα σου
ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν
Ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.

ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ
Ἰσραήλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ
ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν.

τῷ ξύλῳ εἶπαν ὕτι Πατήρ
 

 
μου εἶ σύ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με· καὶ ἔστρεψαν ἐπʼ ἐμέ 
νῶτα καὶ οὐ πρόσωπα αὐτῶν, καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν
ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἡμᾶς.

καὶ ποῦ εἰσιν οἱ θεοί σου οὓς
ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεως
σου; ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα,
καὶ κατ᾿ ἀριθμὸν διόδων τῆς Ἰερουσαλὴμ ἔθυον τῇ Βάαλ.

Ἰούδα,
τί λαλεῖτε πρὸς μέ; πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε
εἰς ἐμέ, λέγει Κύριος.

μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν
οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων
ὀλεθρεύων, καὶ οὐκ ἐφοβήθητε.

ἀκούσατε λόγον Κυρίου Τάδε λέγει
Κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἡ γῆ κεχερσωμένη; διὰ τί
εἶπεν ὁ λαός μου Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι;

μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν στηθοδεσμίδα
αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν
ἀριθμός.

τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι
ἀγάπησιν οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς
σου,

καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθᾠων·
οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς ἀλλʼ ἐπὶ πάσῃ δρυί

καὶ εἶπας
Ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπʼ ἐμοῦ. ἰδοὺ ἐγὼ
κρίνομαι πρὸς σέ, ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον·

ὅτι κατεφρόνησας
σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδοὺς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ
καθὼς καταισχυνθης ἀπὸ Ἀσσούρ, ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ,
καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν
ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ.

Ἐὰν ἐξαποστείλῃ
ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπʼ αὐτοῦ καὶ γένηται ἀνδρὶ
ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη
μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς,
καὶ ἀνέκαμπτες πρὸς μέ; λέγει Κύριος.

ἆρον εἰς εὐθεῖαν τοὺς
 

 
 ὀφθαλμούς σου καὶ ἴδε· ποῦ οὐχὶ ἐξεφύρθης; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας
αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς
πορνίαις σου καὶ ἐν ταῖς κακίαις σου,

καὶ ἔσχες ποιμένας πολλοὺς
εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας
πρὸς πάντας.

οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν
τῆς παρθενίας σου;

μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, ἢ φυλαχθήσεται εἰς
νῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης.

Καὶ εἶπεν Κύριος πρὸς μέ ἐν ταῖς ἡμέραις Ἰωσείου τοῦ βασιλέως
Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν
ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ.

καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα Πρὸς μέ ἀνάστρεψον·
καὶ οὐκ ἀνέστρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰουδά.

καὶ εἶδον διότι περὶ πάντων ὧν καὶ εἶδον, περὶ πάντων ὧν κατελήμφθη
ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα
αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ
ἀσύνθετος Ἰουδά, καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή,

καὶ ἐγένετο
εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον.

καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρὸς μέ ἡ ἀσύνθετος Ἰουδά
ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ᾿ ἐπὶ ψεύδει.

καὶ εἶπεν Κύριος πρὸς
μέ Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰουδά.

πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν, καὶ ἐρεῖς
Ἐπιστράφητι πρὸς μέ, ἡ κατοικία τοῦ Ἰσραήλ, λέγει Κύριος, καὶ οὐ
στηριῶ τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς· ὅτι ἐλεήμων ἐγὼ εἰμι, λέγει
 

 
Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.

πλὴν γνῶθι τὴν ἀδικίαν 
σου, ὅτι εἰς Κύριον τὸν θεόν σου ἠσέβησας, καὶ διέχεας τὰς ὁδοὺς
σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς
μου οὐχ ὑπήκουσας, λέγει Κύριος.

ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες,
λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήμψομαι ὑμᾶς ἕνα
ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σειών,

καὶ
δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς
ποιμαίνοντες μετʼ ἐπιστήμης.

καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε
ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, οὐκ ἐροῦσιν
ἔτι Κιβωτὸς διαθήκης Ἀγίου Ἰσραήλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν,
οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι

ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν
Ἰερουσαλήμ Θρόνος Κυρίου, καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς
αὐτήν, καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας
αὐτῶν τῆς πονηρᾶς.

ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος
Ἰούδα ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς
βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν ἣν κατεκληρονόμησα
τοὺς πατέρας αὐτῶν.

καὶ ἐγὼ εἶπα Γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς
ἔθνη, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ Παντοκράτορος
ἐθνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με, καὶ ἀπʼ ἐμοῦ οὐκ ἀποστραφήσεσθε.

πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἡθέ.
τησεν εἰς ἐμέ οἶκος Ἰσραήλ, λέγει Κύριος.

φωνὴ ἐκ χειλέων
ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραήλ, ὅτι ἠδίκησαν ἐν ταῖς
ὁδοῖς αὐτῶν, ἐπελάθοντο θεοῦ Ἁγἰου αὐτῶν.

ἐπιστράφητε, υἱοὶ ἐπίστρέφοντες,
 

 
 καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς
ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ θεὸς ἡμῶν εἶ

ὄντως εἰς ψεῦδος
ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου θεοῦ
ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ.

ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς
μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν
καὶ τοὺς μόσχους αὐτῶν, καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.

ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ
ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ
πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐχ ὑπηκούσαμεν
τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν.

Ἐὰν ἐπιστραφῇ Ἰσραήλ, λέγει Κύριος, πρὸς μέ, ἐπιστραφήσεται·
ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ
προσώπου εὐλαβηθῇ,

καὶ ὀμόσῃ Ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει
καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν
τῷ θεῷ ἐν Ἰερουσαλήμ.

ὅτι τάδε λέγει Κύριος τοῖς
ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ Νεώσατε ἑαυτοῖς
νεώματα, καὶ μὴ σπείρητε ἐπʼ ἀκάνθαις.

περιτμήθητε τῷ θεῷ ὑμῶν,
καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες
Ἰερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμὸς αὐτοῦ καὶ ἐκκαυθήσεται,
καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων
ὑμῶν.

ἀναγγείλατε ἐν τῷ Ἰούδα, καὶ ἀκουσθήτω ἐν Ἰερουσαλήμ·
εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξετε μέγα· εἴπατε
 

 
Συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις,

ἀναλαβόντες 
φεύγετε εἰς Σειὼν· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ
βορρᾶ καὶ συντριβὴν μεγάλην.

ἀνέβη λέων ἐκ μάνδρας αὐτοῦ, ἐξολεθρεύων
ἔθνη ἐξῆρεν καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι
τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι
αὐτάς.

ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ
ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν.

καὶ
ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρα, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως
καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται καὶ οἱ
προφῆται θαυμάσονται.

καὶ εἶπα Ὦ δέσποτα Κύριε, ἀρά γε ἀπατῶν
ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἰερουσαλήμ, λέγων Εἰρήνη
ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν;

ἐν τῷ καιρῷ
ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ἰερουσαλήμ Πνεῦμα πλανήσεως
ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδʼ εἰς
ἅγιον.

πνεῦμα πληρώσεως ἤξει μοι νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς
αὐτούς.

ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ,
κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.

ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰερουσαλήμ, ἴνα σωθῇς·
ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;

διότι φωνὴ
ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφράιμ.

ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἰερουσαλήμ Συστροφαὶ
ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φῶνῆν
αὐτῶν.

ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι
ἐμοῦ ἠμέλησας, λέγει Κύριος

αἵ ὀδοί σου καὶ τὰ ἐπιτηδεύματά
 

 
 σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως
τῆς καρδίας σου.

Tῆν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια
τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχὴ μου, σπαράσσεται ἡ καρδία μου·
οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχὴ μου, κραυγὴν
πολέμου.

καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπάρηκεν
πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ
δέρρεις μου.

ἕως πότε ὄψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων;

διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ἦδεισαν· υἱοὶ
ἐἄφρονές εἰσιν καὶ οὐ συνετοί, σοφοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δῷ
καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.

Ἐ ἔβλεψα ἐπὶ τὴν γῆν, καὶ
ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἣν τὰ φῶτα αὐτοῦ.

τἶδον
τὰ ὄρη καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους.

ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἣν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ
οὐρανοῦ ἐπτοεῖτο.

χἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι
αἱ πόλεις ἐμπεπυρισμέναι ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου
ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν.

εάδε λέγει Κύριος Ἔρημος ἔσται
πᾶσα ἡ γῆ, συντέλεαν δὲ οὐ μὴ ποιήσαων.

ἐπὶ τούτοις πενθείτω ἡ
γῆ, καὶ συνσκοτασάτκῳ ὁ οὐρανὸς ἄνωθεν· διότι ἐλάλησα καὶ οὐ μετανοήσω,
ῶρμησα καὶ οὐκ ἀποστρέψω ἀπʼ αὐτῆς.

ἀπὸ φωνῆς ἱππέωως
καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πᾶσα χάρα· εἰσέδυσαν εἰς
τὰ σπήλαια, καὶ εἰς τὰ ἄλση ἐκρύβησαν, καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν·
πᾶσα πόλις ἐνκατελείφθη, οὐ κατῴκει ἐν αὐταῖς ἄνθρωπος.

καὶ σὺ
τί ποιήσεις ἐὰν περιβαίη κόκκινον καὶ κοσμήσῃ κόσμψ χρυσῷ, ἐὰν
ἐνχρίσῃ στίβι τοῖς ὀφθαλμοὺς σου; εἰς μiταιον ὁ ὡραισμός σου·
 

 
ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχὴν σου ζητοῦσιν.

ὅτι φωνὴν 
ὡς ὠδινούσης ἤκουσα τοῦ στεναγμοῦ σου, ὡς πρωτοτοκούσης· φωνὴ
θυγατρὸς Σειών·ἐκλυθήσεται, καὶ παρήσει τὰς χεῖρας αὐτῆς Οἵμοι ἐγώ,
ὅτι ἐκλείπει ἡ ψυχὴ μου ἐπὶ τοῖς ἀνῃρημένοις.

Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἰερουσαλήμ, καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε
ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε, εἰ ἔστιν ποιῶν κρίμα καὶ
ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.

Ζῇ Κύριος,
λέγουσιν· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσιν;

Κύριε, οἱ ὀφθαλμοί
σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας
αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν, ἐστερέωσαν τὰ πρόσωπα
αὐτῶν ὑπέρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.

καὶ ἐγὼ εἶπα
Ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν
Κυρίου καὶ κρίσιν θεοῦ·

πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω
αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν θεοῦ· καὶ ἰδοὺ
ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς.

διὰ τοῦτο ἔπαισεν
αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν
αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ
ἐκπορευόμενοι ἀπʼ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας οὐτῶν,
sἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν.

ποίᾳ τούτων ἵλεως γέναομαί
σοι; οἱ υἱοί σου ἐνκατέλιπὸν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν
θεοῖς· καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κάτελυον.

ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ
πλησίον αὐτοῦ ἐχρεμέτιζεν.

μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει
Κύριος· ἡ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχὴ μου

Ἀνάβητε
ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ
μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου
 

 
 εἰσίν.

ὅτι ἀθετῶν ἐθέτησεν εἰς ἐμέ, λέγει Κύριος, οἶκος Ἰσραήλ,
καὶ οἶκος Ἰούδα

ἐψεύσατο τῷ κυρίῳ ἑαυτῶν, καὶ εἶπαν Οὐκ ἔστιν
ταῦτα· οὐχ ἤξει ἐφʼ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα·

οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν
ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς.

διὰ τοῦτο τάδε λέγει Κύριος
Παντοκράτωρ Ἀνθʼ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα
τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα,
καὶ καταφάγεται αὐτούς.

ἰδοὺ ἐὼ ἐπάγω ἐφʼ ὑμᾶς ἔθνος πόρρωθεν,
οἶκος Ἰσραήλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς
τῆς γλώσσης αὐτοῦ·

πάντες ἰσχυροί, καὶ κατέδονται τὸν θερισμὸν
ὑμῶν

καὶ τοὺς ἄρτους ὑμῶν, καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ
τὰς θυγατέρας ὑμῶν, καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς
μόσχους ὑμῶν, καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας
ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσιν τὰς πόλεις, τὰς
πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφʼ αἷς ὑμεῖς πεποίθατε ἐπʼ αὐταῖς, ἐν
ῥομφαίᾳ.

καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ θεός
σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.

καὶ ἔσται ὅταν εἴπητε
Τἴνος ἕνεκεν ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ
ἐρεῖς αὐτοῖς Λνθʼ ὦν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῆ ὑμῶν,
οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν.

Ἀναγγείλατε
ταῦτα εἰς τὸν οἶκον Ἰακώβ, καὶ ἀκουσθήτω ἐν τῷ Ἰούδα.

ἀκούσατε
δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ
βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν.

μὴ ἐμέ οὐ φοβηθήσεσθε;
λέγει Κύριος, ἡ ἀπὸ προσώπου μου οὐκ εύλαβηθῄσεσθε; τὸν
 

 
τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται 
αὐτό, καὶ ταραχθήσεται, καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσιν τὰ
κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό.

τῷ δὲ λαῷ τούτῳ ἐγενήθη
καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν.

καὶ
οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν Φοβηθῶμεν δὴ Κύριον τὸν θεὸν ἡμῶν.
τὸν διδόντα ἡμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως
προστάγματος θερισμοῦ, καὶ ἐφύλαξεν ἡμῖν.

αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν
ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφʼ ὑμῶν.

ὅτι εὑρεθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν τοῦ
διαφθεῖραι ἄνδρας, καὶ συνελαμβάνοσαν.

ὡς παγὶς ἐφεσταμένη
πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο
ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν,

καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν
κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν.

μὴ ἐπὶ
τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἡ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει
ἡ ψυχὴ μου

Ἔκαστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς
γῆς.

οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν
ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσητε
εἰς τὰ μετὰ ταῦτα;

Ἐνισχύσατε, υἱοὶ Βενιαμείν, ἐκ μέσου τῆς Ἰερουσαλήμ, καὶ ἐν
Θεκοῦε σημάνατε σάλπιγγι, καὶ ὑπέρ Βαιθθαχαρμὰ ἄρατε σημεῖον·
ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,

καὶ
ἀφαιρεθήσεται τὸ ὕψος σου, θυγάτηρ Σειών.

εἰς αὐτὴν ἥξουσιν
ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς
κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.

παρασκευάσασθε
 

 
 ἐπʼ αὐτὴν εἰς πόλεμον, ανάστητε καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρἰας·
οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς
ἡμέρας.

ἀνάστητε καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτί, καὶ διαφθείρωμεν
τὰ θεμέλια αὐτῆς.

ὅτι τάδε λέγει Κύριος Ἔκκοψον τὰ ξύλα αὐτῆς,
ἕκχεον ἐπὶ Ἰερουσαλὴμ δύναμιν· ὥ πόλις ψευδής, ὅλη καταδυναστεία
ἐν αὐτῇ.

ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια
καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός.
πόνῳ καὶ μάστιγι

παιδευθήσῃ, Ἰερουσαλήμ· μὴ ἀποστῇ ἡ ψυχὴ μου
ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικισθῇ.

Ὅτι
τάδε λέγει Κύριος Καλαμάσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα
τοῦ Ἰσραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.

πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα
τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου
ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτό.

καὶ τὸν
θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτοὺς· ἐκχεῶ
ἐπὶ νήπια ἔξωθεν, ἐπὶ συναγωγὴν νεανίσκων ἄμα, ὅτι ἀνὴρ καὶ γυνὴ
συνλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν·

καὶ μεταστραφήσονται
αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες
αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας
τὴν γῆν ταύτην, λέγει Κύριος.

ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως
μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως ἕως ψευδοπροφήτου
πάντες ἐποίησαν ψευδῆ.

καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου.
ἐξουθενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;

κατῃσχύνθησαν ὅτι ἐξελίποσαν· καὶ οὐδʼ ὡς καταισχυνόμενοι
κατῃσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν· διὰ τοῦτο
 

 
πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν, καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, 
εἶπεν Κύριος.

Τάδε λέγει Κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ
ἴδετε καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν
ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς
ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεθα.

καθέστακα ἐφʼ ὑμᾶς
σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεθα.

διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια
αὐτῶν.

ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν
καρπὸν ἀποστροφῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ
τὸν νόμον μου ἀπώσαντο.

ἴνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε
καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶν
δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.

διὰ τοῦτο τάδε
λέγει Κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθενίαν, καὶ
ἀσθενήσουσιν πατέρες καὶ υἱοὶ ἄμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ
ἀπολοῦνται.

Τάδε λέγει Κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ,
καὶ ἔθνη ἐγερθήσεται ἀπʼ ἐσχάτου τῆς γῆς,

τόξον καὶ ζιβύνην
κρατήσουσιν· ἰταμός ἐστιν, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ ὡς θάλασσα
κυμαίνουσα, ἐφʼ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον
πρὸς σέ, θύγατερ Σειών.

ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν
αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖωες ὡς τικτούσης.

μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία
τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.

θυγάτηρ λαοῦ μου, περίζωσαι
σάκκον, κατάπασαι ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ
 

 
 κοπετὸν οἰκτρόν, ὅτι ἐξέφωης ἤξει ταλαιπωρία ἐφʼ ὑμᾶς.

δοκιμαστὴν
δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις καὶ γνώσῃ με ἐν τῷ
δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·

πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς·
χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.

ἐξέλιπεν φυσητὴρ
ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ,
πονηρία αὐτῶν οὐκ ἐτάκη.

ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε
αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.

Ἀκούσατε λόγον Κυρίου, πᾶσα ἡ Ἰουδαία.

τάδε λέγει Κύριος
ὁ θεὸς Ἰσραὴλ Διορθώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν,
καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.

μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς
ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες
Ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.

ὅτι ἐὰν διορθοῦντες διορθώσητε
τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε
κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ,

καὶ
προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἶμα
ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ
πορεύησθε εἰς κακὸν ὑμῖν·

καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν
γῇ ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.

εἰ δὲ
ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν ὅθεν οὐκ ὠφεληθήσεσθε,

καὶ
φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ
ἐθυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων ὧν οὐκ οἴδατε

τοῦ κακῶς εἶναι ὑμῖν, καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ
οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, καὶ εἴπατε Ἀπεσχήμεθα
τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα.

μὴ σπήλαιον λῃστῶν
 

 
ὁ οἶκός μου οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐκεῖ ἐνώπιον 
ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑόρακα, λέγει Κύριος.

ὅτι ἐπορεύθητε εἰς τὸν
τόπον μου τὸν ἐν Σηλώ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν,
καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ἰσραὴλ.

καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς
ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε·

καὶ ποιήσω τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐφʼ ᾧ
ὑμεῖς πεποίθατε ἐπʼ αὐτῷ, καὶ τῷ τόπῳ ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς
πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ.

καὶ ἀπορρίψω ὑμᾶς
ἀπὸ προσώπου μου, καθὼς ἀπέριψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ
σπέρμα Ἐφράιμ.

Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου,
καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς, καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς
μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι.

ἡ οὐχ ὁρᾶς τί αὐτοὶ ποιοῦσιν
ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἰερουσαλήμ;

οἱ υἱοὶ αὐτῶν
συλλέγουσιν ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἰ γυναῖκες
αὐτῶν τρίβουσιν σταῖς, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατίῳ τοῦ οὐρανοῦ,
καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσίν με.

μὴ
ἐμέ αὐτοὶ παροργίζουσιν λέγει Κύριος, οὐχὶ ἑαυτούς, ὅπως καταισχυνθῇ
τὰ πρόσωπα αὐτῶν;

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ
ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς
ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν
καὶ ἐπὶ τὰ γενήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται.

Τάδε λέγει Κύριος Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε
μετὰ πῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα.

ἴτι οὐκ ἐλάλησα πρὸς
 

 
 τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον
αὐτοὺς ἐκ γῆς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ θυσίας·

ἀλλ᾿ ἢ τὸ
ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Ἀκούσατε τῆς φωνῆς μου, καὶ
ἔσομαι ὑμῖν εἰς θεὸν καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν, καὶ πορεύεσθε
ἐν πάσαις ταῖς ὁδοῖς μου αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.

καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, ἀλλʼ ἐπορεύθησαν
τοῖς ἐνθυμήμασιν τῆς καρδίας αὐτῶν τῆς κακῆς, καὶ ἐγενήθησαν
εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν,

ἀφʼ ἧς ἡμέρας
ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας
ταύτης. καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς
προφήτας, ἡμέρας καὶ ὄρθρου· καὶ ἀπέστειλα,

καὶ οὐκ ἤκουσάν μου
καὶ οὐ προσέσχεν τὸ οὗς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν
ὑπέρ τοὺς πατέρας αὐτῶν.

καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον
Τοῦτο τὸ ἔθνος ὃ οὐκ ἤκουσεν τῆς φωνῆς Κυρίου οὐδὲ ἐδέξατο παιδείαν·
ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν.

Κεῖρε τὴν
κεφαλήν σου καὶ ἀπόριπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι
ἀπεδοκίμασεν Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα.

ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει Κύριος·
ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου
ἐπʼ αὐτόν, τοῦ μιᾶναι αὐτόν·

καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ
Τάφεθ, ὅς ἐστιν ἐν φάραγγι υἱοῦ Ἐννόμ, τοῦ κατακαίειν τοὺς υἱοὺς
αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρί, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς
καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται,
λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Βωμὸς τοῦ Τάφεθ καὶ φάραγξ υἱοῦ
Ἑννόμ, ἀλλ᾿ Ἡ φάραγξ τῶν ἀνῃρημένων· καὶ θάψουσιν ἐν τῷ Τάφεθ
 

 
διὰ τὸ μὴ ὑπάρχειν τόπον,

καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου 
εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ
οὐκ ἔσται ὁ ἀποσοβῶν.

καὶ καταλύσω ἐκ πόλεως Ἰούδα καὶ ἐκ
διόδων Ἰερουσαλὴμ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων,
φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα
ἡ γῆ.

Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, ἐξοίσουσιν τὸ ὀστᾶ τῶν
βασιλέων Ἰούδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν
ἱερέων καὶ τὰ ὀστᾶ προφητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων ἐν
Ἰερουσαλὴμ ἐκ τῶν τάφων αὐτῶν,

καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν
ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν
τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν καὶ οἷς ἐδούλευσαν καὶ ὧν
ἐπορεύθησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν
αὐτοῖς· οὐ κοπήσονται καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα
ἐπὶ προσώπου τῆς γῆς,

ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωήν, καὶ
πᾶσιν τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐν
παντὶ τόπῳ οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ.

Ὅτι τάδε λέγει Κύριος
Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει ;

διὰ
τί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν
ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι

ἐνωτίσασθε δὴ καὶ ἀκούσατε· οὐχ οὕτως λαλήσουσιν Οὐκ ἔστιν
ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ, λέγων Τί ἐποίησα
διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάθιδρος ἐν
χρεμετισμῷ αὐτοῦ.

καὶ ἡ ἁσίδὰ ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν
αὐτῆς· τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία ἐφύλαξαν καιροὺς
 

 
 εὶσοδων ἑαυτῶν· ὸ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου.

πῶς
ἐρεῖτε ὅτι Σοφοί ἐσμεν ἡμεῖς. καὶ νόμος Κυρίου ἐστὶν μεθʼ ἡμῶν ;
εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν.

ᾐσχύνθησαν
σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν νόμον Κυρίου ἀπεδοκίμασαν·
σοφία τίς ἐστιν ἐν αὐτοῖς;

διὰ τοῦτο δώσω τὰς γυναῖκας
αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις,

καὶ συνάξουσιν
τὰ γενήματα αὐτῶν, λέγει Κύριος· οὐκ ἔστιν σταφυλὴ ἐν
ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστιν σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα
κατερρύηκεν.

ἐπὶ τί ἡμεῖς καθήμεθα; συνάχθητε καὶ εἰσέλθωμεν
εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀποριφῶμεν, ὅτι ὁ θεὸς ἀπέριψεν
ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ.

συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ
ἰδοὺ σπουδή.

ἐκ Δὰν ἀκουσόμεθα φωνήν ὀξύτητος ἵππων αὐτοῦ,
ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ
γῆ· καὶ ἤξει καὶ καταφάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν
καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.

διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω
εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται
ὑμᾶς

ἀνίατα μετʼ ὀδύνης, καρδίας ὑμῶν ἀπορουμένης.

ἰδοῦ φωνὴ
κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν· μὴ Κύριος οὐκ
ἔστιν ἐν Σειών ; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ διὰ τί παρώργισάν
με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις;

διῆλθεν
θέρος, παρῆλθεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώθημεν.

ἐπὶ συντρίμματι
θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς
 

 
τικτούσης.

μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν 
 ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;

Τίς δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων,
καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους
θυγατρὸς λαοῦ μου;

τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν
ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπʼ αὐτῶν
ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων,

καὶ ἐνέτειναν τὴν
γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ
τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμέ οὐκ ἔγνωσαν.

ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπʼ ἀδελφοῖς αὐτῶν
μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος
δολίως πορεύσεται.

ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται,
ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ,
ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.

τόκος ἐπὶ τόκῳ, καὶ
δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με.

Διὰ τοῦτο τάδε λέγει
Κύριος Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ
προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.

βολὶς τιτρώσκουσα ἡ
γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον
αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.

μὴ ἐπὶ τούτοις
οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει
ἡ ψυχὴ μου

Ἐπὶ τὰ ὄρη λάβετε κοπετόν, καὶ ἐπὶ τὰς
τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους·
οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως
κτηνῶν ἐξέστησαν, ᾤχοντο.

καὶ δώσω τὴν Ἰερουσαλὴμ εἰς
μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων, καὶ τὰς πόλεις Ἰούδα
εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικεῖσθαι.

τίς ὁ ἄνθρωπος
ὁ συνετός, καὶ συνέτω τοῦτο· καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς
 

 
 αὐτόν, ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ· ἀνήφθη ὡς
ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν.

Καὶ εἶπεν Κύριος
πρὸς μέ Διὰ τὸ ἐνκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ
προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,

ἀλλ᾿ ἐπορεύθησαν
zxὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω
τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν.

διὰ τοῦτο τάδε
λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας, καὶ
ποτιῶ αὐτοὺς ὕδωρ χολῆς,

καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν
εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ
ἐπʼ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν
αὐτῇ.

Τάδε λέγει Κύριος Καλέσατε τὰς θρηνούσας καὶ
ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν

καὶ λαβέτωσαν ἐφʼ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ
ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ,

ὅτι φωνὴ οἰκτροῦ
ἠκούσθη ἐν Σειών Πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα,
ὅτι ἐνκατελίπομεν τὴν γῆν καὶ ἀπερίψαμεν τὰ σκηνώματα ἡμῶν.

ἀκούσατε δή, γυναῖκες, λόγον θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν
λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον,
καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον.

ὅτι ἀνέβη θάνατος διὰ τῶν
θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρίψαι νήπια ἔξωθεν
καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.

καὶ ἔσονται οἱ νεκροὶ τῶν
ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν,
ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων.

Τάδε
λέγει Κύριος Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ
καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος
 

 
ἐν τῷ πλούτῳ αὐτοῦ,

ἀλλ᾿ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, 
συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα
καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει
Κύριος.

ἰδοῦ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι
ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν,

ἐπ᾿ Αἴγυπτον
καὶ ἐπὶ Ἰδουμαίαν καὶ ἐπὶ Ἐδώμ, καὶ ἐπὶ υἱοὺς Ἀμμὼν καὶ ἐπὶ
υἱοὺς Μωάβ, καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ,
τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί.
καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.

Ἀκούσατε τὸν λόγον Κυρίου ὃν ἐλάλησεν ἐφʼ ὑμᾶς, οἶκος Ἰσραήλ.

τάδε λέγει Κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ
τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς
προσώποις αὐτῶν.

ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν
ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα,

ἀργυρίῳ
καὶ χρυσίῳ κεκαλλωπισμένα· ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά·
θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται·

aἀργύριον τορευτόν ἐστιν, οὐ
πορεύσονται,

ἀργύριον προσβλητὸν ἀπὸ Θαρσεὶς ἥξει, χρυσίον Μωφάζ,
καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινθον καὶ πορφύραν
ἐνδύσουσιν αὐτά·

bαἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ
φοβηθῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσιν, καὶ ἀγαθὸν οὐκ ἔστιν
ἐν αὐτοῖς.

Οὕτως ἐρεῖτε αὐτοῖς Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν
 

 
 γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ
οὐρανοῦ τούτου.

Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ὁ
ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὺτοῦ
ἐξέτεινεν τὸν οὐρανὸν

καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγεν
νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ
ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ.

ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ
γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι
ψευδῆ ἐχώνευσεν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.

μάταιά ἐστιν ἔργα
ἐνπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.

οὐκ ἔστιν
τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία
αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.

Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν
σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.

ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ
σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει ὅπως εὑρεθῇ
ἡ πληγή σου.

οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγὴ σου.
κἀγὼ εἶπα Ὄντως τοῦτο τὸ τραῦμά σου, καὶ κατέλαβέν σε.

ἡ σκηνή
σου ἐταλαιπώρησεν, ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις σου διεσπάσθησαν·
οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσίν, οὐκ ἔστιν ἔτι τόπος τῆς
σκηνῆς μου, τόπος τῶν δέρρεών μου.

ὅτι οἱ ποιμένες ἠφρονεύσαντο,
καὶ τὸν κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομή,
καὶ διεσκορπίσθησαν.

φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας
ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην
στρουθῶν.

οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ
ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ.

παίδευσον ἡμᾶς,
Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.

ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἱ τὸ 
ὄνομά σου οὺκ ἐκεκαλέσαντο. ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν
αὐτόν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν λέγων

Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς
ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ·

καὶ ἐρεῖς
πρὸς αὐτούς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐπικατάρατος ὁ
ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,

ἧς
ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ
γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων Ἀκούσατε τῆς φωνῆς
μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς
λαὸν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν,

ὅπως στήσω τὸν ὅρκον μου ὃν
ὤμοσα τοῖς πατρέσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆς ῥέουσαν γάλα καὶ
μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα Γένοιτο, Κύριε.

καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πολεσιν
Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ λέγων Ἀκούσατε τοὺς λόγους τῆς
διαθήκης ταύτης καὶ ποιήσατε αὺτούς.

καὶ οὐκ ἐποίησαν.

Καὶ
εἶπεν Κύριος πρὸς μέ Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν
τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλήμ·

ἐπεστράφησαν ἐπὶ τὰς ὰδικίας
τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν
λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ
δουλεύειν αὐτοῖς, καὶ διεσκέδανσαν αἶκος Ἰούδα τὴν
διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν.

διὰ τοῦτο
 

 
 τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ ἐξ ὧν
οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρὸς μὲ καὶ
οὐκ εἰσακούσομαι αὐτῶν.

καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ
κατοικοῦντες Ἰερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεοὺς οἷς αὐτοὶ
θυμιῶσιν αὐτοῖς, μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν.

ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ
κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἰερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιῶν τῇ Βάαλ.

καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ
αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ
ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.

τί ἡ ἠγαπημένη
ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα ; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν
ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;

ἐλαίαν ὡραίαν
εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς
αὐτῆς ἀνήφθη πῦρ ἐπʼ αὐτήν, μεγάλη ἡ θλίψις ἐπὶ σέ. ἠχρεώθησαν οἱ
κλάδοι αὐτῆς,

καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σέ κακὰ
ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅτι ἐποίησαν ἑαυτοῖς
τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ.

Κύριε, γνώρισύν
μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν,

ἐγὼ δὲ
ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπʼ ἐμὲ ἐλογίσαντο
λογισμὸν πονηρόν, λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς
τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ
ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι

Κύριε κρίνων δίκαια, δοκιμάζων
νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν,
ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.

διὰ τοῦτο τάδε λέγει
 

 
Κύρος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς 
λέγοντας Οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή,
ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν.

ὶδοὺ ἐγὼ ἐπισκέψομαι ἐπʼ αὐτοὺς·
οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ
θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῳ,

καὶ ἐνκατάλιμμα οὐκ ἔσται
αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ ἐν ἐνιαυτῴ
ἐπισκέψεως οὐτῶν.

Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα
λαλήσω πρὸς σέ. τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες
οἱ ἀθετοῦντες ἀθετήματα;

ἐφύτευσας αὐτοὺς καὶ ἐριζώθησαν, ἐτεκνοποιήσαντο
καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὺτῶν,
καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν·

καὶ σύ, Κύριε, γινώσκεις με,
δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν
σφαγῆς αὐτῶν.

ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ
ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν
κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶν.

σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ
ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης οὐ πέποιθας· πῶς ποιήσεις ἐν
φρυάγματι τοῦ Ἰορδάνου;

ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ
πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω
σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλοῦσιν πρὸς σὲ
καλά.

Ἐνκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν
μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου, εἰς χεῖρας ἐχθρῶν αὐτῆς.

ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπʼ ἐμέ
τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.

μὴ σπήλαιον ὑαίνης ἡ
κληρονομία μου ἐμοί, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συνάγετε
 

 
 πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῖ φαγεῖν αὐτήν.

ποιμένες
πολλοὶ διέφθειραν τὰν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα
μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητὴν μου εἰς ἔρημον ἄβατον,

ετέθη εἰς ἀφανισμὸν ἀπωλείας· δι᾿ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ
γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.

ἐπὶ πᾶσαν διεκβολὴν
ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταφάγιται
ἀπʼ ἄκρου τὴς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.

σπείρατε
πυροὺς καὶ ἄκανθαν θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν
αὐτοὺς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι
Κυρίου.

Ὀτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων
τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου ἦς ἐμέρισα τῷ
λαῷ μου Ἰσραήλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ
τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.

καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν
με αὺτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτούς, καὶ κατοικιῶ αὐτοὺς ἕκαστον
εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

καὶ
ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ
ὀνόματί μου Ζῇ Κύριος. καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ
Βάαλ, καὶ οἰκοδομηθήσεται ἐν μέσῳ τοῦ λαοῦ μου·

ἐὰν δὲ μὴ ἐπιστρέψωσιν,
καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

Τάδε λέγει Κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν
καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.

καὶ
ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ
τὴν ὀσφύν μου.

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μέ λέγων

Λάβε τὸ
 

 
περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν 
Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.

καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτη, καθὼς ἐνετείλατό
μοι Κύριος.

καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς καὶ εἶπεν Κύριος πρὸς
μέ Ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ λάβε ἐκεῖθεν τὸ περίζωμα
ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.

καὶ ἐπορεύθην ἐπὶ
τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα, καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ
τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ
χρησθῇ εἰς οὐθέν.

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μέ λέγων Τάδε
λέγει Κύριος

Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἰερουσαλήμ,

τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν
τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν
αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὥσπερ τὸ περίζωμα
τοῦτο, ὁ οὐ χρησθήσεται εἰς οὐθέν.

ὅτι καθάπερ κολλᾶται τὸ
περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς
ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πᾶν οἶκον Ἰούδα, τοῦ γενέσθαι μοι
εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν· καὶ οὐκ εἰσήκουσάν
μου.

καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωθήσεται
οἴνου· καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεθα ὅτι
πᾶς ἀσκὸς πληρωθήσεται οἴνου;

καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει
Κύριος Ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς
βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυεὶδ ἐπὶ τοῦ θρόνου
αὐτῶν καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας
τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ μεθύσματι,

καὶ διασκορπιῶ αὐτοὺς
 

 
 ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς
αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι καὶ
οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.

Ἀκούσατε καὶ ἐνωτίσασθε,
καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησεν·

δότε τῷ κυρίῳ θεῷ
ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν
ἐπʼ ὄρη σκοτινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ
τεθήσονται εἰς σκότος.

ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμέναως κλαύσεται
ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ
ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.

κἴπατε τῷ βασιλεῖ
καὶ τοῖς δυναστεύουσιν Ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ
κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.

πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν,
καὶ οὐκ ἧν ὁ ἀνοίγων· ἀποικίσθη Ἰούδας, συνετέλεσαν
ἀποικίαν τελείαν.

Ἀνάλαβε ὀφθαλμούς σου, Ἰερουσαλήμ, καὶ
ἴδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι,
πρόβατα δόξης σου;

τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε ; καὶ σὺ
ἐδίδαξας αὐτοὺς ἐπὶ σέ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσίν
σε καθὼς γυναῖκα τίκτουσαν;

καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ
τί ἀπήντησέν μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη
τὰ ὀπίσθιά σου, παραδειγματισθῆναι τὰς πτέρνας σου.

κἰ ἀλλάξεται
Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς;
καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.

καὶ διέσπειρα
αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.

οὗτος
ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος· ὡς
ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν,

κἀγὼ ἀποκαλύψω τὰ
ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου

καὶ
 

 
ἡ μοιχεία σου καὶ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας 
σου· ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά
σου. οὐαί σοι, Ἰερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου, ἕως
τίνος ἔτι;

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν περὶ τῆς ἀβροχίας.

Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν, καὶ
ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἰερουσαλὴμ ἀνέβη,

καὶ
οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφʼ ὕδωρ·
ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὔροσαν ὕδωρ, καὶ ἀπέστρεψαν τὰ
ἄγγια αὐτῶν κενά.

καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός·
ἠσχύνθησαν οἱ γεωργοί, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.

καὶ
ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐνκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.

ὄνοι
ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἴλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ
αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.

Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν·
Κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον
σοῦ, ὅτι σοὶ ἡμάρτομεν.

ὑπομονὴ Ἰσραήλ, Κύριε, καὶ σώζεις ἐν
καιρῷ κακῶν· ἴνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς
αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;

μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν ἢ
ὡς ἀνὴρ οὐ δυνάμενος σώζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά
σου ἐπικέκληται ἐφʼ ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν.

Οὕτως λέγει
Κύριος τῷ λαῷ τούτῳ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο,
καὶ ὁ θεὸς οὐκ εὐόδωσιν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς
ἀδικίας αὐτῶν.

καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ προσεύχου περὶ τοῦ
 

 
 λαοῦ τούτου εἰς ἀγαθά,

ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς
δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας,
οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ
ἐγὼ συντελέσω αὐτοὺς.

καὶ εἶπα ὤν, Κύριε, ἰδοὺ οἱ προφῆται
αὐτῶν προφητεύουσιν καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς
ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ
τόπω τούτῳ.

καὶ εἶπεν Κύριος πρὸς μέ Ψευδῆ οἱ προφῆται προφητεύουσιν
ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην
αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς
καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ
προφητεύουσιν ὑμὶν,

διὰ τοῦτο τάδε λέγει Κύριος περὶ τῶν προφητῶν,
τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου
ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσιν Μάχαιρα καὶ λιμὸς
οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, καὶ
ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται

καὶ ὁ λαὸς οἷς αὐτοὶ προφητεύουσιν
αὐτοῖς, καὶ ἔσονται ἐριμμένοι ἐν ταῖς ὁδοῖς Ἰερουσαλὴμ
ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων
αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες
αὐτῶν, καὶ ἐκχεῶ ἐπʼ αὐτοὺς τὰ κακὰ αὐτῶν.

καὶ ἐρεῖς πρὸς
αὐτοὺς τὸν λόγον τοῦτον Καταγάγετε ἐπʼ ὀφθαλμοὺς ὑμῶν δάκρυα
ἡμέρας καὶ νυκτὸς καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη
θυγάτηρ λαοῦ μου, καὶ πληγῇ ὀδυνηρᾷ σφόδρα.

ἐὰν ἐξέλθω εἰς τὸ
πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν,
καὶ ἰδοὺ πόνος λιμοῦ, ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν
ἣν οὐκ ᾔδεισαν.

Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν,
καὶ ἀπὸ Σειὼν ἀπέστη ἡ ψυχή σου; ἵνα τί ἔπαισας ἡμᾶς καὶ
 

 
οὐκ ἔστιν ἡμίν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· 
εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή.

ἔγνωμεν, Κύριε, ἁματρήματα
ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον συυ.

κόπασον
διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου· μνήσθητι,
μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθʼ ἡμῶν·

μὴ ἔστιν ἐν
εἰδώλοις τῶν ἐθνῶν ὑετίζων καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν
αὐτοῦ; οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, Κύριε. ὅτι σὺ ἐποίησας
πάντα ταῦτα.

Καὶ εἶπεν Κύριος πρὸς μέ Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ
προσώπου μου, οὐκ ἔστιν ἡ ψυχὴ μου πρὸς σὐτούς· ἐξαπόστειλον τὸν
λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν.

καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ
Ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ὅσοι
εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ
ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.

καὶ ἐκδικήσω ἐπʼ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν
εἰς σφαγήν, καὶ τοὺς κύνας εἰς διασπασμόν, καὶ τὰ θηρία τῆς γῆς καὶ
τὰ πετεινά τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ διαφθοράν.

καὶ παραδώσω
αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασσὴ
υἱὸν Ἐζεκίου βασιλέα Ἰούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν Ἰερουσαλήμ.

τίς φείσεται ἐπὶ σοί, Ἰερουσαλήμ ; καὶ τίς δειλιάσει ἐπὶ
σοί ; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;

σὺ ἀπεστράφης με, λέγει
Κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε,
καὶ οὐκέτι ἀνήσω αὐτούς.

καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾶ· ἐν
πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς
κακίας αὐτῶν,

ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς
θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους, ταλαιπωρίαν ἐν μεσημβρίᾳ,
 

 
 ἐπέριψαν ἐπʼ αὐτὴν ἐξέφνης τρομον καὶ σπουδήν.

ἐκενώθη ἡ
τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ῆλιος αὐτῇ ἔτι
μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους
αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν.

Οἴμοι
ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον
ἐν πάσῃ τῆ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς· ἡ ἰσχύς μου
ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.

γένοιτο, δέσποτα, κατευθυνόντων
αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ
θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν.

Εἰ γνωσθήσεται
σίδηρος ; καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου.

καὶ τοὺς θησαυρούς
σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας
σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου.

καὶ καταδουλώσω σε κύκλῳ τοῖς
ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ιᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ
μυυ, ἐφʼ ὑμᾶς καυθήσεται.

Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί
με, καὶ ἀθῴωσον ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν·
γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν

ὑπὸ τῶν ἀθετούντων
τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς
εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου
ἐπʼ ἐμοί, Κύριε Παντοκράτωρ.

οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν
παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας
ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.

ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν
μου; ἡ πληγὴ μου στερεά, πόθεν ἰαθήσομαι ; γινομένη
ἐγενήθη μοι ὡς ὕδωρ ψευδές, οὐκ ἔχον πίστιν.

διὰ τοῦτο τάδε
λέγει Κύριος Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου
μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀξίου, ὡς στόμα μου
ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς
αὐτούς.

καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν·
καὶ πολεμήσουσιν πρὸς σέ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ
 

 
σοῦ εἰμὶ τοῦ σώζειν σε

καὶ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν, καὶ 
λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει Κύριος ὁ θεὸς Ἰσραήλ,

καὶ οὐ
γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ.

ὅτι τάδε
λέγει Κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων
ἐν τῷ τόπῳ τούτῳ, καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν
αὐτούς, καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ
γῇ ταύτῃ

Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται καὶ οὐ
ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται, καὶ
τοῖς θηρίοις τῆς γῆς ἔσονται καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν
μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται.

τάδε λέγει
Κύριος Μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι,
καὶ μὴ πενθήσῃς αὐτούς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ
λαοῦ τούτου.

οὐ μὴ κόψονται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσουσιν
καὶ οὐ ξυρηθήσονται,

καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν
εἰς παράκλησιν ἐπὶ τεθνηκότι· οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν
ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ.

εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ
συνκαθίσαι μετʼ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν.

διότι τάδε λέγει
Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου
ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν φωνὴν χαρᾶς
καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης.

καὶ
ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα, καὶ
εἴπωσιν πρὸς σέ Διὰ τί ἐλάλησεν Κύριος ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ
ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν ἣν ἡμάρτομεν
 

 
 ἔναντι Κυρίου τοῦ θεοῦ ἡμῶν;

καὶ ἐρεῖς αὐτοῖς Ἀνθʼ ὧν ἐνκατέλιπόν
με οἱ πατέρες ὑμῶν, λέγει Κύριος, καὶ ᾤχοντο ὀπίσω θεῶν ἀλλοτρίων
καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐμέ ἐγκατέλιπον
καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο,

καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπέρ
τοὺς πατέρας ὑμῶν· καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν
ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου.

καὶ
ἀπορίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν οὐκ ῇδειτε ὑμεῖς
καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις οἱ οὐ δώσουσιν
ὑμῖν ἔλεος.

Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ
οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς
Αἰγύπτου,

ἀλλά Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἀπὸ γῆς
βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξώσθησαν ἐκεῖ· καὶ ἀποκαταστήσω
αὐτοὺς εἰς τὴν γῆν αὐτῶν ἣν ἔδωκα τοῖς πατράσιν
αὐτῶν.

ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεεῖς τοὺς πολλούς, λέγει
Κύριος, καὶ ἁλιεύσουσιν αὐτοὺς· καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς
πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ
ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν.

ὅτι οἱ
ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα
αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου.

καὶ ἀνταποδώσω διὰ
πάσας τὰς κακίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφʼ αἷς ἐβεβήλωσαν
τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς
ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου.

Κύριε,
σὺ ἰσχύς μου καὶ βοηθία μου καὶ καταφυγὴ μου ἐν ἡμέραις κακῶν·
πρὸς σὲ ἔθνη ἥξουσιν ἀπʼ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν Ὡς ψευδῆ
ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα.

εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;

διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά
μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά
μοι Κύριος.

⁵Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον,
καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτόν, καὶ ἀπὸ Κυρίου
ἀποστῇ ἡ καρδία αὐτοῦ·

καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ,
οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν
ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται.

καὶ εὐλογημένος ὁ ἄνθρωπος
ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ·

καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρʼ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ
ῥίζαν αὐτοῦ· οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα. καὶ ἔσται ἐπʼ αὐτῷ
στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ
διαλείψει ποιῶν καρπόν.

βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός
ἐστιν καὶ τίς γνώσεται αὐτόν;

ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ
δοκιμάζων νεφρούς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ
τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.

ἐφώνησεν πέρδιξ, συνήγαγεν
ἃ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει
ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπʼ ἐσχάτων αὐτοῦ ἔσται
ἄφρων.

Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν·

ὑπομονὴ
Ἰσραήλ, Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν,
 

 
 ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς
τὸν κύριον.

ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι,
ὅτι καύχημά μου σὺ εἶ.

ἰδοὺ αὐτοὶ λέγουσι πρὸς μέ Ποῦ
ἐστιν ὁ λόγος Κυρίου; ἐλθάτω.

ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν
ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ
ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου
σού ἐστιν.

μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου
ἐν ἡμέρᾳ πονηρᾷ.

καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ
καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ·
ἐπάγαγε ἐπʼ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον
αὐτούς.

Τάδε λέγει Κύριος Βάδισον καὶ στῆθι ἐν ταῖς πύλαις
υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ἰούδα καὶ ἐν
αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἰερουσαλήμ,

καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον Κυρίου Βασιλεῖς Ἰούδα καὶ πᾶσα
Ἰουδαία καὶ πᾶσα Ἰερουσαλήμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις
ταύταις,

τάδε λέγει Κύριος Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ
αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε
ταῖς πύλαις Ἰερουσαλήμ,

καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν
ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε·
ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν
ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν,

καὶ
ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπέρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ
ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν.

καὶ ἔσται ἐὰν εἰσακούσητέ
 

 
μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν 
πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἁγιάζειν
τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον,

καὶ εἰσελεύσονται
διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες
καθήμενοι ἐπὶ θρόνου Δαυεὶδ καὶ ἐπιβεβηκότες ἐφʼ ἅρμασιν καὶ
ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ
κατοικοῦντες ἐν Ἰερουσαλήμ· καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς
τὸν αἰῶνα,

καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ἰούδα, καὶ κυκλόθεν
Ἰερουσαλὴμ καὶ ἐκ γῆς Βενιαμεὶν καὶ ἐκ γῆς πεδινῆς καὶ ἐκ τοῦ
ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ
θυμιάματα καὶ μάννα καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου.

καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν
σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ταῖς
πύλαις Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ
ἐν ταῖς πύλαις αὐτῆς καὶ καταφάγεται ἄμφοδα Ἰερουσαλήμ, καὶ οὐ
σβεσθήσεται.

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν λέγων

Ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ
τοὺς λόγους μου.

καὶ κατέβην εἰς οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ
αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων,

καὶ ἔπεσεν τὸ ἄγγιον ὃ αὐτὸς
ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἄγγιον
ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι.

καὶ ἐγένετο λόγος
Κυρίου πρὸς μέ λέγων

Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ
ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς
ἐστὲ ἐν χερσίν μου.

πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ
 

 
 ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν,

καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ
πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν
ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.

καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ
βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,

καὶ ποιήσωσιν
τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ
μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.

καὶ
νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἰερουσαλήμ
Ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακά, καὶ λογίζομαι ἐφʼ ὑμᾶς
λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς.
καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν.

καὶ εἶπαν Ἀνδριούμεθα,
ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος
τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.

Διὰ
τοῦτο τάδε λέγει Κύριος Ἐρωτήσατε δὴ ἐν ἔθνεσιν Τίς ἤκουσεν τοιαῦτα
φρικτὰ ἃ ἐποίησεν σφόδρα παρθένος Ἰσραήλ;

μὴ ἐκλείψουσιν
ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ
βιαίως ἀνέμῳ φερόμενον;

ὅτι ἐπελάθοντό μου λαός μου, εἰς κενὸν
ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους
τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν,

τοῦ τάξαι τὴν
γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι
αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν.

ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν,
δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.

Καὶ εἶπαν Δεῦτε
λογισώμεθα ἐπὶ Ἰερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ
ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ
πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους
 

 
αὐτοῦ.

Εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ 
δικαιώματός μου.

εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά ; ὅτι συνελάλησαν
ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν
μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι
ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπʼ αὐτῶν.

διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμόν, καὶ ἄθροισον αὐτοὺς εἰς
χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι,
καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ, καὶ οἱ υεανίσκοι
αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.

γενηθήτω κραυγὴ ἐν
ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπʼ αὐτοὺς λῃστὰς ἄφνω, ὅτι ἐνεχείρησαν
λόγον εἰς σύνλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπʼ ἐμέ.

καὶ σύ,
Κύριε, ἔγνως ἄπασαν τὴν βουλὴν αὐτῶν ἐπʼ ἐμὲ εἰς θάνατον· μὴ
ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου
σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ
θυμοῦ σου ποίησον ἐν αὐτοῖς.

Τότε εἶπεν Κύριος πρὸς μέ Βάδισον καὶ κτῆσαι βικὸν πεπλασμένον
ὀστράκινον, καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ
τῶν ἱερέων,

καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων
αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Θαρσείς, καὶ ἀνάγνωθι
ἐκεῖ πάντας τοὺς λόγους τούτους οὓς ἂν λαλήσω πρὸς σέ,

καὶ ἐρεῖς
αὐτοῖς Ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς Ἰούδα καὶ ἄνδρες Ἰούδα
καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις
ταύταις Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν
τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει τὰ ὦτα
 

 
 αὐτοῦ,

ἀνθʼ ὦν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον
τοῦτον, καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις οἷς οὐκ ᾔδεισαν αὐτοὶ
καὶ οἱ πατέρες αὐτῶν· καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τύπον
τοῦτον αἱμάτων ἀθῴων,

καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βάαλ τοῦ κατακαίειν
τοὺς υἱοὺς αὐτῶν ἐν πυρί· οὐκ ἐνετειλάμην οὐδὲ διενοήθην ἐν
τῇ καρδίᾳ μου.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ
οὐ κληθήσεται τῷ τόπῳ τούτῳ Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ
Ἑννόμ, ἀλλ᾿ ἢ Πολυάνδριον τῆς σφαγῆς.

καὶ σφάξω τὴν βουλὴν
Ἰούδα καὶ τὴν βουλὴν Ἰερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ
αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν
ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς
βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς,

καὶ
κατάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ
παραπορευόμενος ἐπʼ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπέρ πάσης τῆς
πληγῆς αὐτῆς.

καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς
σάρκας τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον
αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς
οἱ ἐχθροὶ αὐτῶν.

καὶ συντρίψεις τὸν βικὸν κατʼ ὀφθαλμοὺς τῶν
ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ,

καὶ ἐρεῖς Τάδε λέγει Κύριος
Οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην καθὼς
συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι.

ὅτι οὕτως
ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ,
τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν.

καὶ οἶκοι
 

 
Ἰερουσαλὴμ καὶ οἶκοι βασιλέων Ἰουδὰ ἔσονται καθὼς ὁ τόπος ὁ 
διαπίπτων, ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν πάσαις ταῖς οἰκίαις ἐν
αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ
καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις.

Καὶ ἦλθεν Ἰερεμίας
ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν Κύριος ἐκεῖ τοῦ προφητεῦσαι,
καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου Κυρίου καὶ εἶπε πρὸς πάντα τὸν
λαόν

Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ
ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἀποντα τὰ κακὰ
ἃ ἐλάλησα ἐπʼ αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ
εἰσακούειν τῶν ἐντολῶν μου.

Καὶ ἤκουσεν Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς, καὶ οὗτος ὖν καθεσταμένος
ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἰερεμίου προφητεύοντος τοὺς
λόγους τούτους.

καὶ ἐπάταξεν αὐτόν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν
καταράκτην ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν
οἴκῳ Κυρίου.

καὶ ἐξήγαγεν Πασχὼρ τὸν Ἰερεμίαν ἐκ τοῦ καταράκτου,
καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὐχὶ Πασχὼρ ἐκάλεσεν Κύριος τὸ
ὄνομά σου ἀλλ᾿ ἢ Μέτοικον.

διότι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ
δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου· καὶ πεσοῦνται ἐν
μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται· καὶ σέ καὶ
πάντα Ἰουδὰ δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν
αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις.

καὶ δώσω τὴν πᾶσαν ἰσχὺν
τῆς πὸλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς
 

 
 θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν
αὐτοὺς εἰς Βαβυλῶνα.

καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ
οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ, καὶ
ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς ἐπροφήτευσας αὐτοῖς
ψευδῆ.

Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης·
ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·

ὅτι
πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι,
ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν
ἡμέραν μου.

καὶ εἶπα Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ
μὴ λαλήσω ἔτι ἐπὶ τῷ ἀνόματι αὐτοῦ. καὶ ἐγένετο ὡς πῦρ καιόμενον
φλέγον ἐν τοῖς ὀστοῖς μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι
φέρειν,

ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν
κυκλόθεν Ἐπισύστητε, καὶ ἐπισυστῶμεν ἐπʼ αὐτῷ πάντες ἄνδρες
φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται, καὶ
δυνησόμεθα αὐτῷ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.

ὁ
δὲ κύριος μετʼ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ
νοῆσαι οὐκ ἡδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας
αὐτῶν, αἳ δι᾿ αἰῶνος οὐκ ἐπιλησθήσονται.

Κύριε, δοκιμάζων
δίκαια, συνίων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν
ἐν αὐτοῖς, ὅτι πρὸς σέ ἀπεκάλυψα τὰ ἀπολογήματά μου.

ᾄσατε
τῷ κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς
πονηρευομένων.

Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ.
ἡ ἡμέρα ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή·

ἐπικατάρατος
ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων
 

 
Ἐτέχθη σοι ἄρσεν, εὐφραινόμενος.

ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς 
αἱ πόλεις ἃς κατέστρεψεν Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη,
ἀκουσάτω κραυγῆς τὸ πραωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας·

ὅτι οὐκ ἀπέκτεινέν
με ἐν μήτρᾳ καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ
μήτρα συλλήμψεως αἰωνίας.

ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ
βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν, ὅτε ἀπέστειλεν πρὸς
αὐτὸν ὀ βασιλεὺς Σεδεκίας τὸν Πασχὼρ υἱὸν Μελχίου καὶ Σοφονίαν
υἱὸν Μανασσαίου τὸν ἱερέα λέγων

Ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος
ἐφέστηκεν ἐφʼ ἡμᾶς, εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια
αὐτοῦ, καὶ ἀπελεύσεται ἀφʼ ἡμῶν.

Καὶ εἶπεν πρὸς αὐτοὺς
Ἰερεμίας Οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα Ἰούδα

Τάδε λέγει
Κύριος Ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ ἐν οἷς ὑμεῖς
πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συνκεκλεικότας ὑμᾶς
ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης,

καὶ πολεμήσω
ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ
καὶ ἀργῆς μεγάλης·

καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ
πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ
ἀποθανοῦνται.

καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος Δώσω τὸν
Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν
καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ
 

 
 καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς
ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ
φείσομαι ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.

καὶ πρὸς τὸν
λαὸν τοῦτον ἐρεῖς Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου
ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου·

ὁ καθήμενος ἐν
τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευὀμενος
προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συνκεκλεικότας ὑμᾶς
ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα καὶ ζήσεται.

διότι
ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ
οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ
κατακαύσει αὐτὴν ἐν πυρί.

Ὁ οἰκος βασιλέως Ἰούδα, ἀκούσατε
λόγον Κυρίου·

οἶκος Δαυείδ, τάδε λέγει Κύριος Κρίνατε πρωὶ κρίμα καὶ
κατευθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν,
ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργὴ μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ
σβέσων.

ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὸρ τὴν
πεδινήν, τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς
τὸ κατοικητήριον;

καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται
πάντα τὰ κύκλῳ αὐτῆς.

Τάδε λέγει Κύριος Πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ
βασιλέως Ἰούδα, καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον,

καὶ ἐρεῖς
Ἄκουε λόγον Κυρίου, βασιλεῦ Ἰούδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυείδ,
σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις
ταύταις

Τάδε λέγει Κύριος Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην, καὶ
ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, καὶ προσήλυτον
 

 
καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ 
αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.

διότι ἐὰν ποιοῦντες
ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ
οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυεὶδ καὶ ἐπιβεβηκότες
ἐφʼ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν.

ἐὸν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει
Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος.

ὅτι τάδε λέγει Κύριος
κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου,
ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας·

καὶ ἐπάξω
ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσιν
τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.

καὶ διελεύσονται
ἔθνη διὰ τῆς πόλεως ταύτης, καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν
πλησίον αὐτοῦ Διὰ τί ἐποίησεν Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ
μεγάλῃ;

καὶ ἐροῦσιν Ἀνθʼ ἐν ἐνκατέλιπον τὴν διαθήκην Κυρίου
θεοῦ αὐτῶν, καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν
αὐτοῖς.

Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν·
κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέφει ἔτι οὐδὲ
ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.

διότι τάδε λέγει Κύριος ἐπὶ
Σελλὴμ υἱὸν Ἰωσεία τὸν βασιλεύοντα ἀντὶ Ἰωσεία τοῦ πατρὸς αὐτοῦ,
ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,

ἀλλ᾿ ἢ
ἐν τῷ τόπῳ οὖ μετῴκισα αὐτὸν ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην
οὐκ ὄψεται ἔτι.

Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης
καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ
ἐργᾶται δωρεάν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.

ᾠκοδόμησας
σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα
 

 
 θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.

μὴ
βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Ἀχὰζ τῷ πατρί σου; οὐ φάγονται
καὶ οὐ πίονται· βέλτιόν σε ποεῖν κρίμα καὶ δικαιοσ;υνην.

οὐκ ἔγναωσαν,
οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδέ κρίσιν πένητος· οὐ τοῦτό
ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος;

ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί
σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλʼ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ
αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτό, καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ
ποιεῖν.

διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσεία
βασιλέα Ἰούδα Καὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν Ὣ
ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμοι κύριε.

ταφὴν ὄνου
ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἰερουσαλήμ.

Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον, καὶ εἰς τὴν
Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης,
ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.

ἐλάλησα πρὸς σέ ἐν τῇ
παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ
νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.

πάντας τοὺς ποιμένας
σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται,
ὕτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.

κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις
ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.

ζῶ ἐγὼ, λέγει Κύριος,
ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα
ἐπὶ τῆς χερὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε,

καὶ
παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ
εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαιων.

καὶ
 

 
ἀπορίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης 
ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε·

εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς
ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν.

ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος
οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει.

γῆ γῆ, ἄκουε λόγον Κυρίου·

γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον
ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ
θρόνου Δαυείδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.

Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς
νομῆς αὐτῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν
λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ καὶ
οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφʼ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα
ὑμῶν.

καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου
ἐπὶ πάσης τῆς γῆς οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν
νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται.

καὶ ἀναστήσω
αὐτοῖς ποιμένας οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ
πτοηθήσονται, λέγει Κύριος.

Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος,
καὶ ἀναστήσω τῷ Δαυεὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς
καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.

ἐν ταῖς
ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς,
καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ ὃ καλέσει αὐτὸν Κύριος Ἰωσέδεκ.
 Ἐν τοῖς προφήταις.

Συνετρίβη ἡ καρδία μου ἐν ἐμοί, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου,
ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ
 

 
 οἴνου, ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης
αὐτοῦ.

ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν
αἱ νομαὶ τῆς ἐρήμου· καὶ ἐγένετο ὁ δρυμὸς αὐτῶν πονηρός, καὶ ἡ ἰσχὺς
αὐτῶν οὕτως.

ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ
οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.

διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν
αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται
ἐν αὐτῇ· διότι ἐπάξω ἐπʼ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν
διὰ τῆς Βάαλ, καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ.

καὶ ἐν τοῖς
προφήταις Ἰερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους
ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πολλῶν τοῦ
μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς ἐγενήθησάν
μοι πάντες ὡς Σόδομα, καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ
Φόμορρα.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ψωμιῶ
αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν
Ἰερουσαλὴμ ἐξῆλθεν μολυσμὸς πάσῃ τῆ γῇ.

οὕτως λέγει Κύριος
Παντοκράτωρ Μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν
ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος
Κυρίου.

λέγουσιν τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου Εἰρήνη
ἔσται ὑμῖν, καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ
τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν Οὐχ ἥξει ἐπὶ σέ κακά.

ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ; τίς
ἐνωτίσατο καὶ ἤκουσεν;

ἰδοὺ σεισμὸς παρὰ Κυρίου καὶ ὀργὴ ἐκπορεύεται
 

 
εἰς συνσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει

καὶ οὐκέτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ ἀπὸ
ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν
αὐτό.

οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ
ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροφήτευον.

καὶ εἰ ἔστησαν ἐν
τῇ ὑποστάσει μου καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου
ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.

θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν.

εἰ κρυβήσεταί τις
ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν
γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;

ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται·
προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες Ἠνυπνιασάμην
ἐνύπνιον.

ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων
ψευδῆ, ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας
αὐτῶν,

τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς
ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ
ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ;

ὁ
προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ· καὶ
ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπʼ ἀληθείας.
τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;

οὕτως οἱ λόγοι μου, λέγει Κύριος
οὐκ ἰδοὺ οἱ λόγοι μου ὥσπερ πῦρ, καὶ ὡς πέλυξ κόπτων πέτραν ;

διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια
 

 
 ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτά, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς
ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα
αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφελειαν οὐκ ὠφελήσουσιν
τὸν λαὸν τοῦτον.

καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ
προφήτης Τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα
καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος.

ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς
οἳ ἂν εἴπωσιν Λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ
τὸν οἶκον αὐτοῦ.

οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ
ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησεν
Κύριος;

καὶ Λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα
τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ.

καὶ διὰ τί ἐλάλησεν Κύριος ὁ
θεὸς ἡμῶν;

δᾶ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ἡμῶν Ἀνθʼ ὧν εἴπατε
τὸν λόγον τοῦτον Λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων
Οὐκ ἐρεῖτε Λῆμμα Κυρίου·

διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω
ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,

καὶ
δώσω εἰς ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ
ἐπιλησθήσεται.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ
οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς
Αἰγύπτου,

ἀλλά Ζῇ Κύριος ὃς συνήγαγεν ἃπαν τὸ σπέρμα Ἰσραὴλ
ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ,
καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.

Ἔδειξέν μοι Κύριος δύο καλάθους σύκων, κειμένους κατὰ πρόσωπον
 

 
ναοῦ Κυρίου, μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα 
Βαβυλῶνος τὸν Ἰεχονίαν υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ τοὺς ἄρχοντας
καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλησίους ἐξ
Ἰερουσαλήμ, καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα.

ὁ κάλαθος ὁ εἷς
σύκων χρηστῶν σφόδρα ὡς τὰ σῦκα τὰ πρόιμα, καὶ ὁ κάλαθος ὁ
ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας
αὐτῶν.

καὶ εἶπεν Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς, Ἱερεμίᾳ καὶ εἶπα
Σῦκα· τὰ χρηστά, χρηστὰ λίαν, καὶ τὰ πονηρά, πονηρὰ λίαν, ἃ οὐ
βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς
μέ λέγων

Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ὡς τὰ σῦκα τὰ χρηστὰ
ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ἰουδαίους, οὓς ἐξαπέσταλκα
ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά.

καὶ
στηριῶ τοὺς ὀφθαλμούς μου ἐπʼ αὐτοὺς εἰς ἀγαθά, καὶ ἀποκαταστήσω
αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθά· καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ
μὴ καθελῶ αὐτούς, καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω.

καὶ
δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμέ, ὅτι ἐγὼ εἰμι Κύριος, καὶ
ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, ὅτι ἐπιστραφήσονται
ἐπʼ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν·

καὶ ὡς τὰ σῦκα τὰ
πονηρὰ ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει Κύριος,
οὕτως παραδώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς μεγιστᾶνας
αὐτοῦ καὶ τὸ κατάλοιπον Ἰερουσαλὴμ τοὺς ὑπολελιμμένους ἐν τῇ γῇ
ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ.

καὶ δώσω αὐτοὺς εἰς
διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς καὶ εἰς ὀνειδισμὸν
καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ
ἐξῶσα αὐτοὺς ἐκεῖ·

καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν
θάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς ἧς ἔδωκα
αὐτοῖς.

Ὁ λογος ὸ γενόμενος πρὸς Ἰερεμίαν ἐπὶ πάντα τὸν λαὸν ¹Ἰούδα ἐν τῷ
ἔτει τῷ τετάρτῳ τοῦ Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα,

δν
ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας
Ἰερουσαλὴμ λέγων

Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα καὶ
 ἕως τῆς ἡμέρας ταύτης εἵκοσι καὶ τρία §ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς
ὀρθρίζων καὶ λέγων.

καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου
τοὺς προφήτας ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ
προσέσχετε τοῖς ὠσὶν ὑμῶν,

λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς
ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευματων ὑμῶν,
καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν
ἀπʼ αἰῶνος καὶ ἕως αἰῶνος.

μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων
τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ
με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς.

καὶ
οὐκ ἠκούσατέ μου.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπειδὴ οὐκ ἐπιστεύσατε
τοῖς λόγοις μου,

ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι πατριὰν
ἀπὸ βορρᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς
κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ
ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν
καὶ εἰς ὀνειδισμὸν αἰώνιον.

καὶ ἀπολῶ ἀπʼ αὐτῶν φωνὴν χαρᾶς
καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν
μύρου καὶ φῶς λύχνου.

καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν, καὶ
 δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη, ¶

καὶ ἐν τῷ πληρωθῆναι
 

 
ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο καὶ θήσομαι αὐτοὺς 
εἰς ἀφανισμὸν αἰώνιον,

καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς
§λόγους μου οὓς ἐλάλησα κατʼ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ 
βιβλίῳ τούτῳ.

Ἃ ἐπροφήτευσεν Ἰερεμίας ἐπὶ τὰ ἕθνη τὰ Αίλάμ. ¶

Τάδε λέγει Κύριος Συνετρίβη τὸ τόξον Αἰλάμ, ἀρχὴ δυναστείας
αὐτῶν.

καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν
τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς
ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἤξει ἐκεῖ, οἱ ἐξωσμένοι
Αἰλάμ.

καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν
ζητούντων τὴν ψυχὴν αὐτῶν, καὶ ἐπάξω ἐπʼ αὐτοὺς κατὰ τὴν
ὀργὴν τοῦ θυμοῦ μου, καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν
μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς.

καὶ θήσω τὸν θρόνοι
μου ἐν Αἰλάμ, καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας,

καὶ ἔσται ἐπʼ ἐσχάτου τῶν ἡμερῶν καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν
Αἰλάμ, λέγει Κύριος.

ἐν ἀρχῇ βασιλεύοντος Σεδεκίον
βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αἰλάμ.

Τῇ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ
τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρμείς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασι
λεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ βασιλέως Ἰούδα.

Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, καὶ προσαγάγετε εἰς πόλεμον,

καὶ ἐπισάξατε τοὺς ἵππους· ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν
ταῖς περικεφαλαίαις ὑμῶν, προσβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς
θώρακας ὑμῶν.

τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν εἰς τὸ ὀπίσω;
 

 
 διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται, φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν
περιεχόμενοι κυκλόθεν, λέγει Κύριος.

μὴ φευγέτω ὁ κοῦφος,
καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρὸς ἐπὶ βορρᾶν· τὰ παρὰ τὸν
Εὐφράτην ἠσθένησεν, καὶ πεπτώκασιν. τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται,
καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ;

ὕδατα Αἰγύπτου ὡσεὶ
ποταμὸς ἀναβήσεται, καὶ εἶπεν Ἀναβήσομαι καὶ κατακαλύψω τὴν
γῆν καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.

ἐπίβητε ἐπὶ τοὺς ἵππους,
παρασκευάσατε τὰ ἄρματα ἐξέλθατε, οἱ μαχηταὶ Αἰθιόπων καὶ
Λίβυες καθωπλισμένοι ὅπλοις καὶ Λυδοί ἀνάβητε, ἐντείνατε τόξον,

καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι
τοὺς ἐχθροὺς αὐτοῦ· καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου, καὶ
πλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν· ὅτι θυσία
τῷ κυρίῳ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ.

ἀνάβηθι, Γαλαὰδ,
καὶ λάβε ῥητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς τὸ κενὸν ἐπλήθυνας
ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν σοί

ἤκουσαν ἔθνη φωνήν
σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν
ἠσθένησεν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι.

Ἃ ἐλάλησεν Κύριος ἐν χειρὶ Ἰερεμίου, τοῦ ἐλθεῖν τὸν βασιλέα Βαβυλῶνος
τοῦ κόψαι γῆν Αἰγύπτου.

Ἀναγγείλατε εἰς Μάγδωλον, καὶ παραγγείλατε εἰς Μέμφιν· εἴπατε
Ἐπίστηθι καὶ ἑτοίμασον, ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά
σου.

δίὰ τί ἔφυγεν ἀπὸ σοῦ ὁ Ἆπις; ὁ μόσχος ὁ ἐκλεκτός σου
 

 
οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν.

καὶ τὸ πλῆθός σου 
ἠσθένησεν καὶ ἔπεσαν, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει
Ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα
ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς.

καλέσατε τὸ ὄνομα
Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου Σαὼν Ἐσβεὶ Ἐμωήδ.

ζῶ ἐγώ,
λέγει Κύριος ὁ θεός, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσιν καὶ ὡς
ὁ Κάρμηλος ὁ ἐν τῇ θαλάσσῃ, ἥξει.

σκεύη ἀποικισμοῦ ποίησον
σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου· ὅτι Μέμφις εἰς ἀφανισμὸν
ἔσται, καὶ κληθήσεται Οὐαί, διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν
αὐτῇ.

δάμαλις κεκαλλωπισμένη Αἴγυπτος· ἀπόσπασμα ἀπὸ βορρᾶ
ἦλθεν ἐπʼ αὐτήν,

καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι
σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ· διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον
ὁμοθυμαδόν· οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπʼ αὐτοὺς
καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.

φωνὴ ὡς ὄφεως συρίζοντος,
ὅτι ἐν ἄμμῳ πορεύονται, ἐν ἀξίναις ἥξουσιν ἐπʼ αὐτήν·

ὡς κόπτοντες
ξύλα ἐκκόψουσιν τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ
εἰκασθῇ, ὅτι πληθύνει ὑπέρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός.

κατῃσχύνθη ἡ θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ
βορρᾶ.

ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραὼ
καὶ ἐπὶ τοὺς πεποιθότας ἐπʼ αὐτῷ.

σὺ δὲ μὴ φοβηθῇς, δοῦλός μου
Ἰακώβ, μηδέ πτοηθῇς, Ἰσραήλ· διότι ἰδοὺ ἐγὼ σώζων σε μακρόθεν
καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν· καὶ ἀναστρέψει Ἰακὼβ
καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν.

μὴ
 

 
 φοβοῦ, παῖς μου Ἰακώβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ ἐγὼ εἰμι· ἡ
ἀπτόητος καὶ τρυφερὰ παρεδόθη· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ
εἰς οὓς ἐξῶσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω
σε εἰς κρίμα, καὶ ἀθῷον οὐκ ἀθῳώσω σε.

Λόγος Κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα.

Ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε·
εἴπατε Ἑάλωκεν Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ
τρυφερὰ παρεδόθη Μαιωδάκ.

ὅτι ἀνέβη ἐπʼ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ·
οἶτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν
ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους.

ἐν ταῖς ἡμέραις ἐκείναις
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ἰσραήλ, αὐτοὶ καὶ οἱ υἱοὶ
Ἰούδα ἐπὶ τὸ αὐτὸ βαδίζοντες καὶ κλαίοντες πορεύσονται, τὸν κύριον
θεὸν αὐτῶν ζητοῦντες.

ἕως Σειὼν ἐρωτήσουσιν τὴν ὁδόν, ὦδε γὰρ
τὸ πρόσωπον αὐτῶν δώσουσιν, καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς
Κύριον τὸν θεόν· διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.

Πρόβατα
ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς,
ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο,
ἐπελάθοντο κοίτης αὐτῶν.

πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον
αὐτούς· οἱ ἐχθροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς, ἀνθʼ ὧν
ἥμαρτον τῷ κυρίῳ· νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας
αὐτῶν.

ἀπαλλοτριὼθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων
καὶ ἐξέλθατε, καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον
προβάτων.

ὅτι ίδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν
ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς
 

 
μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή.

καὶ ἔσται ἡ Χαλδαία εἰς 
προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐνπλησθήσονται.

ὅτι
ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου,
διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι.

ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα. μήτηρ ἐπʼ ἀγαθά, ἐσχάτη ἐθνῶν,
ἔρημος,

ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται· καὶ ἔσται εἰς ἀφανισμὸν
πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει, καὶ
συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς.

παρατάξασθε ἐπὶ Βαβυλῶνα
κύκλῳ πάντες τείνοντες τόξον, τοξεύσατε ἐπʼ αὐτήν, μὴ φείσησθε
ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν,

καὶ κατακρατήσατε αὐτὴν· παρελύθησαν
αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάφη
τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστίν, ἐκδικεῖτε ἐπʼ αὐτήν,
καθὼς ἐποίησεν ποιήσατε αὐτῇ.

ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος
κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ, ἀπὸ προσώπου
μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν,
καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται.

Πρόβατον πλανώμενον
Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς
Ἀσσούρ, καὶ οὕτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν Βαβυλῶνος καὶ
ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ.

καὶ
ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν
τῷ Καρμήλῳ καὶ ἐν ὄρει Ἐφράιμ καὶ ἐν τῷ Γαλαάδ, καὶ πλησθήσεται
ἡ ψυχὴ αὐτοῦ.

ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ
 

 
 ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ἰσραὴλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς
ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελιμμένοις
ἐπὶ τῆς γῆς, λέγει Κύριος.

Πικρῶς ἐπίβηθι ἐπʼ αὐτὴν
καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπʼ αὐτὴν· ἐκδίκησον μάχαιρα καὶ
ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.

φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῆ Χαλδαίων.

πῶς ἐκλάσθη
καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς
ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν;

ἐπιβήσονταί σοι, καὶ οὐ γνώσῃ
ὡς Βαβυλὼν καὶ ἁλώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης.

ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς
αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων,

ὅτι ἐληλύθασιν
οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐραυνήσατε αὐτὴν ὡς
σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλιμμα·

ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς
σφαγήν. οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως
αὐτῶν.

φωνὴ φευγόντων καὶ ἀνασωζομένων ἐκ γῆς Βαβυλῶνος,
τοῦ ἀναγγεῖλαι εἰς Σειὼν τὴν ἐκδίκησιν παρὰ Κυρίου θεοῦ ἡμῶν.

παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον,
παρεμβάλετε ἐπʼ αὐτὴν κυκλόθεν· μὴ ἔστω αὐτῆς ἀνασωζόμενος,
ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς· κατὰ πάντα ὅσα ἐποίησεν
ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ἰσραήλ.

διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς,
καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται, εἶπεν Κύριος.

ἰβοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει Κύριος, ὅτι ἥκει ἡ ἡμέρα 
σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου,

καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ
πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ
δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς.

Τάδε
λέγει Κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα,
ἄμα πάντες οἵ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς,
ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς.

καὶ ὁ λυτρούμενος αὐτοὺς
ἰσχυρός, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς
τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν καὶ παροξυνεῖ τοῖς κατοικοῦσι
Βαβυλῶνα.

μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς
κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς
συνετοὺς αὐτῆς·

μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται·
μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἄρματα αὐτῶν·

μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν
μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς
αὐτῆς, καὶ διασκορπισθήσονται

ἐπὶ τῷ ὕδατι αὐτῆς, καὶ
καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις
οὗ κατεκαυχῶντο.

διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις,
καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ
οὐκέτι εἰς τὸν αἰῶνα.

καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ
Γόμορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν Κύριος, οὐ μὴ κατοικήσῃ
ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.

ἰδοὺ
λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται
ἀπʼ ἐσχάτου τῆς γῆς,

τόξον καὶ ἐνχειρίδιον ἔχοντες·
 

 
 ἰταμός ἐστιν, καὶ οὐ μὴ ἐλεήσῃ· φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει,
ἐφʼ ἵπποις ἱππάσονται παρασκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον,
πρὸς σέ, θύγατερ Βαβυλῶνος.

ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν
ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλίψις κατεκράτησεν
αὐτοῦ, ὠδῖνες ὡς τικτούσης.

ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ
τοῦ Ἰορδάνου εἰς Γαιθάν, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς, καὶ
πάντα νεανίσκον ἐπʼ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς
ἀντιστήσεταί μοι ; καὶ τίς οὗτος ποιμὴν ὃς στήσεται κατὰ πρόσωπόν
μου;

διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου ἣν βεβούλευται ἐπὶ
Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας
Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ
ἀφανισθῇ νομὴ ἀπʼ αὐτῶν.

ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος
σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.

Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ
τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσαωνα διαφθείροντα.

καὶ
ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ
λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ
κακώσεως αὐτῆς.

τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ, καὶ περιθέσθω
ᾧ ἐστὶν ὅπλα αὐτοῦ, καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ
ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς.

καὶ πεσοῦνται τραυματίαι ἐν
γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς.

διότι οὐκ ἐχήρευσεν
Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ θεοῦ αὐτῶν, ἀπὸ Κυρίου Παντοκράτορος·
ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ἰσραήλ.

φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασώζετε ἕκαστος τὴν ψυχὴν
αὐτοῦ, καὶ μὴ ἀποριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως
 

 
αὐτῆς ἐστιν παρὰ Κυρίου, ἀνταπόδομα αὐτος ἀνταποδίδωσιν αὐτῇ.

ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν
γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν·

καὶ
ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη. θρηνεῖτε αὐτήν, λάβετε
ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἵ πως ἰαθήσεται.

ἰατρεύσαμεν τὴν
Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐνκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν
ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἔγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς,
ἐξῆρεν ἕως τῶν ἄστρων.

ἐξήνεγκεν Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε
καὶ ἀναγγείλωμεν ἐν Σειὼν τὰ ἔργα Κυρίου τοῦ θεοῦ ἡμῶν.

παρασκευάζετε
τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας· ἤγειρεν Κύριος τὸ
πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι
αὐτήν, ὅτι ἐκδίκησις Κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ
ἐστιν.

ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας,
ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησεν· καὶ ποιήσει
Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα,

κατασκηνοῦντας
ἐφʼ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἤκει τὸ
πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου.

ὅτι ὤμοσεν Κύριος κατὰ
τοῦ βραχίονος αὐτοῦ διότι Πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ
φθέγξονται ἐπὶ σέ οἱ καταβαίνοντες.

ΙΙοιῶν γῆν ἐν τῇ ἰσχύι
αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ
ἐξέτεινεν τὸν οὐρανόν,

εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ,
καὶ ἀνήγαγεν νεφέλας ἀπʼ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν
ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ τῶν θησαυρῶν αὐτοῦ.

ἐματαιώθη
πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν
γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.

μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται.

οὐ τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός
 

 
 ἐστιν κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.

διασκορπίζεις σύ μοι
σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ
βασιλεῖς.

καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ,

καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν· καὶ διασκορπιῶ
ἐν σοὶ νεανίσκον καὶ παρθένον, καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ
γυναῖκα.

καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ,
καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ, καὶ διασκορπιῶ
ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου.

καὶ ἀνταποδώσω
τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς
κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σειὼν κατʼ ὀφθαλμοὺς ὑμῶν, λέγει
Κύριος.

Ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεφθαρμένον τὸ
διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ
κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν, καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον,

καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον,
ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει Κύριος.

ἄρατε σημεῖον
ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι, ἁγιάσατε ἐπʼ αὐτὴν
ἔθνη, παραγγείλατε ἐπʼ αὐτήν, βασιλεῖς ἄρατε παρʼ ἐμοῦ, καὶ τοῖς
Ἀσχαναζέοις· ἐπιστήσατε ἐπʼ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε
ἐπʼ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος.

ἀναβιβάσατε ἐπʼ αὐτὴν
ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους
αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.

ἐσείσθη ἡ γῆ καὶ
ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου τοῦ θεῖναι
τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν.

ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν
περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες·
 

 
ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς.

διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται, καὶ ἀναγγέλλων εἰς
ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος
ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ,

ἀπ᾿ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ
ἐλήμφθησαν, καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ οἱ
ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται.

διότι τάδε λέγει Κύριος
Οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται· ἔτι μικρὸν
καὶ ἤξει ὁ ἀμητὸς αὐτῆς.

κατέφαγέν με, ἐμερίσατό με, κατέλαβέν
με σκότος λεπτόν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέν
με, ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου·

ἐξῶσάν με οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ
κατοικοῦσα Σειών, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους,
ἐρεῖ Ἰερουσαλήμ·

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν
ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου, καὶ ἐρημώσω τὴν
θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς·

καὶ ἔσται Βαβυλὼν
εἰς ἀφανισμόν, καὶ οὐ κατοικηθήσεται.

ὅτι ἄμα ὡς λέοντες ἐξηγέρθησαν
καὶ ὡς σκύμνοι λεόντων.

ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω
πότημα αὐτοῖς, καὶ μεθύσω αὐτοὺς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν
ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι, λέγει Κύριος.

καὶ καταβίβασον
αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετʼ ἐρίφων.

πῶς
ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν
εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν;

ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα
ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη.

ἐγενήθησαν αἱ πόλεις
 

 
 αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἰς, οὐδὲ
μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου.

καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα,
καὶ ἐξοίσω ὃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσιν
πρὸς αὐτὴν ἔτι τὰ ἔθνη,

καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι
πάσης τῆς γῆς.

ἀνασωζόμενοι ἐκ γῆς, πορεύεσθε καὶ μὴ ἵστασθε·
οἱ μακρόθεν, μνήσθητε τοῦ κυρίου, καὶ Ἰερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν
καρδίαν ὑμῶν.

ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν,
κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμᾶν, εἰσῆλθον ἀλλογενεῖς εἰς
τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου.

διὰ τοῦτο ἰδοὺ ἡμέραι, λέγει
Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ
αὐτῆς πεσοῦνται τραυματίαι.

ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανός,
καὶ ὅτι ἐὰν ἀχυρώσῃ τὰ τείχη ἰσχύι αὐτῆς, παρʼ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες
αὐτήν, λέγει Κύριος.

φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ
συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων,

ὅτι ἐξωλέθρευσεν Κύριος τὴν
Βαβυλῶνα, καὶ ἀπώλεσεν ἀπʼ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς
ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς.

ὅτι ἦλθεν ἐπὶ
Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον
 

 
αὐτῶν, ὅτι ὁ θεὸς ἀνταποδίδωσιν αὐτοῖς.

Κύριος ἀνταποδίδωσιν 
καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς
στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ.

τάδε λέγει Κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον
κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐνπυρισθήσονται,
καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.

Ὁ λόγος ὃν ἐνετείλατο Κύριος Ἰερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαραία
υἱῷ Νηρείου υἱῷ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως
Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ·
καὶ Σαραίας ἄρχων δώρων.

καὶ ἔγραψεν Ἰερεμίας πάντα τὰ κακὰ
ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ, πάντας τοὺς λόγους τούτους τοὺς
γεγραμμένους ἐπὶ Βαβυλῶνα.

Καὶ εἶπεν Ἰερεμίας πρὸς Σαραίαν Ὅταν ἔλθῃς εἰς Βαβυλῶνα,
καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους,

καὶ ἐρεῖς Κύριε
Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν
καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους,
ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται.

καὶ ἔσται ὅταν παύσῃ τοῦ
ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπʼ αὐτὸ λίθον καὶ
ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου,

καὶ ἐρεῖς Οὕτως καταδύσεται
Βαβυλών, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν Χαλδαίων ὧν ἐγὼ
ἐπάγω ἐπʼ αὐτήν.

Ἐπὶ τοὺς ἀλλοφύλους. 
 (2)Τάδε λέγει Κύριος

Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ, καὶ ἔσται
εἰς χειμάρρουν κατακλύζοντα, καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα
αὐτῆς, πολιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ
ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἄπαντες οἱ κατοικοῦντες τὴν γῆν

ἀπὸ
φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ
σεισμοῦ τῶν ἁρματων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ. οὐκ ἐπέστρεψαν
πατέρες ἐφʼ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν,

ἐν τῇ ἡμέρᾳ τῇ
ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν
Τύρον καὶ τὴν Σειδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας
αὐτῶν, ὅτι ἐξολεθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων.

ἥκει
φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερίφη Ἀσκάλων καὶ οἱ κατάλοιποι
Ἐνακείμ.

ἕως τίνος κόψεις, (⁶)ἡ μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ
ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι.

πῶς ἡσυχάσεις καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα
καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερθῆναι.

Τῇ Ἰδουμαίᾳ. 
 Τάδε λέγει Κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμάν, ἀπώλετο
βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν,

ἠπατήθη ὁ τόπος αὐτῶν. 
βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάμ, ὅτι δύσκολα
ἐποίησεν· ἤγαγον ἐπʼ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπʼ αὐτόν.

ὅτι τρυγηταὶ ἦλθον οἳ οὐ καταλείψουσίν σοι κατάλιμμα· 
ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν.

ὅτι ἐγὼ κατέσυρα
τὸν Ἠσού, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ
δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ γείτονός μου, καὶ
οὐκ ἔστιν

ὑπολιπέσθαι ὀρφανόν σου ἵνα ζήσεται· καὶ ἐγὼ
ζήσομαι, καὶ χῆραι ἐπʼ ἐμέ πεποίθασιν.

ὅτι τάδε εἶπεν Κύριος
Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ
μὴ ἀθῳωθῇς,

ὅτι κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς
ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς,
καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.

ἀκοὴν
ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε
καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον.

μικρὸν
ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις.

ἡ παιγνία
σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς
πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ
ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε.

καὶ ἔσται ἡ Ἰδουμαία
εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτὴν συριεῖ.

ὥσπερ
κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν
Κύριος Παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ
ἐνοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.

ἰδοὺ ὥσπερ λέων ἀναβήσεται
ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς
ἀπʼ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπʼ αὐτὴν ἐπιστήσατε. ὅτι τίς
ὥσπερ ἐγώ ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν ὃς
 

 
 στήσεται κατὰ πρόσωπόν μου;

διὰ τοῦτο ἀκούσατε βουλὴν
Κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ
ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμάν Ἐὰν μὴ συνψηθῶσιν
τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπʼ αὐτὴν κατάλυσις
αὐτῶν·

ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ
κραυγὴ θαλάσσης οὐκ ἠκούσθη.

ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ
ἐκτείνει τὰς πτέρυγας ἐπʼ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία
τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία
γυναικὸς ὠδινούσης.

Τοῖς υἱοῖς Ἀμμῶν. 
 Οὕτως εἶπεν Κύριος Μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἡ παραλημψόμενος
οὐκ ἔστιν αὐτοῖς; διὰ τί παρέλαβεν Μελχὸλ τὴν Γαλαάδ, καὶ
ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει;

διὰ τοῦτο ἰδοὺ ἡμέραι
ἔρχονται, φησὶν Κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ θόρυβον πολέμων.
καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρι
κατακαυθήσονται, καὶ παραλήμψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτοῦ.

ἀλάλαξον,
Ἑσεβών, ὅτι ὤλετο· κεκράξατε θυγατέρες Ῥαββάθ, περιζώσασθε
σάκκους καὶ κόψασθε, ὅτι Μελχὸλ ἐν ἀποικίᾳ βαδιεῖται, οἱ
ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἄμα.

τί ἀγαλλιᾶσθε ἐν τοῖς
πεδίοις Ἐνακείμ; θύγατερ ἰταμίας, ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς,
ἡ λέγουσα Τίς εἰσελεύσεται ἐπʼ ἐμέ;

ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ,
 

 
εἶπεν Κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, και διασπαρήσεσθε 
ἕκαστος εἰς πρόσαωπον αὐτοῦ· οὐκ ἔστιν ὁ συνάγων.

Τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβουχοδονοσὸρ
βασιλεὺς Βαβυλῶνος. 
 Οὕτως εἶπεν Κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδάρ, καὶ
πλήσατε τοὺς υἱοὺς Κέδεμ.

σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν
λήμψονται· ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους
αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπʼ αὐτοὺς ἀπώλειαν
κυκλόθεν.

φεύγετε, λίαν ἐβαθύνατε εἰς κάθισιν, καθήμενοι
ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφʼ ὑμᾶς βασιλεὺς Βαβυλῶνος
βουλὴν καὶ ἐλογίσατο λογισμόν.

ἀνάστηθι καὶ ἀνάβηθι ἐπ᾿ ἔθνος
εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν, οἷς οὐκ εἰσὶν θύραι, οὐ
βάλανοι, οὐ μοχλοί μόνοι καταλύουσιν.

καὶ ἔσονται κάμηλοι
αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν, καὶ
λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκραμένους πρὸ προσώπου
αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν
Κύριος.

καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως
αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ
υἱὸς ἀνθρώπου.

Τῇ Δαμασκῷ. 
 Κατῃσχύνθη Θημὰρ καὶ Ἀρφάδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν·
ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται.

ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, τρόμος ἐπελάβετο
αὐτῆς.

πῶς οὐχὶ ἐνκατέλιπεν πολιν ἐμὴν κώμην ἠγάπησαν.

διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ
ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶν Κύριος,

καὶ καύσω
πῦρ ἐν τείχει Δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἁδέρ.

Τῇ Μωάβ. 
 Οὕτως εἶπεν Κύριος Οὐαὶ ἐπὶ Ναβαύ, ὅτι ὤλετο· ἐλήμφθη Καριαθέμ,
ᾐσχύνθη Ἁμὰθ καὶ Ἁγάθ.

οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, ἀγαυρίαμα
ἐν Ἑσεβών· ἐλογίσατο ἐπʼ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους,
καὶ παῦσιν παύσεται. ὄπισθέν σου βαδιεῖται μάχαιρα,

ὅτι φωνὴν
κεκραγότων ἐξ Ὡρωνάιμ, ὄλεθρον καὶ σύντριμμα μέγα·

συνετρίβη
Μωάβ. ἀναγγείλατε εἰς Ζόγορα,

ὅτι ἐπλήσθη Ἁλὼθ ἐν κλαυθμῷ.
ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὡρωνάιμ, κραυγὴν συντρίμματος ἠκοὔσατε·

φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν, καὶ θέσθε ὥσπερ ὄνος ἄγριος
ἐν ἐρήμῳ.

ἐπειδὴ ἐπεποίθεις ἐν ἀχυρώμασίν σου, καὶ σὺ συλληφθήσῃ·
καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικία, καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ
ἄρχοντες αὐτοῦ ἄμα.

καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, οὐ μὴ
σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς
εἶπεν Κύριος.

δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἁρθήσεται, καὶ
πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατου ἔσονται· πόθεν ἔνοικος αὐτῇ;

ἐπικατάρατος
 

 
ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ 
ἀφʼ αἵματος.

ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν
ἐπὶ τῇ δόξῃ αὐτοῦ· οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς
ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεὺμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ
αὐτοῦ οὐκ ἐξέλιπεν.

διὰ τοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶν
Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ
σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν,

καὶ
καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς ὥσπερ καταισχύνθη οἶκος
Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν, πεποιθότες ἐπʼ αὐτοῖς.

πῶς
ἐρεῖτε Ἰσχυροί ἐσμεν, καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά;

ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν
εἰς σφαγήν·

ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα
σφόδρα.

κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ, πάντες ἔκδοτε
ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος;

κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη.
Δαιβὼν ἐκτρίβεται, ὅτι ὤλετο Μωάβ· ἀνέβη εἰς σέ λυμαινόμενος
ὀχύρωμά σου.

ἐφ᾿ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Ἀροήρ, καὶ
ἐρώτησον φεύγοντα καὶ σωζόμενον καὶ εἰπόν Τί ἐγένετο;

κατῃσχύνθη
Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν
Ἀρνὼν ὅτι ὤλετο Μωάβ,

καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μεισὼρ ἐπὶ
Χαιλὼν καὶ Ῥεφὰς καὶ Μωράς,

καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαὺ καὶ
ἐπʼ οἶκον Δαιβλαθάιμ,

καὶ ἐπὶ Καριαθάιμ καὶ ἐπʼ οἶκον Γαιμὼλ
 

 
 καὶ ἐπʼ οἶκον Μαών,

καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας
τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς.

κατεάχθη κέρας Μωάβ,
καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη.

μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον
ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς
γέλωτα καὶ αὐτός.

καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι, Ἰσραήλ, καὶ ἐν
κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν.

κατέλιπον τὰς πόλεις
καὶ ιᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ· ἐγενήθησαν ὥσπερ
περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύυου.

καὶ ἤκουσα 
ὕβριν Μωάβ, ὕβρισεν λίαν, ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ
ὑψώθη ἡ καρδία αὐτοῦ,

ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν
αὐτῷ οὐχ οὕτως ἐποίησεν;

διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν·
βοήσατε ἐπ᾿ ἄνδρας Κεὶρ Ἅδας αὐχμοῦ.

ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί
σοι, ἄμπελος Ωσερημά· κλήματά σου διῆλθεν θάλασσαν,
πόλεις Ἰαζὴρ ἥψαντο ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος
ἐπέπεσεν·

συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβείτιδος,
καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ
ἐποίησαν αἵδε.

ἀπὸ κραυγῆς Ἑσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν
ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ Ζόγορ ἕως Ὡρωνάιμ καὶ ἀγγελίαν Σαλασειά,
ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται.

καὶ ἀπολῶ
τὸν Μωάβ, φησὶν Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα
 

 
θεοῖς αὐτοῦ.

διὰ τοῦτο καρδία τοῦ Μωὰβ ὥσπερ αὐλοὶ βομβήσουσιν, 
καρδία μου ἐπʼ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει·
διά τοῦτο ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου.

πᾶσαν κεφαλὴν
ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ
πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος.

καὶ ἐπὶ
πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα,
φησὶν Κύριος, ὡς ἀγγεῖον οὗ οὐκ ἔστιν χρεία αὐτοῦ.

πῶς κατήλλαξεν;
πῶς ἔστρεψεν νῶτον Μωάβ; ᾐσχύνθη, καὶ ἐγένετο Μωὰβ εἰς
γέλωτα καὶ ἐνκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς.

ὅτι οὕτως εἶπεν
Κύριος

Ἐλήμφθη Ἀκκαρών, καὶ τά ὀχυρώματα συνελήμφθη,

καὶ
ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη.

παγὶς
καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωάβ.

ὁ φεύγων ἀπὸ
προσώπου τοῦ φόβου ἐνπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἀναβαίνων
ἐκ τοῦ βοθύνου, συλλημφθήσεται ἐν τῇ παγίδι· ὅτι ἐπάξω ταῦτα ἐπὶ
Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ Λάβε τὸ ποτήριον τοῦ
 

 
 οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς πάντα τὰ
ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς,

καὶ ἐξεμοῦνται, καὶ
μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ
μέσον αὐτῶν.

καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ
ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με Κύριος πρὸς αὐτά,

τὴν
Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ βασιλεῖς Ἰούδα καὶ ἄρχοντας
αὐτοῦ, τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς
συριγμόν,

καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας
αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ

καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ
πάντας τοὺς συμμίκτους, καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων,
τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν Ἀκκαρών, καὶ τὸ ἐπί
λοιπον Ἀζώτου,

καὶ τὴν Ἰδουμαίαν καὶ τὴν Μωαβεῖτιν καὶ τοὺς
υἱοὺς Ἀμμών,

καὶ βασιλεῖς Γύρου καὶ βασιλεῖς Σειδῶνος καὶ
βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης,

καὶ τὴν Δαιδὰν καὶ
τὴν Θαιμὰν καὶ τὴν Ῥὼς καὶ πᾶν περικεκαρμένον κατὰ πρόσαωπον
αὐτοῦ,

καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ
ἐρήμῳ,

καὶ πάντας βασιλεῖς Aἰλὰμ καὶ πάντας βασιλεῖς Περσῶν,

καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς,
ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ
 

 
προσώπου τῆς γῆς.

καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν Κύριος Παντοκράτωρ 
Πίετε, μεθύσθητε, καὶ ἐξεμέσετε καὶ πεσεῖσθε, καὶ οὐ
μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω
ἀνὰ μέσον ὑμῶν.

καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ
ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν
Κύριος Πιόντες πίεσθε,

ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου
ἐπʼ αὐτὴν ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε,
ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς
γῆς.

καὶ σὺ προφητεύσεις ἐπʼ αὐτοὺς τοὺς λόγους τούτους, καὶ
ἐρεῖς Κύριος ἀφʼ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει
φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ οἵδε
ὥσπερ τρυγῶντες ἀποκριθήσονται. καὶ ἐπὶ καθημένους τὴν γῆν
ἤκει ὄλεθρος,

ἐπὶ μέρος τῆς γῆς. ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς
ἔθνεσιν· κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δέ ἀσεβεῖς ἐδόθησαν
εἰς μάχαιραν, λέγει Κύριος.

Οὕτως εἶπεν Κύριος Ἰδοὺ
κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται
ἀπʼ ἐσχάτου τῆς γῆς,

καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου
ἐν ἡμέρᾳ Κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ
μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται.

ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε καὶ κόπτεσθε, οἱ κριοὶ τῶν
προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν, καὶ
πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί

καὶ ἀπολεῖται φυγὴ ἀπὸ
 

 
 τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων.

φωνὴ κραυγῆς τῶν ποιμένων, καὶ ἀλαλαγμὸς τῶν προβάτων
καὶ τῶν κριῶν, ὅτι ὠλέθρευσεν Κύριος τὰ βοσκήματα αὐτῶν,

καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ἀργῆς
θυμοῦ μου.

ἐνκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι
ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς
μεγάλης.

Ἐν ἀρχῇ βασιλέως Ἰωακεὶμ υἱοῦ Ἰωσεία ἐγενήθη ὁ λόγος οὗτος παρὰ
Κυρίου.

Οὕτως εἶπεν Κύριος Στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς
ἅπασι τοῖς Ἰουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ
Κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοῖς χρηματίσαι, μὴ
ἀφέλῃς ῥῆμα.

ἵσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ
τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ
λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων
αὐτῶν.

καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἐὰν μὴ ἀκούσητέ μου τοῦ
πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν,

εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν οὓς ἐγὼ
ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου·

καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώ, καὶ τὴν πόλιν δώσω εἰς
κατάραν πᾶσιν τοῖς ἔθνεσιν πάσης τῆς γῆς.

καὶ ἤκουσαν οἱ ἱερεῖς
καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ Ἰερεμίου λαλοῦντος τοὺς
λόγους τούτους ἐν οἴκῳ Κυρίου.

καὶ ἐγένετο Ἰερεμίου παυσαμένου
λαλοῦντος πάντα ἃ συνέταξεν αὐτῷ Κύριος λαλῆσαι παντὶ τῷ λαῷ,
καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ
 

 
λαὸς λέγων Θανάτῳ ἀποθανῇ,

ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου 
λέγων Ὡσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται
ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ἰερεμίαν
ἐν οἴκῳ Κυρίου.

Καὶ ἤκουσαν οἱ ἄρχοντες Ἰούδα τὸν λόγον
τοῦτον, καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου, καὶ
ἐκάθισαν ἐν προθύροις πύλης τῆς καινῆς.

καὶ εἶπαν οἱ ἱερεῖς καὶ
οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ Κρίσις
θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσεν κατὰ τῆς πόλεως
ταύτης καθὼς ἠκούσατε ἐν τοῖς ὑσὶν ὑμῶν.

καὶ εἶπεν Ἰερεμίας
πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων Κύριος ἀπέστειλέν με
προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας
τοὺς λόγους οὓς ἠκούσατε.

καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς
ὑμῶν καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται
Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφʼ ὑμᾶς.

καὶ ἰδοὺ ἐγὼ ἐν
χερσὶν ὑμῶν, ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν.

ἀλλ᾿ ἢ
γνόντες γνώσεσθε ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφʼ ὑμᾶς
καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν
ἀληθείᾳ ἀπέσταλκέν με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν
πάντας τοὺς λόγους τούτους.

καὶ εἶπαν οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς
πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας Οὐκ ἔστι τῷ
ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ θεοῦ
ἡμῶν ἐλάλησεν πρὸς ἡμᾶς.

καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων
τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ

Μειχαίας ὁ
Μωραθείτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ εἶπεν
παντὶ τῷ λαῷ Ἰούδα Οὕτως εἶπεν Κύριος Σειὼν ὡς ἀγρὸς ἀροτριαθήσεται,
καὶ Ἰερουσαλὴμ εἰς ἄβατον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς
 

 
 ἄλσος δρυμοῦ.

μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰουδά;
οὐχ ὅτι ἐφοβήθησαν τὸν κύριον, καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου
Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπʼ αὐτούς;
καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπι ψυχὰς ἡμῶν.

καὶ ἄνθρωπος
ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρείας υἱὸς Σαμαίου ἐκ Καριαθιαρείμ,
καὶ ἐπροφήτευσεν περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς
λόγους Ἰερεμίου.

καὶ ἤκουσεν ὁ βασιλεὺς Ἰωακεὶμ καὶ πάντες οἱ
ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ, καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν·
καὶ ἤκουσεν Οὐρείας, καὶ εἰσῆλθεν εἰς Αἴγυπτον.

καὶ ἐξαπέστειλεν
ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον,

καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ
εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα· καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ.
καὶ ἔριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ.

πλὴν χεὶρ Ἀχεικὰμ
υἱοῦ Σαφὰν ἦν μετὰ Ἰερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας
τοῦ λαοῦ, μὴ ἀνελεῖν αὐτόν.

Οὕτως εἶπεν Κύριος Ποἰησον δεσμοὺς καὶ κλοιούς. καὶ περί·
θου περὶ τὸν τράχηλόν σου,

καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα
Ἰδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν
καὶ πρὸς βασιλέα Γύρου καὶ πρὸς βασιλέα Σειδῶνος ἐν χερσὶν
ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἰερουσαλὴμ
πρὸς Σεδεκίαν βασιλέα Ἰούδα.

καὶ συντάξεις αὐτοῖς πρὸς
τοὺς κυρίους αὐτῶν εἰπεῖν Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ
 

 
Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν

ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν 
τῇ ἰσχύι μου τῇ μεγάλῃ και ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ, καὶ
δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου.

ἔδωκα τὴν γῆν τῷ
Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία
τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ.

καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι
ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως
Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπεν
Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ.

καὶ ὑμεῖς μὴ ἀκούετε
τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμίν καὶ τῶν
ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν φαρμακῶν
ὑμῶν τῶν λεγόντων Οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος,

ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ
τῆς γῆς ὑμῶν.

καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ
ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ
καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ· καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσεῖ
ἐν αὐτῇ.

Καὶ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα ἐλάλησα
κατὰ πάντας τοὺς λόγους τούτους λέγων Εἰσαγάγετε τὸν τράχηλον
ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος.

ὅτι ἄδικα
 

 
 αὐτοὶ προφητεύουσιν ὑμὶν,

ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶν
Κύριος, καὶ προφητεύουσιν τῷ ὀνόματί μου ἐπʼ ἀδίκῳ πρὸς τὸ
ἀπολέσαι ὑμᾶς· καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ
προφητεύοντες ὑμῖν ἐπʼ ἀδίκῳ ψευδῆ.

ὑμῖν καὶ παντὶ τῷ λαῷ
τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν Κύριος Μὴ
ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν
λεγόντων Ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος,
ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν·

οὐκ ἀπέστειλα αὐτούς.

εἰ προφῆταί εἰσιν, καὶ εἰ ἔστιν λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν
μοι·

ὅτι οὕτως εἶπεν Κύριος Καὶ τῶν ἐπιλοίπων
σκευῶν,

ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν
τὸν Ἰεχονίαν ἐξ Ἰερουσαλήμ,

εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει
Κύριος.

Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως Ἰούδα ἐν
μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ἀνανίας υἱὸς Ἀζὼρ ὁ ψευδοπροφήτης
ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου κατʼ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς
τοῦ λαοῦ λέγων

Οὕτως εἶπεν Κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως
Βαβυλῶνος.

ἔτι δύο ἔτη ἡμερῶν καὶ ἐγὼ ἀποστρέψω εἰς τὸν
 

 
τόπον τοῦτον τὰ σκεύη οἴκου Κυρίου

καὶ Ἰεχονίαν καὶ τὴν ἀποικίον 
Ἰούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος.

καὶ
εἶπεν Ἰερεμίας πρὸς Ἀνανίαν κατʼ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ
κατʼ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ Κυρίου,

καὶ
εἶπεν Ἰερεμίας Ἀληθῶς οὕτω ποιήσαι Κύριος· στήσαι τὸν λόγον
σου ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου καὶ
πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον.

πλὴν
ἀκούσατε τὸν λόγον Κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς
τὰ ὦτα παντὸς τοῦ λαοῦ

Οἱ προφῆται οἱ γεγονότες πρότεροί μου
καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος, καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς
καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον·

ὁ προφήτης ὁ προφητεύσας
εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην ὃν
ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει.

καὶ ἔλαβεν Ἀνανίας ἐν ὀφθαλμοῖς
παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἰερεμίου
καὶ συνέτριψεν αὐτούς.

καὶ εἶπεν Ἀνανίας κατʼ ὀφθαλμοὺς παντὸς
τοῦ λαοῦ λέγων Οὕτως εἶπεν Κύριος Οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως
Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν. καὶ ᾤχετο
Ἰερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς
Ἰερεμίαν μετὰ τὸ συντρίψαι Ἁνανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου
αὐτοῦ λέγων

Βάδιζε καὶ εἰπὸν πρὸς Ἀνανίαν λέγων Οὕτως
εἶπεν Κύριος Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντʼ αὐτῶν
κλοιοὺς σιδηροῦς.

ὅτι οὕτως εἶπεν Κύριος Ζυγὸν σιδηροῦν ἔθηκα
 

 
 ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος.

καὶ εἶπεν Ἰερεμίας τῷ Ἀνανίᾳ Οὐκ ἀπέσταλκέν σε Κύριος.
καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπʼ ἀδίκῳ.

διὰ τοῦτο
οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς
γῆς· τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.

καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ
ἑβδόμῳ.

Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου οὓς ἀπέστειλεν Ἰερεμίας ἐξ Ἰερουσαλὴμ
πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς
καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ,
καὶ πρὸς ἅπαντα τὸν λαόν,

ὕστερον ἐξελθόντος Ἰεχονίου τοῦ βασιλέως
καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου
καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ἰερουσαλήμ,

ἐν χειρὶ Ἐλεασὰν υἱοῦ
Σαφὰν καὶ Γομαρίου υἱοῦ Χελκίου, ὃν ἀπέστειλεν Σεδεκίας βασιλεὺς
Ἰούδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα, λέγων

Οὕτως εἶπεν
Κύριος ὁ θεὸς Ἰσραὴλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπῴκισα ἀπὸ Ἰερουσαλήμ

Οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε, καὶ φυτεύσατε παραδείσους
καὶ φάγετε τοὺς καρποὺς αὐτῶν,

καὶ λάβετε γυναῖκας καὶ
τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας, καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας,
καὶ τὰς θυγατέρας ὑμῶν ἀνδράσιν δότε, καὶ πληθύνεσθε καὶ|
μὴ σμικρυνθῆτε,

καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς εἰς ἣν ἀπῴκισα
ὑμᾶς ἐκεῖ, καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς Κύριον, ὅτι ἐν εἰρήνῃ
 

 
αὐτῆς εἰρήνη ὑμῶν.

ὅτι οὕτως εἶπεν Κύριος Μὴ ἀναπειθέτωσαν 
ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ
μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν ἃ ὑμεῖς ἐνυπνιάζεσθε·

ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου καὶ
οὐκ ἀπέστειλα αὐτούς.

ὅτι οὕτως εἶπεν Κύριος Ὅταν μέλλῃ πληροῦσθαι
Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω
τοὺς λόγους μου ἐφʼ ὑμᾶς τοῦ τὸν λαὸν ὑμῶν ἀποστρέψαι εἰς τὸν
τόπον τοῦτον,

καὶ λογιοῦμαι ἐφʼ ὑμᾶς λογισμὸν εἰρήνης καὶ οὐ
κακά, τοῦ δοῦναι ὑμῖν ταῦτα.

καὶ προσεύξασθε πρὸς μέ, καὶ εἰσακούσομαι
ὑμῶν·

καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με· ὅτι ζητήσετέ
με ἐν ὅλῃ καρδίᾳ ὑμῶν,

καὶ ἐπιφανοῦμαι ὑμῖν.

Ὅτι εἴπατε
Κατέστησεν ἡμῖν Κύριος προφήτας ἐν Βαβυλῶνι·

οὕτως εἶπεν
Κύριος ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν Ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς
χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατʼ ὀφθαλμοὺς
 

 
 ὑμῶν.

καὶ λήμψονται ἀτ᾿ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾶ
Ἰούδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε Κύριος ὡς Σεδεκίαν ἐποίησεν
καὶ ὡς Ἀχιάβ, οὕς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρί,

δι᾿ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας
τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου ὃν
οὐ συνέταξζ αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶν Κύριος.

Καί
πρὸς Σαμαίαν τὸν Αἰλαμείτην ἐρεῖς

Οὐκ ἀπέστειλά σε τῷ ὀνόματί
μου. καὶ πρὸς Σοφονίαν νἱὸν Μαασίου τὸν ἱερέα εἰπέ

Κύριος
ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ἰωδᾶε τοῦ ἱερέως, γενέσθαι ἐνιστάτην ἐν
τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳω προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ
μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταράκτην.

καὶ νῦν διὰ τί συνελοιδορήσατε Ἰερεμίαν τὸν ἐξ Ἀναθὼθ
τὸν προφητεύσαντα ὑμῖν;

οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς
Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε,
καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν;

καὶ
ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα Ἰερεμίου.

καὶ ἐγένετο
λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων

Ἀπόστειλον πρὸς τὴν ἀποικίαν
λέγων Οὕτως εἶπεν Κύριος ἐπὶ Σαμαίαν τὸν Αἰλαμείτην Ἐπειδὴ
ἐπροφήτευσεν ὑμῖν Σαμαίας καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι
ἐποίησεν ὑμᾶς ἐπ᾿ ἀδίκοις,

διὰ τοῦτο οὕτως εἶπεν Κύριος
Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ
οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθὰ ἃ ἐγὼ
ποιήσω ὑμῖω. οὐκ ὄψονται.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου εἰπεῖν

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ λέγων Γράψον πάντας τοὺς
λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ βιβλίου.

ὅτι ἰδοὺ ἡμέραι ἔρχονται,
φησὶν Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ἰσραὴλ
καὶ Ἰουδά, εἶπεν Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα
τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς.

Καὶ οὔτοι οἱ λόγοι οὕς ἐλάλησεν Κύριος ἐπὶ Ἰσραὴλ καὶ Ἰουδά.

Οὕτως εἶπεν Κύριος Φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ
οὐκ ἔστιν εἰρήνη.

ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν καὶ περὶ
φόβου ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν ; διότι ἑώρακα πάντα
ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ, ἐστράφησαν
πρόσωπα εἰς ἴκτερον ἐγενήθη.

ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ
οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστιν τῷ Ἰακώβ,

καὶ ἀπὸ τούτου
σωθήσεται. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω τὸν
ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω,
καὶ οὐκ ἐργῶνται αὐτοὶ ἀλλοτρίοις,

καὶ ἐργῶνται τῷ κυρίῳ θεῷ οὐτῶν,
καὶ τὸν Δαυεὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.

Οὕτως
εἶπεν Κύριος Ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου,

οὐκ ἔστιν
κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφελία σοι οὐκ ἔστιν.

πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι
πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν
 

 
 σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου.

διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε
βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται·
ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν
ταῦτά σοι· καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας
τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν.

ὅτι ἀνάξω τὸ ἴαμά
σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶν Κύριος· ὅτι ἐσπαρμένη
ἐκλήθης· θήρευμα ὑμῶν ἐστίν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.

οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ἰακώβ,
καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ
ὕψος αὐτῆς, καὶ ὁ λαὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται.

καὶ ἐξελεύσονται
ἀπʼ αὐτῶν ἄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς,
καὶ οὐ μὴ ἐλαττωθῶσιν.

καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν
ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωωθήσεται·
καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς,

καὶ ἔσονται
ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται·
καὶ συνάξω αὐτοὺς καὶ ἀποστρέψουσιν πρὸς μέ, ὅτι τίς
ἐστιν οὗτος ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρὸς μέ,
φησὶν Κύριος;

ὅτι ὀργὴ Κυρίου ἐξῆλθεν θυμώδης, ἐξῆλθεν ὀργὴ
στρεφομένη, ἐπʼ ἀσεβεῖς ἤξει.

οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ
Κυρίου ἕως ποιήσῃ, καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ·
ἐπʼ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.

(24)Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν Κύριος, ἔσομαι εἰς θεὸν τῷ γένει
 

 
Ἰσραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

οὕτως εἶπεν Κύριος 
Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ
μὴ ὀλέσητε τὸν Ἰσραήλ.

Κύριος πόρρωθεν ὤφθη αὐτῷ. Ἀγάπησιν
αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.

ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἐπιλήμψει
τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων.

ὅτι ἐφυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας, φυτεύσατε καὶ
αἰνέσατε,

ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν
Ἐφράιμ Ἀνάστητε καὶ ἀνάβητε εἰς Σειὼν πρὸς Κύριον τὸν θεὸν
ἡμῶν.

ὅτι οὕτως εἶπεν Κύριος τῷ Ἰακώβ Ευφράνθητε καὶ
χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν, ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε·
εἴπατε Ἔσωσεν Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον
τοῦ Ἰσραήλ.

ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ, καὶ συνάξω
αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φάσεκ· καὶ τεκνοποιήσῃ
ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε.

ἐν κλαυθμῷ ἐξῆλθον,
καὶ ἐν παρακλήσει ἀνάξω αὐτούς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων
ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην
τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφράιμ πρωτότοκός μού ἐστιν.

Ἀκούσατε λόγους Κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς
μακρότερον· εἴπατε Ὁ λικμήσας τὸν Ἰσραὴλ συνάξει αὐτόν, καὶ
φυλάξει αὐτὸν ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ.

ὅτι ἐλυτρώσατο
Κύριος τὸν Ἰακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ.

καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σειών, καὶ ἥξουσιν
ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν
καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔνκαρπον,
 

 
 καὶ οὐ πεινάσουσιν ἔτι.

τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ
νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ
πένθος αὐτῶν εἰς χαρμονήν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους.

μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευεί, καὶ
ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται.

Οὕτως εἶπεν
Κύριος Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ·
Ῥαχὴλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς,
ὅτι οὐκ εἰσίν.

οὕτως εἶπεν Κύριος Διαλιπέτω ἡ φωνή σου ἀπὸ
κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστιν μισθὸς
τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν,

μόνιμον
τοῖς σοῖς τέκνοις.

ἀκοὴν ἤκουσα Ἐφράιμ ὀδυρομένου Ἐπαίδευσάς
με καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην·
ἐπίστρεψόν με καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ θεός μου.

ὅτι
ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί
με ἐστέναξα ἐφʼ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον
ὀνειδισμὸν ἐκ νεότητός μου.

υἱὸς ἀγαπητὸς Ἐφράιμ ἐμοί,
παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι
αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν,
φησὶν Κύριος.

Στῆσον σεαυτήν, Σειών, ποίησον τιμωρίαν,
δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ἦ ἐπορεύθης ἀποστράφητι,
παρθένος Ἰσραήλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα.

ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν Κύριος
σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.

ὅτι οὕτως εἶπεν Κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον 
ἐν γῇ Ἰούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν
αὐτοῦ Εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον
αὐτοῦ·

καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πάσῃ τῇ
γῇ αὐτοῦ ἄμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.

ὅτι ἐμέθυσα
πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.

διὰ τοῦτο ἐξηγέρθην καὶ ἴδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ σπερῶ τὸν
Ἰσραὴλ καὶ τὸν Ἰουδά, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους.

καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπʼ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν,
οὕτως γρηγορήσω ἐπʼ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν,
φησὶν Κύριος.

ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν Οἱ
πατέοες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν·

ἀλλʼ ἡ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ
φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.

Ἰδοὺ
ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ
καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν,

οὐ κατὰ τὴν διαθήκην
ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου
τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ
οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶν
Κύριος.

ὅτι αὕτη ἡ διαθήκη μου ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ
Μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶν Κύριος, διδοὺς δώσω νόμους
μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς,
καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

καὶ οὐ
διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν
 

 
 αὐτοῦ λέγων Γνῶθι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με ἀπὸ
μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις
αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

ἐὰν ὑψωθῇ
ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶν Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ
ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραήλ,
φησὶν Κύριος, περὶ πάντων ὧν ἐποίησαν.

οὕτως εἶπεν Κύριος,
ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς
τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐβόμβησεν τὰ κύματα
αὐτῆς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ

Ἐὰν παύσωνται οἱ
νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶν Κύριος, καὶ τὸ γένος
Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσαωπόν μου πάσας τὰς
ἡμέρας.

ἰβοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος. καὶ οἰκοδομηθήσεται
πόλις τῷ κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ ἕως πύλης τῆς
γωνίας,

καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν
ἕως βουνῶν Γαρήβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν
λίθων,

καὶ πάντες ἁσαρημὼθ ἕως νάχαλ Κεδρών, ἕως γωνίας
πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ κυρίῳ, καὶ οὐκέτι οὐ μὴ
ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ
βασιλεῖ Σεδεκίᾳ, οὕτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσὸρ
βασιλεῖ Βαβυλῶνος.

Καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἰερουσαλήμ,
καὶ Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,

ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων Διὰ τί 
σὺ προφητεύεις λέγων Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν
πόλιν ταύτην ἐν χερσὶυ βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν,

καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει
παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα
αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς
αὐτοῦ ὄψονται,

καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ
καθιεῖται.

Καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἰερεμίαν λέγων

Ἰδοὺ Ἁναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σέ
λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις
παραλαβεῖν εἰς κτῆσιν.

καὶ ἦλθεν πρὸς μέ Ἁναμεὴλ υἱὸς Σαμὼλ
ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε Κτῆσαι τὸν
ἀγρόν μου τὸν ἐν γῇ Βενιαμεὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα
κτήσασθαι αὐτὸν καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου
ἐστίν,

καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου,
καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου,

καὶ ἔγραψα εἰς
βιβλίον καὶ ἐσφραγισάμην, καὶ διεμαρτυράμην μάρτυρας, καὶ ἔστησα
τὸ ἀργύριον ἐν ζυγῷ.

καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ
ἐσφραγισμένον

καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου
 

 
 κατʼ ὀφθαλμοὺς Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατʼ ὀφθαλμοὺς
τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ
τῆς κτήσεως καὶ κατʼ ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς
φυλακῆς.

καὶ συνέταξα τῷ Βαροὺχ κατʼ ὀφθαλμοὺς αὐτῶν λέγων

Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Λάβε τὸ βιβλίον τῆς κτήσεως
τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον
ὀστράκινον, ἵνα διαμένῃ ἡμέρας πλείους.

ὅτι οὕτως εἶπεν Κύριος
Ἔτι κτισθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῆ ταύτῃ.

καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς
κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων

Ὁ ὢν Κύριε, σὺ ἐποίησας
τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῆ μεγάλῃ καὶ τῷ βραχίονί
σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,

πσιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς
κόλπους τέκνων αὐτῶν μετʼ αὐτούς, ὁ θεὸς ὁ μέγας ὁ ἰσχυρός,

Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ θεὸς ὁ μέγας ὁ
παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς
ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·

ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας
ταύτης, καὶ ἐν Ἰσραὴλ καὶ ἐν τοῖς γηγενέσιν, καὶ ἐποίησας σεαυτῷ
ὄνομα ὡς ἡ ἡμέρα αὕτη,

καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς
Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιῷ καὶ ἐν βραχίονι
ὑψηλῷ

καὶ ἐν ὁράμασιν μεγάλοις, καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην
ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι.

καὶ
εἰσήλθοσαν καὶ ἔλαβον αὐτήν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου, καὶ ἐν
 

 
τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν· ἅπαντα ἃ ἐνετείλω οὐτοῖς 
οὐκ ἐποίησαν, συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.

ἰδοὺ
ὄχλος ἤκει εἰς τὴν πόλιν συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς
χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας
καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.

καὶ σὺ λέγεις πρὸς μέ
Κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην,
καὶ ἐπεμαρτυράμην μάρτυρας, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας
Χαλδαίων.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Ἐγὼ
Κύριος ὁ θεὸς πάσης σαρκός, μὴ ἀπʼ ἐμοῦ κρυβήσεταί τι;

διὰ τοῦτο
οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Δοθεῖσα παραδοθήσεται ἡ πόλις
αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,

καὶ ἥξουσιν
οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην, καὶ καύσουσιν
τὴν πόλιν ταύτην ἐν πυρί, καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν
ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς
ἑτέροις πρὸς τὸ παραπικρᾶναί με.

ὅτι ἦσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ
υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατʼ ὀφθαλμούς μου ἐκ νεοτητος
αὐτῶν·

ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ
πόλις αὕτη, ἀφʼ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας
ταύτης, ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου,

διὰ πάσας τὰς
πονηρίας τῶν υἱῶν Ἰσραὴλ καὶ Ἰούδα ὧν ἐποίησαν πικρᾶναί με,
αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς
αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες
 

 
 ἐν Ἰερουσαλήμ,

καὶ ἀπέστρεψαν πρὸς μέ νῶτον καὶ οὐ πρόσωπον,
καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν
παιδείαν.

καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη
τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐν ἀκαθαρσίαις αὐτῶν.

καὶ ᾠκοδόμησαν
τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ Ἑννὸμ τοῦ ἀναφέρειν
τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μόλόχ βασιλεῖ, ἃ οὐ
συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ
βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰουδά.

Καὶ νῦν οὕτως
εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις Παραδοθήσεται
εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ
ἐν ἀποστολῇ.

Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς οὗ διέσπειρα
αὐτοὺς ἐκεῖ ἐν ἀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ
μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον, καὶ καθιῶ
αὐτοὺς πεποιθότας,

καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς
εἰς θεόν.

καὶ δώσω αὐτοῖς ὀδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν, φοβηθῆναί
με πάσας τὰς ἡμέρας, καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις
αὐτῶν μετʼ αὐτοὺς.

καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ
μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν
καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπʼ ἐμοῦ.

καὶ ἐπισκέψομαι
τοῦ ἀγαθῶσαι αὐτούς, καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῆ ταύτῃ
ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.

ὅτι οὕτως εἶπεν
Κύριος Καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ
μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπʼ αὐτοὺς πάντα τὰ ἀγαθὰ ἃ
ἐλάλησα ἐπʼ αὐτούς.

καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ ᾖ σὺ
λέγεις Ἄβατος ἔσται ἀπὸ ἀνθρώπων καὶ κτήνους, καὶ παρεδόθησαν
εἰς χεῖρας Χαλδαίων·

καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις
βιβλίον καὶ σφραγιῇ, καὶ διαμαρτυρῇ μάρτυρας, ἐν γῇ Βενιαμεὶν καὶ
 

 
κύκλῳ τῆς Ἰερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα καὶ ἐν πόλεσιν τοῦ 
ὄρους τῆς σεφηλὰ καὶ ἐν πόλεσιν τῆς νάγεβ, ὅτι ἀποστρέψω τὰς
ἀποικίας αὐτῶν.

Καὶ ἐγενετο λόγος Κυρίου πρὸς Ἰερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν
ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς, λέγων

Οὕτως εἶπεν Κύριος, ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι
αὐτήν, Κύριος ὄνομα αὐτῷ

Κέκραξον πρὸς μέ καὶ ἀποκριθήσομαί
σοι, καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ ἃ οὐκ ἔγνως αὐτά.

ὅτι οὕτως εἶπεν Κύριος περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ
οἴκων βασιλέως Ἰούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας,

τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν
τῶν νεκρῶν τῶν ἀνθρώπων οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ
μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν περὶ πασῶν τῶν
πονηριῶν αὐτῶυ

Ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα, καὶ
φανερώσω αὐτοῖς καὶ ἰατρεύσω αὐτήν, καὶ εἰρήνην καὶ πίστιν·

καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ἰούδα καὶ τὴν ἀποικίαν Ἰσραὴλ,
καὶ οἰκοδομήσω αὐτοὺς καθὼς καὶ τὸ πρότερον,

καὶ καθαριῶ αὐτοὺς
ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν ὧν ἡμάρτοσάν μοι, καὶ οὐ
μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν
 

 
 ἀπʼ ἐμοῦ.

καὶ ἔσται εἰς εὐφροσύνην καὶ αἴνεσιν καὶ εἰς μεγαλειότητα
παντὶ τῷ λαῷ τῆς γῆς οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθὰ ἃ
ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων
τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης ἧς ἐγὼ ποιήσω αὐτοῖς.

οὕτως εἶπεν Κύριος Ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ ᾧ ὑμεῖς
λέγετε Ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ἰούδα
καὶ ἔξωθεν Ἰερουσαλὴμ ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον
καὶ κτήνη,

φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης, φωνὴ
νυμφίου καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων Ἐξομολογεῖσθε Κυρίῳ
Παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν
ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπεν Κύριος.

οὕτως
εἶπεν Κύριος τῶν δυνάμεων ὅτι Ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ
παρὰ τὸ μὴ εἶναι ἄνθραωπον καὶ κτῆνος, ἐν πάσαις ταῖς πόλεσιν
αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα,

ἐν πόλεσιν τῆς
ὀρινῆς καὶ ἐν πόλεσιν τῆς σεφηλὰ καὶ ἐν πόλεσιν τῆς νάγεβ καὶ ἐν
γῇ Βενιαμεὶν καὶ ἐν ταῖς κύκλῳ Ἰερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα,
ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπεν Κύριος.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου· καὶ Ναβουχοδονοσὸρ 
βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ
ἀρχῆς αὐτοῦ ἐπολέμουν αὐτὸν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς
πόλεις Ἰούδα, λέγων

Οὕτως εἶπεν Κύριος Βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα καὶ ἐρεῖς
αὐτῷ Οὕτως εἶπεν Κύριος Παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς
χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν
ἐν πυρί,

καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ, καὶ συλλήμψει συλλημφθήσει
καὶ εἰς χεῖρας αὐτοῦ δοθήσει, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς
αὐτοῦ ὄψονται, καὶ εἰς Βαβυλῶνα εἰσελεύσει.

ἀλλὰ ἄκουσον τὸν
λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα Οὕτως λέγει Κύριος

Ἐν εἰρήνῃ
ἀποθανῇ· καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας
πρότερόν σου, κλαύσονται καὶ σέ, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι
λόγον ἐγὼ ἐλάλησα, εἶπεν Κύριος.

καὶ ἐλάλησεν Ἰερεμίας πρὸς
τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἰερουσαλήμ.

καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἰερουσαλὴμ καὶ
ἐπὶ τὰς πόλεις Ἰούδα καὶ ἐπὶ Λαχεὶς καὶ ἐπὶ Ἀζηκά , ὅτι αὗται κατελείφθησαν
ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι
τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι
ἄφεσιν,

τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον
τὴν παιδίσκην αὐτοῦ, τὸν Ἐβραῖον καὶ τὴν Ἐβραίαν, ἐλευθέρους.
πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα.

καὶ ἐπεστράφησαν πάντες
οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι
ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ τὴν παιδίσκην αὐτοῦ, καὶ ἐῶσαν

αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς
Ἰερεμίαν λέγων

Οὕτως εἶπεν Κύριος Ἐγὼ ἐθέμην διαθήκην πρὸς
τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾖ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου,
ἐξ οἴκου δουλείας, λέγων

Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς
τὸν ἀδελφόν σου τὸν Ἐβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι
ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου καὶ
οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν.

καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ
εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον
αὐτοῦ, καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ
οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ.

καὶ ἐπεστρέψατε καὶ ἐβεβη-
λώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ
ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαποστείλατε ἐλευθέρους τῇ ψυχῇ
αὐτῶν, ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.

διὰ τοῦτο οὕτως εἶπεν
 

 
Κύριος Ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς 
τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ
εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμόν, καὶ δώσω ὑμᾶς εἰς διασπορὰν
πάσαις ταῖς βασιλείαις τῆς γῆς.

καὶ δώσω τοὺς ἄνδρας τοὺς παρε-
ληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου
ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι
αὐτῷ,

τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς δυνάστας καὶ τοὺς
ἱερεῖς καὶ τὸν λαόν,

καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἔσται
τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις
τῆς γῆς.

καὶ τὸν Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ τοὺς
ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως
Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπʼ αὐτῶν.

ἰδοὺ ἐγὼ συντάσσω,
φησὶν Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην,
καὶ πολεμήσουσιν ἐπʼ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν
αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ἰούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ
κατοικούνταωυ.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου ἐν ἡμέραις Ἰωακεὶμ
βασιλέως Ἰούδα λέγων

Βάδισον εἰς οἶκον Ἁρχαβεὶν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου
εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον.

καὶ ἐξήγαγον τὸν
Ἰεχονίαν υἱὸν Ἰερεμὶν υἱοῦ Χαβασεὶν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ
 

 
 τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν Ἁρχαβείν,

καὶ εἰσήγαγον
αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ἰωνὰν υἱοῦ Ἀνανίου
υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ θεοῦ, ὅς ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων
τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελὼμ τοῦ φυλάσσοντος
τὴν αὐλήν.

καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ
ποτήρια, καὶ εἶπα Πίετε οἶνον.

καὶ εἶπαν Οὐ μὴ πίωμεν οἶνον, ὅτι
Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων Οὐ μὴ
πίητε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος,

καὶ οἰκίαν οὐ μὴ
οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται
ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν
ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς ἐφʼ ἧς διατρίβετε ὑμεῖς ἐπʼ αὐτῆς.

καὶ ἠκούσαμεν τῆς φωνῆς Ἰωναδὰβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ
μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν
καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν,

καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν
οἰκίας τοῦ κατοικεῖν ἐκεῖ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο
ἡμῖν·

καὶ ᾠκήσαμεν ἐν σκηναῖς, καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν
κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν.

καὶ
ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσὸρ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν εἰσελθεῖν,
καὶ εἰσήλθομεν εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως
τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ
ᾠκοῦμεν ἐκεῖ.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Οὕτως λέγει Κύριος
 

 
Πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ 
Οὐ μὴ λάβητε παιδίαν τοῦ ἀκούειν τοὺς λόγους μου;

ἔστησαν ῥῆμα
υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχάβ, ὁ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ
μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς
ὄρθρου, καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε.

καὶ ἀπέστειλα πρὸς ὑμᾶς
τοὺς παῖδάς μου τοὺς προφήτας λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ
τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα
ὑμῶν, καὶ οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς,
καὶ οἰκήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν·
καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε.

καὶ ἔστησαν
υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς
οὗτος οὐκ ἤκουσέν μου.

διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ
φέρω ἐπὶ Ἰούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πάντα τὰ
κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτούς.

διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἐπειδὴ
ἤκουσαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν
ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατήρ αὐτῶν,

οὐ μὴ ἐκλίπῃ
ἀνήρ τῶν υἱῶν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν
μου πάσας τὰς ἡμέρας τῆς γῆς.

Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα ἐγενήθη
λόγος Κυρίου πρὸς με λέγων

Λάβε σεαυτῷ χαρτίον βιβλίου, καὶ γράψον ἐπʼ αὐτοῦ πάντας
 

 
 τοὺς λόγους οὓς ἐλάλησα πρὸς σέ ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ Ἰουδὰ
καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφʼ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ,
ἀφʼ ἡμερῶν Ἰωσεία βασιλέως Ἰούδα καὶ ἕως τῆς ἡμέρας ταύτης.

ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακὰ ἃ ἐγὼ λογίζομαι
ποιῆσαι αὐτοῖς, ἴνα ἀποστρέψωσιν ἀπὸ ὀδοῦ αὐτῶν τῆς πονηρᾶς,
καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.

καὶ
ἐκάλεσεν Ἰερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος
Ἰερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν πρὸς αὐτόν,
εἰς χαρτίον βιβλίου.

καὶ ἐνετείλατο Ἰερεμίας τῷ Βαροὺχ
λέγων Ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.

καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ
Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων
ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς.

ἴσως πεσεῖται ἔλεος 
αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ
αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου ἣν ἐλάλησεν
ἐπὶ τὸν λαὸν τοῦτον.

καὶ ἐποίησεν Βαροὺχ κατὰ πάντα ἂ
ἐνετείλατο αὐτῷ Ἰερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους Κυρίου
ἐν οἴκῳ Κυρίου.

καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ
Ἰωακεὶμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον
Κυρίου πᾶς ὁ λαὸς ἐν Ἰερουσαλὴμ καὶ οἶκος Ἰούδα.

καὶ
ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἰερεμίου ἐν οἴκῳ
Κυρίου, ἐν οἴκῳ Γαμαρείου υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ
τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ
 

 
ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.

καὶ ἤκουσεν Μειχαίας υἱὸς Γαμαρείου υἱοῦ 
Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου.

καὶ κατέβη
εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ
ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλεισαμὰ ὁ γραμματεὺς καὶ
Δαλαίας υἱὸς Σελεμίου καὶ Ἰωναθὰν υἱὸς Ἀκχοβὼρ καὶ Γαμαρίας
υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανίου καὶ πάντες οἱ ἄρχοντες,

καὶ ἀνήγγειλεν αὐτοῖς Μειχαίας πάντας τοὺς λόγους οὓς ἤκουσεν
ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.

καὶ ἀπέστειλαν
πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου υἱὸν Ναθανίου υἱοῦ
Σελεμίου υἱοῦ Χουσεὶ λέγοντες Τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις
ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἦκε.
καὶ ἔλαβεν Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.

καὶ εἶπαν
αὐτῷ Πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.

καὶ
ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος
πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν Ἀναγγέλλοντες ἀναγγείλωμεν
τῷ βασιλεῖ ἄπαντας τοὺς λόγους τούτους.

καὶ τὸν Βαροὺχ ἠρώ
τησαν λέγοντες Ποῦ ἔγραψας πάντας τοὺς λόγους τούτους;

καὶ
εἶπεν Βαρούχ Ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ἰερεμίας πάντας
τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.

καὶ εἶπαν τῷ Βαρούχ
Βάδισον κατακρύβηθι, σὺ καὶ Ἰερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ
ὑμεῖς.

καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ
χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλεισά, καὶ ἀνήγγειλαν τῷ
βασιλεῖ πάντας τοὺς λόγους.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν
 

 
 Ἰουδεὶν λαβεῖν τὸ χαρτίον. καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλεισά,
καὶ ἀνέγνω Ἰουδεὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων
τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.

καὶ ὁ βασιλεὺς
ἐκάθητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.

καὶ ἐγγενήθη ἀναγινώσκοντος Ἰουδεὶν τρεῖς σελίδας καὶ τέσσαρας,
ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔριπτεν εἰς
τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ
πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.

καὶ οὐκ ἐζήτησαν, καὶ οὐ διέρρηξαν τὰ
ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας
τοὺς λόγους τούτους.

καὶ Ἐλναθὰν καὶ Γοδολίας ὑπέθεντο τῷ
βασιλεῖ πρὸς τὸ κατακαῦσαι τὸ χαρτίον.

καὶ ἐνετείλατο ὁ βασιλεὺς
τῷ Ἰερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαρεὰ υἱῷ Ἐσριὴλ συλλαβεῖν
τὸν Βαροὺχ καὶ τὸν Ἰερεμίαν· καὶ κατεκρύβησαν.

Καὶ
ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν, μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα
τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαροὺχ ἀπὸ στόματος
Ἰερεμίου, λέγων

Πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον
πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ
βασιλεὺς Ἰωακείμ,

καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Σὺ κατέκαυσας
τὸ χαρτίον τοῦτο, λέγων Διὰ τί ἔγραψας ἐπʼ αὐτῷ λέγων Εἰσ πορευόμενος
εἰσ πορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν
γῆν ταύτην, καὶ ἐκλείψει ἀπʼ αὐτῆς ἄνθρωπος καὶ κτήνη;

διὰ
τοῦτο οὕτως εἶπεν Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα Οὐκ ἔσται
 

 
αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυείδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται 
ἐριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός.

καὶ ἐπισκέψομαι ἐπʼ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς
παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπʼ αὐτὸν καὶ ἐπὶ τοὺς κατοικοῦντας
Ἰερουσαλὴμ καὶ ἐπὶ γῆν Ἰούδα πάντα τὰ κακὰ ἐλάλησα πρὸς
αὐτούς, καὶ οὐκ ἤκουσαν.

καὶ ἔλαβεν Βαροὺχ χαρτίον ἕτερον καὶ
ἔγραψεν ἐπʼ αὐτῷ ἀπὸ στόματος Ἰερεμίου ἅπαντας τοὺς λόγους τοῦ
βιβλίου οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι
πλείονες ὡς οὗτοι.

Καὶ ἐβασίλευσεν Σεδεκίας υἱὸς Ἰωσεία ἀντὶ Ἰωακείμ, ὃν ἐβασίλευσεν
Ναβουχοδονοσὸρ βασιλεύειν τοῦ Ἰούδα.

καὶ οὐκ ἤκουσαν
αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου οὓς
ἐλάλησεν ἐν χειρὶ Ἰερεμίου.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας
τὸν Ἰωαχὰλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα
πρὸς Ἰερεμίαν λέγων Πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον.

καὶ
Ἰερεμίας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν
αὐτὸν εἰς οἶκον τῆς φυλακῆς.

καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ
Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν, καὶ ἀνέβησαν
ἐπὶ Ἰερουσαλήμ.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων

Οὕτως εἶπεν Κύριος Οὕτως ἐρεῖς πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα
πρὸς σὲ τοῦ ἐκζητῆσαί με Ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα
ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου,

καὶ ἀναστρέψουσιν
αὐτοὶ οἱ Χολδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην, καὶ
συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν πυρί.

ὅτι οὕτως εἶπεν
 

 
 Κύριος Μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες Ἀποτρέχοντες
ἀπελεύσονται ἀφʼ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσιν,

καὶ ἐὰν
πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ
καταλειφθῶσίν τινες ἐκκεκεντημένοι, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι
ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί.

Καὶ
ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἰερουσαλὴμ ἀπὸ
προσώπου τῆς δυνάμεως Φαραώ,

ἐξῆλθεν Ἰερεμίας ἀπὸ Ἰερουσαλὴμ
τοῦ πορευθῆναι εἰς γῆν Βενιαμεὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ
λαοῦ.

καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμείν, καὶ ἐκεῖ ἄνθρωπος
παρʼ ᾧ κατέλυεν Σαρουιὰ υἱὸς Σελεμίου υἱοῦ Ἀνανίου, καὶ συνέλαβεν
τὸν Ἰερεμίαν λέγων Πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις;

καὶ εἶπεν
Ψεῦδος· οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ εἰσήκουσεν αὐτοῦ,
καὶ συνέλαβεν Σαρουιὰ τὸν Ἰερεμίαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς
ἄρχοντας.

καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ἰερεμίαν καὶ ἐπάταξαν
αὐτόν, καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως,
ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς.

καὶ ἦλθεν
Ἰερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερέθ, καὶ ἐκάθισεν ἐκεῖ
ἡμέρας πολλάς.

καὶ ἀπέστειλεν Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ
ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν Εἰ ἔστιν ὁ λόγος παρὰ
Κυρίου; καὶ εἶπεν Ἐστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ.

καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς
παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς

καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες
 

 
ὅτι Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην;

καὶ νῦν, 
κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου· καὶ τί ἀποστρέφεις
με εἰς οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως, καὶ οὐ μὴ ἀποθάνω
ἐκεῖ ;

καὶ συνέταξεν ὁ βασιλεύς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς
φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν,
ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἰερεμίας
ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

Καὶ ἤκουσεν Σαφανίας υἱὸς Ναθὰν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ
Ἰωαχὰλ υἱὸς Σελεμίου τοὺς λόγους σὓς Ἰερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν
λέγων

Οὕτως εἶπεν Κύριος Ὁ κατοικῶν ἐν τῇ πολει ταύτῃ ἀποθανεῖται
ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς
Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται.

ὅτι οὕτως εἶπεν Κύριος Παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη
εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν.

καὶ εἶπαν τῷ βασιλεῖ Ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς
ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων
ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς
αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ὁ ἄυθρωπος οὗτος οὐ χρησιμολογεῖ
εἰρήνην τῷ λαῷ τούτῳ ἀλλʼ ἢ πονηρά.

καὶ εἶπεν ὁ βασιλεύς
Ἰδοὐ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἡδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.

καὶ ἔριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν
τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ
λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ᾿ ἢ βόρβορος.

καὶ ἦν ἐν τῷ βορβόρῳ ⁷καὶ
 

 
 ἤκουσεν Ἀβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι
ἔδωκαν Ἰερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἣν ἐν τῇ πύλη
Βενιαμείν·

καὶ ἐξῆλθεν πρὸς αὐτόν, καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα
καὶ εἶπεν

Ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον
τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἀβδεμέλεχ λέγων Λάβε εἰς τὰς χεῖράς
σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου,
ἴνα μὴ ἀποθάνῃ.

καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν
εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον, καὶ ἔλαβεν ἐκεῖθεν
παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία, καὶ ἔριψεν αὐτὰ πρὸς Ἰερεμίαν εἰς
τὸν λάκκον,

καὶ εἶπεν Ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων. καὶ
ἐποίησεν Ἰερεμίας οὕτως.

καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ
ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ
τῆς φυλακῆς.

Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν
πρὸς ἑαυτὸν εἰς οἰκίαν ἁσελεισὴλ τὴν ἐν οἴκῳ Κυρίου. καὶ εἶπεν
αὐτῷ ὁ βασιλεὺς Ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπʼ ἐμοῦ
ῥῆμα.

καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Ἐὰν ἀναγγείλω σοι, οὐχὶ
θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς
μου.

καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ Κύριος, ὃς ἐποίησεν
ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας
τῶν ἀνθρώπων τούτων.

καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὕτως εἶπεν
 

 
Κύριος Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, 
ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ
ζήσῃ σὺ καὶ ἡ οἰκία σου.

καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις
αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ
μὴ σωθῇς.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἰερεμίᾳ Ἐγὼ λόγον ἔχω τῶν
Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς
χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.

καὶ εἶπεν Ἰερεμίας Οὐ μὴ
παραδῶσίν σε· ἄκουσον τὸν λόγον Κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ, καὶ
βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχὴ σου.

καὶ εἰ μὴ θέλεις σὺ
ἐξελθεῖν, οὕτως ὁ λόγος ὃν ἔδειξέν μοι Κύριος

Καὶ ἰδοὺ πᾶσαι αἱ
γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα ἐξήγοντο πρὸς
ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον Ἠπάτησάν σε, καὶ
δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου, καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν
πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ.

καὶ τὰς γυναῖκάς σου καὶ
τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς,
ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ, καὶ ἡ πόλις αὕτη
κατακαυθήσεται.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἄνθρωπος μὴ γνώτω
ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.

καὶ ἐὰν ἀκούσωσιν
οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι, καὶ ἔλθωσιν πρὸς σέ καὶ εἴπωσίν σοι
Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς; μὴ κρύψῃς ἀφʼ ἡμῶν,
καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς;

καὶ
ἐρεῖς αὐτοῖς Ῥίπτω ἐγὼ τὸν ἔλεόν μου κατʼ ὀφθαλμοὺς τοῦ βασιλέως
 

 
 πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωναθὰμ ἀποθανεῖν ἐκεῖ.

καὶ
ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἰερεμίαν καὶ ἠρώτησαν αὐτόν· καὶ
ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο
αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη λόγος Κυρίου.

καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ
συνελήμφθη Ἰερουσαλήμ.

Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα
παρεγένετο Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ
δύναμις αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ ἐπολιόρκουν αὐτήν.

καὶ ἐν
τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ
μηνὸς ἐρράγη ἡ πόλις,

καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως
Βαβυλῶνος, καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ, Μαργανασὰρ καὶ Σαμαγὼθ
καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρείς, Ναγαργασνασέρ, Ῥαβαμάθ, καὶ
οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος.

καὶ ἀπέστειλαν καὶ
 

 
ἔλαβον τὸν Ἰερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς, καὶ ἔδωκαν αὐτὸν πρὸς 
τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, καὶ ἐξήγαγον αὐτόν, καὶ
ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ.

καὶ πρὸς Ἰερεμίαν ἐγένετο λόγος
Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων

Πορεύου καὶ εἰπὸν πρὸς
Ἀβδεμέλεχ τὸν Αἰθίοπα Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Ἰηοὺ
ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς
ἀγαθά,

καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐ μὴ δώσω σε εἰς
χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.

ὅτι
σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχὴ σου
εἰς εὕρεμα, ὅτι ἐπεποίθεις ἐπʼ ἐμοί, φησὶν Κύριος.

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν μετὰ τὸ ἀποστεῖλαι
αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμάν, ἐν τῷ λαβεῖν
αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς
Βαβυλῶνα.

Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ὁ θεός
σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον,

καὶ ἐποίησεν
Κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς.

ἰδοὺ
ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν
ἐναντίον σου ἐλθεῖν μετʼ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς
μου ἐπὶ σέ·

εἰ δέ μή, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν
 

 
 υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν
γῇ Ἰούδα, καὶ οἴκησον μετʼ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῆ Ἰούδαεἰς
ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι, πορεύου.
καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν.

καὶ
ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ
τοῦ καταλειφθέντος ἐν τῇ γῆ.

Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες
τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν
βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῆ, καὶ παρεκατέθεντο αὐτῷ
ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα.

καὶ
ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰν
υἱὸς Καρῆε καὶ Σαραιὰ υἱὸς Θαναέμαιθ καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφατεὶ
καὶ Ἰεζονίας υἱὸς τοῦ Μοχατεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.

καὶ
ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ φοβηθῆτε
ἀπὸ προσώπου παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ
ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν.

καὶ
ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον
τῶν Χαλδαίων οἱ ἂν ἔλθωσιν ἐφʼ ὑμᾶς· καὶ ὑμεῖς συναγάγετε
οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε
ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε.

καὶ πάντες οἱ Ἰουδαῖοι οἱ
ἐν Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ
γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλιμμα τῷ Ἰούδα, καὶ
ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ.

καὶ ἦλθον
πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφά, καὶ συνήγαγον οἶνον καὶ
ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον.

Καὶ Ἰωανὰν υἱὸς Καρῆε
 

 
καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς 
τὸν Γοδολίαν εἰς Μασσηφὰ

καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι
Βελεισὰ βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ
πατάξαι σου ψυχήν ; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.

καὶ
Ἰωανὰν εἶπεν τῷ Γοθολίᾳ κρυφαίως ἐν Μασσηφά Πορεύσομαι δὴ καὶ
πατάξω τὸν Ἰσμαήλ, καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ
διασπαρῇ πᾶς Ἰουδὰ οἱ συνηγμένοι πρὸς σέ καὶ ἀπολοῦνται οἱ κατάλοιποι
Ἰούδα.

καὶ εἶπεν Γοδολίας πρὸς Ἰωανάν Μὴ ποιήσῃς τὸ
πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις ὑπέρ Ἰσμαήλ.

Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου
υἱοῦ Ἐλασὰ ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ,
πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἄμα.

καὶ
ἀνέστη Ἰσμαὴλ καὶ οἱ δέκα ἄνδρες οἱ ἦσαν μετʼ αὐτοῦ, καὶ ἐπάταξαν
τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς,

καὶ
πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετʼ αὐτοῦ ἐν Μασσηφὰ καὶ
πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ

καὶ ἐγένετο τῇ
ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸυ Γοδολίαν, καὶ ἄνθρωπος
οὐκ ἔγνω,

καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχέμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ
Σαμαρίας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι
τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μάννα καὶ λίβανος ἐν χερσὶν αὐτῶν
τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου.

καὶ ἐξῆλθεν εἰς ἀπάντησιν
 

 
 αὐτοῖς Ἰσμαήλ, αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς
Εἰσέλθετε πρὸς Γοδολίαν.

καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ
μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ.

καὶ δέκα ἄνδρες
εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Ἰσμαήλ Μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν
θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθεν
καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

καὶ τὸ
φρέαρ εἰς ὁ ἔριψεν ἐκεῖ Ἰσμαὴλ πάντας οὓς ἐπάταξεν, φρέαρ μέγα
τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ἀσὰ ἀπὸ προσώπου Βαασὰ
βασιλέως Ἰσραὴλ· τοῦτο ἐνέπλησεν Ἰσμαὴλ τραυματιῶν.

καὶ
ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ
καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος
τῷ Γοδολίᾳ υἱῷ Ἀχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμών.

καὶ ἤκουσεν Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεαως
οἱ μετʼ αὐτοῦ πάντα τὰ κακὰ ἃ ἐποίησεν Ἰσμαήλ,

καὶ ἤγαγον
ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτόν, καὶ εὗρον
αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών,

καὶ ἐγένετο ὅτε εἶδεν πᾶς ὁ
λαὸς ὁ μετὰ Ἰσμαὴλ τὸν Ἰωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς
μετʼ αὐτοῦ,

καὶ ἀνέστρεψαν πρὸς Ἰωανάν.

καὶ᾿ Ἰσμαὴλ ἐσώθη σὺν
ὀκτὼ ἀνθρώποις. καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμών.

καὶ ἔλαβεν
Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ πάντας
τοὺς καταλοίπους τοῦ λαοῦ οὓς ἀπέστρεψεν ἀπὸ Ἰσμαήλ, δυνατοὺς ἄνδρας
 

 
ἐν πολέμῳ, καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς 
ἀπέστρεψεν ἀπὸ Γαβαών,

καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρωχαμάα
τὴν πρὸς Βηθλέεμ, τοῦ πορευθῆναι εἰς Αἵγυπτον

ἀπὸ προσώπου
τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν· ὅτι ἐπάταξεν
Ἰσμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.

Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ἰωανὰν καὶ
Ἀζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου

πρὸς Ἰερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ Πεσέτω δὴ τὸ ἔλεος
ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν θεόν σου
περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν,
καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν.

καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ
θεός σου τὴν ὁδὸν ᾖ πορευσόμεθα ἐν αὐτῇ καὶ λόγον ὃν ποιήσομεν.

καὶ εἶπεν αὐτοῖς Ἰερεμίας Ἤκουσα· ἰδοὺ προσεύξομαι πρὸς Κύριον
τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν. καὶ ἔσται, ὁ λόγος ὃν ἂν
ἀποκριθήσεται Κύριος, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφʼ ὑμῶν
ῥῆμα.

καὶ αὐτοὶ εἶπαν τῷ Ἰερεμίᾳ Ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα
δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλῃ
Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσομεν.

καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν,
τὴν φωνὴν Κυρίου τοῦ θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς
αὐτόν, ἀκουσόμεθα, ἴνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς
φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν.

καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας
ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν.

καὶ ἐκάλεσεν Ἰωανὰν καὶ
τοὺς ἡγεμόνας τῆς δυνάμεαως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ καὶ ἕως
 

 
 μεγάλου,

καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν Κύριος

Ἐὰν καθίσαντες
καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ, καὶ
φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς
ἐποίησα ὑμῖν.

μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος,
οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· μὴ φοβηθῆτε, φησὶν Κύριος,
ὅτι μεθʼ ὑμῶν ἐγὼ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτῶν.

καὶ δώσω ὑμῖν ἔλεος, καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν
γῆν ὑμῶν.

καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ
πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου,

ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα,
καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν,
καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν, καὶ ἐκεῖ οἰκήσομεν·

διὰ
τοῦτο ἀκούσατε λόγον Κυρίου Οὕτως εἶπεν Κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ
πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν,

καὶ
ἔσται, ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει
ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμὸς οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου
αὐτοῦ καταλημψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ
ἀποθανεῖσθε.

καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ
ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν
ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν
οὐθεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτοὺς.

ὅτι
οὕτως εἶπεν Κύριος Καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας
Ἰερουσαλήμ, οὕτως στάξει ὁ θυμός μου ἐφʼ ὑμᾶς, εἰσελθόντων ὑμῶν
εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ
εἰς ὀνειδισμόν, καὶ οἶ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον.

ἂ ἐλάλησεν
 

 
Κύριος ἐφʼ ὑμᾶς τοὺς καταλοίπους Ἰούδα Μὴ εἰσέλθητε 
εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθ

ὅτι ἐπονηρεύσασθε ἐν
ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες Πρόσευξαι περὶ ἡμῶν πρὸς
Κύριον, καί Κατὰ πάντα ἃ ἐὰν λαλήσῃ σοι Κύριος ποιήσομεν.

καὶ
οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς.

καὶ
νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ οὗ ὑμεῖς βούλεσθε
εἰσελθεῖν κατοικεῖν ἐκεῖ.

Καὶ ἐγενήθη ὡς ἐπαύσατο Ἰερεμίας
λέγων πρὸς τὸν λαὸν τοὺς πάντας λόγους Κυρίου οὓς ἀπέστειλεν
αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους,

καὶ εἶπε·
Ἀζαρίας υἱὸς Μαασσαίου καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἄνδρες
οἱ εἴπαντες τῷ Ἰερεμίᾳ λέγοντες Ψεύδη, οὐκ ἀπέστειλέν σε Κύριος
πρὸς ἡμᾶς λέγων Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ

ἀλλ᾿ ἢ
Βαροὐχ υἱὸς Νηρείου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας
τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα.

καὶ οὐκ ἤκουσεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως
καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου, κατοικῆσαι ἐν γῇ Ἰούδα.

καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας
τοὺς καταλοίπους Ἰούδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ,

τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τὰς θυγατέρας
 

 
 τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλειπεν Ναβουζαρδὰν μετὰ
Γοδολίου υἱοῦ Ἀχεικαμ, καὶ Ἰερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν
Νηρίου,

καὶ εἰσῆλθον εἰς Aἵγυπτον, ὅτι οὐκ ἥκουσιν τῆς φωνῆς
Κυρίου, καὶ εἰσῆλθαν εἰς Γαφνάς.

Καὶ ἐγένετο λθγος Κυρίου πρὸς Ἰερεμίαν ἐν Γαηφνὰς λέγων

Λάβε σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις,
ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Γαφνάς, κατʼ ὀφθαλμοὺς ἀνδρῶν
oύδα,

καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω
Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον
ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα ἐπʼ αὐτούς,

καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς
θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν
εἰς όομφαίαν·

καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ
ἐνπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτούς, καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ
φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. καὶ ἐξελεύσεται ἐν εἰρήνῃ,

καὶ
συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐυ Ὢν, καὶ τὰς οἰκίας
αὐτῶν κατακαύσει ἐν πυρί.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν ἅπασιν τοῖς Ἰουδαίοις τοῖς κατοικοῦσιν
ἐν γῇ Αἰγόπτου καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν
Ταφνὰς καὶ ἐν γῇ Παθούρης λέγων

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Ὑμεῖς ἑωράκατε πάντα τὰ
κακὰ ἃ ἐπήγαγον ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα· καὶ ἰδού
 

 
εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων

ἀπὸ προσώπου πονηρίας αὐτῶν ἧς ἐποίησαν 
παραπικρᾶναί με, πορευθέντες θυμιῶν θεοῖς ἑτέροις οἷς οὐκ ἔγνωτε.

καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου,
καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πράγμα τῆς μολύνσεως ταύτης
ἧς ἐμίσησα.

καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν ἀποστρέψαι
ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιῖν θεοῖς ἑτέροις.

καὶ
ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου, καὶ ἐξεκαύθη ἐν πύλαις Ἰούδα
καὶ ἔξωθεν Ἰερουσαλήμ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον
ὡς ἡ ἡμέρα αὕτη.

καὶ νῦν οὕτως εἶπεν Κύριος Παντοκράτωρ Ινα τί
ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον
καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ
καταλειφθῆναι ὑμῶν μηδένα,

παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν
χειρῶν ὑμῶν, θυμιῶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ εἰς ἣν ἤλθατε
κατοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς
ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν τῆς γῆς;

μὴ ἐπιλέλησθε ὑμεῖς τῶν
κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ἰούδα καὶ
τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν,
ὦν ἐποίησαν ἐν γῇ Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ;

καὶ οὐκ ἐπαύσαντο
ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων
μου ὅν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν.

διὰ τοῦτο οὕτως
εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου

τοῦ ἀπολέσαι
πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν φομφαίᾳ
καὶ ἐν λιμῷ, καὶ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς
 

 
 ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν.

καὶ ἐπισκέψομαι ἐπὶ
τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ἰερουσαλὴμ ἐν
άομφαίᾳ καὶ ἐν λιμῷ,

καὶ οὐκ ἔσται σεσαοσμένος οὐθεὶς τῶν ἐπί
λοιπῶν Ἰούδα τῶν παροικούντων ἐν γῆ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς
γῆν Ἰούδα, ἐφʼ ἣν αὐτοὶ ἐλπίζουσιν ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι
ἐκεῖ οὐ μὴ ἐπιστρέψωσιν ἀλλʼ ἡ οἱ ἀνασεσωμένοι.

καὶ
ἀπεκρίθησαν τῷ Ἱερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ
γυναῖκες αὐτῶν καὶ πᾶσα αἱ γυναῖκες, συναγαογὴ μεγάλη, καὶ πᾶς ὁ
λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθούρῃ, λέγοντες

ʼΟ λόγος ὁν
ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου·

ὅτι
ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον ὅς ἐξελεύσεται ἐκ τοῦ στόματος
ἡμῶν, θυμιῖν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς,
καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ
οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ· καὶ
ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοί, καὶ κακὰ οὐκ εἶδομεν.

καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν
πάντες, καὶ ἐν όομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν.

καὶ ὅτι
ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ
σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ
ἐσπείσαμεν σπονδὰς αὐτῇ;

καὶ εἶπεν Ἱερεμίας παντὶ τῷ λαῷ τοῖς
δυνατοῖς καὶ ταῖς γυναιξὶν καὶ παντὶ τῷ λαῷ τοῖς ἀποκριθεῖσιν αὐτῷ
λόγους, λέγων

Οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσαμεν ἐν ταῖς πόλεσιν
Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ, ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ
βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη
 

 
Κύριος καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ;

καὶ οὐκ ἡδύνατο Κύριος ἔτι 
φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν καὶ ἀπὸ τῶν
βδελυγμάτων ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ
εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ,

ἀπὸ προσώπου ὡν
ἐθυμιᾶτε καὶ ὡὡν ἡμάρτετε τῷ κυρίῳ· καὶ οὐκ ἠκούσατε τῆς φωνῆς
Κυρίου, καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς
μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα.

καὶ εἶπεν Ἱερεμίας τῷ λαῷ καὶ ταῖς γυναιξίν Ἀκούσατε τὸν λόγον
Κυρίου.

οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ 'Υμεῖς γυναῖκες τῷ
στόματι ὑμῶν ἐλαλήσατε, καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε, λέγουσαι
Ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ὅς ὡμολογήκαμεν, θυμιᾶν τῇ
βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐνμείνασαι ἐνεμείνατε
ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦσαι ἐποιήσατε.

διὰ τοῦτο
ἀκούσατε λόγον Κυρίου, πᾶς Ἰουδὰ οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ Ἰδοὺ
ὠμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπεν Κύριος, ἐὰν γένηται ἔτι
ὄνομά μου ἐν τῷ στόματι παντὸς Ἰούδα εἰπεῖν Ζῇ Κύριος, ἐπὶ πάσῃ
γῇ Αἰγύπτῳ.

ὅτι ἐγὼ ἐγρήγορα ἐπʼ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς
καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσιν πᾶς Ἰουδὰ οἱ κατοικοῦντες ἐν
γῇ Αἰγύπτῳ ἐν όομφαίᾳ καὶ ἐν λιμῷ, ἐὰν ἐκλίπωσιν.

καὶ οἱ
σεσαοσμένοι ἀπὸ όομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ἰούδα ὀλίγοι
ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ἰούδα οἱ καταστάντες ἐν γῇ
 

 
 Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐνμένει.

καὶ τοῦτο ὑμῖν τὸ
σημεῖον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφʼ ὑμᾶς εἰς πονηρά·

οὕτως εἰπὲν
Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὑαφρὴ βασιλέα Αἰγύπτου εἰς χεῖρας
ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα
τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονοσὸρ βασιλέως
Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ.

Ὁ λγγος δν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς Βαροὐχ υἱὸν Νηρίου,
ὅτε ἔγραφεν τοὺς λθγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος
Ἰερεμίου, ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱῷ Ἰωσίᾳ βασιλέως
Ἰοόδα.

Οὅτως εἶπεν Κύριος ἐπὶ σοί, Βαρούχ.

ὅτι εἶπας Οἶμοι ομιοι,
ὅτι προσέθηκεν Κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς,
ἀνάπαυσιν οὐχ εὗρον·

εἰπὸν αὐτῷ Οὕτως εἶπεν Κύριος
δοῦ οΟς ἐγὼ ἀκοδόμησα, ἐγὼ καθαιρῶ· καὶ οὓς ἐγὼ ἐφύτευσα,
ἐγὼ ἐκτίλλω.

καὶ σὺ ζητήσεις σεαυτῷ μεγάλα μὴ ζητήσῃς, ὅτι
ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος, καὶ δώσω
τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ οὗ ἐὰν βαδίσῃς ἐκεῖ.

Ὄωτος εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκίου ἐν τῷ βασιλεύειν αὐτόν,
καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ
αὐτοῦ Ἀμειταὰλ θυγάτηρ Ἰερεμίου ἐκ Λοβενά.

καὶ ἐγένετο τῷ ἔτει
τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν μηνὶ τῷ ἐνάτῳ δεκάτη τοῦ μηνὸς
 

 
ἦλθεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις 
αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν
αὐτὴν τετραπόδοις κύκλῳ.

καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν
ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκίs

ἐν τῇ ἐνάτῃ τοῦ μηνός, καὶ
ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.

καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον
νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ
προτειχίσματος, ὃ ἣν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ λαλδαῖοι
ἐπὶ τῆς πόλεως κύκλῳ. καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς ἀραβά,

καὶ
κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον
αὐτὸν ἐν τῷ πέραν Ἰερειχώ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διέσπαρησαν
ἀπʼ αὐτοῦ. ⁹καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν
πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα· καὶ ἐλάλησεν αὐτῷ μετὰ 
κρίσεως.

καὶ ἔσφαξεν βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου
κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ἰούδα ἔσφαξεν ἐν
Δεβλάθα.

καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσεν καὶ ἔδησεν
αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα,
καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέθανεν.

Καὶ ἐν μηνὶ πέμπτῳ δεκάτῃ τοῦ μηνὸς ἥλθεν Ναβουζαρδὰν ὁ
ἰρχιμώγειρος ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς
Ἰερουσαλήμ,

καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ
βασιλέως, καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν μεγάλην
ἐνέπρησεν ἐν πυρί.

καὶ πᾶν τεῖχος Ἰερουσαλὴμ κύκλῳ καθεῖλεν ἡ
δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ ἀρχιμαγείρου

καὶ τοὺς καταλοίπους
 

 
 τοῦ λαοῦ κατέλειπεν ὁ ἀρχιμμγειρος εἰς ἀμπελουργοὺς καὶ
εἰς γεαοργούς.

καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ
Κυρίου καὶ τὰς βάσεις καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ
Κυρίου συνέτριψαν οἱ Καλδαῦι, καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν
καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα.

καὶ τὴν στεφάνην καὶ τὰς φιάλας
καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς ἐλειτούργουν
ἐν αὐτοῖς,

καὶ τὰ σαφφὼθ καὶ τὰ μασμαρὼθ καὶ τοὺς ὑποχυτῆρας
καὶ τὰς λυχνίας καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ
καὶ ἃ ἣν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρυς.

καὶ οἱ στύλοι δύο,
καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δὼδεκα χαλκοῖ ὑποκάτω τῆς
θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου· οὐκ ἦν
σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.

καὶ οἱ στύλοι τριάκοντα πέντε πηχῶν
ὕψος τοῦ κτίλου τοῦ ἑνός, καὶ σπαρτίον δώδεκα πήχεααον περιεκύκλου
αὐτόν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ,

καὶ γεῖσος
ἐπʼ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεαων τὸ μῆκος, ὑπεροχὴ τοῦ γείσους
τοῦ ἑνός, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα
χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ὸόαι τῷ πήχει
τοῖς δώδεκα πήχεσιν.

καὶ ἦσαν αἱ ὸόαι ἐνενήκοντα ἴξ ἕν μέρος.
καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ.

καὶ ἔλαβεν
ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτεροῦντα
 

 
καὶ τοὺς τρεῖς τοὺς φυλάττοντας τὴν ὁδόν,

καὶ εὺνοῦχον ἕνα ὸς ἦν 
ἐπιστάτης ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς
τοὺς ἐν προσώπῳ τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν
γραμματέα τῶν δυνάμεων τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς, καὶ
ἐξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν μέσῳ
τῆς πόλεως.

καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ
ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα·

καὶ ἐπάταξεν
αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλάθα ἐν γῇ Αἱμάθ.

Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισθέντος τοῦ
Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἐν τῇ τετράδι καὶ
εἰκάδι τοῦ μηνός, ἔλαβεν Οὐλαιμαδαχὰρ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ
ἐνιαυτῷ ᾧ ἐβασίλευσεν, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ
ἔκειρεν αὐτόν, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἧς ἐφυλασσετο,

καὶ
ἐλάλησεν αὐτῷ χρηστά, καὶ ἔδωκεν αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν
βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι,

καὶ ἥλλαξαν τὴν στολὴν
τῆς φυλακῆς αὐτοῦ, καὶ ἡσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον
αὐτοῦ πάσας τὰς ἡμέρας ἂς ἔζησεν.

καὶ ἡ σύνταξις αὐτῷ ἐδίδετο
διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως
ἡμέρας ἧς ἀπέθανεν.