ΠAΣA σοφία παρὰ Κυρίου, καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν 
 αἰῶνα.

ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς 
 ἐξαριθμήσει ;

ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαυ 
 τίς ἐξιχνιάσει ;

προτέρα πάντων ἔκτισται σοφία, 
 καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνυς.

ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; 
 καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;

εἷς ἐστὶν σοφός, φοβερὸς σφόδρα, 
 καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.

Κύριος ⁹αὐτὸς ἔκτισεν αὐτήν, 
 καὶ ἴδεν καὶ ἐξηρίθμησεν αὐτήν, 
 (10)καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,

μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, 
 καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.

φόβος Κυρίου δόξα καὶ καύχημα 
 καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.

φόβος Κυρίου τέρψει καρδίαν, 
 καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. 
 τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων, 
 καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.

ἀρχὴ σοφίας φοβεῖσθαι τὸν θεόν, 
 καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς·

καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν, 
 

 
 καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.

πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον. 
 καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·

πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων, 
 καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.

στέφανος σοφίας φόβος Κυρίου, 
 ἀναθάλλων εἰρήνην καὶ ὑγείαν ἰάσεως.

καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν, 
 (24)ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν, 
 καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.

ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον. 
 καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.

Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· 
 ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.

ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, 
 καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·

ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, 
 καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.

ἐν θησαυροῖς σοφίας παραβολὴ· ἐπιστήμης, 
 βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.

ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, 
 καὶ Κύριος χορηγήσει σοι αὐτήν.

σοφία γὰρ καὶ παιδεία φόβος Κυρίρυ, 
 καὶ ἡ εὐδοκία αὐτοῦ (35)πίστις καὶ πρᾳότης.

μὴ ἀπειθήσῃς φόβῳ Κυρίου, 
 καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.

μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπαν, 
 καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.

μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς 
 καὶ ἐπαγάγῃς· τῇ ψυχῇ σου ἀτιμίαν, 
 (39)καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου. 
 καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, 
 (40)ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, 
 καὶ ἡ καρδία σου πλήρης δόλου.

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ θεῷ, 
 ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·

εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, 
 καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·

κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, 
 ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου.

πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι, 
 καὶ ἐν ἀλλάγμασιν ταπεινώσεως σου μακροθύμησον·

ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, 
 καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεαως.

πίστευσον αὐτῷ καὶ ἀντιλήμψεταί σου· 
 εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν.

οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, 
 καὶ μὴ ἐκκλινητε, ἵνα μὴ πέσητε.

οἱ φοβούμενοι Κύριον, πιστεύσατε αὐτῷ, 
 καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.

οἱ φοβούμενοι Κύριον, ἐλπίσατε εἰς ἀγαθὰ 
 καὶ εἰς εὐφροσύυην αἰῶνος καὶ ἐλέους.

ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· 
 τίς ἐνεπίστευσεν Κυρίῳ καὶ κατῃσχύνθη; 
 (12)ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθης 
 ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;

διότι οἰκτείρμων καὶ ἐλεήμων ὁ κύριρς, 
 καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις, 
 καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.

οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· 
 διὰ τοῦτο οὐ σκεπασθήσεται.

οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· 
 καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος ;

οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσνι ῥημάτων αὐτοῦ, 
 καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.

οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, 
 καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.

οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν, 
 καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.

ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· 
 (23)ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, 
 καὶ οὕτως ποιήσατε, ἴνα σαωθῆτε.

ὁ γὰρ Κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις, 
 καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς.

ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας·

καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.

ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, 
 καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ· 
 καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.

ὁ δοξάζων πατέρα μακροημερεύσει, 
 καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ,

καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.

ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, 
 (10)ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ·

εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, 
 κατάρα δέ μητρὸς ἐκριζοῖ θεμέλια.

μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, 
 οὐ γάρ ἐστίν σοι δόξα πρὸς ἀτιμίαν·

ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, 
 καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.

τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, 
 καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·

κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε, 
 καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.

ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται, 
 (16) καὶ ἀντὶ ἁμαρτιῶν (17)προσανοικοδομηθήσεταί σοι·

ἐν ἡμέρᾳ θλίψεως σου ἀναμνησθήσεταί σου· 
 ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ 
 ἁμαρτίαι.

ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, 
 καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα 
 αὐτοῦ.

Τέκνον, ἐν πρᾳύτητι τὰ ἔργα σου διέξαγε, 
 καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.

ὅσῳ μέγας εἰ, τοσούτῳ ταπεινοῦ σεαυτόν, 
 καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν·

ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου 
 καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.

χαλεπώτερά σου μὴ ζήτει. 
 

 
 καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε.

ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· 
 (23)οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν.

ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· 
 (25) πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.

πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν, 
 καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν.

καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται· 
 καρδία σκληρὰ κακωθήσεται ἐπʼ ἐσχάτων, 
 καρδία σκληρὰ βαρυνθήσεται ἐπʼ ἐσχάτων.

καρδία σκληρὰ βαρυνθήσεται πόνοις, 
 καὶ ὁ ἁμαρταυλὸς προσθήσει ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.

ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, 
 φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.

καρδία συνετοῦ διανοηθήσεται παραβολήν, 
 καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.

πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, 
 καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας.

ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, 
 καὶ ἐν καιρῷ πτώσεαως εὑρήσει στήριγμα.

Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς, 
 καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.

ψυχὴν πεινῶσαν μὴ λυπήσῃς, 
 καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.

καρδίαν παροργισμένην μὴ προσταράξῃς, 
 καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.

ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου, 
 

 
 καὶ μὴ ἀποστρέψῃς τὸ πρόσαωπόν σου ἀπὸ πτωχοῦ.

ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν, 
 καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε·

καταραωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, 
 τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν.

προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει, 
 καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.

κλῖνον πτωχῷ τὸ οὖς σου, 
 καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳύτητι.

ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, 
 καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.

γίνου ὀρφανοῖς ὡς πατήρ, 
 καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· 
 (11)καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου, 
 καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.

Ἡ σοφία υἱοὺς ἑαυτῇ ἀνύψωσεν, 
 καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν.

ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, 
 καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται 
 εὐφροσύνης·

ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, 
 καὶ οὗ εἰσπορεύεται, εὐλογήσει Κύριος·

οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, 
 καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος·

ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη, 
 καὶ ὁ προσελθὼν αὐτῇ κατασκηνώσει πεποιθώς.

ἐὰν ἐμπιστεύσῃς, κατακληρονομήσεις αὐτήν, 
 καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ·

ὅτι διεστραμμένως πορεύεται μετʼ αὐτοῦ ἐν πρώτοις, 
 

 
 (19)φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπʼ αὐτόν, 
 καὶ βασανίσει αὐτὸν ἐν παιδίᾳ αὐτῆς, 
 ἕως οὗ ἐνπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ· 
 καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς·

καὶ πάλιν ἐπανήξει κατʼ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ 
 αὐτόν, 
 (21)καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.

ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν, 
 καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.

Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ, 
 (²⁴)καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·

ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, 
 καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.

μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, 
 (27)καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.

μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας·

ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία, 
 καὶ παιδεία ἐν ῥήματι γλώσσης.

μὴ ἀντίλεγε τῆ ἀληθεία, 
 καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπητι·

μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφʼ ἁμαρτίαις σου, 
 (32)καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.

καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ, 
 καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.

ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, 
 καὶ Κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σοῦ.

μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου, 
 καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.

μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου, 
 καὶ φαντασιοκοπῶυ ἐν τοῖς οἰκέταις σου.

μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, 
 καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.

μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου, 
 καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.

μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, πορεύεσθαι 
 ἐν ἐπιθυμίαις καρδίας σου·

καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει; 
 ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σε.

μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο ; 
 ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.

περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου. 
 προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις·

καὶ μὴ εἴπῃς Ο οἰκτειρμὸς αὐτοῦ πολύς, 
 τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· 
 (7)ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ, 
 καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ·

μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, 
 καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· 
 (9)ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου. 
 καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.

μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· 
 οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς

μὴ λίκμα ἐν παντὶ ἀνέμῳ, 
 καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· 
 οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

ἵσθι ἐστηριγμένος ἐν συνέσει σου, 
 καὶ εἷς ἔστω σου ὁ λόγος.

γίνου ταχὺς ἐν ἀκροάσει σου, 
 καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.

εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· 
 εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου.

δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, 
 καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.

μὴ κληθῇς ψίθυρος, 
 καὶ τῇ γλώσσῃ σου μὴ ἐνεδρευθῇς· 
 (17)ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη, 
 καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.

ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει,

καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· 
 ὄνομα γὰρ πονηρὸν αἰσχύνη, καὶ ὄνειδος κληρονομήσει· 
 οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, 
 ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·

τὰ φύλλα σου καταφάγεσαι 
 καὶ τοὺς καρποὺς σου ἀπολέσεις, 
 καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.

Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν, 
 καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.

λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, 
 καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.

οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, 
 οἱ δὲ σύμβουλοί σου εἰς ἀπὸ χιλίων.

εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, 
 καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.

ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ, 
 καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου·

καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν, 
 καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει·

καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν, 
 

 
 καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου·

καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ, 
 καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·

ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, 
 καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.

ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, 
 καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.

φίλος πιστὸς σκέπη κραταιά· 
 ὁ δὲ εὑρὼν αὐτόν, εὗρεν θησαυρόν.

φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, 
 καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ.

φίλος πιστὸς φάρμακον ζωῆς, 
 καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν.

ὁ φοβούμενος Κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, 
 ὅτι κατʼ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.

Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδίαν, 
 καὶ ἕως πο λιῶν εὑρ ήσεις σος φίαν·

ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρφφν πρόσελθε αὐτῇ, 
 καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· 
 (20)ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, 
 καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς.

ὡς ταχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις, 
 καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος·

ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπʼ αὐτῷ, 
 καὶ οὐ χρονιεῖ ἀπορῖψαι αὐτήν.

σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, 
 καὶ οὐ πολλοῖς ἐστιν φανερά.

ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, 
 καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·

καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, 
 καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·

ὑπόθες τὸν ὖμόν σου καὶ βάσταξον αὐτήν, 
 καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς·

ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, 
 καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.

ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, 
 καὶ ἐγκρατὴς γενόμενος μὴ ἀρῇς αὐτήν·

ἐπ᾿ ἐσχάτων γὰρ εὑρήκεις τὴν ἀνάπαυσιν αὐτῆς, 
 καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·

καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος, 
 καὶ οἱ κλάδοι αὐτῆς εἰς στολὴν δόξης.

κόσμος γὰρ χρύσεός ἐστιν ἐπʼ αὐτῆς, 
 καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·

στολὴν δόξης ἐνδύσῃ αὐτήν, 
 καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.

ἐὸν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχὴν σου, πανοῦργος ἔσῃ·

ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, 
 καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.

ἐν πλήθει πρεσβυτέρων στῆθι 
 καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.

πᾶσαν διήγησιν θείαν θέλε ἀκούειν, 
 καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.

ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, 
 καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.

διανοοῦ ἐν τοῖς προστάγμασιν Κυρίου, 
 καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· 
 αὐτὸς στηριεῖ τὴν καρδίαν σου, 
 καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.

Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν·

ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.

υἱέ, μὴ σπεῖρε ἐπʼ αὔλακας ἀδικίας, 
 καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως.

μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, 
 μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.

μὴ δικαιοῦ ἔναντι Κυρίου, 
 καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.

μὴ ζήτει γενέσθαι κριτής. 
 μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας· 
 μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, 
 καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.

μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, 
 καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.

μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, 
 ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.

μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, 
 καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.

μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου, 
 καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.

μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· 
 ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.

μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου. 
 μηδέ φίλῳ τὸ ὅμοιον ποίει.

μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· 
 ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.

μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων,¶ 
 καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.

μὴ μισήσῃς ἐπίπονον ἐργασίαν 
 καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.

μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν·

ταπείνωσον σφόδρα τὴν ψυχήν σου.

μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ,

ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ,

μὴ ἀλλάξῃς φίλον ἕνεκεν ἀδιαφόρου, 
 μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ.

μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, 
 καὶ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.

μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθεία, 
 μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ·

οἰκέτην ἀγαθὸν ἀγαπάτω σου ἡ ψυχή· 
 μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.

Κτήνη σοί ἐστιν ; ἐπισκέπτου αὐτά, 
 καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέταω σοι.

τέκνα σοί ἐστιν; παίδευσον αὐτά, 
 καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.

θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν, 
 καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσαωπόν σου.

εκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, 
 καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.

γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλῃς αὐτήν.

ἐν ὅλῃ καρδἰᾳ (29)δόξασον τὸν πατέρα σου, 
 καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·

μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγενήθης, 
 καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί;

ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον. 
 καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε·

ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, 
 καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.

φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα, 
 (34)καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπʼ ἀρχῆς. 
 (35)καὶ περὶ πλημμελίας καὶ δόσιν βραχιόνων 
 καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχήν.

καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, 
 ἵνα τελειωθῇ ἡ εὐλογία σου.

χάρις δόματος ἔναντι παντὸς ζῶντος, 
 καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.

μὴ ὑστέρει ἀπὸ κλαιόντων, 
 καὶ μετὰ πευθούντων πένθησον.

μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον· 
 ἐκ γὰρ τῶν τοιούταων ἀγαπηθήσῃ.

ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, 
 καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, 
 μὴ ποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.

μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, 
 μὴ ποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· 
 (3)πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον, 
 καὶ καρδίας βασιλέων ἐξέκλινεν.

μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, 
 καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.

μὴ πρόσπαιζε ἀπαιδεύτῳ, 
 ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.

μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· 
 μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.

μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρει αὐτοῦ, 
 καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.

μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· 
 μνήσθητι ὅτι πάντες τελευτῶμεν.

μὴ παρίδῃς διήγημα σοφῶν, 
 καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· 
 (10)ὅτι παρʼ αὐτῶν μαθήσῃ παιδείαν 
 καὶ λειτουργῆσαι μεγιστᾶσιν.

μὴ ἀστόχει διηγήματος γερόντων, 
 καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· 
 ὅτι παρʼ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας 
 δοῦναι ἀπόκρισιν.

μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, 
 μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.

μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, 
 ἵνα μὴ ἐνκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.

μὴ δανίσῃς ἀνθρὠπῳ ἰσχυροτέρῳ σου, 
 καὶ ἐὰν δανίσῃς, ὡς ἀπολωλεκὼς γίνου.

μὴ ἐγγυήσῃ ὑπέρ δύναμίν σου, 
 καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε.

μὴ δικάζου μετὰ κριτοῦ· 
 κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.

μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, 
 ἵνα μὴ καταβαρύνηται κατὰ σοῦ· 
 §αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, 
 καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.

μετὰ θυμώδους μὴ ποιήσῃς μάχην, 
 καὶ μὴ διαπορεύου μετʼ αὐτοῦ τὴν ἔρημον· 
 ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, 
 καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε.

μετὰ μωροῦ μὴ συμβουλεύου, 
 οὐ γὰρ δυνήσεται λόγον στέξαι.

ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν, 
 οὐ γὰρ γινώσκεις τί τέξεται.

παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, 
 καὶ μὴ ἀναφερέτω σοι χάριν.

Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου, 
 μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν

μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, 
 ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου.

μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, 
 μή ποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς.

μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε. 
 μή ποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς.

παρθένον μὴ καταμάνθανε, 
 μή ποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς.

μὴ δῷς πόρναις τὴν ψυχήν σου, 
 ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου.

μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, 
 καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ.

ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου. 
 καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· 
 (9)ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, 
 καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται.

μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον, 
 (13)καὶ μὴ συμβολοκοπήσῃς μετʼ αὐτῆς ἐν οἴνῳ· 
 μή ποτε ἐκκλίνῃ ἡ ψυχὴ σου ἐπʼ αὐτήν, 
 καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν.

Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, 
 ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ· 
 (15)οἶνος νέος φίλος νέος· 
 ἐὰν παλαιωθῇ, μετʼ εὐφροσύνης πίεσαι αὐτόν.

μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ· 
 οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ.

μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν, 
 μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν.

μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεῦσαι, 
 καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· 
 

 
 (19)κἂν προσέλθῃς, μὴ πλημμελήσῃς. 
 ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· 
 (20)ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, 
 καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς.

κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον, 
 καὶ μετὰ σοφῶν συμβουλεύου·

καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου, 
 καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.

ἄυδρες δίκαιοι ἔσταοσαν σύνδειπνοί σου, 
 καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου.

ἐν χειρὶ τεχνικῶν ἔργον ἐπαινεσθήσεται, 
 καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ.

φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, 
 καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.

Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, 
 καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.

κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ 
 αὐτοῦ, 
 καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες 
 αὐτὴν.

βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, 
 καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.

ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς. 
 καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπʼ αὐτῆς.

ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός, 
 καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.

Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον, 
 καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.

μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, 
 καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα.

βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται 
 διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.

τί ὑπερηφανεύεται γῆ καὶ σποδός; 
 ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ.

μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός· 
 καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.

ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ 
 θηρία, σκώληκας.

ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, 
 (15)καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.

ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, 
 καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα. 
 (16)διὰ τοῦτο παρεδόξασεν Κύριος τὰς ἐπαγωγάς. 
 καὶ κατέστρεψεν εἰς τέλος αὐτοὺς·

θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος. 
 καὶ ἐκάθισεν πρᾳεῖς ἀντʼ αὐτῶν·

ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος. 
 καὶ ἐφύτευσεν ταπεινοὺς ἀντʼ αὐτῶν·

χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος. 
 καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς·

ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς, 
 καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.

οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, 
 οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.

σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου· 
 σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν κύριον. 
 σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου· 
 

 
 σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς.

ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος. 
 καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.

γτλούσιος καὶ ἔνδοξος καὶ πτωχός, 
 τὸ καύχημα αὐτῶν φόβος Κυρίου.

οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, 
 καὶ οὐ καθῆκεν δοξάσαι ἄνδρα ἁμαρτωλόν.

μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, 
 καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν 
 κύριον.

οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν, 
 καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.

Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου, 
 καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.

κρείσσων ἐργαζόμενος ἐν πᾶσιν ἢ περιπατῶν, 
 ἢ δοξαζόμενος καὶ ἀπορῶν ἄρτων.

τέκνον, ἐν πρᾳύτητι δόξασον τὴν ψυχήν σου, 
 καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς.

τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; 
 καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;

πτωχὸς δοξάζεται δι᾿ ἐπιστήμην αὐτοῦ, 
 καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.

ὁ δὲ δοξαζόμενος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; 
 καὶ ὁ ἄδοξος ἐν πλούτῳ, ἐν πτωχείᾳ ποσαχῶς

σοφία ταπεινοῦ ἀνύψωσεν κεφαλήν, 
 καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.

μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ, 
 

 
 καὶ μὴ βδέλυξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.

μικρὰ ἐν πετεινοῖς μέλισσα, 
 καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.

ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, 
 καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· 
 ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, 
 καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις.

πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, 
 ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα·

πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, 
 καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑταίρων.

πρὶν ἐξετάσῃς μὴ μέμψῃ, 
 υόησον πρῶτον καὶ τότε ἐπιτίμα.

πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου, 
 καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.

περὶ πράγματος οὗ οὐκ ἔστιν σοι χρεία μὴ ἔριζε. 
 καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.

τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· 
 ἐὰν πληθύνῃς, οὐκ ἀθῳωθήσῃ· 
 καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, 
 καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.

ἔητιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων, 
 καὶ τόσῳ μᾶλλον ὑστερεῖται.

ἔστιν νωθρὸς καὶ προσδεόμενος ἀντιλήμψεως, 
 ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει· 
 (13)καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά. 
 καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ.

καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ, 
 καὶ ἀπεθαύμασαν ἐπʼ αὐτῷ πολλοί

ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, 
 

 
 πταχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστίν.

Δόσις Κυρίου παραμένει εὐσεβέσιν,¶ 
 καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδααοθήσεται.

ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, 
 καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ·

ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν, 
 καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, 
 (20)καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται, 
 καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.

στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ, 
 καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.

μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ· 
 πίστευε τῷ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· 
 (23)ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλου· 
 τίσαι πένητα.

εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, 
 καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.

μὴ εἴπῃς Τίς ἐστίν μου χρεία, 
 καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;

μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν, 
 καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ;

ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, 
 καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·

ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς 
 ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.

κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, 
 καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.

πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, 
 καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.

Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· 
 πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.

πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ· 
 οὕτως καρδία ὑπερηφάνου, 
 καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν.

τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει, 
 καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.

ἀπὸ σπινθῆρος πυρὸς πληθυνθήσεται ἀνθρακιά, 
 καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.

πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, 
 μὴ ποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.

ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς 
 καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.

ἐὸν εὖ ποιῆς, γνῶθι τίνι ποιεῖς, 
 καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.

εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, 
 καὶ εἰ μὴ παρὰ αὐτοῦ, ἀλλὰ παρὰ Ὑψίστου.

οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ 
 καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.

δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.

εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ 
 ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, 
 ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· 
 (7)διπλάσια γὰρ κακὰ εὑρήσεις 
 ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ.

ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλούς, 
 καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.

δὸς τῷ ἀγαθῷ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.

Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, 
 καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.

ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, 
 καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.

μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· 
 ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ·

καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συνκεκυφώς, 
 ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπʼ αὐτοῦ, 
 καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, 
 καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.

μὴ στήσῃς αὐτὸν παρὰ σεαυτόν, 
 μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· 
 μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, 
 μή ποτε ζητήσῃ τὴν καθέδραν σου, 
 καὶ ἐπʼ ἐσχάτῳ ἐπιγνώσῃ τοὺς λόγους μου, 
 καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.

τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον 
 καὶ πάντας τοὺς προσάγοντας θηρίοις ;

οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ 
 καὶ συνφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.

ὤραν μετὰ σοῦ διαμενεῖ, 
 καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.

καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός, 
 καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς 
 βόθρον· 
 (16)ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, 
 §καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφʼ αἵματος·

κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήκεις αὐτὸν πρότερον ἐκεῖ σου, 
 (18)κοὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·

κινήσει τὴν κεφαλὴν αὐτοῦ 
 καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ, 
 

 
 καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον 
 αὐτοῦ.

Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, 
 καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.

βάρος ὑπέρ σέ μὴ ἄρης. 
 καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιαωτέρῳ μὴ κοινώνει. 
 (³)τί κοινωνήσει χύτρα πρὸς λέβητα; 
 αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.

πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο· 
 πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.

ἐὰν χρησιμεύσῃς. ἐργᾶται ἐν σοί 
 καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε·

ἐὸν ἔχῃς. συμβιώσεταί σοι 
 καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει·

χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε, 
 καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδαλαλήσει 
 σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου;

καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, 
 ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς, 
 καὶ ἐπʼ ἐσχάτῳ καταμωκήσεταί σου· 
 μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε, 
 καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.

πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ 
 σου.

προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, 
 καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε·

μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς, 
 καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.

μὴ ἔπεχε ἰσηγορεῖσθαι μετʼ αὐτοῦ, 
 καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ· 
 ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, 
 καὶ ὡς προσγελῶν ἐξετάσει σε·

ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, 
 καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.

συντήρησον καὶ πρόσεχε σφοδρῶς, 
 ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.

πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, 
 καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·

πᾶσα σὰρξ κατὰ γένος συνάγεται, 
 καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.

τί κοινωνήσει λύκος ἀμνῷ ; 
 οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.

τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; 
 καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;

κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ· 
 οὕτως νομαὶ πλουσίων πτωχοί.

βδέλυγμα ὑπερηφάνῳ ταπεινότης, 
 οὕτως βδέλυγμα πλουσίῳ πτωχός.

πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, 
 ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλαων.

πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες, 
 ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν· 
 (27)ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ, 
 ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.

ετλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν, 
 καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶυ νεφελῶν· 
 (29) πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος; 
 κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.

ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία, 
 καὶ πονηρὰ ἡ πτωχεία ἐν στόμασιν εὐσεβοῦς.

καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, 
 ἐὰν εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.

ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν, 
 καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.

Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ, 
 καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας·

μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, 
 καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.

ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, 
 καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα ;

ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, 
 καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.

ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; 
 καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.

τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος, 
 καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦκἂν

εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ, 
 καὶ ἐπʼ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.

πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, 
 ἀποστρέφων πρόσαωπον καὶ ὑπερορῶν ψυχάς.

πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, 
 καὶ ἀδικία πονηρὰ ἀναξηρανεῖ ψυχήν.

ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπʼ ἄρτῳ, 
 καὶ ἐνλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.

Τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτόν, 
 καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε·

μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, 	
 καὶ διαθήκη ἅδου οὐχ ὑπεδείχθη σοι·

πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, 
 

 
 καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.

μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας. 
 καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.

οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, 
 καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;

δὸς καὶ λάβε, καὶ ἀπάτησον τὴν ψυχὴν σου, 
 (17)ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν.

πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· 
 (12)ἡ γὰρ διαθήκη ἀπʼ αἰῶνος Θανάτῳ ἀποθανῇ.

ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, 
 (19)τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει· 
 οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, 
 ἡ μὲν τελευτᾷ, ἑτέρα δέ γεννᾶται.

τᾶν ἔργον σηπόμενον ἐκλείπει, 
 καὶ ὁ ἐργαζόμενος αὐτὸ μετʼ αὐτοῦ ἀπελεύσεται.

Μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ τελευτήσει, 
 καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται·

ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ. 
 καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται.

ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, 
 καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε.

ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, 
 καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται·

ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, 
 καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς·

στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς, 
 καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν·

θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, 
 καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται·

σκεπασθήσεται ὑπʼ αὐτῆς ἀπὸ καύματος, 
 καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.

ὁ φοβούμενος Κύριον ποιήσει αὐτό, 
 καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·

καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ, 
 καὶ ὡς γυνὴ παρθενείας προσδέξεται αὐτόν·

ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως, 
 καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·

στηριχθήσεται ἐπʼ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, 
 (4)καὶ ἐπʼ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·

καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ, 
 (5)καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·

εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος 
 καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.

οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, 
 καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·

μακράν ἐστιν ὑπερηφανίας, 
 (8)καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.

Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, 
 (10)ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη·

ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, 
 καὶ ὁ κύριος εὐοδώσει αὐτόν.

μὴ εἴπῃς ὅτι Διὰ Κύριον ἀπέστην· 
 ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.

μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν· 
 οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.

πᾶν βδέλυγμα ἐμίσησεν Κύριος. 
 καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.

αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, 
 καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.

ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς, 
 καὶ πίστιν ποίησαι εὐδοκίας.

παρέθηκέν σοι πῦρ καὶ ὕδαωρ, 
 οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου·

ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, 
 καὶ ὁ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.

ὅτι πολλὴ σοφία τοῦ κυρίου· 
 ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα·

καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, 
 καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·

καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν, 
 καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.

Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, 
 (1)μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·

ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπʼ αὐτοῖς· 
 εἰ μή ἐστιν φόβος Κυρίου μετʼ αὐτῶν,

μὴ ἐνπιστεύσῃς 
 τῇ ζωῇ αὐτῶν, 
 καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν· 
 (3)κρείσσων γὰρ εἰς ἡ χίλιοι, 
 (4)καὶ ἀποθανεῖν ἄτεκνον ἡ ἔχειν τέκνα ἀσεβθῆ·

ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, 
 φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.

πολλὰ τοιαῦτα ἑόρακα ἐν ὀφθαλμοῖς μου, 
 καὶ ἵσχυρότερα τούτων ἀκήκοεν τὸ οὗς μου.

ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, 
 καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.

οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, 
 οἱ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν·

οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, 
 σὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·

οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, 
 τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν·

καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν 
 τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.

κδν ἦ εἰς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθῇἔλεος 
 (12)γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ, 
 δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ἀργήν.

κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος 
 αὐτοῦ 
 ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ

οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός, 
 καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς.

πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, 
 ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.

μὴ εἶπῃς ὅτι Ἀπὸ Κυρίου κρυβήσομαιμὴ 
 ἐξ ὕψους τις μου μνησθήσεται; 
 (17)ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ, 
 τίς γὰρ ἡ μου ἐν ἀμετρήτῳ κτίσει;

δοῦ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τοῦ θεοῦ, 
 ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ·

ἄμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς 
 ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συνσείονται,

καὶ 2ἐπʼ αὐτοῖς οὐ διανοηθήσεται καρδία· 
 (²¹)καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται

καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, 
 (22)τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.

ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ; 
 ἢ τίς ὑπομενεῖς μακρὰν γὰρ ἡ διαθήκη.

ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, 
 καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μαωρά.

ʼAκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, 
 καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου·

ἐκφαίνω ἐν σταθμῷ παιδείαν, 
 καὶ ἐν ἀκριβείᾳ ἀπαγγέλλω ἐπιστήμην.

ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπʼ ἀρχῆς, 
 καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστελλεν μερίδας αὐτῶν·

ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, 
 καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· 
 τοὕτη ἐπείυασαν οὔτη ἐκοπίασαν, 
 καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·

ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἔθλιψεν, 
 καὶ ἕως αἰῶνος (29)οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ.

καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψεν 
 καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦψυχὴν

παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς, 
 καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.

Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον, 
 aκαὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν·

ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς, 
 καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπʼ αὐτῆς.

καθʼ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχύν, 
 (1b) καὶ κατʼ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτοὺς·

καὶ ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός. 
 

 
 καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.

διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, 
 ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς·

ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτούς, 
 καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς·

θηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν, 
 δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ·

καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,

ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.

προσέθηκεν αὐτοῖς ἐπιστήμην, 
 καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς·

§¹²διαθήκην αἰῶνος ἔστησεν μετʼ αὐτῶν, 
 καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς·

μεγαλεῖν δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, 
 καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσεν τὸ οὗς αὐτῶν·

καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου, 
 (¹²)καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.

αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός, 
 οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.

ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, 
 (15)καὶ μερὶς Κυρίου Ἰσραήλ ἐστιν.

ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, 
 καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν·

οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπʼ αὐτοῦ, 
 καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.

ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετʼ αὐτοῦ, 
 καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.

μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς, 
 καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·

πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον, 
 καί παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.

Ἐπίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας, 
 (22) δκήθητι κατὰ πρόσαωπον καὶ σμίκρυνον πρόσκομμα·

ἐπάναγε ἐπὶ Ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας, 
 καὶ σφόδρα μίσησον βδέλυγμα.

Ὑψίστῳ τίς αἰνέσει ἐν ἅδου 
 (25) ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησι

ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· 
 (27)ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.

ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου, 
 καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπʼ αὐτόν.

οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, 
 ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.

τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει, 
 καὶ πονηρὸς ἐνθυμήσεται σάρκα καὶ αἵμα.

δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, 
 καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.

Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·

Κύριος μόνος δικαιωθήσεται.

οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦκαὶ 
 (³)τίς ἐξιχνιάσει τὰ μεγαλεῖα αὐτοῦ;

κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; 
 καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ

οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, 
 καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·

ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, 
 καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται.

τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ; 
 τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;

ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν·

ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου. 
 οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.

διὰ τοῦτο ἐμακροθύμησεν Κύριος ἐπʼ αὐτοῖς. 
 καὶ ἐξέχεεν ἐπʼ αὐτοὺς τὸ ἔλεος αὐτοῦ·

ἴδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά, 
 (¹¹)διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.

ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, 
 ἔλεος δέ Κυρίου ἐπὶ πᾶσαν σάρκα· 
 (¹³) ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων 
 καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.

τοὺς ἐκδεχομένους παιδείαν ἐλεῷ, 
 καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.

Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον. 
 καὶ ἐν πάσῃ δόσει λύπην λόγων.

οὐχὶ καύσαωνα ἀναπαύσει δρόσος; 
 οὕτως κρείσσων λόγος ἣ δόσις,

οὐκ ἰδοὺ λόγος ὑπέρ δόμα ἀγαθόν; 
 καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.

μωρὸς ἀχαρίστως ὀνειδιεῖ, 
 καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.

πρὶν ἢ λαλῆσαι μάνθανε, 
 καὶ πρὸ ἀρρωστείας θεραπεύου·

πρὸ κρίσεως ἐξέταζε σεαυτόν, 
 καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν·

πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι, 
 

 
 καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.

μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, 
 καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι·

πρὶν εὔξασθαι ἑτοίμασον σεαυτόν, 
 καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.

μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς, 
 καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.

μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, 
 πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.

ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός. 
 καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι Κυρίου.

ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται, 
 καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελίας.

πᾶς συνετὸς ἔγνω σοφίαν, 
 καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.

συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο, 
 καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. 
 Ἐγκράτεια ψυχῆς.

Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, 
 καὶ ἀπὸ τῶν ὀρέξεων σου κωλύου·

ἐὰν χορηγήσεις τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, 
 ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.

μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ. 
 μὴ προσδεθῇς συμβολῇ αὐτῆς·

μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανισμοῦ, 
 καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.

ἐργάτης μέθυσος οὐ πλουτισθήσεται· 
 ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.

οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς, 
 καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·

σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, 
 καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.

ὁ ταχὺ ἐνπιστεύων κοῦφος καρδίᾳ, 
 καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.

ὁ εὐφραινόμενος καρδίᾳ καταγναωσθήσεται,

καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.

μηδέποτε δευτερώσῃς λόγον, 
 καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.

ἐν φἰλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, 
 καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·

ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε, 
 καὶ ἐν καιρῷ μισήσει σε.

ἀκήκοας λόγον ; συναποθανέτω σοι· 
 θάρσει, οὐ μή σε ῥήξει.

ἀπὸ προσώπου λόγου ὠδινήσει μαωρός, 
 ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.

βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, 
 οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.

Ἔλεγξον φίλον, μή ποτε οὐκ ἐποίησεν, 
 καὶ εἴ τι ἐποίησεν, μή ποτε προσθῇ.

ἔλεγξον τὸν φίλον, μὴ ποτε οὐκ εἶπεν· 
 καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.

ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή, 
 (¹⁶)καὶ μὴ παντὶ λόγῳ πίστευε.

ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς, 
 

 
 (17)καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ;

ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι, 
 (18)καὶ δὸς τόπον νόμῳ Ὑψίστου.

Πᾶσα σοφία φόβος Κυρίου, 
 καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου.

καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη, 
 καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.

ἔστιν πονηρία καὶ αὕτη βδέλυγμα, 
 καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.

κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος 
 ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.

ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, 
 καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.

ἔστιν πονηρευόμενος συνκεκυφὼς μελανίᾳ, 
 καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου·

συνκύφων πρόσωπον καὶ ἑτεροκαωφῶν, 
 ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε·

καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, 
 ἐὰν εὕρῃ καιρὸν κακοποιήσει.

ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, 
 καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·

στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου 
 ἀναγγέλλει τὰ περὶ αὐτοῦ.

ἔστιν ἔλεγχος ὁς οὐκ ἔστιν ὡραῖος, 
 καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος.

Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι, 
 καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται.

ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, 
 οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα.

ἔστιν σιωπῶν εὑρισκομενος σοφός,¶ 
 καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς.

ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, 
 καὶ ἔστιν σιωπῶν, εἰδὼς καιρόν.

ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῖ, 
 ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν.

ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, 
 καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται.

Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, 
 καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν.

ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι, 
 καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν.

ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, 
 καὶ ἔστιυ ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν.

ἔστιν ἀγοράζων πολλὰ ὀλίγου 
 καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον.

ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει. 
 χάριτες δὲ μωρῶν ἐκχυθήσονται.

δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, 
 οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθʼ ἑνὸς πολλοί

ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει, 
 καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κήρυξ· 
 (16)σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει, 
 μισητὸς ἄνθρωπος ὁ τοιοῦτος.

μωρὸς ἐρεῖ Οὐχ ὑπάρχει μοι φίλος, 
 καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου· 
 (18)οἱ ἔσθοντες τὸν ἄρτον μου φαῦλοι γλώσσῃ.

ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ ;

Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης. 
 οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει.

ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος· 
 ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.

ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή, 
 οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.

ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, 
 καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται.

ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾿ αἰσχύνην, 
 καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτὴν.

ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, 
 καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.

μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος, 
 ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.

αἱρετὸν κλέπτης ἢ ἐνδελεχίζων ψεύδει, 
 ἀμφότεροι δὲ ἀπωλίαν κληρονομήσουσιν.

ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, 
 καὶ ἡ αἰσχύνη αὐτοῦ μετʼ αὐτοῦ ἐνδελεχῶς 
 Λόγοι παραβολῶν.

Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, 
 καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν·

ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ, 
 καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδίκαν.

ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν, 
 καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς.

σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, 
 τίς ὠφέλεια ἐν ἀμφοτέροις;

κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μαωρίαν αὐτοῦ 
 ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.

Τέκνον, ἥμαρτες μὴ προσθῇς μηκέτι, 
 

 
 καὶ περὶ τῶν προτέρων σου δεήθητι.

ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας· 
 ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε· 
 (3)ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς, 
 ἀναιροῦντες ψυχὰς ἀνθρώπων.

ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία, 
 τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.

καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον, 
 οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται.

δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, 
 καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.

μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, 
 καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.

γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, 
 ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν.

ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις 
 ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα.

στιππύον συνηγμένον συναγααωγὴ ἀνόμων, 
 καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.

ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων, 
 καὶ ἐπʼ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου.

ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, 
 (13)καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία.

§12οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος· 
 (15)ἔστιν πανουργία πληθύνουσα πικρίαν.

γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται, 
 καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.

ἔγκατα μωροῦ ὡς ἅγγιον συντετριμμένον, 
 καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.

λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, 
 

 
 αἰνέσει αὐτὸν καὶ ἐπʼ αὐτὸν προσθήσει· 
 ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ, 
 καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.

ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, 
 ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.

στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ. 
 καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσεται ἐν καρδίᾳ.

ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, 
 καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.

πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία, 
 καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.

μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, 
 ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.

ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία, 
 καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.

ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, 
 ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώἄφρων

ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν, 
 ἀνήρ δὲ πεπαιδευμένος ἔξω στήσεται.

ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, 
 ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ.

χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται, 
 λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.

ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, 
 καρδία δὲ σοφῶν στόμα αὐτῶν.

ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν 
 αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.

μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων. 
 καὶ ἐν παροικήσει μισηθήσεται.

Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός. 
 καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.

βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός. 
 πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.

αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, 
 θυγάτηρ δὲ ἐπʼ ἐλαττώσει γίνεται.

θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, 
 καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·

πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, 
 καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.

μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις. 
 μάστιγες καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.

συνκολλῶν ὄστρακον ὁ διδάσκων μαορόν, 
 (8)ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου·

διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωράῷ. 
 καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν

ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς· 
 καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν· 
 (11)ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, 
 (12)τοῦ δέ μωροῦ ὑπέρ θάνατον ἡ ζωὴ πονηρά.

¹²πένθος νεκροῦ ἑπτὰ ἡμέραι, 
 μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.

μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον, 
 καὶ πρὸς ἀσύνετον μὴ πορεύου· 
 (15)φλύλαξαι ἀπʼ αὐτοῦ, ἴνα μὴ κόπον ἔχης 
 καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· 
 

 
 (16)ἔκκλινον ἀπʼ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν, 
 καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.

ὑπέρ μόλβον τί βαρυνθήσεται; 
 καὶ τί αὐτῷ ὄνομα ἀλλ᾿ ἦ μωρός

ἄμμον καὶ ἄλα καὶ βῶλον σιδήρου 
 εὔκόπου ὑπενεγκεῖν ἡ ἄνθραωπον ἀσύνετον.

ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν 
 ἐν συσσεισμῷ οὐ διαλυθήσεται, 
 οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς 
 (20)ἐν καιρῷ οὐ δειλιάσει.

καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως 
 ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.

χάρακες ἐπὶ μετεάρου κείμενοι 
 κατέναντι ἀνέμου οὐ μὴ ὑπομείναωσιν· 
 ,23) οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροί 
 κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.

ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, 
 καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν.¶

ξΝάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, 
 καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.

ἐπὶ φίλον ἐὰν σπάσῃς όομφαίαν, 
 μὴ ἀφελπίσῃς, ἔστιν γὰρ ἐπάνοδοςΣπὶ

φίλον (27)ἐὸν ἀνοίξῃς στόμα, 
 μὴ εὐλαβηθῇς, ἔστιν γὰρ διαλλαγή· 
 πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκα- 
 λύψεως καὶ πληγῆς δολίας· 
 ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος.

ςίστιν κτῆσαι ἐν πταωχείᾳ μετὰ τοῦ πλησίον, 
 ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· 
 

 
 (29)ἐν καιρῷ θλίψεανς διάμενε αὐτῷ, 
 ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συνκληρονομήσῃς.

πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός, 
 οὕτως πρὸ αἱμάτων λοιδορίαι.

φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, 
 καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ,

καὶ εἰ κακά μοι συμβήσεται δι᾿ αὐτόν, 
 (32)πᾶς ὁ ἀκούων φυλάξεται ἀπʼ αὐτοῦ.

Τἰς δώσει μοι ἐπὶ στόμα μου φυλακὴν 
 καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον. 
 ἵνα μὴ πέσω ἀπʼ αὐτῆς, 
 καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;

Κύριε, πάτερ καὶ δέσποτα ζωῆς μου. 
 μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν, 
 μὴ ἀιφῆς με πεσεῖν ἐν αὐτοῖς.

τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας. 
 καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας, 
 ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται, 
 καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν·

ὅπως μὴ πληθύνωσιν αἱ ἄγνοιαί μου, 
 καὶ αἱ ἁμαρτίαι μου πλεονάσαωσιν, 
 καὶ πεσοῦμαι ἔναντι τῶυ ὑπεναντίων, 
 καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου

Κύριε, πάτερ καὶ θεὲ ζωῆς μου, 
 (5)μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι.

καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπʼ ἐμοῦ·

κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με. 
 καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με. 
 Παιδεία στόματος.

Παιδείαν στόματος ἀκούσατε, τέκνα, 
 καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ·

ἐν τοῖς χείλεσιν αὐτοῦ ⁸καταλεμμφθήσεται 
 ἁμαρτωλὸς καὶ λοίδορος καὶ ὑπερήφανος· 
 σκανδαλισθήσονται ἐν αὐτοῖς.

ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, 
 (10)καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς.

ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς 
 ἀπὸ μώλωπος οὐκ ἐλατπαοθήσεται, 
 οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς 
 ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.

ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, 
 καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ· 
 (13)ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπʼ αὐτῷ, 
 κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς· 
 (14)καὶ εἰ διὰ κενῆς μοσεν, οὐ δικαιωθήσεται, 
 πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.

ἔστιν λέξις ἀντιπεριβεβλημένη θανάτῳ, 
 μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ἰακώβ· 
 (16)ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, 
 καὶ ἐν ἁμαρτίαις οὐκ ἐνκυλισθήσονται.

ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου· 
 ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας.

μνήσθητι πατρὸς καὶ μητρός σου, 
 ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύει· 
 (19)μή ποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν, 
 καὶ τῷ ἐθισμῷ σου μωρανθῇς, 
 καὶ θελήσεις εἰ μὴ ἐγεννήθης, 
 καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου μὴ καταράσῃ.

ἄθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ 
 ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.

Δύο εἴδη πληθύνουσιν ἁμαρτίας. 
 καὶ τὸ τρίτον ἐπάξει ὀργήν· 
 

 
 (22)ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, 
 οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· 
 (23)ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, 
 οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ·

ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, 
 οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ·

ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, 
 λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ; 
 (26)σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, 
 καὶ οὐθείς με ὁρᾷ, τί εὐλαβοῦμαις; 
 τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος.

καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, 
 (28)καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου 
 φωτεινότεροι, 
 ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων 
 καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.

πρὶν ἢ κτισθῆναι τὰ πάντα ἔγνωσται αὐτῷ, 
 οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι.

οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, 
 καὶ οὗ οὐχ ὑπενόησεν πιασθήσεται.

οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα 
 καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου·

πρῶτον μὲν γὰρ ἐν νόμῳ Ὑψίστου ἠπείθησεν, 
 καὶ δεύτερον εἰς ἄνδρα ἑαυτῆς ἐπλημμέλησεν· 
 καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, 
 ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν.

αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται, 
 καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται·

διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν, 
 καὶ οἱ κλάδοι αὐτῆς οὐ δώσουσιν καρπόν·

καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς, 
 καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται·

καὶ ἐπιγνώσονται οἵ καταλειφθέντες 
 ὅτι οὐθὲν κρεῖττον φόβου Κυρίου, 
 καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου. 
 Αἵνεσις σοφίας.

Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς, 
 καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.

ἐν ἐκκλησίὰ Ὑψἰστου στόμα αὐτῆς ἀνοίξει. 
 καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται

Ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, 
 (6)καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·

ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, 
 καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·

γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, 
 καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·

ἐν κύμασιν θαλάσσης (9)καὶ ἐν πάσῃ τῇ γῇ, 
 (10)καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην·

μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα, 
 καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαις

τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, 
 καὶ ὁ κτίσας με κατέπαυσεσ τὴν σκηνὴν μου 
 (13)καὶ εἶπ εν Ἐν Ἰακὼβ κατασκήνωσον, 
 καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι.

πρὸ τοῦ αἰῶνος ἀπʼ ἀρχῆς ἔκτισέν με. 
 καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπαω.

ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα, 
 (15)καὶ οὕτως ἐν Σειῶν ἐστηρίχθην·

ἐν πόλει ἠγαπημένῃ ὀμοίαως με κατέπαυσεν, 
 καὶ ἐν Ἰερουσαλὴμ ἡ ἐξουσία μου·

καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ. 
 ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.

ὡς κέδρος ἀνυψώθην ἐν τῷ ΑΛιβάνῳ, 
 καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών·

ὁς φοίνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς, 
 καὶ ὡς φυτὰ ὸόδου ἐν Ἰερειχώ· 
 (19)ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, 
 καὶ ἀνυψώθην ὡς πλάτανος.

ὁὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμήν, 
 καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, 
 ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή, 
 καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ·

ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, 
 καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.

ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν. 
 καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.

προσέλθετε πρὸς μέ, οἱ ἐπιθυμοῦντές μου, 
 καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·

τὸ γὰρ μνημόσυνόν μου ὑπέρ μέλι γλυκύ, 
 καὶ ἡ κληρονομία μου ὑπέρ μέλιτος κηροῦ.

οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν, 
 καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν·

ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, 
 καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.

ταῦτα πάντα ββίδλος διαθήκης θεοῦ Ὑψίστου, 
 νόμον ὃν ἐνετείλατο Μωυσῆς 
 κληρονομίαν συναγωγαῖς Ἰακώβ·

ὁ πιμπλῶν ὡς Φισὼν σοφίαν, 
 καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων·

ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν, 
 καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ·

ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, 
 ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.

οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, 
 καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·

ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς, 
 καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.

κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ, 
 καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·

κἶπα Ποτιῶ μου τὸν κῆπον, 
 καὶ μεθύσω μου τὴν πρασιάν· 
 (43) καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, 
 καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.

ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ, 
 καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·

ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ, 
 καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.

ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, 
 ἀλλʼ ἅποσιν τοῖς ἐκζητοῦσιν αὐτήν.

Ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου 
 καὶ ἀνθρώπων· 
 (2)ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, 
 καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συνπεριφερόμενοι

τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχὴ μου 
 καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶνεττωχὸν 
 (4)ὑπερήφανον, καὶ πλούσιον ψεύστην, 
 γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.

ἐν νεότητι οὐ συναγίοχας, 
 

 
 καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;

ὡς ὡραῖον πολιαῖς κρίσις, 
 καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν·

ὡς ὡραία γερόντων σοφία, 
 καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.

στέφανος γερόντων πολυπειρία, 
 καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.

Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ, 
 καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· 
 (10)Μνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, 
 ζῶυ καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·

μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, 
 καὶ ὸς ἐν γλωσσῃ οὐκ λίσθησεν, 
 καὶ ὅς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ·

μακάριος ὁς εὗρεν φρόνησιν, 
 καὶ ὁ διηγούμενος εἰς ὥτα ἀκουόντων·

ὁὡι μέγας ὁ εὑρών σοφίαν, 
 ἀλλʼ οὐκ ἔστιν ὑπέρ τὸν φοβούμενον τὸν κύριον·

φόβος Κυρίου ὑπέρ πᾶν ὑπερέβαλεν, 
 ὁ κρατῶυ αὐτοῦ τίνι ὁμοιωθήσεται;

Ιᾶσαν πληγήν, καὶ μὴ πληγὴν καρδίας· 
 καὶ πᾶσαν πονηρίαν, καὶ μὴ πονηρίαν γυναικῆς·

ετᾶσαν ἐπαγωγήν, καὶ μὴ ἐπαγωγὴν μισούντων· 
 (21)καὶ πᾶσαν ἐκδίκησιν, καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.

οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, 
 καὶ οὐκ ἔστιν θυμὸς ὑπέρ θυμὸν ἐχθροῦ.

συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω 
 ἤ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.

πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὄρασιν αὐτῆς, 
 καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς σάκκον·

ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ (25)ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, 
 καὶ ἀκούσας ἀνεστέναξεν πικρά.

μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, 
 κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.

ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, 
 οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχᾳῃλ

μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικός, 
 καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.

ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη 
 πγυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.

καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν 
 καὶ πληγὴ καρδίας γυνὴ πονηρά· 
 (32)χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, 
 ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.

ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας. 
 καὶ δι αὐτὴν ἀποθνήσκομεν πάντες.

μὴ δῷς υδατι διέξοδον, 
 μηδέ γυναικὶ πονηρῷ ἐξουσίαν·

εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, 
 (36)ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.

Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, 
 καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.

γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, 
 καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.

γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, 
 ἐν μερίδι φοβουμένων Κύρον δοθήσεται.

τλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, 
 ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν.

ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, 
 καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθηνδιαβολὴν 
 (⁹)πόλεως, καὶ ἐκκλησίαν ὄχλου, 
 

 
 (7)καὶ καταψευσμόν, ὑπέρ θάνατον πάντα μοχθηρά.

6ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικί, 
 καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.

βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, 
 ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.

ὀργὴ μεγάλη γυνὴ μέθυσος, 
 καὶ ἀσχημοσύνην αὐτῆς οὐ συνκαλύψει.

πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, 
 καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.

ἐπ ὶ θυγατρὶ ἀδιατρέπτως στερέωσον φυλακήν, 
 ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται·

ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, 
 καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·

ς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει, 
 καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, 
 κατέναντι παντὸς πασσάλου καθήσεται, 
 καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.

χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, 
 καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.

δόσις Κυρίου γυνὴ σιγηρά, 
 (8)καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·

χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, 
 καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.

ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου, 
 καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτοῦ·

λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, 
 καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ·

στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρῆς. 
 καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς.

Επὶ 1 δυσὶ λελύπηται ἡ καρδία μου, 
 

 
 καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· 
 (26)ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ νδειαν, 
 καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, 
 (27)ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· 
 ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίkαν αὐτόν.

Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας. 
 καὶ οὐ δικαιωθήσεται κάπηλος ἀσὸ ἁμαρτίας.

χάριν ἀδιαφόρου πολλοὶ ἥμαρτον, 
 καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν.

ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος, 
 καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται 
 ἁμαρτία.

ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδήν, 
 ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος.

ἐν σείσματι κοσκίνου διαμένει κοπρία, 
 οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.

σκεύη κεραμέως δοκιμάζει κάμινος, 
 καὶ πειρασμὸς ἀνθρώπου ἐυ διαλογισμῷ αὐτοῦ.

γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, 
 οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου.

πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, 
 οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.

ἐὰν διώκῃς τὸ δίκαιον, καταλήμψῃ, 
 καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.

πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, 
 καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει.

λέων θῆραν ἐνεδρεύει, 
 οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα.

διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, 
 ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.

εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, 
 εἰς μέσον δὲ διανοουμένου ἐνδελέχιζε.

διήγησις μαορῶν προσόχθισμα, 
 καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας.

λάλα πολυόρκου ὀρθώσει τρίχας. 
 καὶ ἡ μάχη αὐτῶν ἐνφραγμὸς ὠτίων.

ἕκχυσις αἵματος μάχη ὑπερηφάνων, 
 καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.

Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν, 
 καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.

στέρξον φίλον καὶ πιστώθητι μετʼ αὐτοῦ· 
 (19)ἐὸν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, 
 οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.

καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, 
 οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον·

§19καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας, 
 οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν.

μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη, 
 καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.

ὅτι τραῦμα ἔστιν (23)καταδῆσαι, 
 καὶ λοιδορίας ἐστὶν διαλλαγή· 
 (24)ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν.

διανεύων ὀφθαλμῷ τεκταίνει κακά, 
 καὶ οὐδεὶς αὐτὸν ἀποστήσει ἀπʼ αὐτοῦ·

ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ στόμα σου 
 καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, 
 ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ 
 καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον.

πολλὰ ἐμίσησα καὶ οὐχ ὀμοίωσα αὐτῷ, 
 καὶ ὁ κύριος μισήσει αὐτόν.

ὁ ββάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, 
 καὶ πληγὴ δολία διελεῖ τραύματα.

ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, 
 καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται·

ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται, 
 καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.

ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, 
 καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν.

παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν, 
 καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν.

Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα, 
 καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.

ὁ ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν, 
 καὶ τὰς ἁμαρτίας αὐτοῦ διαστηριῶν διαστηρίσει.

ἄφες ἀδίκημα τῷ πλησίον σου, 
 καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.

ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, 
 καὶ παρὰ Κυρίου ζητεῖ ἵασιν

ἐπ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, 
 καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;

αὐτὸς σὰρξ ὧν διατηρεῖ μῆνιν, 
 τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;

μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, 
 (7)καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.

μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, 
 (9)καὶ διαθήκην Ὑψίστου, καὶ πάριδε ἄγνοιαν.

Ἀπόσχου ἀπὸ μάχης. καὶ ἐλαττώσεις ἁμαρτίας· 
 

 
 Μνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην.

καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, 
 καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐκβάλλει διαβολήν.

κατὰ τὴν ὕλην πυρὸς οὕτως ἐκκαυθήσεται, 
 κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται· 
 καὶ κατὰ τὸν πλούτου ἀνυψώσει ὀργὴν αὐτοῦ, 
 καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήrτεται.

ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, 
 καὶ μάχη κατασπεύδουσα ἐκχέει αἶμα.

ἐὰν φυσήσῃς σπινθῆρα ἐκκαήσεται, 
 καὶ ἐὰν πτύσῃς ἐπʼ αὐτὸν σβεσθήσεται· 
 καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.

ψίθυρον καὶ δίγλωσσον καταρᾶσθε, 
 πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.

γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν 
 καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος, 
 (17)καὶ πόλεις ὀχυρὰς καθεῖλεν, 
 καὶ οἰκίας μεγιστάνων κατέστρεψεν·

γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν, 
 καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν·

ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, 
 οὐδὲ κατασκηνάσει μεθʼ ἡσυχίας.

πληγὴ μάστιγος ποιεῖ μώλωπας, 
 πληγὴ δέ γλώσσης συνκλάσει ὀστᾶ.

ὅλοι ἔπεσαν ἐν στόματι μαχαίρας. 
 καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.

μακάριος ὁ σκεπασθεὶς ἀπʼ αὐτῆς, 
 

 
 ὁς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, 
 ὁς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς, 
 καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·

ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς. 
 καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκεῖοι·

θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, 
 καὶ λυσιτελὴς μᾶλλον ὁ ἄδης αὐτῆς.

οὐ μὴ κρατήσῃ εὐσεβῶν, 
 καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται·

οἱ καταλείποντες Κύριον ἐμπεσοῦνται εἰς αὐτήν, 
 καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· 
 ἐξαποσταλήσεται ἐπʼ αὐτοῖς ὡς λέων, 
 καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.

δὲ, περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, 
 (29)τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·

καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν,¶ 
 καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν.

πρόσεχε μὴ πως ὀλισθήσῃς ἐν αὐτῇ, 
 μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.

Ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον, 
 καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς.

δάνισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, 
 καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν·

στερέωσον λόγον καὶ πιστώθητι μετʼ αὐτοῦ, 
 καὶ ἐν παντὶ καιρῷ εὑρήκεις τὴν χρείαν σου.

εςολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος, 
 καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς.

ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ, 
 καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνὴν· 
 (6)κρὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, 
 

 
 καὶ ἀποδώσει λόγους ἀκηδίας 
 καὶ τὸν καιροῦ αἰτιάσεται.

ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ 
 καὶ λογιεῖται αὐτὸ ὡς εἰρεμα· 
 (8)εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, 
 καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν οὐ δωρεάν· 
 κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ, 
 καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.

πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν, 
 ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.

χ λῆν ἐπὶ ταπεινῷ μακροθύμησον, 
 καὶ ἐπʼ ἐλεημοσύνην παρελκύσεις αὐτόνχάριν

ἐντολῆς ἀντιλαβοῦ πένητος, 
 καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.

ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον, 
 καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπωλίαν·

θὲς τὸν θησαυρόν σου κατʼ ἐντολὰς ὑψίστου, 
 καὶ λυσιτελήσει σοι μᾶλλον ἤ τὸ χρυσίον.

σύνκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, 
 καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεαος·

ὑπέρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς 
 κατέναντι ἐχθροῦ πολεμήσει ὑπέρ σοῦ.

ἀνήρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, 
 καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλείψει αὐτόν.

χάριτας ἐγγύου μὴ ἐπιλάθῃ, 
 ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπέρ σοῦ.

ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, 
 καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.

ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας, 
 καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· 
 (25)ἄνδρας δυνατοὺς ἀπᾠκισεν, 
 καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.

ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην 
 καὶ διώκαων ἐργολαβείας ἐμπεσεῖται εἰς κρίσεις.

ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου, 
 καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.

Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον, 
 καὶ οἶκος καλύπτων ἀσχημοσύνην.

κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν 
 ἡ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.

ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχεζωὴ

πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, 
 καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα·

ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα, 
 καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ

Τάρελθε, πάροικε, κόσμησον τράπεζαν, 
 καὶ εἵ τι ἐν τῇ χειρί σου ψώμισόν με·

ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης, 
 ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς ξενίας.

βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, 
 ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανιστοῦ. 
 Περὶ τέκνων.

Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, 
 ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτων αὐτοῦ·

ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ, 
 καὶ ἀνὰ μέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται·

ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρόν, 
 καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται.

ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὥς οὐκ ἀπέθανεν, 
 ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετʼ αὐτόν.

ἐν τῆ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη, 
 καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·

ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον, 
 καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.

περὶ ψυχῶν υἱῶν καταδεσμεύσει τραύματα αὐτοῦ, 
 καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.

§8ἵπτ πος ἀδάμαστος ἀποβαίνει σκληρός, 
 καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.

τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, 
 σύνπαιξον αὐτῷ καὶ λυπήσει σε.

μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, 
 καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.

μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·

ἡλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος, 
 μὴ ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.

παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, 
 ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ.

κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἔξει 
 ἤ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.

ὑγεία καὶ εὐεξία βελτίων παντὸς χρυσίου, 
 καὶ σῶμα εἰρωστον ἤ ὄλβος ἀμέτρητος. 
 Πεπἰ βρωμάτων.

Οὐκ ἔστιν πλοῦτος βελτίων ὑγείας σώματος, 
 καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπέρ χαρὰν καρδίας.

κρείσσων θάνατος ὑπέρ ζωὴν πικρὰν ἤ ἀρρώστημα ἔμμονον. 
 ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένα, 
 θέμα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.

τί συμφέρει κάρπωσις εἰδώλῳς 
 οὔτε γὰρ ἔδεται οδτε μὴ ὀσφρανθῆ· 
 (20)οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου.

βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων 
 ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.

μὴ δῷς εἰς λύπην τὴν ψυχὴν σου, 
 καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.

εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, 
 καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.

ἀγάπα τὴν ψυχὴν σου καὶ παρακάλει τὴν καρδίαν σου, 
 καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· 
 (25)_Φολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη, 
 καὶ οὐκ ἔστιν ὠφελία ἐν αὐτῇ.

ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας. 
 καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.

bλαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν 
 τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.

ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, 
 καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστῷ ὕπνον·

μἐριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, 
 καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον.

ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων, 
 καὶ ἐυ τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων 
 αὐτοῦ·

ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου, 
 καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.

ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, 
 καὶ ὁ διώκων διαφθορὰν αὐτὸς πλησθήσεται.

πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, 
 καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.

ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθυσιάζουσιν αὐτῷ, 
 καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.

μακάριος πλούσιος ὅς εὑρέθη ἄμωμος, 
 καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη·

τίς ἐστιν, καὶ μακαριοῦμεν αὐτόν; 
 ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.

τἰς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη; καὶ ἔστω εἰς 
 καύχησιν. 
 τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, 
 καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν;

στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, 
 καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.

Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας· 
 μὴ ἀνοίξῃς ἐπʼ αὐτῆς τὸν φάρυγγά σου. 
 (13)καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπʼ αὐτῆς.

μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός· 
 (15)πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται 
 διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.

οὑ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα. 
 (17)καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.

¹⁵υὁει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, 
 καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.

φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι. 
 καὶ μὴ διαμασῶ, μὴ μισηθῇς·

παῦσαι πρῶτος χάριν παιδείας, 
 καὶ μὴ ἀπληστεύου, μὴ ποτε προσκόψῃς·

καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, 
 πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.

ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, 
 

 
 καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.

ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίaφ 
 ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετʼ αὐεοῦ· 
 (23)πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς 
 ἀπλήστου.

καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, 
 ἀνάστα μεσοπορῶν, καὶ ἀναπαύσῃ.

ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με, 
 καὶ ἐπʼ ἐσχάτῳ εὑρήκεις τοὺς λόγους μου. 
 (27)ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής. 
 καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.

λαμπρὸν ἐπʼ ἄρτοις εὐλογήσει χείλη, 
 καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή·

πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις, 
 καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.

Ἐν οἴνῳ μὴ ἀνδρίζου. 
 πολλοὺς γὰρ ἀπὼλεσεν ὁ οἶνος·

κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, 
 οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.

ἔφισον ζωῆς οἶνος ἀνθρώπᾳῳ, 
 ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ· 
 ᵃ³τἰς ζωὴ ἐλασσουμένῳ οἴνῳ 
 (35)καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.

ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς 
 οἶνος πινόμενος ἐυ καιρῷ αὐτάρκης·

πικρία ψυχῆς οἶνος πινόμενος πολὺς 
 ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.

πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα. 
 ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.

ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, 
 καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· 
 (42)λόγον ὀνειδισμοῦ μὴ εἶπῃς αὐτῷ, 
 καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.

Ἡγούμενόν σε κατέστησαν ; μὴ ἐπαίρου· 
 γίνου ἐν αὐτοῖς ὡς εἰς ἐξ αὐτῶν, 
 (2)φρόντισον αὐτῶν καὶ οὕτω κάθισον·

καὶ πᾶσαυ τὴν χρείαν σου ποιήσας ἀνάπεσε, 
 (3)ἵα εὐφρανθῇς δι᾿ αὐτούς, 
 καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον.

Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, 
 (5)ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά.

ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν, 
 καὶ ἀκαίρως μὴ σοφίζου.

σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, 
 σύγκριμα μουσικῶν ἐυ συμποσίῳ οἴυου·

ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, 
 μέλος μουσικῶν ἐφʼ ἡδεῖ οἴνῳ.

λάλησον, νεανίσκε, εί χρεία σου, 
 (¹¹)μόλις δὶς ἐὰν ἐπερωτηθῇς·

κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· 
 γίνου ὡς γινόσκων καὶ ἅμα σιωπῶν.

ἐν μέσᾳῳ μεγιστάνων μὴ ἐξισάζου, 
 καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.

πρὸ βροντῆς κατασπεύδει ἀστραπή, 
 καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.

ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει. 
 ἀπότρεχε εἰς οἶκον καὶ μὴ ὸᾳθύμει·

ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, 
 καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.

καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε 
 καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.

Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδίαν, 
 καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν·

ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, 
 καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ·

οἱ φοβούμενοι Κύριον είρήσουσιν κρίμα. 
 καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.

ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν, 
 καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.

ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα. 
 ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, 
 (23)καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς.

ἄνευ βουλῆς μηθὲν ποιήσῃς. 
 καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.

ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, 
 καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν·

μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,

καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.

ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, 
 καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.

ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, 
 καὶ ὁ πεποιθὰς Κυρίῳ οὐκ ἐλαττωθήσεται.

τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, 
 ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.

ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, 
 ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.

ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ, 
 καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.

ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, 
 σύνδησον παιδείαν καὶ ἀποκρίθητι.

τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, 
 καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.

ζππος εἰς ὀχείαν ὡς φίλος μῶκος, 
 ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.

διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει, 
 καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλἰου;

ἐν γνώσει Κυρίου διεχωρίσθησαν, 
 καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς·

ἀπʼ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν, 
 καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.

καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, 
 καὶ ἐκ γῆς ἐκτἰσθη Ἀδάμ·

ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτούς, 
 καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν·

ἐξ αὐτῶν εὺλόγησεν καὶ ἀνύψωσεν, 
 καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγισεν· 
 ἀπʼ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν, 
 καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.

ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, 
 (14)πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· 
 οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτούς, 
 ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.

ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, 
 καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· 
 οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός.

καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, 
 δύο δύο, ἕν κατέναντι τοῦ ἑνός.

a Κἀγὼ ἔσχατος ἠγρύπνησα,

§²⁵ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· 
 (17)ἐν εὐλογίᾳ Κυρίου ἔφθασα, 
 καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν.

κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, 
 ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν.

ἀκούσατέ μου, μεγιστᾶνες λαοῦ, 
 καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐναοτίσασθε.

υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ 
 μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· 
 καὶ μὴ δῷς ἑτέρῳ τὰ χρῆματά σου, 
 ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.

ἕως ἔτι ζῆς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ 
 σαρκί.

κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου 
 ἡ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.

ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγαν, 
 μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.

ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου 
 καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.

χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ, 
 ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ.

ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· 
 ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν.

ζυγὸς καὶ ἱμὰς κάμψουσιν τράχηλον, 
 καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι·

μβαλε αὐτὸν εἰς ἐργασίαν, ἴνα μὴ ἀργῇ.

πολλὴν γαρ κακίαν ἐδίδαξεν ἡ ἀργία·

εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, 
 κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. 
 καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί, 
 καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.

τἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ, 
 ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· 
 

 
 εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς σεαυτόν, 
 ὅτι ὡς ἡ ψυχή σου ἐπιδέησις αὐτῷ·

ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρῶ, 
 (33)ἐν ποἰᾳ ὁδῷ ζητήσεις αὐτόν;

Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, 
 καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.

ὁὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον, 
 οὕτως ὁ ἐπέχων ἐνυπνίοις·

τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, 
 κατέναντι προσώπου ἁμοίαομα προσώπου.

ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; 
 καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσεις

μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν, 
 (6)καὶ ὡς ὠδινούσης φαντάζεται καρδία

ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, 
 μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·

πολλοὺς ἐπλάνησεν τὰ ἐνύπνια, 
 καὶ ἐξέπεσον ἐλπίζοντες ἐπʼ αὐτοῖς.

ἄνευ ψεύδους συντελεσθήσεται νόμος, 
 καὶ σοφία στόματι πιστῷ τελείωσις.

Ἀνήρ πεπαιδευμένος ἔγνω πολλά, 
 καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·

ὅς οὐκ ἐπειράθη ὀλίγα οἶδεν,

δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.

πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, 
 καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου·

πλεονάκις ἕως θανάτου ἐκινδύνευσα, 
 καὶ διεσώθην τούτων χάριν.

πνεῖμα φοβουμένων Κύριον ζήσεται,

ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς·

ό φοβούμενος Κύριον οὐ μὴ εὐλαβηθήσεται, 
 καὶ οὐ μὴ δειλιάσει, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.

φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή·

τίνι ἐπέχεις καὶ τίς ἀντιστήριγμα αὐτοῦ

οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν, 
 ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, 
 σκέπη ἀπὸ καύσαωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, 
 (20)φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώματος·

ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, 
 ἴασιν διδοὺς ζωὴν καὶ εὐλογίαν.

ᵇυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμαοκημένη.

καὶ οὐκ εἰς εὐδοκίαν μωκήματα ἀνόμων·

οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν, 
 οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας

ἡύωυ υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ 
 ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.

ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν. 
 ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων·

φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν,

καὶ ἐκχέων αἶμα ὁ ἀποστερῶν μισθὸν μισθίου.

εἴς οἰκοδομῶν καὶ εἶς καθαιρῶν, 
 τί ὥφέλησαν πλεῖον ἦ κόπου;

εἶς εὐχόμενος καὶ εἴς καταρώμενος, 
 τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης;

βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, 
 τί ὠφέλησεν τῷ λουτρῷ αὐτοῦ;

οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ 
 καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν· 
 τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται 
 καὶ τί φέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν

Ὁ συντηρῶν νόμον πλεονάζει συμφοράς,

θυσιάζων σαοτηρίου ὁ προσέχων ἐντολαῖς·

ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν,

καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.

εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, 
 καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.

μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός,

πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.

προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, 
 καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Γψἰστου

θυσία ἀνδρὸς δικαίου δεκτή, 
 καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.

ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον, 
 καὶ μὴ μικρύνῃς ἀπαρχὴν χειρῶν σου·

ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου, 
 καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.

δὸς Γψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, 
 καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθʼ εὕρεμα χειρός·

ὅτι Κύριος ἀνταποδιδοὺς ἐστιν, 
 καὶ ἑπταπλᾶ ἀνταποδώσει σοι.

μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται

καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, 
 ὅτι Κύριος κριτής ἐστιν, 
 καὶ οὐκ ἔστιν παρʼ αὐτῷ δόξα προσώπου.

οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοί, 
 καὶ δέησιν ἠδικημένου εἰσακούσεται·

οὐ μὴ ὑπερίδῃ ἱκετἰαν ὀρφανοῦ, 
 καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.

οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει,

καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά

θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, 
 καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·

προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, 
 καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· 
 καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος,

καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. 
 καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ 
 οὐδὲ μὴ μακροθυμήσει ἐπʼ αὐτοῖς, 
 ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων,

καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν· 
 ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν 
 καὶ σκῆπτρα ἀδίκαων συντρίψει·

ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ, 
 καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·

ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ 
 καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.

ώραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, 
 ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας

Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων,

καὶ ἐπίβλεψον, 
 (2)καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·

ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, 
 καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.

ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμίν, 
 οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·

καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, 
 ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, Κύριε.

ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια,

δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·

ἔγειρον θυμὸν καὶ ἔκχεον ἀργήν,

ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.

σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, 
 καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.

ἐν ἀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, 
 καὶ οἱ ἀδικοῦντες τὸν λαόν σου εῦροισαν ἀπώλειαν.

σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν, 
 λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν.

σύναγε πάσας φυλὰς Ἰακώβ,¶

bκαὶ κατακληρονομήσεις αὐτοὺς καθὼς ἀπʼ ἀρχῆς.

ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπʼ ὀνόματί σου, 
 καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας.

οἰκτείρησον πόλιν ἁγιάσματός σου, 
 Ἰερουσαλήμ, πόλιν καταπαύματός σου·

πλῆσον Σιὼν ἀρεταλογίας σου, 
 καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.

δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου, 
 καὶ ἔγειρον προφητείας τὰς ἐπʼ ὀνόματί σου·

δὸς μισθὸν τοῖς ὑπομένουσίν σε, 
 καὶ οἱ προφῆταί σου ἐμπιστευθήταωσαν.

κἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου 
 (19)κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου, 
 καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς 
 ὅτι Κύριος εἶ, ὁ θεὸς τῶν αἰώνων.

Τᾶν βρῶμα φάγεται κοιλία, 
 ἔστιν δὲ βρῶμα βρώματος κάλλιον.

φάρυγξ γεύεται βρώματα θήρας. 
 οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.

καρδία στρεβλὴ δώσει λύπην, 
 καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.

πάντα ἄρρενα ἐπιδέξεται γυνή, 
 ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρεῖσσον.

κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, 
 

 
 καὶ ὑπέρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει·

τἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πρᾳύτης. 
 οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθʼ υἱοὺς ἀνθρώπων.

ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, 
 βοηθὸν κατʼ αὐτὸν καὶ στύλον ἀναπαύσεως.

οὖ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· 
 καὶ nὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος.

τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ 
 σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; 
 οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν 
 καὶ καταλύοντι οὄ ἐὰν ὀψίσῃ.

Τᾶς φίλος ἐρεῖ Ἐφιλίασα αὐτῷ κἀγώ 
 ἀλλʼ ἔστιν φίλος ὀνόματι μόνον φίλος.

οὐχὶ λύπη ἔνι ἕως θανάτου 
 (2)ἔταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;

πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης 
 καλύψαι τὴν ξηρὰν ἐν δολιότητι

ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται, 
 καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·

ἑταῖρος φίλῳ συνπονεῖ χάριν γαστρός, 
 ἔναντι πολέμου λήμψεται ἀσπίδα.

μὴ ἐπιλάθῃ φίλου ἐν τῆ ψυχῇ σου. 
 καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου.

πᾶς σύμβουλος ἐξαίρει βουλήν, 
 ἀλλʼ ἔστιν συμβουλεύων εἰς αὐτόν.

ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου, 
 καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία· 
 καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται, 
 (10)μή ποτε βάλῃ ἐπὶ σοὶ κλῆρον,

καὶ εἴπῃ σοι (11)Καλὴ ἡ ὁδός σου, 
 

 
 καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι.

μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε 
 καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν

§¹¹μετὰ γυναικὸς τῆς ἀντιζήλου αὐτῆς 
 καὶ μετὰ δειλοῦ περὶ πολέμου 
 καὶ μετὰ ἐμπόρου περὶ μεταβολίας 
 καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως, 
 μετὰ βασκάνου περὶ εὐχαριστίας 
 καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας, 
 μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου 
 καὶ μετὰ μισθίου ἀφεστίου περὶ συντελείας, 
 οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας. 
 μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας

ἀλλ ἡ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, 
 ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς, 
 (16)ὅς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου. 
 καὶ ἐὰν πταίσῃς συναλγήσει σοι.

καὶ βουλὴν καρδίας στῆσον, 
 οὐ γάρ ἐστίν σοι πιστότερος αὐτῆς·

ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν 
 ἤ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς.

καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι Ὑψίστου 
 ἴνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου

ἀρχὴ παντὸς ἔργου λόγος. 
 καὶ πρὸ πάσης πράξεως βουλή.

ἴχνος ἀλλοιώσεως καρδίᾳ·

τέσσερα μέρη ἀνατέλλει, 
 ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος. 
 καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν.

ἔστιν ἀνὴρ πανοῖργος καὶ πολλῶν παιδευτής, 
 καὶ τῆ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος

ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός. 
 

 
 οὗτος πάσης τροφῆς καθυστερήσει·

οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρς, 
 ὅτι πάσης σοφίας ἐστερήθη.

ατιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ. 
 καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.

ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, 
 καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.

ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, 
 καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.

ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν. 
 καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.

ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, 
 καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.

τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχὴν σου, 
 καὶ δὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·

σὺ γὰρ πάντα πᾶσιν συμφέρει, 
 καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ

μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, 
 καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·

ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, 
 καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας·

δἰ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, 
 ὁ δὲ προσέχων προσθήσει ζωήν.

ίμα 1Τἰατρὸν πρὸς τὰς χρείας τιμαίς αὐτοῦ, 
 καὶ γὰρ αὐτὸν ἔκτισεν Κύριος·

παρὰ γὰρ Γψἰστου ἐστὶν ἴασις, 
 καὶ παρὰ βασιλέως λήμψεται δόμα.

ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, 
 καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.

Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα. 
 καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.

οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ 
 (6)εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;

καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην 
 ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ·

ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἤρεν τὸν πόνον αὐτοῦ,

μυρεψὸς ἐν τούτοις ποιήσει μίγμα· 
 καὶ οὐ μὴ συντελέσῃ ἔργα αὐτοῦ, 
 (8)καὶ εἰρήνη παρʼ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.

τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, 
 ἀλλ εδξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε

ἀπόστησον πλημμελίαν καὶ εδθυνον χεῖρας, 
 καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν·

δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως, 
 καὶ λίπανον προσφοράν, ὡς μὴ ὑπάρχαον.

καὶ ἰατρῷ δὸς τόπον, (12)καὶ γὰρ αὐτὸν ἔκτισεν Κύριος. 
 καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.

ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία

καὶ γὰρ αὐτοὶ Κυρίὰυ δεηθήσονται, 
 ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν 
 καὶ ἴασιν χάριν ἐμβιώσεαος.

ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιῆσαντος αὐτὸν 
 ἐμπέσοι εἰς χεῖρας ἰατροῦ ¶

τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, 
 καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρῆνου, 
 κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλου τὸ σῶμα αὐτοῦ, 
 καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.

πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετόν, 
 (18)καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίου αὐτοῦ 
 ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς, 
 καὶ παρακλήθητι λύπης ἕνεκα·

ὰπὸ λύπης γὰρ ἐκβαίνει θάνατος. 
 καὶ λύπη καρδίας κάμψει ἰσχύν·

ἐν ἀπαγωγῇ παραβαίνει καὶ λύπη, 
 

 
 καὶ βίος πτωχοῦ κατὰ καρδίας.

μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, 
 ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα·

μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, 
 καὶ τοῦτον οὐκ ἁφελήσεις καὶ σεαυτὸν κακώσεις.

μνήσθητι ὅτι τὸ κρίμα αὐτοῦ οὕτω ὡς καὶ τὸ σόν· 
 ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.

ἐμ ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ, 
 καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.

Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, 
 καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.

τί σοφισθήσεται (26)ὁ κρατῶν ἀρότρου, 
 καὶ καυχώμενος ἐν δόρατι κέντρου, 
 βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, 
 καὶ ἡ διήγησις αὐτῶν ἐν υἱοῖς ταύρων ;

καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αδλακας, 
 καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.

οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, 
 ὅστις νύκτωρ ὡς ἡμέρᾳ διάγει· 
 οἱ γλύφοντες γλύμματα σφραγίδων, 
 καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· 
 καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν, 
 καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.

οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος 
 καὶ καταμανθάνων ἀργῷ σιδήρῳ· 
 ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ, 
 καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· 
 (30) φωνή σφύρης καινιεῖ τὸ οὗς αὐτοῦ, 
 καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· 
 (31) καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, 
 καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.

οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ 
 

 
 καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, 
 ὅς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, 
 καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·

Τἐν βραχίονι αὐτοῦ τυπώσει πηλόν, 
 καὶ πρὸ ποδῶν κάμψει ἰσχύν αὐτοῦ· 
 (34)καρδίαν ἐπιδώσει συντελέσαι τὸ χάρισμα, 
 καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.

πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, 
 καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται

ἄυευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, 
 (37)καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν·

καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται, 
 καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται· 
 (38)ἐs ὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται, 
 οὐδὲ μὴ ἐκφάναοσιν δικαιοσύνην καὶ κρίμα, 
 καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται·

ἀλλὰ κτίσμα αἰῶνος τηρήσουσιν, 
 καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης. 
 Πλὴν τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ 
 καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου,

σοφίαν πάντων ἀρχαίων ἐκζητήσει, 
 καὶ ἐν προφητείαις ἀσχοληθήσεται·

διηγήσεις ἀνδρῶν ὀνομαστῶν συντηρήσει, 
 καὶ ἐυ στροφαῖς παραβολῶν συνεισελεύσεται·

ἀπόκρυφα παροιμιῶν ἐκζητήσει, 
 καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται.

ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει, 
 καὶ ἔναντι ἡγουμένου ὀφθήσεται· 
 

 
 (5)ἐν γῇ ἀλλοτρίων ἐθνῶν δωλεύσεται, 
 ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν.

τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι 
 πρὸς Κύριον τὸν ποιήσαντα αὐτόν, 
 καὶ ἔναντι Ὑψίστου δεηθήσεται· 
 (7) καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν σροσευχῆ, 
 καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.

ἐὰν Κύριος ὁ μέγας θελήσῃ, 
 πνεύματι συνέσεως ἐμπλησθήσεται· 
 (9) ἀνομβρήσει ῥήματα σοφίας αὐτός, 
 καὶ ἐν σροσευχῇ ἐξομολογήσεται Κυρίῳ·

§⁷ρὐτὸς κατευθυνεῖ βουλὴυ αὐτοῦ καὶ ἐπιστήμην, 
 καὶ ἐυ τοῖς ἀποκρύφοις αὐτοῦ διαοοηθήσεται·

αὐτὸς ἐκφαίνει παιδείαο διδασααλίας αὐτοῦ, 
 καὶ ἐυ νόμῳ διαθήκης Κυρίου καυχήσεται.

αἰνέσουσιν τὴυ σύνεσιν αὐτοῦ πολλοί, 
 ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· 
 (13)οὐκ ἀποστήσεται τὸ μνημοσύνου αὐτοῦ, 
 καὶ ὄυομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν·

τὴν σοφίαυ αὐτοῦ διηγήσονται ἔθνη, 
 καὶ τὸυ ἔπαινου αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία·

ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἡ χίλιοι, 
 καὶ ἐὰν ἀναπαύσηται, ἐμποιεῖ αὐτῷ.

Ἔτι διανοηθεὶς ἐκδιηγήσομαι, 
 καὶ ὡς διχομηνία ἐπληρώθην.

εἰσακούσατέ μου, υἱὰρὶ ὅσιοι, καὶ βλαστήσατε 
 ὡς ῥόδον φυόμενον ἐπὶ όεύματος ἀγροῦ,

καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμήν, 
 (19)καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, 
 

 
 διάδοτε ὀσμὴν καὶ αἰνέσατε ἄσμα. 
 εὐλογήσατε Κύριρν ἐπὶ πᾶσιν τοῖς ἔργοις,

δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, 
 καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, 
 ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις. 
 καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει

Τὰ ἔργα Κυρίου πάντα ὅτι καλὰ σφόδρα, 
 καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται·

οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; 
 πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται. 
 (22)ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ, 
 καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων.

ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, 
 καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.

ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, 
 καὶ οὐκ ἔστιν κρυβῆοαι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ·

ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν, 
 καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ.

οὐκ ἔστιν εἰπεῖν Τί τοῦτος εἰς τί τοῦτο; 
 πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται.

ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν, 
 (28)καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν·

οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, 
 (29)ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.

ρἱ ὀδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, 
 οὕτως τοῖς ἀνόμοις προσκόμματα·

ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπʼ ἀρχῆς. 
 οὕτως τοῖς ἁμαρτωλοῖς κακά.

ἁρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου. 
 ὕδωρ, πῦρ καὶ σίδηρος καὶ ἄλα καὶ σεμίδαλις, 
 

 
 πυρὸς καὶ μέλι καὶ γάλα, 
 αἵμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον·

ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, 
 οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.

ἔοτιν πνεύματα ἄ εἰς ἐκδίκησιν ἔκτισται, 
 καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσαν μάστιγας αὐτῶν· 
 (34)καὶ ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν, 
 καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν.

πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, 
 πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται·

θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις 
 καὶ ῥομφαία ἐκδικοῦσα εἰο ὄλεθρον ἀσεβεῖς,

ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται, 
 καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται, 
 καὶ ἐν τοῖς καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.

διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην 
 καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα.

τὰ ἔργα Κυρίου πάντα ἀγαθά, 
 καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει·

καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον, 
 πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.

καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσαμεν. 
 καὶ εὐλογήσατε τὸ ὄνομα Κυρίου.

Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπaῳ, 
 καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδάμ, 
 ἀφʼ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν 
 ἕως ἡμέρας ἐπὶ ταφῇ εἰς. μητέρα πάντων·

τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, 
 ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς·

ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ 
 καὶ ἕως τεταπειναωμένου ἐν γῆ καὶ σποδῷ,

ἀπὸ φοροῦντος ὑακίνθου καὶ στέφανοο 
 καὶ ἕως περιβαλλομένου ὠμόλινον·

θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος 
 καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις. 
 (5)καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης 
 ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·

ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, 
 καὶ ἀπʼ ἐκείνου ἐν ὕπνοις ἁπ ἐν ἡμέρᾳ σκοπιᾶς· 
 (7)τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, 
 ὡς ἐκπεφευγῶς ἀπὸ προσώπου πολέsμοο·

ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη, 
 καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.

μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, 
 καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·

θάνατος καὶ αἷμα καὶ ἔρις καὶ όομφαία,

ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, 
 καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.

πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, 
 καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.

πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, 
 καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.

χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται, 
 καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει

ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, 
 οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.

ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδος, 
 καὶ ὸίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας·

ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ 
 πρὸ παντὸς χόρτου ἐκτιλήσεται.

χάρις ὡς παράδεισος ἐν εὐλογίαις, 
 καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.

ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται,   
 καὶ ὑπέρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.

τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα. 
 καὶ ὑπέρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.

οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, 
 καὶ ὑπέρ ἀμφότερα ἀγάπησις σοφίας.

αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, 
 καὶ ὑπέρ ἀμφότερα γλῶσσα ἡδεῖα.

χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου, 
 καὶ ὑπέρ ἀμφότερα χλόην σπόρου.

φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, 
 καὶ ὑπέρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.

ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως. 
 καὶ ὑπέρ ἀμφότερα ἐλεημοσύνη δύσεται.

χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα, 
 καὶ ὑπέρ ἀμφότερα γυνὴ εὐδοκιμεῖται.

χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, 
 καὶ ὑπέρ ἀμφότερα φόβος Κυρίου· 
 (27)οὐκ ἔστιν φόβῳ Κυρίου ἐλάττωσις, 
 καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·

φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, 
 καὶ ὑπέρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.

τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· 
 κρεῖσσον ἀποθανεῖν ἡ ἐπαιτεῖν.

ἀὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, 
 

 
 οὐκ ἔστιν αὐτοῦ ὁ βἰος ἐν λογισμῷ ζωῆς, 
 ἀλισγήσει τὴν ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· 
 (31)ἀνήρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.

ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, 
 καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.

θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν 
 ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, 
 (2)Ἰᵇάνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν 
 καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.

ὦ θανατε, καλ0ν σου τὸ κρίμα ἐστὶν 
 ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, 
 (4)ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων, 
 καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονὴν.

μὴ εὐλαβοῦ κρίμα θανάτου, 
 μνήσθητι προτέρων σου καὶ ἐσχάτων·

τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί, 
 (6)καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίὰ Ὑψίστου; 
 εὗτε δέκα εἴτε ἑκατὸν εἶτε χίλια ἔτη, 
 (7)οὐκ ἔστιν ἐν 4δοῦ ἐλεγμὸς ζωῆς.

τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν, 
 καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν·

τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, 
 καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.

πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, 
 ὅτι δι αὐτὸν ὀνειδισθήσονται.

οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς, 
 οἵτινες ἐγκατελείπετε νόμον θεοῦ Ὑψίστου·

καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, 
 καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.

πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται, 
 οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπωλίαν.

πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, 
 

 
 ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.

φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ 
 ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·

ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, 
 καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.

παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· 
 σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, 
 τίς ὠφελία ἐν ἀμφοτέροις;

κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ 
 ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.

τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· 
 (20)οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, 
 καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.

αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, 
 καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,

ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελίας, 
 ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας, 
 (23)ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας,

καὶ ἀπὸ τόπου οὗ παροικεῖς (24)περὶ κλοπῆς, 
 καὶ ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης, 
 καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτους, 
 ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως,

καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς, 
 ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,

καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς, 
 ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως, 
 (²⁷)καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,

ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ, 
 καὶ μὴ ἐπιστῆς ἐπὶ τὴν κοίτην αὐτῆς· 
 (28)ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, 
 

 
 καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε·

ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, 
 καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων· 
 καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς, 
 καὶ εὑρίσκαων χάριν ἔναντι παντὸς ἀνθρώπου. 
 Μὴ περὶ τούτων αἰσχυνθῇς, 
 καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·

περὶ νόμου Ὑψίστου καὶ διαθήκης, 
 καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,

περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, 
 περὶ δόσεως κληρονομίας ἑταίρων,

περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων, 
 περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,

περὶ ἀδιαφόρου πράσεως καὶ ἐμπόρων, 
 καὶ περὶ παιδείας τέκνων πολλῆς, 
 καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·

ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, 
 (7)καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον·

ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, 
 καὶ δόσις καὶ λῆμψις παντὶ ἐν γραφῇ·

περὶ παιδείας ἀνοήτου καὶ μωροῦ 
 καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους, 
 καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς 
 καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.

θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, 
 καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· 
 ἐν νεότητι αὐτῆς μή ποτε παρακμάσῃ, 
 καὶ συνῳκηκυῖα μὴ ποτε μισηθῇ·

ἐν παρθενείᾳ μὴ ποτε βεβηλωθῇ 
 

 
 καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· 
 μετὰ ἀνδρὸς οὖσα μή ποτε παραβῇ, 
 καὶ συνῳκηκυῖα μὴ ποτε στειρώσῃ.

ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, 
 μή ποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, 
 λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, 
 καὶ καταισχυνεῖ σε ἐν πλήθει πολλῶν.

παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει, 
 καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·

ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής, 
 καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.

κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, 
 καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.

Μνησθήσομαι δὲ τὰ ἔργα Κυρίου, 
 καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι· 
 ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.

ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, 
 καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.

οὐκ ἐνεποίησεν τοῖς ἁγίοις Κύριος 
 ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, 
 ἃ ἐστερέωσεν Κύριος ὁ παντοκράτωρ, 
 στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.

ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν, 
 καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθην· 
 (19)ἔγνω γὰρ ὁ κύριος πᾶσαν εἴδησιν 
 καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος,

ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα, 
 καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·

οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, 
 οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.

τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν· 
 καὶ ἕως ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, 
 (22)οὔτε προσετέθη οὔτε ἠλαττώθη, 
 καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.

ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, 
 καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι.

πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα 
 ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·

πάντα δισσὰ ἕν κατέναντι τοῦ ἑνός, 
 καὶ οὐκ ἐποίησεν οὐδέν ἐκλιπόν·

ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, 
 καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;

γαυρίαμα ὕψους στερέωμα καθαριότητος, 
 εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.

ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ, 
 σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου·

ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν. 
 καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;

κάμινον φυλάσσων ἐν ἔργοις καύματος, 
 (4)τριπλασίως ἥλιος ἐκκαίων ὄρη· 
 ἀτμίδας πυρώδεις ἐμφυσῶν, 
 καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.

μέγας Κύριος ὁ ποιήσας αὐτόν, 
 καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν·

καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, 
 ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·

ἀπὸ σελήνης σημεῖον ἑορτῆς, 
 φωστὴρ μειούμενος ἐπὶ συντελείας·

μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, 
 αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει. 
 

 
 (9)σκεῦος παραβολῶν ἐν ὕψει, 
 ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·

κάλλος οὐρανοῦ, δόξα ἄστρων, 
 κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος·

ἐν λόγοις ἁγίοις στήσονται κατὰ κρίμα, 
 καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.

ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό, 
 σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·

ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, 
 χεῖρες Ὑψίστου ἐτάνυσαν αὐτό.

προστάγματι αὐτοῦ κατέπαυσεν χιόνα, 
 καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·

διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, 
 καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά·

ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας, 
 καὶ διεθρύβησαν λίθοι χαλάζης.

καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, 
 ἐν θελήματι πνεύσεται νότος.

φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν, 
 καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος. 
 (19)ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, 
 καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς·

κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, 
 καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.

καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, 
 καὶ παγεῑσα γίνεται σκολόπων ἄκρα.

ψυχρὸς ἄνεμος βορέης πνεύσει, 
 καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος· 
 ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, 
 καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.

καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει, 
 

 
 καὶ ἀποσβέσει χλόην ὡς πῦρ.

ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, 
 δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.

λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, 
 καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς.

οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, 
 καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·

καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, 
 ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.

δι᾿ αὐτὸν εὐωδία τέλος αὐτοῦ, 
 καὶ ἐν λόγῳ αὐτοῦ σύνκειται πάντα.

πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα,¶ 
 καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.

δοξάζοντες ποῦ ἰσχύσωμεν 
 αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.

φοβερὸς Κύριος καὶ σφόδρα μέγας. 
 καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.

δοξάζοντες Κύριον ὑψώσατε 
 καθʼ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· 
 (3⁴)καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι· 
 μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.

τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιυηγήσεται; 
 καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;

πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, 
 ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.

πάντα γὰρ ἐποίησεν ὁ κύριος, 
 καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν. 
 Πατέρων ὕμνος.

Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους 
 καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει.

πολλὴν δόξαν ἔκτισεν ὁ κύριος, 
 τὴν μεγαλωσύνην αὐποῦ ἀπʼ αἰῶνος.

κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν, 
 καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· 
 βουλεύσονται ἐν συνέσει αὐτῶυ, 
 ἀπηγγελκότες ἐν προφητείαις·

ἡγούμενοι λαοῦ ἐν διαβουλίοις 
 καὶ συνέσει γραμματείας λαοῦ, 
 σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·

ἐκζητοῦντες μέλη μουσικῶν, 
 διηγούμενοι ἔπη ἐν γραφῇ·

ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι, 
 εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν·

πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, 
 καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.

εἰσὶν αὐτῶν οἱ κατέλιπον ὄνομα 
 τοῦ ἐκδιηγήσασθαι ἐπαίνους,

καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον 
 καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες, 
 καὶ ἐγένοντο ὡς οὐ γεγονότες, 
 καὶ τὰ τέκνα αὐτῶν μετʼ αὐτούς.

ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους, 
 ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·

μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ 
 (¹² )ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν·

ἐν ταῖς διαθήκαις ¹²ἔστη σπέρμα αὐτῶν, 
 ⁽¹³)καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς,

ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, 
 καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·

τὸ σῶμα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, 
 καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·

σοφίαν αὐτῶν διηγήσονται λαοί, 
 καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.

Ἑνὼχ εὐηρέστησεν Κυρίῳ καὶ μετετέθη, 
 ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.

Νῶε εὑρέθη τέλειος δίκαιος, 
 ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· 
 (18)διὰ τοῦτο ἐγενήθη κατάλιμμα τῇ γῇ, 
 διὰ τοῦτο ἐγένετο κατακλυσμός·

διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, 
 ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.

Ἀβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, 
 καὶ οὐχ ἐρέθῃ ὅμοιος ἐν τῇ δόξῃ,

ὃς συνετήρησεν νόμον Ὑψίστου, 
 καὶ ἐγένετο ἐν διαθήκῃ μετʼ αὐτοῦ, 
 (21)καὶ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην, 
 καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·

διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ 
 ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, 
 πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς, 
 ⁽2³)καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ, 
 καὶ κατακληρονομῆσαι αὐτοὺς 
 ἀπὸ θαλάσσης ἕως θαλάσσης 
 καὶ ἀπὸ ποταμοῦ ἕως ἄκροσ γῆς.

καὶ ἐν τῷ Ἰσαὰκ ἔστησεν οὕτως 
 δι᾿ Ἀβραὰμ τὸν πατέρα αὐτοῦ 
 ⁽²5)εὺλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,

καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν Ἰακώβ· 
 ⁽26)ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ, 
 καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· 
 

 
 καὶ διέστειλεν μερίδας αὐτοῦ, 
 ἐν φυλαῖς ἐμέρισεν δέκα δύο· 
 (⁽27)καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους, 
 εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός,

ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων 
 Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·

ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων, 
 καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν·

ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, 
 (³)ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· 
 ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ, 
 καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·

ἐν πίστει καὶ πρᾳύτητι αὐτοῦ ἡγίασεν, 
 ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·

ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ, 
 καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον, 
 (⁶)καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, 
 νόμον ζωῆς καὶ ἐπιστήμης, 
 διδάξαι τὸν Ἰακὼβ διαθήκην 
 καὶ κρίματα αὐτοῦ τὸν Ἰσραήλ.

Ἀαρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ 
 ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευεί

ἔστησεν αὐτὸν διαθήκην αἰῶνος, 
 καὶ ἔδωκεν αὐτῷ ἱερατίαν λαοῦ· 
 ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ, 
 (9)καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης·

ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος, 
 καὶ ἐστερέαωσεν αὐτὸν σκεύεσιν ἰσχύος, 
 (¹⁰)περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα·

καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, 
 χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν, 
 (¹¹)ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, 
 ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ, 
 

 
 εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·

στολῇ ἁγίᾳ. χρυσῷ καὶ ὑακίνθῳ 
 καὶ πορφύρᾳ, ἔργων ποικιλτοῦ, 
 λογίῳ κρίσεως, δήλοις ἀληθείας,

κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, 
 λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος, 
 ἐν δέσει χρυσίου, ἔργων λιθουργοῦ, 
 εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ 
 κατʼ ἀριθμὸν φυλῶν Ἰσραήλ·

στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, 
 ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, 
 καύχημα τιμῆς, ἔργον ἰσχύος, 
 ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα.

ὡραῖα ¹³πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα, 
 ἕως αἰῶνος (16)οὐκ ἐνεδύσατο ἀλλογενὴς 
 πλὴν τῶν υἱῶν αὐτοῦ μόνον, 
 καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.

θυσίαν αὐτοῦ ὁλοκαρπωθήσονται 
 καθʼ ἡμέραν ἐνδελεχῶς δίς.

ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας 
 καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· 
 (¹9)ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον, 
 καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ, 
 λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν, 
 καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι.

ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος, 
 προσαγαγεῖν κάρπωσιν Κυρίῳ, 
 θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, 
 ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.

ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ, 
 ἐξουσίαν ἐν διαθήκαις κριμάτων, 
 

 
 διδάξαι τὸν Ἰακὼβ τὰ μαρτύρια, 
 καὶ ἐν νόμῳ αὐτοῦ φονῆσαι Ἰσραήλ.

ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι 
 καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ, 
 ἄνδρες οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν 
 καὶ ἡ συναγωγὴ Κόρε ἐν θυμῷ καὶ ὀργῇ·

εἶδεν Κύριος καὶ οὐκ εὐδόκησεν, 
 καὶ συνετελέσθησαυ ἐν θυμῷ ὀργῆς· 
 (24)ἐποίησεν αὐτοῖς τέρατα, 
 καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ,

καὶ προσέθηκεν Ἀαρὼν δόξαν, 
 καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· 
 ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτοῖς, 
 (²⁶)ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν·

καὶ γὰρ θυσίας Κυρίου φάγονται, 
 ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.

πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, 
 καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, 
 αὐτὸς γὰρ μερίς σου, κληρονομία.

καὶ Φινεὲς υἱὸς Ἐλεαζὰρ τρίτος εἰς δόξαν, 
 ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου 
 (⁽29)καὶ στῆσαι αὑτὸν ἐν τροπῇ λαοῦ 
 ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· 
 καὶ ἐξιλάσατο περὶ τοῦ Ἰσραήλ.

διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης, 
 προστάτην ἀγίων καὶ λαῷ αὐτοῦ, 
 §ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ 
 ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.

καὶ διαθήκην τῷ Δαυεὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα, 
 κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου, 
 κληρονομία Ἀαρὼν καὶ τῷ σπέρματι αὐτοῦ.

δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν, 
 κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, 
 ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν, 
 καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.

κραταιὸς ἐν πολέμοις Ἰησοῦς Ναυῆ, 
 καὶ διάδοχος Μωσῇ ἐν προφητείαις, 
 ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ 
 (2)μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, 
 ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, 
 ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.

ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ 
 καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις.

τίς πρότερον αὐτοῦ οὕτως ἔστη; 
 τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.

οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, 
 καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;

ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην 
 ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν 
 καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος 
 ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·

κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον, 
 καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, 
 (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, 
 ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ· 
 καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.

καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, 
 αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννή, 
 ἀντιστῆναι ἔναντι ἐχθροῦ, 
 κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας 
 καὶ κοπάσαι γογγυσμὸν πονηρίας.

καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν 
 

 
 ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, 
 εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, 
 εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν. 
 καὶ ἕως γήρους διέμεινεν αὐτῷ, 
 ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς. 
 καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν·

ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ἰσραὴλ 
 ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.

καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, 
 ⁽¹4)ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία 
 καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, 
 εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·

τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου, αὐτῶν, 
 ⁽¹⁵)καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον 
 ἐφʼ υἱοῖς δεδοξασμένων αὐτῶν.

ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ 
 προφήτης Κυρίου κατέστησεν βασιλέα, 
 καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·

ἐν νόμῳ Κυρίου ἔκρινεν συναγωγήν, 
 καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ.

ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης,  
 (18)καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.

καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην, 
 ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν, 
 ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·

καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος, 
 καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτοῦ,

καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων 
 καὶ πάντας ἄρχοντας Φυλιστιείμ.

καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος 
 ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ 
 

 
 Χρήματα καὶ ἕως ὑποδημάτων 
 ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα·Β 
 καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.

καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν 
 καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, 
 καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ 
 ἐν προφητεία, ἐξαλεῖψαι ἀνομίαν λαοῦ.

καὶ μετὰ τοῦτον ἀνέστη Ναθὰν 
 προφητεύειν ἐν ἡμέραις Δαυείδ.

ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, 
 οὕτως Δαυεὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ.

ἐν λέουσιν ἔπαιζεν ὡς ἐν ἐρίφοις, 
 καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.

ἐν νεότητι αὐτοῦ (⁴)οὐχὶ ἀπέκτεινεν γίγαντα, 
 καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ 
 (5)ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης 
 καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ ;

ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον, 
 καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος, 
 ἐξᾶραι ἄνθρωπον ἐν πολέμῳ· 
 ἀνυψώσει κέρας λαοῦ αὐτοῦ.

οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν, 
 καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου 
 ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης.

ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν, 
 καὶ ἐξουδένωσεν Φυλιστιεὶμ τοὺς ὑπεναντίους 
 ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.

ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν 
 ἁγίῳ Ὑψίστῳ, ῥήματι δόξης· 
 

 
 (10)ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν 
 καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.

καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου, 
 καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·

εἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν, 
 καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας, 
 ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ 
 καὶ ἀπὸ πρωὶ ἠχεῖν τὸ ἁγίασμα.

Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ, 
 καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ, 
 καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων 
 καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.

μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων, 
 καὶ διʼ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·

Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, 
 ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν, 
 ἵνα στήσῃ οἶκον ἐπʼ ὀνόματι αὐτοῦ 
 καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.

ὡς ἐσοφίσθης ἐν νεότητί σου, 
 (¹6)καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.

γῆν ἐπεκάλυψεν ἡ ψυχὴ σου, 
 (17)καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων·

εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου,  
 καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου·

ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς 
 καὶ ἐν ἐρμηνίᾳ ἀπεθαύμασάν σε χῶραι·

ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ, 
 τοῦ ἐπικεκλημένου θεοῦ Ἰσραήλ, 
 (20) δσυνήγαγες ὡς κασσίτερον τὸ χρυσίον, 
 καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον.

παρανέκλινας τὰς λαγόνας σου γυναιξίν, 
 καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου·

ἔδωκας μῶμον ἐν τῆ δόξῃ σου, 
 καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, 
 ἐπαγαγεῖν ἀργὴν ἐπὶ τὰ τέκνα σου, 
 καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου,

γενέσθαι δίχα τυραννίδα 
 καὶ ἐξ Ἐφράιμ ἄρξαι βασιλείαν ἀπειθῆ.

ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, 
 καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, 
 οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, 
 καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· 
 (25)καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα. 
 καὶ τῷ Δαυείδ ἐξ αὐτοῦ ῥίζαν.

καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέραων, 
 (27)καὶ κατέλιπεν μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ 
 λαοῦ ἀφροσύνην (28) καὶ ἐλασσούμενον συνέσει 
 Ῥοβοάμ, ¶ ὅς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ, 
 (29)καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ 
 καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας.

καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, 
 ⁽³⁰)ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·

καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, 
 ἕως ἐκδίκησις ἔλθῃ ἐπʼ αὐτούς.

καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, 
 καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·

ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμόν, 
 καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·

ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, 
 κατήγαγεν οὕτως τρὶς πῦρ.

ὡς ἐδοξάσθης, Ἠλεία, ἐν τοῖς θαυμασίοις σου· 
 

 
 καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;

ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου 
 καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου·

ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπωλίαν 
 καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·

ἀκούων ἐν Σεινὰ ἐλεγμὸν 
 καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·

ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, 
 καὶ προφήτας διαδόχους μετʼ αὐτόν·

ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς 
 ἐν ἄρματι ἵππαων πυρίνων·

ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιρούς, 
 κοπάσαι ὀργὴν πρὸ θυμοῦ 
 καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν 
 καὶ καταστῆσαι φυλὰς Ἰακώβ.

§¹¹μακάριοι οἱ ἰδόντες σε 
 καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, 
 (12)καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.

Ἠλείας ὃς ἐν λαίλαπι ἐσκεπάσθη· 
 καὶ Ἐλεισαῖε ἐνεπλήσθη πνεύματος αὐτοῦ, 
 καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, 
 καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.

πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, 
 καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ·

καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα, 
 καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.

ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαός, 
 καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν, 
 ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν 
 καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, 
 

 
 (17) καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, 
 καὶ ἄρχων τῷ οἴκῳ Δαυείδ.

τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, 
 τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.

Ἑζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ, 
 καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ· 
 ὤρυξεν σιδήρῳ ἀκρότομον, 
 καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.

ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ 
 καὶ ἀπέστειλεν Ῥαψάκην, καὶ ἀπῆρεν· 
 καὶ ἐπῆρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σειών, 
 καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.

τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, 
 καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·

καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα, 
 ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. 
 καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν, 
 (23)καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἠσαίου·

ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, 
 καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.

ἐποίησεν γὰρ Ἑζεκίας τὸ ἀρεστὸν Κυρίῳ, 
 καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, 
 ἃς ἐνετείλατο Ἠσαίας ὁ προφήτης 
 ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.

ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, 
 καὶ προσέθηκεν ζωὴν βασιλεῖ·

πνεύματι μεγάλῳ ἴδεν τὰ ἔσχατα, 
 καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σειών·

ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα 
 καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.

μνημόσυνον Ἰωσείου εἰς σύνθεσιν θυμιάματος, 
 ἐσκευασμένον ἔργῳ μυρεψοῦ· 
 (2) ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται, 
 καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.

αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ, 
 καὶ ἐξῆρεν βδελύγματα ἀνομίας·

κατεύθυνεν πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, 
 ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν.

παρέξ Δαυεὶδ καὶ Ἐζεκίου καὶ Ἰωσείου 
 πάντες πλημμελίαν ἐπλημμέλησαν· 
 (6) κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, 
 οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον.

ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις 
 καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ·

ἐνεπύρισεν ἐκλεκτὴν πόλιν ἁγιάσματος, 
 καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς

ἐν χειρὶ Ἰερεμίου· ἐκάκωσαν γὰρ αὐτόν, 
 καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης, 
 ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, 
 ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.

Ἰεζεκιήλ, ὃς εἶδεν ὅρασιν δόξης 
 ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἄρματος χερουβείμ·

καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ, 
 καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.

καὶ τῶν ιβʼ προφητῶν τὰ ὀστᾶ 
 ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν. 
 παρεκάλεσεν δὲ τὸν Ἰακώβ, 
 καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.

πῶς μεγαλύνωμεν τὸν Ζοροβαβέλ ; 
 καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός.

οὕτως Ἰησοῦς υἱὸς ¶ Ἰωσεδὲκ· 
 

 
 οἳ ἐν ἡμέραις αὐτῶν οἰκοδόμησαν οἶκον 
 καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ 
 ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.

καὶ νέμουσιν ἐπὶ πολὺ τὸ μνημόσυνον 
 τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα, 
 καὶ στήσαντος πύλας καὶ μοχλούς, 
 καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.

οὐδὲ εἶς ἐκτίσθη οἷος Ἑνὼχ τοιοῦτος ἐπὶ τῆς γῆς. 
 καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς·

ὁ δὲ Ἰωσὴφ ἐγενήθη ἀνήρ. 
 ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, 
 (18)καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.

Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν, 
 καὶ ὑπέρ πᾶν ζῷον ἐν τῇ κτίσει Ἀδάμ.

Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας, 
 ὃς ἐν ζωῇ αὐτοῦ ὑπέραψεν οἶκον, 
 καὶ ἐυ ἡμέραις αὐτοῦ ἐστερέωσεν τὸν ναόν·

καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς, 
 ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·

ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, 
 χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·

ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, 
 καὶ ἐνισχύσας πόλιν ἐνπολιορκῆσαι.

ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, 
 ἐν ἐξόδῳ οἴκου καταπετάσματος·

ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης, 
 ὡς σελήνη πλήρης ἐν ἡμέραις·

ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου, 
 καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης·

ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, 
 ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος, 
 ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους·

ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου· 
 (10)ὡς σκεῦος χρυσίου ὁλοσφύρητον 
 κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·

ὡς ἐλαία ἀναθάλλουσα καρπούς, 
 καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.

ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν 
 καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, 
 ⁽¹²)ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου 
 ἐδόξασεν περιβολὴν ἁγιάσματος·

ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, 
 καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ, 
 κυκλόθεν αὐτὸς στέφανος ἀδελφῶν 
 ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ, 
 ⁽¹⁴)καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·

καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν, 
 ⁽¹⁵)καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν 
 ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ

καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν, 
 κοσμῆσαι προσφορὰν Ὑψίστου Παντοκράτορος,

ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ, 
 καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, 
 (17) ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου 
 ὀσμὴν εὐωδίας Ὑψίστῳ Πανβασιλεῖ.

τότε ἀνέκραγον υἱοὶ Ἀαρών, 
 ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, 
 ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην 
 εἰς μνημόσυνον ἔναντι Ὑψίστου·

τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσεν, 
 καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν 
 

 
 προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν 
 Παντοκράτορι θεῷ τῷ ὑψίστῳ·

καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, 
 ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος·

καὶ ἐδεήθη ὁ λαὸς Κυρίου Ὑψίστου 
 ἐν προσευχῇ κατέναντι Ἐλεήμονος, 
 ἕως συντελεσθῇ κόσμος Κυρίου 
 καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.

τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ 
 ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραήλ, 
 δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ 
 καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι·

καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν 
 παρὰ Ὑψίστου.

καὶ νῦν εὐλογήσατε τῷ θεῷ πάντες 
 τῷ μεγαλοποιοῦντι πάντη, 
 τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας. 
 καὶ ποιοῦντα μεθʼ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ·

δῴη ὑμῖν εὐφροσύνην καρδίας, 
 καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν 
 ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος,

ἐνπιστεῦσαι μεθʼ ἡμῶν τὸ ἔλεος αὐτοῦ, 
 καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.

ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου, 
 καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος·

οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιείμ, 
 καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.

Παιδείαν συνέσεως καὶ ἐπιστήμης 
 

 
 ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, 
 Ἰησοῦς υἱὸς Σειρὰχ Ἐλεαζὰρ ὁ Ἰεροσολυμείτης. 
 ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ.

μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, 
 καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται·

ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει· 
 ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ. 
 (¹)Προσευχὴ Ἰησοῦ υἱοῦ Σειράχ·

Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ, 
 καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου, 
 (²)ἐξομολογοῦμαι τῷ ὀνόματί σου·

ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, 
 (³)καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλίας 
 καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, 
 ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, 
 καὶ ἔναντι τῶν παρεστηκότων

ἐγένου βοηθός, ³καὶ ἐλυτρώσω με 
 κατὰ τὸ πλῆθος ἐλέου καὶ ὀνόματός σου 
 ἐκ βρυγμῶν ἕτοιμος εἰς βρῶμα, 
 (⁵)ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου. 
 ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,

ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν 
 καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,

ἐκ βάθους κοιλίας ἅδου, 
 καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς.

βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου· 
 (⁸)ᾔνεσεν ἕως θανάτου ἡ ψυχὴ μου. 
 (9)καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾄδου κάτω·

περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, 
 

 
 ἐμβλέπων εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν.

καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, 
 καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος, 
 ⁽¹²)ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε 
 καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.

καὶ ἀνύψωσα ἐπὶ γῆν ἱκετίαν μου, 
 καὶ ὑπέρ θανάτου ῥύσεως ἐδεήθην

ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου, 
 μὴ με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, 
 ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας.

αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, 
 καὶ ὑμνήσω ἐν ἐξομολογήσει 
 καὶ εἰσηκούσθη ἡ δέησίς μου.

ἔσωσας γάρ με ἐξ ἀπωλείας, 
 καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ· 
 (17)διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι, 
 καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου.

Ἔτι ὢν νεώτερος πρὶν ἢ πλατηθῆναί με, 
 ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου·

ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς, 
 καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν.

ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς 
 (20)εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ· 
 ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, 
 ἐκ νεότητός μου ἴχνευον αὐτήν.

ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην. 
 καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαο·

προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· 
 (23)τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.

διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν, 
 καὶ ἐζήλωσα τὸ ἀγαθόν, καὶ οὐ μὴ αἰσχυνθῶ.

διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ, 
 καὶ ἐν ποιήσει λιμοῦ διηκριβασάμην· 
 (2⁶)τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος, 
 καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα·

τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, 
 καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς, 
 καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· 
 διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.

καὶ ἡ κοιλία μου ἐταράχθη ἐκζητῆσαι αὐτὴν· 
 διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.

ἔδωκεν Κύριος γλῶσσάν μοι μισθόν μου. 
 καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.

Ἐγγίσατε πρὸς μέ, ἀπαίδευτοι, 
 καὶ αὐλἰσθητε ἐν οἴκῳ παιδείας.

καὶ ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις, 
 καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα.

ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα 
 Κτήσασθε αὐτοῖς ἄνευ ἀργυρίου·

τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, 
 καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν· 
 ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.

ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, 
 καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.

μετάσχετε παιδείαν ἐν πολλῷ ἀριθμῷ ἀργυρίομ. 
 καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ·

εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ. 
 καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ·

ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροί, 
 καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.