OPAΣΙΣ ἣν εἶδευ Ἠσαίας υἱὸς Ἀμώς, ἣν εἶδεν κατὰ τῆς Ἰουδαίας 
καὶ κατὰ Ἰερουσαλήμ, ἐν βασιλείᾳ Ὀζείου· καὶ Ἰωαθὰμ καὶ Ἀχὰς καὶ
Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.

Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. υἱοὺς
ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.

ἔγνω βοῦς τὸν κτησάμενον
καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω,
καὶ ὁ λαός με οὐ συνῆκεν.

οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης
ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι. ἐγκατελίπατε τὸν κύριον
καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ.

τί ἔτι πληγῆτε προστιθέντες
ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.

ἀπὸ
ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα,
οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.

ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν
ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται
κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.

ἐγκαταλειφθήσεται ἡ θυγάτηρ
Σειὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ,
 

 
 ὡς πόλις πολιορκουμένη·

καὶ εἰ μὴ Κύριος σαβαὼθ
ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε
νόμον θεοῦ, λαὸς Γομόρρας.

τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν ;
λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν
καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,

οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί
μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν
αὐλὴν μου

οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα,
βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν
μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν

καὶ τὰς νουμηνίας ὑμῶν
καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν,
οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.

ὅταν ἐκτείνητε τὰς χεῖρας
ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφʼ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν
δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν
ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν
ὑμῶν,

μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον,
κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ.

καὶ δεῦτε διελεγχθῶμεν,
λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς
χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.

καὶ
ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·

ἐὰν δὲ
μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ
στόμα Κυρίου ἐλάλησεν ταῦτα.

Πῶς ἐγένετο πόρνη πόλις πιστὴ
Σειών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ
φονευταί,

τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι
 

 
τὸν οἶνον ὕδατι·

οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν, 
ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ
κρίσιν χηρῶν οὐ προσέχοντες.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ
δεσπότης σαβαώθ Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ· οὐ παύσεται γάρ μου
ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.

καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ καὶ πυρώσω εἰς καθαρόν, τοὺς δε
ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ·

καὶ
ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου
ὡς τὸ ἀπʼ ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης. μητρόπολις
πιστὴ Σειών.

μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία
αὐτῆς καὶ μετὰ ἐλεημοσύνης·

καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ
ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται·

διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο,
καὶ ᾐσχύνθησαν ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν.

ἔσονται γὰρ ὡς
τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ
ἔχων·

καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι
αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ
ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας
 καὶ περὶ Ἰερουσαλήμ.

Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανές τὸ ὄρος Κυρίου, καὶ
ὁ οἶκος τοῦ θεοῦ ἐπʼ ἄκρου τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν
 

 
 βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἔθνη.

καὶ πορεύσονται
ἔ θνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ
εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ
πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σειὼν ἐξελεύσεται νόμος. καὶ λόγος
Κυρίου ἐξ᾿ Ἰερουσαλήμ·

καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐξελέγξει
λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς
ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήμψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν,
καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.

Καὶ νῦν, ὁ οἶκος Ἰακώβ,
δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου.

ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ
τὸν οἶκον τοῦ Ἰσραήλ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπʼ ἀρχῆς ἡ χώρα αὐτῶν
κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα
ἐγενήθη αὐτοῖς.

ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου,
καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων,
καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν·

καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων
τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν ἃ ἐποίησαν
οἱ δάκτυλοι αὐτῶν·

καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ
μὴ ἀνήσω αὐτούς.

καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε
εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς
ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

οἱ γὰρ ὀφθαλμοὶ
Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος
τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον
καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται,

καὶ ἐπὶ
πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν
δένδρον βαλάνου Βασάν,

καὶ ἐπὶ πᾶν ὄρος, καὶ ἐπὶ πάντα βουνὸν
ὑψηλόν,

καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν,

καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους·

καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται ὕβρις ἀνθρώπαων,
καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ τὰ χειροποίητα
πάντα κατακρύψουσιν,

εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς
τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου
τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ
θραῦσαι τὴν γῆν.

τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ
βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν,
τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν,

τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς
στερεάς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ
φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ
θραῦσαι τὴν γῆν.

Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἰερουσαλὴμ καὶ
ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν
ὕδατος,

γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν
καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον

καὶ πεντηκόνταρχον
καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν
ἀκροατὴν·

καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται
κυριεύσουσιν αὐτῶν.

καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς
ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ
παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμου.

ὅτι
ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς
αὐτοῦ λέγων Ἱμάτιον ἔχεις. ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ
ἐμὸν ὑπὸ σὲ ἔστω.

καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί
σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδέ ἱμάτιον·
οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου

ὅτι ἀνεῖται Ἰερουσαλὴμ καὶ
ἡ Ἰουδαία συμπέπτοικεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς
Κύριον ἀπειθοῦντες· §διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν,

καὶ ἡ 
 

 
 αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δέ ἁμαρτίαν αὐτῶν 
ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι
βεβούλευνται βουλὴν πονηρὰν καθʼ ἑαυτῶν,

εἰπόντες Δήσωμεν τὸν
δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων
αὐτῶν φάγονται.

οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν
αὐτοῦ συμβήσεται αὐτῷ.

λαός μου, οἱ πράκτορες ὑμῶν κιλαμῶνται
ὑμάς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. λαός μου, οἱ μακαρίζοντες
ὑμᾶς πλανώσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.

ἀλλὰ υῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς
κρίσιν τὸν λαὸν αὐτοῦ·

αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν
πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δέ τί
 ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ?? ἐν τοῖς
οἴκοις ὑμῶν;

τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν
πτωχῶν καταισχύνετε;

Τάδε λέγει Κύριος Ἀνθʼ ὧυ ὑψώθησαν
αἱ θυγατέρες Σειών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν
νεύμασιυ ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς
χιτῶνας καὶ τοῖς ποσὶν ἄμα παίζουσαι,

καὶ ταπεινώσει ὁ θεὸς
μρχούσας θυγατέρας Σειών. καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ
αὐτῶν, τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσ κους,

καὶ
τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν,

καὶ τὴν σύνθεσιν
τοῦ κόσμου τῆς δόξης, καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον
καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια καὶ τὰ ἐνώτια,

καὶ τὰ περιπόρφυρα
 

 
καὶ τὰ μεσοπόρφυρα,

καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν 
οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά,

καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα
καὶ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσῷ καὶ ὑακίνθῳ συνκαθυφασμένα,
καὶ θέριστρα κατάκλιτα.

καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ
ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ
χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ
μεσοπορφύρου περιζώσῃ σάκκον.

καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν
ἀγαπᾷς μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται
καὶ ταπεινωθήσονται·

καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν,
καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.

καὶ ἐπιλήμψονται
ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν
φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν
κεκλήσθω ἐφʼ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

Τῇ δέ ἡμέρᾳ
ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι
καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ·

καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν
Σειὼν καὶ τὸ καταλειφθέν ἐν Ἰερουσαλήμ, ἅγιοι κληθήσονται πάντες
οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλήμ.

ὅτι ἐκπλυνεῖ Κύριος τὸν
ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σειών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ
μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.

καὶ ἥξει,
καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σειὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς
σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ φωτὸς πυρὸς καιομένου
νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται·

καὶ ἔσται εἰς σκιὰν ἀπὸ
καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.

Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμᾶ τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί
 

 
 μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι.

καὶ
 φραγμὸν περιέθηκα καὶ ἐχαράκοωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ,
καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν
αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας.

καὶ
νῦν, οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε
ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.

τί ποιήσω ἔτι
ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι
σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.

νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω
τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔστ ιι εἰς διαρπαγήν,
καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.

καὶ ἀνήσω
τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδέ μὴ σκαφῇ, καὶ ἀναβήσονται
εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθαι. καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ
μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.

ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος
τοῦ Ἰσραήλ, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα
τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ
κραυγὴν.

Oὑαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν
πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι μὴ οἰκήσετε
μόνοι ἐπὶ τῆς γῆς;

ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ
ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ
καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς.

οὗ γὰρ ἐργῶνται
δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἓξ
ποιήσει μέτρα τρία.

Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σί
κερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶυος αὐτοὺς συνκαύσει.

μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν 
οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα
τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν.

τοίνυν αἰχμάλωτος ὁ λαός μου
εγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆθος ἐγενήθη
νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος.

καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν
ψυχὴν ¶ αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ 
καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ
αὐτῆς.

καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ,
καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται·

καὶ ὑψωθήσεται
Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ·

καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς
ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.

Οὐαὶ οἱ ἐπισπώμενοι
τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι
δαμάλεως τὰς ἀνομίας,

οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει,
ἵνα εἰδῶμεν, καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν.

Oὑαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν
πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες
τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.

Οὐαὶ οἱ συνετοὶ ἐυ
ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.

Οὐαὶ οἱ ἰσχύοντες
ὑμῶν οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σίκερα,

οἱ δικαιοῦντες τὸν ἀσεβῇ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ
δικαίου αἵροντες.

διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ
ἄνθρακος πυρός, καὶ συνκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα
αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται·
οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ
 

 
 ἁγίου Ἰσραὴλ παρώξυναν.

καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ
ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα ἐπʼ αὐτοὺς καὶ ἐπά.
ταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα
αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη
ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή.

τοιγαροῦν ἀρεῖ
σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπʼ ἄκρου
τῆς γῆς. καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται.

οὐ πεινάσουσιν οὐδέ
κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδέ κοιμηθήσονται, οὐδὲ λύσουσιν
τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδέ μὴ ῥαγῶσιν οἱ ἱμάντες
τῶν ὑποδημάτων αὐτῶν·

ὧν τὰ βέλη ὀξεῖά ἐστι καὶ τὰ τόξα αὐτῶν
ἐντεταμένα. οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα·
ἐλογίσθησαν οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς.

ὀργιῶσιν
ὡς λέοντες, παρέστηκαν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήμψεται, καὶ
βοήσει ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς,

καὶ βοήσει δι᾿ αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσσης κυμαινούσης·
καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ
ἀπορίᾳ αὐτῶν.

Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Οζείας ὁ βασιλεὺς εἶδον
τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης
ὁ οἶκος τῆς δόξης αὐτοῦ.

καὶ σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,
ἓξ πτέρυγες τῷ ἐνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί καὶ ταῖς μέν δυσὶν
 

 
κατεκάλυπτον τὸ πρόσαωπον, ταῖς δὲ δυσὶν κατεκάλυπτον τοὺς πόδας, 
καὶ ταῖς δυσὶν ἐπέταντο.

καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον
καὶ ἔλεγον Ἄγιος ἅγιος ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ
τῆς δόξης αὐτοῦ.

καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς
ἐκέκραγον. καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ.

καὶ εἶπον Ὢ τάλας
ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὧν καὶ ἀκάθαρτα χείλη ἔχων
ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, και τὸν βασιλέα
Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

καὶ ἀπεστάλη πρὸς μέ
ἓυ τῶν σεραφείν, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα ὃν τῆ λαβίδι ἔλαβεν
ἀπὸ τοῦ θυσιαστηρίου,

καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν Ἰδοὺ
ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς
ἁμαρτίας σου περικαθαριεῖ.

καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος
Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα
Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με.

καὶ εἶπεν Πορεύθητι καὶ εἰπὸν τῷ
λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε
καὶ οὐ μὴ ἴδητε.

ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ
τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν,
μὴ ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς /ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ
συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.

καὶ εἶπα Ἕως
πότε, Κύριε; καὶ εἶπεν Ἕως ἂν ἐρημωθῶσιν πόλεις παρὰ τὸ μὴ
κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται
ἔρημος.

καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους.
καὶ οἱ καταλειφθέντες σληθυνθήσονται ἐπὶ τῆς γῆς,

καὶ ἔτι
ἐπ αὐτῆς ἐστιν τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομήν, ὡς τερέβινθος
καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.

Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζείου
 

 
 βασιλέως Ἰούδα ἀνέβη Ῥασεὶν βασιλεὺς Ἀρὰμ καὶ Φάκεε υἱὸς Ῥομελιὰ
βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰερουσαλὴμ πολεμῆσαι αὐτήν, καὶ οὐκ ἡδυνήθησαν
πολιορκῆσαι αὐτήν.

καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυεὶδ λέγων
Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφράιμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ
καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος
σαλευθῇ.

Καὶ εἶπεν Κύριος πρὸς Ἰσαῖον Ἔξελθε εἰς
συνάντησιν Ἀχὰζ σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου πρὸς τὴν
κολυμβήθραν τῆς ἄνω ὁδοῦ ἀγροῦ τοῦ γναφέως.

καὶ ἐρεῖς αὐτῷ
Φίλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδέ ἡ ψυχὴ σου ἀσθενείτω
ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν
γὰρ ἀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.

καὶ ὁ υἱὸς τοῦ
Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν

Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συνλαλήσαντες αὐτοῖς ἀποστρέψομεν
αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν
Ταβεήλ·

τάδε λέγει Κύριος σαβαώθ Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη
οὐδὲ ἔσται

ἀλλ᾿ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ
Ῥασείμ· ἀλλʼ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία
Ἐφράιμ ἀπὸ λαοῦ.

καὶ ἡ κεφαλὴ Ἐφράιμ Σομορών. καὶ ἡ
κεφαλὴ Σομορὼν υἱὸς τοῦ Ῥομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ
μὴ συνῆτε.

Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ λέγων

Aἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου θεοῦ σου εἰς βάθος ἡ εἰς
ὕψος.

καὶ εἶπεν Ἀχάζ Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον.

καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυείδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα
 

 
παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;

διὰ τοῦτο 
δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται
καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

βούτυρον
καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξασθαι
τὸ ἀγαθόν·

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ
κακόν, ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται
ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.

ἁλλὰ ἐπάξει
ῥ θεὸς ἐπὶ σέ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός
σου ἡμέρας αἱ οὔπω ἥκασιν ἀφʼ ἧς ἡμέρας ἀφεῖλεν Ἐφράιμ ἀπὸ
Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύσει μέρος ποταμοῦ Αἰγύπτου,
καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων·

καὶ ἐλεύσονται πάντες
ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ
εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῤαγάδα.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
ξυρήσει Κύριος ἐν τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ
βασιλέως Ἀσσυρίων τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ
τὸν πώγωνα ἀφελεῖ

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει
ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα·

καὶ ἔσται ἀπὸ τοῦ
πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς
ἐπὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος
πὗ ἐὰν ὦσιν· χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ
εἰς ἄκανθαν·

μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι
χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ·

καὶ πᾶν ὄρος ἀροτριώμενον
 

 
 ἀροτριαθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου
καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.

Καὶ εἶπεν Κύριος πρὸς μέ Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου,
καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι
σκύλων· πάρεστιν γάρ·

καὶ μάρτυράς μοι ποίησον πιστοὺς
ἀνθρώπους, τὸν Οὐρείαν καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.

καὶ προσῆλθον
πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν.
καὶ εἶπεν Κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον,
ὀξέως προνόμευσον·

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα
ἡ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας
ἔναντι βασιλέως Ἀσσυρίων.

Καὶ προσέθετο Κύριος
λαλῆσαί μοι ἔτι

Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ
Σειλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥασσὼν
καὶ τὸν υἱὸν Ῥομελίου βασιλέα ἐφʼ ὑμῶν,

διὰ τοῦτο ἰδοὺ Κύριος
ἀνάγει ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ,
τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται
ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖ.
χος ὑμῶν,

καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται
κεφαλὴν ἆραι ἢ δυνπτὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ
αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθʼ ἡμῶν
θεός.

γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐπʼ ἐσχάτου τῆς
γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.

καὶ ἣν ἂν βουλεύσησθε βουλὴν διασκεδάσει Κύριος. καὶ
 

 
λόγον ὃν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ θεός.

οὕτως λέγει Κύριος Τῇ ἰσχυοᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς
ὀδοῦ τοῦ λαοῦ τούτου, λέγοντες

Μή ποτε εἴπωσιν σκληρόν· πᾶν
γὰρ ὃ ἂν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν· τὸν δὲ φόβον αὐτοῦ οὐ
μὴ φοβηθῆτε οὐδέ μὴ ταραχθῆτε·

Κύριον αὐτὸν ἁγιάσατε, καὶ οὐτὸς
ἔσται σου φόβος.

κἂν ἐπʼ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς
ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε οὐδέ ὡς
πέτρας πτώματι. οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι
ἐγκαθήμενοι ἐν Ἰερουσαλήμ·

διὸ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς
πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται
ἄνθρωποι ἐν ἀσφαλείᾳ.

Τότε φανεροὶ ἔσονται οἱ
σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.

καὶ ἐρεῖ Μενῶ τὸν θεὸν
τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ
πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ.

ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν
ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ
Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σειών.

καὶ ἐὰν εἴπωσιν
πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἐνγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς
γῆς φωνοῦντας, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν,
οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ ἐκζητήσουσιν; τί ἐκζητοῦσιν περὶ τῶν
ζώντων τοὺς νεκρούς;

νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν
οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ.

καὶ ἥξει ἐφʼ ὑμᾶς σκληρὰ λιμός. καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε
 

 
 καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται
εἰς τὸν οὐρανὸν ἄνω,

καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται·
καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία
καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ
ὢν ἕως καιροῦ.

Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ
Nεφιθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ
Ἰορδάνου, Γαλειλαία τῶν ἐθνῶν.

ὁ λαὸς ὁ πορευόμενος
ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ σκιᾷ
θανάτου, φῶς λάμψει ἐφʼ ὑμᾶς.

τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες
ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ
εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.

διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπʼ αὐτῶν κείμενος. καὶ ἡ ῤάβδος ἡ
ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν
ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.

ὅτι πᾶσαν στολὴν
ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν,
καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι.

ὅτι παιδίον ἐγεννήθη
ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου
αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος·
 

 
ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ.

μεγάλη 
ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν
θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ
ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς
τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Θάνατον ἀπέστειλευ Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.

καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφράιμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ,
ἐφʼ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες 10 ΙΙλίνθοι πεπτώκασιν,
ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους
καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.

καὶ ῥάξει ὁ
θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σειὼν ἐπʼ αὐτόν, καὶ τοὺς
ἐχθροὺς διασκεδάσει,

Συρίαν ἀφʼ ἡλίου ἀνατολῶν καὶ τοὺς
Ἕλληνας ἀφʼ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ
τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι
ἡ χεὶρ ὑψηλή.

καὶ ὁ λαὸς οὐκ ἐπεστράφη ἕως ἐπλήγη, καὶ
τὸν κύριον οὐκ ἐζήτησαν.

Καὶ ἀφεῖλεν Κύριος ἀπὸ Ἰσραὴλ
κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρέσβυτην
καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή,

καὶ
προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά.

καὶ ἔσονται οἱ
μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιυ ὅπως
καταπίνωσιν αὐτούς.

διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν
 

 
 οὐκ εὐφρανθήσεται ὁ κύριος, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς
χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ
πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ
θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.

Καὶ καυθήσεται ὡς πῦρ
ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ
καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συνκαταφάγεται τὰ
κύκλῳ τῶν βουνῶν πάντα·

διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται
ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος.¶
 ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει,

ἀλλὰ ἐκκλινεῖ
εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ
οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος
αὐτοῦ.

φάγεται γὰρ Μανασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ
Μανασσή, ὅτι ἄμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις
πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.

Οὐαὶ
τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν,

ἐκκλίνοντες
κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου,
ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομὴν.

καὶ τί ποιήσουσιν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν
πόρρωθεν ἤξει καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ
ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν

τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν
ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργή, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή.

Οὐαὶ Ἀσσυρίοις. ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ἡ ὀργή ἐστιν ἐν ταῖς
χερσὶν αὐτῶν.

τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ 
 

 
ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς 
πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.

αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη,
καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ
τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα.

καὶ ἐὰν εἴπωσιν αὐτῷ Σύ μόνος
εἶ ἄρχων,

καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος
καὶ Χαλαννή, οὗ ὁ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβίαν καὶ
Δαμασκὸν καὶ Σαμάρειαν·

ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας
τὰς ἀρχὰς λήμψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ
τὶ ἐν Σαμαρείᾳ·

ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροττοιήτοις
αὐτῆς, οὕτως ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις
αὐτῆς.

Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει
Σειὼν καὶ Ἰερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν § τὸν μέγαν, ἐπὶτὸν ἄρχοντα 
τῶν Ἀσσυρίων, καὶ ἐπὶτὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

εἶπ εν
γάρ Ἐν τῇ ἰσχύι ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια
ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω·

καὶ σείσω πόλεις κατοικουμένας
καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοσσιάν,
καὶ ὡς καταλελιμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἤ
ἀνιείσῃ μοι.

μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ;
ἡ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡς ἄν τις ἄρῃ ῥάβδον
ἢ ξύλον, καὶ οὐχ οὕτως ;

ἁλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν
σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται·

καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ
καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην.

τῇ ἡμέρᾳ ἐκείνῃ
 

 
 ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται
ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ
φλογὸς καιομένης·

καὶ οἱ καταλειφθέντες ἀπʼ αὐτῶν ἔσονται
ἀριθμός, καὶ παιδίον γράψει αὐτούς.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες
τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς,
ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸυ θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ
ἀληθείᾳ.

καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα.

καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ
κατάλιμμα αὐτῶν σωθήσεται· λόγον συντελῶν καὶ συντέμνων ἐν
δικαιοσύνῃ,

ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ
ὅλῃ.

Διὰ τοῦτο τάδε λέγει Κύριος σαβαώθ Μὴ φοβοῦ, ὁ λαός
 μου, οἱ κατοικοῦντες ¶ ἐν Σειών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει
σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σέ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.

ἔτι γὰρ
μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·

καὶ ἐγερεῖ ὁ θεὸς ἐπʼ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιαμ ἐν τόπῳ
θλίψεως. καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὀδὸν
τὴν κατʼ Aἴγυπτον.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται
ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ
καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὥμων ὑμῶν.

ἥξει γὰρ εἰς τὴν
πόλιν Ἀγγαί,

καὶ παρελεύσεται εἰς Μαγεδώ, καὶ ἐν Μαχμὰς
θήσει τὰ πκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς
 

 
Ἀγγαί, φόβος λήμψεται Ῥαμὰ πόλιν Σαούλ. φεύξεται

ἡ θυγάτηρ 
Γαλείμ, ἐπακούσεται ἐν Σά, ἐπακούσεται ἐν Ἀναθώθ·

καὶ ἐξέστη
Μαδεβηνὰ καὶ οἱ κατοικοῦντες Γιββείρ.

παρακαλεῖτε σήμερον ἐν
ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σειών,
καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ.

ἰδοὺ ὁ δεσπότης Κύριος σαβαὼθ
συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει
συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται,

καὶ πεσοῦνται
ὑψηλοὶ ιιαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς
ῥίζης ἀναβήσεται.

καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν πνεῦμα τοῦ θεοῦ,
πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα
γνώσεως καὶ εὐσεβείας·

ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ
κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,

ἀλλὰ κρινεῖ
ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει
γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων
ἀνελεῖ ἀσεβῆ·

καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ,
καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευράς.

καὶ συνβοσκηθήσεται λύκος
μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον
καὶ ταῦρος καὶ λέων ἄμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν
ἄξει αὐτούς·

καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα
τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγονται ἄχυρα·

καὶ
παιδίον νήπιον ἐπὶ τρωγλῶν ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐκγόνων
 

 
 ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ.

καὶ οὐ μὴ κακοποιήσουσιν οὐδέ μὴ
δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη
ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι
θαλάσσας.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ
καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ
ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.

Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ
προσθήσει ὁ κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν
ὑπόλοιπον τοῦ λαοῦ, ὁ ἂν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων
καὶ ἀπὸ Αἰγύπτου καὶ ἀπὸ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αἰλαμειτῶν
καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας.

καὶ ἀρεῖ σημεῖον εἰς
τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους
Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.

καὶ
ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφράιμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται·
Ἐφράιμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφράιμ.

καὶ
πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἄμα προνομεύσουσιν
καὶ τοὺς ἀφʼ ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ
πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμῶν πρῶτοι ὑπακούσονται.

καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ
τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ
 φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν·

§ ¹6 καὶ ἔσται
δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ἰσραὴλ
ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.

Καὶ ἐρεῖς ἐν τῆ
ἡμέρᾳ ἐκείνῃ Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας
τὸυ θυμόν σου καὶ ἠλέησάς με.

ἰδοτὶ ὁ θεός μου σωτὴρ μου, πεποιθὼς
ἔσομαι ἐπʼ αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς
μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

καὶ ἀντλήσετε ὕδωρ
 

 
μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.

καὶ ἐρεῖς ἐν τῇ 
ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν
τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα
αὐτοῦ.

ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε
ταῦτα ἐν πάσῃ τῇ γῇ.

ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες
Σειών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Ὅρασις ἣν εἶδεν Ἠσαίας υἱὸς ¹Αμὼς κατὰ Βαβυλῶνος.

Ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς,
παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες.

ἐγὼ συντάσσω, καὶ
ἐγώ, αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες
ἄμα καὶ ὑβρίζοντες.

φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία
ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος
σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ

ἔρχεσθαι ἐκ γῆς πόρρωθεν
ἀπ᾿ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ,
καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην.

ὀλολύζετε· ἐγγὺς γὰρ ἡμέρα
Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει.

διὰ τοῦτο πᾶσα χεὶρ
ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει·

ταραχθήσονται
οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ
συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον ¶ καὶ ἐκστήσονται, καὶ τὸ 
 

 
 πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.

ἰδοὺ γὰρ ἡμέρα
ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ
τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.

οἱ γὰρ ἀστέρες τοῦ
καὶ ὁ Ωρείων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν, καὶ
σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς
αὐτῆς.

καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσιν
τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων
ταπεινώσω.

καὶ ἔσονται οἱ καταλελιμμένοι ἔντιμοι μᾶλλον
ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ
λίθος ὁ ἐν Σουφείρ.

ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται
ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου σαβαώθ,
τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

καὶ ἔσονται οἱ καταλελιμμένοι
ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ
οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι·
καὶ ἄνθρωπος εἰς τὴν χώραν ἑαυτοῦ διώξεται.

ὃς γὰρ ἂν ἁλῷ
ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶν μαχαίρᾳ πεσοῦνται.

καὶ
τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν,
καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.

ἰδοὺ ἐπεγείρω ὑμῖν
τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον οὐδέ χρυσίου χρείαν ἔχουσιν.

τοξεύματα νεανίσκων συντρίψουσιν, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν,
οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.

καὶ
 ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, § ὃν
τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· 20oὐ κατοικηθήσεται 
εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν
 

 
γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσονται 
ἐν αὐτῇ.

καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται
αἱ οἰκίαι ἤχου· καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια
ἐκεῖ ὀρχήσονται,

καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν
ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.

Καὶ ἐλεήσει Κύριος τὸν Ἰακώβ, καὶ ἐκλέξεται ἔτι τὸν ἰσραήλ,
καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεθήσεται
πρὸς αὐτούς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ,

καὶ
λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσιν,
καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς εἰς δούλους καὶ
δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ
κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν.

Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης
καὶ τοῦ θυμοῦ σου τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας οὐτοῖς.

καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος,
καὶ ἐρεῖς Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;

συνέτριψεν Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν
ζυγὸν τῶν ἀρχόντων·

πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ, παίων
ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.

πᾶσα
ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης,

καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν
ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀφʼ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη
ὁ κόπτων ἡμᾶς.

ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν
σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες
 

 
 ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν.

πάντες ἀποκριθήσονται
καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ
κατελογίσθης.

κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη
σου· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου
σκώληξ.

πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων;
συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη,

σὺ δὲ εἶπας τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω
τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ
ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν,

ἀναβήσομαι ἐπάνω τῶν
νεφῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.

νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ
εἰς τὰ θεμέλια τῆς γῆς.

οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ
ἐροῦσιν Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς,

ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτοῦ καθεῖλεν,
τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν.

πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν
ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ·

σὺ δὲ ῥιφήσῃ ἐν
τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων
μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον
ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν,

οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός,
διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ
μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.

ἑτοίμασον τὰ
τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτῶν, ἵνα μὴ ἀναστῶσιν
καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων.

καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ
 

 
αὐτῶν ὄνομα καὶ κατάλιμμα καὶ σπέρμα· τάδε λέγει Κύριος.

καὶ 
Θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς
οὐδέν· καὶ θήσω αὐτήν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.

Τάδε λέγει Κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ
ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ,

τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίοις
ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς κατατάτημα,
καὶ ἀφαιρεθήσεται ἀπʼ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος
αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.

αὕτη ἡ βουλὴ ἣν βεβούλευται
Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ
ἐπὶ πάντα τὰ ἔθνη.

ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει;
καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;

Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ βασιλεὺς Ἀχὰζ ἐγενήθη τὸ ῥῆμα τοῦτο.

Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς
τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα
ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετάμενοι.

καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ
εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά
σου ἀυελεῖ.

ὀλολύξατε, πύλαι πόλεαων, κεκραγέτωσαν πόλεις
τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ βορρᾶ καπνὸς
ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι.

καὶ τί ἀποκριθήσονται βασιλεῖς
ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσεν Σειών, καὶ δι᾿ αὐτοῦ σωθήσονται οἱ
ταπεινοὶ τοῦ λαοῦ.

Νυκτὸς ἀπολεῖται ἡ Μωαβεῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος
τῆς Μωαβείτιδος.

λυπεῖσθε ἐφʼ ἑαυτούς, ἀπολεῖται γὰρ καὶ Δηβών,
οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαὺ τῆς Μωαβ.
είτιδος. ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα. πάντες βραχιονες
κατατετμημένοι,

ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους,
καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις
αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.

ὅτι κέκραγεν Ἑσεβὼν
καὶ Ἐλεαλή, ἕως Ἰάσσα ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς
τῆς Μωαβείτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

ἡ καρδία τῆς
Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σήγωρ· δάμαλις γάρ ἐστιν τριετής,
έπὶ δὲ τῆς ἀναβάσεως Λρυεὶθ πρὸς σέ κλαίοντες ἀναβήσονται τῇ
ὁδῷ Ἁρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός,

τὸ ὕδωρ τῆς Νεμηρεὶμ
ἔρημος ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς
οὐκ ἔσται.

μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν
φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν.

συνῆψεν γὰρ ἡ βοὴ τὸ
ὅριον τῆς Μωαβείτιδος τῆς Ἀγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ
φρέατος τοῦ Αἰλείμ.

τὸ δὲ ὕδωρ τὸ Δειμῶν πλησθήσεται αἵματος·
 

 
ἐπάξω γὰρ ἐπὶ Δειμὼν Ἀραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ 
καὶ τὸ κατάλοιπον Ἀδαμά.

Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ
ὄρος θυγατρὸς Σειών;

ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νοσσὸς
ἀφῃρημένος, ἔσῃ, θυγάτηρ Μωάβ· ἐπὶ τάδε. Ἀρνῶν. πλείονα

βουλεύου,
ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ
σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· μὴ ἀχθῇς.

παροικήσουσίν σοι οἱ
φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι
ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς
γῆς.

καὶ διορθωθήσεται μετʼ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ
μετὰ ἀληθείας ἐν σκηνῇ Δαυείδ, κρίνων καὶ ἐκζητῶν κρίμα
καὶ σπεύδων δικαιοσύνην.

Ἠκούσαμεν τὴν ὕβριν Μωάβ,
ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα. οὐχ οὕτως ἡ μαντία
σου, οὐχ οὕτως.

ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβείτιδι πάντες
ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δέσεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ.

τὰ πεδία Ἑσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες
τὰ ἔθνη, καταπατήσετε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε,
 

 
 πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐνκατελείφθησαν, διέβησαν
γὰρ τὴν θάλασσαν.

διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν
Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἑσεβὼν καὶ
Ἐλεαλή, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῷ σου καταπα.
τήσω, καὶ πάντα πεσοῦνται.

καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλ-,
λίαμα ἐκ τῶν ἀμπελώνων, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται,
καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται
γάρ.

διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει. καὶτὰ
ἐντός μου ὡς τεῖχος ἐνεκαίνισας.

καὶ ἔσται εἰς τὸ ἐντραπῆναί
σε, ὅτι ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ
χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι
αὐτόν.

τοῦτο ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωάβ, ὁπότε ἐλάλησεν.

καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ
δόξα Μωὰβ παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλ
γοστὸς καὶ οὐκ ἔντιμος.

Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν,

καταλελιμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ
καὶ οὐκ ἔσται ὁ διώκων·

καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν,
Ἐφράιμ· καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων·
οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν.

Τάδε
λέγει Κύριος σαβαώθ Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις
 

 
δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται

καὶ 
ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα
σταχύων ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν
ἐν φάραγγι στερεᾷ,

καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἣ ὡς ῥῶγες
ἐλαίας δύο ἣ τρεῖς ἐπʼ ἄκρου μετεώρου, ἣ τέσσαρες ἢ πέντε ἐπὶ
τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ.

τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι
αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται,

καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ
τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ
οὐκ ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν.

τῇ ἡμέρᾳ
ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελιμμέναι ὃν τρόπον κατέ.
λιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εύαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,
αὶ ἔσονται ἔρημοι·

διότι κατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ
υρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύευμα
ἄπιστον καὶ σπέρμα ἄπιστον·

τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς,
πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν ᾗ
ἃν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς
σου.

Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα,
οὕτως ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει·

ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου.
καὶ ἀποσκορακιεῖ αὐτόν, καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου
λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοί καταιγὶς
φέρουσα.

πρὸς ἑσπέραν, καὶ ἔσται πένθος· πρὶν ἢ πρωί, καὶ
 

 
 οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία
τοῖς ὑμᾶς κληρονομήσασιν.

Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας,

ὁ
ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ
ὕδατος. πορεύσονται γὰρ ἂγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ
ξένον λαὸν καὶ χαλεπόν· τίς αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ
καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς

πάντες ὡς χώρα
κουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡς εἰς σημεῖον ἀπὸ ὄρους
ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.

διότι οὕτως μοι εἶπεν,
Κύριος Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας,
καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται.

πρὸ τοῦ
θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἀνθήσει ἄνθος ὀμφακίζουσα·
καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς
κληματίδας ἀφελεῖ καὶ ἀποκόψει,

καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς
τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ συναχθήσεται ἐπʼ αὐτοὺς
τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπʼ αὐτὸν ἥξει.

ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦτεθλιμμένου
καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ
εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν
ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίοι
σαβαώθ, ὄρος Σειών.

Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Aἴγυπτον,
καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ
 

 
ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.

καὶ ἐπεγερθήσονται Αἰχγύπτιοι 
ἐπʼ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐχοῦ
καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς
ἐπὶ νομόν.

καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς,
καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς
θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας
καὶ τοὺς ἐγγαστριμύθους.

καὶ παραδώσω Aἴγυπτον εἰς χεῖρας ἀνθρώπαων
κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν οὐτῶν.
τάδε λέγει Κύριος σαβαώθ.

καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ
τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται·

καὶ
ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυχες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται
πᾶσα σ υναγωγὴ ὕδατος καὶ ἐυ παντὶ ἕλει καλάμου καὶ
παπύρου,

καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ
τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.

καὶ
στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρα
εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν.

καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ
σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

καὶ ἔσονται οἱ ἐργαζόμενοι
αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται
καὶ τὰς ψυχὰς πονέσουσιν.

καὶ μαωροὶ ἔσονται οἱ ἄρχοντες
Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται.
πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων
τῶν ἐξ ἀρχῆς;

ποῦ εἰσιν νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν
σοι καὶ εἰπάτρσαν τί βεβούλευται Κύριος σιβαὼθ ἐπ Ἀἴγυπτον.

ἐξέλιπον οἱ ἄρχοντες Τάνεως. καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως,
καὶ πλανήσουσιν Aἴγυπτον κατὰ φυλάς.

Κύριος γὰρ ἐκέρασεν
αὐτοῖς πνεῦμα πλανήσεαως, καὶ ἐπλάνησαν Aἴγυπτον ἐν πᾶσι τοῖς
ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἄμα.

καὶ
οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν καὶ
ἀρχὴν καὶ τέλος.

Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι
ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς
Κυρίου σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.

καὶ ἔσται ἡ χώρατῶν
Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβηθρον· πᾶς ὃς ἐὰν ὀνομάσῃ
αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος
ἐπʼ αὐτήν.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰ
γύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Καναανείτιδι καὶ ὀμνύντες τῷ ὀνόματι
Κυρίου· πόλις ἀσεδέκ κληθήσεται ἡ μία πόλις.

Τῇ
ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ
στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ,

καὶ ἔσται εἰς σημεῖον εἰςτὸν
αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον
διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει
αὐτούς, κρίνων σώσει αὐτοὺς.

καὶ γνωστὸς ἔσται Κύριος τοῖς
Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ
ἀποδώσουσιν.

καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ, καὶ
ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται
 

 
αὐτῶν καὶ ἰάσεται αὐτούς.

Tῇ ἡμέρᾳ ἐκείνῃ ἔσται 
ὀδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς
Αἴγυπτον· καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν
Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται
Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις, εὐλογημένος
ἐν τῇ γῇ

ἣν εὐλόγησεν Κύριος σαβαὼθ λέγων Εὐλογημένος ὁ λαός
μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ γῆ κληρονομία μου,
Ἰσραήλ.

Τοῦ ἔτους ὅτε εἰσῆλθε Ταναθὰν εἰς Ἀζωτον, ἡνίκα ἀπεστάλη
ὑπὸ Ἄρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ
λαβεν αὐτήν,

τότε ἐλάλησεν Κύριος πρὸς Ἠσαίον υἱὸν Ἀμὼς
λέγων ΙΙορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ
σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως,
πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.

καὶ εἶπεν Κύριος ὃν τρότπον
πεπόρευται ὁ παῖς μου Ἰσαίας γυμνὸς καὶ ἀνυπόδετος τρία
ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ
Αἰθίο ψιν·

ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν
Αἰγύπτου καὶ Αἰθιόπων, νεανίο ους καὶ πρεσβύτας, γυμνοὺς καὶ
ἀυυποδέτους ἅμα, κεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.

καὶ αἰ
σχυνθήσονται ἡττηθέντες ἐπὶ τοῖς Αἰθίοψιν, ἐφʼ οἷς ἦσαν πεποιθότες
οἱ Αἰγύπτιοι, οἱ ἤσαν αὐτοῖς δόξα.

καὶ ἐροῦσιν οἱ κατοικοῦντες
ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ Ἰδοὺ ἡμεῖς ἧμεν
 

 
 πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἱ οὐκ ἐδύναντο σωθῆναι
ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;

Ὡς καταιγὶς δι ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς·
φοβερὸν

τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ
ὁ ἀνομῶν ἀνομεῖ. ἐπʼ ἐμοὶ οἱ Ἐλαμεῖται, καὶ οἱ πρέσβεις τῶν
Περσῶν ἐπʼ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.

διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν
με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσ πούδασα τοῦ μὴ
βλέπειν.

ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει, ἡ
ψυχὴ μου ἐφέστηκεν εἰς φόβον.

ἑτοίμασον τὴν τράπεζαν, φάγετε,
πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς,

ὅτι οὕτως
εἶπεν πρὸς μέ Κύριος Βαδίσας σεαυτῷ στῆσον σκοπόν, καὶ ὃ ἂν
ἴδῃς ἀνάγγειλον.

καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτηνὄνου
καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλήν, καὶ κάλεσον,

καὶ κάλεσον
Οὐρείαν εἰς τὴν σκοπιάν. Κύριος εἶπεν Ἔστην διὰ παντὸς
ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,

καὶ ἰδοὺ
αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν
πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα
αὐτῆς συνετρίβη εἰς τὴν γῆν.

ἀκούσατε οἱ καταλελιμμένοι
 

 
καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ 
θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. 
 Τὁ ὅραμα τῆς Ἰδουμαίας.

Πρὸς ἐμέ καλεῖ παρὰ τοῦ Σηείρ Φυλάσσετε ἐπάλξεις.

Φυλάσσω
τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρ᾿ ἐμοὶ
οἴκει.

ἐν τῷ δρυμῷ ἐσπέρας κοιμηθήσῃ, ἐν τῇ ὁδῷ Δαιδάν.

εἰς
σνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν,
ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν

διὰ τὸ πλῆθος τῶν πεφονευμένων
καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς
μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ
διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.

διότι οὕτως
εἶπέν μοι Κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ
δόξα τῶν υἱῶν Κηδάρ,

καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν
ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ θεὸς Ἰσραὴλ
ἐλάλησεν.

Τί ἐγένετό σοι ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια;

ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὐ τραυματίαι ἐν
μαχαίραις, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμῳ.

πάντες οἱ ἄρχοντές
σου πεφεύγασιν, καὶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ
 

 
 οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν.

διὰ τοῦτο εἶπα Ἅφετέ με,
πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα
τῆς θυγατρὸς τοῦ γένους μου.

ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας, καὶ
καταπάτημα καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· ἐν φάραγγι Σειὼν
πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη.

οἱ
δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας. ἀναβάται ἄνθρωποι ἐφʼ ἵππους,
καὶ συναγωγὴ παρατάξεως.

καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου,
πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου,

καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ
ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως,

καὶ ἀνακαλύψουσιν τὰ
κρυπτὰ τῶν σἴκων τῆς ἄκρας Δαυείδ. καὶ εἴδοσαυ ὅτι πλείους εἰσίν,
καὶ ὅτι ἀπέστρεψεν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν,

καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἰερουσαλὴμ εἰς ὀχυρώματα τείχους
τῇ πόλει.

καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶνι
ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν
ἀπʼ ἀρχῆς ποιήσαντα αὐτήν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.

καὶ
ἐκάλεσεν κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ
κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,

αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην
καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε
φαγεῖν κρέα καὶ πιεῖν οἶνον Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.

καὶ ἀνακεκαλυμμένα ?? ἐστιν ἐν τοῖς ὠσὶν Κυρίου
σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε.

Τάδε λέγει Κύριος σαβαώθ Πορεύου εἰς τὸ παστοφόριον πρὸς 
Σόμναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ

Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν
ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν
ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν;

ἰδοὺ δὴ
Κύριος σαβαὼθ ἐκβάλλει καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν
σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον,

καὶ ῥίψει σε εἰς
χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἄρμα
σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου,

καὶ
ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.

καὶ
ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν
τοῦ Χελκίου,

καὶ ἐνδύσω αὐτὸν τὴν στολὴν σου, καὶ τὸν στέφανόν
σου δώσω αὐτῷ κατὰ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς
τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ
καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ.

καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ,
καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ κλείσει καὶ οὐκ ἔστιν ὁ ἀνοί
γων.

καὶ στηλῶ αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς
 

 
 θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. 24καὶ ἔσται πεποιθὼς
ἐπʼ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ
ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ ²⁵τῇ ἡμέρᾳ ἐκείνῃ.
τάδε λέγει Κύριος σαβαώθ· κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν
τόπῳ πιστῷ, καὶ ἀφαιρεθήσεται καὶ πεσεῖται, καὶ ἐξολεθρευθήσεται ἡ
δόξα ἡ ἐπʼ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.

Ὀλολύξατε πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται
ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος.

τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοι.
κοῦντες ἐν τῇ νήσῳ, μεταβόλοι Φοινίκης, διαπερῶντες τὴυ θάλασσαυ

ἐν ὕδατι πολλῷ, στπέρμα μεταβόλων; ὡς ἀμητοῦ εἰσφερομένου οἱ
μεταβόλοι τῶν ἐθνῶν.

αἰσχύνθητι, Σειδών. εἶπεν ἡ θάλασσα· ἡ δὲ
ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδʼ ἔτεκον, οὐδὲ ἐξέθρεψα
νεανίσκους οὐδὲ ὕψωσα παρθένους.

ὅταν δέ ἀκουστὸν γένηται
Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.

ἀπέλθατε εἰς Καρχηδόνα,
ὀλολύξατε, οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.

οὐχ αὕτη
ἦν ὑμῶν ἡ ὕβρις ἀπʼ ἀρχῆς πρὶν ἡ παραδοθῆναι αὐτήν

τίς ταῦτα
ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἡ οὐκ ἰσχύει; οἱ ἔμποροι
αὐτῆς ἔνδοξοι. ἄρχοντες τῆς γῆς.

Κύριος σαβαὼθ ἐβουλεύσατο
παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔν.
δοξον ἐπὶ τῆς γῆς.

ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι
 

 
ἔρχεται ἐκ Καρχηδόνος.

ἡ δέ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν. 
ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ
Χανάαν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν.

λαὶ ἐροῦσιν Οὐκέτι μὴ προστεθῆτε
τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σειδῶνος· καὶ ἐὰν
ἀπείθῃς εἰς Κιτιεῖς, οὐδέ ἐκεῖ ἀνάπαυσις ἔσται σοι·

καὶ εἰς γῆν
Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος αὐτῆς
πέπτωκεν.

ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα
ὑμῶν.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος
ἑβδομήκοντα ἔτη, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ
ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης.

λάβε
κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον,
πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. καὶ ἔσται μετὰ τὰ ἑβδομήκοντα
ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Γύρου, καὶ πάλιν ἀποκαταστήσεται
εἰς τὸ ἀρχαῖον,

καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς
οἰκουμένης ἐπὶ πρόσωπον τῆς γῆς.

καὶ ἔσται ἡ ἐμπορία αὐτῆς
καὶ ὁ μισθὸς ἅγιον Κυρίῳ, οὐκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν
ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ
ἐμπλησθῆναι, καὶ εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου.

Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν
καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας
 

 
 ἐν αὐτῇ.

καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς, καὶ ὁ παῖς ὡς ὁ κύριος. καὶ,
ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, ὁ δανίζων
ὡς ὁ δανιζόμενος, καὶ ὁ ὀφίλων ὡς ᾧ ὀφίλει.

φθορᾷ φθαρήσεται
ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου
ἐλάλησεν ταῦτα.

ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν
οἱ ὑψηλοὶ τῆς γῆς.

ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας
αὐτήν, διότι παρήλθοσαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα,
διαθήκην αἰώνιον.

διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ
κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ
γῆ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.

πενθήσει οἶνος, πενθήσει
ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχὴν.

πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδία καὶ πλοῦτος
ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας.

ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον,
πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.

ἠρημώθη πᾶσα πόλις,
κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.

ὀλολύζετε περὶ τοῦ οἴνου,
πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη.

καταλειφθήσονται πόλεις
ἔρημοι, καὶ οἶκοι ἐγκαταλελιμμένοι ἀπολοῦνται.

ταῦτα πάνταἔσονται
ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται
ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ
τρυγητός.

οὗτοι βοῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς
γῆς εὐφρανθήσονται ἄμα τῇ δόξῃ Κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς
θαλάσσης.

διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς
θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται

Κύριε ὁ θεὸς
 

 
Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ 
εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦντες τὸν νόμον,

φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ
τῆς γῆς.

καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον·
καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἀλώσεται ὑπὸ τῆς παγίδος·
ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια
τῆς γῆς.

ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται
ἡ γῆ.

ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς
ὀπωροφυλάκιον ἡ γῆ, κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται
καὶ οὐ μὴ δύνηται ἀναστῆναι.

Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ
τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.

καὶ συνάξουσιν συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλεί
σουσιν εἰς ὀχύρωμα, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.

καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει
Κύριος ἐκ Σειὼν καὶ εἰς Ἰερουσαλήμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων
δοξασθήσεται.

Κύριε ὁ θεός, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας
θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο.

ὅτι ἔθηκας
πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια·
 

 
 τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.

διὰ τοῦτο εὐλογήσει
σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν
σε.

ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς,
ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥὐσῃ οὐτούς·
σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπωμ ἀδικουμένων,

ὡς
ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σειὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν.
οἷς ἡμᾶς παρέδωκας.

καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖςσ
ἔθυεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον·

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος πάντα ταῦτα τοῖς
ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

κατέπιεν ὁ θά.
νατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν Κύριος ὁ θεὸς πᾶν δάκρυον ἀπὸ
παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς
γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν.

καὶ ἐροῦσιν τῇ ἡμέρᾳ ἐκείνῃ
Ἰδοὺ ὁ θεὸς ἡμῶν ἐφʼ ᾧ ἠλπίζομεν, καὶ σώσει ἡμᾶς· οὗτος Κύριος.
ὑπεμείναμεν αὐτῷ καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ
σωτηρίᾳ ἡμῶν.

ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ
καταπατηθήσεται ἡ Μωαβεῖτις ὃν τρόπον πατοῦσιυ ἄλωνα ἐν ἁμάξαις·

καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ.
ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφʼ ἃ τὰς χεῖρας ἐπέβαλεν·

καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ
καταβήσονται ἕως τοῦ ἐδάφους.

Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ἄσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας 
Ἰδσὺ πόλις ἰσχυρά, καὶ σωτήριον θήσει τὸ τεῖχος καὶ περίτειχος.

ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων
ἀλήθειαν,

ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην.
ὅτι ἐπὶ σοὶ ἐλπίδι

ἤλπισαν, Κύριε, ἕως τοῦ αἰῶνος, ὁ
θεὸς ὁ μέγας ὁ αἰώνιος,

ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας
ἔν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους,

ταὶ πατήσουσιν αὐτοὺς πόδες πρᾳέων καὶ ταπεινῶν.

ὁδὸς εὐσεβῶν
εὐθεῖα ἐγένετο, ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρεσκευασμένη.

ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ
τῇ μνεία

ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν. ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά
μου πρὸς σέ, ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

πέπαυται γὰρ ὁ
ἀσεβής· πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ
μὴ ποιήσει ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.

Κύριε.
ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήσονται·
ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.

Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας
ἡμίν.

κτῆσαι ἡμᾶς, Κύριε· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά
σου ὀνομάζομεν.

οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ
 

 
 μὴ ἀναστήσουσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἧρεςς πᾶν
ἄρσεν αὐτῶν.

πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες κακὰ τοῖς
ἐνδόξοις τῆς γῆς.

Κύριε, ὲν θλίψει ἐμνήσθην σου, ἐν θλίψει
μικρᾷ ἡ παιδία σου ήμῖν.

καὶ ὡς ἡ ὠδίνουσαα ἐγγίζει τεκεῖν, ἐπὶ
τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.

διὰ
τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν·
πνεῦμα σωτηρίας σου ἐποιησαμεν ἐπὶ τῆς γῆς. ἀλλὰ πεσοῦνται
παντες οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

ἀναστήσονται οἱ νεκροί,
καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ
γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν
ἀσεβῶν πεσειται.

Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά
σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον,
ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.

ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου
ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἀνακαλύψει
ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τήν
μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν
δράκοντα ὄφιν σκολιόν, ἀνελεῖ τὸν δράκοντα.

Τῇ ἡμέρᾳ
ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατʼ αὐτῆς.

ἐγὼ πόλις
ὀχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ
 

 
νυκτός, ἡμέρας δὲ πεσεῖται τεῖχος.

τοὐκ ἔστιν ἣ οὐκ ἐπεάβετο 
αὐτὴς· τίς με θησει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίιν
ταύτην ἠθέτηκα αὐτὴν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος
πάντα ὅσα συνέταξεν. κατακέκαυμαι,

βοήσονται οἱ ἐνοικοῦντες ἐν
αὐτῇ, ποιήσωμεν εὶρήνην.

οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει
καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ
αὐτοῦ.

μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ
ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;

μαχόμενος καὶ ὀνειδίζων
ἐξαποστελεῖ αὐτοὺς· οὐ σὺ ἧσθα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ,
ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;

διὰ τοῦτο ἀφαιρεθήσεται ἀνομία
Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν
ἁμαρτίαν, ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους
ὡς κονίαν λεπτὴν· καὶ οὐ μή μείνῃ τὰ δένδρα αὐτῶν, καὶ
τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

τὸ κατοικούμενον
ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον·
καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.

καὶ 
μετὰ χρονον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι
γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν.
διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας
αὐτοὺς οὐ μὴ ἐλεήσῃ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
συμφράξει ὁ θεὸς ἀπὸ τῆς διὼρυχος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων·
ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ.

Καὶ ἔστι
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν
οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ,
καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἄγιον Ἰερουσαλήμ.

Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως. οἱ μισθωται Ἐφράιμ, τὸ ἄνθος τὸ
ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἰ μεθύοντες
ἄνευ οἴνου.

ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα
καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος
πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυμα· ταῖς χερσὶν

καὶ τοῖς ποσὶν καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ
Ἐφραίμ.

καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς ζωῆς
ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου ὁ ἰδὼν
αὐτό, πρὶν εἰς τὴν χειρα αὐτοῦ λαβειν αὐτὸ, θελήσει αὐτὸ καταπιεῖν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς
ἐλπίδος ὁ πλεκεὶς τῆς δοξης τῷ καταλειφθέντι τοῦ λαοῦ·

καταλειφθησοντι
ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων
ἀνελεῖν.

οὗτοι γὰρ οἴνῳ πεπλημμελημένοι εἰσίν· ἐπλανήθησαν διὰ
τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σικερα, κατεπι
θησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν·
τοῦτ᾿ ἔστι φάσμα.

ἀρὰ ἔδεται ταύτην τὴν βουλὴν· αὕτη γὰρ ἡ
βουλὴ ἕνεκεν πλεονεξίας.

τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν
ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀποσπασμένοι
ἀπὸ μαστοῦ.

θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα
ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν,

διὰ φαυλισμὸν χειλέων,
γλώσσης ἐτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ

λέγοντες αὐτοῖς
Τοῦτο τὸ ἀναπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ
 

 
οὐκ ἠθέλησαν ἀκούειν.

καὶ ἔσται αὐτοις τὸ λογιον Κυρίου θλίψις 
ἐπὶ θλιψιω, ἐλπὶς ἐπὶ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν ἵνα πορεύσαωσιν
καὶ πέσωσιν ὀπίσω, καὶ συντριβήσονται καὶ κινδυνεύσουσιν
καὶ ἁλώσονται.

Διὰ τοῦτο ἀκούσατε λόγον τοῦ κυρίου,
ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ,

ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ἄδον, καὶ μετὰ
τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθη, οὐ μὴ ἔλθῃ
ἐφʼ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα.

διὰ τοῦτο οὕτως λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ
ἐμβάλλω εἰς τὰ θεμέλια Σειὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον
ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ.

και θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς
σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι μὴ παρέλθῃ ὑμᾶς
καταιγίς.

μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ
ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾄδην, οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν
ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.

ὅταν παρέλθῃ, λήμψεται
ὑμάς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἐν :νυκτὶ ἔσται ἐλπὶς
πονηρά. μάθετε ἀκούειν

στενοχωρούμενοι· οὐ δυνάμεθα μάχεσθαι,
αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι.

ὥσπερ ὄρος ἀσεβῶν
ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαὼν, μετὰ θυμοῖ
ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίς ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως
χρήσεται, καὶ ἡ σαπρία αὐτοῦ ἀλλοτρία.

καὶ ὑμεις μὴ εὐφρανθείητε,
μηδέ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί διότι συντετελεσμένα καὶ
συντετμημένα πράγματα ᾔκουσα παρὰ Κυρίου σαβαὼθ ἃ ποιήσει
 

 
 ἐπὶ πᾶσαν τὴν γῆν.

Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου.
προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

μὴ ὅλην τὴν ἡμέραν
ἀροτριάσει ὁ ἀροτριῶν; ἡ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι
τὴν γῆν;

οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει
μικρὸν μικρὸν μελάνθιον κύμινον, καὶ πάλιν σπείρει πυρόν, κριθὴν καὶ
κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου;

καὶ παιδευθήσει κρίματι
θεοῦ, καὶ εὐφρανθήσῃ.

οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ
μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ
ῥάβδῳ τινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον

μετὰ ἄρτου βρωθήσεται.
οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι. οὐδὲ
φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.

καὶ ταῦτα παρὰ Κυρίοι
σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν
παράκλησιν.

Οὐαὶ Ἀριὴλ πόλις, ήν ἐπολέμησεν Δαυείδ. συναγάγετε γενήματα
ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν· φάγεσθε, φάγεσθε γὰρ σὺν Μωάβ.

ἐκθλίψω
γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί.

καὶ
κυκλώσω ὡς Δαυεὶδ ἐπὶ σέ, καὶ βαλῶ περὶ σέ χάρακα, καὶ θήσω περὶ
σὲ πύργοις,

καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου, καὶ εἰς
τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσονται ὡς οἱ φωνοῦντες εκ τῆς
γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνὴ σου ἀσθενήσει.

καὶ
ἔσται ὡς κονιορτὸς ἀπὸ τοίχου ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χωοῦς
φερόμενος τὸ πλῆθος τῶν καταδυναστευοντων σε, καὶ ἕσται ὡς στιγμὴ
παραχρῆμαα

πρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἕσται μετὰ βροντῆς
 

 
καὶ σεισμοῦ καὶ φωνὴ μεγάλη, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς 
κατεσθίουσα.

καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθʼ ὕπωους νυκτὸς ὁ
πλοῦτος ἀπάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλήμ,
καὶ πάντες οἰ στρατευόμενοι ἐπι Ἰερουσαλήμ, καὶ πάντες οἱ συνηγμένοι
ἐπʼ αὐτὴν καὶ οἱ θλίβοντες αὐτὴν.

καὶ ὡς οἱ ἐν τῷ ὕπωῳ
πίνοντες καὶ ἔσθοντες, καὶ ἐξανασταντων μάταιον τὰ ἐνυπνιον· καὶ
ον τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων, καὶ ἐξαναστὰς ἔτι διψῷ.
ἡ δὲ ψυχη αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων
τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σειών.

Ἐκλύθητε
καὶ ἔκστητε, κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδε, ἀπὸ οἴνον·

ὅτι
πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς
ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν,
οἱ ὁρῶντες τὰ κρυπτά.

καὶ ἔσται ὑμῖν τὰ ῥήματα πὰντα ταῦτα ὡς
οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἂν δῶσιν αὐτὸ ἀνθρώπῳ
ἐπισταμένῳ γράμματα λέγοντες Ἀωάγνωθι ταῦτα, καὶ ἐρεῖ Οὐ δύναμαι
§ἀναγνῶναι, ἐσφράγισται γάρ.

καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς 
χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωθι
τοῦτο· καὶ ἐμεῖ Οὐκ ἐπίσταμαι γράμματα.

καὶ εἶπεν Κύριος Ἐγγίζει
μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν
τιμῶσίν με, ἡ δέ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ
σέβονταί με διδάσκοντες ἐντάλματα ανθρώπων καὶ διδασκαλίας.

διὰ
 

 
 τουτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαόν τοὺτον· καὶ μεταθήσω
αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν
συνετῶν κρύψω.

Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ ἔσται
ἐν σκοτει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν Τίς ἑόρακεν ἡμᾶς καὶ τίς
ἡμᾶς γνώσεται ἡ ἃ ἡμεῖς ποιοῦμεν;

οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως
λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό Οὐ σύ με
ἔπλασας; ἣ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;

οὐκέτι
μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ
Χερμελ εἰς δρυμὸν λογισθήσεται

καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ
ὀφθαλμοὶ τυφλῶν ὄψονται,

καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν 
εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται
εὐφροσύνης.

ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλεθρεύθησαν
οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ,

καὶ οἱ ποιοῦντες ἁμαρτεῖν
ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα
θήσουσιν, ὅτι ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.

διὰ τοῦτο τάδε
λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ Οὐ νῦν
αἰσχυνθήσεταιι Ἰακώβ, οὐδὲ νὺν τὸ πρόσωπον μεταβαλεῖ

ἀλλʼ ὅταν
 ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾿ ἐμέ ἁγιάσωσιν τὸ ὄνομά¶
μου, καὶ ἁγιάσωσιν τὸν ἄγιον Ἰακώβ, καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.

καὶ γνώσονται πλανώμενοι τῷ πνεύματι σύνεσιν, οἰ δέ
 

 
γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι 
μαθήσονται λαλεῖν εἰρήνην.

Οὐαὶ τέκνα τέκνα ἀποστάται, λέγει Κύριος· ἐποιήσατε βουλὴν οὐ
δι᾿ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἀμαρτὰςς
ἐφ᾿ ἁμαρτίας·

οἱ πορευόμενοι καταβῆναι¶ εἰς Αἴγυπτον, §ἐμέ δὲ 
οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ
Αἰγυπτίων.

ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς
πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος.

ὅτι εἰσὶν ἐν Γάνει ἀργηγοὶ
ἄγγελοι πονηροί

μάτην κοπιὰσουσιν πρὸς λαὸν ὧς οὐκ ὼφελήσει
αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. 
 Ἡ δρασις τῶν τετραπόδων τῶν ἐν τῆ ἐρήμῳ.

Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος,
ἐκεῖθεν καὶ ἀσ πίδες καὶ ἔκγονα ἀσπίδων, οἵ ἔφερον ἐπ ὄνων καὶ
καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς.

Αἰγύπτιοι ματαια καὶ κενὰ ὡφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς
ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

νῦν οὖν καθίσας γράψον ἐπὶ
πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα καρῷ καὶ ἕως
εἰς τὸν αἰῶνα.

ὅτι λαὸς ἀπειθὴς ἐστιν, υἱοὶ ψευδεῖς οἴ οὐκ ἠβούλοντο
ἀκούειν τὸν νόμον τοῦ θεοῦ,

οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε
ἡμίν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν
λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,

καὶ ἀποστρέψατε
 

 
 ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφʼ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ
ἀφέλετε ἀφʼ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραὴλ.

δια τοῦτο τάδε λέγει ὁ
ἅγιος τοῦ Ἰσραὴλ Ὅτι ἠπειθὴσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε
ἐπὶ ψεύδει, καὶ ὅτι ἐγογγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λογῳ
τούτῳ,

διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἀμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα
πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἦς παραχρῆμα πάρεστιν τὸ πτῶμα·

καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγίου ὀστρακίνου, εκ
κεραμίου λεπτὰ ὥστε μὴ είρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς.
καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.

οὕτω λέγει κύριος Κύριος ὁ
ἅγιος τοῦ Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ
γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς
ὑμῶν ἐγενήθη. καὶ οὐκ ἠβούλεσθε ἀκούειν,

ὰλλ᾿ εἴπατε Ἐφʼ ἵππων
φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα·
διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.

χίλιοι διὰ φωνὴν ἑνὸς
 φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε
ὡς ἱστὸς ἐπʼ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.

καὶ
πὰλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθησεται
τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτής Κύριος ὁ θεὸς ὑμῶν· μακάριοι οἱ ἐμμένοντες
ἐπʼ αὐτῷ.

Διότι λαὸς ἅγιος ἐν Σειὼν οἰκήσει· καὶ
Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· ἐλεήσει σε, τὴν φωνὴν
 

 
τῆς κραυγῆς σου ἡνίκα εἰδεν, ἐπήκουσέν σου.

καὶ δώσει Κύριος 
ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ
πλανῶντές σε· ὅτι οἱ ἀφθαλμοι σου ὄψονται τοὺς πλανῶντάς σε,

καὶ τὰ ὠτα σου ἀκουσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων,
οἱ λέγοντες Αὔτη ή ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἶτε δεξιὰ εἶτε ἀριστερά.

καὶ μιανεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα κιὶ περικε χρυσωμένα.
λεπτὰ ποιήσεις καὶ λικμησεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον
ὤσεις αὐτά.

τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ
ἄρτος τοῦ γενηματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρὸς· καἰ
βοσκηθησεται σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύΧωρον,

οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ἄχυρα
ἀναπεποιημένα φάγονται ἐν κριθῆ λελικμημένῃ.

καὶ ἔσται ἐπὶ
παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, ὅταν πέσωσιν
πύργοι.

καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ
τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται
Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σοι
ἰάσεται.

Ἰδοὺ τὸ ἄνομα Κυρίου ἔρχεται διὰ χρόνου, καιόμενος
θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς
πλῆρες, καὶ ἡ ὀργή τοῦ θυμοῦ ὡς πῦρ ἔδεται·

καὶ τὼ πνεῦμα αὐτοῦ
ὡς ὕδω ἐν φάραγγι σῦρον ἤξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται
τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις
καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.

μὴ διὰ παντὸς δεὶ
ὑμάς εὐφραίνεσθαι, καὶ εἰς πορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς
ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐτλοῦ εἰς
 

 
 τὸ ὄρος Κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραὴλ;

καὶ ἀκουστὴν ποιήσει
Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος
αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει
βιαίῳ, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομὲν βία.

διὰ
γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγη ἧ ἂν πατάξῃ
αὐτούς.

καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἣν αὐτῶν ἡ ἐλπὶς τῆς
βοηθείας, ἐφʼ ἦ αὐτὸς πεποίθει· αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας
πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.

σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ·
μὴ καὶ σοὶ βασιλεύειν ἡτοιμάσθη, φάραγγα βαθεῖαν, ξύλα
κείμενα, πῦρ καὶ ξύλα πολλά ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ
θείου καιομένη.

Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφʼ ἵπποις
πεποιθότες καὶ ἐφ᾿ ἄρμασιν· ἔστι γὰρ πολλά, καὶ ἐφʼ ἵπποις πλῆθος
σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν
κύριον οὐκ ἐζήτησαν.

καὶ αὐτὸς σοφὸς ἦγεν ἐπʼ αὐτοὺς κακά, καὶ ὁ
λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπʼ οἴκους ἀνθρώπων
πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν,

Αἰγύπτιον ἄνθρωπον
καὶ οὐ θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια· ὁ δὲ κύριος
ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῖντες,
καὶ ἄμα πάντες ἀπολοῦνται.

ὅτι οὕτως εἶπέν μοι Κύριος Ον τρόπον
 

 
βοήσῃ ὁ λέων ἡ ὁ σκύμνος ἐπὶ τῇ θήρα ἦ ἔλαβεν. καὶ κεκράξῃ ἐπʼ αὐτή 
ἕως ἐμπλησθῇ τὰ ὅρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος
τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαωθ ὲπιστρατεῦσαι
ἐπὶ τὸ ὄρος τὸ Σειὼν, ἐπὶ τὰ ὅρη αὐτῆς.

ὡς ὄρνεα πετόμενα,
οὕπως ὑπερασπιεῖ Κύριος σαβαώθ, ὑπέρ Ἰερουσαλὴμ ὑπερασπιεῖ καὶ
ἐξελεῖται, καὶ περιποιήσεται καὶ σώσει.

ἐπιστράφητε, οἱ τὴν βαθείαν
βουλὴν βουλευόμενοι καὶ ἄνομον υἱοὶ Ἰσραήλ.

ὅτι τῇ ἡμέρᾳ
ἐκείνη ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χεροποίητα αὐτῶν τὰ ἀργυρᾳ
καὶ τὰ χειροποίητα τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν.

καὶ 
πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται
αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ
νεανίσκοι ἔσονται εἰς ἤττημα,

πέτρᾳ γὰρ περιλημφθήσονταιι ὡς χὰυακι
καὶ ἡττηθήσονται, ὁ δέ φεύγων ἀλώσεται.

Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σειὼν σπέρμα καὶ οἰκείους ἐν
 1Ἰερουσαλήμ.

ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ
κρίσεως ἄρυβήσεται

καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοί
καὶ κρυβήσεται ὡς ἀφ᾿ ὔδατος φερομένου·¶ καὶ φανήσεται ἐν Σειὼν 
ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῆ διψώσῃ.

καὶ οὐκέτι ἔσονται
πεποιθοτες ἐπʼ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα ἀκούειν δώσουσιν·

καὶ ἡ
καρδία τῶν ἀσθενούντων προσήξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι
οἱ ψελλίζουσαι ταχύ μαθήσονται λαλεῖν εἰρήνην·

κιὶ οὐκέτι μὴ
 

 
 εἶπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μή εἴπωσινν οἱ ὑπηρέται
σου Σίγα.

ὁ γὰρ μωρὸς μωρὰ λαλήσει. καὶ ἡ Καρδία αὐτοῦί
μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον
πλάνησιν, τοῦ διασπεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τας
διψώσας κενὰς ποιήσει.

ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα
σεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι
λόγους ταπεινῶν ἐν κρίσει.

οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο,
καὶ αὕτη ἡ βουλὴ μενεῖ.

Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ
ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι, εἰσακούσατε λογους
μου.

ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετʼ ἐλπίδος·
ἀνήλωται ὁ τρυγητός, πέπαυται, οὐκέτι μὴ ἔλθῃ.

ἔκστητε, λυπήθητε
αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφῦς

καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε, ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ
ἀμπέλου γενήματος.

γῆ τοῦ λαοῦ μου, ἄκανθα καὶ χόρτος ἀναβήσεται,
καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται· πόλις πλουσίαι,

οἶκοι ἐγκαταλελιμμένοι πλοῦτον πόλεως ἀφήσουσιν, οἴκους ἐπιθυμήματος·
καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη
ὄνων ἀγρίων, βοσκήματα ποιμένων,

ἕως ἂν ἔλθῃ ἐφʼ ὑμᾶς πνεῦμα
ἀφʼ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμελ εἰς δρυμὸν
λογισθήσεται.

καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη
ἐν τῷ Καρμήλῳ κατοικήσει·

καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης
εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, 'αὶ πεποιθότες ἕως τοῦ
αἰῶνος·

καὶ οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει
 

 
πεποιθώς, καὶ ἀναπαύσονται μετὰ πλούτου.

ἡ δέ χάλαζα ἐὰν 
καταβῇ, οὐκ ἐφ᾿ ὑμάς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς
πεποιθὸτες ὡςς ἐν τῆ πεδινῇ.

μακάριοι οἰ σπείροντες ἐπὶτες πᾶν
ὔδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους,
καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες
καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφʼ ἱματίου οὕτως ἡττήσονται.

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα
τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δέ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.

διὰν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου
καὶὶ διεσπάρησαν τὰ ἔθνη.

νῦν δέ συναχθήσεται τὰ σκῦλα ὑμῶν
μικροῦ καὶ μεγάλου· ὃν τροπον ἐαν τις συναγάγῃ ἀκρίδα, οὕτως
ἐμπαίξουσιν ὑμῖν.

ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλῷ, ἐνεπλήσθη
Σειῶν κρίσεως· καὶ δικαιοσύνῃ

ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυρυῖς
ἡ σωτηρία ἡμῶν, ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβειαι
πρὸς τὸν κύριον· οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης.

Ἰδοὺ δὴ
ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται
ἀφ᾿ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες
εἰρήνην.

ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ
φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ
λογισθήσεσθε αὐτοὺς ἀνθρώπους.

ἐπένθησεν ἡ γῆ. ᾐσχύνθη ὁ
Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλειλαία καὶ ὁ
 

 
 Χερμέλ.

νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν
ὑψωθήσομαι·

νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε· ματαία ἔσται ἡ
ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς,

καὶ ἔσονται
ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.

Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ
ἐγγίζοντες τὴν ἰσχύν μου.

ἀπέστησαν οἱ ἐν Σειὼν ἄνομοι, λήμψεται
τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς
ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;

πορευόμενος ἐν δικαιοσύνῃ,
λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος
ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵωα μὴ ἀκούσῃ κρίσιν αἵματος,
καμμύων τοὺς ὀφθαλμοὺς ἴνα μὴ ἴδῃ ἀδικίαν,

οὗτος οἰκήσει
ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ
ὕδωρ αὐτοῦ πιστόν.

βασιλέα μετὰ δόξης ὄψεσθε, οἱ ὀφθαλμοὶ
ὑμῶν ὄψονται γῆν πόρρωθεν·

ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ
 εἰσιν οἰ γραμματικοί; §ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ
ἀριθμῶν τοὺς τρεφομένους

μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσατο
οὐδὲ ἥδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος,
καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις.

ἰδοὺ Σειὼν ἡ πόλις,
τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, πόλις
πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι
τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία
αὐτῆς οὐ μὴ διαρραγῶσιν·

ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. τόπος
ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ
ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.

ὁ γὰρ
 

 
θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με· Κύριος κριτὴς ἡμῶν, 
Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσεῖ.

ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου
ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὕ παραδοθῇ
εἰς προνομὴν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.

καὶ
οὐ μὴ εἴπωσιν Κοπιῶ ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς
ἡ ἁμαρτία.

Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῇ
καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ.

διότι θυμὸς
Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ
ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν.

οἱ δὲ τραυματίαι
αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ
ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.

καὶ τακήσονται
πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται ὡς βιβλίον
ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου,
καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.

ἐμεθύσθη ἐν τῷ οὐρανῷ ἡ μάχαιρά
μου· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν
τῆς ἀπωλείας μετὰ κρίσεως.

ἡ μάχαιρα τοῦ κυρίου ἐνεπλήσθη
αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος τράγων καὶ ἀμνῶν
καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία τῷ κυρίῳ ἐν Βόσορ,
καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ,

καὶ συμπεσοῦνται οἱ ἁδροὶ
μετʼ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ
τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.

ἡμέρα
γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σειών.

καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς
εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη

νυκτὸς καὶ
ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται
ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται, καὶ εἰς χρόνον
πολύν.

ὄρνεα καὶ ἐχῖνοι καὶ εἴβεις καὶ κόρακες κατοικήσουσιν
ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου,
καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

οἱ ἄρχοντες αὐτῆς
οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς
ἀπώλειαν.

καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα
καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνων καὶ αὐλὴ
στρουθῶν·

καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσονται
ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι
εὑρόντες αὑτοῖς ἀνάπαυσιν·

ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν
ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ
εἶδον τὰ πρόσωπα ἀλλήλων·

ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν
οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι Κύριος αὐτοῖς
ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτά.

καὶ αὐτὸς
ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι·
 

 
εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, γενεὰς γενεῶν ἀναπαύσονται 
ἐπʼ αὐτῆς.

Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω
ὡς κρίνον,

καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου·
ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ
λαός μου ὄψεται τὴν δόξαν Κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ.

ἰσχύσατε,
χείρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε,
οἱ ὀλιγόψυχοι τῇ διανοία· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν
κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.

τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται.

τότε ἁλεῖται ὡς ἔλαφος χωλός, τρανῆ δὲ ἔσται γλῶσσα μογιλάλων,
ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῆ διψώσῃ,

καὶ
ἔσται ἡ ἄνυδρος εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος
ἔσται· ἐκεῖ εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη.

ἔσται
ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ
ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι
πορεύσονται ἐπʼ αὐτῆς, οὐ μὴ πλανηθῶσιν.

καὶ οὐκ ἔσται
ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων οὐ μὴ ἀναβῇ εἰς αὐτὴν οὐδὲ
μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι

καὶ συνηγμένοι
διὰ Κύριον· καὶ ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σειὼν
μετʼ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπέρ κεφαλῆς αὐτῶν, αἴνεσις
 

 
 καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς· ἀπέδρα
ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου
ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας
τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς.

καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων
Ῥαβσάκην ἐκ Λαχεὶς εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ
δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς
ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

καὶ ἐξῆλθεν πρὸς αὐτὸν
Ἐλιακεὶμ ὁ τοῦ Χελκείου ὁ οἰκονόμος καὶ Σόβνας ὁ γραμματεὺς
καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.

καὶ εἶπεν αὐτοῖς
Ῥαβσάκης Εἴπατε Ἑζεκίᾳ Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς
Ἀσσυρίων Τί πεποιθὼς εἶ;

μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις
γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας ὅτι ἀπειθεῖς μοι;

ἰδοὺ
πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην,
ἐπʼ Aἴγυπτον· ὃς ἂν ἐπιστηρισθῇ ἐπʼ αὐτήν, εἰσελεύσεται εἰς
τὴν χείρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες
οἱ πεποιθότες ἐπʼ αὐτῷ.

εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν
πεποίθαμεν,

νῦν μίχθητε τῷ κυρίη μου τῷ βασιλεῖ Ἀσσυρίων,
καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας
ἐπʼ αὐτούς.

καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν
τοπαρχῶν ; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπʼ Αἴγυπτον, εἰς ἵππον
 

 
καὶ ἀναβάτην.

καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν 
ταύτην πολεμῆσαι αὐτήν Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν
γῆν ταύτην καὶ διάφθειρον αὐτήν.

καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακεὶμ
καὶ Σόμνας καὶ Ἰώας Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν
γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἵνα τί
λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει;

καὶ εἶπεν
Ῥαβσάκης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς
ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ
πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν
κόπρον καὶ πίωσιν οὖρον μεθʼ ὑμῶν ἅμα;

καὶ ἔστη Ῥαψάκης
καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς
λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

Τάδε λέγει
ὁ βασιλεύς Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λόγοις, οὐ μὴ δύνηται ῥύσασθαι
ὑμᾶς·

καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ
θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων·

μὴ ἀκούετε Ἑζεκίου τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Εἰ
βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος
τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ χαλκοῦ
ὑμῶν,

ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ
σίτου καὶ οἴνου καὶ ἄρτων §καὶ ἀμπελώνων.

μὴ ἀπατάτω ὑμᾶς 
 

 
 Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν
ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;

ποῦ ἐστιν ὁ θεὸς Ἑμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως
Ἐπφαρουαίμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου;

τίς
τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ὅστις ἐρρύσατο τὴν γῆν αὐτοῦ
ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ θεὸς τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου;

καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι
τὸν βασιλέα μηδένα ἀποκριθῆναι.

καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ
Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ
ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἑζεκίαν ἐσχισμένοι τοὺς
χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου.

Καὶ
ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἑζεκίαν, ἔσχισεν τὰ ἱμάτια
καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.

καὶ
ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ
τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς
Ἠσαίον υἱὸν Ἀμὼς τὸν προφήτην·

καὶ εἶπαν αὐτῷ Τάδε λέγει
Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ
σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ
τεκεῖν.

εἰσακούσαι Κύριος ὁ θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς
ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν
 

 
λόγους οὓς ἤκουσεν Κύριος ὁ θεός σου· καὶ δεηθήσῃ πρὸς κύριόν 
σου περὶ τῶν καταλελιμμένων τούτων.

καὶ ἦλθον οἱ παῖδες
τοῦ βασιλέως Ἑζεκίου¶ πρὸς Ἠσαίον,

καὶ εἶπεν αὐτοῖς Ἠσαίας 
Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς
ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως
Ἀσσυρίων.

ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας
ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται
μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.

Καὶ ἀπέστρεψεν Ῥαβσάκης, καὶ κατέλαβεν τὸν βασιλέα Ἀσσυρίων
πολιορκοῦντα Λόβναν, καὶ ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχείς.

καὶ ἐξῆλθεν Θαράκα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ
ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων

Οὕτως ἐρεῖτε Ἑζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας Μή σε ἀπατάτω ὁ
θεός σου, ἐφʼ ᾧ πέποιθας ἐπʼ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ
ἐν χειρὶ βασιλέως Ἀσσυρίων. ¹¹σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν
βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν, ὡς ἀπώλεσαν, καὶ σὺ
ῥυσθήσῃ;

μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς ἀπώλεσαν
οἱ πατέρες μου, τήν τε Γωζὰν καὶ Χαρρὰν καὶ Ῥάφεθ, αἵ εἰσιν ἐν
χώρᾳ Θεεμάθ;

ποῦ εἰσιν βασιλεῖς Ἑμὰθ καὶ ποῦ Ἀρφάθ; καὶ ποῦ
πόλεως Ἐπφαρουαίμ, Ἁνάγ, Οὐγαυά;

καὶ ἔλαβεν Ἑζεκίας τὸ
 

 
 βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτό, καὶ ἀνέβη εἰς οἶκον
Κυρίου καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου. 15καὶ προσεύξατο Ἑζεκίας
πρὸς Κύριον λέγων

Κύριος σαβαὼθ ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος
ἐπὶ τῶν χερουβείν, σὺ εἶ ὁ θεὸς μόνος πάσης βασιλείας τῆς
οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.

κλῖνον, Κύριε,
τὸ οὖς σου, εἰσάκουσον, Κύριε· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου,
εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Σενναχηρεὶμ οὓς ἀπέστειλεν
ὀνειδίζειν θεὸν ζῶντα.

ἐπ᾿ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς
Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν,

καὶ ἐνέβαλον
τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα
χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώσαντο αὐτούς.

νῦν δέ,
Κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα
βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ θεὸς μόνος.

Καὶ ἀπεστάλη
Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἑζεκίαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος
ὁ θεὸς Ἰσραήλ Ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ
βασιλέως Ἀσσυρίων.

οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ
θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σειών,
ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ.

τίνα ὠνείδισας
καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας
εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ;

ὅτι
δι᾿ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν
 

 
ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, 
καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου,
καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ,

καὶ ἔθηκα γέφυραν,
καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.

οὐ ταῦτα
ἤκουσα πάλαι ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν
δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ οἰκοῦντας ἐν πόλεσιν
ὀχυραῖς·

ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς
χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.

νῦν δὲ τὴν ἀνάπαυσίν
σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·

ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη
πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ
χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

τοῦτο
δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ
ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλιμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε
καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.

καὶ ἔσονται οἱ καταλελιμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν
κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω.

ὅτι ἐξ Ἰερουσαλὴμ ἔσονται
οἱ καταλελιμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σειών· ὁ ζῆλος Κυρίου
σαβαὼθ ποιήσει ταῦτα.

διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα
Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ
ἐπʼ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ
ἐπʼ αὐτὴν χάρακα·

ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται,
καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. τάδε λέγει
Κύριος

Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν
δι᾿ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν παῖδά μου.

Καὶ ἐξῆλθεν ἄγγελος
 

 
 Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν
ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ
σώματα νεκρά.

καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς
Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή.

καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν
τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ
οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς
Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου ¶
καὶ ἦλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπεν πρὸς
 §αὐτόν Τάδε λέγει Κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ
σὺ καὶ οὐ ζήσῃ.

καὶ ἀπέστρεψεν Ἑζεκίας τὸ πρόσωπον αὐτοῦ
πρὸς τὸν τοῖχον, καὶ προσεύξατο πρὸς Κύριον

λέγων Μνήσθητι,
Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ,
καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ
μεγάλῳ.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων

Πορεύθητι
καὶ εἰπὸν Ἑζεκίᾳ Τάδε λέγει Κύριος ὁ θεὸς Δαυεὶδ τοῦ πατρός σου
Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι
πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε·

καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων
ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς
πόλεως ταύτης.

τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει
ὁ θεὸς τὸ ῥῆμα τοῦτο·

ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν
 

 
οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, 
ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς
δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά.

Προσευχὴ Ἑζεκίου βασιλέως Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ
 τῆς μαλακίας αὐτοῦ.

Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω
τὰ ἔτη τὰ ἐπίλοιπα.

εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ
γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ
ἴδω ἄνθρωπον.

ἐξέλιπεν ἐκ τῆς συγγενίας μου, κατέλιπον τὸ ἐπί
λοιπον τῆς ζωῆς μου, ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ σκηνὴν
καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο ἐρίθου
ἐγγιζούσης ἐκτεμεῖν.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς
λέοντι. συνέτριψεν πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως
νυκτὸς παρεδόθην.

ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά,
οὕτως μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος
τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν
ὀδύνην τῆς ψυχῆς.

Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξῆγειράς
μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.

κἵλου γάρ μου τὴν
ψυχὴν ἵνα μὴ ἀπόληται, καὶ ἀπέριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.

οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν
 

 
 σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.

οἱ
ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον
παιδία ποιήσω, ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,

θιὲ τῆς
σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας
τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

Καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Λάβε παλάθην ἐκ σύκων καὶ
τρίψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.

καὶ εἶπεν Ἑζεκίας Τοῦτο
σημεῖον πρὸς Ἑζεκίαν ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδὰχ Βαλαδὰν ὁ υἱὸς τοῦ
Βαλαδὰν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα·
ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.

καὶ ἐχάρη ἐπʼ
αὐτοῖς Ἑζεκίας, καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τοῦ
ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ
μύρου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα
ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν Ἑζεκίας
ἐν τῷ οἴκῳ αὐτοῦ.

καὶ ἦλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα
Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ
πόθεν ἥκασιν πρὸς σέ ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν
πρὸς μέ, ἐκ Βαβυλῶνος.

καὶ εἶπεν Ἠσαίας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου;
καὶ εἶπεν Ἑζεκίας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν
τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

καὶ
κἶπεν Ἠσαίας αὐτῷ Ἄκουσον τὸν λόγον Κυρίου σαβαώθ

Ἰδοὺ ἡμέραι
ἔρχονται καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ
πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ
 

 
μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεὸς

ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν 
γεννήσεις λήμψονται, καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ
βασιλέως τῶν Βαβυλωνίων.

καὶ εἶπεν Ἑζεκίας Ἠσαίᾳ Ἀγαθὸς λόγος
Κυρίου ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις
μου.

Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός.

ἱερεῖς,
λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ, παρακαλέσατε αὐτήν, ὅτι
ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ
χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας
ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν.

πᾶσα φάραγξ πληρωθήσεται,
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ
εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδία,

καὶ ὀφθήσεται ἡ δόξα Κυρίου,
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι Κύριος ἐλάλησεν.

φωνὴ λέγοντος Βόησον. καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος.
καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·

ἐξηράνθη ὁ χόρτος
καὶ τὸ ἄνθος ἐξέπεσεν,

τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν
αἰῶνα.

Ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σειών·
ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ·
ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα Ἰδοὺ ὁ θεὸς
ὑμῶν.

ἰδοὺ κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ
κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει
ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.

Τίς ἐμέτρηκεν
 

 
 τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν
δρακί; τίς ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ ;

τίς ἔγνω
νοῦν Κυρίου, καὶ τίς συφοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;

ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ; ἢ τίς ἔδειξεν
αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;

εἰ πάντα τὰ ἔθνη
ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, ὡς σίελος
λογισθήσονται·

ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ
τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,

καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν
εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν.

τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι
ὁμοιώματι ὡμοιώσατε αὐτόν;

μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος
χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; ὁμοίωμα κατεσκεύασεν
αὐτόν;

ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητήσει
πῶς στήσει αὐτοῦ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται.

οὐ γνώσεσθε; οὐκ
ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς
γῆς;

ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς
ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν
κατοικεῖν,

ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν
ἐποίησεν.

οὐ γὰρ μὴ φυτεύσωσιν οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ
ῥιζωθῆ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπʼ αὐτοὺς καὶ ἐξηράνθησαν,
καὶ καταιγὶς ὡς φρύγανα λήμψεται αὐτοὺς.

υῦν οὖν τίνι
με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.

ἀναβλέψατε εἰς
ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα;
ὁ ἐκφέρων κατʼ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ᾿ ὀνόματι
 

 
καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε 
ἔλαθεν.

Μὴ γὰρ εἴπῃς. Ἰακώβ, καὶ τί ἐλάλησας, Ἰσραήλ
Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν
ἀφεῖλεν καὶ ἀπέστη;

καὶ νῦν οὐκ ἔγνως ; εἰ μὴ ἤκουσας; θεὸς
αἰώνιος, ὁ θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ
κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ,

διδοὺς τοῖς
πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.

πεινάσουσιν γὰρ
νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·

οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς
ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν·
ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.

τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας
αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει·
καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ
τόξα αὐτῶν·

καὶ διώξεται αὐτούς, διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν
ποδῶν αὐτοῦ.

τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ
καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα
ἐγώ εἰμι.

εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς
ἤγγισαν καὶ ἦλθον ἅμα,

κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ
τῷ ἀδελφῷ, καὶ ἐρεῖ

Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων
σφύρῃ, ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν, ἰσ χύρωσεν
 

 
 αὐτὰ ἐν ἥλοις· θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.

Σὺ δέ,
Ἰσραήλ, παῖς μου Ἰακώβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα·

οὗ ἀντελαβόμην ἀπʼ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν
αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ
ἐγκατέλιπόν σε·

μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ
εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε
τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται
πάντες οἱ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται
πάντες οἱ ἀντίδικοί σου.

ζητήσεις αὐτούς, καὶ οὐ μὴ εὕρῃς τοὺς
ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ
οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε.

ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατῶν
τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ,

Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ·
ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενος Ἰσραήλ.

ἰδοὺ
ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ
ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνούς, καὶ ὡς χνοῦν θήσεις,

καὶ
λικμήσεις· καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς.
σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ,

καὶ ἀγαλλιάσονται οἱ
πτωχοὶ καὶ οἱ ἐνδεεῖς. ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται, ἡ γλῶσσα
αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ θεός, ἐπακούσομαι ὁ
θεὸς Ἰσραὴλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς,

ἀλλὰ ἀνοίξω ἐπὶ τῶν
ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς
 

 
ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς,

θήσω εἰς τὴν ἄνυδρον 
γῆν κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπαρισσον καὶ λεύκην·

ἴνα
ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ Κυρίου
ἐποίησεν ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.

Ἐγγιζει
ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ
βασιλεὺς Ἰακώβ.

ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται,
ἢ τὰ πρότερον τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν,
καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν·

ἀναγγείλατε
ἡμῖν τὰ ἐπερχόμενα ἐπʼ ἐσχάτου, καὶ γνωσομεθα ὅτι θεοί
ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα·

ὅτι πόθεν ἐστέ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα
ἐξελέξαντο ὑμᾶς.

ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφʼ ἡλίου
ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ
ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως
καταπατηθήσεσθε.

τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς. ἵνα γνῶμεν.
καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων.
οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους.

ἀρχὴν Σειὼν δώσω, καὶ Ἰερουσαλὴμ
παρακαλέσω.

ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν
εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν
ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ
μάτην οἱ πλανῶντες ὑμᾶς.

Ἰακὼβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου,
 

 
 προσεδέξατο αὐτὸν ἡ ψυχὴ μου· ἔδωκα τὸ πνεῦμά μου ἐπʼ αὐτόν,
κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει

οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται
ἔξω ἡ φωνὴ αὐτοῦ.

κάλαμον τεθλασμένον οὐ συντρίψει,
καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν·

ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ
ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ
ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν
αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπʼ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν
αὐτήν.

ἐγὼ Κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω
τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους,

ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ
ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει

ἐγὼ Κύριος ὁ θεός, τοῦτό
μού ἐστιν τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς
μου τοῖς γλυπτοῖς.

τὰ ἀπʼ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω,
καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.

Ὑνήσατε τῷ
κυρίῳ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπʼ ἄκρου
τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτὴν, αἱ
νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.

εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι
αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. εὐφρανθήσονται οἱ κατοικοῦντες
πέτραν, ἀπʼ ἄκρου τῶν ὀρέων βοήσουσιν·

δώσουσιν τῷ
θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.

Κύριος
ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ
 

 
ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.

ἐσιώπησα, 
μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα,
ἐκστήσω καὶ ξηρανῶ ἅμα.

ἐρημώσω ὄρη καὶ βουνούς, καὶ πάντα
χόρτον αὐτῶν ξηρανῶ καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ.

καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν
πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ
σκολιὰ εὐθεῖαν. ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω
αὐτούς·

αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. αἰσχύνθητε αἰσχύνην,
οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς
ἐστε θεοὶ ἡμῶν.

Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.

καὶ τίς
τυφλὸς ἀλλ᾿ ἢ οἱ παῖδές μου, καὶ κωφοὶ ἀλλʼ ἢ οἱ κυριεύοντες αὐτῶν
καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ.

εἴδετε πλεονάκις, καὶ οὐκ
ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.

Κύριος ὁ θεὸς
ἐβουλεύσατο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν.

καὶ εἶδον, καὶ
ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν
τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς,
ἐγένοντο εἰς προνομὴν· καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ
ἦν ὁ λέγων Ἀπόδος.

τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε
εἰς τὰ ἐπερχόμενα

οἷς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραήλ,
τοῖς προνομεύουσιν αὐτόυ. οὐχὶ ὁ θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ
οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου
αὐτοῦ;

καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν
 

 
 αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν
ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχὴν.

Καὶ νῦν οὕτως λέγει Κύριος ὁ θεός, ὁ ποιήσας σε Ἰακώβ, καὶ ὁ
πλάσας σε Ἰσραὴλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ
ὄνομά σου, ἐμὸς εἶ σύ.

καὶ ἐὰν διαβαίνῃς δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι.
καὶ ποταμοὶ οὐ συνκλύσουσίν σε καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ
κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.

ὅτι ἐγὼ Κύριος ὁ θεός σου, ὁ ἅγιος
Ἰσραήλ, ὁ σώζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν,
καὶ Σοήνην ὑπέρ σοῦ.

ἀφʼ οὖ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης
καὶ ἐγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους ὑπέρ σοῦ καὶ
ἄρχοντας ὑπέρ τῆς κεφαλῆς σου.

μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ
ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε.

ἐρῶ τῷ
βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς
πόρρωθεν, καὶ τὰς θυγατέρας μου ἀπʼ ἄκρων τῆς γῆς,

πάντας ὅσοι
ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα
αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν,

καὶ ἐξήγαγον λαὸν
τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα
ἔχοντες.

πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται
ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ
ὑμῖν ; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.

γένεσθέ μοι μάρτυρες, καὶ
ἐγὼ μάρτυς. λέγει Κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα
γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου
οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετʼ ἐμὲ οὐκ ἔσται

ἐγὼ ὁ θεός, καὶ
 

 
οὐκ ἔστιν παρέξ ἐμοῦ σώζων.

ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ 
οὐκ ἧν ἐν ἡμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ θεὸς

ἔτι ἀπʼ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος·
ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;

Οὕτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ
Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας,
καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.

ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος
ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν.

οὕτως λέγει Κύριος ὁ
διδοὺς ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον,

ὁ ἐξαγαγὼν
ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλὰ κοιμηθήσονται καὶ
οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον

Μὴ μνημονεύετε
τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ¹9ἰδοὺ ἐγὼ ποιῶ
καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. καὶ ποιήσω ἐν τῇ ἐρήμῳ
ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς·

εὐλογήσουσί με τὰ θηρία τοῦ
ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ
καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν,

λαόν
μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι

οὐ νῦν ἐκάλεσά
σε, Ἰακώβ, οὐδὲ κοπιᾶσαί σε ἐποίησα, Ἰσραήλ·

οὐκ ἐμοὶ πρόβατά
σου τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με,
οὐδὲ ἔνκοπον ἐποίησά σε ἐν λιβάνῳ,

οὐδὲ ἐκτήσω μοι ἀργυρίου
θυσίασμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς
ἁμαρτίαις σου προέστης μου καὶ ἐν ταῖς ἀδικίαις σου.

ἐγώ εἰμι ἐγώ
 

 
 εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου,
καὶ οὐ μνησθήσομαι.

σὺ δὲ μνήσθητι καὶ κριθῶμεν λέγε σὺ τὰς
ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.

οἱ πατέρες ὑμῶν πρῶτοι καὶ
οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ,

καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ
ἅγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακώβ, καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.

νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας
Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ
ὃν ἐξελεξάμην.

ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν
ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας
μου ἐπὶ τὰ τέκνα σου,

καὶ ἀνατελοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος,
καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.

οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος
βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ
Τοῦ θεοῦ εἰμι· ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ βοήσεται.

Οὕτως λέγει ὁ βασιλεὺς Ἰσραὴλ καὶ ῥυσάμενος αὐτόν, θεὸς
σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός.

τίς ὥσπερ ἐγώ ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω
μοι ἀφʼ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα
πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

μὴ παρακαλύπτεσθε μηδὲ
πλανᾶσθε· οὐκ ἀπʼ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν μάρτυρες
ὑμεῖς ἐστε· εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ ; καὶ οὐκ ἤκουσαν τότε.

οἱ
 

 
πλάσσοντες καὶ οἱ γλύφοντες, πάντες μάταια, ποιοῦντες τὰ καταθύμια 
αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται.

οἱ πλάσσοντες
θεὸν καὶ γλύφοντες, πάντες ἀνωφελῆ,

καὶ πάντες ὅθεν ἐγένοντο
ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ
στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.

ὅτι
ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ
ἔστησεν αὐτό, καὶ εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦκαὶ
πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ.

ἐκλεξάμενος
τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό,
καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιοτητα ἀνθρώπου,
στῆσαι αὐτὸ ἐν οἴκῳ.

ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσεν ὁ
κύριος, καὶ ὑετὸς ἐμήκυνεν,

ἵνα ἦ ἀνθρωποις εἰς καῦσιν καὶ λαβὼν
ἀπʼ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπʼ αὐτῶν τὸ δὲ
λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτοὺς.

οὗ τὸ ἥμισυ
αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ἔπεψεν ἐν τοῖς
ἄνθραξιν ἄρτους, καὶ ἐπʼ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη,
καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ·

τὸ δὲ
 

 
 λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτόν, καὶ προσκυνεῖ καὶ προσεύχεται
πρὸς αὐτὸ λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ.

οὐκ ἔγνωσαν
φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ
τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.

καὶ οὐκ ἐλογίσατο τῇ ψυχῇ αὐτοῦ
οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ
ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέα ἔφαγεν,
καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ.

γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς
δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν
τῇ δεξιᾶ μου.

Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου
εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου.

ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς
ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαί σε.

εὐφράνθητε,
οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε τὰ θεμέλια
τῆς γῆς, βοήσατε ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν
αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται.

Οὕτως λέγει Κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε
ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν
μόνος, καὶ ἐστερέωσα τὴν γῆν.

τίς ἕτερος διασκεδάσει σημεῖα
ἐνγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς
τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων,

καὶ ἱστῶν ῥήματα παιδὸς
αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων
Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰδουμαίας Οἰκοδομηθήσεσθε,
 καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·

ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθήσῃ,
καὶ τοὺς ποταμούς σου ξηρανῶ·

ὁ λέγων Κύρῳ φρονεῖν, καὶ
Πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ,
 καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω ¶.

Οὕτως λέγει Κύριος ὁ θεὸς τῷ § χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα 
τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων
διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συνκλεισθήσονται

Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας
χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνκλάσω,

καὶ δώσω σοι
θησαυροὺς σκοτινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι
ἐγὼ Κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ.

ἕνεκεν τοῦ
παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ
ὀνόματί μου καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως με.

ὅτι ἐγὼ
Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ· ἐνίσχυσά σε, καὶ
οὐκ ᾔδεις με,

ἵνα γνῶσιν οἱ ἀπʼ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν
ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ. ἐγὼ Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι,

ἐγὼ
ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων
κακά· ἐγὼ Κύριος ὁ θεὸς ὁ ποιῶν πάντα ταῦτα.

εὐφρανθήτω ὁ
οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω
ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀναγγειλάτω ἄμα· ἐγώ
εἰμι Κύριος ὁ κτίσας σε.

Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν
κεραμέως ; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν ; μὴ
ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδέ ἔχεις χεῖρας ;

μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό ; ὁ λέγων
τῷ πατρί Τί γεννήσεις καὶ τῇ μητρί Τί ὠδίνεις¶ ;

ὅτι οὕτως λέγει 
Κύριος ὁ θεὸς ὁ ἅγιος Ἰσραὴλ ὁ ποιήσας τὰ ἐπερχόμενα Ἐρωτήσατέ
 

 
 με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ
μοι.

ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπʼ αὐτῆς, ἐγὼ τῇ χειρί μου
ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.

ἐγὼ
ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ
εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ
λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν Κύριος
σαβαώθ.

Οὕτως λέγει Κύριρς σαβαώθ Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία
Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ
ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις,
καὶ διαβήσονται πρὸς σὲ καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται·
ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ.

σὺ
γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραήλ.

αἰσχυνθήσονται
καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν
αἰσχύνῃ. ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι.

Ἰσραὴλ σώζεται ὑπὸ
Κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδέ μὴ ἐντραπῶσιν
ἕως τοῦ αἰῶνος.

Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν,
οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν
αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν,
Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι

οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ
γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε· ἐγώ
εἰμι ἐγώ εἰμι Κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.

συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν
 

 
ἐθνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι 
πρὸς θεοὺς οἳ οὐ σώζουσιν.

εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν,
ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπʼ ἀρχῆς· τότε
ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος
καὶ σωτήρ, οὐκ ἔστιν παρέξ ἐμοῦ.

ἐπιστράφητε ἐπʼ ἐμέ καὶ
σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν
ἄλλος.

κατʼ ἐμαυτοῦ ὀμνύω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου
δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν
γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν θεόν,

λέγων Δικαιοσύνη καὶ
δόξα πρὸς αὐτὸν ἤξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες
αὐτούς

ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσεται
πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.

Ἔπεσε Βήλ, συνετρίβη Ναβώ, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς
θηρία καὶ τὰ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι,

ἐκλελυμένῳ καὶ πεινῶντι, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι
ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

Ἀκούετέ
μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι
ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου·

ἕως γήρως ἐγώ
εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν,
ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.

τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι,

οἱ συμβαλλόμενοι
χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν
ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ
κύψαντες προσκυνοῦσιν αὐτοῖς.

αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου καὶ
πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ
κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν
οὐ μὴ σώσῃ αὐτόν.

Μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοἡσατε,
οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,

καὶ μνήσθητε τὰ
πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι
πλὴν ἐμοῦ,

ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν γενέσθαι, καὶ
ἅμα συνετελέσθη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα
ὅσα βεβούλευμαι ποιήσω·

καλῶν ἀπʼ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ
γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα
καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

ἀκούσατέ
μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.

ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν
παρʼ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σειὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς
δόξασμα.

Κατάβηθι, κάθισον ἐπὶ γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος·
κάθισον εἰς τὴν γῆν, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ
κληθῆναι ἁπαλὴ καὶ τρυφερά.

λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι
 

 
τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι 
τὰς κνήμας, διάβηθι ποταμούς·

ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου,
φανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι
μὴ παραδῶ ἀνθρώποις.

ὁ ῥυσάμενός σε Κύριος σαβαώθ, ὄνομα
αὐτῷ ἅγιος Ἰσραήλ.

κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος,
θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.

παρωξύνθην
ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα
αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ
πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα,

καὶ εἶπας Εἰς τὸν αἰῶνα
ἔσομαι ἄρχουσα. οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης
τὰ ἔσχατα. 8Νῦν δὲ ἄκουε ταῦτα, τρυφερά, ἡ καθημένη,
ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ
οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν.

νῦν
δὲ ἤξει ἐξέφνης ἐπὶ σὲ ἐν τῇ φαρμακίᾳ σου, ἐν τῇ ἰσχύι τῶν
ἐπαοιδῶν σου σφόδρα,

τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ
εἶπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· γνῶθι, ἡ σύνεσις τούτων
ἔσται καὶ ἡ πορνία σου σοὶ αἰσχύνη· καὶ εἶπας τῇ καρδίᾳ σου
Ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.

καὶ ἥξει ἐπὶ σέ ἀπώλεια καὶ οὐ
μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία,
καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σέ ἐξαπίνης
ἀπωλία καὶ οὐ γνώσῃ.

στῆθι υῦν ἐν ταῖς ἐπαοιδαῖς
σου καὶ τῇ πολλῇ φαρμακίᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ
 

 
 δυνήσει ὠφεληθῆναι.

κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν 
καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς
ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σέ ἔρχεσθαι.

ἰδοὺ
πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαυθήσονται, καὶ οὐ μὴ ἐξέλωνται
τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός.
καθίσαι ἐπʼ αὐτούς.

οὗτοι ἔσονταί σοι βοήθεια· ἐκοπίασας ἐν τῇ
μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθʼ ἑαυτὸν ἐπλανήθη· σοὶ δὲ
οὐκ ἔσται σωτηρία.

Ἀκούσατε ταῦτα, οἶκος Ἰακώβ, οἱ κεκλημένοι ἐπὶ τῷ ἀνόματι
Ἰσραὴλ καὶ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου
θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας οὐδέ μετὰ δικαιοσύνης,

καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ
ἐπὶ τῷ θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν
καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν.

γινώσκω
ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ
μέτωπόν σου χαλκοῦν.

καὶ ἀνήγγειλά σοι παλαιὰ πρὶν ἐλθεῖν
ἐπὶ σέ· ἀκουστόν σοι ἐποίησα, μή ποτε εἴπῃς ὅτι Τὰ εἴδωλά μοι
ἐποίησεν, καὶ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.

ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ ἀκουστά σοι ἐποίησα
τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι· καὶ οὐκ εἶπας

Νῦν γίνεται
καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ
εἴπῃς Ναί, γινώσκω αὐτά.

οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπʼ ἀρχῆς
ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος
 

 
ἔτι ἐκ κοιλίας κληθήσῃ.

ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι 
τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολεθρεύσω
σε.

ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ
σε ἐκ καμίνου πτωχείας·

ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν
ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.

Ἄκουέ
μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ
εἰμι εἰς τὸν αἰῶνα,

καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ
δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται
nἅμα,

καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν
ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα
τοῦ ἆραι σπέρμα Χαλδαίων·

ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον
αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

προσαγάγετε πρὸς μὲ καὶ
ἀκούσατε ταῦτα, οὐκ ἀπʼ ἀρχῆς ἐν §κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, 
ἐκεῖ ἤμην, καὶ νῦν κύριος Κύριος ἀπέστειλέν με καὶ τὸ πυεῦμα
αὐτοῦ.

οὕτως λέγει Κύριος ὁ ῥυσάμενος ἅγιος Ἰσραήλ Ἐγώ εἰμι
ὁ θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν¶ σε τὴν ὁδὸν ἐν ᾗ πορεύσῃ ἐν 
αὐτῇ.

καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς
ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης·

καὶ
ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας
σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται
τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ.

§ 20Ἔξελθε ἐκ Βαβυλῶνος 
φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ
 

 
 ἀκουστὸν γενέσθω τοῦτο, ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε
 Ἐρρύσατο¶ Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ·

καὶ ἐὰν διψήσωσιν,
δι᾿ ἐρήμου ἄξει αὐτοῖς ὕδωρ, ἐκ πέτρας ἐξάξει αὐτοῖς, σχισθήσεται
πέτρα καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.

οὐκ ἔστιν χαίρειν,
λέγει Κύριος, τοῖς ἀσεβέσιν.

Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ
στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά
μου,

καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν
σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· ἔθηκέν με ὡς βέλος ἐκλεκτόν,
καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέν με,

καὶ εἶπέν μοι Δοῦλός μου.
εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι.

καὶ ἐγὼ εἶπα Κενῶς 
ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο
ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.

καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ
τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ Συναχθήσομαι
καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ θεὸς ἔσται μοι ἰσχύς.

καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ
στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι·
ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ
εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

οὕτως λέγει Κύριος ὁ
ῥυσάμενός σε θεὸς Ἰσραήλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν
αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων·
 

 
βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ 
προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος
Ἰσραήλ, καὶ ἐξελεξάμην σε.

οὕτως λέγει Κύριος Καιρῷ δεκτῷ
ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά
σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν
καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους,

λέγοντα τοῖς ἐν δεσμοῖς
Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. ἐν πάσαις ταῖς
ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πᾶσιν τρίβοις ἡ νομὴ αὐτῶν·

οὐ πεινάσουσιν
οὐδὲ διψάσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος,
ἀλλʼ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·

καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα
αὐτοῖς.

ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης
ἄλλοι δὲ ἐκ γῆς Περσῶν. ¹³εὐφραίνεσθε, οὐρανοί, καὶ
ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφρρσύνην, ὅτι ἠλέησεν ὁ
θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ
παρεκάλεσεν.

Εἶπ εν δὲ Σειών Ἐγκατέλειπέν με Κύριος· καὶ ὅτι Κύριος ἐπελάθετό
μου.

μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ
ἐλεθῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς ; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο
γυνή, ἀλλʼ ἐγὼ οὐκ ἐπιλήσομαι σοῦ, εἶπεν Κύριος.

ἰδοὺ ἐπὶ τῶν
χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ
παντός,

καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφʼ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές
 

 
 σε ἐκ σοῦ ἐξελεύσονται.

ἆρον κύκλῳ τοὺς ὀφθαλμούς
σου καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ,
λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσεις
αὐτοὺς ὡς κόσμον, ὡς νύμφη.

ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα
καὶ τὰ πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων,
καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.

ἐροῦσιν γὰρ
εἰς τὰ ὧτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος,
ποίησόν μοι τόπον ἵνα κατοικήσω.

καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου
Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ
τίς ἐξέθρεψέν μοι ; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ
ἦσαν;

Οὕτως λέγει Κύριος Ἰδοὺ αἴρω εἰς τὸ ἔθνη τὴν χεῖρά
μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς
σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπʼ ὤμων ἀροῦσιν,

καὶ
ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου·
ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι, καὶ τὸν χοῦν τῶν
ποδῶν σου λίξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται
οἱ ὑπομένοντές με.

μὴ λήμψεταί τις παρὰ γίγαντος
σκῦλα ; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;

οὕτως λέγει
Κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων
δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ
ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·

καὶ φάγονται οἱ θλίψαντές σε τὰς
σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται,
καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός
 

 
σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.

Οὕτως 
λέγει Κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν,
ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ; ἰδοὺ ταῖς
ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν
μητέρα ὑμῶν.

τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα, καὶ
οὐ κ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ
οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν,
καὶ θήσω ποταμοὺς ἐρήμους. καὶ ξηρανθήσονται οἱ ἰχθύες
αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει.

ἐνδύσω
τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον
αὐτοῦ.

Κύριος Κύριος δίδωσίν μοι γλῶσσαν παιδίας τοῦ γνῶναι ἡνίκα
δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν,

καὶ ἡ παιδία κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ
οὐδὲ ἀντιλέγω.

τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας
μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα
ἀπὸ αἰσχύνης ἐμπτυσμάτων,

καὶ κύριος Κύριος βοηθός μοι ἐγενήθη·
διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς
στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.

ὅτι ἐγγίζει ὁ δικαιώσας
με· τίς ὁ κρινόμενός μοι ; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ
κρινόμενός μοι; ἐγγισάτω μοι.

ἰδοὺ Κύριος βοηθήσει μοι· τίς
κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς
 

 
 καταφάγεται ὑμᾶς.

Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ;
ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει,
καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ
ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ.

ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ
κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ
φλογὶ ᾖ ἐξεκαύσατε· δι᾿ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ
κοιμηθήσεσθε.

ʼΑκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον,
ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε, καὶ εἰς τὸν
βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε.

ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν
πατέρα ὑμῶν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς ὅτι εἷς ἦν καὶ
ἐκάλεσα αὐτόν, καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτόν.

καὶ σέ νῦν
παρακαλέσω, Σειών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω
τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς ὡς παράδεισον
Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν
καὶ φωνὴν αἰνέσεως.

’Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου,
καὶ οἱ βασιλεῖς πρὸς μὲ ἐνωτίσασθε, ὅτι νόμος παρʼ ἐμοῦ ἐξελεύσεται,
καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.

ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ
ἐξελεύσεται ὡς φῶς καὶ τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου
ἔθνη ἐλπιοῦσιν ἐμέ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου
ἐλπιοῦσιν.

ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε
εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ
γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δέ κατοικοῦντες ὥσπερ ταῦτα ἀποθανοῦνται,
τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη
μου οὐ μὴ ἐκλίπῃ.

Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαὸς οὗ ὁ
 

 
νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ 
τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.

ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ
χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός, ἡ δὲ δικαιοσύνη μου εἰς
τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.

Ἐξεγείρου ἐξεγείρου, Ἰερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ
βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ
εἶ

ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος ; ἡ θεῖσα τὰ βάθη
τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις

καὶ λελυτρωμένοις ; ὑπὸ
γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σειὼν μετʼ εὐφροσύνης
καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις, καὶ
εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ
στεναγμός.

ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίς οὖσα
ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ
χόρτος ἐξηράνθησαν.

καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε, τὸν
ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν καὶ ἐφόβου ἀεὶ
πάσας τὰς ἡμέρας τὸ § πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, ὃν 
τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε· καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ
θλίβοντός σε ;

ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ

ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα
αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι.

θήσω τοὺς λόγους μου εἰς τὸ
στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ
ἔστηκα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σειών Λαός μου
εἶ σύ.

Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι, Ἰερουσαλήμ, ἡ πιοῦσα
 

 
 ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς
πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας,

καὶ οὐκ ἦν ὁ
παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὦν ἔτεκες, καὶ οὐκ ἦν ὁ
ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν
ὕψωσας.

δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συνλυπηθησεται
πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα τίς παρακαλέσει σε :

οἱ
υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπʼ ἄκρου πάσης ἐξόδου ὡς
σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου
τοῦ θεοῦ.

διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ
οἴνου.

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ
εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ
θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό·

καὶ δώσω αὐτὸ εἰς τὰς
χεῖρας τῶν ἀδικησάντων σε τῶν ταπεινωσάντων σε, οἱ εἶπαν τῇ ψυχῇ
σου Κύψον, ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μέσα σου ἔξω
τοῖς παραπορευομένοις.

’Ἐξεγείρου ἐξεγείρου, Σειών ἔνδυσαι
τὴν ἰσχύν σου, Σειών, καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ,
πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ
ἀκάθαρτος.

ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ·
ἔκλυσοι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σειών.
ὅτι τάδε λέγει Κύριος Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.

Οὕτως λέγει κύριος Κύριος Εἰς Αἰγυπτον κατέβη ὁ λαός
μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν·

καὶ
 

 
νὺν τί ὦδέ ἐστε ; τάδε λέγει Κύριος Ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν, 
θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος Δἰ ὑμᾶς διὰ παντὸς
τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

διὰ τοῦτο γνώσεται ὁ
λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ
λαλῶν· πάρειμι

ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου
ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν
σωτηρίαν σου λέγων Σειών Βασιλεύσει σου ὁ θεός

ὅτι φωνὴ τῶν
φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι
ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν
Σειών.

ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἰερουσαλήμ, ὅτι
ἠλέησεν Κύριος αὐτὴν καὶ ἐρύσατο Ἰερουσαλήμ.

καὶ ἀποκαλύψει
Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ
ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.

ἀπόστητε ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε,
ἐξέλθατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου·

ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε, προπορεύσεται
γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς
Ἰσραήλ.

Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται
σφόδρα.

ὃν τρόπον ἐκστήσονται ἐπὶ σέ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ
ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.

οὕτω
θαυμάσονται ἔθνη πολλὰ ἐπʼ αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα
 

 
 αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν
συνήσουσιν.

Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι
ἀπεκαλύφθη;

ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν
γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ εἴδομεν αὐτόν, καὶ
οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,

ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλιπὸν 
παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς
Γ φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ,¶ ἠτιμάσθη καὶ
οὐκ ἐλογίσθη.

οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν
ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ
καὶ ἐν κακώσει.

αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ
μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδία εἰρήνης ἡμῶν ἐπʼ αὐτόν,
τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

πάντες ὡς πρόβατα ἐπλανήθημεν,
ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς
ἁμαρτίαις ἡμῶν.

καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ
στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ
κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

ἐν τῇ
ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ;
ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου
ἤχθη εἰς θάνατον.

καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ,
καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου· ὅτι ἀνομίαν οὐκ ἐποίησεν,
οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ.

καὶ Κύριος βούλεται καθαρίσαι
αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ἡμῶν ὄψεται
σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς
ψυχῆς αὐτοῦ,

δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι
 

 
δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει.

διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ
σκῦλα· ἀνθʼ ὦν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς
ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς
ἀνομίας αὐτῶν παρεδόθη.

Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ
ὠίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν
ἄνδρα εἶπεν γὰρ Κύριος.

πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ
τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου,
καὶ τοὺς πασσάλους σου κατίσχυσον,

ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ
ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις
ἠρημωμένας κατοικιεῖς.

μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς
ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας
σου οὐ μὴ μνησθήσῃ.

ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος σαβαλὼθ ὄνομα
αὐτῷ· καὶ ὁ ῥυσάμενός σε, αὐτὸς θεὸς Ἰσραήλ, πάσῃ τῇ γῇ κληθήσεται.

οὐχ ὡς γυναῖκα καταλελιμμένην καὶ ὀλιγόψυχον κέκληκέν
σε ὁ κύριος, οὐδʼ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην εἶπεν ὁ θεός
σου.

χρόνον μικρὸν ἐνκατέλιπόν σε, καὶ μετʼ ἐλέους μεγάλου
ἐλεήσω σε·

ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ,
καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε· εἶπεν ὁ ῥυσάμενός σε Κύριος.

ἀπὸ
τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν, καθότι ὤμοσα αὐτῷ ἐν τῷ
χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ
σου

τὰ ὄρη μεταστήσεσθαι, οὐδʼ οἱ βουνοί σου μετακινηθήσονται·
οὕτως οὐδὲ τὸ παρʼ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης
 

 
 σου οὐ μὴ μεταστῇ εἶπεν γάρ Ἵλεώς σοι, Κύριε.

Ταπεινὴ καὶ
ἀκατάστατος οὐ παρεκλήθης· ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον
σου, καὶ τὰ θεμέλιά σου σάπφειρον,

καὶ θήσω τὰς ἐπάλξεις σου
ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου
λίθους ἐκλεκτοὺς,

καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν
πολλῇ εἰρήνῃ τὰ τέκνα σου.

καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ·
ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.

ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι᾿ ἐμοῦ, καὶ παροικήσουσίν
σοι καὶ ἐπὶ σὲ καταφεύξονται.

ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς
φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε
οὐκ εἰς ἀπώλειαν φθεῖραι.

πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ οὐκ
εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σέ εἰς κρίσιν, πάντας
αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία
τοῖς θεραπεύουσιν Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.

Οἱ διψῶντες, πορεύεσθε ἐφʼ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον,
βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ
στέαρ.

ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς
πλησμονήν καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ
ὑμῶν.

προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου·
 εἰσακούσατέ μου, §καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι
 

 
ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυεὶδ τὰ πιστά.

ἰδοὺ μαρτύριον ἐν 
ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.

ἔθνη ἃ
οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ
σέ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι
ἐδόξασέν σε.

Ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν
ἐπικαλέσασθε ἡνίκα δʼ ἂν ἐγγίζῃ ὑμῖν,

ἀπολιπέτω ὁ ἀσεβὴς τὰς
ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ
Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.

οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδʼ ὥστ περ αἱ
ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος

ἀλλʼ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ
τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα
ὑμῶν ἀπὸ τῆς διανοίας μου.

ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἢ χιὼν
ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ
ἐκτέκῃ καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς
βρῶσιν·

οὕτως ἔσται τὸ ῤῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου,
οὐ μὴ ἀποστραφῇ ἕως ἂν τελεσθῇ ὅσα ἠθέλησα, καὶ εὐοδώσω τὰς
ὁδούς σου καὶ τὰ ἐντάλματά μου.

ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε
καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται
προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροἰήσει
τοῖς κλάδοις,

καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος,
ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται Κύριος εἰς ὄνομα
καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.

Τάδε λέγει Κύριος Φυλάσσεσθε κρίσιν καὶ ποιήσατε δικαιοσύνην·
ἤγγικεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.

μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος
 

 
 αὐτῶν, καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν
τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.

μὴ λεγέτω ὁ ἀλλογενὴς
ὁ προσκείμενος πρὸς Κύριον Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ
αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι Ἐγὼ εἰμι ξύλον ξηρόν.

τάδε
λέγει Κύριος τοῖς εὐνούχοις ὅσοι ἐὰν φυλάξωνται τὰ σάββατά μου
καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,

δώσω
αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείττω
υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.

καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ
ἀγαπᾶν τὸ ὄνομα Κυρίου τῷ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ
πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους
τῆς διαθήκης μου,

εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν
μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα
αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν
μου. ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται
πᾶσιν τοῖς ἔθνεσιν,

εἶπεν Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους
Ἰσραήλ, ὅτι συνάξω ἐπʼ αὐτὸν συναγωγήν.

Πάντα τὰ θηρία
τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.

ἴδετε ὅτι
ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν, κύνες ἐνεοί, οὐ δυνήσονται
ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.

καὶ οἱ
κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμοήν· καί εἰσιν πονηροὶ
οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν,
ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδία, 
καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου
ἀδικίας ἦρται ὁ δίκαιος·

ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται
τοῦ μέσου.

ὑμεῖς δέ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα
μοιχῶν καὶ πόρνης·

ἐν τίνι ἐνετρυφήσατε ; καὶ ἐπὶ τίνα ἠνοίξατε
τὸ στόμα ὑμῶν ; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν
οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον ;

οἱ παρακαλοῦντες
τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν
ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν.

ἐκείνη σου ἡ μερίς.
οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας
θυσίας· ¶ ἐπ τούτοις οὖν οὐκ ὀργισθήσομαι ;

ἐπʼ ὄρος ὑψηλὸν 
καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας·

καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά
σου· ᾤου ὅτι ἐὰν ἀπʼ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας
τοὺς κοιμωμένους μετὰ σοῦ,

καὶ ἐπλήθυνας τὴν πορνείαν σου
μετʼ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας
πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾅδου.

ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας ΙΙαύσομαι, ἐνισχύουσα
ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.

τίνα
εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης, οὐδὲ
ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε
ἰδὼν παρορῶ, καὶ ἐμέ οὐκ ἐφοβήθης.

καὶ ἐγὼ ἀπαγγελῶ τὴν
 

 
 δικαιοσύνην σου καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε·

ὅταν ἀναβοήσῃς,
ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας
λήμψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται
γῆν, καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου,

καὶ ἐροῦσιν
Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς, καὶ ἄρατε σκῶλα ἀπὸ
τῆς ὁδοῦ τοῦ λαοῦ μου.

Τάδε λέγει ὁ ὕψιστος ἐν ὑψηλοῖς,
κατοικῶν τὸν αἰῶνα, Ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Ὕψιστος ἐν
ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς
ζωὴν τοῖς τὴν καρδίαν συντετριμμένοις

Οὐκ εἰς τὸν αἰῶνα
ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ
παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.

δι᾿ ἁμαρτίαν
βραχύ τι ἐλύπησα αὐτόν, καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα
τὸ πρόσωπόν μου ἀπʼ αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς
ἐν ταῖς ὁδοῖς αὐτοῦ.

τὰς ὁδοὺς αὐτοῦ ἑόρακα, καὶ ἰασάμην αὐτὸν
καὶ παρεκάλεσα αὐτόν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν,

εἰρήνην
ἐπʼ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν. καὶ εἶπεν
Κύριος Ἰἀσομαι αὐτούς·

οἱ δὲ ἄδικοι κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι
οὐ δυνήσονται.

οὐκ ἔστιν χαίρειν, εἶπεν ὁ θεός, τοῖς
ἀσεβέσιν.

Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν
φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ
τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.

ἐμέ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν,
 

 
καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην 
πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· αἰτοῦσίν με
νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν

λέγοντες Τί ὅτι
ἐνηστεύσαμεν καὶ οὐκ εἶδες ; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ
οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ
θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.

εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν,
ἵνα τί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν
ὑμῶν;

οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν
ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδʼ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν
σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδʼ οὕτως καλέσετε
νηστείαν δεκτήν.

οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην,
λέγει Κύριος, ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς
βιαίων συυαλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει,
καὶ πᾶσαν συνγραφὴν ἄδικον διάσπα.

διάθρυπτε πεινῶντι τὸν
ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν
ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου
οὐχ ὑπερόψῃ.

τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά
σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη
σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε·

τότε βοήσῃ,
καὶ ὁ θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ Ἰδοὺ πάρειμι.
ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ,

καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην
ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ
τὸ σκότος σου ὡς μεσημβρία,

καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ
 

 
 παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχὴ σου, καὶ τὰ
ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ
ἣν μὴ ἐξέλιπεν ὕδωρ·

καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι,
καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος
φραγμῶν, καὶ τοὺς τρίβους σου ἀνὰ μέσον παύσεις.

ἐὰν
ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα σου τοῦ μὴ ποιεῖν τὰ
θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ, καὶ καλέσεις τὰ σάββατα τρυφερά,
ἅγια τῷ θεῷ, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπʼ ἔργῳ, οὐδὲ λαλήσεις
λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,

καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον,
καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν
Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὗς
αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;

ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν
ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας
ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον ἀφʼ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.

αἱ
γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν
ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα
ὑμῶν ἀδικίαν μελετᾷ.

οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληθινή·
πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον
καὶ τίκτουσιν ἀνομίαν.

ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης
ὑφαίνουσιν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον
εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος.

ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον,
οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν
 

 
ἔργα ἀνομίας.

οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν, ταχινοὶ 
ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν ἀπὸ φόνων· σύντριμμα
καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,

καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν,
καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι
αὐτῶν διεστραμμέναι ἂς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.

διὰ
τοῦτο ἀπέστη ἡ κρίσις ἀπʼ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη·
ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν
ἐν ἀωρίᾳ περιεπάτησαν.

ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον.
καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν· πεσοῦνται ἐν
μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν,

ὡς
ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν καὶ
οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφʼ ἡμῶν.

πολλὴ γὰρ ἡμῶν
ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ
γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν·

ἠσεβήσαμεν
καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ὄπισθεν τοῦ θεοῦ ἡμῶν·
ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ
καρδίας ἡμῶν λόγους ἀδίκους,

καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν,
καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν· ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς
αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ ἐδύναντο διελθεῖν.

καὶ ἡ
ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδεν
Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.

καὶ εἶδεν καὶ
οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ
 

 
 ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.

καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν
σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδι.
κήσεως, καὶ τὸ περιβόλαιον αὐτοῦ

ὡς ἀνταποδώσων ἀνταπόδοσιν
ὄνειδος τοῖς ὑπεναντίοις.

καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ
ὄνομα Κυρίου, καὶ οἱ ἀπʼ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον·
ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ.

καὶ ἥξει ἕνεκεν Σειὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ
Ἰακώβ.

καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη, εἶπεν Κύριος· τὸ
πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ
στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος
τοῦ σπέρματός σου· εἶπεν γὰρ Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν
αἰῶνα.

Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ
δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.

ἰδοὺ σκότος καλύψει γῆν, καὶ
γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ
ἐπὶ σὲ ὀφθήσεται·

καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ
ἔθνη τῇ λαμπρότητί σου.

ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ
ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν,
καὶ αἱ θυγατέρες σου ἐπʼ ὤμων ἀρθήσονται.

τότε ὄψῃ, καὶ φοβηθήσῃ
καὶ ἐκστήσῃ τῇ καρδία, ὅτι μεταβαλεῖ εἰς σέ πλοῦτος θαλάσσης
καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσίν σοι

ἀγέλαι καμήλων,
καὶ καλύψουσίν σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ
ἥξουσιν φέροντες χρυσίον, καὶ λίβανον οἴσουσιν, καὶ τὸ σωτήριον
 

 
Κυρίου εὐαγγελιοῦνται·

καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, 
καὶ κριοὶ Ναβαιὼθ ἥξουσιν, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ
θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.

τίνες oἵδε ὡς νεφέλαι πέτονται, καὶ ὡς περιστεραὶ σὺν νοσσοῖς
ἐπʼ ἐμέ ;

ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις,
ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν
αὐτῶν μετʼ αὐτῶν, καὶ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν
ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.

καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς
τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ
ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἠγάπησά σε.

καὶ ἀνοιχθήσονται
αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται,
εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους.

τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσίν σοι
ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται.

καὶ ἡ δόξα τοῦ
Λιβάνου πρὸς σέ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἄμα,
δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου.

καὶ πορεύσονται πρὸς σέ
δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ
Πόλις Κυρίου, Σειὼν Ἁγίου Ἰσραήλ.

διὰ τὸ γεγενῆσθαί σε
ἐνκαταλελιμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω
σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.

καὶ θηλάσεις
γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ
 

 
 Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ.

ἀντὶ χαλκοῦ
οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ
ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς
ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ·

καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα
οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ
τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.

καὶ οὐκ ἔσται σοι ἔτι ὁ
ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα,
ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ θεὸς δόξα σου

οὐ γὰρ
δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ Κύριός
σοι φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.

καὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσιν τὴν γῆν,
φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.

ὁ ὀλιγοστὸς
ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ
καιρὸν συνάξω αὐτούς.

Πνεῦμα Κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασθαι
πτωχοῖς ἀπέσταλκέν με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν,
κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν,

καλέσαι ἐνιαυτὸν
Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεαως, παρακαλέσαι πάντας τοὺς
πενθοῦντας,

δοθῆναι τοῖς πενθοῦσιν Σειὼν αὐτοῖς δόξαν ἀντὶ σποδοῦ,
ἄλιμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος
ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς
δόξαν.

καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημαομένας πρύτερον
 

 
ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις ἐρήμους, ἐξηρημωμένας εἰς 
γενεάς.

καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ
ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί·

ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε,
λειτουργοὶ θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ
αὐτῶν θαυμασθήσεσθε.

οὕτως τὴν γῆν ἐκ δευτέρας κληρονομήσουσι,
καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.

ἐγὼ γάρ εἰμι Κύριος ὁ
ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν
μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς.

καὶ
γνωσθήσεται ἐν τοῖς ἔθνεσιν τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἕκγονα αὐτῶν
ἐν μέσῳ τῶν λαῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί
εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ,

καὶ εὐφροσύνῃ εὐφρανθήσονται
ἐπὶ Κύριον. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν
γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέν μοι ὡς
νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμῳ.

καὶ ὡς γῆν
αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως
ἀνατελεῖ κύριος Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων
τῶν ἐθνῶν.

Διὰ Σειὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως
ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς
καυθήσεται.

καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν
δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει
αὐτό.

καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα
βασιλείας ἐν χειρὶ θεοῦ σου.

καὶ οὐκέτι κληθήσῃ Καταλελιμμένη, καὶ
 

 
 ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σοὶ γὰρ κληθήσεται Θέλημα ἐμόν,
καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησεν Κύριος ἐν σοί, καὶ ἡ γῆ σου
συνοικισθήσεται.

καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως
κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται
νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Καὶ
ἐπὶ τῶν τειχῶν σου, Ἰερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν
ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι
Κυρίου.

οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος· ἐὰν διορθώσῃ, καὶ ποιήσῃ
Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς.

ὤμοσεν Κύριος κατὰ τῆς δόξης
αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν
σου καὶ τὰ βρώματα τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι
τὸν οἶνόν σου ἐφʼ ᾧ ἐμόχθησας·

ἀλλ᾿ οἱ συναγαγόντες φάγονται αὐτὰ
καὶ αἰνέσουσιν Κύριον, καὶ οἱ συναγαγόντες πίονται αὐτὰ ἐν ταῖς
ἐπαύλεσιν ταῖς ἁγίαις μου.

πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ
ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε,
ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.

ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν
ἕως ἐσχάτου τῆς γῆς εἴπατε τῇ θυγατρὶ Σειών Ἰδοὺ ὁ σωτήρ σοι
παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον αὐτοῦ πρὸ
προσώπου αὐτοῦ.

καὶ καλέσει αὐτὸν Λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ
Κυρίου, σὺ δὲ κληθήσῃ Ἐπιζητουμένη πόλις, καὶ Οὐκ ἐγκαταλελιμμένη.

Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσὸρ 
οὕτως ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην
καὶ κρίσιν σωτηρίου.

διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά
σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

πλήρης καταπεπατημένης, καὶ τῶν
ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου,
καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν.

ἡμέρα
γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν.

καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός καὶ προσενόησα, καὶ οὐθεὶς
ἀντελαμβάνετο καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου
ἐπέστη.

καὶ κατεπάτησα αὐτοὺς τῇ ἀργῇ μου, καὶ κατήγαγον τὸ
αἶμα αὐτῶν εἰς γῆν.

Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν οἷς
ἡμῖν ἀνταποδίδωσιν. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει
ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ.

καὶ εἶπεν Οὐχ ὁ λαός μου τέκνα, οὐ μὴ ἀθετήσωσιν καὶ ἐγένετο
αὐτοῖς εἰς σωτηρίαν

ἐκ πάσης θλίψεως αὐτῶν. οὐ πρέσβυς οὐδὲ
ἄγγελος, ἀλλʼ αὐτὸς ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ
φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτούς, καὶ
ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος·

αὐτοὶ δὲ ἠπείθησαν
καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ καὶ ἐστράφη αὐτοῖς εἰς
ἔχθραν, αὐτὸς ἐπολέμησεν αὐτούς.

καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων
ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων
 

 
 ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

ὁ ἀγαγὼν τῇ δεξιᾷ
Μωσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου
αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον.

ἤγαγεν αὐτοὺς δι᾿ ἀβύσσου
ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

καὶ ὡς κτήνη διὰ πεδίου·
κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτοὺς οὕτως ἤγαγες τὸν
λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης.

Ἐπίστρεψον ἐκ
οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου· ποῦ
ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ
ἐλέους σου καὶ οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

σὺ γὰρ εἶ
πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω
ἡμᾶς· ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπʼ ἀρχῆς τὸ
ὄνομά σου ἐφʼ ἡμᾶς ἐστιν.

τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς
ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε;
ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας
σου,

ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου.

ἐγενόμεθα ὡς τὸ ἀπʼ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐκλήθη
τὸ ὄνομά σου ἐφʼ ἡμᾶς.

ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος
λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται

ὡς κηρὸς ἀπὸ πυρὸς
τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν
ἔσται τὸ ὄνομά σου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου
ἔθνη ταραχθήσονται,

ὅταν ποιῆς τὰ ἔνδοξα· τρόμος λήμψεται
ἀπὸ σοῦ ὄρη.

ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ
ἡμῶν εἶδον θεὸν πλὴν σοῦ, καὶ τὰ ἔργα σου ἃ ποιήσεις
τοῖς ὑπομένουσιν ἔλεον.

συναντήσεται τοῖς ποιοῦσιν τὸ δί
καιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ
 

 
ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν,

καὶ ἐγενήθημεν ὡς 
ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη
ἡμῶν· καὶ ἐξερύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν·
οὕτως ἄνεμος οἴσει ἡμᾶς.

καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ
ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας
τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς
ἁμαρτίας ἡμῶν.

Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς
δὲ πηλός, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς.

μὴ ὀργίζου ἡμῖν
σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν· καὶ νῦν
ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς.

πόλις τοῦ ἁγίου σου
ἐγενήθη ἔρημος Σειών· ὡς ἔρημος ἐγενήθη Ἰερουσαλήμ· εἰς κατάραν

ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἣν εὐλόγησαν οἱ
πατέρες ἡμῶν ἐγενήθη πυρίκαυστος, καὶ πάντα ἔνδοξα ἡμῶν
συνέπεσε.

καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας,
καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.

Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ
μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι, τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ
ὄνομα.

ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν
ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ ἀλλʼ ὀπίσω
τῶν ἁμαρτιῶν αὐτῶν.

ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον
ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν
ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν,

ἐν τοῖς
μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια, οἱ ἔσθοντες
κρέας ὕειον καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν,

οἱ λέγοντες Πόρρω ἀπʼ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός
εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς
ἡμέρας.

ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσω ἕως ἂν ἀποδώσω
εἰς τὸν κόλπον αὐτῶν

τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων
αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ
τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον
αὐτῶν.

Οὕτως λέγει Κύριος Ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ
ἐν τῷ βότρυι, καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν
αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ
μὴ ἀπολέσω πάντας.

καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ
Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν
οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ.

καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ
εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με.

ὑμεῖς δὲ
οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου,
καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ
κέρασμα,

ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ
πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε,
καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην
ἐξελέξασθε.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ οἱ
δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές
μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται,
ὑμεῖς δὲ αἰσχυνθήσεσθε·

ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται
ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς
καρδίας, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.

καταλείψετε
γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου,
 

 
ὑμᾶς δὲ ἀνελεῖ Κύριος. τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα 
καινόν,

ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν
τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν
ἀληθινόν. ἐπιλήσονται γὰρ τὴν θλίψιν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται
αὐτῶν ἐπὶ τὴν καρδίαν.

Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς
καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων οὐδ᾿ οὐ μὴ
ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,

ἀλλʼ εὐφροσύνην καὶ ἀγαλλίαμα
εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ
τὸν λαόν μου εὐφροσύνην.

καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλήμ,
καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν
αὐτῇ φωνὴ κλαυθμοῦ καὶ φωνὴ κραυγῆς,

οὐδʼ οὐ μὴ γένηται ἔτι
ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ·
ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν
ἐτῶν, καὶ ἐπικατάρατος ἔσται. ²¹καὶ οἰκοδομήσουσιν οἰκίας καὶ
αὐτοὶ ἐνοικήσουσιν, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φᾶγονται
τὰ γενήματα αὐτῶν· ²²οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν,
καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται. κατὰ γὰρ
τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ
ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.

οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν
εἰς κενόν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα
εὐλογημένον ὑπὸ θεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετʼ αὐτῶν.

καὶ
ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ὑπακούσομαι αὐτῶν, ἔτι λαλούντων
 

 
 αὐτῶν ἐρῶ Τί ἐστιν;

τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται
ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον·
οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει
Κύριος.

Οὕτως λέγει Κύριος Ὁ οὐρανός μου θρόνος, καὶ ἡ γῆ ὑποπόδιον
τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος
τόπος τῆς καταπαύσεώς μου;

πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ
μου, καί ἐστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω
ἀλλʼ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς
λόγους μου;

ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ἀποκτέννων
κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἶμα ὕειον, ὁ διδοὺς λίβανον
εἰς μνημόσυνον ὡς βλάσφημος. καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς
αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἡ ψυχὴ αὐτῶν ἠθέλησεν,

καὶ
ἐγὼ ἐκδέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω
αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα
καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ
οὐκ ἐβουλόμην ἐξελέξαντο.

Ἀκούσατε ῥήματα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε,
ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα
Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι
αἰσχυνθήσονται.

φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ
Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.

πρὶν τὴν
ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ
 

 
ἔτεκεν ἄρσεν.

τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑόρακεν οὕτως; εἰ 
ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν
καὶ ἔτεκεν Σειὼν τὰ παιδία αὐτῆς.

ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν
ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν
καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ θεός σου.

Εὐφράνθητι,
Ἰερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες
αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπʼ αὐτῇ,

ἵνα
θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες
τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.

ὅτι τάδε λέγει
Κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς
χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπʼ ὤμων
ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.

ὡς εἴ τινα μήτηρ
παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἰερουσαλὴμ
παρακληθήσεσθε.

καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ
τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου
τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.

ἰδοὺ γὰρ
Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν
θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός.

ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ
αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.

οἱ
ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις
ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν, ἐπὶ
τὸ αὐτὸ ἀναλωθήσονται, εἶπεν Κύριος.

Κἀγὼ τὰ ἔργα αὐτῶν
καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ
 

 
 τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.

καὶ καταλείψω
ἐπʼ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους
εἰς τὰ ἔθνη, εἰς Θαρσεὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μόσοχ, καὶ εἰς
Θοβὲλ καὶ εἰς τὴν Ἐλλάδα καὶ τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν
μου τὸ ὄνομα οὔτε ἑοράκασίν μου τὴν δόξαν, καὶ ἀναγγελοῦσιν
τὴν δόξαν μου ἐν τοῖς ἔθνεσιν.

καὶ ἄξουσιν τοὺς ἀδελφοὺς
ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ, μεθʼ ἵππων καὶ
ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἰς τὴν ἁγίαν πόλιν
Ἰερουσαλήμ, εἶπεν Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς
θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.

καὶ
ἀπʼ αὐτῶν λήμψομαι ἱερεῖς καὶ Λευείτας, εἶπεν Κύριος.

ὃν τρόπον
γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μένει ἐνώπιον
ἐμοῦ, λέγει Κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ
ὄνομα ὑμῶν.

καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου
ἤξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἰερουσαλήμ,
εἶπεν Κύριος.

καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν
ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ
τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν
πάσῃ σαρκί.