ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χῶρᾳ τῇ Αὐσίτιδι ᾧ ὄνομα Ἰὼβ· 
 καὶ ἣν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος. 
 θεοσεβής, 
 ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.

ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.

καὶ ἣν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, 
 κάμηλοι τρισχίλιαι, 
 ζεύγη βοῶν πεντακόσια, 
 ὄνοι θήλειαι νομάδες πεντακόσιαι. 
 καὶ ὑπηρεσία πολλὴ σφόδρα 
 καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· 
 καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν.

συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους 
 ἐποιοῦσαν πότον καθʼ ἑκάστην ἡμέραν, 
 συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν 
 ἐσθίειν καὶ πίνειν μετʼ αὐτῶν.

καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, 
 ἀπέστελλεν Ἰὼ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ 
 πρωί, 
 καὶ προσέφερεν περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν 
 καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· 
 

 
 ἔλεγεν γὰρ Ἰώβ Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν 
 κακὰ ἐνενόησαν πρὸς θεόν. 
 οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.

Καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, 
 καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον 
 τοῦ κυρίου, 
 καὶ ὁ διάβολος ἦλθεν μετʼ αὐτῶν.

καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν παραγέγονας ; 
 καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν 
 Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν 
 πάρεμι.

καὶ εἶπεν αὐτῷ ὁ κύριος 
 Προσέσχες τῇ δανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰὼβ; 
 ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς, 
 ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, 
 ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.

ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίρυ 
 Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον;

οὐ σὺ περιἐφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἕσαν τῆς οἰκἰας αὐτοῦ 
 καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; 
 τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, 
 καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.

ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάνταον ὧυ ἔχει· 
 εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

τότε εἶπεν ὁ κύρωως τῷ διαβόλῳ 
 Ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδαυμι ἐν τῇ χειρί σου, 
 ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. 
 καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.

καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, 
 οἱ υἱρὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ 
 ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ 
 πρεσβυτέρου.

καὶ ἰδοὸ ἄγγωλος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτχῷ 
 Τὰ ζεύγη τῶν βοῶν ἠροτρία. 
 καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·

καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτάς, 
 καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· 
 σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς 
 Ἰώβ 
 Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα, καὶ 
 τοὺς ποιμένας κατέφαγεν ὁμοίαος· 
 σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς 
 Ἰώβ 
 ἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς γ', 
 καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ήχμαλώτευσαν αὐτάς, 
 καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις· 
 ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ 
 Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων 
 παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,

ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ὲτελεύτηησαν· καὶ ἥψατο 
 τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας· 
 καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· 
 

 
 ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

οὔτως ἀναστὰς Ἰὼβ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ 
 καὶ ἐκείρατο τὴν κόμηυ τῆς κεφαλῆς, 
 καὶ πεκὼν χαμαὶ προσεκύνησεν

καὶ εἶπεν 
 Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου· 
 γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. 
 ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· 
 ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· 
 εἴη τὸ ὄνομα Κυρἰου εὐλογημένον.

ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ 
 οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου, 
 καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.

Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη 
 καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι Κυρίου, 
 καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν 
 παραστῆναι ἐναντίον τοῦ κυρίου.

καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ; 
 τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου 
 Διαπορευθεὶς τὴν ὑπʼ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν 
 σύμπασαν πάρειμι.

εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον 
 Προσέσχες οὖν τῷ θεράποντί μου Ἰὼβ; 
 ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς, 
 ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, 
 ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. 
 οὐ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέοαι 
 ἔτι δὲ ἔχεται ἀκακίας· 
 σὺ δὲ εἶπας τὰ ἁπάρχοντα αὐτοῦ κενῆς ἀπολέσαι.

ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ 
 Δἐρμα ὑπέρ δέρματος· 
 ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπέρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει.

οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν 
 αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦεἰ 
 lμὴν εἰς πρόσωπόν σε εὐλογήσει.

εἶνεν δὲ ὁ κύριος τῷ διαβόλῳ Ἰδοὺ παραδίδωμί σοι αὐμόνον 
 τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.

ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου. 
 καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως

κμὶ ἔλαβεν ὄστρακον ἵνα τὸν χῶρα ξύῃ. 
 κεφαλῆς. 
 καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.

χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ 
 Μέχρι τίνος καρτερήσεις λέγων

ᵃἸδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν 
 προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου

bἰβοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς. 
 υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι. 
 σὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.

cσύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων 
 αἴδριος·

dκἀγὼ πλανωμένη καὶ λάτρις. 
 τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας, 
 προσδεχομένη τὸν ἥλιον πότε δύσεται, 
 ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν αἵ με 
 υῦν συνέχουσιν. 
 

 
 ἀλλὰ εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα.

ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ 
 Ὤσπερ μία τῶν ἀφρόναν γυναικῶν ἐλάλησας· 
 εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὐποί 
 σομεν ; 
 ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσαὶ αὐτῷ 
 οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίν τοῦ θεοῦ.

Ἀκούσαντες δὲ οἱ πρεῖς φίῦλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ 
 ἐπελθόντα αὐτῷ, 
 παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν, 
 Ἐλειφὰζ ὁ Θιμανῶν βασιλεύς, 
 Βαλδὰδ ὁ Σαυχαίων τύραννος, 
 Σωφὰρ ὁ Μειναίων βασιλεὺς· 
 καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν 
 τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.

ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, 
 καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν, 
 §ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν, 
 καὶ καταπασάμενοι γῆν.

παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, 
 καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· 
 ἑώρων γὰρ τὴν πληγὴν δεινοὴν οὖσαν καὶ μεγάλην σφόδρα.

Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ 
 καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ

λέγων

Ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧ ἐγεννήθην, 
 

 
 καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν Ἰδοὺ ἄρσεν.

ἡ νὺξ ἐκείνη εἴη σκότος, 
 καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, 
 μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·

ἐκλάβοι δέ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, 
 ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος.

καταραθείη ἡ ἡμέρα ⁶καὶ ἡ νὺξ ἐκείνη, 
 ἀπενέγκαιτο αὐτὴν σκότος· 
 μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, 
 μηδέ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.

ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη) ὀδύνη, 
 καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη μηδέ χαρμονή·

ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, 
 ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι

σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· 
 ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, 
 καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα.

ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· 
 ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.

δμὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησας 
 ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόρην

ἵνα τί δὲ συνήντησάν μοι τὰ γόνατα 
 ἵνα τί δὲ μαστοὺς ἐθήλασα

νῦν ἂν κοιμηθεὶς ἡσύχασα, 
 ὑπνώσας δὲ ἀνεπαυσάμην

μετὰ βασιλέων βουλευτῶν γῆς. 
 οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν,

ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, 
 οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,

ἢ ὣσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. 
 

 
 ἢ ὥσπερ νήπιοι οἱ οὐκ εἶδον φῶς.

ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς. 
 ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·

ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι 
 οὐκ ἤκουσαν φωνὴν φορολόγου.

μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν, 
 καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.

ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, 
 ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς ;

οἳ ὀμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν, 
 ἀνορύσσοντες ὥσπερ θησαυρούς·

περιχαρεῖς δέ ἐγένοντο ἐὰν κατατύχωσιν.

θάνατος ἀνδρὶ ἀνάπαυμα, 
 συνέκλεισεν γὰρ ὁ θεὸς κατʼ αὐτοῦ.

πρὸ γὰρ τῶν σίταων μου στεναγμὸς ἤκει, 
 δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.

φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, 
 καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.

οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, 
 ἦλθεν δέ μοι ὀργή.

Ὑπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει

Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; 
 ἰσχὺν δὲ όημάτων σου τίς ὑποίσεις

εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς, 
 καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας,

ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν, 
 γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας·

ωῦν δὲ ἥκει ἐπὶ σέ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας.5

πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ, 
 καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;

μνήσθητι οὖν τίς καθαρὸς ὧν ἀπώλετο, 
 ἢ πότε ἀληθινοὶ ὁλόριζοι ἀπώλοντο

καθʼ ὃν τρόπον ἴδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα· 
 οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.

ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, 
 ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.

σθένος λέοντος, φωνὴ δὲ λεαίνης, 
 γαυρίαμα δέ δρακόντων ἐσβέσθη.

μυρμηκολέων ὤλετο· παρὰ τὸ μὴ ἔχειν βοράν, 
 σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.

εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,¶ 
 οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν. 
 πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ

φόβος δὲ καὶ ἠχὼ νυκτερινή. 
 ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,

φρίκη μοι συνήντησεν καὶ τρόμος, 
 καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεσεν,

καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, 
 ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.

ἀνέστην, καὶ οὐκ ἐπέγνων· 
 ἴδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου. 
 ἀλλ᾿ ἣ αδραν καὶ φωνὴν ἤκουον

Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου 
 ἣ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;

εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, 
 κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν·

τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, 
 

 
 ἐξ ὦν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, 
 ἔπαισεν αὑτοὺς σητὸς τρόπον.

καὶ ἀπὸ πρωίθεν μέχρι ἑσπέρας οὐκέτι εἰσίν, 
 παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.

ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, 
 ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.

ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, 
 ἢ εἲ τινα ἀγγέλων ἁγίων ὄψῃ.

καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή. 
 πεπλανημένον δὲ θανατοῖ ζῆλος.

ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας. 
 ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.

πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, 
 κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ 
 ἐξαιρούμενος.

ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιωρι ἔδονται, 
 αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσσυται· 
 ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.

οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, 
 οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·

ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, 
 νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.

οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, 
 Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,

τὸν ποιοῦντα μεγάλα καὶ ἀυεξιχνίὼμσπα, 
 ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀρθμός·

τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, 
 ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανόν·

τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, 
 καὶ ἀπολωλότας ἐξεγείροντα·

διαλλάσσοντα βουλὰς πανούργων, 
 καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.

ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει. 
 βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·

ἡμέρας συναντήσεται αὐτοῖς σκότος, 
 τὸ δέ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί

ἀπόλοιντο δὲ ἐν πολέμῳ, 
 ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·

εἴη δὲ ἀδυνάτῳ ἐλπίς, 
 ἀδίκου δὲ στόμα ἐμφραχθείη.

μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος· 
 νουθέτημα δέ Παντοκράτορος μὴ ἀπαναίνου.

αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· 
 ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.

ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, 
 ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.

ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, 
 ἐν πολέμῳ δέ ἐκ χειρὸς σιδήρου λύσει σε.

ἀπὸ μάστιγος γλώσσης σε κρύψει, 
 καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.

ἀοίκων καὶ ἀνόμων καταγελάσῃ, 
 ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·

θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.

εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, 
 ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.

γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, 
 πὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.

ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, 
 ἣ ὥσπερ θιμονιὰ ἄλωνος καθʼ ὥραν συνκομισθεῖσα.

ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, 
 ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· 
 §σὺ δὲ γνῶθι σεαυτῷ εἵ τι ἔπραξας.

Ὑπολαβὼν δὲ Ἰὼβ λέγει

Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ἀργήν, 
 τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,

καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· 
 ἀλλ᾿ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα.

βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, 
 ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα, 
 ὅταν ἄρξωμαι λαλεῖνἵκεντοῦσί με.

τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἡ τὰ σῖτα 
 ζητῶνς 
 εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;

εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; 
 εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;

οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὄργή· 
 βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.

εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, 
 καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.

ἀρξάμενος ὁ κύριος τρωσάταν με, 
 εἰς τέλος δὲ μή με ἀνελέτω.

εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπʼ αὐτῆς. 
 οὐ φείσομαι 
 

 
 οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.

τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; 
 ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή

μὴ ἰρχὺς λἰθων ἡ ἰσχύς μους; 
 ἢ αἱ σάρκες μού εἰσιν χαλκεῖαι;

ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθεν·; 
 βοήθεα δὲ ἀπʼ ἐμοῦ ἄπεστιν.

ἀπείπατό με ἔλεος, 
 ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέν με.

οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσσερ χειμάρρους ἐκλείπων. 
 ἢ ὥσπερ κῦμα παρῆλθόν με·

οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν 
 ἢ κρύσταλλος πεπηγώς·

καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν·

οὓτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, 
 ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.

ἴδετε ὁδοὺς Θαιμανῶν. 
 ἀτραποὐς Σαβῶν οἱ διορῶντες·

καὶ αἰσχύνην ὀφειλήσουσιμν 
 οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.

ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως. 
 ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.

τί γάρ; μή τι ὑμᾶς ἤτησα.

ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι, ²³ὥστε σῶσαί με ἐξ 
 ἐχθρῶν, 
 ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;

διδάξατέ με. ἐγὼ δὲ κωφεύσω· 
 εἰ τι πεπλάνημαι, φράσατέ μοι.

ἀλλ᾿ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα, 
 οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι

οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, 
 οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.

πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε, 
 ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.

νυνὶ δὲ εἰσβλέψας εἰς πρόσανπα ὑμῶν οὐ ψεύσομαι.

καθίσατε δὴ καὶ μὴ εἲη ἄδικον, 
 καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.

οὐ γάρ ἐστν ἐν γλώσσῃ μου ἄδικον· 
 ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;

πότερον οὐχὶ πειρατήριόυ ἐστιν ὁ βἰος ἀνθρώπου ἐπὶ τῆς γῆς, 
 καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;

ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς 
 σκιᾶς, 
 ἢ ὤσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;

οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, 
 νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.

ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα; 
 ὧς δʼ ἂν ἀναστῶ, πάλιν Πότε ἐσπέρας 
 πλήρης δέ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.

φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, 
 τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.

ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος λαλιᾶς, 
 ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.

μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωή, 
 καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.¶

οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· 
 

 
 oἱ ὀφθαλμοοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί,

ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ. 
 ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅ δην, οὐκ ἔτι μὴ ἀναβῇ,

οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, 
 οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.

ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου. 
 λαλήσω ἐν ἀνάγκῃ ὤν, 
 ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.

πότερον θάλασσά εἰμι ἢ δράκων, 
 ὅτι κατέταξας ἐπʼ ἐμέ φυλακήν

εἶπα ὅτι Μαρακαλέσει με ἡ κλίνη μου. 
 ἀνοίσω δέ πρὸς ἐμαυτὸν ἰδἰᾳ λόγον τῇ κοίτῃ μου·

ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασίν με καταπλήσσεις. 
 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου. 
 ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.

οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἴνα μακροθυμήσω- 
 ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βἰος.

τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτόν; 
 ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;

ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωί, 
 καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;

ἔως τἰνος οὐκ ἐᾷς με 
 οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃς

εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, 
 ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; 
 διὰ τἰ ἔθου με κατεντευκτὴν σου, 
 εἱμὶ δὲ ἐπὶ σοὶ φορτίον;

καὶ διὰ τί οὐκ ἐποιαὴσαν τῆς ἀνομίας μου λήθην 
 καὶ καθαρμσμὸν τῆς ἁμαρτίὼς μου; 
 νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, 
 ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί.

Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχείκτης λέγει

Μέχρι τίνος λαλήσεις ταῦτα; 
 πνεῦμα πολυρῆμον τοῦ στόματός σου.

μὴ ὁ κύριος ἀδικήσει κρίννν; 
 ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαωων;

εἰ οἱ υἱοί σου ἥμαρτον ἐνανπίον αὐτοῦ, 
 ἀπέσπειεν ἐν χειρὶ ἀνομίς αὐτῶν.

σὺ δὲ ὄρθριζε πρὸς Κύρων Παντοκράτορα δεόμενος.

εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσενς ἐπακούσεταί σου, 
 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνηπ·

ἔσται οὗν τὰ μέν πρῶτά σου ὀλίγα, 
 τὸ δὲ ἔσχατά σου ἀμύθητα.

ἐπερώτησον γὰρ γενεὰν πρώτην, 
 ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·

χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, 
 σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βὰὡς.

ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελονσιν, 
 καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα ;

μὴ θάλλει πάπυρος ἄνευ ὕδατος; 
 ἢ ὑψανθήσεται βάύτομον ἄνευ πότου;

ἔτι ὃν ἐπὶ ῥίζης. καὶ οὐ μὴ θερωρθῆ 
 πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;

οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων 
 τοῦ κυρὰυ· 
 ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεἰται.

ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, 
 ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.

ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· 
 ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·

ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, 
 καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῤάδαμνος αὐτοῦ ἐξελεύσεται.

ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, 
 ἐν δὲ μέσῳ χαλίκων ζήσεται.

ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· 
 οὐχ ἑόρακας τοιαῦτα.

ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, 
 ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει

ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, 
 πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.

ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, 
 τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·

οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην. 
 δἰαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται

῾γπολαβὼν δὲ Ἰὼβ λέγει

Ἐπ᾿ ἀληθεἰς οἶδα ὅτι οὕτως ἐστίν. 
 πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;

ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, 
 οὐ μὴ ὑπακούσῃ αὐτῷ, 
 ἳνα μὴ ἀντείπῃ πρὸς ἔνα λόγον αὐτοῦ ἐκ χιλίων.

σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· 
 τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;

ὁ παλαιῶν ὄρη, οὐκ οἴδασιν, 
 ὁ καταστρέφων αὐτὰ ὀργῇ·

ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων, 
 οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·

ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, 
 κατὰ δὲ ἄστρων κατασφραγίζει, 
 κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν,

ὁ τανύσας τὸν οὐρανὸν μόνος, 
 περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·

ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα 
 Νότου·

ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, 
 ἔνδοξά τε καὶ ἐξαίσια, ὦν οὐκ ἔστιν ἀριθμός.

ἐὸν ὑπερβῇ με. οὐ μὴ ἴδω· 
 καὶ ἐὰν παρέλθῃ με, οὐδʼ ὣς ἔγνων.

ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψεις 
 ἤ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;

αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, 
 ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.

ἐὸν δέ μου ὑπακούσεται, ἦ διακρινεῖ τὰ ῥήματά μου.

ἐὰν γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου, 
 τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·

ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ, 
 οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.

μὴ γνόφῳ με ἐκτρίψῃς 
 πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.

οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι, 
 ἐνέπλησεν δέ με πικρίας.

ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ 
 τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;

ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· 
 ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.

εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῆ ψυχῇ. 
 πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.

διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,

ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, 
 ἀλλὰ δίκαιοι καταγελῶνται·

παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. 
 πρόσωπα κριτῶν αὐτῆς συνκαλύπτει· 
 εἰ δὲ μὴ αὐτός ἐστιν, τίς ἐστιν;

ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος δρομέως· 
 ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.

ἢ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ, 
 ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν

ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, 
 συνκύψας τῷ προσώπῳ στενάξω.

σείομαι πᾶσιν τοῖς μέλεσιν, 
 οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.

ἐπειδὴ δέ εἰμι ἀσεβῆς, διὰ τί οὐκ ἀπέθανον;

ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, 
 καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,

ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, 
 ἐβδελύξατο δέ με ἡ στολή.

οὐ γὰρ εἶ ἄνθρωπος κατʼ ἐμὲ ᾧ ἀντικρινομαι, 
 ἳνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.

εἲθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων 
 καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·

ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον, 
 ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,

καὶ οὐ μὴ φοβηθῶ ἀλλὰ λαλήσω· 
 οὐ γὰρ οὕτω συνεπίσταμαι,

κάμνων τῇ ψυχῇ μου. 
 στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματά μου· 
 

 
 λαλήσαω πικρίᾳ ψυχῆς μου συνεχόμενος.

καὶ ἐρῶ πρὸς Κύριον Μή με ἀσεβεῖν δίδασκε· 
 καὶ διὰ τί με οὕτως ἔκρινας;

ἢ καλόν σοι ἐὰν ἀδικήσω; 
 ὅτι ἀπείπω ἔργα χειρῶν σου, 
 βουλῆ δὲ ἀσεβῶν προσέσχες;

ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς; 
 ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃς

ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, 
 ἢ τὰ ἔτη σου ἀνδρός;

ὃτι ἀνεζήτησας τὴν ἀνομίαν μου, 
 καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;

οἲδας γὰρ ὅτι οὐκ ἠσέβησα· 
 ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος

αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με. 
 μετὰ ταῦτα μεταβαλὼν με ἔπαισας.

§9μνήσθητι ὅτι πηλόν με ἔπλασας, 
 εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.

ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, 
 ἐτύρωσας δέ με ἲσα τυρῷ ;

δέρμα δὲ καὶ κρέα με ἐνέδυσας, 
 ὀστέοις δέ καὶ νεύροις με ἔνειρας·

ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοί, 
 ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα.

ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι· 
 ἀδυνατεῖ δέ σοι οὐθέν.

ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, 
 ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.

ἐάν τε γὰρ ἀσεβήσω, οἲμοι· 
 ἐὰν δὲ δἰκαιος, οὐ δύναμαι ἀνακύψαι. 
 πλήρης γὰρ ἀτιμίας εἰμί.

ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· 
 πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις.

ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· 
 ὀργῇ δὲ μεγάλη μοι ἐχρήσω. 
 ἐπήγαγες δὲ ἐπʼ ἐμέ πειρατήρια.

ἲνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, 
 ὀφθαλμὸς δέ με οὐκ εἶδεν,

καὶ ὥσπερ οὐκ ὤν ἐγενόμην 
 διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;

ἤ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου 
 ἔασόν με ἀναπαύσασθαι μικρὸν

πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, 
 εἰς γῆν σκοτινὴν καὶ γνοφεράν, 
 (22)εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος 
 οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.

᾿γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει

Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· 
 ἤ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος

εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. 
 μὴ πολὺς ἐν ῥήμασιν γίνου, 
 οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι.

μὴ γὰρ λέγε ὅτι Καθαρός εἰμι τοῖς ἔργοις 
 καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.

ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ; 
 καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;

εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας. 
 ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· 
 καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας

ἤ ἴχνος Κυρίου εὑρήσεις; 
 

 
 ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἄ ἐποίησεν ὁ παντοκράτωρ;

ὑψηλὸς ὁ οὐρανός, καὶ τἰ ποιήσεις; 
 βαθύτερα δὲ τῶν ἐν ᾅδου· τἰ οἰδας;

ἤ μακρότερα μέτρου γῆς 
 ἤ εὔρους θαλάσσης.

ὲὰαταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Γί ἐποίησας;

αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, 
 ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.

ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις· 
 βροτὸς δέ γεννητὸς γυναικὸς ἴσα ἄνῳ ἐρημίτῃ.

εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, 
 ὑπτιάζεις δέ χεῖρας πρὸς αὐτόν·

εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου, 
 πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, 
 ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.

οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, 
 ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς·

καὶ τὸν κόπον ἐπιλήσῃ 
 ὥσπερ κῦμα παρελθόν, καὶ οὐ πτοηθήσῃ·

ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος. 
 ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·

πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς, 
 ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.

ἡσυχάσεις γάρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· 
 μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.

σωτηρία δὲ αὐτοὺς ἀπολείψει· 
 ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, 
 ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.

῾γπολαβὼν δὲ Ἰὼβ λέγει

Εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· 
 ἦ μεθʼ ὑμῶν τελευτήσει σοφία.

κἀμοὶ μὲν καρδἰα καθʼ ὑμᾶς ἐστιν.

δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα·

εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. 
 (6) οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων.

οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, 
 ὅσοι παροργίζουσιν τὸν κύριον, 
 ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.

ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσιν. 
 πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·

ἐκδιήγησαι γῇ ἐάν σοι φράσῃ, 
 καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.

τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις 
 ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα;

εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων 
 καὶ πνεῦμα παντὸς ἀνθρώπου;

νοῦς μὲν γὰρ ῥήματα διακρίνει, 
 λάρυγξ δὲ σῖτα γεύεται.

ἐν πολλῷ χρόνῳ σοφία, 
 ἐν δὲ πολλῷ βἰῳ ἐπιστήμη.

παρʼ αὐτῷ σοφία καὶ δύναμις, 
 αὐτῷ βουλὴ καὶ σύνεσις.

ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; 
 ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει;

ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· 
 ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.

παρʼ αὐτῷ κράτος καὶ ἰσχύς, 
 αὐτῷ ἐπιστήμη καὶ σύνεσις.

διάγων βουλευτὰς αἰχμαλώτους, 
 κριτὰς δὲ γῆς ἐξέστησεν.

καθιζάνων βασιλεῖς ἐπὶ θρόνους, 
 καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν

ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, 
 δυνάστας δὲ γῆς κατέστρεψεν.

διαλλάσσων χείλη πιστῶν 
 σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.

ἐκχέων ἀτιμίαν ἐπʼ ἄρχοντας, 
 ταπεινοὺς δὲ ἰάσατο.

ἀνακαλύπτων βαθέα ἐκ σκότους 
 ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου.

καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά.

διαλλάσσων καρδίας ἀρχόντων γῆς, 
 ἐπλάνησεν δὲ αὐτοὺς ἐν ὁδῷ ἦ οὐκ ἤδεισαν·

ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, 
 πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων.

ἰδοὺ ταῦτα ἑόρακέν μου ὁ ὀφθαλμὸς 
 καὶ ἀκήκοεν μου τὸ οὖς·

καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, 
 καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.

οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, 
 ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.

ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι 
 καὶ ἰαταὶ κακῶν πάντες

εἴῃ δὲ ὑμῖν κωφεῦσαι, 
 καὶ ἀποβήσεται ὑμῖν σοφία.

ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, 
 κρίσιν δέ χειλέων μου σροσέχετε.

πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε,

ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; 8ἢ ἡποστελεῖσθε; 
 ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.

καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς; 
 εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,

οὐθὲν ἦττον ἐλέγξει ὑμᾶς· 
 εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,

πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς; 
 ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν,

ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, 
 τὸ δὲ σῶμα πήλινον.

κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ,

ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, 
 ψυχὴν δέ μου θήσω ἐν χερί.

ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, 
 ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·

καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, 
 οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.

ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου, 
 ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.

ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. 
 §οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.

τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, 
 ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;

δυεῖν δέ μοι χυήσῃ, 
 τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·

τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου, 
 καὶ ὁ φόβος σου μὴ με καταπλησσέτω.

εἶτ᾿ ἂν καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· 
 

 
 ἤ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.

πόσαι εἰσὶν αἵ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; 
 δίδαξόν με τἰνες εἰσίν.

διὰ τί ἀπʼ ἐμοῦ κρύπτῃ, 
 ἥγησαι δέ με ὑπεναντίον σοι;

ἤ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ, 
 ἤ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;

ὅτι κατέγραψας κατʼ ἐμοῦ κακά, 
 περιέθηκας δέ μοι νεότητος ἁμαρτίας·

ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, 
 ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, 
 εἰς δὲ ῤίζας τῶν ποδῶν μου ἀφίκου·

ὄ παλαιοῦται ἴσα ἀσκῷ, 
 ἡ ὥσπερ ἱμάτιον σητόβρωτον.

βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ἀργῆς,

ἤ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, 
 ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ.

οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, 
 καὶ τούτου ἐποίησας εἰσελθῖν ἐν κρίματι ἐνώπιόν σου

τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ; ἀλλ᾿ οὐθεἰς,

ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς· 
 ἀριθμητοὶ δέ μῆνες αὐτοῦ παρʼ αὐτοῦ, 
 εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβῇ.

ἀπόστα ἀπʼ αὐτοῦ ἳνα ἡσυχάσῃ 
 καὶ εὐδοκήση τὸν βίον, ὥσπερ ὁ μισθωτός. 
 ἔστιν γὰρ δένδρῳ ἐλπίς· 
 

 
 ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, 
 καὶ ὁ ῤάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ·

ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, 
 ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ,

ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, 
 ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον.

ἀνήρ δὲ τελευτήσας ᾤχετο, 
 πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν.

χρόνῳ γὰρ σπανίζεται θάλασσα, 
 ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη.

ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ 
 ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συνραφῇ, 
 καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν

εἰ γὰρ ὄφελον ἐν ᾄδῃ με ἐφύλαξας. 
 ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργή. 
 καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ.

ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος. ζήσεται. 
 συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· 
 ὑπομενῶ ἕως πάλιν γένωμαι.

εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι. 
 τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.

ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, 
 καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου·

ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, 
 ἐπεσημήνω δὲ εἰ τι ἄκων παρέβην.

καὶ πλὴν ὄρος πίπτον διαπεσεῖται, 
 καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς

λίθους ἐλέαναν ὕδατα, 
 καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· 
 καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.

ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· 
 ἐπέστησας αὐτῷ τὸ πρόσωπον, καὶ ἐξαπέστειλας·

πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, 
 ἐὸν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται·

ἀλλ᾿ ἤ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ 
 ἐπένθησεν.

γπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει

Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος, 
 καὶ ἐνέπλησεν πόνον γαστρός,

ἐλέγχων ἐν ῥήμασιν οἷς 
 οὐ δεῖ 
 ἐν λόγοις οἷς οὐδεν ὄφελος;

οὐ καὶ σὺ ἀπεποιήσω φόβον, 
 συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;

ἔνοχος εἶ ῥήμασιν στόματός σου, 
 οὐδὲ διέκρινας ῥήματα δυναστῶν·

ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, 
 τὰ δέ χείλη σου καταμαρτυρήσουσίν σου.

τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης; 
 ἤ πρὸ θινῶν ἐπάγης

ἤ σύνταγμα Κυρίου ἀκήκοας 
 εἰς δὲ σὲ ἀφίκετο σοφία;

τί γὰρ οἶδας ὅ οὐκ οἴδαμεν; 
 ἤ τί συνίεις ὅ οὐ καὶ ἡμεῖς;

καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, 
 

 
 βαρύτερος τοῦ πατρός σου ἡμέραις.

ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, 
 μεγάλως ὑπερβαλλόντως λελάληκας.

τί ἐτόλμησεν ἡ καρδία σου 
 ἤ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,

ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου, 
 ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;

τίς γὰρ ὤν βροτός, ὅτι ἔσται ἄμεμπτος, 
 ἤ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός

εἰ κατὰ ἁγίων οὐ πιστεύει, 
 οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.

ἴα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, 
 ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.

ἀναγγελῶ δέ σοι, ἄκουέ μου. 
 ἂ δὴ ἑώρακα ἀναγγελῶ σοι.

ἃ σοφοὶ ἐροῦσιν, οὐκ ἔκρυψαν πατέρας αὐτῶν·

αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, 
 καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπʼ αὐτούς.

πᾶς ὁ βἰος ἀσεβοῦς ἐν φροντίδι, 
 ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,

ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· 
 ὅταν δοκῆ ἤδη εἰρηνεύειν. 
 ἤξει αὐτοῦ ἡ καταστροφή.

μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· 
 ἐντέταλται γἃρ ἤδη εἰς χεῖρας σιδήρου.

κατατέτακται δὲ εἰς σῖτα γυψίν· 
 οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. 
 

 
 ἡμέρα δὲ αὐτὸν σκοτινὴ στροβήσει,

ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει 
 ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων·

ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου, 
 ἔναντι δέ Κυρίου Παντοκράτορος ἐτραχηλίασεν,

ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει, 
 ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ·

ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ, 
 καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.

αὐλισθείη δὲ πόλεις ἐρήμους. 
 εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· 
 ἄ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.

οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· 
 οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν,

οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· 
 τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, 
 ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.

μὴ πιστευέτω ὅτι ὑπομενεῖ, 
 κενὰ γὰρ ἀποβήσεται αὐτῷ·

ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, 
 καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·

τρυγηθείη) δὲ ὡς ὄμφαξ πρὸ ὥρας. 
 ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.

μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, 
 πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.

ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας,

῾γπολαβὼν δὲ ᾿Ιὼβ λέγει

Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτοπες κακῶν πάντες.

τί γάρ; μὴ τάξις ἐσὶν ῥήμασιν πνεύματος; ἤ τί 
 παρακλήτορες κακῶν πάντες. 
 ἤ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;

κἀγὼ καθʼ ὑμᾶς λαλήσω. 
 εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς.

εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, 
 κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν.

εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου. 
 κίνησιν δέ χειλέων οὐ φείσομαι.

ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· 
 ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;

νῦυ δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα,

καὶ ἐπελάβου μου· ⁹εἰς μαρτύριον ἐγενήθη· 
 καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, 
 κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.

ὀργῇ χρησάμενος κατέβαλέν με, 
 ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας. 
 βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσεν.

ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, 
 ὀξεῖ ἔπαισέν με εἰς τὰ γόνατα, 
 ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί.

παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου. 
 ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με.

εἰρηνεύοντα διεσκέδασέν με· 
 

 
 λαβὠν με τῆς κόμης διέτιλεν, 
 κατέστησέν με ὥσπερ σκοπόν.

ἐκύκλωσάν με λόγχαις 
 βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι 
 ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·

κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, 
 ἔδραμον πρὸς μέ δυνάμενοι

σάκκον ἔραψαν ἐπὶ βύρσης μου. 
 τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.

ἡ γαστήρ μου συνκέκαυται ἀπὸ κλαυθμοῦ, 
 ἐπὶ δὲ βλεφάροις μου σκιά·

ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, 
 εὐχὴ δέ μου καθαρά.

γῆ, μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου. 
 μηδὲ εἵη τόπος τῇ κραυγῇ μου.

καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, 
 ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.

ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, 
 ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.

εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, 
 καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.

ἔτη δὲ ἀριθμητὰ ἥκασιν, 
 ὁδῷ δὲ ᾖ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι.

ὀλέκομαι πνεύματι φερόμενος, 
 δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.

λίσσομαι κάμνων, καὶ τί ποιήσας;

ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι· 
 τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.

ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, 
 

 
 διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.

τῇ μερίδι ἀναγγελεῖ κακίας. 
 ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν.

ἔθοῦ δέ με θρύλημα ἐν ἔθνεσιν, 
 γέλως δὲ αὐτοῖς ἀπέβην·

πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, 
 πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.

θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· 
 δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·

σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, 
 καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.

οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή. 
 οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.

αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, 
 ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου·

νύκτα εἰς ἡμέραν ἔθηκα, 
 φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.

ἐὰν γὰρ ὑπομείνω, ᾔδης μου ὁ οἶκος. 
 ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.

θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, 
 μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.

ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς 
 ἤ τὰ ἀγαθά μου ὄψομαι

ἤ μετʼ ἐμοῦ εἰς ᾄδην καταβήσονται. 
 ἤ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;

῾Υπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει

Μέχρι τίνος οὐ παύσῃ; 
 ἐπίσχες, ἴνα καὶ αὐτοὶ λαλήσωμεν.

διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;

κέχρηταί σοι ὀργή. 
 τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν; 
 ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων

καὶ φῶς ἀσεβῶν σβεσθήσεται, 
 καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.

τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, 
 ὁ δὲ λύχνος αὐτῷ σβεσθήσεται.

θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, 
 σφάλαι δὲ αὐτοῦ ἡ βουλή.

ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι. 
 ἐν δικτύῳ ἑλιχθείη.

ἒλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες.¶ 
 κατισχύσει ἐπʼ αὐτὸν διψῶντας.

κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ, 
 καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.

κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι· 
 πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ,

πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.

βραωθείησαν αὐτοῦ κλῶνες ποδῶν, 
 κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.

ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, 
 σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.

κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, 
 κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.

ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 
 καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.

τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς. 
 καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω·

ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.

οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, 
 οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ, 
 ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.

ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, 
 πρώτους δὲ ἔσχεν θαῦμα.

οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, 
 οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.

῾ Υπολαβὼν δὲ ᾿ Ιὼβ λέγει

Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, 
 καὶ καθαιρεῖτε με λόγοις;

γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· 
 καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.

ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, 
 παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος,

a λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, 
 τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.

ἔα δὲ ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε· 
 ἐνάλλεσθε δέ μοι ὀνείδει.

γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, 
 ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν.

ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· 
 

 
 κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.

κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ, 
 ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.

τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, 
 ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου.

διέσπασέν με κύκλῳ καὶ ᾠχόμην. 
 ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.

δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, 
 ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.

ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοί, 
 ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐνκάθετοι.

ἀπ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, 
 ἔγνωσαν ἀλλοτρίους ἤ ἐμἐ· 
 φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.

οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, 
 καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.

γείτονες οἰκίας θεράπαιναί τε μου, 
 ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.

θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν·

στόμα δέ μου ἐδέετο, 17 καὶ ἱκέτευον τὴν γυναῖκά μου, 
 προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·

οἱ δὲ εἰς τὸν αἰῶνα ἀπεποιήσαντό με· 
 ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.

ἐβδελύξαντό με οἱ ἰδόντες με· 
 οὕς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.

ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, 
 

 
 τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.

ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλου 
 χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστιν.

διὸ τί με διώκετε ὥσπερ καὶ ὁ κύριος. 
 ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;

τίς γὰρ ἂν δώη γραφῆναι τὰ ῥήματά μου. 
 τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,

ἐν γραφίῳ σιδηρῷ καὶ μολίβῳ;

οἴδα γὰρ ὅτι ἀέναος ἐστιν ὁ ἐκλύειν με μέλλων·

ἐπὶ γῆς ⁶ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. 
 παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,

ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, 
 §ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος. 
 πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.

εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ; 
 καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·

εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· 
 θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται, 
 καὶ τότε γνώσονται ποῦ ἔστιν αὐτῶν ἡ ὕλη.

῾γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει

Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα· 
 καὶ οὐχὶ συνίετε μᾶλλον ἤ καὶ ἐγώ.

παιδείαν ἐντροπῆς μου ἀκούσομαι, 
 καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκριθήσεταί μοι.

μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, 
 ἀφʼ οὖ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;

εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, 
 χαρμονὴ δέ παρανόμων ἀπώλεια·

ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, 
 ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.

ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, 
 τότε εἰς τέλος ἀπολεῖται· 
 οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν;

ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, 
 ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν·

ὀφθαλμὸς παρέβλεψεν, καὶ οὐ προσθήσει, 
 καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.

τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, 
 αἱ δέ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύναις.

ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, 
 καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.

ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, 
 κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,

οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν· 
 καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,

καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· 
 χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.

πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, 
 ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.

θυμὸν δὲ δρακόντων θηλάσειεν, 
 ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.

μὴ δοι ἴμελξιν νομάδων 
 μηδέ νομὰς μέλιτος καὶ βουτύρου.

εἰς κενὰ καὶ μάταια ἐκοπίασεν, 
 πλοῦτον ἐξ οὗ οὐ γεύσεται 
 ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.

πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασεν· 
 δίαιταν δὲ ἥρπασεν, καὶ οὐκ ἔστησεν.

οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, 
 ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.

οὐκ ἔστιν ὑπόλιμμα τοῖς βρώμασιν αὐτοῦ, 
 διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.

ὅταν δὲ δοκῆ ᾔδη πεπληρῶσθαι, θλβήσεται, 
 πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.

εἴ πως πληρώσαι γαστέρα αὐτοῦ, 
 ἐπαποστείλαι ἐπʼ αὐτὸν θυμὸν ὀργῆς. 
 νίψαι ἐπʼ αὐτὸν ὀδύνας·

καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, 
 τρώσαι αὐτὸν τόξον χάλκειον·

διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, 
 ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· 
 ἐπʼ αὐτῷ φόβοι,

πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι 
 

 
 κατέδεται αὐτὸν πῦρ ἄκαυστον, 
 κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.

ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, 
 γῆ δὲ ἐπανασταίη αὐτῷ.

ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπωλία εἰς τέλος, 
 ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.

αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, 
 καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.

῾Υπολαβὼν δὲ Ἰὼβ λέγει

Ἀκούσατε, ἀκούσατέ μου τῶν λόγων, 
 ἴνα μὴ ᾖ μοι παρʼ ὑμῶν αὕτη ἡ παράκλησις.

ἄρατέ με, ἐγὼ δὲ λαλήσω, 
 κἶτ᾿ οὐ καταγελάσετέ μου.

τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις 
 ἤ διὰ τί οὐ θυμωθήσομαι

εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε, 
 χεῖρα θέντες ἐπὶ σιαγόνι.

ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, 
 ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.

διὰ τί ἀσεβεῖς ζῶσιν, 
 πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;

ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, 
 τὸ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.

οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, 
 μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν αὐτοῖς.

ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν. 
 διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν.

μένουσιν δὲ ὡς πρόβατα αἰώνια, 
 τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν·

ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν 
 καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.

συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, 
 ἐν δὲ ἀναπαύσει ᾂδου ἐκοιμήθησαν.

λέγει δὲ Κυρίῳ Ἀπόστα ἀπʼ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ 
 βούλομαι·

τἰ ἱκανὸς ὅτι δουλεύσομεν αὐτῷ; 
 καὶ τίς ὠφελία ὅτι ἀπαντήσομεν αὐτῷ;

ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, 
 ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.

οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, 
 ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, 
 ὠδίνες δὲ ἕξουσιν αὐτοὺς ἀπὸ ὀργῆς.

ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου, 
 ἤ ὥσπερ κονιορτὸς ὅν ὑφείλατο λαῖλαψ.

ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· 
 ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.

ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, 
 ἀπὸ δὲ Κυρίου μὴ διασωθείη·

ὅτι τὸ θέλημα αὐτοῦ ἐν ἴοκῳ αὐτοῦ μετʼ αὐτοῦ, 
 καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.

πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ 
 ἐπιστήμην ; 
 αὐτὸς δὲ φόνους διακρινεῖ.

οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, 
 ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν,

τὸ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, 
 μυελὸς δὲ αὐτοῦ διαχεῖται·

ὁ δὲ τελευτῷ ὑπὸ πικρίας ψυχῆς. οὐφαγὼν οὐδὲν ἀγαθόν·

ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, 
 σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.

ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι,

ὥστε ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος; 
 καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;

ἐραωτήσατε παραπορευομένους ὁδόν, 
 καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·

ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός. 
 εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.

τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; 
 καὶ ἃ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;

καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη, 
 καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν.

ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου. 
 καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, 
 καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.

πῶς δὲ παρακαλεῖτέ με κενά; 
 τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.

῾Υπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει

Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ 
 ἐπιστήμην;

τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; 
 

 
 ἤ ὠφελία ὅτι ἀπώσῃς τὴν ὁδόν σου;

ἢ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί 
 σοι εἰς κρίσιν;

πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, 
 ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι;

ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς. 
 ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·

οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, 
 ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·

ἐθαύμασας δέ τινων πρόσωπον, 
 ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·

χήρας δὲ ἐξαπέστειλας κενάς. 
 ὀρφανοὺς δὲ ἐκάκωσας.

τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, 
 καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος.

τὸ φῶς σοι σκότος ἀπέβη, 
 κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.

μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, 
 τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν;

καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός. 
 ἤ κατὰ τοῦ γνόφου κρίνει;

νεφέλη¶ ἀποκρυφῆς αὐτοῦ, καὶ οὐχ ὁραθήσεται, 
 καὶ γῦρον οὐρανοῦ διαπορεύεται.

μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες δίκαιοι.

οἳ συνελήμφθησαν ἄωροι; 
 ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν·

οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν; 
 ἤ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ

ὅς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, 
 βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ,

ἰδόντες δίκαιοι ἐγέλασαν, 
 ἄμεμπτος δὲ ἐμυκτήρισεν·

εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, 
 καὶ τὸ κατάλιμμα αὐτῶν καταφάγεται πῦρ.

γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· 
 εἶτ᾿ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.

ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, 
 καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.

ἐὸν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, 
 πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον·

θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, 
 καὶ ὡς πέτρα χειμάρρου Σωφείρ.

ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, 
 καθαρὸν δὲ ἀποδώσει σε ὣσπερ ἀργύριον πεπυρωμένον.

εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου, ἀναβλέψας εἰς τὸν οὐρανὸν 
 ἱλαρῶς·

εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, 
 δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·

ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, 
 ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος.

ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς ῾ Υπερηφανεύσατο, 
 καὶ κύφοντα ὀφθαλμοῖς σώσει·

ῤύσεται ἀθῷον, 
 καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου.

῾Υπολαβὼν δὲ ᾿ Ιὼβ λέγει

Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, 
 

 
 καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπʼ ἐμῷ στεναγμῷ.

τίς δʼ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος;

εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, 
 τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων·

γνῴην δὲ ἰάματα ἅ μοι ἐρεῖ, 
 αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ.

καὶ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι· 
 εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται.

ἀλήθεια γὰρ καὶ ἔλεγχος παρʼ αὐτοῦ, 
 ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου.

εἰς γὰρ πρῶτα πορεύσομαι, καὶ οὐκ ἔτι εἰμί, 
 τὰ δὲ ἐπʼ ἐσχάτοις, τί οἶδα ;

ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, 
 περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι.

οἶδεν γὰρ ἤδη ὁδόν μου, 
 διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον.

ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, 
 ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω·

ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, 
 ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥ;γνατα αὐτοῦ.

εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ ; 
 ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν.

διὰ τοῦτο ἐπʼ αὐτῷ ἐσπούδακα· 
 νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ.

ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· 
 κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.

Κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου, 
 

 
 ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με.

οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, 
 πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος.

διὰ τί δὲ Κύριον ἔλαθον ὦραι,

ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι 
 ἁρπάσαντες ;

ὑποζύγιον ὀρφανῶν ἀπήγαγον, 
 καὶ βοῦν χήρας ἠνεχύρασαν.

ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, 
 ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς.

ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ, 
 ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· 
 ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.

ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· 
 ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο.

§⁷γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, 
 ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο·

ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, 
 παρὰ τὸ μὴ ἔχειν ἑαυτοὺς σκέπην πέτραν περιεβάλοντο.

ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, 
 ἐκπεπτωκότα δὴ ἐταπείνωσαν.

γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, 
 πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.

ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, 
 

 
 ὁδὸν δὲ δικαίων οὐκ ᾔδεισαν.

οἱ ἐκ πόλεως καὶ σἴκων ἰδίων ἐξεβάλλοντο, 
 ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα.

αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ; 
 (1³)ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, 
 ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, 
 οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν.

γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, 
 καὶ νυκτὸς ἔσται ὡς κλέπτης.

καὶ· ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος, 
 λέγων Οὐ προσνοήσει με ὀφθαλμός, 
 καὶ ἀποκρυβὴν προσώπου ἔθετο.

διώρυξεν ἐν σκότει οἰκίας· 
 ἡμέρας ἐσφράγισαν ἑαυτούς, 
 οὐκ ἐπέγνωσαν φῶς·

ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωὶ σκιὰ θανάτου, 
 ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.

ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος· 
 καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,

ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν 19ἐπὶ γῆς ξηρά· 
 ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.

εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία· 
 ὥσπερ δέ ὁμίχηλ δρόσου ἀφανὴς ἐγένετο· 
 ἀποδοθείη δε αὐτῷ ἃ ἔπραξεν, 
 συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.

στεῖραν δὲ οὐκ εὖ ἐποίησεν, καὶ ἀγύναιον οὐκ ἠλέησεν.

Θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. 
 ἀναστὰς τοιυαροῦν οὐ μὴ πισεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς·

μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται ωόσῳ.

πολλοὺς γὰρ έκάκωσεν τὸ ὕψωμα αὐτοῦ· 
 ἐμαράνθη σὲ ὥσπερ μολόχη ἐν καύματι, 
 ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών.

εἰ σὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν, καὶ Θήσει εὶς 
 οὑδὲν τὰ ῥήματά μου;

Ὑπολαβὼν δὲ Βαλσὰς ὁ Σαυχίτης λέγει

Τί γὰρ προοίμιον ἥ φόβος ὁ παρʼ αὐτοῦ, 
 ὁ ποιῶν τὴν σύμπασον ἐν ύψίστῳ;

μὴ γάρ τισ ὑπολάβοι ὅτι ἐστὶν παρέλκυσις πειραταῖς; 
 ἔπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἕναντι Κυρίου;

πῶς υὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; 
 ἢ τίς ἂν ἀποκαθαρίσαι αὺτὸν γεννητὸς γυναικός;

ἦ σελήνῃ συντάσσει, καὶ οὐκ έπιφαύσκει· 
 ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.

ἔα δέ, ἄνθρωπος σαπρία καὶ υίὸς ἀνθρώπου ακώληξ.

Ὑπολαβὼν δὲ Ἰὼβ λέγει

Τίνι πρόσκεισαι ἤ τίνι μέλλεις βοηθεῖν; 
 πότερον οὐχ ᾦ πολλὴ ἰσχὺς καὶ ᾦ βραχίων κραταιός ἐστιν;

τίνι συμβεβούλενσαι; οὐχ ᾦ πᾶσα σοφία; 
 τίνι ἐπακολουθήσεις; οὐχ ᾦ μευίστιη δύναμις;

τίνι άνήγγειλας ῥήματα; 
 πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;

μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων 
 αὐτοῦ ;

γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, 
 καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.

ἐκτείνων βορέαν ἐπʼ οὐδέν, 
 κρεμάζων γῆν ἐπὶ οὐδενός.

δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, 
 καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·

ὁ κρατῶν πρόσωπον θρόνου, 
 ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ·

πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος 
 μέχρι συντελείας φωτὸς μετὰ σκότους.

στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως 
 αὐτοῦ.

ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, 
 ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.

κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν· 
 προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.

ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, 
 καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· 
 σθένος δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει ;

Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προομίῳ

Ζῇ ὁ θεὸς ὃς οὕτω με κέκρικεν, 
 καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν,

εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, 
 πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινί,

μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, 
 οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.

μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, 
 οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν·

δικαιοσύνῃ δέ προσέχων οὐ μὴ προῶμα, 
 οὐ γὰρ σύνοιδα ἐμαυπῷ ἄτοπα πράξας.

οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ 
 τῶν ἀσεβῶν, 
 καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν 
 παρανόμων.

καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχεις ; 
 πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται ;

ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ θεός; 
 ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης

μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; 
 ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;

ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, 
 ἅ ἐστιν παρὰ Παντοκράτορι οὐ ψεύσομαι.

ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.

αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, 
 κτῆμα δέ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπʼ αὐτούς.

ἐὸν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· 
 ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν·

χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει.

ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, 
 ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,

ταῦτα πάντα δίκαιοι περιποιήσονται, 
 τὰ δέ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.

ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὅσπερ σῆτες καὶ ὅσπερ ἀράχνη.

πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, 
 ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν.

συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, 
 νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος·

ἀναλήμψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται. 
 καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.

καὶ ἐπιρίψει αὐτὸν καὶ οὐ φείσεται· 
 ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται

κροτήσει ἐπʼ αὐτοῦ χεῖρας αὐτῶν, 
 καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.

Ἔστιν γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, 
 τόπος δέ χρυσίου ὅθεν διηθεῖται·

σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, 
 χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.

τάξιν ἔθετο σκότει, 
 καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· 
 λίθος σκοτίας καὶ σκιὰ θανάτου,

διακοπὴ χειμάρρου ἀπὸ κονίας· 
 οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.

γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, 
 ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.

τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, 
 

 
 καὶ χῶμα χρυσίον αὐτῷ.

τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, 
 καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·

καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, 
 οὐ παρῆλθεν ἐπʼ αὐτῆς λέων.

ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ, 
 κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·

δίνας δὲ ποταμῶν ἔρρηξεν, 
 πᾶν δὲ ἔντιμον ἴδεν μου ὁ ὀφθαλμός·

βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, 
 ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.

ἡ δὲ σοφία πόθεν εὑρέθη; 
 ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;

οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, 
 οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις.

ἄβυσσος εἶπεν Οὐκ ἔνεστιν ἐν ἐμοί· 
 καὶ ἡ θάλασσα εἶπεν Οὐκ ἔνεστιν μετʼ ἐμοῦ.

οὐ δώσει συνκλεισμὸν ἀντʼ αὐτῆς, 
 καὶ οὐ σταθήσεται αὐτῇ ἀργύριον ἀντάλλαγμα αὐτῆς·

καὶ οὐ συνβασταχθήσεται χρυσίῳ Σωφείρ , 
 ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·

οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος, 
 καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ.

μετέωρα καὶ γαβεὶς οὐ μνησθήσεται, 
 καὶ ἕλκυσον σοφίαν ὑπέρ τὰ ἐσώτατα·

οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, 
 χρυσίῳ καθαρῷ οὐ συνβασταχτήσεται.

ἡ δὲ σοφία πόθεν εὑρέθη; 
 ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;

λέληθεν πάντα ἄνθρωπον, 
 καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη.

ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν 
 Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.

ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, 
 αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς.

αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ, 
 εἰδὼς τὰ ἐν τῇ γῇ πάντα

ἐποίησεν, 
 ἀνέμων σταθμόν, ὕδατος μέτρα,

ὅτε ἐποίησεν· 
 οὕτως ἰδὼν ἡρίθμησεν, 
 καὶ ὁδὸν ἐν τινάγματι φωνάς.

τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτῇ, 
 ἑτοιμάσας ἐξιχνίασεν·

εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, 
 τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη.

Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ

Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν ὧν με ὁ θεὸς 
 ἐφύλαξεν;

ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, 
 ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·

ὅτε ἤμην ἐπιβρίθων ὁδούς, 
 ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·

ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·

ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, 
 

 
 τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·

ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, 
 ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.

ἰδόντες με νεανίσκοι ἐκρύβησαν, 
 πρεσβῦται δὲ πάντες ἔστησαν·

ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ 
 στόματι.

οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, 
 καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη·

ὅτὶ οὗς ἤκουσεν καὶ ἐμακάρισέν με, 
 ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν.

διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, 
 καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα·

εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, 
 στόμα δέ χήρας με εὐλόγησεν.

δικαιοσύνην δὲ ἐνδεδύκειν, 
 ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι

ὀφθαλμὸς ἤμην τυφλῶν, 
 ποὺς δὲ χωλῶν.

ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, 
 δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα·

συνέτριψα δὲ μύλας ἀδίκων· 
 ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.

εἶπα δέ Ἡ ἡλικία μου γηράσει· 
 ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω·

ἡ ῥίζα διήνοικται ἐπὶ ὑδατος, 
 καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου·

ἡ δόξα μου καινὴ μετʼ ἐμοῦ, 
 καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.

ἐμοῦ ἀκούσαντες προσέσχον, 
 ἐσιώπησαν δὲ ἐπὶ τῆ ἐμῇ βουλῆ·

ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, 
 περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν·

ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν 
 ἐμὴν λαλιάν.

ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν· 
 καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.

ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων. 
 καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον 
 παθεινοὺς παρακαλῶν.

νυνὶ δὲ κατεγέλασάν μου· 
 ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει,¶ 
 ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, 
 οὓς οὐχ ἠγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.

καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ; 
 ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια.

ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος. 
 οἱ φεύγοντες ἄνυδρον ἐχθές συνοχὴν καὶ ταλαιπωρίαν·

οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, 
 οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα· 
 ἄτιμοι δέ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ.

ἐπανέστησάν μοι κλέπται,

ὧν οἱ οἶκοι αὐτῶν ἤσαν τρῶγλαι 
 πετρῶν·

ἀνὰ μέσον εὐήχων βοήσονται 
 οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο·

ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα. 
 

 
 καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.

νυνὶ δὲ κιθάρα ἐγὼ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν·

ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, 
 ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.

ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με, 
 καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν.

ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, 
 πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπʼ ἐμέ τρίβους ἀπωλείας 
 αὐτῶν.

ἐξετρίβησαν τρίβοι μου, 
 ἐξέδυσαν γάρ μου τὴν στολήν·

βέλεσιν αὐτοῦ κατηκόντισέν με, 
 κέχρηταί μοι ὡς βούλεται· ἐν ὀδύναις πέφυρμαι.

ἐπιστρέφονταί μου αἱ ὀδύναι, 
 ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, 
 καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.

καὶ νῦν ἐπʼ ἐμέ ἐκχυθήσεται ἡ ψυχὴ μου. 
 ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·

νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται, 
 τὰ δὲ νεῦρά μου διαλέλυται.

ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, 
 ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.

ἥγησαι δέ με ἴσα πηλῷ, 
 ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·

κέκραγα δέ πρὸς σέ καὶ οὐκ ἀκούεις μου, 
 ἔστησαν δὲ καὶ κατενόησάν με·

ἐπέβησαν δέ μοι ἀνελεημόνως, 
 χειρὶ κραταιᾷ με ἐμαστίγωσας·

ἔταξας δέ με ἐν ὀδύναις, 
 καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.

οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει· 
 οἰκία γὰρ παντὶ θνητῷ γῆ.

εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, 
 ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.

ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, 
 ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.

ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι 
 κακῶν.

ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται, 
 προέφθασάν με ἡμέραι πτωχίας.

στένων πεπόρευμαι ἄνευ φιμοῦ, 
 ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.

ἀδελφὸς γέγονα σειρήνων, 
 ἑταῖρος δὲ στρουθῶν.

τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, 
 τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.

ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα, 
 ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.

διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, 
 καὶ οὐ συνήσω ἐπὶ παρθένον.

καὶ ἔτι ἐμέρισεν ὁ θεὸς ἄνωθεν, 
 καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων.

οὐαί, ἀπώλεια τῷ ἀδίκῳ, καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν 
 ἀνομίαν.

οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, 
 καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμηθήσεται;

εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, 
 εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον·

§6ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, 
 οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου·

εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, 
 εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, 
 εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων·

σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν. 
 ἄριζος δὲ γενοίμην ἐπὶ γῆς.

εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, 
 εἰ καὶ ἐνκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς·

ἀρέσαι ἄρα καὶ ἡ γυνὴ μου ἐτέρῳ. 
 τὰ δὲ νήπιά μου ταπεινωθείη.

θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·

πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν· 
 οὗ δ᾿ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.

εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων 
 αὐτῶν πρὸς μέ·

τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ κύριρς; 
 ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;

πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι 
 γεγόνασιν; 
 γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.

ἀδύνατοι δέ χρείαν ἥν ποτʼ εἶχον οὐκ ἀπέτυχον. 
 χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα

εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ἀρφανῷ 
 μετέδωκα·

ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ, 
 καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·

εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν·

ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, 
 ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὔμοι αὐτῶν·

εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια 
 περίεστιν,

ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, 
 ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.

φόβος γὰρ συνέσχεν με, 
 καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.

εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, 
 εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,

εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου, 
 εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·

ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, 
 σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστιν·

καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου, 
 εἰ δέ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα·

καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, 
 ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου.

εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, 
 καὶ εἶπεν ἡ καρδία μου Εὖγε·

ἀκούσαι ἄρα τὸ οὗς μου τὴν κατάραν μου, 
 θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.

εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν 
 τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; 
 λίαν μου χρηστοῦ ὄντος·

ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, 
 ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο·

εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,

οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι 
 ἐνώπιον αὐτῶν· 
 εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ·

τίς δῴη ἀκούοντά μου ; 
 χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν, 
 συγγραφὴν δὲ ἣν εἶχον κατά τινος

ἐπ᾿ ὤμοις ἂν περιθέμενος 
 στέφανον ἀνεγίνωσκον,

καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδανκα, 
 οὐθὲν λαβὼν παρὰ χρεοφιλέτου·

εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, 
 εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν·

εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, 
 εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα·

ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, 
 ἀντὶ δὲ κριθῆς βάτος.

Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν· 
 (¹)ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰὼβ, 
 ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.

ὠργίσθη δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης ἐκ τῆς συγγενείας 
 Ῥάμ, τῆς Αὐσείτιδος χώρας· 
 ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον 
 ἐναντίον Κυρίου.

καὶ κατὰ τῶν τριῶν δὲ φίῦλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνή- 
 θησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ, 
 

 
 καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.

Ἐλους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι 
 αὐτοῦ εἰσιν ἡμέραις.

καὶ εἶδεν Ἐλους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν 
 ἀνδρῶν, 
 καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.

ὑπολαβὼν δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης εἶπεν 
 Νεώτερος μέν εὶμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· 
 διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ 
 ἐπιστήμην.

εἶπα δὲ ὅτι Οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, 
 ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασιν σοφίαν·

ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, 
 πνοὴ δὲ Μαντοκράτορός ἐστιν ἡ διδάσκουσα·

οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδʼ οἱ γέροντες οἴδασιν κρίμα.

διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·

ἐνωτίζεσθέ μου τὰ ῥήματα ὑμῶν ἀκουόντων, 
 ἄχρι οὗ ἐτάσητε λόγους.

καὶ μέχρι ὑμῶν συνήσω· 
 καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, 
 ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.

ἵνα μὴ εἶπητε Εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι·

ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.

ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, 
 ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.

ὑπέμεινα, οὐ γὰρ ἐλάλησα· 
 ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.

῾Υπολαβὼν δὲ Ἐλιοῦς λέγει

Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, 
 ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·

ἡ δὲ γαστὴρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος, 
 ἤ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.

λαλήσω, ἳνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη·

ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ· 
 ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·

οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· 
 εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.

οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰὼβ, τὰ ῥήματά μου. 
 καὶ λαλιὰν ἐνωτίζου μου·

ἰδοὺ γὰρ ἤνοξα τὸ στόμα μου, 
 καὶ ἐλάλησεν ἡ γλῶσσά μου.

καθαρά μου ἡ καρδία ῥήμασιν, 
 σύνεσις δέ χειλέων μου καθαρὰ νοήσει.

πνεῦμα θεῖον τὸ ποιῆσάν με, 
 πνοὴ δὲ αντοκράτορος ἡ διδάσκουσά με.

ἐὸ δός μοι ἀπόκρισιν πρὸς ταῦτα· 
 ὑπόμεινον, στῆθι κατʼ ἐμέ καὶ ἐγὼ κατὰ σέ.

ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ· 
 ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.

οὐχ ὁ φόβος μού σε στροβήσει, 
 οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.

χλὴν εἶπας ἐν ὠσίν μου, 
 φωνὴν ῥημάτων ἀκήκοα

διότι λέγεις Καθαρός εἰμι, οὐχ ἁμαρτών· 
 

 
 ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.

μέμψιν δὲ κατʼ ἐμοῦ εὖρεν, 
 ἥγηται δέ με ὥσπερ ὑπεναντίον·

ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου. 
 ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς.

πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου 
 αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.

λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοέν μου πᾶν ῥῆμα

ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. 
 ἐν δὲ τῷ δευτέρῳ·

ἐνύπνιον, ἤ ἐν μελέτῃ νυκτερινῇ. 
 ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων 
 ἐπὶ κοίτης·

τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, 
 ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν.

ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας· 
 τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο.

ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, 
 καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολεμῇ.

πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης. 
 καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν·

πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, 
 καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει·

ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ 
 κενά.

ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, 
 ἥδε ἡ ςωὴ αὐταῦ ν ᾅδῃ·

ἐὰν ὢσιν χίλιοι ἄγγελοι θανατηφόροι, εἶς αὐτῶν οὐ μὴ τρώσῃ 
 αὐτόν. 
 ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριρν, 
 ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, 
 τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,

ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον· 
 ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, 
 τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·

ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, 
 ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.

εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται, 
 εἰσελεύσεται δὲ προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· 
 ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.

εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων Οἶα 
 συνετέλουν; 
 καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον.

σῶσον ψυχὴν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, 
 καὶ ἡ ζωή μου φῶς ὄψεται.

ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς 
 ὁδοὺς τρεῖς μετὰ ἀνδρός·

ἀλλ’ ἐρὔσατο τὴν ψυχήν μου ἐκ θανάτου, 
 ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.

ἐνωτίζου, Ἰὼβ, καὶ ἄκουέ μου· 
 κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. 
 

 
 λάλησον, θέλω γὰρ δικαιωθῆναί σε.

εἰ μή, σὺ ἄκουσόν μου· 
 κώφευσον, καὶ διδάξω σε.

῾ Υπολαβὼν δὲ Ἐλιοῦς λέγει

Ἀκούσατέ μου, σοφοί 
 ἐπιστάμενοι, ἐνωτίζεσθε·

ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.

κρίσιν ἑλώμεθα ἑαυτοῖς, 
 γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.

ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι, 
 ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.

ἐψεύσατο δὲ τῷ κρίματί μου· 
 βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.

τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;

οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας, ἤ ὁδοῦ κοινωνήσας μετὰ 
 ποιούντων τὰ ἄνομα, 
 τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.

μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· 
 καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.

διό, συνετοὶ καρδίας, ἀκούσατέ μου 
 Μή μοι εἴη) ἔναντι Κυρίου ἀσεβῆσαι, 
 καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·

ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, 
 καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.

οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν 
 

 
 ἤ ὁ παντοκράτωρ ταράξει κρίσιν,

ὅς ἐποίησεν τὴν γῆν 
 τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὐπʼ οὐρανὸν καὶ τὰ ἐνόντα 
 πάντα;

εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρʼ αὐτῷ κατασχεῖν,

τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, 
 πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη.

εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, 
 ἐνωτίζου φωνὴν ῥημάτων.

ἴδε σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηρούς, 
 ὄντα αἰώνιον δίκαιον.

ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς. 
 Ἀσεβέστατε, τοῖς ἄρχουσιν·

ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, 
 οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς, θαυμασθῆναι πρόσωπα 
 αὐτῶν.

κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· 
 ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.

αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, 
 λέληθεν δὲ αὐτὸν οὐδὲν ὦν πράσσουσιν·

οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·

ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι. 
 ὁ γὰρ κύριος πάντας ἐφορᾷ,

ὁ καταλαμβάνων ἀνεξιχνίαστα, 
 ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·

ὁ γνωρίζων αὐτῶν τὰ ἔργα, 
 καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσεται.

ἔσβεσεν δὲ ἀσεβεῖς, 
 ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ·

δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν.

τοῦ ἐπαγαγεῖν ἐπʼ αὐτὸν κραυγὴν πενήτων. 
 καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.

καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεταις 
 καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; 
 καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ·

βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.

ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσωἄνευ

ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι 
 εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.

μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτήν, 
 ὅτι ἀπώσῃς ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· 
 καὶ τί ἔγνως λάλησον.

διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, 
 ἀνήρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.

Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δήματα αὐτοῦ οὐκ ἐν 
 ἐπιστήμῃ.

οὐ μὴν δὲ ἀλλὰ μάθε. Ἰώβ, 
 μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες

ἴνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν, 
 ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ὀήματα 
 ἐναντίον τοῦ κυρίου.

Ὑκπολαβὰν δὲ Ἐλιοῦς λέγει

Τί τοῦτο ἡγήσω ἐν κρίσεις 
 σύ τἰς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου

ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.

ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἵδε, 
 κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.

εἰ ἥμαρτες, τί πράξεις 
 εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;

ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ, 
 ἢ τί ἐκ χειρός σου λήμψεταις

ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, 
 καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.

ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, 
 βοήσονται ἀπὸ βραχίονος πολλῶν.

καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με, 
 ὁ κατατάσσαων φυλακὰς υυκτερινάς,

ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν 
 οὐρανοῦ;

ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, 
 καὶ ἀπὸ ὕβρεως πονηρῶν.

ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖναὐτὸς 
 γὰρ ὁ παντοκράτωρ ὄρατής ἐστιν

τῶν συντελούντων 
 τὰ ἄνομα, καὶ σώσει με. 
 κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτὸν ὡς ἔστιν.

καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὄργὴν αὐτοῦ¶ 
 καὶ οὐκ ἔγνω παράπτωμά τι

καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, 
 ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.

Προσθεὶς δὲ Ἐλιοῦς ἔτι λέγει

Μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε· 
 ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.

ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, 
 

 
 ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθεἰς

καὶ οὐκ ἄδικα 
 ῥήματα· 
 ἀδίκως συνίεις.

γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, 
 δυνατὸς ἰσχύι καρδίας

ἀσεβῆ οὐ μὴ ζωοποιήσει, 
 καὶ κρίμα πτωχῶν δώσει.

οὐκ ἀφελεῖ ἀπὸ δικαἰου ὀφθαλμοὺς αὐτοῦ, 
 καὶ μετὰ βασιλέων εἰς θρόνον 
 καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.

καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις 
 πενίας·

καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν 
 καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.

ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· 
 καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.

ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, 
 συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, 
 καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.

ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς 
 τὸν κύριον, 
 καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.

καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· 
 οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.

ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, 
 ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,

ἀνθ᾿ ὧν ἔδλιψαν ἀσθενῆ καὶ ἀδύνατον· 
 κρίμα δὲ πρᾳέων ἐκθήσει.

καὶ προσεπιηπάτησέν σε ἐκ στόματος ἐχθροῦ 
 ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, 
 καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.

οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα.

θυμὸς δὲ ἐπʼ ἀσεβεῖς ἔσται, 
 δι ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπʼ ἀδικίαις.

μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς 
 δεήσεως ἐν ἀνάγκῃ ὄνταων ἀδυνάτων, 
 καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.

μὴ ἐξελκύσῃς τὴν νύκτα, 
 τοῦ ἀναβῆναι λαοὺς ἀντʼ αὐτῶν·

ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄδικα· 
 ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.

δοῦ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· 
 τίς γάρ ἐστιν κατʼ αὐτὸν δυνάστης;

τἰε δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργας 
 ἡ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα;

μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα 
 ὧν ρξαν ἄνδρες·

πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, 
 ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.

δοῦ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθαἀριθμὸς 
 ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.

ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, 
 καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·

ὄυήσονται παλαιώματα, 
 ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ.

ᵃ ὥραν ἔθετο κτήνεσιν, 
 οἴδασιν δὲ κοίτης τάξιν.

ᵇἐπὶ ὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, 
 οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος

καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,

ἰδοὸ ἐκτενεῖ ἐπʼ αὐτὸν ἡ ᾠδή, 
 καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.

ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, 
 δώσει τροφὴν τῷ ἀκούοντι.

ἐπὶ χειρῶν ἐκάλυψεν φῶς, 
 καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·

ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· 
 Κύριος κτῆσις καὶ περὶ ἀδικίας.

καὶ ταύτης ἐταράχθη ἡ καρδία μου 
 καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.

ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου. 
 καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.

ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, 
 καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.

ὀπίσω αὐτοῦ βοήσεται φωνῇ. 
 βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ· 
 καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσῃ φωνὴν αὐτοῦ.

βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια, 
 ἐποἰησεν γὰρ μεγάλα ἃ οὐκ ἤδειμεν·

συντάσσων χιόνι Γἰνου ἐπὶ τῆς γῆς. 
 καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.

ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, 
 ἴνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.

εοῆλθεν δὲ θηρία ὑπὸ σκέπην. 
 ἡσύχασαν δὲ ἐπὶ κοίτης.

ἐκ ταμείων ἐπέρχονται ὀδύναι, 
 ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.

καὶ ἀπὸ πνοῆς Ἰσχυροῦ δώσει πάγος, 
 οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·

καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη. 
 διασκορπιεῖ νέφος φῶς αὐτοῦ.

καὶ αὐτὸς κυλκώματα διαστρέψει, 
 ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν· 
 πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, 
 ταῦτα συντέτακται παρʼ αὐτοῦ ἐπὶ τῆς γῆς,

ἐάν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, 
 ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.

ἐνωτίζου ταῦτα, Ἰὼβ· 
 στῆθι, νουθετούμενος δύναμιν Κυρίου.

οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ, 
 φῶς ποιήσας ἐκ σκότους.

ἐπίσταται δὲ διάκρισιν νεφῶν, 
 ἐξαίσια δὲ πτώματα πονηρῶν.

σοῦ δὲ ἡ στολὴ θερμή· ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.

στερεώσεις μετʼ αὐτοῦ εἰς παλαιώματα, 
 ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.

διὰ τἰ δἰδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμεθα πολλὰ 
 λέγοντες.

μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, 
 ἴνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;

πᾶσιν δʼ οὐχ ὁρατὸν τὸ φῶς, 
 τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, 
 

 
 ὥσπερ τὸ παρʼ αὐτοῦ ἐπὶ νεφῶν.

ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· 
 ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος.

καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ· 
 ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;

διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωπο. 
 φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοί καρδίᾳ.

Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοῦν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ 
 Ἰὼβ διὰ λαἰλαπος καὶ νεφῶν

Τἰς οὗτος ὁ κρύπτων με βουλήν, 
 συνέχων δὲ ῥήματα ἐν καρδία, ἐμὲ δὲ οἴεται κρύπτειν;

ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. 
 ἐρωτήσω δέ, σὺ δέ μοι ἀποκρίθητι.

ποῦ ἧς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; 
 ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.

τις ἔθτο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; 
 ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπʼ αὐτῆς;

ἐπὶ τίος οἱ κρίκοι αὐτῆς πεπήγασινς 
 τἰς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπʼ αὐτῆς;

ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί 
 μου.

ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας 
 μητρὸς αὐτὴ ἐκπορευομένη·

ἐθέμην δὲ αὐτῇ νέφος ἀμφἰασιν. 
 ὁμἰχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα·

ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας·

εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, 
 ἀλλ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.

ἡ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, 
 ἑωσφόρος δὲ ἴδεν τὴν ἑαυτοῦ τάξιν,

ἐπύλαβέσθαι πτερύγων γῆς, 
 ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς

ἢ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῶον, 
 καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;

ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, 
 βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;

ᾖλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, 
 ἐν δὲ ἵχνεσιν ἀβύσσου περιεπάτησας

ἀνοἰγονται δέ σοι φόβῳ πύλαι θανάτου, 
 πυλωροὶ δὲ ἄδου ἰδόντες σε ἔπτηξαν;

νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπʼ οὐρανόν; ἀνάγγειλον δή μοι 
 πόση τίς ἐστιν.

ποἰᾳ δὲ γῆ αὐλἰζεται τὸ φῶς, 
 σκότους δὲ ποῖος ὁ τόπος;

εἰ ἀγάγοις με εἰς ὄρια αὐτῶν; 
 εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν

οἶδα ἄρα ὅτι τότε γεγέννησαι, 
 ἀριθμὸς δὲ ἐτῶν σου πολύς.

ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, 
 θησαυροὺς δὲ χαλάζης ἑόρακας;

ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, 
 εἰς ἡμέραν πολέμων καὶ μάχης;

πόθεν δὲ ἐκπορεύεται πάχνη, 
 ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπʼ οὐρανόν;

τἰς δὲ ἡτοἴμασεν ὑετῷ λάβρῳ ῥύσιν, 
 ὁδὸν δὲ κυδοιμῶν,

τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ, 
 ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,

τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον, 
 καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;

τἰς ἐστιν ὑετοῦ πατήρ; 
 τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου;

ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; 
 πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν

ἢ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; 
 πρόσωπον δὲ ἀσεβοῦς τἰς ἔπτηξεν;

συνῆκας δὲ δεσμὸν Πλειάδος, 
 καὶ φραγμὸν Ὠρἰωνος ἤνοιξας

ἢ διανοίξεις Μαζουρὼθ ἐν καιρῷ αὐτοῦ, 
 καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ, ἄξεις αὐτά

ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ 
 ἢ τὰ ὑπʼ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;

καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσε- 
 ταί σου;

ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται 
 ἐροῦσν δέ σοι Τί ἐστιν;

τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπι- 
 στήμηνς

τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ. 
 οὐρανὸν δὲ εἰς γἢν ἔκλαενς

κέχυται δὲ ὥσπερ γῆ κονία. 
 κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.

θηρεύσεις δὲ λέουσν βοράν, 
 ψυχὰς δὲ δρακόντων ἐμπλήσεις

δεδοικόσιν γὰρ ἐν κοίταις αὐτῶν, 
 κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες

τἰς δὲ ἡτοίμασεν κόρακι βοράν; 
 νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασιν, πλανώμενοι τὰ 
 σῖτα ζητοῦντες.

εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, 
 ἐφύλαξας δὲ  ὠδίνας ἐλάφων;

ἠρίθμησας δέ μῆνας αὐτῶν πλήρεις τοκετοῦ, 
 ὠδίνας δὲ αὐτῶν ἔλυσας

ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδἰα ἔξω φόβου 
 ὠδῖνας αὐτῶν ἐξαποστελεῖς;

ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι· 
 ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.

τς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, 
 δεσμοὺς δὲ αὐτοῦ τἰς ἔλοσεν;

ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, 
 καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα.

καταγελῶν πολυοχλίας πόλεως, 
 μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,

κατασκέψεται ὄρη, νομὴν αὐτοῦ, 
 καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.

βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, 
 ἢ κοιμηθῆναι ἐπὶ φάτνης σους;

δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, 
 ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;

πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἰσχὺς αὐτοῦ, 
 ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;

πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, 
 εἰσοίσει δέ σου τὸν ἄλωνα;

πτέρυξ τερπομένων, ἐὰν συλλάβῃ ἀσίδα καὶ νεσσά·

ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει

καὶ ἐπελάθοντο ὅτι ποὺς σκορπιεῖ 
 καὶ θηρία ἀγροῦ καταπατήσει.

ἀπεσκλήρυνεν τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· 
 εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου.

ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν, 
 καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει.

κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, 
 καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.

ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν. 
 ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;

περιέθηκας δὲ αὐτῷ πανοπλίαν, 
 δόξαν δὲ στηθέων αὐτοῦ τόλμης

ἀνορύσσων ἐν πεδίῳ γαυρξ. 
 ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι

συναντῶν βασιλεῖ καταγελῶ, 
 καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου.

ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα.

καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν· 
 καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.

σάλπιγγος δέ σημαινούσης λέγει Εὖγε· 
 πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἄλματι καὶ κραυγῇ

ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἔστηκεν ἱέραξ, 
 ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς νότον

ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, 
 γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτου (28)καθεσθεὶς αὐλἰζεται,

ἐπ᾿ ἐξοχῇ 
 πέτρας καὶ ἀποκρύφω;

ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, 
 πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν·

νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, 
 οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες παραχρῆμα εὑρίσκονται.

Καὶ ἀπεκρίθη Κύριος ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν

Μὴ κρίσιν μετὰ Ἱκανοῦ ἐκκλινεῖς 
 ἐλέγχων δὲ θεὸν ἀποκριθήσεται αὐτήν;

Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ

Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριων. 
 ἀκούων τοιαῦτα οὐθὲν ὤν; 
 ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα; 
 χεῖρα θήσω ἐπὶ στόματί μου.

ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.

Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ἰὼβ ἐκ τοῦ νέφους

Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. 
 ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι·

μὴ ἀποποιοῦ μου τὸ κρίμα. 
 οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἡ ἵνα ἀναφανῇς δίκαιος

ἣ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, 
 ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾶς;

ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν. 
 δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι.

ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ. 
 πᾶν δὲ ὑβριστὴν ταπείνωσον,

ὑπερήφανον δὲ σβέσον· 
 

 
 σῆψον δὲ ἀσεβεῖς παραχρῆμα.

κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, 
 τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·

ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶ

ἀλλὰ δὴ ἰδοὺ δὴ θηρία παρὰ σοί, χόρτον ἴσα βουσὶν 
 ἐσθίουσιν.

ἰδοὸ δὴ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύι. 
 ἡ δὲ δύναμις ἐπʼ ὀμφαλοῦ γαστρός·

ἔστησεν οὐρὰν ὡς κυπάρισσον, 
 τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·

αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, 
 ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.

τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐνκαταπαίζεσθαι 
 ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.

ἐπελθὰλν δὲ ἐπʼ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετρά- 
 ποσιν ἐν τῷ ταρτάρῳ·

ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται. 
 §παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·

σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις. καὶ 
 κλῶνες ἀγροῦ.

ἐὰν γένηται πλήμμυρα. οὐ μὴ ασθηθῆ, 
 πέποιθευ ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ·

ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν 
 ἐνσκολιευόμενος τρήσει ῤῖνα;

ἄξεις δὲ δράκοντα ἐν ἀγκίστοῳ. 
 περιθήσεις δὲ φορβεάν περὶ ῥἴνα αὐτοῦ;

εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, 
 ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦς

λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς

θήσεται διαθήκην μετὰ σοῦ; 
 λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;

παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ 
 στρουθίον παιδίῳς

ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, 
 μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;

χῆν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκαοσιν βύρσαν μίαν 
 οὐρᾶς αὐτοῦ, 
 καὶ ἐν πλοίοις ἀλιέαων κεφαλὴν αὐτοῦ.

ἐπιθήσει δὲ αὐτῷ χείρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν 
 σώματι αὐτοῦ.

οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας 
 (²) οὐδὲ δέδοικας ὅτι ἡτοίμασταί μοι

τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; 
 ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ; 
 εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,

οὐ σιωπήσομαι διʼ αὐτόν, 
 καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.

τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεαος αὐτοῦ; 
 εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;

πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; 
 κύκλῳ ὀδόντων αὐτοῦ φόβος.

τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, 
 σύνδεσμος αὐτοῦ ὥσπερ σμιρίτης λίθος·

εἰς τοῦ ἑνὸς κολλῶνται, 
 

 
 πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·

ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· 
 συνέχονται, καὶ οὐ μὴ ἀποσπασθῶσιν.

ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος. 
 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.

ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, 
 καὶ διαρριπτοῦνται ἐσχάραι πυρός.

ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης 
 πυρὶ ἀνθράκων·

ἡ ψυχὴ αὐτοῦ ἄνθρακες. 
 φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται

ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλἰζεται δύναμις. 
 ἔμπροσθεν αὐτοῦ τρέχει ἀπωλία.

σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται 
 καταχέει ἐπʼ αὐτόν, οὐ σαλευθήσεται.

ἡ καρδἰα αὐτοῦ πέπηγεν ὡς λίθος, 
 ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.

στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς 
 ἁλλομένοις.

ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν 
 δόρυ καὶ θώρακα·

ἤγηται μὶν γὰρ σίδηρον ἄχυρα. 
 χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν.

οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον· 
 ἥγηται μέν πετροβόλον χόρθον,

ὡς καλάμη ἐλογίσθησαν σφυρά, 
 καταγελῶ δὲ σεισμοῦ πυρφόρου.

ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς. 
 

 
 πᾶς δέ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς 
 ἀμύθητος.

ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· 
 ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλιπτρον,

τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· 
 λογίσατο ἄβυσσον εἰς περίπατον.

οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον 
 ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου·

πᾶν ὑψηλὸν ὁρᾷ, 
 αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

‘Υπολαβὼν δὲ Ἰὰὼβ λέγει τῷ κυρίῳ

Οὐδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν.

τίς γάρ ἐστιν ὁ κρύπταανν σε βουλήν; 
 φειδόμενος δέ ῥημάτων, καὶ σέ οἴεται κρύπτειν; 
 τἰς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, 
 μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἡπιστάμηνς

ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω· 
 ἐρωτήσω δέ, σὺ δέ με δἰδαξον.

ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, 
 νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε.

διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· 
 ἥγημαι δὲ ἐγὼ ἐμαυτὸν γῆν καὶ σποδόν.

Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα 
 ταῦτα τῷ Ἰὼβ, εἶπεν ὁ κύριος Ἐλειφὰς τῷ βαιμανείτῃ 
 Ἰμαρτες σὺ καὶ οἱ φίλοι σου·, 
 οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδέν, ὥσπερ ὁ 
 θεράπων μου Ἰὼβ.

νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς, 
 καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει 
 καρπώσεις περὶ ὑμῶν. 
 Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν. 
 ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι· 
 εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· 
 οὐ γὰρ ἐλαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰὼβ ἀληθές.

ἐπορεύθη δὲ Ἐλειφὰς ὁ Φαιμανείτης καὶ Βαλδὰδ ὁ Σαυχίτης 
 καὶ Σαωφὰρ ὁ Μειναῖος, 
 καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος· 
 καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ.

ὁ δὲ κύριος ηὔξησεν τὸν Ἰώβ· 
 εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων ἀφῆκεν αὐτοῖς τὴν 
 ἁμαρτίαν· 
 ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἧν ἔμπροσθεν Ἰὼβ εἰς 
 διπλασιασμόν.

ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ 
 πάντα τὰ συμβεβηκότα αὐτῷ, 
 καὶ ᾖλθον πρὸς αὐτόν. 
 καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· 
 φαγόντες δὲ καὶ πιόντες παρʼ αὐτῷ παρεκάλεσαν αὐτόν, 
 καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος· 
 ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον 
 χρυσοῦ καὶ ἀσήμου.

ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν· 
 

 
 ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, 
 κάμηλοι ἐξακισχίλιαι, 
 ζεύγε βοῶν χίλια, 
 ὄνοι θήλειαι νομάδες χίλωι.

γεννῶνται δὲ αὐτῷ υἱρὶ ἑππὰ καὶ θυγατέρες τρεῖς·

καὶ ἐκάλεσεν τὴν ρέν πρώτην Ἱμέραν, 
 τὴν δὲ δευτέρου Κασίαν, 
 τὴν δὲ τρίτην Ἀμαλθείας κέρας·

καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν 
 ἐν τῇ ὑπʼ οὐρανόν· 
 ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.

ἔζησεν δὲ Ἰὼβ μεπὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, 
 τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσεράκοντα· 
 καὶ ἴδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, 
 τετάρτην γενεάυ·

καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.

aγέγραπται δὲ αὐτὸν πάλιν ἀυαστήσεσθαι μεθʼ ὧν ὁ κύριος 
 ἀνίστησιν.

ᵇ Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, 
 ἐν μέν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας 
 καὶ Ἀραβίας· 
 προυπῆρχεν δὲ αὐτῷ ὄνομα Ἰωβάβ.

cλαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱὸν ᾧ ὄνομα Ἐνών· 
 ἦν δὲ αὐτὸς πατρὸς μῖν Ζάρε, ἐκ τῶν Ἠσοὺ υἱῶν υἱός, μητρὸς 
 δὲ Βοσόρρας, 
 ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.

d καὶ οὗτοι οἱ βασρλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ αὐτὸς 
 ἦρξεν χώρας· 
 

 
 πρῶτος Βαλὰκ ὁ τοῦ Βεὼρ, καὶ ὄνομα τῆ πόλει αὐτοῦ 
 Δεννάβα· 
 μετὰ δὲ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· 
 μετὰ δὲ τοῦτον Ἀσὸμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς θαιμι 
 νείτιδος χώρας· 
 μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιάμ ἐν τῷ 
 πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθάιμ.

eοἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι 
 Ἐλειφὰς τῶν σαὸ υἱὼν, θαιμονῶν βασιλεύς. 
 Βαλδὰδ ὁ Σαυχαίων τύραννος. 
 Σωφὰρ ὁ Μειναίων βασιλεύς.